Julius Pollux

Dictionary, 9

9.1Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. ὀνομαστικόν τι βιβλίον πεποίηται Γοργίᾳ τῷ σοφιστῇ, οὑτωσὶ μὲν ἀκοῦσαι παιδευτικόν, εἰς δὲ πεῖραν ἐλθεῖν ὀλίγου λόγου. τούτῳ τῷ συγγράμματι πάλαι μὴ προσομιλήσας, ἀλλὰ νῦν ἐντυχὼν ἠρξάμην περὶ τούτων τῶν βιβλίων ὥς τι ὄντων φρονεῖν · τάτε γὰρ ἄλλα τὴν χρείαν αὐτῶν ἀποδέχομαι, καὶ ὅτι τὸν τῶν ὀνομάτων κατάλογον, ἔχοντά τι τῇ φύσει προσκορές, τῷ τρόπῳ τῆς διαθέσεως σεσόφισται πρὸς τὸ ἄλυπον ἐν τῷ τῆς συντάξεως σχήματι, ὡς μηδένα θᾶττον τῷ γνωσθέντι προκαμεῖν, τῷ τὸ μέλλον ἀκοῦσαι ποθεῖν. εὐτύχει κύριε.
9.6ἵν’οὖν καὶ περὶ πόλεώς τι καὶ τῶν τῆς πόλεως μερῶν ὑπείπωμεν, οὕτω λέγομεν. οἰκιστής, οἰκίζων, πολίζων, οὐ μὴν καὶ πολιστὴς καὶ κτίζων καὶ κτίστης · καίτοι παρ’Ἡροδότῳ ἔστιν συγκτίστης. ἐπὶ τούτῳ δὲ καὶ οἰκίζων καὶ τεκταινόμενος καὶ ὑποβαλλόμενος τὴν πόλιν, καὶ κατασκευάζων καὶ κατασκευαζόμενος, καὶ ἐργαζόμενος καὶ ἐξεργαζόμενος, καὶ ποιῶν καὶ οἰκοδομούμενος καὶ μηχανώμενος.
9.7καὶ τὸ πρᾶγμα οἰκισμὸς καὶ παρὰ Θουκυδίδῃ οἴκισις καὶ κατοίκισις · τὰ γὰρ ἀπὸ τῶν ἄλλων τὰ μὲν σκληρὰ τὰ δὲ κοινὰ καὶ πρὸς ἕτερον. τὸ δὲ ῥῆμα οἰκίζειν καὶ πολίζειν καὶ κτίζειν καὶ κατοικίζειν, καὶ ἐπίρρημα μόνον τὸ οἰκιστικῶς. τὸ δ’ἔργον πόλις καὶ ἄστυ καὶ συνοικία καὶ συνοικισμός · Ξενοφῶν δὲ καὶ τεῖχος οὐ τὸν περίβολον ἔφη μόνον, ἀλλὰ καὶ τὸ ἐν τῷ περιβόλῳ πᾶν.
9.8 δ’ἀνὴρ πολίτης, ἀστός, οἰκήτωρ, ἔνοικος, ἔντοπος, ἐγχώριος, ἐγγενής, καὶ τὸ πλῆθος δῆμος, ὄχλος, δημόται, φυλέται, γένη, ἔθνη. καὶ τὰ μέρη τῆς πόλεως τὰ μὲν ἔξω πόλεως ὅροι, ἐφορία ἀγορά, δῆμοι, κῶμαι, ἀγροί, ἐσχατιαί, χῶραι, κῆποι, παράδεισοι, προάστεια, ἐνηβητήρια, ἐνδιαιτήματα · ὧν ἔνια καὶ ἐν πόλει ἂν γένοιτο. καὶ ἀπὸ μὲν τῶν ὅρων Ζεὺς ὅριος καὶ στήλη ἐφορία καὶ ποταμὸς μεθόριος, καὶ ὅμορος πόλις καὶ πρόσορος τόπος καὶ ἐνόριος χῶρος καὶ ὑπερόριος πόλεμος καὶ διωρισμένον πρᾶγμα, καὶ προσορίσαι γῆν καὶ ἀφορίσασθαι χώραν καὶ ὑπερορίσαι ἄνδρα, καὶ ἐξόριστον γενέσθαι, καὶ ὅρια ἀνασπάσαι.
9.9 δ’ὁρίζων ὁριστής, καὶ τὸ ὑπόχρεων χωρίον ὡρισμένον, καὶ ἐνεστηκυῖα στήλη ὅρος, καὶ ὡρισμένη ἡμέρα εἰρημένη, ἀπὸ δὲ δήμων οἱ κατὰ δήμους οἰκοῦντες καὶ οἱ δημοτευόμενοι καὶ τὸ ἔνδημον πλῆθος · τάχα δὲ καὶ τὸ ἐπιδημεῖν καὶ ἀποδημεῖν, καὶ ἐπιδημία καὶ ἀποδημία, καὶ ἔκδημοι πόλεμοι, καὶ παρὰ Θουκυδίδῃ ἀποδημηταὶ πρὸς ἐνδημοτάτους, καὶ πάνδημον πλῆθος καὶ πανδημεὶ καὶ πανδημία καὶ δημοσίᾳ καὶ δημοθοινία καὶ δημοτελεῖς ἑορταὶ καὶ δημόσιον πρᾶγμα καὶ δημόσιος οἰκέτης, καὶ δημεῦσαι καὶ δημοσιεῦσαι, καὶ δήμαρχος καὶ δημιοπράτης καὶ δημεραστὴς καὶ δημεραστία καὶ δημαγωγὸς καὶ δημαγωγία, καὶ δημοτικός, καὶ φιλόδημος καὶ μισόδημος, καὶ δημοκρατία καὶ δημοκρατικός.
9.10ἀπὸ δήμων δ’ἂν εἴη κεκλημένος καὶ δήμιος καὶ δημόκοινος ὡς ἔξω πόλεως κατοικῶν.
9.11ἀπὸ δὲ κωμῶν κωμήτης καὶ κωμῆτις καὶ κώμαρχος, καὶ κωμοδρομεῖν καὶ κωμῳδεῖν, που δὲ καὶ κωμῳδία καὶ κωμῳδοδιδάσκαλος καὶ κωμῳδοποιὸς καὶ κωμῳδοποιητής, καὶ κωμῳδῶν, καὶ κωμικὸν δρᾶμα καὶ κωμῳδικὸν πρᾶγμα, ἐπεὶ κατὰ κώμας ἔστησαν τὴν πρώτην οἱ χοροί. τάχ’ἂν οὖν ἀπὸ τούτου καὶ κῶμος εἴη εἰρημένος, καὶ τὸ κωμάζειν καὶ κωμαστὴς παρὰ Πλάτωνι, καὶ ἡδύκωμος τὸ ᾆσμα.
9.12ἀπὸ δ’ἀγρῶν οἱ μὲν Ἀττικοὶ σχηματισμοὶ ἀγρόνδε ἐλθεῖν καὶ ἀγρόθι οἰκεῖν καὶ ἀγρόθεν ἥκειν, καὶ εὐθὺ τῶν ἀγρῶν ἀπελθεῖν, καὶ ἔστε πρὸς τὸν ἀγρόν. ἀγροικία δέ, καὶ ἄγροικος σκαιός, καὶ ἀγροῖκος ἐν ἀγρῷ ζῶν · ἐπὶ δ’ἀμφοῖν ἄγριος, καὶ μᾶλλον ἐπὶ τοῦ σκαιοῦ. ἴσως δὲ καὶ ἄγρα καὶ τὸ ἀγρεύειν καὶ ἀγρευτὴς κύων, ἐπεὶ καὶ ταῦτα ἔξω πόλεως γίνεται, καί που τὰ ἄγρια θηρία, καὶ τὸ πάναγρον λίνον καὶ ἀγροτέρα θεὸς καὶ τὸ τῆς Ἀγροτέρας τέμενος. εἴποις δ’ἂν καὶ ἄγροικον μέλος, καὶ ἄγροικον μοῦσαν τὴν τῶν αἰπόλωντε καὶ ποιμένων · γὰρ ἀγροιώτης ποιητικόν. οὐ φαῦλον δ’ἂν εἴη προσειπεῖν ὅτι καὶ Νίνος Βήλου τὸν αὑτοῦ παῖδα ἐν ἀγρῷ τεχθέντα Ἄγρωνα ὠνόμασεν.
9.13ἀπὸ δὲ χώρας χῶρος ἱερός, χωρίτης λεὼς καὶ χωριτικὸν πρᾶγμα καὶ χωριτικῶς ἐβίω, καὶ χωρικὸν καὶ χωρικῶς, καὶ κατὰ χώραν ἔμεινεν, καὶ φιλοχωρεῖν καὶ φιλοχωρία, καὶ χωροφιλεῖν παρὰ Ἀντιφῶντι, που δὲ καὶ ἐπιχώριος καὶ ἐγχώριος καὶ πρόσχωρος καὶ ὁμόχωρος, εἰ μὴ καὶ τὸ χωρίζειν καὶ ἐπιχωρεῖν καὶ συγχωρεῖν καὶ πάνθ’ὅσα τοιαῦτα τῇ χώρᾳ προσήκει. ἀπὸ δὲ κήπων κηπουρός κηπουρεῖν καὶ κηπεύειν καὶ κηπεία, καὶ κηπαία θύρα, καὶ κῆπος κουρά. οἱ δὲ παράδεισοι, βαρβαρικὸν εἶναι δοκοῦν τοὔνομα ἥκει κατὰ συνήθειαν εἰς χρῆσιν Ἑλληνικήν, ὡς καὶ ἄλλα πολλὰ τῶν Περσικῶν.
9.14τὰ μὲν δὴ μέρη τῶν ἔξω πόλεως, καὶ ὅσα κατ’ἀγρούς, ἔχεις ἐν τοῖς γεωργικοῖς προειρημένα · τῶν δὲ προαστείων ἂν εἴη καὶ φρούρια, καὶ φυλακτήρια ἂν λέγοις καὶ φρυκτώρια καὶ πυρσούργια καὶ σκοπάς, καί που καὶ προτειχίσματα καὶ χάραξ καὶ χαρακώματα, τάφροι, σταυροὶ καὶ σταυρώματα, σκηνώματα καὶ σκηναὶ καὶ σκηνήματα, καλύβαι, στρατόπεδα, καὶ πάνθ’ὅσα ἐπὶ φρουρᾷ τῶν ἔξω προμεμηχάνηται.
9.15παίζοντι δὲ τὸ στρατόπεδον ἔξεστι κατὰ τὴν τῶν πολλῶν χρῆσιν καὶ παρεμβολὴν ὀνομάσαι, παρεχόμενόν τινα τῶν νεωτέρων Θεόφιλον ἐν Παγκρατιαστῇ εἰρηκότα εἶτ’ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ · καὶ Κρίτων’ἐν Αἰτωλοῖς ἐκεῖ γὰρ ἡμῖν ἐστὶν παρεμβολή. μέρη δὲ τῶν πρὸ πόλεως καὶ κατὰ δήμους ἱερά, τελεστήρια, μέγαρα, ἀνάκτορα, χρηστήρια, ἡρῷα, ἠρία, μνήματα, πολυάνδρια, τάφοι · παρὰ δὲ Θουκυδίδῃ μόνῳ τῶν κεκριμένων καὶ μνημεῖα ἄν τις εἰρημένα εὕροι τὰ μνήματα.
9.16ἔξω δὲ πόλεως καὶ ἄντρα καὶ σπήλαια καὶ σπηλαιώδεις ὑποφυγαί · καὶ Θεόπομπος ἐν Πανταλέοντι καὶ σπηλάδιον εἴρηκεν. ἐκ δὲ τούτων ἄλση, τεμένη, αὐλαὶ αὔλια προαύλια, σταθμοί, αἰπόλια, ποίμνια, σηκοί, μάνδραι, συφοὶ συφεοί, συβόσια, τάχα δὲ καὶ γερανοβοσίαι καὶ χηνοβοσίαι κατὰ Πλάτωνα, καὶ περιστερεὼν εἰρημένος ἐν Θεαιτήτῳ. ἐν δὲ τοῖς προαστείοις καὶ τὰ περιπόλια εἴη ἄν, εἰ μὴ χωρίου ὄνομα αὐτὸ νοοῖμεν παρὰ Θουκυδίδῃ, ὅταν φῇ ἐν περιπολίοις τισὶν ἐλήφθη.
9.17ἐπεὶ δὲ ἀπὸ τῶν προαστείων εἰς ἄστυ ἰτέον, ἀπὸ μὲν τοῦ ἄστεως οὐχ ἀστὸς μόνον καὶ ἀστή, ἀλλὰ καὶ ἀστικὸς καὶ ἀστεῖος καὶ τὸ ἀστεΐζεσθαι καὶ ἀστυπολεῖν καὶ ἀστυνόμος, καὶ παρὰ Κριτίᾳ ἀστύτριψ. δὲ κωμῳδία καὶ ἀστῆς ἐλαίας εἴρηκε τῆς ἐμ πόλει. πόλιν δ’ἂν εἴποις ἠπειρῶτιν, νησιῶτιν, χερσαίαν, ἀπὸ θαλάττης, μεσόγειον, ἔφαλον, πάραλον παράλιον, παραθαλαττίδιον ἐπιθαλαττίδιον, ἀγχιθάλαττον · γὰρ ἀγχίαλος ποιητῶν. δὲ ἑκατέρωθεν ἔχουσα θάλατταν ἀμφιθάλαττος ὡς Κόρινθος.
9.18καὶ μὲν ἐν μέσῳ τῆς θαλάττης ἑκατέρωθεν παρήκουσα γῆ ἀμφιπλήξ καὶ ἀμφοτερόπλους καὶ αὐχὴν καὶ ἰσθμός · ἵνα δ’ θάλαττα ἑκατέρωθεν οὖσα τὴν γῆν διαιρεῖ, τοῦτο θαλάττης αὐλῶνα καὶ εὔριπον καὶ πορθμὸν δεῖ καλεῖν ὡς Εὐριπίδης καὶ Ἡσίοδος. εἴποις δ’ἂν πόλιν τὴν μὲν ἔναγχος κτισθεῖσαν νέαν, πρόσφατον, καινήν, νεόκτιστον νεοποίητον νεουργόν νεοκατάστατον, ὑπόγυον, ἡλικιῶτιν τῶν οἰκητόρων, τὴν δὲ πρὸ πολλοῦ ἀρχαίαν, παλαιάν παμπάλαιον, ἀρχαιόπλουτον παλαιόπλουτον, ὠγυγίαν, πρεσβῦτιν, γηρῶσαν ὑπεργήρων ὑπεργηρῶσαν ·
9.19καὶ τὸν μὲν ταύτης δῆμον ἀρχαῖον, αὐτόχθονα, γηγενῆ, γνήσιον, ἐγγενῆ, τὸν δὲ ἐκείνης ἔπηλυν ἐπηλύτην, ἔποικον, ἀλλοδαπόν. καὶ εἰς μὲν μέγεθος ἐπαινῶν τὴν πόλιν εἴποις ἂν εὐρεῖαν, πλατεῖαν, προμήκη ὑπερμήκη μηκίστην, μεγάλην μεγίστην ὑπερμεγέθη παμμεγέθη, ὑπέρογκον, ἡπλωμένην, ἐκτεταμένην, ἀνακεχυμένην. καὶ τὴν μὲν ἐν ὁμαλεῖ πεδιάδα, ἰσόπεδον, ἱππήλατον ἁμαξήλατον, λεωφόρον, ἐπὶ πολλῆς εὐρυχωρίας οὖσαν, ἀναπεπταμένην, ἀνεῳγμένην καὶ καθ’Ὅμηρον εὐρυάγυιαν γὰρ κητώεσσα ἐπὶ πλέον ἐστὶ ποιητικόν ·
9.20τὴν δὲ ἐν ὄρει ὄρειον ὀρείαν, ὑψηλήν ὑπερύψηλον, εὐερκῆ, δυσάλωτον, δυσπρόσοδον δυσπρόσβατον δυσπρόσιτον, ἐπιφανῆ ὑπερφανῆ, ὑπερλάμπουσαν, προσανιοῦσαν προσαναβαίνουσαν, τοῖς ὄρεσι προσαμιλλωμένην, ὑπερδέξιον πᾶσαν, ἀκροπόλει ἐοικυῖαν, μικροῦ ὑπερνέφελον, ταῖς κορυφαῖς ἁμιλλωμένην τῷ ἐλευθέρῳ αἰθέρι, ὀλίγου ψαύουσαν τῶν νεφελῶν, ἐγγυτάτω τῶν νεφῶν, φαιδρῷ ἀέρι περιρρεομένην, ἐλευθέρῳ τῷ ἀέρι.
9.21εἰ δὲ ψέγοις τὴν μείζω πόλιν, ἔκμετρον ὑπέρμετρον, ἀνάρμοστον, δυσφύλακτον, δυσπρόσιτον δυσπλήρωτον, δυσοίκητον, πεπλανημένην, διερριμμένην, διεσπασμένην, ἐγγενοῦς δήμου ἐνδεᾶ, πλήθους ἐπιδεᾶ, πολυγενῆ πολύδημον, ἄκοσμον, ἄκριτον, θορύβου μεστήν, θορύβου πλέαν, ἀκολασίας, ἀκοσμίας, πάμφυλον παγγενῆ, ἠρανισμένην, ξένου λεὼ μεστήν, πολύξενον, ξενίζουσαν, ἀλλοφύλου δήμου πλέαν στήν, πανδημίας ὑπόπλεων, ἐπεισάκτου τροφῆς δεομένην, οὐκ ἀρκοῦσαν τρέφειν τοὺς οἰκήτορας, εἰσαγωγῆς χρῄζουσαν, εἰσαγωγίμων σιτίων, ἐπεισάκτων τροφῶν ·
9.22ἣν θάλαττα μᾶλλον τῆς γῆς τρέφει, ἣν ἔμποροι μᾶλλον τῶν γεωργῶν τρέφουσιν. ὁμοίως δὲ καὶ τὴν πεδιάδα ψέγων εἴποις ἂν κοίλην, ὑπτίαν, ἑλώδη, εὐέφοδον, εὐάλωτον, ἣν ἐξ ἐπιδρομῆς ἄν τις ἕλοι · τὴν δ’ὄρειον ψέγων δύσμικτος ἐρεῖς, δύσοδος, ἀτριβής, ἀπρόσμικτος ἀπροσπέλαστος, δύσξενος, δύσβατος δύσπορος, ἀνάντης, ἄγροικος, χαράδρα, φάραγξ, θηρίων μᾶλλον ἀνθρώπων πόλις, αἰγίβοτος μᾶλλον ἀστική, δυσχείμερος δύσθερος, δυσχερὴς χειμῶνος ὑπὸ τῶν νιφετῶν, θέρους ἄσκιος.
9.23καὶ ἄλλως δ’ἐπαινῶν ἐρεῖς εὐανδρουμένην, ἀκμάζουσαν, εὐθηνοῦσαν · κἂν ψέγῃς, φλεγμαίνουσαν, ὀχληράν ὀχλώδη, θλιβομένην, ἀχλυώδη, βαρεῖαν, πολυπράγμονα, φορτικὴν διὰ πλήθους, θορύβου πλέα, ὠθισμοῦ, στενοχωρίας, ταραχώδης. ἐν δὲ ὀλίγον τὸ πλῆθος, ὀλιγάνθρωπος, ἐν εὐρυχωρίᾳ, ἐν σχολῇ, ἐν ἡσυχίᾳ, ἀπράγμων, ἄλυπος ·
9.24εἰ δὲ σκώπτοις, ἔρημον, φορτικήν, ὀλιγάνθρωπον, ἔρημον οἰκητόρων, ἀπάνθρωπον, ἐξηρημωμένην, ἀοίκητον, κενήν. ὁμοίως δὲ μικρὰν ἐπαινῶν ἐρεῖς ἀρκοῦσαν, ἀποχρῶσαν, σύμμετρον, οὐχ ὑπέρογκον συμμετρικήν συμμεμετρημένην, μετρίαν μεμετρημένην, οἰκήσιμον, εὐδίαιτον · ψέγων δὲ ἐρεῖς στενήν, βραχεῖαν, ἀθλίαν, ταλαίπωρον πόλισμα πολισμάτιον, πολίχνη πολίχνιον, κώμη.
9.25καὶ πολλὰ ἄλλα ἂν εὕροις ἐκ τῶν ἐν τοῖς πρὸ τούτου βιβλίοις προειρημένων ἐπαινῶν μὲν τὴν φιλάνθρωπον καὶ εὔξενον πόλιν, πάλιν δὲ ψέγων τὴν ἀπάνθρωπόντε καὶ ἄξενον · εἰ γὰρ καὶ μὴ ἐπὶ πόλεών ἐστιν ἀλλ’ἐπὶ ἀνδρῶν εἰρημένα, τὴν γοῦν χρῆσιν ἔστιν ἄγειν ἐπὶ τὰς πόλεις, ὥσπερ αὖ καὶ ὅσα ἐπὶ χωρίων ἐστὶν ὑγιεινῶντε καὶ νοσερῶν, καὶ πάνθ’ὅσα τοιαῦτα, προσακτέον δὲ καὶ ταῦτα ταῖς πόλεσιν. ἀλλ’ μὲν μεγάλης πόλεως πολίτης μεγαλοπολίτης ἂν λέγοιτο, δὲ μικρᾶς μικροπολίτης, ὅθεν καὶ Ἀριστοφάνει εἴρηται τὸ μικροπολιτικόν, δὲ νέας Νεαπολίτης κατὰ Πλάτωνα, καὶ κατ’Ἐπίχαρμον λέγοντα ἐν Ἁρπαγαῖς νέοικος, καὶ κατ’Εὔπολιν λέγοντα ἐν Χρυσῷ γένει νεοκάτοικος.
9.26τὰ δ’ἀπὸ πόλεως ὀνόματα πολίτης, πολιτεία, πολιτευόμενοι πολιτεύεσθαι, πολιτεύειν πολιτοκοπεῖν καὶ πολιτοκοπία ὡς Σαννυρίων Γέλωτι, πολιτικὴ σοφία καὶ πολιτικὸς ἀνήρ καὶ λόγος πολιτικός, καὶ πολιεῖς θεοὶ καὶ πολιοῦχοι, καὶ φιλόπολις τὸ ἦθος παρὰ Θουκυδίδῃ, καὶ πολιτοκοπεῖν παρ’Ἀντιφῶντι, καὶ πολλὰ τοιαῦτα.
9.27τὸν δὲ ἀστὸν Εὔπολις ἐν τῇ Διάδι ἔμπολιν εἴρηκεν, οἷον ἐγχώριον · εἴποι δ’ἄν τις, οἶμαι, καὶ τὸν ἐντόπιον, Πλάτωνος εἰπόντος ἐντοπίους θεούς. δ’ἰσθμῷ πορθμῷ προσοικοῦσα πόλις ἀμφίπολις, καὶ πολλὰς ἔχουσα πόλεις χώρα πολύπολις · πέρα γὰρ τοῦ δέοντος φιλότιμον τὸ τὴν οἰκουμένην εἰπεῖν εὔπολιν. καὶ αἱ μὲν πολλαὶ πόλεις εἰς ἓν συντελοῦσαι ἔθνος, αἱ δὲ πολλαὶ κῶμαι εἰς ἓν ὄνομα συμφέρουσαι πόλις · τοῖς γὰρ ποιηταῖς καὶ τὰς κώμας λέγουσι πόλεις οὐ προσεκτέον, ὡς παρ’Εὐριπίδῃ ἐν Ἰξίωνι Εὔβοι’Ἀθήναις ἔστι τις γείτων πόλις, καὶ πάλιν ἐν Τημενίδαις ἅπασα Πελοπόννησος εὐτυχεῖ πόλις. τρία δὲ πόλεων ἐν οἰκήσει σχήματα, ἤπειρος νῆσος χερρόνησος.
9.28μέρη δὲ πόλεως τὰ μὲν ἐκ θαλάττης αἰγιαλός, ἀκτή, ᾐών, λιμὴν καὶ λιμένος στόμα καὶ βάθος καὶ μυχός, καὶ ὅρμος δὲ καὶ κρηπίς, νεώρια, νεώσοικοι καὶ ὡς Ἀριστοφάνης ἐν Βαβυλωνίοις ναυλόχιον. καὶ δὴ καὶ τελώνια · εἴρηται δὲ τὸ τελώνιον ἐν Ποσειδίππου Κώδωνι · τὸν παῖδ’ἄνω σπεύδοντα πρὸς τὸ τελώνιον δεκατηλόγια, δεκατευτήρια, πεντηκοστολόγια, φυλακτήρια. ἀλλὰ καὶ δεκατώνια ·
9.29κέχρηται δὲ τῷ ὀνόματι Ἀντιφάνης ἐν Ἁλιευομένῃ · καὶ οἱ τούτοις ἐφεστηκότες τελῶναι, ἐκλογεῖς, ἐλλιμενισταί, δεκατηλόγοι ὡς Δημοσθένης, ὡς δὲ Ἀναξίλας ἐν Γλαύκῳ δεκατῶναι, εἰκοστολόγοι, πεντηκοστολόγοι · καὶ πεντηκοστολογεῖν ἐν Φιλωνίδου Κοθόρνοις ἔστιν εἰρημένον. παναγεῖς γενεάν, πορνοτελῶναι, Μεγαρεῖς δεινοί, πατραλοῖαι.
9.30τὸ δὲ τέλος ἐλλιμένιον, ὡς Εὔπολις Αὐτολύκῳ ἐλλιμένιον ὁδοῦναι πρὶν εἰσβῆναί σε δεῖ, καὶ δεκάτη καὶ εἰκοστὴ καὶ πεντηκοστή, καὶ κατὰ τὸ μέρος τῆς ἑκασταχοῦ εἰσπράξεως τὸ ὄνομα. που δὲ καὶ παραγώγιον τέλους ὄνομα, εἰ δεῖ πρὸς ἀπολογίαν τῆς κοινῆς χρήσεως παρέχεσθαι τὸ ἐν τῇ Φιλιππίδου Συνεκπλεούσῃ εἰρημένον ὅταν ἑξῆς παραγώγιον ἂν ἐκφέρῃς, εἰσπράξομαι.
9.31τὸ δὲ πρᾶγμα τελωνία, καὶ τελωνεῖν τὸ ῥῆμα, καὶ εἰσπράττειν τέλη, πράττειν, ἀπαιτεῖν, ἐκλέγειν. καὶ τὸ τελούμενον παρ’αὐτῶν τελῶν ἀπογραφή, τὸ δὲ μὴ ἀπογραφὲν ἀναπόγραφον. καὶ ὡς Ἀριστοφάνης ἐν Πολυείδῳ ἐλλιμενίζεις δεκατεύεις; καταβολὴ τέλους, τέλος καταβαλεῖν, καταθεῖναι, διαλῦσαι, ἀποδοῦναι, ἀπαριθμῆσαι, ἀποτῖσαι, εἰσενεγκεῖν. καὶ τὸ ὑπεύθυνον τέλει ὑποτελές, καὶ φιλοτιμούμενος τάχα καὶ ἐντελὲς καὶ ἐπιτελὲς ἐρεῖς. τὸ δ’ἀνυπεύθυνον ἀτελές καὶ τὸ πρᾶγμα ἀτέλεια, καὶ οὐ μόνον ἄνθρωπος ἀτελὴς ἀλλὰ καὶ λιμήν, ὅπου μηδὲν εἰσπράττεται.
9.32καὶ κακίζων μὲν τελώνην εἴποις ἂν βαρύς, φορτικός, ἄγχων, λῃστεύων ληιζόμενος, παρεκλέγων, θαλάττης ἀγριώτερος, χειμῶνος βιαιότερος, καταδύων τοὺς καταχθέντας, ἀπάνθρωπος, ἐπαχθής, ἄπληστος, ἄμετρος, αἰσχροκερδής, βίαιος, ἀποπνίγων, πιέζων, λωποδυτῶν, ἀποδύων, ἁρπάζων, ἀφαιρούμενος, παρεισπράττων, ἰταμός, ἀναίσχυντος, ἀπηρυθριακώς, δυσχερής, ἀνήμερος, ἄγριος, ἄξενος, θηριώδης, ἕρμα, πρόβολος πέτρα, ναυάγιον, θηρίον ἄμικτον, καὶ ὅσα ἐν ταῖς ἤθους λοιδορίαις ἔχεις ·
9.33φιλοτιμουμένῳ δὲ ἔξεστιν εἰπεῖν Σαλμυδησσός, Καφηρεύς, καὶ ὅσα ἐν θαλάττῃ δύσμικτα καὶ ἄξενα χωρία. εἰ δ’ἐπαινεῖς τελώνην, εἴποις ἂν ἔννομος, εὔξενος, δίκαιος, ἐνδοτέρω τοῦ νόμου, πραότερος τοῦ λίαν ἀκριβοῦς, κρείττων τοῦ βίου, εἰδὼς αἰδεῖσθαι, παραμυθούμενος τὴν τοῦ πλοῦ δυσχέρειαν, εἰς ὃν ἄν τις ἀναπαύσαιτο, τις ἂν ἡδέως προσορμίσαιτο. τὸ μέντοι τὰ τέλη παραλαβεῖν εἴποις ἂν πρίασθαι καὶ μισθώσασθαι, καὶ τοὺς ἄρχοντας ἐκδιδόναι τὰ τέλη, πιπράσκειν, κηρύττειν, ἀπομισθοῦν.
9.34τὰ δὲ περὶ τοὺς λιμένας μέρη δεῖγμα, χῶμα, ἐμπόριον, καὶ ὡς Ὑπερείδης φησίν, ἐξαίρεσις, ὅπου τὰ φορτία ἐξαιρεῖται, ὥσπερ καὶ τὸ δεῖγμα τοὔνομα ἀπὸ τοῦ δείγματα τῶν ἀγωγίμων τοῖς ὠνητιῶσι δίδοσθαι, παρ’Ὑπερείδῃ ἐν τοῖς ὑπὲρ τοῦ ταρίχους. τοῦ δ’ἐμπορίου μέρη καπηλεῖα καὶ πορνεῖα, καὶ οἰκήματα ἄν τις εἴποι · καὶ τὸ πλῆθος οὐ ναυτικὸν μόνον, ὅσον ἐν τοῖς περὶ νεῶν ἐστὶν εἰρημένον, ἀλλ’ἔμποροι καὶ κάπηλοι, καὶ ὅσα ἔχεις ἐν τοῖς περὶ τὰς τέχνας.
9.35τὰ δὲ τῆς πόλεως μέρη τεῖχος καὶ τὰ τείχους μέρη, τοῖς στρατιωτικοῖς ἐνέγραψα, καί που πύλαι καὶ πυλίδες καὶ οἱ ἐφεστηκότες τούτοις πυλωροί, ὡς οἱ ἐν τοῖς τείχεσι τειχοφύλακες · καὶ τὰ μέρη τῶν πυλῶν καὶ τῶν θυρῶν, σανίδες πτύχες θαιροὶ στροφεῖς, καὶ ὅσα εὑρήσεις ἐν τοῖς περὶ οἰκιῶν. εἴσω δὲ παρελθόντων τὸ μὲν σύμπαν ἐντείχιος τόπος, εἴσω τείχους, ἐντὸς τειχῶν · τὰ δ’ἔνδον ἀγυιαὶ μὲν κατὰ Ξενοφῶντα καὶ καθ’Ὅμηρον, ἀφ’ὧν εὐρυάγυια Ὁμήρῳ πεποίηται, καὶ Ἀπόλλων ἀγυιεύς.
9.36ταῦτα δὲ καὶ ἄμφοδα ἔστιν εὑρεῖν κεκλημένα οὐ παρ’Ἀριστοφάνει μόνον, εἰπόντι ἐν Θεσμοφοριαζούσαις ἄμφοδον ἐχρῆν αὐτῷ τεθεῖσθαι τοὔνομα, ἀλλὰ καὶ παρ’Ὑπερείδῃ ἐν τῷ περὶ ἀντιδόσεως πρὸς Πασικλέα · τὴν οἰκίαν τὴν μεγάλην τὴν Χαβρίου καλουμένην καὶ τὸ ἄμφοδον. καλοῖτο δ’ἂν καὶ κῶμαι ταῦτα, ὅθεν καὶ κωμήτας τοὺς γείτονας καὶ κωμήτιδας ὠνόμαζον · Ἀριστοφάνης γοῦν ἐν μὲν Δράμασιν Κενταύρῳ ἔφη ἐν κωμήτισι καπηλοῖς ἐπίχαρτον, ἐν δὲ Λυσιστράτῃ πλὴν γ’ἐμὴ κωμῆτις ·
9.37Ἴων δὲ ἐν Φοίνικι σαφέστερον ἀλλ’ θυρέτρων τῶνδε κωμῆται θεοί. δοκεῖ δέ μοι καὶ κῶμος ἀπὸ ταύτης ὠνομάσθαι τῆς κώμης, καὶ τὸ ἐγκώμιον ἐπὶ ταῖς νίκαις ἐπᾳδόμενον. τοὺς μὲν δὴ γείτονας καὶ προσοίκους καὶ συνοίκους καὶ παροικοῦντας καὶ προσοικοῦντας, τάχα δὲ καὶ παροίκους καὶ ἀγχιθύρους ἐρεῖς, Εὔπολις δὲ ἐν Κόλαξι καὶ συμπαροίκους εἴρηκεν. ἐπὶ δὲ τούτοις τὰς μὲν εὐρυτέρας ὁδοὺς λεωφόρους ἂν καὶ ἁμαξιτοὺς καλοίης καὶ ἁμαξηλάτους καὶ ἱππηλάτους, τὰς δὲ στενὰς στενωποὺς καὶ λαύρας, Ὁμήρου εἰπόντος ἔκτοσθεν δ’ἐυσταθέος μεγάροιο ἦν ὁδὸς ἐς λαύρην.
9.38τάχα δ’ἂν εὕροις καὶ ῥύμην εἰρημένην καὶ πλατεῖαν, ὡς οἱ νῦν λέγουσι, Φιλήμονος μὲν ἐν Πανηγύρει εἰπόντος τὴν πλατεῖάν σοι μόνον ταύτην πεποίηκεν βασιλεύς, Φιλιππίδης δὲ ἐν Φιλευριπίδῃ πόστην ὑφ’ὁδοῦ ὡς εἶναι παιδάριον ῥύμην; τρίτην γὰρ στενωπὸς οὗτος ἐν Ἀθήναις ἦν · καὶ Λακιάδαις ὀρθῶς γε τὴν ῥύμην ὁδοιπορήκαμεν.
9.39καὶ τὸ μὲν πλῆθος τῶν οἰκοδομημάτων οἰκίαι καὶ συνοικίαι, καὶ οἰκίας περίδρομος, ὡς ἐν τῷ Γήραι Ἀριστοφάνους ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας. καὶ περιοίκιον δέ τι μικρὸν καὶ οἰκίδιον, καὶ οἰκίσκην Δημοσθένης ἐν τῷ κατὰ Ὀλυμπιοδώρου λέγει καὶ εἵλετο τοὺς φαρμακοτρίβας καὶ τὴν οἰκίσκην, ἐγὼ δ’ἔλαβον τοὺς σακχυφάντας καὶ τὴν οἰκίαν, ὡς εἶναι τὴν οἰκίσκην μικρὸν οἰκίδιον. ἐν δὲ τῷ Λυσίου πρὸς Φίλωνα ὑπὲρ Θεοκλείδου φόνου ἔστιν εὑρεῖν οἰκάριον · ἀλλ’εἰς τὸ οἰκάριον τὸ ὄπισθε τῆς γυναικωνίτιδος.
9.40καί που καὶ ἐργαστήριον καὶ καταγωγαί. τὰ δὲ δημόσια ἀκρόπολις, ἣν καὶ ἄκραν ἂν εἴποις καὶ πόλιν, καὶ τοὺς ἐν αὐτῇ θεοὺς ἀκραίους καὶ πολιεῖς, καὶ τὸ κατόπιν τῆς ἀκροπόλεως ὀπισθόδομον. τάχα δὲ τὴν ἀκρόπολιν καὶ βασίλειον ἄν τις εἴποι καὶ τυραννεῖον. εἰσὶ δ’ἐν αὐτῇ πρυτανεῖον καὶ ἑστία τῆς πόλεως, παρ’ ἐσιτοῦντο οἵτε κατὰ δημοσίαν πρεσβείαν ἥκοντες καὶ οἱ διὰ πρᾶξίν τινα σιτήσεως ἀξιωθέντες, καὶ εἴ τις ἐκ τιμῆς ἀείσιτος ἦν. ἱερὰ δὲ καὶ νεῲ καὶ ἄλση καὶ τεμένη καὶ ἕρκη ἐν τοῖς ἱεροῖς προείρηται.
9.41τὰ μέντοι ἐνηλύσια, οὕτως ὠνομάζετο εἰς κατασκήψειε βέλος ἐξ οὐρανοῦ · καὶ ἐνσκῆψαι καὶ ἐγκατασκῆψαι καὶ κατελθεῖν ἔλεγον, καὶ τὸν Δία τὸν ἐπ’αὐτῷ καταιβάτην. περιειρχθέντα δὲ τὰ ἐνηλύσια ἄψαυστα ἀνεῖτο. πόλεως δ’αὖ μέρη καὶ στοαὶ καὶ δρόμοι καὶ στρατήγια καὶ ἀρχεῖα καὶ γραμματεῖα καὶ διδασκαλεῖα, καὶ παιδαγώγια καὶ φωλεοὺς ὠνόμαζον. ἐκάλουν δὲ τὸ διδασκαλεῖον καὶ χορόν, ὁπότε καὶ τὸν διδάσκαλον χορηγὸν καὶ τὸ διδάσκειν χορηγεῖν, καὶ μάλιστα οἱ Δωριεῖς, ὡς Ἐπίχαρμος ἐν Ὀδυσσεῖ αὐτομόλῳ, ἐν δ’Ἁρπαγαῖς χορηγεῖον τὸ διδασκαλεῖον ὠνόμασεν.
9.42εἰ μέντοι τὸ διδασκαλεῖον καὶ διατριβὴν κατὰ τὴν τῶν πολλῶν χρῆσιν ἐθέλεις καλεῖν, ὅρα μή σε βιάζηται καὶ τὸ παρ’Αἰσχίνῃ καὶ σεμνυνόμενον ἐν τῇ τῶν μειρακίων διατριβῇ. ἔστι δὲ καὶ νόμος Ἀττικὸς κατὰ τῶν φιλοσοφούντων γραφείς, ὃν Σοφοκλῆς Ἀμφικλείδου Σουνιεὺς εἶπεν, ἐν τινὰ κατὰ αὐτῶν προειπὼν ἐπήγαγε μὴ ἐξεῖναι μηδενὶ τῶν σοφιστῶν διατριβὴν κατασκευάσασθαι.
9.43καὶ μὴν οὐκ ἄδοξα πόλεως μέρη γυμνάσια καὶ βαλανεῖα ἴσως δὲ καὶ πυριατήρια, Εὐπόλιδος εἰπόντος ἐν Δήμοις τι; τὸ πυριατήριον. καὶ δὴ καὶ τὸ παρὰ Πλάτωνι ἀποδυτήριον καὶ οἱ παρὰ Ξενοφῶντι ἐν Ἀθηναίων πολιτείᾳ λουτρῶνες, ἐφ’οἷς καὶ παλαῖστραι καὶ δρόμοι ξυστοί. Ξενοφῶν δὲ καὶ χωρὶς τοῦ δρόμου τῷ ξυστῷ κεχρῆσθαι δοκεῖ ἐν τῷ Οἰκονομικῷ εἰπὼν εἰ ἐν τῷ ξυστῷ περιπατοίην. εἴρηται δὲ καὶ ἐν τῷ Ἀριστίου Ὀρφεῖ ἦν μοι παλαίστρα καὶ δρόμος ξυστὸς πέλας.
9.44προσαριθμητέον δὲ τοῖς δημοσίοις θέατρον, καὶ θεάτρου μέρος πρὸς τοῖς προειρημένοις κερκίδα, ὡς ἔστιν εὑρεῖν ἐν Ἀλέξιδος Γυναικοκρατίᾳ ἐνταῦθα περὶ τὴν ἐσχάτην δεῖ κερκίδα ὑμᾶς καθιζούσας θεωρεῖν ὡς ξένας. ἐπὶ θεάτρῳ δὲ καὶ στάδιον, ἱππόδρομον, ᾠδεῖον, βουλευτήριον, ἀγοράν · δικαστήρια βασίλειον αὐλήν, βασίλειον στοάν, βασίλειον δικαστήριον · λογιστήριον, ἵνα οἱ λογισταὶ συνεκάθιζον, κληρωτήριον, ἵνα οἱ κληρωταί. ἀλλὰ μὴν καὶ ὁπλοθῆκαι ἦσαν, ἵνα τὰ ὅπλα ἀπέκειτο, καὶ δὴ καὶ θησαυροὶ καὶ ταμιεῖα, ἵνα τὰ χρήματα καὶ οἱ πυροί.
9.45ἐν δὲ Μενάνδρου Εὐνούχῳ καὶ σιτοβόλια · ταῦτα δὲ ῥογοὺς Σικελιῶται ὠνόμαζον, καὶ ἔστι τοὔνομα ἐν Ἐπιχάρμου Βουσίριδι. που δὲ καὶ πομπεῖον εἴη ἂν οἴκημα κοινόν, Δημοσθένους εἰπόντος ἐν τῷ πρὸς Φορμίωνα περὶ δανείου καὶ ταῦτα δὲ ἐν τῷ πομπείῳ διαμετρούμενα. ἦν δὲ τῶν δημοσίων οἰκοδομημάτων καὶ εἱρκτή, καὶ δεσμωτήριον καὶ οἴκημα καὶ γοργύρα, ὡς οἱ Ἴωνες ἔλεγον. οὐ μόνον δὲ τὸ δεσμωτήριον οἴκημα παρὰ τοῖς Ἀττικοῖς ἔστιν εἰρημένον, ἀλλὰ καὶ τὸ πορνεῖον, καὶ δὴ καὶ ἁπλῶς τὸ οἰκήσιμον ·
9.46τε γὰρ Πλάτων ἐν τῷ Πρωταγόρᾳ ἔφη ἦσαν δ’ἐν οἰκήματί τινι, πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο, καὶ πάλιν ἐν τοῖς Νόμοις δημοσίοις οἰκήμασιν ὑποδέχεσθαι ἔφη, καὶ Θουκυδίδης ἐν τῷ τρίτῳ βιβλίῳ εἰς οἴκημα ἦν τοῦ τείχους. τῶν δὲ πόλεως μερῶν καὶ ἀνδρῶνες παστάδες, συσσίτια, συμπόσια, ὑδρεῖα, ὑδρορρόαι, λίβηθρα, κρῆναι, προεξέδραι θρόνοι θῶκοι καὶ ὡς Σώφρων φησὶ σύνθωκοι. τὸ δὲ καλούμενον ὡρολόγιον που πόλον ἄν τις εἴποι, φήσαντος Ἀριστοφάνους ἐν Γηρυτάδῃ πόλος τοῦτ’ἐστίν; ἕκαστα πόστην ἥλιος τέτραπται;
9.47ἓν δὲ τῶν κοινῶν καὶ βιβλιοθῆκαι, ὡς Εὔπολίς φησιν οὗ τὰ βιβλί’ὤνια. καὶ αὐτὸ ἐφ’αὑτοῦ · οὕτω γὰρ τὸν τόπον τὰ βιβλία οἱ Ἀττικοὶ ὠνόμαζον, ὥσπερ καὶ τοὺς ἄλλους τόπους ἀπὸ τῶν ἐν αὐτοῖς πιπρασκομένων, ὡς εἰ φαῖεν ἀπῆλθον ἐς τοὖψον καὶ ἐς τὸν οἶνον καὶ ἐς τοὔλαιον καὶ ἐς τὰς χύτρας, καὶ κατὰ τὸν Εὔπολιν περιῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα καὶ τὸν λιβανωτόν, κεὐθὺ τῶν ἀρωμάτων, καὶ περὶ τὰ γέλγη.
9.48εἴη δ’ἂν καὶ μαγειρεῖα τῶν πόλεως μερῶν, οὐχ ᾗπερ τὰ λοιπὰ τῶν ὑπὸ ταῖς τέχναις ἐργαστηρίων, ἀλλ’ τόπος ὅθεν μισθοῦνται τοὺς μαγείρους, ὡς Ἀντιφάνης ἐν Στρατιώτῃ ὑποδηλοῦν ἔοικεν · ἐκ τῶν μαγειρείων βαδίζων, ἐμβαλών εἰς τοὖψον. μεμνόνεια δὲ ἐκάλουν οὗ τὰ τῶν ὄνων κρέα ἐπιπράσκετο, ἴσως τῶν ὀνείων ἐνόντων τῷ ὀνόματι. καὶ ταῦτα δέ, εἰ καὶ αἰσχίω, ἀλλὰ μέρη πόλεως, ἀσωτεῖα, πεττεῖα, κυβεῖα κυβευτήρια, σκιραφεῖα, ματρυλεῖα.
9.49μέρη δὲ πόλεων καὶ κατάγειοι οἰκήσεις καὶ σειροὶ καὶ φρέατα καὶ λάκκοι, τάχα δὲ καὶ λίμναι καὶ προλιμνάδες καὶ ποταμοὶ καὶ ἄνδηρα ποταμῶν καὶ ὄχθαι καὶ γέφυραι καὶ πυλίδες καὶ ψαλίδες. ἔστι δὲ ψαλὶς εἶδος οἰκοδομήματος · που καὶ Σοφοκλῆς ἐν Λακαίναις λέγει στενὴν δ’ἔδυμεν ψαλίδα κοὐκ ἀβάρβαρον. ἀλλὰ μὴν καὶ Πλάτων ἐν τοῖς Νόμοις · θήκην δ’ὑπὸ γῆς αὐτοῖς εἰργασμένην εἶναι ψαλίδα προμήκη λίθον. ἐκ δὲ τῶν τῆς πόλεως μερῶν καὶ λέσχαι καὶ πιθῶνες, ὡς Εὔπολις ὠνόμαζε, καὶ οἰνῶνες, ὡς Ξενοφῶν.
9.50τὰ μὲν οὖν πολλὰ ἐργαστηρίων, οἷς ἀπὸ τέχνης ἑκάστης πρόσκειται τοὔνομα, ἐν τοῖς περὶ τεχνῶν ἔστι προειρημένα · μέρη δὲ πόλεως καὶ πανδοκεῖον καὶ ξενὼν καὶ ὡς ἐν Ἰνάχῳ Σοφοκλῆς πανδόκος ξενόστασις καὶ στάσις ἵππων, ὡς Εὐριπίδης ἐν Ἱππολύτῳ καλυπτομένῳ πρὸς ἵππων εὐθὺς ὁρμήσας στάσιν. Λυσίας δὲ ἐν τῷ ὑπὲρ Ἀχιλλείδου φόνου εἴρηκεν ἱπποστάσιον. καὶ σταθμὸς δ’ἂν καλοῖτο τῶν ὑποζυγίων στάσις, καὶ κλείσιον παρὰ τὸ κεκλεῖσθαι · ἀφ’οὗ καὶ αἱ θύραι κλεισιάδες.
9.51οὐ φαῦλον δ’ἂν εἴη βραχέα καὶ περὶ νομισμάτων εἰπεῖν · τὰ μὲν γὰρ περὶ τραπεζίτας κίβδηλόντε καὶ ἐπίσημον νόμισμα ἔχεις προειρημένα, κωλύοι δ’ἂν οὐδὲν εἴδητε καὶ μέρη νομισμάτων ὁρίσασθαι. Πλάτωνι μὲν γὰρ καὶ τέχνη τις ἔστι νομισματοπωλική, καὶ νομισματοπωλικὸν πρᾶγμα ·
9.52εἰ δὲ τὸ τάλαντον μέγιστόν ἐστι χρυσίου καὶ ἀργυρίου μέρος, ἐναρμόσαι ἂν ἴσως εἰς τοῦτο καὶ Δημοσθένους πεντηκονταταλαντία. ῥᾴδιον δὲ αὐτὴν κατὰ τὸ προκείμενον σχῆμα αὔξειντε καὶ ἐλαττοῦν · καὶ γὰρ ἑκατονταλαντίαν ἔστιν εἰπεῖν κατὰ ὑφήγησιν τοῦ προειρημένου καὶ δεκαταλαντίαν καὶ ἀπὸ παντὸς ἀριθμοῦ πλείονόςτε καὶ ἐλάττονος, ὅπου μὴ τὸ δύσφθεγκτον καὶ τὸ τραχὺ πρὸς τὴν ἀκοὴν ἐμποδίζοι. τὸ δὲ τάλαντον ἦν μὲν καὶ σταθμοῦ τι ὄνομα, ὅθεν καὶ παρὰ Ἀριστοφάνει ἔστιν εἰρημένον ἀλλ’ ταλάντῳ μουσικὴ κριθήσεται, καὶ τὸ Ὁμηρικὸν καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα.
9.53τοῦτο μὲν αὐτῶν τῶν σταθμῶν τοὔνομα · τὸ δὲ ἐν ταῖς Κράτητος Τόλμαις πρῶτα μὲν ταλαντιαῖος ὅστις ἔστ’αὐτῶν λέγε ἄδηλον εἴτε τιμὴν εἴτε ῥοπὴν λέγει, ὥσπερ ὅταν Ἀλκαῖος κωμικὸς ἐν Ενδυμίωνι εἴπῃ νοσημάτων ταλαντιαίων. μὲν γὰρ Ἀντιφῶντος ταλάντωσις τὸ βάρος δηλοῖ, καὶ Ἀριστοφάνους ἐν Δράμασιν Κενταύρῳ λίθος δεκατάλαντος. ἠδύνατο δὲ τὸ τοῦ χρυσίου τάλαντον τρεῖς χρυσοῦς Ἀττικούς, τὸ δὲ τοῦ ἀργυρίου ἑξήκοντα μνᾶς Ἀττικάς.
9.54ἦν δὲ καὶ ἀριθμοῦ τοὔνομα, ὅπου καὶ πολυτάλαντος πλούσιος καὶ πολυτάλαντον πρᾶγμα τὸ πολλοῦ ὤνιον · καὶ παρ’Ὁμήρῳ κεῖτο δ’ἄρ’ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. διτάλαντον δ’ἂν εἴποις κατὰ Δημοσθένην καὶ τριτάλαντον καὶ δεκατάλαντον, καὶ ἡμιτάλαντον, ὡς Ὅμηρος ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. ἀρχαία δ’ χρῆσις καὶ τοῦ πέμπτον ἡμιτάλαντον καὶ τρίτον ἡμιτάλαντον καὶ ἕβδομον ἡμιτάλαντον · τὸ δ’ἦν τέτταρα ἥμισυ τάλαντα δύο ἥμισυ ἓξ ἥμισυ · καὶ ὅλως ὁπόστον φήσει τις εἶναι τὸ ἡμιτάλαντον, τὸν πρὸ αὐτοῦ ἀριθμὸν ὁλόκληρον εἶναι δεῖ, ἐὰν μὲν ἕβδομον, τὸν ἕξ, ἂν δὲ τρίτον, τὸν δύο, σὺν δὲ τούτῳ τὸ ἥμισυ πάντως ἐπαριθμεῖν.
9.55φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν, ὡς καὶ τρία ἡμίμναια τὴν μίαν ἡμίσειαν μνᾶν. ὅτι δὲ παρὰ τοῖς ἐφ’Ὁμήρου ὀλίγον τὸ τάλαντον ἠδύνατο, μάθοις ἂν ἐκ τῆς ἱπποδρομίας, ἐν τῷ μὲν τρίτῳ τὸ ἆθλόν ἐστι λέβης, τῷ δὲ τετάρτῳ δύο χρυσοῖο τάλαντα.
9.56 μνᾶ δ’ἐστὶ τὸ μέγιστον τῶν τοῦ ταλάντου μερῶν, ὡς εἰς ὄνομα κατακερματίσαι λύσαντα τὸ τάλαντον, ἐπεὶ καὶ τρίτον ἂν εἴποις ταλάντου καὶ τέταρτον, καὶ τριτημόριον ταλάντου καὶ τεταρτημόριον · τὰ δὲ τοιαῦτα μέρη ἐστὶν ἐξ ἀριθμοῦ δηλούμενα, ἀλλ’οὐκ ἐξ ὀνόματος. ἦν δὲ καὶ μνᾶ σταθμοῦτε ὁμοῦ καὶ νομίσματος ὄνομα · οὗ τὸ ἥμισυ ἡμίμναιον · κἂν τρίτον ἡμίμναιον εἴπῃς, δύο καὶ ἡμίσειαν μνᾶν ἐρεῖς · καὶ συντιθέντες δὲ τὴν μνᾶν ἔλεγον, ὥσπερ Ἡρόδοτος μὲν ἐν τῷ πέμπτῳ βιβλίῳ δίμνως εἴρηκεν, δὲ Λυσίας ἐν τῷ κατὰ Αὐτοκράτους τετύχηκε δέ μοι καὶ εἰκοσίμνως ἔρανος.
9.57 δὲ χρυσοῦς στατὴρ μνᾶν ἠδύνατο · καὶ γὰρ ἐν τοῖς ἱσταμένοις τὴν μνᾶν τῆς ῥοπῆς στατῆρα ὀνομάζουσιν, καὶ ὅταν εἴπωσι πενταστάτηρον, πεντάμνουν δοκοῦσι λέγειν, ὡς ἐν τῇ Σωσικράτους Παρακαταθήκῃ · ὅταν γάρ, οἶμαι, λευκὸς ἄνθρωπος παχύς ἀργὸς λάβῃ δίκελλαν, εἰδὼς τρυφᾶν, πενταστάτηρον, γίγνεται τὸ πνεῦμ’ἄνω.
9.58ἔστι μέντοι καὶ νόμισμα στατήρ, ὡς ὅταν εἴπῃ Ἀριστοφάνης στατῆρσι δ’οἱ θεράποντες ἠρτιάζομεν · τὸ γὰρ ἐν τοῖς Βατράχοις Ἀριστοφάνους ἀμφίβολον, σωτηρίας τετραστατήρου, εἴτε ῥοπὴν εἴτε ἀριθμὸν λέγει. Εὔπολις δ’ἐν μὲν Δήμοις τὸ νόμισμα δηλοῖ λέγων ἔχων στατῆρας χρυσίου τρισχιλίους, ἐν δὲ Ταξιάρχοις τὴν ῥοπὴν λέγει · ὅτ’ἦν μέντοι νεώτερος, κρόκης πέντε στατῆρας εἶχε, ναὶ μὰ τὸν Δία, νῦν δὲ ῥύπου γε δύο τάλαντα ῥᾳδίως.
9.59καὶ οἱ μὲν Δαρεικοὶ ἐκαλοῦντο στατῆρες, οἱ δὲ Φιλίππειοι, οἱ δ’Ἀλεξάνδρειοι, χρυσοῖ πάντες ὄντες. καὶ εἰ μὲν χρυσοῦς εἴποις, προσυπακούεται στατήρ, εἰ δὲ στατήρ, οὐ πάντως χρυσοῦς. Ἀναξανδρίδης δ’ἐν Ἀγχίσῃ καὶ ἡμιχρύσους λέγει. τὰ δὲ στατῆρος ἄξια στατηριαῖα φαίης ἄν, ὡς Θεόπομπος ἐν Καλλαίσχρῳ οὔ φησιν εἷναι τῶν ἑτέρων τὰς μέσας στατηριαίας. μνᾶ δ’εἶχεν Ἀττικὴ δραχμὰς ἑκατόν, ὡς ἀκριβέστατα ἔστιν ἐν τοῖς Εὐπόλιδος Κόλαξιν δεῖπνον θὲς ἑκατὸν δραχμάς. ἰδού · εἶτα ἐπιφέρει κόλαξιν οἶνον θὲς ἑτέραν μνᾶν ·
9.60δῆλον ὅτι μνᾶν εἴρηκεν καὶ τὰς ἑτέρας ἑκατὸν δραχμάς. μέντοι δραχμὴ εἶχεν ὀβολοὺς ἕξ · ὅθεν καὶ ἐπωβελία τὸ ἕκτον τοῦ τιμήματος. καὶ τὸ δραχμῆς ἄξιον δραχμιαῖον, ὡς ἐν Ἀριστοφάνους Ὁλκάσιν. ἦν δὲ οὐ δραχμὴ νόμισμα μόνον, ἀλλὰ καὶ πεντηκοντάδραχμον καὶ πεντάδραχμον παρὰ Κυρηναίοις καὶ τετράδραχμον ἐκαλεῖτο καὶ τρίδραχμον καὶ δίδραχμον. τὸ παλαιὸν δὲ τοῦτ’ἦν Ἀθηναίοις νόμισμα, καὶ ἐκαλεῖτο βοῦς, ὅτι βοῦν εἶχεν ἐντετυπωμένον. εἰδέναι δ’αὐτὸ καὶ Ὅμηρον νομίζουσιν εἰπόντα ἑκατόμβοι ἐννεαβοίων.
9.61καὶ μὴν κἀν τοῖς Δράκοντος νόμοις ἔστιν ἀποτίνειν εἰκοσάβοιον · καὶ ἐν τῇ παρὰ Δηλίοις θεωρίᾳ τὸν κήρυκα κηρύττειν φασίν, ὁπότε δωρεά τινι δίδοται, ὅτι βόες τοσοῦτοι δοθήσονται αὐτῷ, καὶ δίδοσθαι καθ’ἕκαστον βοῦν δύο δραχμὰς Ἀττικάς · ὅθεν ἔνιοι Δηλίων ἀλλ’οὐκ Ἀθηναίων ἴδιον εἶναι νόμισμα τὸν βοῦν νομίζουσιν. ἐντεῦθεν δὲ καὶ τὴν παροιμίαν εἰρῆσθαι τὴν βοῦς ἐπὶ γλώσσῃ βέβηκεν, εἴ τις ἐπ’ἀργυρίῳ σιωπήσειεν.
9.62ἦν μέντοι, ὡς Ἀριστοτέλης φησίν, ἐν Κυρήνῃ καὶ τετραστάτηρον καὶ ἡμιστάτηρον χρυσᾶ νομίσματα. τῆς δὲ δραχμῆς τὸ ἥμισυ ἡμίδραχμον καλεῖται, καὶ τρίτον ἡμίδραχμον αἱ δύο ἥμισυ δραχμαί. τὸ δ’ἡμίδραχμον, καὶ τριώβολον ἂν καλοῖς. οἱ μέντοι ὀκτὼ ὀβολοὶ ἡμίεκτον ἂν ὀνομάζοιντο, ὡς φησὶν ἐν Λαμίᾳ Κράτης ἡμίεκτόν ἐστι χρυσοῦ, μανθάνεις, ὀκτὼ ὀβολοί, ἦν δὲ καὶ τριώβολον καὶ διώβολον εἴδη νομισμάτων Ἀττικῶν, τὸ μὲν διώβολον ἔχον ἐντετυπωμένην γλαῦκα καὶ ἐκ θατέρου πρόσωπον Διός, τὸ δὲ τετρώβολον τὸ μὲν πρόσωπον ὁμοίως, δύο δὲ τὰς γλαῦκας.
9.63ἀλλὰ τὸ μὲν τετρώβολον καὶ τριώβολον ἐν τῇ χρήσει τέτριπται · τὸ δὲ διώβολον ὡς ἐπὶ πολὺ λύοντες ἔλεγον, ὡς Δημοσθένης ἀλλ’ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν ἄν, εἰ μὴ τοῦτ’ἐγράφη. ἔστι δὲ καὶ τὸ διώβολον ἐν Αἰολοσίκωνι Ἀριστοφάνους ὅπερ λοιπὸν μόνον ἦν ἐν τῇ γνάθῳ διώβολον, γένοιταί μοι δικόλλοικον.
9.64παρὰ μέντοι Θεοπόμπῳ ἐν Στρατιώτισι καὶ τὸ τετρώβολον λαμβάνειν τετρωβολίζειν ὠνόμασται. καίτοι τίς οὐκ ἂν εἰκὸς εὖ πράττει τετρωβολίζων, εἰ νῦν γε διώβολον φέρειν ἀνὴρ τρέφειν γυναῖκα; τὸ δὲ τοῦ ὀβολοῦ ἥμισυ ἡμιωβόλιον, καὶ ἡμιωβολιαῖον τὸ τοσούτου ὤνιον, ὡς ἐν τοῖς Βατράχοις Ἀριστοφάνης καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ’εἴκοσιν ἀν’ἡμιωβολιαῖα. ἐν δὲ τῷ Ἀναγύρῳ τὰ τρία ἡμιωβόλια τριημιωβόλιον εἴρηκεν · ἐν τῷ στόματι τριημιωβόλιον ἔχων.
9.65 μέντοι ὀβολὸς ὀκτὼ χαλκοῦς εἶχεν, καὶ οἱ μὲν δύο χαλκοῖ τεταρτημόριον καὶ κατὰ ἀποκοπὴν ταρτημόριον ὠνομάζετο, οὗτοι δ’ἂν εἶεν καὶ δίχαλκον ὅτι ἦν τοῦ ὀβολοῦ τέταρτον, οἱ δὲ τέτταρες χαλκοῖ ἡμιωβόλιον, οἱ δ’ἓξ χαλκοὶ τριτημόριον, ὅτι τὰ τρία μέρη ἐστὶ τοῦ ὀβολοῦ · οἱ δὲ καὶ τριταρτημόριον αὐτοὺς ὠνόμαζον ὡς τρία τεταρτημόρια ἔχοντας. ὅτι δὲ τοὺς ἓξ χαλκοῦς τριτημόριον ὠνόμαζον, ἔστιν εὑρεῖν ἐν τῷ Φιλήμονος Σαρδίῳ · χαλκοῦς ὀφείλεις πέντε μοι · μέμνησο; ἐγώ σοὶ πέντε χαλκοῦς, σὺ δέ μοι τριτημόριον. τοὺς ἓξ ἀποδοὺς τοὺς πενταχάλκους ἀπόλαβε.
9.66καὶ ἔτι σαφῶς ἐν τῷ Πιττοκοπουμένῳ ἰδοὺ πάρεστιν, ὡς ὁρᾷς. τριτημόρου ἕκαστος ὑμῶν ἦλθεν · εἰς τέτταρες εἴληφεν ἡμῖν οὑτωσὶ τριώβολον. τεττάρων γὰρ καὶ εἴκοσι χαλκῶν ὄντων ἐν τῷ τριωβόλῳ, ἓξ ἑκάστῳ γίνονται χαλκοῖ τέτταρσιν οὖσιν, οὓς εἴρηκεν τριτημόριον. ὅταν μέντοι Θουκυδίδης εἴπῃ τριτημόριον δὲ μάλιστα ἱππικόν, τὴν τρίτην μοῖραν εἴρηκεν. δὲ Ἡρόδοτος τριτημορίδα. τὸ δὲ παρὰ Φιλήμονι τριτήμορον τεταρτημόριον καλεῖ ἐνίοτε Πλάτων.
9.67ὅτι δὲ οἱ τέτταρες χαλκοῖ ἡμιωβόλιον εἰσίν, ἐν τῷ αὐτῷ δράματι Φιλήμονος ἔστιν · ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνεχθὲν καὶ τεττάρων χαλκῶν μετὰ ταῦτα. καὶ μάλα τρί’ἡμιωβόλι’ἐστί · χαλκοῦ θερμὸν ἦν. ἐν τούτῳ καὶ πολλὴν ἀπορίαν τις ἂν ἐπιλύσαιτο, ὑπὲρ ἧς οἶδα πολλάκις ἀμφισβητήσας, εἰ παρά τινι τῶν ἀρχαίων θερμῷ χρωμένους ἐπὶ τῷ πιεῖν ἔστιν εὑρεῖν καὶ τὰ μὲν παρ’Ὁμήρῳ πολλὴν εἶχε τὴν ἀσάφειαν.
9.68καὶ γὰρ εἴ τις τοὺς αἴθωνας λέβητας παρὰ τοὺς ἀπύρους λέβητας ἀντιτιθεὶς οἴοιτο τούτους ἐπὶ θερμοῦ ὕδατος παρασκευῇ εὐτρεπίζεσθαι, ταὐτὸν ἂν εἶεν οὗτοι τῷ ἐμπυριβήτῃ τρίποδι, ὃς ἐπὶ λουτροῖς ἐθερμαίνετο, ὧν χρῆσις ἦν οὐκ ὀλίγη · παρ’Ὁμήρῳ μὲν γὰρ οὐ δὲ κρέα ἑφθὰ τῶν ἡρώων τινὲς ἤσθιον, καίτοι αὐτοῦ γε τὴν τοιαύτην ὀψοποιίαν εἰδότος, ὅταν φῇ ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ, κνίσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο.
9.69περὶ μέντοι τοῦ πότου, παρ’Ὁμήρῳ μὲν οὐχ οἷόντ’ἦν ἀνευρεῖν θερμὸν ὕδωρ ἐπὶ πότῳ, παρὰ δὲ τοῖς ἀρχαίοις ἰατροῖς · καὶ γὰρ ὅταν Ἱπποκράτης εἴπῃ τὸ ψυχρὸν πολέμιον νεύροισιν ὀστέοισιν ὀδοῦσιν ἐγκεφάλῳ, δῆλον ὡς οἶδε τὴν τοῦ θερμοῦ προσφορὰν τοῖς ὀδοῦσιν. ἐγὼ δὲ τὸ ἐν ταῖς Θεσμοφοριαζούσαις Ἀριστοφάνους εἰρημένον τὸ χαλκίον θερμαίνεται οὕτω πως ἤκουον ὡς εἰς πότον εὐτρεπιζομένων τῶν γυναικῶν. ταὐτὸν δὲ τοῦτο καὶ ἐν τοῖς Εὐπόλιδος Δήμοις ἔστιν εἰρημένον. ἀλλ’ὅτι οὐ δὲ τοῦτο ἀποχρῶν ἐστὶν εἰς πίστιν τῆς τοῦ θερμοῦ πόσεως, ὑπηναντιοῦτό μοι τὸ ἐν τοῖς Ἀριστοφάνους Γεωργοῖς σαφῶς ἐπὶ λουτροῦ εἰρημένον, ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν, ὡς πάλαι δι’ἡμᾶς ἐκεῖ τῷ χαλκῷ ἐν λουσαμένῳ κολάζειν.
9.70τουτὶ μέντοι τὸ παρὰ τῷ Φιλήμονι χαλκοῦ θερμὸν ἦν συνταττόμενον τῷ πιεῖν ἄντικρυς δηλοῖ τὴν τοῦ θερμοῦ πόσιν · καὶ γὰρ τὸ λεπτὸν τοῦ νομίσματος οὐ λουτροῦ ἐστὶν ἀλλὰ πότου μέτρον. καὶ πεντέχαλκον δὲ τοὺς πέντε χαλκοῦς ὠνομασμένους εὕρομεν ἐν ταῖς Ἀριστοφῶντος Διδύμαις Πυραύνῳ ἔπειθ’ἡπάτια καὶ νῆστίν τινα προσέθηκεν, οἶμαι, πεντέχαλκον προσλαβών. εἴη δ’ἂν καὶ σύμβολον βραχὺ νόμισμά τι ἡμίτομον νομίσματος.
9.71 γοῦν Ἕρμιππος ἐν μὲν Φορμοφόροις λέγει παρὰ τῶν καπήλων λήψομαι τὸ σύμβολον, ἐν δὲ τοῖς Δημόταις οἴ μοι, τί δράσω σύμβολον κεκαρμένος; κεκάρθαι ἔοικε τὸ ἥμισυ, ὥστε ἐκ θατέρου μόνου τετυπῶσθαι τοῦτο δεῖ τὸ νομισμάτιον νοεῖσθαι, διαιρεῖσθαι ὡς ἔχειν τὸ μέρος ἑκάτερον, τόντε πιπράσκοντα καὶ τὸν ὠνούμενον, ἐπὶ συμβόλῳ τοῦ τὸν μέν τι προειληφέναι, τῷ δὲ ἐνοφείλεσθαι. διελέγχουσι δ’αὐτὸ σμικρόν τι δύνασθαι Ἀριστοφάνης μὲν ἐν Ἀναγύρῳ λέγων τοῦτ’αὐτὸ πράττω, δύ’ὀβολὼ καὶ σύμβολον ὑπὸ τῷ πικλίντρῳ.
9.72μῶν τις αὔτ’ἀνείλετο; Ἄρχιππος δ’εἰπὼν ἐν Ἡρακλεῖ γαμοῦντι ἀνδρῶν ἄριστος καὶ μάλιστ’ἐμοὶ ξένος, ἀτὰρ παρ’ἐμοί γ’ὢν εἶχεν οὐ δὲ σύμβολον. εἴη δ’ἂν καὶ κόλλυβον λεπτόν τι νομισμάτιον · Καλλίμαχος γοῦν ἔφη, περὶ τῶν ἐν ᾅδου λέγων, ἐκ τῶν ὅκου βοῦν κολλύβου πιπρήσκουσιν, ὡς ἂν εἴποι τις τοῦ προστυχόντος. ἔλεγον δέ τι καὶ τρικόλλυβον οἱ ποιηταὶ σμικρὸν νόμισμα.
9.73οἱ μέντοι τὸν βοῦν, τὸ ἐκ τοῦ τυπώματος οὕτω κληθὲν νόμισμα καὶ Ὅμηρον εἰδέναι νομίζοντες ἐν τῷ ἑκατόμβοι’ἐννεαβοίων, ὡς πρὸς ἀριθμὸν δραχμῶν τὴν ἀξίαν τῶν ὅπλων ἀντιτιμώμενον, ὑπό τι εὔηθες τοῦτο ὑπολαμβάνουσιν Ὁμήρῳ μάρτυρι, τὴν ἀλλαγὴν οὐ νομίσματι γίνεσθαι τὸ παλαιὸν ἡγουμένῳ ἀλλ’ἀντιδόσει τινῶν, ὡς ὅταν φῇ ἔνθεν ἄρ’οἰνίζοντο καρηκομόωντες Ἀχαιοί ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’αἴθωνι σιδήρῳ, ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’αὐτῇσι βόεσσιν ·
9.74τὰς γὰρ βοῦς πρὸς τὰς ῥινοὺς ἀντιτιθείς, φανερός ἐστι τὸ ζῷον ἀλλ’οὐ τὸ νόμισμα δηλῶν. καὶ μὴν τὸ Πελοποννησίων νόμισμα χελώνην τινὲς ἠξίουν καλεῖν ἀπὸ τοῦ τυπώματος · ὅθεν μὲν παροιμία τὰν ἀρετὰν καὶ τὰν σοφίαν νικᾶντι χελῶναι, ἐν δὲ τοῖς Εὐπόλιδος Εἵλωσιν εἴρηται ὀβολὸν τὸν καλλιχέλωνον. ἀλλὰ μέντοι καὶ κόρη νόμισμα παρ’Ἀθηναίοις ἦν, ὡς Ὑπερείδης φησίν, τῷ παιδίῳ τῆς ἐν Βραυρῶνι ἱερείας τῶν ἀναθημάτων τι λαβόντι παραβληθῆναι λέγων ἐπὶ πείρᾳ συνέσεως κόρην καὶ τετράδραχμον, κἀπειδὴ τὸ τετράδραχμον εἵλετο, δόξαι διακρίνειν ἤδη τὸ κέρδος δύνασθαι.
9.75τάχα δ’ἂν εἴη κόρη, ὡς Εὐριπίδης ὠνόμασε παρθένον ἐν Σκίρωνι, λέγων περὶ τῶν ἑταιρουσῶν ἐν Κορίνθῳ καὶ τὰς μὲν ἄξῃ, πῶλον ἂν διδῷς ἕνα, τὰς δὲ ξυνωρίδ’· αἱ δὲ κἀπὶ τεττάρων φοιτῶσιν ἵππων ἀργυρῶν. φιλοῦσι δέ τὰς ἐξ Ἀθηνῶν παρθένους, ὅταν φέρῃ πολλάς. τὰς μὲν οὖν παρθένους λέγοι ἂν τὰς κόρας, αἷς ἐνεκεχάρακτο Ἀθηνᾶς πρόσωπον, ὅθεν τὸ νόμισμα τοῦτ’Εὔβουλος ἐν Ἀγχίσῃ καλεῖ Παλλάδας, πῶλον δὲ τὸ νόμισμα τὸ Κορίνθιον, ὅτι Πήγασον εἶχεν ἐντετυπωμένον.
9.76ἀλλὰ μὴν τὴν μὲν Αἰγιναίαν δραχμὴν μείζω τῆς Ἀττικῆς οὖσαν δέκα γὰρ ὀβολοὺς Ἀττικοὺς ἴσχυεν Ἀθηναῖοι παχεῖαν δραχμὴν ἐκάλουν, μίσει τῶν Αἰγινητῶν Αἰγιναίαν καλεῖν μὴ θέλοντες · τὸ δὲ χρυσίον, ὅτι τοῦ ἀργυρίου δεκαπλάσιον ἦν, σαφῶς ἄν τις ἐκ τῆς Μενάνδρου Παρακαταθήκης μάθοι · προειπὼν γὰρ ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον, ἕστηκα τηρῶν, ἐπάγει μετὰ ταῦτα περὶ ταὐτοῦ λέγων μακάριος ἐκεῖνος δέκα τάλαντα καταφαγών.
9.77τὸ μέντοι τῶν ὀβολῶν ὄνομα οἱ μὲν ὅτι πάλαι βουπόροις ὀβελοῖς ἐχρῶντο πρὸς τὰς ἀμοιβάς, ὧν τὸ ὑπὸ τῇ δρακὶ πλῆθος ἐδόκει καλεῖσθαι δραχμή, τὰ δ’ὀνόματα καὶ τοῦ νομίσματος μεταπεσόντος εἰς τὴν νῦν χρείαν ἐνέμεινεν ἐκ τῆς μνήμης τῆς παλαιᾶς · Ἀριστοτέλης δὲ ταὐτὸν λέγων ἐν Σικυωνίων πολιτείᾳ σμικρόν τι καινοτομεῖ, ὀφελοὺς αὐτοὺς τέως ὠνομάσθαι λέγων, τοῦ μὲν ὀφέλλειν δηλοῦντος τὸ αὔξειν, αὐτῶν δὲ διὰ τὸ εἰς μῆκος ηὐξῆσθαι ὧδε κληθέντων.
9.78ὅθεν καὶ τὸ ὀφείλειν ὠνομάσθαι φησὶν οὐκ οἶδ’ὅπως · ἐπὶ μέντοι τῶν ὀβελῶν ὑπηλλάχθαι τὸ φ εἰς τὸ β κατὰ συγγένειαν. Βυζαντίων γε μὴν σιδήρῳ νομιζόντων ἦν οὕτω καλούμενος σιδάρεος νόμισμά τι λεπτόν, ὥστε ἀντὶ τοῦ πρίω μοι τριῶν χαλκῶν λέγειν πρίω μοι τριῶν σιδαρέων · ὅθεν καὶ ἐν τοῖς Στράττιδος Μυρμιδόσιν εἴρηται ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα, ἁπαξάπασα γῆ στρατιαὶ σιδαρέων.
9.79σιδηρῷ δὲ νομίσματι καὶ Λακεδαιμόνιοι χρῶνται, ἐκ πολλοῦ ὄγκου ὀλίγον δυναμένῳ · ὄξει δ’αὐτοῦ τὴν ἀκμὴν εἰς τὸ ἄτομον κατασβεννύουσιν. τοὺς μέντοι Συρακουσίους καττιτέρῳ ποτὲ ἀντ’ἀργυρίου νομίσαι Διονύσιος κατηνάγκασεν · καὶ τὸ νομισμάτιον τέτταρας δραχμὰς Ἀττικὰς ἴσχυεν ἀντὶ μιᾶς. δὲ νοῦμμος, δοκεῖ μὲν εἶναι Ῥωμαίων τοὔνομα τοῦ νομίσματος, ἔστι δὲ καὶ Ἑλληνικὸν τῶν ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ Δωριέων · Ἐπίχαρμόςτε γὰρ ἐν ταῖς Χύτραις φησὶν ἀλλ’ὅμως ὁκαιαι καὶ ποιάρνες, εὑρήσουσι δέ μοι καὶ νούμμους · παλατιᾶς γὰρ ἐνῆ τᾶς ματρός ·
9.80καὶ πάλιν κῆρυξ ἰών εὐθὺς πρίω μοι δέκα νούμμων μόσχον καλήν · καὶ Ἀριστοτέλης ἐν τῇ Ταραντίνων πολιτείᾳ φησὶ καλεῖσθαι νόμισμα παρ’αὐτοῖς νοῦμμον, ἐφ’οὗ ἐντετυπῶσθαι Τάραντα τὸν Ποσειδῶνος δελφῖνι ἐποχούμενον. καὶ μὴν ἐν Ἀκραγαντίνων πολιτείᾳ φησὶν Ἀριστοτέλης ζημιοῦσθαί τινας τριάκοντα λίτρας, δύνασθαι δὲ τὴν λίτραν ὀβολὸν Αἰγιναῖον. ἀλλὰ μέντοι παρ’αὐτῷ τις ἂν ἐν τῇ Ἱμεραίων πολιτείᾳ καὶ ἄλλα εὕροι Σικελικῶν νομισμάτων ὀνόματα, οἷον οὐγκίαν, ὅπερ δύναται χαλκοῦν ἕνα, καὶ διζᾶντα, ὅπερ ἐστὶ δύο χαλκοῖ, καὶ τριᾶντα, ὅπερ τρεῖς, καὶ ἡμίλιτρον, ὅπερ ἕξ, καὶ λίτραν, ἣν εἶναι ὀβολόν ·
9.81τὸ μέντοι δεκάλιτρον δύνασθαι μὲν δέκα ὀβολούς, εἶναι δὲ στατῆρα Κορίνθιον. ὅτι δὲ καὶ τῶν κωμῳδῶν τινὲς τῆς λίτρας μνημονεύουσιν, ἐν τοῖς περὶ στατικῆς προείρηται · οὐ γὰρ οἱ Δωριεῖς μόνον ἀλλὰ καὶ Ἀττικῶν τινές, ὡς Δίφιλος ἐν Σικελικῷ οἷον ἀγοράζειν πάντα, μη δὲ ἓν δ’ἔχειν εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν. σὺν δὲ τῇ λίτρᾳ καὶ ἄλλα ὠνόμασε νομισμάτων ὀνόματα Ἐπίχαρμος ἐν Ἁρπαγαῖς ὥσπερ αἱ πονηραὶ μάντιες, αἵθ’ὑπονέμονται γυναῖκας μωρὰς ἂμ πεντόγκιον ἀργύριον, ἄλλαι δὲ λίτραν, αἱ δ’ἀν’ἡμιλίτριον δεχόμεναι, καὶ πάντα γιγνώσκοντι τῷ λόγῳ καὶ πάλιν ἐγὼ γὰρ τό γε βαλάντιον λίτρον κεδεκάλιτρος στατήρ, ἑξάντιόντε καὶ πεντόγκιον.
9.82ἔχει μὲν δή τι καὶ φιλόκαλον τούτων γνῶσις · ἴσως δὲ οὐ δὲ χρῆσις ἄτοπος, εἰ μη δὲ τοὺς σίγλους Ξενοφῶν ὄνομα βαρβαρικοῦ νομίσματος εἰπεῖν ἐφυλάξατο. καὶ μὴν καὶ τὸν δανάκην εἶναί τινές φασι νόμισμά τι Περσικόν.
9.83ὄνομα δὲ νομίσματος καὶ κραπαταλοί, εἴτε παίζων εἴτε σπουδάζων Φερεκράτης ὠνόμασεν ἐν τῷ ὁμωνύμῳ δράματι · λέγει δὲ τὸν μὲν κραπαταλὸν εἶναι ἐν ᾅδου δραχμήν, ἔχειν δ’αὐτὸν ὀκτὼ ψωθίας, τὴν δὲ ψωθίαν εἶναι τριώβολον καὶ δύνασθαι ὀκτὼ κικκάβους. τάχα δ’ἄν τις φιλότιμον εἶναι νομίζοι καὶ τὸν ἐπὶ τῷ νομίσματι λόγον ἐπιζητεῖν, εἴτε Φείδων πρῶτος Ἀργεῖος ἔκοψε νόμισμα, εἴτε Δημοδίκη Κυμαία συνοικήσασα Μίδᾳ τῷ Φρυγί παῖς δ’ἦν Ἀγαμέμνονος Κυμαίων βασιλέως εἴτε Ἀθηναίοις Ἐριχθόνιος καὶ Λύκος, εἴτε Λυδοί, καθά φησι Ξενοφάνης, εἴτε Νάξιοι κατὰ τὴν Ἀγλωσθένους δόξαν ·
9.84οὐ γὰρ ἀξιώσει τις ἡμᾶς ἐν τῷ παρόντι πολυπραγμονεῖν, εἰ Μιτυληναῖοι μὲν Σαπφὼ τῷ νομίσματι ἐνεχαράξαντο, Χῖοι δὲ Ὅμηρον, Ἰασεῖς δὲ παῖδα δελφῖνι ἐποχούμενον, Δαρδανεῖς δὲ ἀλεκτρυόνων μάχην, Ἀσπένδιοι δὲ παλαιστάς, καὶ Ῥηγῖνοι μὲν λαγών, Κεφαλλῆνες δὲ ἵππον, Θάσιοι δὲ Πέρσην, Ἀργεῖοι δὲ μῦν · οὔτε γὰρ κατὰ τὴν ὑπόθεσιν τῶν βιβλίων πολυπραγμοσύνη, καὶ ἄλλοις ἤδη τὰ τοιαῦτα ἔστι συνειλεγμένα. ἴσως δὲ τῶν ὀνομάτων καταλόγῳ προσήκουσιν οἱ Κροίσειοι στατῆρες καὶ Φιλίππειοι καὶ Δαρεικοί, καὶ τὸ Βερενίκειον νόμισμα καὶ Ἀλεξάνδρειον καὶ Πτολεμαϊκὸν καὶ Δημαρέτειον, ὧν τοὺς ἐπωνύμους γνωριζόντων ἁπάντων, Δημαρέτη Γέλωνος οὖσα γυνή, κατὰ τὸν πρὸς τοὺς Λίβυας πόλεμον ἀποροῦντος αὐτοῦ τὸν κόσμον αἰτησαμένη παρὰ τῶν γυναικῶν, συγχωνεύσασα νόμισμα ἐκόψατο.
9.85τοῦτό γε μὲν οὐκ ἄκαιρον, ὅτι τὸ μὲν Ἀττικὸν τάλαντον ἑξακισχιλίας ἐδύνατο δραχμὰς Ἀττικάς, τὸ δὲ Βαβυλώνιον ἑπτακισχιλίας, τὸ δὲ Αἰγιναῖον μυρίας, τὸ δὲ Σύρων πεντακοσίας καὶ τετρακισχιλίας, τὸ δὲ Κιλίκων τρισχιλίας, τὸ δὲ Αἰγυπτίων πεντακοσίας καὶ χιλίας, ὡς πρὸς τὸν τῆς Ἀττικῆς δραχμῆς λογισμόν, ὥσπερ οὖν καὶ τὰς μνᾶς τὰς Ἀττικάς ·
9.86τὸ μὲν Ἀττικὸν ἑξήκοντα μνᾶς εἶχε, τὸ δὲ Βαβυλώνιον ἑβδομήκοντα, τὸ δὲ Αἰγιναῖον ἑκατόν, καὶ τἆλλα ἀνάλογον. μνᾶ δὲ ὡς παρ’Ἀθηναίοις ἑκατὸν εἶχε δραχμὰς Ἀττικάς, οὕτω καὶ παρὰ τοῖς ἄλλοις τὰς ἐπιχωρίους, δυναμένας πρὸς λόγον τοῦ παρ’ἑκάστοις ταλάντου κατάτε προσθήκην καὶ ὑφαίρεσιν.
9.87τὸ μέντοι Σικελικὸν τάλαντον ἐλάχιστον ἴσχυεν, τὸ μὲν ἀρχαῖον, ὡς Ἀριστοτέλης λέγει, τέτταρας καὶ εἴκοσι τοὺς νούμμους, τὸ δὲ ὕστερον δυοκαίδεκα · δύνασθαι δὲ τὸν νοῦμμον τρία ἡμιωβόλια. κωλύοι δ’ἂν οὐδὲν προσθεῖναι τῷ περὶ νομισμάτων λόγῳ καὶ διότι χρήματα μὲν εἴποιεν ἂν οἱ Ἀττικοί, τὸ δὲ χρῆμα παρὰ μὲν αὐτοῖς ἐπὶ τοῦ πράγματος κτήματος, παρὰ δὲ τοῖς Ἴωσι κἀπὶ τῶν χρημάτων.
9.88ὥσπερ καὶ κέρματα ἀλλ’οὐ κέρμα λέγειν Ἀττικόν, παρὰ μέντοι τοῖς Δωριεῦσι καὶ τὸ κέρμα ἔστιν εἰρημένον · εὕροι δ’ἄν τις αὐτὸ καὶ παρὰ τοῖς Ἀττικοῖς, ὥσπερ ἐν τῷ Ἄμφιδος Ἀμπελουργῷ μικρόν τι κέρμα καὶ παρ’Ἀντιφάνει ἐν τῷ Κύκλωπι κέρμα γάρ τι τυγχάνω. ἐν μέντοι τῷ Φιλιππίδου Φιλευριπίδῃ οὗτος οἴεται περισπάσειν κερμάτιον αὐτοῦ. καὶ κατακεκερματίσθαι μὲν ἐπὶ λόγου Πλάτων, ἐπὶ δὲ ἀργυρίου Ἀριστοφάνης ἐν Δαιταλεῦσιν οὐ δ’ἀργύριον ἔστιν κεκερματισμένον, καὶ ἐν τοῖς Σφηξὶ δραχμὴν μετ’ἐμοῦ πρώην λαβών, ἐλθὼν διεκερματίζετ’ἐν τοῖς ἰχθύσιν.
9.89ἐν μέντοι τῷ Αἰολοσίκωνι τὸ μὴ ἔχειν κέρματα ἀκερματίαν ὠνόμασεν. ὡς δ’ἐπὶ τῶν κερμάτων οἱ ἀρχαῖοι Ἀττικοὶ ἥκιστα τῷ ἑνικῷ ἐχρῶντο, οὕτως ἐπὶ τῷ ἀργυρίῳ τῷ πληθυντικῷ · τἀργύρια γὰρ ἐπὶ τοῦ ἀργυρίου σπανίως ἄν τις εὕροι παρ’αὐτοῖς, ἐγὼ δ’εὗρον ἐν ταῖς Νήσοις Ἀριστοφάνους. εἰ δὲ ὑποπτεύεται τὸ δρᾶμα ὡς Ἀριστοφάνους οὐ γνήσιον, ἀλλ’οὔτι γε καὶ οἱ Κόλακες Εὐπόλιδος, ἐν οἷς εἶπε φοροῦσιν ἁρπάζουσιν ἐκ τῆς οἰκίας τὸ χρυσίον, τἀργύρια πορθεῖται.
9.90ἐν δὲ τῷ Τριφάλητι Ἀριστοφάνης καὶ ἀργυρίδιον εἴρηκεν · ᾔτουν τι τὰς γυναῖκας ἀργυρίδιον. τὸν δὲ νῦν χαλκὸν οἱ Ἀττικοὶ χαλκίον εἰώθασι καλεῖν, ὡς ἀπὸ τοῦ ἀργύρου ἀργύριον καὶ ἀπὸ τοῦ χρυσοῦ χρυσίον · ὥσπερ Ἀριστοφάνης μὲν ἐν Βατράχοις ἔφη οὗτοι γὰρ τούτοισιν, οὖσιν οὐ κεκιβδηλευμένοις ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων καὶ μόνοις ὀρθοσκοπεῖσι καὶ κεκωδωνισμένοις, χρώμεθ’οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις, χθέςτε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
9.91σαφέστερον δ’Εὔβουλος ἐν Παμφίλῳ πρῶτον μὲν αὐτοῦ παραλαβὼν τὼ χαλκίω τὸν ἰὸν ἐκ τῆς χειρὸς ἐξεσπόγγισεν. οὕτω δ’ἂν καὶ Κρατῖνος ἐν ταῖς Θρᾴτταις εἰρηκὼς εἴη τὸν χρυσὸν χρυσία · ὅτι τοὺς κόρακας τἀξ Αἰγύπτου χρυσία κλέπτοντας ἔπαυσαν.
9.92οἱ μὲν οὖν χαλκοῖ νομισμάτιον ἦν λεπτόν, ὡς ὅταν εἴπῃ Δημοσθένης οὐ δὲ χαλκοῦν οὐδέπω καὶ τήμερον οὐδένα · δὲ τῶν πολλῶν καὶ ἰδιωτῶν χρῆσις τὸν χαλκὸν τὸ ἀργύριον λέγει, οἷον οὐκ ἔχω χαλκόν καὶ ὀφείλω χαλκόν. εἴρηται δὲ καὶ τοῦτο ἐν Ἐπιχάρμου Πέρσαις, χρυσὸν καὶ χαλκὸν ὀφείλων · ἴσως δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς, ὅστις βιάζοιτο · καὶ γὰρ εἰ τὸ παρ’Ἀριστοφάνει ἐν ταῖς Ἐκκλησιαζούσαις τὸ νόμισμα δηλοῖ, ὅταν φῇ μεστὴν ἀπῆρε τὴν γνάθον χαλκῶν ἔχων, ἀλλὰ τὸ μετὰ ταῦτά ἐστ’ἀμφίβολον, ἀνέκραγ’ κῆρυξ μὴ δέχεσθαι μηδένα χαλκὸν τὸ λοιπόν ·
9.93ἀργυρίῳ γὰρ χρώμεθα. Θουκυδίδης μὲν δὴ καὶ στατῆράς τινας Φωκαΐτας κέκληκεν, ἦν δέ τι καὶ νομίσματος εἶδος οὕτως ὀνομαζόμενον · φησὶ γοῦν ἐν τοῖς Ἀποφθέγμασιν Καλλισθένης ὑπ’Εὐβούλου τοῦ Ἀταρνείτου τὸν ποιητὴν Περσῖνον ἀμελούμενον εἰς Μιτυλήνην ἀπελθόντα θαυμάζοντι γράψαι διότι τὰς Φωκαΐδας, ἃς ἔχων ἦλθεν, ἥδιον ἐν Μιτυλήνῃ μᾶλλον ἐν Ἀταρνεῖ καταλλάττει.
9.94ἐπεὶ δὲ καὶ περὶ τῶν ἐν συμποσίοις παιδιῶν, οἷον κοττάβων καὶ γρίφων καί που καὶ περὶ κύβων προειρήκαμεν, οὐκ ἂν φαῦλον εἴη διὰ βραχέων ὀνόματα παιδιῶν ἐπιδραμεῖν, παρεξηγούμενον τὴν ἐν αὐτοῖς ἀσάφειαν. ἐν μέντοι γε τοῖς κύβοις, ὅπου τὸ δυσκυβεῖντε καὶ εὐκυβεῖν ὀνομάζεται καί που καὶ τὸ δύσβολον καὶ εὔβολον εἶναι, ἰστέον ὅτι κύβος αὐτότε τὸ βαλλόμενον καλεῖται καὶ ἐν αὐτῷ κοιλότης, τὸ σημεῖον, τύπος, γραμμή, τὸ δηλοῦν τὸν ἀριθμὸν τῶν βληθέντων ·
9.95καὶ μάλιστα γε μονὰς ἐν αὐτοῖς ὄνομα εἶχε κύβος καλεῖσθαι, καθάπερ καὶ παροιμιώδης λόγος μηνύειν ἔοικεν, τρὶς ἓξ τρεῖς κύβοι. τῷ τρυπήματι δὲ τούτῳ, ὃν κύβον ἐπωνομάσθαι φαμέν, ἀργυρίου τινὰ ἀριθμὸν ἐπιφημίσαντες καθ’ἑκάστην μονάδα διῃρημένην, δραχμὴν στατῆρα μνᾶν ὁποσονοῦν, ἔπαιζον τὴν πλειστοβολίνδα καλουμένην παιδιάν ·
9.96 δ’ὑπερβαλλόμενος τῷ πλήθει τῶν μονάδων ἔμελλεν ἀναιρήσεσθαι τὸ ἐπιδιακείμενον ἀργύριον. ἐν δὲ τῇ Ἀμειψίου Σφενδόνῃ τε τρόπος δεδήλωται τῆς κυβείας καὶ προσείρηται ὅτι εἴη τὸ τρῆμα μνααῖον, ὡς μνᾶν αὐτῶν ἐπιδιατεθειμένων ἑκάστῳ κύβῳ. παρὰ δὲ τοῖς Δωριεῦσιν οἱ ταύτῃ τῇ παιδιᾷ χρώμενοι τρηματίκται τὴν προσηγορίαν εἶχον, καὶ τρηματίζειν τὸ πρᾶγμα. σκιραφεῖα δὲ τὰ κυβευτήρια ὠνομάσθη, διότι μάλιστα Ἀθήνησιν ἐκύβευον ἐπὶ σκίρῳ ἐν τῷ τῆς σκιράδος Ἀθηνᾶς νεῷ.
9.97τὰ μὲν οὖν ἐργαλεῖα τὰ κυβευτικὰ ἐν τοῖς περὶ τεχνῶν ἔστι προειρημένα, τὸ δὲ πεττεύειν καὶ πεττεία καὶ τὸ πεσσονομεῖν καὶ πεττευτής, καὶ ταῦτα μὲν ἐπ’ἐκείνοις προείρηται · ἐπεὶ δὲ ψῆφοι μέν εἰσιν οἱ πεττοί, πέντε δ’ἑκάτερος τῶν παιζόντων εἶχεν ἐπὶ πέντε γραμμῶν, εἰκότως εἴρηται Σοφοκλεῖ καὶ πεσσὰ πεντέγραμμα καὶ κύβων βολαί.
9.98τῶν δὲ πέντε τῶν ἑκατέρωθεν γραμμῶν μέση τις ἦν ἱερὰ καλουμένη γραμμή · καὶ τὸν ἐκεῖθεν κινῶν πεττὸν παροιμίαν κίνει τὸν ἀφ’ἱερᾶς. δὲ διὰ πολλῶν ψήφων παιδιὰ πλινθίον ἐστί, χώρας ἐν γραμμαῖς ἔχον διακειμένας · καὶ τὸ μὲν πλινθίον καλεῖται πόλις, τῶν δὲ ψήφων ἑκάστη κύων · διῃρημένων δὲ εἰς δύο τῶν ψήφων κατὰ τὰς χρόας, τέχνη τῆς παιδιᾶς ἐστὶ περιλήψει δύο ψήφων ὁμοχρόων τὴν ἑτερόχρων ἀνελεῖν · ὅθεν καὶ Κρατίνῳ πέπαικται Πανδιονίδα πόλεως βασιλέως τῆς ἐριβώλακος, οἶσθ’ἣν λέγομεν, καὶ κύνα καὶ πόλιν, ἣν παίζουσιν.
9.99ἐγγὺς δέ ἐστι ταύτῃ τῇ παιδιᾷ καὶ διὰ γραμμισμὸς καὶ τὸ διαγραμμίζειν, ἥντινα παιδιὰν καὶ γραμμὰς ὠνόμαζον. τὸ μὲν οὖν ἀστραγάλοις παίζειν καὶ ἀστραγαλίζειν καὶ ἀστρίζειν ἔνιοι τῶν ποιητῶν εἰρήκασιν, ὅτι τοὺς ἀστραγάλους καὶ ἀστρίας εἰσὶν οἳ ὠνόμαζον, Ἀντιφάνης δὲ καὶ ἀστρίχους. τὸ δὲ σχῆμα τοῦ κατὰ τὸν ἀστράγαλον πτώματος ἀριθμοῦ δόξαν εἶχεν, καὶ τὸ μὲν μονάδα δηλοῦν καλεῖται κύων, τὸ δὲ ἀντικείμενον χιάς, καὶ Χῖος οὗτος βόλος.
9.100δυὰς δὲ καὶ πεντὰς ἐν ἀστραγάλοις, ὥσπερ ἐν κύβοις, οὐκ ἔνεστιν. οἱ δὲ πλείους τὸν μὲν ἑξίτην Κῷον, τὸν δὲ κύνα Χῖον καλεῖσθαι λέγουσιν. καὶ μὴν καὶ Στησίχορος ἐκαλεῖτό τις παρὰ τοῖς ἀστραγαλίζουσιν ἀριθμός, ὃς ἐδήλου τὰ ὀκτώ · τὸν γὰρ ἐν Ἱμέρᾳ τοῦ ποιητοῦ τάφον ἐξ ὀκτὼ πάντων συντεθέντα πεποιηκέναι τὴν πάντ’ὀκτώ φασι παροιμίαν.
9.101ἐπεὶ δὲ τοῖς τετταράκοντα τοῖς μετὰ τοὺς τριάκοντα προστᾶσιν Ἀθήνησι συνῆρξεν Εὑριππίδης, εἰ τετταράκοντα συνήθροιζεν ἀστραγάλων βολή, τὸν ἀριθμὸν τοῦτον Εὑριππίδην ὠνόμαζον. καὶ μὴν καὶ ἀρτιάζειν ἀστραγάλους ἐκ φορμίσκων κατερωμένους ἐν τῷ ἀποδυτηρίῳ τοὺς παῖδας Πλάτων ἔφη · τὸ δ’ἀρτιάζειν ἐν ἀστραγάλων πλήθει, κεκρυμμένων ὑπὸ ταῖν χεροῖν, μαντείαν εἶχε τῶν ἀρτίων καὶ περιττῶν. ταὐτὸν δὲ τοῦτο καὶ κυάμοις καρύοις ἀμυγδάλαις, οἱ δὲ καὶ ἀργυρίῳ πράττειν ἠξίουν, εἰ πιστὸς Ἀριστοφάνης ἐν Πλούτῳ λέγων στατῆρσι δ’οἱ θεράποντες ἀρτιάζομεν.
9.102εἰ μὲν οὖν κύκλου περιγραφέντος ἀφιέντες ἀστράγαλον ἐστοχάζοντο τοῦ μεῖναι τὸν βληθέντα ἐν τῷ κύκλῳ, ταύτην εἰς ὤμιλλαν τὴν παιδιὰν ὠνόμαζον. καίτοι με οὐ λέληθεν ὅτι καὶ ὄρτυγα ἐνιστάντες τῷ περιγραπτῷ κύκλῳ, μὲν ἔκοπτε τὸν ὄρτυγα τῷ δακτύλῳ, δὲ πρὸς τὴν πληγὴν ἐνδοὺς ἀνεχαίτισεν ἔξω τοῦ κύκλου, καὶ ἥττητο τοῦ ὄρτυγος δεσπότης · ἐν γοῦν Ταξιάρχοις Εὔπολις τοῦ Φορμίωνος εἰπόντος οὐκοῦν περιγράψεις ὅσον ἐναριστᾶν κύκλον; ἀποκρίνεται τί δ’ἔστιν;
9.103εἰς ὤμιλλαν ἀριστήσομεν; κόψομεν τὴν μᾶζαν ὥσπερ ὄρτυγα; δὲ τρόπα καλουμένη παιδιὰ γίνεται μὲν ὡς τὸ πολὺ δι’ἀστραγάλων, οὓς ἀφιέντες στοχάζονται βόθρου τινὸς εἰς ὑποδοχὴν τῆς τοιαύτης ῥίψεως ἐξεπίτηδες πεποιημένου · πολλάκις δὲ καὶ ἀκύλοις καὶ βαλάνοις ἀντὶ τῶν ἀστραγάλων οἱ ῥίπτοντες ἐχρῶντο. ἦν δὲ τῆς ἐν σφαίρᾳ παιδιᾶς ὀνόματα ἐπίσκυρος, φαινίνδα, ἀπόρραξις, οὐρανία.
9.104καὶ μὲν ἐπίσκυρος καὶ ἐφηβικὴ καὶ ἐπίκοινος ἐπίκλην ἔχει, παίζεται δὲ κατὰ πλῆθος διαστάντων ἴσων πρὸς ἴσους, εἶτα μέσην γραμμὴν λατύπῃ ἑλκυσάντων, ἣν σκῦρον καλοῦσιν, ἐφ’ἣν καταθέντες τὴν σφαῖραν, ἑτέρας δύο γραμμὰς κατόπιν ἑκατέρας τῆς τάξεως καταγράψαντες, ὑπὲρ τοὺς ἑτέρους οἱ προανελόμενοι ῥίπτουσιν, οἷς ἔργον ἦν ἐπιδράξασθαίτε τῆς σφαίρας φερομένης καὶ ἀντιβαλεῖν, ἕως ἂν οἱ ἕτεροι τοὺς ἑτέρους ὑπὲρ τὴν κατόπιν γραμμὴν ἀπώσωνται.
9.105 δὲ φαινίνδα εἴρηται ἀπὸ Φαινίνδου τοῦ πρώτου εὑρόντος ἀπὸ τοῦ φενακίζειν, ὅτι ἑτέρῳ προδείξαντες ἑτέρῳ ῥίπτουσιν, ἐξαπατῶντες τὸν οἰόμενον · εἰκάζοιτο δ’ἂν εἶναι διὰ τοῦ μικροῦ σφαιρίου, ἐκ τοῦ ἁρπάζειν ὠνόμασται · τάχα δ’ἂν καὶ τὴν ἐκ τῆς μαλακῆς σφαίρας παιδιὰν οὕτω τις καλοίη. δὲ ἀπόρραξις, ἔδει τὴν σφαῖραν πρὸς τοὔδαφος εὐτόνως ῥήξαντα, ὑποδεξάμενον τὸ πήδημα τῆς σφαίρας τῇ χειρὶ πάλιν ἀντιπέμψαι, καὶ τὸ πλῆθος τῶν πηδημάτων ἠριθμεῖτο.
9.106 δ’οὐρανία, μὲν ἀνακλάσας αὑτὸν ἀνερρίπτει τὴν σφαῖραν εἰς τὸν οὐρανόν · τοῖς δ’ἦν ἁλλομένοις φιλοτιμία, πρὶν εἰς γῆν αὐτὴν πεσεῖν, ἁρπάσαι, ὅπερ ἔοικε καὶ Ὅμηρος ἐν Φαίαξι ὑποδηλοῦν. ὁπότε μέντοι πρὸς τὸν τοῖχον τὴν σφαῖραν ἀντιπέμποιεν, τὸ πλῆθος τῶν πηδημάτων διελογίζοντο. καὶ μὲν ἡττώμενος ὄνος ἐκαλεῖτο καὶ πᾶν ἐποίει τὸ προσταχθέν, δὲ νικῶν βασιλεύςτε ἦν καὶ ἐπέταττεν.
9.107εἴποις ἂν οὖν τὸν σφαιρίζοντα σφαίρᾳ παίζειν, σφαῖραν ῥίπτειν, βάλλειν, ἀφιέναι, πέμπειν προσπέμπειν ἐκπέμπειν ἀντιπέμπειν, ἀνταφιέναι, ἀνταποφέρειν · σφαιριστικὸν εἶναι, εὔρυθμον, εὐσχήμονα, εὔσκοπον ἐπίσκοπον, εὔτονον · ἔξεστι δὲ καὶ σφαιρομαχίαν εἰπεῖν τὴν ἐπίσκυρον τῆς σφαίρας παιδίαν. καὶ μέντοι καὶ τὸ ὀρτυγοκοπεῖν παιδιά, καὶ τὸ πρᾶγμα ὀρτυγοκοπία, καὶ οἱ παίζοντες ὀρτυγοκόποι καὶ στυφοκόποι ἐκαλοῦντο.
9.108καὶ τὸ κόπτειν τοὺς ὄρτυγας καὶ ἀνακναδάλλειν καὶ ἀνερεθίζειν, ἀνεγείρειν, παροξύνειν, καὶ ταῦτα ἐκ τῶν ὀρτυγοκοπικῶν ὀνομάτων. καὶ τηλίᾳ μὲν ὁμοίᾳ τῇ ἀρτοπώλιδι κύκλον ἐμπεριγράψαντες ἐνίστασαν τοὺς ὄρτυγας ἐπὶ ταῖς μάχαις ταῖς πρὸς ἀλλήλους · δὲ ἀνατραπεὶς καὶ ἐκπεσὼν τοῦ κύκλου ἥττητο αὐτόςτε καὶ τοῦ ὄρτυγος δεσπότης. καὶ ποτὲ μὲν ἐπ’αὐτοῖς διετίθεντο τοῖς ὄρτυξι, ποτὲ δὲ καὶ ἐπ’ἀργυρίῳ.
9.109ἔσθ’ὅτε δὲ μὲν ἵστη τὸν ὄρτυγα, δὲ ἔκοπτε τῷ λιχανῷ τὰ ἐκ τῆς κεφαλῆς πτερὰ ἀπέτιλλεν · καὶ εἰ μὲν ἐγκαρτερήσειεν ὄρτυξ, νίκη μετὰ τοῦ θρέψαντος αὐτὸν ἐγίνετο, ἐνδόντος δὲ καὶ ὑποφυγόντος κόπτων τίλλων ἐνίκα. τοὺς δὲ ἡττηθέντας ὄρτυγας ἐμβοήσαντες κατὰ τὸ οὖς αὐτοῖς ἐξιῶντο, λήθην ἐνεργαζόμενοι τῆς τοῦ νενικηκότος φωνῆς · καὶ τὸ ἐμβοᾶν ἐντρυλίζειν ὠνόμαζον.
9.110ἐρῶ δὲ καὶ ἄλλων παιδιῶν ὀνόματα ταὐτὸν ἐχουσῶν σχῆμα τῇ καταλήξει τῶν ὀνομάτων · βασιλίνδα, ὀστρακίνδα, διελκυστίνδα, μυΐνδα, χυτρίνδα, φρυγίνδα, κυνητίνδα, ἀκινητίνδα σχοινοφιλίνδα σκαπέρδα, ἐφεντίνδα, στρεπτίνδα, πλειστοβολίνδα, ἀποδιδρασκίνδα. βασιλίνδα μὲν οὖν ἐστὶν ὅταν διακληρωθέντες μὲν βασιλεύς τις ὢν τάττῃ τὸ πρακτέον, δ’ὑπηρέτης εἶναι λαχὼν πᾶν τὸ ταχθὲν ὑπεκπονῇ.
9.111ὀστρακίνδα δέ, ὅταν γραμμὴν ἑλκύσαντες οἱ παῖδες ἐν μέσῳ καὶ διανεμηθέντες, ἑκατέρα μερὶς μὲν τὸ ἔξω τοῦ ὀστράκου πρὸς αὑτῆς εἶναι νομίζουσα δὲ τὸ ἔνδον, ἀφέντος τινὸς κατὰ τῆς γραμμῆς τὸ ὄστρακον, ὁπότερον ἂν μέρος ὑπερφανῇ, οἱ μὲν ἐκείνῳ προσήκοντες διώκωσιν, οἱ δ’ἄλλοι φεύγωσιν ὑποστραφέντες · ὅπερ εἶδος παιδιᾶς αἰνίττεται καὶ Πλάτων ἐν τοῖς εἰς τὸν Φαῖδρον ἐρωτικοῖς.
9.112 μὲν τοίνυν ληφθεὶς τῶν φευγόντων, ὄνος οὗτος κάθηται · δὲ ῥίπτων τὸ ὄστρακον ἐπιλέγει νὺξ ἡμέρα · τὸ γὰρ ἔνδοθεν αὐτοῦ μέρος καταλήλιπται πίττῃ καὶ τῇ νυκτὶ ἐπιπεφήμισται. καλεῖται δὲ καὶ ὀστράκου περιστροφὴ τὸ εἶδος τοῦτο τῆς παιδιᾶς. δὲ διελκυστίνδα παίζεται μὲν ὡς τὸ πολὺ ἐν ταῖς παλαίστραις, οὐ μὴν ἀλλὰ καὶ ἀλλαχόθι · δύο δὲ μοῖραι παίδων εἰσὶν ἕλκουσαι τοὺς ἑτέρους οἱ ἕτεροι, ἔστ’ἂν καθ’ἕνα μεταστήσωνται παρ’αὑτοὺς οἱ κρατοῦντες.
9.113 δὲ μυΐνδα, ἤτοι καταμύων τις φυλάττου βοᾷ, καὶ ὃν ἂν τῶν ὑποφευγόντων λάβῃ ἀντικαταμύειν ἀναγκάζει · μύσας τοὺς κρυφθέντας ἀνερευνᾷ μέχρι φωράσῃ · καὶ μύσας, ἄν τις προσάψηται ἐάν τις προσδείξῃ, μαντευόμενος λέγει, ἔστ’ἂν τύχῃ. δὲ χυτρίνδα, μὲν ἐν μέσῳ κάθηται καὶ καλεῖται χύτρα, οἱ δὲ τίλλουσιν κνίζουσιν καὶ παίουσιν αὐτὸν περιθέοντες · δ’ὑπ’αὐτοῦ περιστρεφομένου ληφθεὶς ἀντ’αὐτοῦ κάθηται.
9.114ἔσθ’ὅτε μὲν ἔχεται τῆς χύτρας κατὰ τὴν κεφαλὴν τῇ χειρὶ τῇ λαιᾷ, περιθέων ἐν κύκλῳ, οἱ δὲ παίουσιν αὐτὸν ἐπερωτῶντες τί χύτρα; κἀκεῖνος ἀποκρίνεται ἀναζεῖ. τίς περὶ χύτραν; κἀκεῖνος ἀποκρίνεται ἐγὼ Μίδας · οὗ δ’ἂν τύχῃ τῷ ποδί, ἐκεῖνος ἀντ’αὐτοῦ περὶ τὴν χύτραν περιέρχεται. δὲ φρυγίνδα, ὄστρακα τῶν λείων μεταξὺ τῶν τῆς ἀριστερᾶς χειρὸς δακτύλων διαθέντες, ἐπικρούουσι τὰ ὄστρακα τῇ δεξιᾷ κατὰ ῥυθμόν. δὲ κυνητίνδα ἀπὸ τοῦ κυνεῖν, ἐστι καταφιλεῖν, ὠνόμασται, ᾗπερ ὑποδηλοῦν ἔοικε Κράτης ἐν Παιδιαῖς.
9.115σχεδὸν δὲ καὶ περὶ τῶν πλείστων ποιητὴς οὗτος εἴρηκεν ἐν τῷδε τῷ δράματι · φησὶ δ’οὖν παίζει δ’ἐν ἀνδρικοῖς χοροῖσι τὴν κυνητίνδ’, ὥσπερ εἰκός, τοὺς καλοὺς φιλοῦσα. δ’ἀκινητίνδα ἅμιλλαν τοῦ ἀκινητὶ μένειν εἶχεν. δὲ σχοινοφιλίνδα, κάθηται κύκλος, εἷς δὲ σχοινίον ἔχων λαθὼν παρά τῳ τίθησι · κἂν μὲν ἀγνοήσῃ ἐκεῖνος παρ’ κεῖται, περιθέων περὶ τὸν κύκλον τύπτεται, εἰ δὲ μάθοι, περιελαύνει τὸν θέντα τύπτων.
9.116 δὲ σκαπέρδα, δοκὸν ἐν μέσῳ τρυπήσαντες καταπηγνύουσιν · διὰ δὲ τοῦ τρυπήματος διεῖρται σχοινίον, οὗ ἑκατέρωθεν εἷς ἐκδέδεται, οὐ πρὸς τὴν δοκὸν βλέπων ἀλλ’ἀπεστραμμένος · δὲ τὸν ἕτερον πρὸς βίαν ἑλκύσας ὡς τὰ νῶτα αὐτοῦ τῇ δοκῷ προσαγαγεῖν, νικᾶν οὗτος δοκεῖ · καὶ τοῦτο σκαπέρδαν ἕλκειν λέγουσιν. ἔσθ’ὅτε μέντοι καὶ τὰ νῶτά τινες προσθέντες ἀλλήλοις ἀνθέλκουσιν ἑνὶ δεσμῷ δεθέντες.
9.117 δὲ ἐφεντίνδα, ὡς ἔστιν εἰκάζειν, ὄστρακον ἐφέντα ἐς κύκλον ἐχρῆν συμμετρήσασθαι, ὡς ἐντὸς τοῦ κύκλου στῇ. δὲ στρεπτίνδα, ὄστρακον ὀστράκῳ νόμισμα νομίσματι τῷ βληθέντι τὸ κείμενον ἔστρεφον. δὲ πλειστοβολίνδα, οὐ μόνον διὰ τῶν κύβων ἀλλὰ καὶ διὰ τῶν ἀστραγάλων, ἐπὶ τῷ πλεῖστον ἀριθμὸν βαλεῖν. δ’ἀποδιδρασκίνδα, μὲν ἐν μέσῳ καταμύων κάθηται, καὶ τοὺς ὀφθαλμούς τις αὐτοῦ ἐπιλαμβάνει, οἱ δ’ἀποδιδράσκουσιν · διαναστάντος δ’ἐπὶ τὴν ἐξερεύνησιν, ἔργον ἐστὶν ἑκάστῳ εἰς τὸν τόπον τὸν ἐκείνου φθάσαι.
9.118καὶ μὴν καὶ ἄλλαι παιδιαὶ αἵδε, παρεοικυῖαι τῷ σχήματι τῆς λέξεως, χαλκισμὸς ἱμαντελιγμὸς ἐφεδρισμὸς ἐποστρακισμὸς ἀσκωλιασμός. μὲν χαλκισμός, ὀρθὸν νόμισμα ἔδει συντόνως περιστρέψαντας ἐπιστρεφόμενον ἐπιστῆσαι τῷ δακτύλῳ · τρόπῳ μάλιστα τῆς παιδιᾶς ὑπερήδεσθαί φασι Φρύνην τὴν ἑταίραν. δ’ἱμαντελιγμὸς διπλοῦ ἱμάντος λαβυρινθώδης τις ἐστὶ ἐπιστροφή, καθ’ἧς ἔδει καθέντα παττάλιον τῆς διπλόης τυχεῖν · εἰ γὰρ μὴ λυθέντος ἐμπεριείληπτο τῷ ἱμάντι τὸ παττάλιον, ἥττητο καθείς.
9.119 δ’ἐφεδρισμός, λίθον καταστησάμενοι πόρρωθεν αὐτοῦ στοχάζονται σφαίραις λίθοις · δ’οὐκ ἀνατρέψας τὸν ἀνατρέψαντα φέρει, τοὺς ὀφθαλμοὺς ἐπειλημμένος ὑπ’αὐτοῦ, ἕως ἂν ἀπλανῶς ἔλθῃ ἐπὶ τὸν λίθον, ὃς καλεῖται δίορος. δ’ἐποστρακισμός, ὄστρακον τῶν θαλαττίων κατὰ τοῦ ὕδατος ἐπιπολῆς ἀφιᾶσιν, ἀριθμοῦντες αὐτοῦ τὰ πρὸ τοῦ καταδῦναι πηδήματα ἐν τῇ ὑπὲρ τὸ ὕδωρ ἐπιδρομῇ · ἐκ γὰρ τοῦ πλήθους τῶν ἁλμάτων νίκη τῷ βάλλοντι.
9.120 δὲ κυνδαλισμὸς διὰ πατταλίων ἐστὶ παιδιά · κύνδαλα γὰρ τοὺς παττάλους ὠνόμαζον. ἦν δ’ἔργον οὐ μόνον αὐτῷ τινὶ καταπῆξαι τὸν πάτταλον κατὰ τῆς διύγρου, ἀλλὰ καὶ τὸν καταπαγέντα ἐκκροῦσαι πλήξαντα κατὰ τὴν κεφαλὴν ἑτέρῳ παττάλῳ · ὅθεν καὶ παροιμία ἥλῳ τὸν ἧλον, παττάλῳ τὸν πάτταλον. ἔνιοι δὲ τῶν Δωριέων ποιητῶν τὸν ὧδε παίζοντα κυνδαλοπαίκτην ἐκάλεσαν.
9.121 δ’ἀσκωλιασμὸς τοῦ ἑτέρου ποδὸς αἰωρουμένου κατὰ μόνου τοῦ ἑτέρου πηδᾶν ἐποίει, ὅπερ ἀσκωλιάζειν ὠνόμαζον. ἤτοι εἰς μῆκος ἡμιλλῶντο, μὲν ἐδίωκεν οὕτως, οἱ δ’ὑπέφευγον ἐπ’ἀμφοῖν θέοντες, ἕως τινὸς τῷ φερομένῳ ποδὶ διώκων δυνηθῇ τυχεῖν. καὶ πάντες ἐπήδων, ἀριθμοῦντες τὰ πηδήματα · προσέκειτο γὰρ τῷ πλήθει τὸ νικᾶν. ἀσκωλιάζειν δ’ἐκαλεῖτο καὶ τὸ ἐπιπηδᾶν ἀσκῷ κενῷ καὶ ὑπόπλεῳ πνεύματος, ἀληλιμμένῳ ἵνα περιολισθαίνοιεν περὶ τὴν ἀλοιφήν.
9.122εἰσὶ δὲ καὶ ἄλλαι παιδιαί, ἐν κοτύλῃ, χαλκῆν μυῖαν, ἔξεχ’ φίλ’ἥλιε, τρυγοδίφησις, μηλολάνθη, χελιχελώνη, σκανθαρίζειν, ῥαθαπυγίζειν, πεντάλιθα, ψίττα Μαλιάδες ψίττα Ῥοιαί ψίττα Μελίαι, πλαταγώνιον, τηλέφιλον, κρίνα, σπέρμα μήλων, λάταγες, κολλαβίζειν. μὲν ἐν κοτύλῃ, μὲν περιάγει τὼ χεῖρε εἰς τοὐπίσω καὶ συνάπτει, δὲ κατὰ τὸ γόνυ ἐφιστάμενος αὐταῖς φέρεται, ἐπιλαβὼν ταῖν χεροῖν τὼ ὀφθαλμὼ τοῦ φέροντος. ταύτην καὶ ἱππάδα καὶ κυβησίνδα καλοῦσι τὴν παιδιάν.
9.123 δὲ χαλκῆ μυῖα, ταινίᾳ τὼ ὀφθαλμὼ περισφίγξαντες ἑνὸς παιδός, μὲν περιστρέφεται κηρύττων χαλκῆν μυῖαν θηράσω, οἱ δ’ἀποκρινόμενοι θηράσεις, ἀλλ’οὐ λήψει σκύτεσι βυβλίνοις αὐτὸν παίουσιν, ἕως τινὸς αὐτῶν λάβηται. δ’ἔξεχ’ φίλ’ἥλιε παιδιὰ κρότον ἔχει τῶν παίδων σὺν τῷ ἐπιβοήματι τούτῳ, ὁπόταν νέφος ἐπιδράμῃ τὸν θεόν · ὅθεν καὶ Στράττις ἐν Φοινίσσαις εἶθ’ἥλιος μὲν πείθεται τοῖς παιδίοις, ὅταν λέγωσιν ἔξεχ’ φίλ’ἥλιε.
9.124 δὲ τρυγοδίφησις τοῦ γελοίου χάριν ἐξεύρηται · δεῖ γάρ τι ἐς τρυγὸς λεκάνην καταδεδυκός, περιαγαγόντα ὀπίσω τὼ χεῖρε, τῷ στόματι ἀνελέσθαι. δὲ μηλολάνθη ζῷον πτηνόν ἐστιν, ἣν καὶ μηλολόνθην καλοῦσιν, ἤτοι ἐκ τῆς ἀνθήσεως τῶν μήλων σὺν τῇ ἀνθήσει γινόμενον · οὗ ζῴου λίνον ἐκδήσαντες ἀφιᾶσιν, τὸ δὲ ἑλικοειδῶς ἐν τῇ πτήσει τὸ λίνον διελίσσεται ·
9.125ὅπερ Ἀριστοφάνης ἔοικε λέγειν λινόδετον, ὥσπερ μηλολόνθην, τοῦ ποδός. δὲ χελιχελώνη, παρθένων ἐστὶν παιδιά, παρόμοιόν τι ἔχουσα τῇ χύτρᾳ · μὲν γὰρ κάθηται, καὶ καλεῖται χελώνη, αἱ δὲ περιτρέχουσιν ἀνερωτῶσαι χελιχελώνη, τί ποιεῖς ἐν τῷ μέσῳ; δὲ ἀποκρίνεται ἔρια μαρύομαι καὶ κρόκην Μιλησίαν. εἶτ’ἐκεῖναι πάλιν ἐκβοῶσιν δ’ἔκγονός σου τί ποιῶν ἀπώλετο; δέ φησι λευκᾶν ἀφ’ἵππων εἰς θάλασσαν ἅλατο.
9.126τὸ δὲ σκανθαρίζειν ἐστὶ τῷ μέσῳ τῆς χειρὸς δακτύλῳ ὑπὸ τοῦ μείζονος ἀφεθέντι τὴν ῥῖνα παίειν, τὸ δὲ ῥαθαπυγίζειν σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίειν. τὰ δὲ πεντάλιθα, ἤτοι λιθίδια ψῆφοι ἀστράγαλοι πέντε ἀνερριπτοῦντο, ὥστ’ἐπιστρέψαντα τὴν χεῖρα δέξασθαι τὰ ἀναρριφθέντα κατὰ τὸ ὀπισθέναρ, εἰ μὴ πάντα ἐπισταίη, τῶν ἐπιστάντων ἐπικειμένων ἀναιρεῖσθαι τὰ λοιπὰ τοῖς δακτύλοις. τὸ δὲ ῥῆμα τὸ πεντελιθίζειν ἔστιν ἐν τοῖς Ἑρμίππου Θεοῖς, τὸ δ’ὄνομα πεντέλιθα ἐν ταῖς Ἀριστοφάνους Λημνίαις · πεντελίθοισίθ’ὁμοῦ λεκάνης παραθραύμασιν.
9.127γυναικῶν δὲ μᾶλλον παιδιά, ὥσπερ καὶ ψίττα Μαλιάδες ψίττα Ῥοιαί ψίττα Μελίαι παρθένων ἦν · τὰς γὰρ νύμφας εὐφημοῦσαι θέουσι, παροξύνουσαι ἀλλήλας εἰς τάχος. τὸ δὲ πλαταγώνιον οἱ ἐρῶντες αἱ ἐρῶσαι ἔπαιζον · καλεῖται μὲν γὰρ οὕτω καὶ τὸ κρόταλον καὶ τὸ σεῖστρον, καταβαυκαλῶσιν αἱ τίτθαι ψυχαγωγοῦσαι τὰ δυσυπνοῦντα τῶν παιδίων. ἀλλὰ καὶ τὰ τοῦ τηλεφίλου καλουμένου φύλλα ἐπὶ τοὺς πρώτους δύο τῆς λαιᾶς δακτύλους εἰς κύκλον συμβληθέντας ἐπιθέντες, τῷ κοίλῳ τῆς ἑτέρας χειρὸς ἐπικρούσαντες, εἰ κτύπον ποιήσειεν εὔκροτον ὑποσχισθὲν τῇ πληγῇ τὸ φύλλον, μεμνῆσθαι τοὺς ἐρωμένους αὑτῶν ὑπελάμβανον.
9.128καὶ μὴν καὶ τὸ κρίνον διπλοῦν ὂν καὶ διάκενον ἔνδοθεν ἐκφυσήσαντες ὡς ὑποπλῆσαι πνεύματος, πρὸς τὰ μέτωπα ῥηγνύντες ἐσημαίνοντο τὰ παραπλήσια τῷ κτύπῳ. ἔτι τοίνυν τὸ σπέρμα τῶν μήλων, ὅπερ ἔγκειται τοῖς μήλοις ἔνδοθεν, ἄκροις τοῖς πρώτοις τῆς δεξιᾶς δύο δακτύλοις συμπιέζοντες ἔτι διάβροχον καὶ ὀλισθηρὸν ὄν, εἰ πρὸς ὕψος ἐκπηδήσειεν, ἐσημαίνοντο τὴν εὔνοιαν τούτῳ τὴν παρὰ τῶν παιδικῶν, ὥσπερ καὶ τῷ κτύπῳ τῶν λατάγων, εἰ τὸ λείψανον τοῦ ποτοῦ κοτταβισάντων κτυπήσειεν.
9.129τὸ δὲ κολλαβίζειν ἐστίν, ὅταν μὲν πλατείαις ταῖς χερσὶ τὰς ὄψεις ἐπιλάβῃ τὰς ἑαυτοῦ, δὲ παίσας ἐπερωτᾷ ποτέρᾳ τετύπτηκεν. τοσαῦτα μὲν περὶ παιδιῶν · τὰ δ’ἐπὶ τούτοις προσθήσομεν εἰς συμπλήρωσιν τοῦ βιβλίου κατὰ συνωνυμίαν ὁμοιότητα.
9.130εἴποις ἂν ἐπὶ τοῦ ὅμοιος ἐοικώς, προσόμοιος γὰρ παρόμοιος παρ’ὀλίγον ὅμοιός ἐστι παρεοικώς, παραπλήσιος, ἐμφερής προσφερής προσφέρων. Ἀριστοφάνης δὲ ἐν Πολυείδῳ καὶ προσεμφερὴς εἶπε, Πλάτων δὲ προσεοικώς. ἀλλὰ μὴν καὶ εἰκόνα ἄν τις εἴποι καὶ σφραγῖδα καὶ τύπον καὶ μίμημα καὶ ἐκτύπωμα καὶ τύπωμα καὶ ἐκμαγεῖον καὶ ἐκμεμαγμένον ·
9.131οὕτω γὰρ καὶ Κρατῖνος ἐν ταῖς Ὥραις ἐκεῖνος αὐτὸς οὕτως ἐκμεμαγμένος. Ἀριστοφάνης δὲ ἐν ταῖς Θεσμοφοριαζούσαις καὶ ἔκμαγμα εἶπεν λέων σοι γέγονεν, αὐτὸ ἔκμαγμα σόν. τὰ δὲ ῥήματα ὡμοιῶσθαι προσωμοιῶσθαι παρωμοιῶσθαι, ἐοικέναι παρεοικέναι προσεοικέναι, καὶ προσφέρειν προσεμφέρειν, μεμιμῆσθαι, ἐκτετυπῶσθαι, ἀπεσφραγίσθαι, ἐκμεμάχθαι. καὶ τὰ ἐπιρρήματα ὁμοίως προσομοίως · τὸ γὰρ παρομοίως εὐτελές, εἰκότως δὲ καὶ ἐοικότως παρεοικότως, παραπλησίως, ἐμφερῶς προσφερῶς · τὰ γὰρ ἀπὸ τῶν ἄλλων δυσφθεγκτότερα.
9.132τὰ δὲ πράγματα ὁμοίωσις, εἰκασία, τύπωσις. τὸ δ’ἐναντίον ἀνόμοιον καὶ ἀπεοικός, καὶ ὅσα ἄν τις εἴποι λόγῳ ἄρνησιν τοῖς ῥήμασιν προστιθείς · ῥῆμα δὲ μόνον τὸ ἀπεοικέναι, ἀφ’οὗ οὐκ ἔστι πρᾶγμα, ὥσπερ οὐ δ’ἀπὸ τοῦ ἀνόμοιος ῥῆμα, πρᾶγμα δὲ ἀνομοιότης. καὶ ἐπίρρημα δὲ ἀπ’ἀμφοῖν, ἀνομοίως καὶ ἀπεοικότως.
9.133ἀπάτη ἐξαπάτη, στροφή ὑποστροφή, διάδυσις, παραλογισμός, παραγωγή, πλάσμα, φενακισμός, καὶ καθ’ἑτέραν χρείαν σόφισμα, τέχνη τέχνασμα, γοητεία, ἐπιβουλή, δόλος, κλοπή, παρατροπή, παραφορά, σκευωρία · καὶ τὰ ῥήματα ἀπατᾶν ἐξαπατᾶν, στρέφεσθαι ὑποστρέφεσθαι, διαδύεσθαι, παράγειν, πλάττειν, παραλογίζεσθαι, φενακίζεσθαι, σοφίζεσθαι, τεχνάζειν, γοητεύειν, δολοῦν, κλέπτειν, παρατρέπειν, σκευωρεῖσθαι. ἀλλὰ καὶ παρακρούεσθαι, ἀφ’οὗ ῥήματος οὐκ ἔστι τὸ πρᾶγμα ·
9.134 γὰρ παράκρουσις βίαιον. ἴσως δὲ καὶ παραποδίζεσθαι, Πλάτωνος εἰπόντος ἐν τῷ δευτέρῳ τῶν Νόμων μή πῃ παραποδισθῶμεν, οἷον παρατραπῶμεν ἐξαπατηθῶμεν · οὐ μὴν οὐ δὲ ἀπὸ τούτου εὔφωνον τὸ πρᾶγμα. ἐν δὲ τῷ αὐτῷ βιβλίῳ ἔστι καὶ τὸ τί ποτ’ἂν οὖν λέγοιμεν τὸ πεπλανηκὸς ἡμᾶς εἶναι, ἵν’ οἷον ἐξηπατηκός, ὥστε ἐπὶ τούτου λέγοιτ’ἂν καὶ πλάνη · καὶ γὰρ μικρὸν προελθὼν Πλάτων ἔφη τόδε δὲ μᾶλλον εἰκὸς πλανᾶν ἡμᾶς.
9.135τῆς δ’αὐτῆς ἂν εἴη δυνάμεως καὶ τὸ φηλοῦν. ὀνόματα δὲ ἀπὸ τῶν εἰρημένων ἀπατεών, φέναξ, γόης, ἐπίβουλος · τὰ δ’ἀπὸ τῶν ἄλλων δύσφθεγκτά ἐστιν ἄλλο δηλοῖ · μετοχαῖς οὖν χρηστέον κτητικῷ σχήματι τῆς λέξεως, οἷον ἀπατητικὸν καὶ παραλογιστικόν · οὐ δὲ γὰρ ταῦτα ἀπὸ πάντων δυνατὸν εὑρεῖν. ἐπιρρήματα δὲ μόνον, ἀφ’ὧν καὶ ταυτὶ τὰ ὀνόματα, ἀπατηλῶς, παραλογιστικῶς καὶ φενακιστικῶς καὶ γοητευτικῶς ·
9.136οὐ μὴν ἀλλὰ καὶ πλαστῶς, Πλάτωνος εἰπόντος οἱ μὴ πλαστῶς ἀλλ’ὄντως φιλοσοφοῦντες. μέλλειν διαμέλλειν, ὀκνεῖν κατοκνεῖν, στρέφεσθαι, διάγειν, ἀναβάλλεσθαι ὑπερβάλλεσθαι, βραδύνειν, διατρίβειν ἀποδιατρίβειν, ὑπερτίθεσθαι ἀνατίθεσθαι. καὶ στραγγεύεσθαι δὲ ἐν ταῖς Ἀριστοφάνους Νεφέλαις · φαῦλον γὰρ τὸ λογγάζειν ἐν τοῖς Κήρυξι τοῖς Αἰσχύλου. τοῦ δ’ἀναβάλλεσθαι καὶ ἐνέργεια ἔστι παρὰ Δημοσθένει, οἷς ἀναβάλλουσιν ὑμᾶς. οἴονται δέ τινες ταὐτὸν τῷ διατρίβειν νοεῖν καὶ τὸ τευτάζειν παράτε Πλάτωνι καὶ ἄλλοις εἰρημένον ·
9.137ἀλλ’οὐ προσίεμαι τοὔνομα. τὰ δὲ πράγματα μέλλησις μελλησμός, βραδυτής, ὄκνος, στροφή ὑποστροφή, ἀναβολή ὑπερβολή, διαγωγή, διατριβή τριβή, ἀνάθεσις · γὰρ ὑπέρθεσις ὕποπτος εἰς εὐτέλειαν, δὲ στραγγεία παμπόνηρος, νωθεία δὲ καὶ νωθρότης καὶ ἀμβλύτης, ὧν οὐκ ἔστι τὰ ῥήματα ὅτι μὴ παρ’Ὑπερείδῃ τὸ νωθρεύεσθαι ἐν τῷ ὑπὲρ Λυκόφρονος, ὅπερ ἔγωγε οὐ πάνυ ἐπαινῶ.
9.138ὀνόματα δὲ μελλητής μελλητικός, καὶ ἴσως ὀκνηρός, καὶ βραδὺς καὶ νωθὴς καὶ νωθρός · ἔστι γὰρ καὶ τοῦτο παρὰ Πλάτωνι ἐν τῷ Φαίδρῳ, νωθροί πως ἐκβαίνουσι πρὸς τὰς μαθήσεις · ἐν δὲ τῇ Ἀμειψίου Σαπφοῖ καὶ νωθρότερον εὑρήκαμεν. ἀπὸ μέντοι τῶν ἄλλων ἀντὶ ὀνομάτων μετοχαῖς χρηστέον. τὰ δ’ἐπιρρήματα πάντα φαῦλα.
9.139νουθετῆσαι, ἐπιπλῆξαι, σωφρονίσαι, ἐπιτιμῆσαι, Δημοσθένους εἰπόντος τὸ μὲν οὖν ἐπιτιμᾶν φαίη τις ἂν ῥᾴδιον καὶ παντὸς εἶναι καὶ Πλάτωνος μὴ πάθωμεν ἄλλοις ἐπιτιμῶμεν. ἴσως δ’ἂν ἐοίκοι τούτοις τὸ ἐπανορθώσασθαι καὶ κατακοσμῆσαι καὶ καθαρμόσαι καὶ ἐπιστρέψαι καὶ θεραπεῦσαι καὶ ἰάσασθαι καὶ ἐξιάσασθαι καὶ καθῆραι καὶ ἀναλαβεῖν καὶ ἀνενεγκεῖν καὶ ἀνασώσασθαι καὶ ἀναβιώσασθαι. Ἀριστοφάνης δ’ἐν Πλούτῳ καὶ τῷ ἐπικρούσασθαι ἐπὶ τοῦ νουθετῆσαι κέχρηται. τὰ δὲ πράγματα νουθεσία καὶ ὡς Πλάτων νουθετεία · φαῦλος γὰρ Μενάνδρου νουθετισμός, ἐπίπληξις δὲ καὶ σωφρονισμὸς καὶ ἐπιτίμησις καὶ ἐπανόρθωσις καὶ κατακόσμησις καὶ ἁρμονία καὶ ἐπιστροφὴ καὶ θεραπεία καὶ ἴασις καὶ καθαρμός ·
9.140τὰ δ’ἀπὸ τῶν ἄλλων οὐκ ἔστιν ἐπὶ τῆς αὐτῆς ἐννοίας μένοντα. ὀνόματα δ’ἀπ’αὐτῶν σωφρονιστὴς καὶ ἐπανορθωτής · ἀπὸ γὰρ τῶν λοιπῶν τὰ μὲν σκληρὰ τὰ δὲ μᾶλλον πρὸς ἕτερα, πλὴν τοῦ ἐπιτιμητοῦ, κέχρηται Σοφοκλῆς, εἰπὼν ἐν τῇ Πρόκριδι κολασταὶ κἀπιτιμηταὶ κακῶν.
9.141κρατεῖν, περιγίνεσθαι, νικᾶν, ὑπεραίρειν, ὑπερθεῖν, καταγωνίζεσθαι, κατακρατεῖν ἐπικρατεῖν, καθαιρεῖν · τὸ γὰρ καταπολεμεῖν καὶ καταδουλοῦσθαι ἑτέρας ἐστὶ χρείας, ὥσπερ καὶ τὸ χειρώσασθαι καὶ παραστήσασθαι καὶ ὑπαγαγέσθαι. καὶ κατὰ εἴδη καταναυμαχεῖν καταπεζομαχεῖν καθιππομαχεῖν καθιπποκρατεῖν. ἀφ’ὧν τὰ πράγματα κράτος καὶ νίκη μόνα καὶ αἵρεσις καὶ καθαίρεσις ·
9.142βιαιοτέρα γὰρ ἐπικράτησις παρὰ Θουκυδίδῃ, παρομοίαν ἄν τις εἶναι φαίη τὴν κατακράτησιν, καὶ τὸν καταγωνισμόν, ἐκείνου ἀγωνισμὸν εἰπόντος, καὶ τὴν καταπολέμησιν, τὴν διαπολέμησιν εὑρών · ὑπαγωγὴ γὰρ καὶ προσαγωγὴ ἀνεκτά, τῆς δὲ δουλώσεως εἰρημένης καταδούλωσις βίαιος. μοχθηρὰ δὲ ἀπ’ἐνίων τὰ ἐπιρρήματα · ἀπὸ γὰρ τῶν πλείστων οὐ δὲ ἔστιν. ταὐτὸν ἂν ἐν χρήσει δύναιτο ὄχλος, πλῆθος, δῆμος, σύνοδος, σύλλογος, ἄθροισμα, ἀγερμός συναγερμός, σύστασις, τάχα δὲ καὶ συναγωγὴ καὶ συλλογὴ καὶ θίασος καὶ χορός, ὡς εἰ λέγοι τις ἀνδρῶν ὄχλος καὶ γυναικῶν πλῆθος καὶ παίδων σύνοδος καὶ ξένων σύλλογος καὶ μετοίκων δῆμος καὶ δούλων ἄθροισμα βιαιότερον γὰρ ἀθροισμός καὶ ἐμπόρων ἀγερμὸς καὶ καπήλων σύστασις καὶ ναυτῶν συναγωγὴ καὶ κυβερνητῶν συνδρομὴ καὶ παιδευόντων θίασος καὶ παιδευομένων χορός.
9.143ἐπὶ δὲ τῶν αὐτῶν καὶ συνῆλθον πανδημεί παγγενεί πασσυδί ὑπομίαρον γὰρ τὸ πανσυρεί κατ’ἀγέλας, καθ’ἡλικίας, κατὰ τέλη, κατὰ ἔθνη, κατὰ γένη, κατὰ τύχας, κατὰ τέχνας, κατὰ ἴλας, ἵνα τὸ Ὁμήρου ἰλαδὸν ὡς ποιητικὸν παραιτώμεθα.
9.144καὶ ἑτέρως δ’ἄν τις εἴποι πάντα γένη, καὶ ὅσα γένη καὶ ὅσαι ἡλικίαι, καὶ ὅσα ἔθνη, καὶ ὅτι παῖς καὶ γυνή. καὶ μὴν καὶ καθ’ἕτερον σχῆμα, οὐδεὶς τῶν ὄντων ἀπῆν, οὐδεὶς ἦν ὃς ἀπῆν, οὐδεὶς ἀπεῖναι ὑπέμενεν, οὐδεὶς ἦν ὃς οὐ παρῆν, οὐδεὶς οὕτω γέρων παῖς ὅστις αὑτὸν οἴκοι κατεῖχεν ·
9.145ἐκ τῶν οἰκιῶν ἐξεχέοντο, συνῄεσαν, συνελέγοντο, συνηγείροντο, συνηθροίζοντο, συνέθεον, συνέρρεον, συνεωθοῦντο, συνεφέροντο, συνέσπευδον, εἰς ταὐτὸν ᾔεσαν, εἰς ἓν ἔσπευδον, ἐν ταὐτῷ ἦσαν, πάντα ἐπεπλήρωτο, πάντα ἐξεπέπληστο, ἐστενοχωρεῖτο, ἐθλίβετο. καιρὸν δὲ ἔχει καὶ τὰ ποιητικά, ὑπὲρ τὴν ψάμμον, ὑπὲρ τὰ κύματα, ὅσα φύλλα καὶ ἄνθη, καὶ τὰ τοιαῦτα. αὐχεῖν, ἀλαζονεύεσθαι, κομπάζειν, σεμνύνεσθαι σεμνολογεῖσθαι, μεγαληγορεῖν μεγαλορρημονεῖν, μεγαλύνεσθαι, αἴρεσθαι μετεωρίζεσθαι, πεφυρῆσθαι, ὑψηλοφρονεῖν ὑπερφρονεῖν, ὑπερορᾶν, τερατεύεσθαι ·
9.146ἐν δ’Εὐπόλιδος Δήμοις ἔστι καὶ τὸ καυχήσασθαι. ὧν τὰ πράγματα αὔχημα, ἀλαζονεία, κόμπος, σεμνολογία, μεγαληγορία μεγαλορρημοσύνη, ὑπερφρόνησις, ὑπεροψία, τερατεία. δὲ ὑπερηφανία, τὸ μὲν πρᾶγμα ἔστι, τὸ δὲ ῥῆμα τὸ ὑπερηφανεῖν οὐκ ἐπαινῶ. τὰ δὲ ὀνόματα, ἀπὸ μὲν τοῦ αὐχεῖν κατὰ μετοχὴν ῥητέον αὐχῶν γὰρ αὐχητὴς βίαιον, ἀπὸ δὲ τῶν ἄλλων ἀλαζών κομπαστής κομπαστικός κομπώδης ὑπέρκομπος, σεμνολόγος, μεγαληγόρος μεγαλορρήμων, μεγαλυνόμενος, αἰρόμενος μετεωριζόμενος, πεφυσημένος, καὶ αἱ αὐταὶ ἀντὶ ὀνομάτων μετοχαί ·
9.147ὑψηλόφρων δὲ καὶ ὑπέρφρων καὶ ὑπερόπτης καὶ ὑπεροπτικός · γὰρ ὑπερορατικὸς βιαιότερον, βέλτιον δὲ ὑπερορῶν, καὶ ὑπερήφανος καὶ μετέωρος, καὶ ἀπὸ τῆς τερατείας τερατευόμενος, καὶ τερατολόγος ἐκ τοῦ Πλάτωνος. τὰ δ’ἐπιρρήματα ἀπ’ἐνίων, ἀλαζονικῶς, κομπαστικῶς, μεγαληγόρως μεγαλορρημόνως, ἠρμένως μετεώρως, πεφυσημένως · ὑπερφρόνως γὰρ καὶ ὑψηλοφρόνως τραχύτερα, ὑπερόπτως δὲ καὶ ὑπεροπτικῶς καὶ ὑπερηφάνως.
9.148καλὸν δὲ καὶ τὸ παρὰ Θουκυδίδῃ κομπῶδες. κωμῳδεῖν διακωμῳδεῖν, διασύρειν, σκώπτειν διασκώπτειν χλευάζειν, φαυλίζειν, τωθάζειν, γέλωτα τίθεσθαι · σκληρότερον γὰρ τὸ γελωτοποιεῖν, καὶ εὐτελέστερον τὸ γελοιάζειν, καὶ φορτικώτερον τὸ γλοιάζειν, καὶ ποιητικώτερον τὸ σιλλαίνειν καὶ σιλλοῦν καὶ διασιλλοῦν. τὰ δὲ πράγματα κωμῳδία, σκῶμμα σκωπτική, χλευασμός χλευασία, τωθασμός τωθαστική, γελωτοποιία, καὶ τὰ ὀνόματα κωμῳδός κωμῳδικός, σκωπτικός, χλευαστής χλευαστικός ·
9.149 γὰρ χλεῦαξ κωμῳδικώτερον, τωθαστὴς δὲ καὶ τωθαστικὸς καὶ γελωτοποιός. ἐπὶ τοῦ αὐτοῦ δ’εἴρηται καὶ φλύαξ · ἀλλὰ οὐ δὲ τοῦτο ἐπαινεῖται πρὸς ἐμοῦ τοὔνομα, καίτοι τὸ φλυαρεῖν ἕτερόν ἐστιν. πάντα δὲ ἀπὸ τῶν μετοχῶν ἀμείνω. τὰ δ’ἐπιρρήματα κωμῳδικῶς, σκωπτικῶς, τωθαστικῶς · τὸ γὰρ γελοίως ἐφ’ἑτέρου, καὶ τὸ γελωτοποιικῶς βιαιότερον.
9.150ἐπὶ τοῦ αὐτοῦ φαίη τις ἂν πρᾶγμα, χρῆμα, ἔργον, σπούδασμα, ἐπιτήδευμα, ἐπιχείρημα ἐγχείρημα, μάθημα, τέχνημα, μεταχείρισις. καὶ πράττων ἐργαζόμενος, σπουδάζων, ἐπιτηδεύων, ἐπιχειρῶν ἐγχειρῶν, μανθάνων, μεταχειριζόμενος · τεχνάζων γὰρ τεχνώμενος ἕτερόν τι δηλοῖ, ἄμεινον δὲ τὸ τέχνῃ μετιών. καὶ ταῦτα παραπλήσια, εἰδέναι, γινώσκειν, ἐπίστασθαι, καθορᾶν, κατανοεῖν, μανθάνειν καταμανθάνειν, ἐφικνεῖσθαι ·
9.151ἕτερα γάρ ἐστι τὸ εἰκάζειν, τεκμαίρεσθαι, ἀμφιγνοεῖν, ὑποτεκμαίρεσθαι, στοχάζεσθαι, ὑποπτεύειν, ὑπονοεῖν, τοπάζειν, εἰκοβολεῖν. τὰ δὲ πλεῖστα ἀντὶ ὀνομάτων μετοχὰς ἔχει κατὰ τὴν κτητικὴν ἰδέαν παρηγμένας προσηγορίας, εἰδώς · γὰρ εἰδήμων ὑπομόχθηρον, γινώσκων δὲ καὶ γνωστικός · γὰρ παρὰ Ξενοφῶντι γνωστὴρ ἕτερόν τι δηλοῖ, ἐπιστήμων δὲ καὶ ἐπιστάμενος καὶ ἐπιστημονικός, καὶ ὁρῶν καὶ καθορῶν καὶ καθορατικός, καὶ κατανοῶν καὶ κατανοητικός, καὶ μανθάνων καὶ μαθητικός.
9.152καταμανθάνων δὲ καὶ καταμαθητικὸς δυσχερέστερα τῷ μήκει, ἐφικνούμενος μέντοι, ὥσπερ καὶ ἀπὸ τῶν ἑτέρων εἰκάζων εἰκαστικός, τεκμαιρόμενος · γὰρ τεκμαρτικὸς δυσχερές, στοχαζόμενος δὲ καὶ στοχαστικός, ὥσπερ Πλάτων καὶ ψυχήν πού φησι στοχαστικήν. ὑπονοῶν δὲ καὶ ὑπονοητικός, καὶ ἀμφιγνοῶν καὶ ὑποπτεύων καὶ τοπάζων. ἐκ τοῦ αὐτοῦ ταὐτὸν δηλοῦντες οἵδε οἱ σχηματισμοί, ταχύ, ταχέως, διὰ ταχέων, ὅτι τάχιστα, ὡς τάχιστα, ὡς εἶχε τάχους, ἐν τάχει, ἀπτέρῳ τάχει. καὶ οἵδε ὁμοίως, ὡς τὸ πολύ, ὡς ἐπὶ τὸ πολύ, ὡς τὸ ἐπίπαν, ὡς ἐπὶ τὸ πλεῖστον, ἐκ τοῦ ἐπὶ πλεῖστον, ἐπὶ τὸ πλῆθος, ἐπὶ τὸ πολύ, ὡς ἐπὶ τὸ πλῆθος, ὡς ἐπὶ τὰ πολλά ·
9.153τοῦτο μὲν γὰρ Ἄλεξις ἐν Ποιητρίᾳ εἴρηκεν, ὡς ἐπὶ τὰ πολλὰ τοῦτο ποιῶ, τὸ δὲ ὡς ἐπὶ τὸ πλῆθος Ἄλεξις ἐν Διδύμαις, τὰ δ’ἄλλα οἱ κεκριμένοι. ἐπὶ τοῦ ἀναιρεῖν κτεῖναι ἀποκτεῖναι, φονεῦσαι, ἀποσφάξαι, καθελεῖν, διαχρήσασθαι. ἐπὶ δὲ τούτου Ξενοφῶν μὲν ἔφη κατειργάσατο τὸν λέοντα, Ἀριστοφάνης δὲ τοὺς ἄνδρας ἀπεχρήσαντο, Θουκυδίδης δὲ ἀνεχρήσατο. καὶ τὸ πέπρακται δὲ ἐπὶ τοῦ αὐτοῦ τάττουσιν. Ἡρόδοτος δὲ ἔφη ἐπεὶ δέ σφι πάντες κατέστρωντο ἐπὶ τοῦ ἀνῄρηντο ·
9.154ὅθεν οὕτως ἀκούουσι καὶ τὸ παρ’Ἀριστοφάνει ἐν Ἱππεῦσιν ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ. ἐφ’οὗ εἴποις ἂν ἀμφιβάλλειν, ἀμφισβητεῖν, ἐνδοιάζειν, ἀμφιγνοεῖν, διστάζειν, ἐπὶ τούτου ἴσως καὶ τὸ εἰκοβολεῖν, Ἀριστοφάνους εἰπόντος εἰκοβολοῦντες καὶ πλάττοντες. ἐφ’οὗ ῥητέον ἀρκεῖ ἐξαρκεῖ ἀπαρκεῖ, ἀπόχρη, ἀποχρῶν, ἀποχρώντως ἔχει, ἱκανῶς, αὐτάρκως, ἀρκούντως ἀπαρκούντως, ὑπεραποχρώντως, δαψιλῶς, ἐπὶ τούτου τὸ ἐκποιεῖ εἴρηκεν ἐν τῷ ὑπὲρ Ἀχιλλείδου φόνου Λυσίας.
9.155 ταὐτὸν δ’ἂν εἴη ἐκπλήττειν, θορυβεῖν, ἀπειλεῖν ἐπαπειλεῖν, δεδίττεσθαι, ταράττειν ἐκταράττειν, ἀνατείνεσθαι, ἀνασείειν, ἐπαρτᾶν, ἐκφοβεῖν. καὶ τάδε ἐοικότα, ὑπεκθέσθαι, ὑπεξελέσθαι, ὑπεκκομίσαι ἐκκομίσαι, ὑπεκκλέψαι, ἀποσκευάσασθαι ἐκσκευάσασθαι · Δημοσθένης γὰρ εἴρηκεν δὲ γεωργία ἐξεσκευάσθη μετὰ τὴν δίκην. ὥσπερ οὖν καὶ τάδε, καίειν, φλέγειν διαφλέγειν ἐκφλέγειν καταφλέγειν, ὑποπρῆσαι καταπρῆσαι ἐμπρῆσαι, ὑφεῖναι πῦρ, ὑφάψαι, ἐκτρῖψαι φλόγα, ἀνεῖναι, ἐκριπίσαι, ἀνερεθίσαι, ἐγεῖραι διεγεῖραι.
9.156τὸ δὲ πρᾶγμα Ὅμηρος μὲν ἔφη φλέγμα κακὸν φορέουσα, καὶ καῦμα δ’ἂν ὁμοίως εἴποι τις βιαζόμενος, βέλτιον δὲ ἐμπρησμὸς καὶ πυρκαϊά · ἐν μέντοι τῷ Ὑπερείδου ὑπὲρ Λυκόφρονος εὗρον γεγραμμένον νεωρίων προδοσίαν ἀρχείων ἐμπυρισμὸν κατάληψιν ἄκρας, καὶ οὕτως ἐγέγραπτο ἐν πλείοσι βιβλίοις. δ’ἐμπρήσας τάχ’ἂν πυρκαεὺς ὀνομάζοιτο, κατ’Αἰσχύλον καὶ Σοφοκλέα οὕτως ἐπιγράψαντας τὰ δράματα, τὸν μὲν τὸν Προμηθέα, τὸν δὲ τὸν Ναύπλιον. ἔστι δ’εἰπεῖν ἐπράχθη ἐξεπράχθη κατεπράχθη, εἰργάσθη, κατειργάσθη, ἐτελέσθη ἐξετελέσθη συνετελέσθη, ἐτελεσιουργήθη συνετελεσιουργήθη, ἐκβέβηκεν ἀποβέβηκε, διῳκήθη · τὸ γὰρ ἐδράσθη καὶ ἐτολμήθη ἑτέρας ἐστὶ χρείας.
9.157τὸ δὲ πρᾶγμα πρᾶξις, τέλεσμα τέλος συντέλεια, τελεσιουργία συντελεσιουργία, τὸ ἐκβάν, τὸ ἐκβεβηκός τὸ ἀποβεβηκός, τὸ διῳκημένον. καὶ ἀνὴρ πράττων καταπράττων · ἔστι δ’εἰπεῖν καὶ δρῶν, ἐργαζόμενος ἀπεργαζόμενος, τελῶν συντελῶν, τελεστικός, τελεσιουργῶν τελεσιουργός τελεσιουργικός, διοικητής διοικητικός. καὶ μὴν καὶ τάδε ἂν εἴποις, ἐδίωξεν, ἤλασεν ἀπήλασεν, ἐξήλασεν, ἐφυγάδευσεν, μετεστήσατο, ἐξεπέμψατο, ὑπερώρισεν Δημοσθένης δὲ καὶ ἐξώρισεν εἶπε καὶ Ὑπερείδης ἀφώρισεν ἐξέβαλεν, ἀπέρριψεν ἐξέρριψεν · Θουκυδίδης δὲ καὶ τὸ ἐξεδίωξεν εἴρηκεν.
9.158τὸ δὲ πρᾶγμα δίωξις, ἔλασις, φυγή, ὑπερορισμός, ἐκβολή, μετάστασις, πλάνη. καὶ ἀνὴρ φυγάς, ἐξόριστος, ἀλήτης, πλανήτης πλάνης. ἐκ δὲ τῶν λοιπῶν μετοχαί · τραγικὸς γὰρ παρὰ Σοφοκλεῖ διωκτός ἐληλαμένος δὲ καὶ ἐξεληλαμένος καὶ ἀπεληλαμένος, καὶ πεφυγαδευμένος, καὶ ὑπερωρισμένος, καὶ ἐκβεβλημένος, καὶ ἀπερριμμένος καὶ ἐξερριμμένος καὶ μεθεστηκώς, καὶ πεπλανημένος. προσόμοια καὶ ταῦτα, εἰσῆλθεν ἐπῆλθεν ἐπεισῆλθεν, εἰσέδραμεν ἐπεισέδραμεν, εἰσκεκώμακεν ἐπεισκεκώμακε, εἰσεφθάρη, ἐπεισεφθάρη εἰσήρρηκεν ἐπεισήρρηκεν, εἰσπεπήδηκεν ἐπεισπεπήδηκεν, εἰσεβλήθη εἰσεκυκλήθη ἐπεισεκυκλήθη, κατέλαβε τὴν πόλιν, κατέσχεν, ἐπεισέπεσεν εἰς τὴν πόλιν, ἐπαφείθη τῇ πόλει ὥσπερ πνεῦμα πῦρ σκηπτὸς νέφος χάλαζα χιὼν νόσημα, καὶ καθ’ἕτερον σχηματισμόν, τῇ πόλει προσέβαλε, προσέρριψεν, ἐπαφῆκε, προσήνεγκε, προσέρρηξε, προσήραξεν.
9.159ἀράμενος, ἐνεγκών ἀνενεγκών, ἀναθέμενος, ἀνακουφίσας, ἐπαράμενος, βαστάζων, φορῶν, ἀχθοφορῶν, φέρων ἀναφέρων. καὶ τὸ φερόμενον ἄχθος καὶ φορτίον καὶ φόρημα, δὲ μισθὸς φορεῖον καὶ φέρετρον καὶ κόμιστρον καὶ φορά, ὥσπερ καὶ τὸ πρᾶγμα ἀχθοφορία καὶ φορά · τὰ γὰρ ἀπὸ τῶν ἄλλων εὐτελέστερα σκληρότερα.
9.160ταῦτα τῇ διανοίᾳ διάφορα σημαίνοντα προσέοικε τῷ τῆς λέξεως σχήματι, εὐαρμοστία, εὐρυθμία, εὐήθεια, εὐτραπελία, εὐπραγία, εὐπρέπεια, εὐταξία, εὐτυχία, εὐπορία, εὐχρηματία, εὐποτμία, εὐθηνία, εὐετηρία, εὐαισθησία, εὐβουλία, εὐλογία, εὐμαθία, εὐφωνία, εὐστοχία, εὐστομία, εὐνομία, εὐδικία, εὐπαιδία, εὐγαμία, εὐτεκνία, εὐγένεια, εὐλάβεια, εὐγλωττία, εὐφημία, εὐσέβεια, εὐμένεια, εὐμουσία, εὐτέλεια, εὐερμία, εὐκολία, εὐχέρεια, εὐωδία, καὶ παρὰ Ξενοφῶντι εὐποδία, καὶ παρ’Εὐριπίδῃ εὐπαιδευσία, καὶ παρὰ Κριτίᾳ εὐξυνεσία, καὶ παρ’Ἀριστοφάνει εὐοδία.
9.161ὥσπερ αὖ καὶ τάδε, εὐρημοσύνη, εὐσχημοσύνη, εὐγνωμοσύνη, εὐφροσύνη, καὶ παρὰ τῷ ποιητῇ εὐθημοσύνη. καὶ δὴ καὶ τάδε, εὐαίσθητα, εὔπρακτα εὐκατάπρακτα, εὐεξαπάτητα, εὐανάκλητα, εὐκόμιστα, εὔτακτα, εὐσύνθετα, εὐσύντακτα, εὐπόριστα, εὐδιοίκητα, εὐκατέργαστα, εὐδίδακτα, εὐκαταγώνιστα, εὐκαθαίρετα.
9.162καὶ ταῦτα δέ, εὐάγγελον, εὔωνον, εὔζωνον, εὔρωστον, εὐδίαιτον εὔσημον, εὔπυρον, εὔσιτον, εὔοινον, εὔδουλον εὔβουλον εὐλόγιστον, εὐσύνετον, εὐκάρδιον, εὐπρόσωπον, εὐτράπελον, εὐόφθαλμον, εὔκομον, εὐπάρειον, εὔμηρον, καί που καὶ εὐπαλές, εὐσταλές, εὐεπές, εὐμελές, εὐπινές. ὥσπερ εὐαισθήτως, εὐπρεπῶς, εὐπετῶς καὶ τὸ παρ’Ἀριστοφάνει εὐκόπως. ἔστι δὲ καὶ ἀπὸ τῶν ἄλλων τῶν πλείστων ἐπιρρήματα, καὶ οἱ εἰς ἀλλήλους ἀπ’ἐνίων σχηματισμοί.