Julius Pollux

Dictionary, 6

6.1Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. τὰ μέν τινα τῶν ὀνομάτων ὡς κρίνων ἔγραψα, τὰ δ’ὡς μὴ παριεὶς ἐμήνυσα. ἐνίοις δὲ τῶν ἀμφιβόλων προσέθηκα τοὺς μάρτυρας, ἵνα τοὺς εἰπόντας εἰδῇς, ἔστι δ’ὅπου καὶ τὸ χωρίον ἐν τοὔνομα, ἐπὶ δέ τινων καὶ τὴν λέξιν αὐτήν. οὐ μὴν ἐπὶ πάντων ταὐτὸν τοῦτ’ἐπενόησα, ὅπου μὴ κατήπειγεν, ἵνα μὴ τοῖς βιβλίοις περιττὸς ὄγκος προσῇ. ἔρρωσο κύριε.
6.7ἐπεὶ δ’οὐ δὲ τῶν συμποτικῶν ὀνομάτων ἀμελητέον, χρὴ λέγειν τὸ μὲν χωρίον συμπόσιον, ἀνδρῶνα, συσσίτιον, τρίκλινον οἶκον πεντάκλινον δεκάκλινον, καὶ παστάδα δ’ἀπὸ τοῦ πάσασθαι, καὶ συναγώγιον · τὸ δὲ πρᾶγμα πότον συσσιτίαν συμποσίαν σύνοδον τὴν ἐν οἴνῳ θίασον εἰλαπίνην ἔρανον ἑστίασιν ἄριστον δεῖπνον σύνδειπνον θοίνην ξενισμόν γὰρ Θουκυδίδου ξένισις τραχύ τοὺς δὲ συνιόντας συμπότας, ὁμοσίτους συσσίτους, συνουσιαστάς, θιασώτας θιασίτας, εἰλαπιναστάς, ἐρανιστάς.
6.8ἰδίως δὲ τοὺς τῶν θιασωτῶν οἴκους φωλητήρια ὠνόμαζον. τὸ δ’ἔργον συναγαγεῖν συμπόσιον, συστῆσαι, πληρῶσαι, συγκροτῆσαι, συναθροῖσαι, συγκαλέσαι. καὶ κληθῆναι δ’ἐπὶ δεῖπνον ἥτε παροιμία λέγει καὶ Μένανδρος, καὶ Δημοσθένης κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τοῦ Φαιδίμου, καὶ τοῖς συναντῶσιν ἐρωτώμενοι ἐπὶ δεῖπνον ἔφασκον κληθῆναι. αἱ δὲ δημόσιαι ἑστιάσεις εὐωχίαι, θάλειαι, πανδαισίαι, δημοθοινίαι, τάχα δὲ καὶ σιτήσεις.
6.9ἐφ’ὧν δ’ἔστι κατακεῖσθαι, κλῖναι κλινίδες κλινίδια, σκίμποδες, ἀσκάνται, στιβάδες, ἡμικύκλια, κλιντήρια, χαμεύνια, χαμεύνη, τὸ δὲ καλούμενον ἀνάκλιντρον ἐπίκλιντρον Ἀριστοφάνης ἔφη, τὸ δ’ἐνήλατον κλιντήριον. εἶτα φυλλάδες, πτερίδες, πόαι, τυλεῖα, κνέφαλα, προσκεφάλαια ὡς Δημοσθένης καὶ πολλοί. καὶ ποτίκρανον δ’οἱ κωμικοὶ τὸ προσκεφάλαιον τὸ ὑπηρέσιον. ὑπαυχένιον. ἀμφίταποι · εἰσὶ δ’οἱ ἐξ ἑκατέρου δασεῖς, ὡς τάπητες οἱ ἐκ θατέρου.
6.10ὑπαγκώνια στρώματα, περιστρώματα ὑποστρώματα ἐπιβλήματα, ἐφεστρίδες ἀμφιεστρίδες χλαῖναι, ἐπιβόλαια δάπιδες τάπιδες ψιλοδάπιδες, ξυστίδες χρυσόπαστοι, ὡς Εὔβουλος ταῖς ξυστίσιν ταῖς χρυσοπάστοις στόρνυται. τὸ δ’ἀγγεῖον ἐν τὰ στρώματα ἐνῆν κοίτην ὠνόμαζον · τὰ δ’εἰς κοίτην στρώματα ἐνεύναια λέγουσιν. ὅτι δὲ καὶ πτίλοις τὰ κνέφαλα ἀνεπλήρουν, Εὔβουλος ἐν Ἀγχίσῃ διδάσκει · καὶ πτερωτὰ καὶ πτιλωτὰ προσκεφάλαια ὀνομάζουσιν.
6.11καυνάκας δέ τινας πορφυροῦς ἐπὶ στρωμάτων Μένανδρος ὠνόμασεν. τὰς δ’ἐγκοιμητηρίας ψιάθους χαμευνίας ὠνόμαζον. μὲν οὖν συνιστὰς τὸ συμπόσιον ἑστιάτωρ, ἑστιῶν, ξενίζων, συμποσίαρχος, συμποσίου ἄρχων, τῆς συνουσίας ἡγεμών · γὰρ οἰκοδέγμων τραγικόν. καὶ ἄλλως δὲ καλεῖται συμποσίαρχος ἐν ἰσοτελεῖ τινὶ κοινωνίᾳ κατὰ κλῆρον κατὰ δόγμα προαιρεθεὶς τοῦ συμποσίου ἐπιμελητής. εἴποις δ’ἂν τὸν ἑστιάτορα καὶ ἑστιοῦχον κατ’Ἀριστοφάνην.
6.12οἱ δὲ συγκληθέντες δαιτυμόνες δαιταλεῖς, ἐπίκλητοι σύγκλητοι κλητοί, συμπόται, σύνδειπνοι. ἄκλητοι, οὓς ἀνεπαγγέλτους Κρατῖνος καλεῖ. ἀσύμβολοι, ἀπὸ συμβολῶν, ἀφ’ὧν οἱ Ἀττικοὶ μακρὰς διδόναι συμβολὰς ἔλεγον ἀντὶ τοῦ μεγάλας. καὶ προκλίτης μὲν τῆς ἑστιάσεως πρωτοστάτης, δὲ παρακατακείμενός τινι συμπότης συγκλίτης παρακλίτης · σύγκλινον δὲ Μένανδρος λέγει. ὁμοτράπεζος συντράπεζος, ὁμόσιτος σύσσιτος, ὁμόδειπνος.
6.13 δὲ φροντίζων τῆς ὑπηρεσίας ἁπάσης τραπεζοποιός. δ’ὑπηρεσία παῖδες, οἰνοχόοι, τραπεζοκόμοι, τομεῖς, μάγειροι, ὀψοποιοί, ὀψαρτυταί. καὶ τὸ μὲν μαγειρεῖον ὀπτανεῖον, τὰ δ’ἀρτύματα ἡδύσματα. ἵνα δ’ἔγκειται τὰ τῶν ἡδυσμάτων ἀγγεῖα, κυψέλη · ἵνα δὲ τὰ ὄψα, κίστη ὀψοφόρος κίστη δειπνοφόρος.
6.14ἵνα δ’ οἶνος, λάγυνος, πυτίνη, ἀσκός, κρατήρ, προχοίδιον, κάδος καδίσκος κρωσσός βῖκος, ὡς Ξενοφῶν, κεράμιον, ἀμφορεύς ἀμφορίσκος, σταμνίον, ἀγγεῖον οἰνοφόρον ὑάλου κεράμου πεποιημένον, πίθος πιθάκνη · Ὑπερείδης δὲ καὶ πιθάκνιον εἴρηκεν. εἰ δὲ καὶ Ἀριστοφάνης ὠνόμασεν ὕρχας οἴνου, δηλοῖ μὲν λέξις τῷ βίκῳ προσεοικὸς κεράμιον, ἔστι δ’Αἰολικὸν τοὔνομα.
6.15τὰς δ’ἀποθήκας τοῦ οἴνου Ξενοφῶν μὲν οἰνῶνας εἴρηκεν, Εὔπολις δὲ πιθῶνας. κρατῆρες δ’ μὲν πρῶτος Διὸς Ὀλυμπίου καὶ Ὀλυμπίων θεῶν, δὲ δεύτερος ἡρώων, δὲ τρίτος Διὸς σωτῆρος τελείου, ὅτι καὶ τὰ τρία πρῶτος τέλειος ἀριθμός. καὶ μὲν οἶνος πόμα καὶ πῶμα καὶ ποτόν, ἡδύς, ἐπαγωγός, γλυκύς, αὐστηρός, μελιηδής, ἀνθοσμίας, Θάσιος, Χῖος καὶ τούτου ἄριστος Ἀριούσιος, Μενδαῖος, Μενδήσιος, Ἰσμαρικός, Λέσβιος, Πεπαρήθιος, Χαλυβώνιος, Πράμνειος, Μαρωνείτης ·
6.16οὔπω γὰρ οἱ παλαιοὶ τὸν Ἰταλιώτην ᾔδεσαν ἀκριβῶς, ἐπεὶ οὐκ ἔστιν ὅντινα ἂν τούτου προύθεσαν. καί που γλυκὺς καὶ Πόλλιος · ἔστι μὲν ἐκ Συρακουσῶν, Πόλλις δ’αὐτὸν Ἀργεῖος πρῶτος ἐπεσκεύασεν, ἀφ’οὗ καὶ τοὔνομα, ἀπὸ τοῦ Συρακουσίων βασιλέως Πόλλιδος, ὡς Ἀριστοτέλης λέγει. καὶ σίραιον δ’ἐκάλουν τὸν ἐκ γλεύκους ἡψημένον γλυκύν, καὶ Θήραιον τὸν ἐκ Κρήτης.
6.17ἦν δέ τις καὶ μυρίνης οἶνος, μύρῳ κεκραμένος · οἱ δὲ τὸν γλυκὺν οὕτως οἴονται κεκλῆσθαι. καὶ μελίκρατον δέ, τὸ νῦν οἰνόμελι. που δὲ καὶ τὸ νῦν ἕψημα ὀνομαζόμενον, ὅπερ ἐστὶν οἶνος ἐξηψημένος εἰς γλυκύτητα · καὶ τοῦτ’ἄν τις οἴοιτο εἰρημένον ἐν τῇ τοῦ Πλάτωνος τοῦ κωμικοῦ Συμμαχίᾳ, τὸ γὰρ ἕψημά σου γευόμενος ἔλαθον ἐκροφήσας. καὶ πρότροπος δ’ἦν τις οἶνος, πρὶν ἀποθλίβεσθαι ἐκρυείς. δὲ φαῦλος οἶνος δευτερίας, ἐξεστηκώς, ἐντροπίας ὀξίνης ὀξώδης · μέντοι δευτερίας καὶ τρυγηφάνιος ἐκαλεῖτο.
6.18τὸν δ’οἶνον καὶ τρύγα ἐκάλουν ὡς Κρατῖνος ἐν Ὥραις · ἀλλ’ἦν ὅτ’ἐν φώσωνι τὴν ἴσην ἔχων μετ’ἐμοῦ διῆγες, οἴναρον ἕλκων τῆς τρυγός. αὐτίτης δ’οἶνος ἐπιχώριος, σακκίας δ’ διυλισμένος καὶ σακτὸς παρ’Εὐπόλιδι. τὸ δὲ τρῖμμα πόμα ἦν μετ’ἀρωμάτων παρὰ τοῖς νέοις κωμικοῖς. ἐπῄνουν δ’οἶνον τὸν τρία φέροντα, τουτέστιν ὕδατος τὸ τριπλοῦν · Ὅμηρος δὲ ἓν δέπας ἐμπλήσας ὕδατος δ’ἀνὰ εἴκοσι μέτρα.
6.19ὅτῳ δ’ οἶνος ἀρύεται, ἀρυστήρ ἀρύστιχος, ἔφηβος, οἰνήρυσις, κοτύλη, λεπαστή, οἰνοχόη, κύαθος, ὅτῳ δὲ διηθεῖται, ὑλιστὴρ καὶ σάκκος καὶ τρύγοιπος. καὶ σίφωνα μέν, ὅτῳ ἐγεύοντο, Ἱππῶναξ εἴρηκεν, σίφωνι λεπτῷ τὸ ἐπίθημα τετρήνας, σιφωνίζειν δ’Ἀριστοφάνης. καὶ ἀπὸ μὲν τοῦ πίνειν πότης συμπότης, ποτικὸς ποτίστατος, συμποτικός συμποτικώτατος, καὶ πότις γυνὴ παρὰ Φρυνίχῳ τῷ κωμικῷ. προπίνειν διαπίνειν, διαμιλλᾶσθαι ἐν πότῳ, ἐκπίνειν ὑποπίνειν καὶ ὑποψακάζειν λέγουσι φιλοποτεῖν, καταπίνειν ·
6.20ἤδη δὲ τοῦτο καὶ ἐπὶ τροφῆς ἔνιοι λέγουσιν, Αἰσχίνης δὲ καὶ τὴν οὐσίαν ἔφη κατέπιεν. καὶ λύχνον δὲ πότην Ἀριστοφάνης ἔφη. φιλοπότης δὲ καὶ, ἀκρατοπότης ἀκρατοπώτης, ὑδροπότης, ὑδροπώτης, φιλοποσία, ἀκρατοποσία ἀκρατοπωσία, ὑδροποσία ὑδροπωσία, φαρμακοποσία. ἀπὸ τοῦ πιεῖν συμπιεῖν ἐκπιεῖν ἀκρατοποτεῖν ὑδροποτεῖν κλεψιποτεῖν. μετριοποτίστατος · τὸ γὰρ ἁπλοῦν μετριοπότης εὐτελές. γαλακτοπόται γαλακτοποσία · εἴποις δ’ἂν καὶ συμποτικὰς τύχας. ποτικῶς συμποτικῶς.
6.21ἀπὸ δ’οἴνου ἐρεῖς φίλοινος φιλοινία, καὶ πάροινος παροινία παροίνως παροινῆσαι. ἔξοινος, οὐ μέντοι καὶ ἐξοινία οὐ δὲ ἐξοίνως, ἴσως δ’ἐξοινῆσαι, διῳνωμένος δὲ καὶ κατῳνωμένος ὡς Πλάτων, καὶ ᾠνωμένοι ὡς Κρατῖνος δύσοινος, καὶ οἰνόφλυξ οἰνοφλυγία οἰνοφλυγεῖν, καὶ οἰνομάχλη. ἀπὸ δ’οἴνου καὶ οἰνάνθαι αἱ ἄμπελοι καὶ οἴναρα τὰ φύλλα, καὶ οἰνόπτης τὸν οἶνον ἐπιβλέπων ·
6.22οὗτος δὲ καὶ λύχνους καὶ θρυαλλίδας παρεῖχε, καὶ τὴν ἐξ ἴσου πόσιν ἐφεώρα. καὶ οἰνοπότης, καὶ οἰνοπότις γυνὴ ὡς Ἀνακρέων εἶπεν, καὶ οἰνοποτῶν, ὅπερ Ὅμηρος, εἴρηκεν οἰνοποτάζων. καὶ πολυοινότατον χωρίον ὡς Θουκυδίδης, καὶ ἄμπελοι ἡδύοινοι ὡς Ξενοφῶν, καὶ εὔοινοι δέ · τὸ γὰρ οἰνίζεσθαι ἐπὶ τῶν τὸν οἶνον ὠνουμένων δεινῶς ποιητικόν. δ’οἰνιστήρια οἴνου δόσις ὑπὲρ τῶν παίδων ἐν τοῖς φράτερσιν. οἰνιὰς δὲ καὶ οἰνὰς ἀγρία περιστερά, καὶ οἰνοῦττα μᾶζα οἴνῳ δεδευμένη.
6.23καὶ οἰναγωγὸν πλοῖον παρὰ Κρατίνῳ, καὶ οἰνηρὸς θεράπων παρὰ Ἀνακρέοντι, καὶ παρὰ Κρατίνῳ οὐ δ’ὀξύβαφον οἰνηρὸν ἐπικεκτήσεται. καὶ Αἰσχύλος μήποτε κρωσσούς μήτ’οἰνηροὺς μήθ’ὑδατηρούς λιπεῖν ἀφνεοῖσι δόμοισιν. ἔστι δ’εἰπεῖν ἐπανέπλει τὸ ποτὸν καὶ ἐπανῄει. καὶ ἄκρατος οἶνος, ἀμιγὴς πρὸς ὕδωρ, ἄμικτος. ἄκρατον σπάσαι. κεκραμένος, εὔκρατος εὔκρας εὐκραής, εὐκέραστος.
6.24αὐτόκρας μηδεμιᾶς προσθήκης δεόμενος, καὶ αὐτοκέρας καὶ αὐτόκρατον · καὶ νεόκρατον καὶ νεόκρας νεωστὶ κεκραμένος. καὶ ἀκρατότερος, καὶ ὡς Ὑπερείδης ἀκρατέστερον. ἔστι δὲ καὶ τὸ ἀκρατίσασθαι παρὰ τοῖς παλαιοῖς, ὡς παρ’Ἀριστοφάνει. τί τὸ κακόν; ἀλλ’ κοκκύμηλ’ἠκρατίσω; καὶ κεράσασθαι μίξασθαι συγκεράσασθαι. καὶ κεραννύναι καὶ ἐκεράννυτο · τὸ γὰρ ἐκίρνα καὶ κιρνάναι ποιητικώτερον, ὥσπερ καὶ κιρνάς ·
6.25οἱ δὲ πεζοὶ λέγουσι κεραννύς. ἀκρατοπότηςτε Ἡρόδοτος ἔφη, καὶ ἀκρατοκώθωνας Ὑπερείδης, οὐ μὴν ἐπαινῶ τοὔνομα. μέντοι ἀναγαργαρίσασθαι οἱ νῦν λέγουσιν, ἀνακογχυλίσασθαι ἔλεγον, τὸ ἀνακλύσασθαι τὴν φάρυγγα · Πλάτων δ’ κωμικὸς φησὶν · ἀνακογχυλιαστὸν ἐχθοδοπόν τι σκευάσω. ἀμυστὶ πίνειν, ἀμυστίζειν, χανδὸν πίνειν. Θρᾳκία πρόποσις, Σκυθικὴ πόσις. ὑποβεβρέχθαι, διαθερμαίνεσθαι, σεσεῖσθαι. μέθη μεθύειν μεθύσκεσθαι μεθυστικός, δὲ γυνὴ μεθύση, καὶ μεθύστρια παρὰ Θεοπόμπῳ τῷ κωμικῷ ·
6.26 γὰρ μέθυσος ἐπὶ ἀνδρῶν Μενάνδρῳ δεδόσθω. ἐπὶ δὲ τῶν μεθυόντων ἔλεγον τὸ μασχάλην αἴρειν, ὡς τοῦτο ἔθος ὂν τοῖς ἐν μέθῃ · διὸ καὶ Ὅμηρον προειπεῖν χεῖρας ἀνισχόντες γέλῳ ἔκθανον. κραιπάλη κραιπαλᾶν, ἑωλοκρασία. νήφειν, νηφαλίως ἔχειν, νηφαντικὸν εἶναι · τὸ γὰρ νηφαλιεύειν τὸ νηφάλια θύειν ἔλεγον, ὅπερ ἐστὶ τὸ χρῆσθαι θυσίαις ἀοίνοις, ὧν τὰς ἐναντίας θυσίας οἰνοσπόνδους ὠνόμαζον. ἔπινον δέ, ὡς οἱ νῦν, τὸ συνέπινον καὶ ποτοὺς, ἐποιοῦντο Ξενοφῶν ἔφη · οἱ δὲ Μῆδοι καὶ ἔπινον καὶ ηὐλοῦντο. Κρατῖνος μέντοι τὸν οἶνον μάρωνα εἴρηκεν · οὔ πώ πιον τοσοῦτον οὐ δὲ πίομαι μάρωνα.
6.27ἔστι δ’εἰπεῖν ἑστιάτωρ λαμπρός, μεγαλοπρεπής, φιλόξενος, εὔξενος δημοτικός, εὐτράπεζος, καθαρειότητι χαίρων γὰρ καθάρειος ἰδιωτικόν, καίτοι τὸ καθαρείως παρὰ Ξενοφῶντι εἴρηται διηκριβωμένος, εὐδίαιτος, μεγαλόφρων, φιλοφροσύνης γέμων, εὐάρμοστος, φιλοπροσήγορος, πανηγυρικὸς τὸ ἦθος, ἁβρόβιος ἁβροδίαιτος. τοὺς δ’ἐναντίους τρυσιβίους ὠνόμαζον, κακοβίους, μικροπρεπεῖς, ἀνελευθέρους.
6.28περὶ δὲ συμπότου δεξιός, συμποτικὸς, ἀστεῖος, ἐπιεικής, εὐαρμόνιος, ἐπιδέξιος, ἐμμελής, εὔμικτος εὐεπίμικτος, ἀξιοκοινώνητος κοινωνικός, συνουσιαστικός, ἐξομολογητικός, φαιδρός, σπουδαῖος. ἵλεως, εὐμενής φιλόγελως, φιλοπαίγμων καὶ φιλοπαίσμων, φιλόφρων, αὐτάρκης ὀλιγοδεής, ὀλιγόσιτος, νήφων, μετριόσιτος.
6.29 δ’ἐναντίος σκαιός, ἐκμελής, ἄγροικος, ἄμικτος, εἴρων, ἀλαζών, ὑπεροπτικός, ὑπέρφρων, βαρύς, φορτικός, ἐπαχθής, κομπαστής κομπώδης, περισπούδαστος περίσπουδος ὑπέρσπουδος κατεσπουδασμένος, ἐπισκυθρωπάζων, πεπλασμένος καταπεπλασμένος, σχηματοποιούμενος, φιλοσκώμμων, γελοιαστής τωθαστής τωθαστικός, καγχαστής, ἄπληστος, συρφετώδης, χαῦνυς, πάροινος ἔξοινος, ὑγρός, σφαλερός, δυσόργητος, μεθύων, κραιπαλῶν, παράφορος, λάλος, λῆρος, φλύαρος, κυλικηγορῶν.
6.30ἔστι δ’ἀπὸ οἴνου σπονδή, σπεῖσαι ἀποσπεῖσαι ἐπισπεῖσαι, ἀπόσπονδος ἄσπονδος ἔνσπονδος ὁμόσπονδος ἡμίσπονδος ἐνσπονδότατος ἀσπονδότατος, σπονδῶν καὶ κρατήρων μετασχών, παράσπονδος παρασπονδεῖν, σπονδὰς ἀναιρεῖν. πρόποσις, φιλοτησία. σπονδαρχεῖν τὸ προπίνειν φιλοτησίας. τὰς κύλικας ἐν κύκλῳ περιελαύνειν, πυκνὸν ὑποψεκάζειν.
6.31καὶ πότος μεταδόρπιος, καὶ κύλιξ μετανιπτρὶς ἐπὶ πᾶσιν · εἴποις δ’ἂν τὴν αὐτὴν καὶ ἐπινιπτρίδα. ἐπικωθωνίζεσθαι δὲ τὸ περαιτέρω πίνειν Κριτίας λέγει. καὶ μὲν πιεῖν ἐπιθυμῶν διψαλέος καὶ διψῶν, καὶ τὸ πρᾶγμα δίψα καὶ δίψος, καὶ τὸ ῥῆμα διψῆν · δὲ φαγεῖν ἐθέλων πεινῶν, καὶ τὸ πρᾶγμα πείνη, καὶ τὸ ῥῆμα πεινῆν. Πλάτων δ’ κωμικὸς καὶ κεναγγίαν εἴρηκεν, Ξενοφῶν δὲ βούλιμον. καὶ Ἀριστοφάνης τὸν Πειραιᾶ μὴ κεναγγίαν ἄγειν.
6.32 δὲ τροφὴ ἄρτοι κρέα, ἄλφιτα μᾶζα, ὄψα, σῖτα σιτία, ἐδέσματα, βρώματα. καὶ ἀπὸ μὲν τροφῆς θρέψαι τραφῆναι, τροφεύς, εὔτροφος ἔντροφος σύντροφος, τροφός τρόφιμος, παρατρέφεσθαι συντρέφεσθαι ἀποτρέφεσθαι ὑποτρέφεσθαι. ἀπὸ δ’ἄρτου ἀρτοποιός ἀρτοκόπος, κανοῦν ἀρτοφόρον, ἀρτοσιτεῖν. ἄρτοι ζυμῆτες ζυμῖται καὶ ἄζυμοι · Πλάτων γὰρ τῷ ὀνόματι τούτῳ κέχρηται, οὐκ ἐπὶ ἄρτου μέν, κέχρηται δ’οὖν.
6.33ἄρτοι ὀβελίαι, ἄρτοι κριβανῖται, ἄρτοι καχρυδίαι, ἄρτοι ἀπυρῖται. τῶν δ’ἄρτων οἱ ψωμοὶ καλοῦνται ἐνθέσεις. καὶ τὸ ψωμίζειν δ’ἀπὸ τῶν ψωμῶν, ὡς Ἀριστοφάνης φησίν μὴν παιδίον κατέκλινεν, δ’ἔλουσεν, δ’ἐψώμισεν. ἀπὸ δὲ κρεῶν, ὡς Ξενοφῶν κρεαδίων, κρεωφάγος κρεωφαγία, κρεανομία, κρεωσιτεῖν, κρεωπῶλαι κρεωπωλεῖν. ἥμερα κρέα, θήρεια κρέα σύεια, χοίρεια, ὀρνίθεια, πολυπόδεια, περδίκεια, λαγῶα. σχελίδες λαγωῶν, τεμάχια κρεῶν. κρεωδαίτης δ’ διατέμνων, ὃν καὶ μάγειρον καὶ ἄρταμον ἔνιοι καλοῦσιν ·
6.34ἔστι δὲ καὶ παρὰ Λακεδαιμονίοις ἀρχή τις κρεωδαίτης. ἀπὸ δὲ σιτίων σῖτα σιτία, σιτεῖσθαι σιτούμενος σίτησις, σιτηρέσιον κακόσιτος ἀπόσιτος φιλόσιτος ἄσιτος εὔσιτος, σιτοφάγος, σιτικός, πολύσιτος ὀλιγόσιτος μετριόσιτος, σύσσιτος συσσιτεῖν, ἀείσιτος, ἐπίσιτις ἐπισιτισμός, παρασιτεῖν καὶ παρὰ τοῖς νεωτέροις παράσιτος ἔστι δὲ καὶ παρὰ τοῖς παλαιοῖς τοὔνομα, οὐ μὴν ἐφ’οὗ νῦν, ἀλλ’ἱερᾶς ὑπηρεσίας τοὔνομα, ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενος ·
6.35καὶ ἀρχεῖόν τι Ἀθήνησι παρασίτιον καλούμενον, ὡς ἐν τῷ νόμῳ τοῦ βασιλέως ἔστιν εὑρεῖν. ἐπὶ μέντοι τοῦ παρασιτεῖν κατὰ λιχνείαν κολακείαν πρῶτος Ἐπίχαρμος τὸν παράσιτον ὠνόμασεν, εἶτα Ἄλεξις.
6.36Ὅμηρος δ’αὐτὸν εἰλαπιναστὴν λέγει · ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής. κακοσιτία, ἀποσιτία, σπανοσιτία, ἀσιτία, συσσιτία, συσσίτιον, οἰκοσιτία οἰκόσιτος σιτοδοτεῖν, σιτοδόκη σιτίζειν. παῖδας σιτευτοὺς Ξενοφῶν ἔφη. ἀποσυσσιτεῖν. σιτομέτρης γὰρ καὶ σιταγωγὰ πλοῖα καὶ σιτηγοῦντες καὶ σιτοφύλακες καὶ τὰ τοιαῦτα οὐκ ἀπὸ σιτίων ἀλλ’ἀπὸ σίτου ὠνόμασται, ὡς καὶ τὸ ἐσιτοῦντο παρὰ Θουκυδίδῃ. καὶ σιτηρέσιον, καὶ σιτοδεία.
6.37ἀπὸ δ’ἀλφίτων ἀλφιτοσιτεῖν, ἀλφιτοποιία, ἀλφίτια ὡς Ὑπερείδης, ἄλφιτα δεύσασθαι, μᾶζαν μάξασθαι, ἀλφιτοπωλητήρια, καὶ γυνὴ ἀφιτοπωλήτρια. ἀπὸ δ’ὄψων ὀψωνεῖν, ὀψοφάγος ὀψοφαγεῖν, ὀψοφαγίστατος κατοψοφαγεῖν, ὀψοφαγία ὡς Αἰσχίνης, ὀψοποιός, ὀψαρτυτὴς ὡς Ὑπερείδης ὀψοποιούμενος ὡς Δημοσθένης.
6.38καὶ τόπος Ἀθήνησιν, ἀφ’οὗ φασὶν ἀπῆλθον εἰς τοὖψον. Κριτίας δὲ καὶ ὀψωνίας καὶ ὀψωνεῖν ἔφη, τὸ δὲ ὀψωνεῖν καὶ ὀψονομεῖν ὠνόμασεν Θουγενίδης δ’ἔφη ᾔτησεν εἰς ὀψώνιον τριώβολον. παμπόνηρον δ’ Μενάνδρου ὀψωνιασμός. Ἄλεξις δ’εὐοψίαν εἶπεν. ἀπὸ δ’ἐδεσμάτων ἔδειν ἔδεσθαι ἐδόμενος ἐδόμεθα, ὀδόντες · ἀπὸ τούτου γὰρ πεποίηνται, οἷον ἔδοντές τινες, οἱ ὀδόντες.
6.39θριπηδέστατον, κατεδήδεστο, τὰ πατρῷα κατεδηδοκώς. ἀπὸ δὲ βρωμάτων βιβρώσκειν διαβιβρώσκειν καταβιβρώσκειν, βρωτικώτερον. χῆνας ἡμιβρώτους φησὶ Ξενοφῶν · καὶ Ὑπερείδης τὰ ὄντα καταβέβρωκεν φησὶν ἀντὶ τοῦ κατεδήδοκεν. ἄβρωτος δ’ νῆστις παρὰ Σοφοκλεῖ, καὶ ἀβρωσία ἀσιτία. κοινὸν δὲ κατὰ πάντων ἐσθίειν, φαγεῖν, φαγών καταφαγών, ἐσθίων κατεσθίων, ἐπιφαγεῖν οὕτω δ’ἔλεγον τὸ ἐπὶ τῷ ἄρτῳ ὄψον ἐπεσθίειν ἐξέφαγεν.
6.40Μεταγένης δὲ καὶ λαθροφαγεῖν που λέγει. παμπόνηρον δὲ καὶ τὸ παρὰ Μυρτίλῳ τῷ κωμικῷ καταφαγάς, κἂν Αἰσχύλος αὐτὸ προειρηκώς. ἐκ δὲ τούτων ἂν εἴη καὶ κραδοφάγος · τὸν δὲ ἄγροικον οὕτως ἐκάλουν, ἐπεὶ κράδαι τὰ φύλλα τῶν συκῶν. δυσχερὲς γὰρ σκατοφάγος. γαλακτοφάγοι, ἀνδροφάγοι, βαλανηφάγοι βαλανηφαγεῖν. τάχα δὲ καὶ τὸ ἐντραγεῖν ἐπιτραγεῖν συκοτραγεῖν.
6.41 δὲ περὶ τροφὴν ἄπληστος ἀκόρεστος, ὡς ταχέως κορεσθεὶς ἁψίκορος. καὶ κακόσιτος δέ, καὶ ἀπόσιτος ἀπεστραμμένος ἀπὸ σιτίων, ὡς ἄπιχθυς παρ’Ἀριστοφάνει ἰχθύων ἄγευστος. οὗτος δὲ καὶ τὴν ἀσιτίαν ἀπαστίαν ὠνόμασεν. δ’ἀπλήστως εἰς κόρον ἐσθίων ἀδδηφάγος, ἄδδην ἐσθίων. πολύσιτοι ὀψοφάγοι.
6.42καὶ ἐρέπτειν ἔλεγον τὸ συντόνως ἐσθίειν. ἄχρι κόρου, πέρα κόρου. γάστρις, γαστριζόμενος, γαστρίζειν ὑπογαστρίζειν, γαστρίμαργος γαστριβόρος, γαστριμαργία, λίχνος λιχνεία, λαίμαργος λαιμαργία, τένθης τενθεία, δεινὸς φαγεῖν καὶ ἀγαθὸς φαγεῖν. καὶ φαγέσωρον δὲ τὸν ἄπληστον οἱ κωμικοὶ ὠνόμαζον, καὶ τὴν τοῦ τοιούτου γαστέρα φαγεσωρῖτιν φαρμακίτην.
6.43τὸ δὲ χορτάζειν Ἀριστοφάνης εἴρηκε, καὶ τὸ χορτάζεσθαι Ἀραρώς, Ἀναξανδρίδης δὲ καὶ χορτασμόν. καὶ κάβαισον δ’ἐκάλουν τὸν περὶ τὴν τροφὴν ἄπληστον, ὥσπερ οἱ νῦν τὸν πολυπότην πίθον · κάβος γὰρ σίτου μέτρον. δὲ μέγας ψωμὸς ἐκαλεῖτο Θετταλικὴ ἔνθεσις. καὶ τὸ μὲν πιεῖν ἐθέλειν διψῆν, τὸ δὲ φαγεῖν βούλεσθαι πεινῆν.
6.44τὴν μέντοι ὑπὸ πλήθους τροφῆς δυσχέρειαν, ἐκ τοῦ μὴ πέψαι τρῖψαι τὰ σιτία, ἀπεψίαν μὲν οἱ πολλοί, σὺ δ’ὀξυρεγμίαν ἂν λέγοις. τὸ δ’ἐπὶ τῷ κόρῳ δυσχεραίνειν βδελυγμίαν Ξενοφῶν καλεῖ. τῇ σκιᾷ δ’ἐτεκμαίροντο τὸν καιρὸν τῆς ἐπὶ δεῖπνον ὁδοῦ, ἣν καὶ στοιχεῖον ἐκάλουν · καὶ ἔδει σπεύδειν, εἰ δεκάπουν τὸ στοιχεῖον εἴη, τὰ δὲ βρώματα, ὅσα παρὰ τοῖς παλαιοῖς ἔστιν εὑρεῖν, ῥαφανίς, δρυπέπεις ἐλᾶαι, ἁλμάδες καὶ νηκτρίδες, τὰς δὲ κοτινάδας ἐλάας στραβήλους ὠνόμασε Φερεκράτης ·
6.45ἐκαλοῦντο δ’αὗται καὶ φαύλιαι. ἃς δ’οἱ νῦν θλαστάς, ταύτας πυρῆνας οἱ κωμικοί · καὶ θλαστὰς δ’ἐλάας ἐν Νήσοις ἂν εὕροις Ἀριστοφάνους. θέρμους δ’Ἄλεξις εἴρηκεν · τοὺς θέρμους φαγών ἐπὶ τῶν προθύρων τὰ λέμμαθ’ὁτιὴ κατέλιπεν.
6.46κοκκύμηλα τῶν ἀποθέτων. συκάμινα · ταῦτα δὲ καὶ μόρα Αἰσχύλος ὠνόμακεν, τὰ ἄγρια οὕτως ὀνομάσας τὰ ἐκ τῆς βάτου. τάχα δ’ἄν τις καὶ κεράσια φαίη, κέρασον τὸ δένδρον ἐν τῷ περὶ φύσεως Ξενοφάνους εὑρών. χόνδρος, κῶνοι, μαλάχη, θριδακίνη, κινάρα · οὕτω γὰρ παρὰ τοῖς Δωριεῦσι ποιηταῖς ἔστιν εὑρεῖν καλουμένην τὴν ἄκανθαν.
6.47σικὺς καὶ σικυὸς πέπων, ὃν καὶ σπερματίαν ὠνόμαζον. τήθη, κογχύλια, ὄστρεα, πορφύραι, κήρυκες, κάραβος, ἀστακός, χῆμαι, κόγχαι, κτένες, τευθίδες. πολυπόδεια κρέα πλεκτάναι, σηπίαι σηπιδάρια. ἐχῖνοι θαλάττιοι · ἔνιοι δὲ καὶ σπάταγγας καλοῦσιν ἐχίνων τι εἶδος. μήτρα, τέμαχος, συῶν πόδες. μῆλα τῶν Ἑσπερίδων, μῆλα τῶν ὡραίων, κυδώνια μῆλα ὡς Ἀριστοφάνης οὐχ ἁπλῶς κυδώνια καὶ φαύλια δὲ μῆλά τινα ὠνόμαζον.
6.48σῦκα τῶν χλωρῶν. τυροῦ τροφαλίς, τυρὸς χλωρός · τὸν δὲ ξηρὸν ἰσχνὸν ἔλεγον. γὰρ ὀξερίας τυρὸς εἴρηται μὲν ἐν τῇ κωμῳδίᾳ, Σικελικὸν δὲ τὸ ἔδεσμα. ταρίχη Ποντικά, ταρίχη Φρύγια, ταρίχη Αἰγύπτια, ταρίχη Σαρδῷα, ταρίχη Γαδειρικά. ὡραῖα τεμάχη σκόμβρων, κεστρίνων, κύβων, θυννίδων. θύννοι, κολίαι, σαπέρδαι, λεβίαι, μύλλοι. Ἀριστοφάνης δὲ καὶ ταρίχιόν που λέγει. καὶ οὐδετέρως μὲν τὸ τάριχος οἱ Ἀττικοί, Ἴωνες δὲ καὶ Δωριεῖς ἀρρενικῶς καὶ τῶν Ἀττικῶν ἐν Διονυσαλεξάνδρῳ Κρατῖνος δὲ ταρίχους Ποντικούς.
6.49καὶ τιλτὸν δὲ τάριχος τὸ λεπιδωτὸν ἐκάλουν, ὡς Πλάτων κωμικός καὶ περιιὼν γ’ἅμα. τιλτὸν τάριχος ἐπριάμην τοῖς οἰκέταις. Ἀριστοφάνης δὲ τὸν σαπέρδην ἀποτῖλαι χρή κἆτ’ἐκπλῦναι καὶ διαπλῦναι. ἔξεστι δ’εἰπεῖν ἥπατα σεσυκασμένα, ἥπατα συῶν σεσυκοτραγηκότων, χηνείων ἡπάτων. ἰχθῦς ἐκ ταγήνου, ἰχθῦς ἐξ ἅλμης · οὕτω γὰρ ἐκάλουν τὸν ἰχθύων ζωμόν.
6.50τρίγλη, σκάρος, λάβραξ, μύραινα, κεστρεύς, χρύσοφρυς, γόγγρος, μελάνουρος, ἀνθίας, σφύραινα · ταύτην δὲ καὶ κέστραν ὠνόμαζον · τῶν δὲ κεστρέων τοὺς νήστεις ἐπῄνουν. τράχουρος, ξιφίας, ἀμία, κάλλιχθυς, ὀρφός τὸ Ἀττικώτερον ὀρφώς, φάγρος, σκορπίος, κίθαρος, βατίς, θυννίς, θύννος, γλαῦκος, συνόδους, κίχλη, ἔλλοψ, σάλπη, γαλεός, ἐγχέλεις οὕτω γὰρ κατὰ πλῆθος ἐξέφερον, καίτοι ἐπὶ τῆς μιᾶς ἔγχελυν ἔλεγον ἀφύαι, ψῆτται, μαινίδες, ἀκαλήφη, καρίδες, μεμβράδες, κωβιοί, νάρκα, φυκίδες.
6.51καὶ ἑψητῶν δὲ λοπὰς εὐτελές τι βρωμάτιον ἦν, ὥσπερ καὶ τριχίας. εἴποις δ’ἂν ὀστέων κελύφη, καὶ καράβων ὄστρακα, καὶ ἰχθύων λέπη καὶ λεπίδας καὶ λέμματα, καὶ ἀκάνθας καὶ βράγχια καὶ ἔγκατα καὶ σάρκας, καὶ κρανίον γλαύκου, ὅπερ εὐδόκιμον ἦν.
6.52κωλῆνες ἑφθοί, ἀκροκώλια δίεφθα πλευρὰ δελφάκια, ἔριφοι, λαγὼ καὶ κρέα λαγῷα καὶ σχελίδες. κίχλαι, κόσσυφοι, σπινίδια, ἀλεκτρυόνες ἀλεκτορίδες, πέρδικες, γέρανοι, χῆνες, νῆτται, περιστεραί, φάτται, τρυγόνες, ταοί, ἀτταγαί, ἀμπελίδες, ἃς νῦν ἀμπελίωνας καλοῦσιν, φασιανικοὶ ὄρνιθες. ὑπογάστρια, οὔθατα, ἠτριαῖον δέλφακος, φῦσκαι, ἀλλᾶντες, χόλιξ καὶ χολίκια ὕεια, κωλῆνες τεταριχευμένοι, σχελίδες ὁλόκνημοι αἱ πέρναι, ἤνυστρον ·
6.53ἔστι δὲ γαστρίον ἡδυσμένον, καὶ τάκωνας ἔνιοι κεκλῆσθαι παρὰ Κράτητι νομίζουσι τῷ κωμικῷ μόνῳ καὶ ἅπαξ εἰρηκότι ἐν Θηρίοις οὐκ ἄρ’ἔτ’οὐδὲν κρέας, ὡς ὑμεῖς λέγετ’, οὐ δ’ὁτιοῦν ἐδόμεσθα, οὐ δ’ἐξ ἀγορᾶς, οὐ δὲ τάκωνας ποιησόμεθ’οὐ δ’ἀλλᾶντας. οἱ δ’οἴονται τοὺς τάκωνας ἐκ ταγήνου κρέας, στέατος τροχοὺς σὺν ἁλσὶ καὶ ξηροῖς ἡδύσμασι κοπέντας.
6.54πῦον, πυριάτη · Φιλιππίδης δ’ἐν Αὐλοῖς καὶ πυρίεφθα εἴρηκεν. ἀσφάραγος ἀκανθίας, ὄρμενος ἥμερος ἀσφάραγος · καὶ πᾶν δὲ τὸ ὑπερεξηνθηκός, ὅπερ ἐκκεκαυληκὸς καλοῦσιν, ὄρμενον ὠνόμαζον, καὶ τὸ ὑπέρωρον γενέσθαι ἐξορμενίσαι. ῥάφανος κράμβη. τὸ δ’ὄνομα τῆς κράμβης ἔστι μὲν καὶ παρ’Ἀριστοτέλει ἐν τοῖς περὶ ζῴων, ῥάφανος, ἣν καλοῦσί τινες κράμβην, ἄντικρυς δ’αὐτῷ κέχρηται Ἀντιφάνης ἐν Ἀγροίκῳ · κραμβίδιον ἑφθόν, χάριεν, ἀστεῖον πάνυ.
6.55γογγυλίδες · λέγουσι δὲ καὶ γογγύλας. βολβοί, τεῦτλα, κολοκύνται. αἱ μέντοι τῶν κρεῶν μερίδες ἰδέαι καλοῦνται, τὰ δ’ὀψίγονα τῶν ὑῶν μετάχοιρα. τὸ δὲ περιφέρεσθαι τὰς μερίδας περιφορὰν Ξενοφῶν ὠνόμασεν. τὸ δὲ δέρμα τοῦ χοίρου φορίνην καλοῦσι, τὸ δὲ κρέας ὑεικὸν ὡς καὶ βοεικόν. τὸ δ’ὀπτὸν κρέας φλογὶς ἐκαλεῖτο. Ἑρμοῦ δὲ κλῆρος πρώτη τῶν κρεῶν μοῖρα. τὰ μέντοι θνησείδια κρέα κενέβρια ἐκάλουν, ἐπανθρακίδας δὲ τὰ ἐπηνθρακωμένα ἰχθύδια.
6.56εἴποι δ’ἄν τις ζωμοὺς καρύκην καρυκεύματα, καταχύσματα, ἀβυρτάκην, παροψίδα · ἔστι δὲ καὶ τοῦτο ζωμοῦ τι εἶδος ὡς τινὲς μάζης, παρενθήκη τις ὄψου, οἱ νῦν ἂν εἴποιεν παροψημάτιον. καὶ πασταὶ δ’εἰσίν, ὡς Εὔπολίς φησι, ζωμὸς ἀλφίτων μέτα · Ἀριστοφάνης δέ φησι χορδαί, φῦσκαι, πασταί, ζωμός, χόλικες. μίμαρκυς δὲ κοιλία καὶ ἔντερα μεθ’αἵματος ἐσκευασμένα, μάλιστα δὲ λαγωῶν.
6.57 δὲ μέλας καλούμενος ζωμός, Λακωνικὸν μὲν ὡς ἐπὶ πολὺ τὸ ἔδεσμα, ἔστι δ’ καλουμένη αἱματία. τὸ δὲ θρῖον ὧδε ἐσκεύαζον. στέαρ ὕειον ἑφθὸν λαβὼν μετὰ γάλακτος μίγνυ χόνδρῳ παχεῖ, συμφυράσας δ’αὐτὰ τυρῷ χλωρῷ καὶ λεκίθοις ᾠῶν καὶ ἐγκεφάλοις, περιβαλὼν συκῆς φύλλῳ εὐώδει, ζωμῷ ὀρνιθείῳ ἐριφείῳ ἔνεψε, ἔπειτα ἐξελὼν καὶ τὸ φύλλον ἀφελὼν ἔμβαλε εἰς ἀγγεῖον γέμον μέλιτος ζέοντος.
6.58καὶ τὸ μὲν ὄνομα τῷ ἐδέσματι προσέθηκε τὸ φύλλον, δὲ μῖξις πάντα ἐξ ἴσου δέχεται, τῶν δὲ λεκίθων πλέον, ὅτι πηγνύουσι καὶ συνιστᾶσιν. οὐ φαῦλον δ’ἴσως παραθέσθαι καὶ τὴν Φερεκράτους λέξιν ποταμοὶ μὲν ἀθάρας καὶ μέλανος ζωμοῦ πλέον διὰ τῶν στενωπῶν τονθορυγοῦντες ἔρρεον […] φύσκαι δὲ καὶ ζέοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποταμοῖς σίζοντ’ἐκέχυτ’ἀντ’ὀστράκων.
6.59καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα, καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ, τεύτλοισίτ’ἐγχέλεια συγκεκαλυμμένα, σχελίδεςτ’ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκων, καὶ δίεφθ’ἀκροκώλια ἥδιστον ἀτμίζοντα, καὶ χόλιξ βοός, καὶ πλευρὰ δελφάκια ἐπεξανθισμένα χναυρότατ’ἐπέκειτο ἐπ’ἀμύλων καθήμενα. παρῆν δὲ χόνδρος γάλακτι καταμεμιγμένος ἐν καταχύτλοις λεκάναισι κἀμύλου τόμοι […] ὀπταὶ κίχλαι δ’ἐπὶ τοῖσδ’ἀνάβραστ’ἠρτυμέναι περὶ τὸ στόμ’ἐπέτοντ’ἀντιβολοῦσαι καταπιεῖν.
6.60αἱ δὲ περιτταὶ σκευασίαι ὀνθυλεύσεις καὶ μονθυλεύσεις ἐκαλοῦντο, ὡς παρὰ Μενάνδρῳ αἱ ὑποστάσεις, ζωμὸς παχὺς ἀμύλῳ πηγνύμενος. ἐκ δὲ βρωμάτων ἔστι καὶ τὰ ὄσπρια, καὶ χέδροπα ὠνόμαζον, ἔτνος, φακῆ, πισός Ἀριστοφάνης δὲ καὶ πληθυντικῶς λέγει τοὺς πισούς κύαμοι οἱ καὶ πύανοι, ἀφ’ὧν καὶ τὰ πυανέψια ἑορτή, κατέρικτα, κέγχροι, ὄρμενοι, σήσαμα, μελίναι, πτισάνη.
6.61Κρατῖνος δὲ καὶ χυλὸν πιεῖν εἴρηκεν · ἀλλ’εἴσιθ’εἴσω, καὶ πιοῦσα χυλὸν ἀναπαύου κακῶν. ἔλεγον δ’ἔτι καὶ ἐπίπαστα λείχειν · ἦν δ’ἔτνος, καὶ ἐπιπάττοντες ἀλφίτων λεπτῶν καὶ ἐλαίου ἤσθιον. καὶ πολφοὶ δέ τι ἐκαλεῖτο, μηρύματα ἐκ σταιτός, τοῖς ὀσπρίοις ἐνέβαλλον, ἀφ’ὧν ἔτι καὶ νῦν ὀνομάζεται παρά τισι τὸ πολφοφάκη.
6.62Ἀριστοφάνης δὲ τῶν πολφῶν μνημονεύει · πολφοὺς δ’οὐχ ἧψον ὁμοῦ βολβοῖς. εἴη δ’ἂν ἔτνους ἰδέα καὶ τὰ χίδρα · γίνεται δ’ἐκ πυροῦ χλωροῦ, ὃν χιδρίαν Ἀριστοφάνης καλεῖ. δ’αὐτὸς καὶ παλημάτιον ῥόφημά τι ὠνόμασεν · ἵν’ἐπαγλαΐσῃ τὸ παλημάτιον, καὶ μὴ βήττων καταπίνῃ. ἴσως δ’ἂν εἴη ἐκ παιπάλης, ἐστι τὸ λεπτότατον τοῦ ἀλεύρου. καὶ ἀθάρη δ’ἔτνος ἐκ πυροῦ. τὰ δὲ συγκεκομμένα λάχανα κνιστὰ ἐκάλουν, ὡς τὰ ἄγρια κιχόρια, καὶ ἰσχνὰ λάχανα τὰ λεπτά. οἱ κωμικοὶ δ’ὠνόμαζον τὰ περικόμματα καὶ χναύματα. τὰ δ’αὐτὰ καὶ νωγαλίσματα · ἀλλὰ τοῦτο ποιητικὸν ἐσχάτως.
6.63ἰστέον δ’ὅτι παρὰ τοῖς παλαιοῖς εὐδοκίμουν μύραινα ἐκ πορθμοῦ καὶ μύραινα Ταρτησσία, καὶ θύννος Τύριος, καὶ κεστρεὺς ἐκ Σκιάθου, καὶ ἔριφος ἐκ Μήλου, καὶ κόγχαι Πελωρῖναι, ὅθεν ἴσως καὶ αἱ νῦν καλούμεναι Πελωρίδες ὠνομάσθησαν, τεῦτλον ἐξ Ἄσκρης, μαινίδες ἐκ Λιπάρας, γογγύλαι ἐκ Μαντινείας, Μηθυμναῖοι κτένες, γαλεὸς ἐκ Ῥόδου, ψῆτται ἐξ Ἐλευσῖνος, ἀφύαι Φαληρικαί, τρίγλαι Αἰξωνικαί, ἐγχέλυες ἐκ Βοιωτίας αἱ Κωπᾷδες, ὡς ἐκ Σικελίας αἱ πλωταί, καὶ Θασία ἅλμη καὶ Θάσιαι ῥαφανῖδες, καὶ τυρὸς Κύθνιόςτε καὶ Σικελικός, καὶ ἅλες Τραγασαῖοι · λίμνη δ’αἱ Τραγάσαι Τρωικὴ πεδίον Ἠπειρωτικόν, ἀπὸ Τραγάσου, χαριζόμενος Ποσειδῶν τοὺς ἅλας ἔπηξεν.
6.64εἴποι δ’ἄν τις καὶ φρύττειν φρύττουσα · φρύγετρον τὸ ἐργαλεῖον. τὸ δ’αὐτὸ καὶ κοδομεύειν καὶ κοδομεύουσα, ἣν κοδομὴν καλοῦσιν, καὶ τὸ ἐργαλεῖον κοδομεῖον, δὴ ἐνέφρυττον, ἴσως ἀγγεῖον κεραμεοῦν. καὶ μάττειν δέ, καὶ μάκτρα οὗ ἔματτον, καὶ μάττων μαγεύς · δὲ μάκτρα καὶ μαγὶς ἐκαλεῖτο καὶ σκάφη.
6.65τὰ δ’ἡδύσματα ἔλαιον, ὄξος ὡς Εὔπολις οἴνου παρόντος ὄξος ἠράσθη πιεῖν. τὸ δ’ὄξος καὶ ἦδος ἐκάλουν. γάρος, ὡς Σοφοκλῆς οὐ δ’ τάλαινα δοῦσα ταριχηροῦ γάρου, καὶ Κρατῖνος τάλαρος ὑμῖν διάπλεώς ἐστιν γάρου. λεπτοὶ ἅλες, ὡς Ἀριστοφάνης εἰς ὄξος ἐμβαπτόμενος λεπτοὺς ἅλας. πέπερι, ὡς Ἄλεξις ἐν Λέβητι, οὗ τοῖς ἰάμβοις χρηστέον περιειληφόσι πλῆθος ἡδυσμάτων · τὰ γὰρ τοιαῦτα παρὰ τῶν οὐ πάνυ ἀρχαίων ληπτέον.
6.66ὀρθῶς γε. πρῶτον λάβ’ἐλθὼν σήσαμα. ἀλλ’ἔστιν ἔνδον. ἀσταφίδα κεκομμένην, μάραθα, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον, κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτιον ἄνοιττον θύμον, σφάκον, σίραιον, πέπερι, πήγανον, πράσον. εἴη δ’ἂν ἐκ τῶν ἠδυσμάτων καὶ λίτρον · Ἀντιφάνης ἐν Λευκαδίᾳ · σησάμου, λίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου, βατανίου, ὄξους, ἐλαίου, εἰς ἀβυρτάκην χλόης.
6.67ἔνια δὲ τῶν ἡδυσμάτων ἐπῃνεῖτο ἐκ χωρίων, ὡς Εὔβουλος ἐν Γλαύκῳ φησὶ καὶ νᾶπυ Κύπριον καὶ σκαμμωνίας ὀπόν, καὶ κάρδαμον Μιλήσιον, καὶ κρόμμυον Σαμοθρᾴκιον, καὶ καυλὸν ἐκ Καρχηδόνος καὶ σίλφιον, θύμοντε τῶν Ὑμηττίων. τοῦ μέντοι σιλφίου τὸ μὲν σπέρμα καλεῖται μαγύδαρις, δὲ ῥίζα σίλφιον, τὸ δὲ φυτὸν καυλός, τὸ δὲ φύλλον μάσπετον. καὶ ἕτερον δέ τι ἥδυσμα ἐοικὸς σιλφίῳ, ἧττον δὲ δριμύ, ἐκαλεῖτο μαγύδαρις.
6.68μίνθα δὲ μίνθη τὸ καλούμενον ἡδύοσμον, ὅπερ ὠνομάσθαι φασὶν ἀπὸ Μίνθης · δ’ἦν Πλούτωνος παλλακὴ εἰς τοῦτο τὸ φυτὸν μεταβαλοῦσα. μέμνηται τῆς μίνθης Κρατῖνος ἐν τοῖς Νόμοις τυρῷ καὶ μίνθῃ παραλεξάμενος καὶ ἐλαίῳ. εἴη δ’ἂν τῶν ἡδυσμάτων καὶ τὰ ὑποτριμμάτια, καὶ καταχυσμάτια, καὶ σκόροδον καὶ σκοροδάλμη καὶ ὀξάλμη, ὡς Κρατῖνος ἐν Ὀδυσσεῦσιν φρύξας καὶ ἑψήσας καὶ ἐπανθρακίσας καὶ ὀπτήσας, εἰς ἅλμην καὶ ὀξάλμην κᾆτ’ἐς σκοροδάλμην χλιαρὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων ὑμῶν φαίνηται, κατατρώξομαι στρατιῶται.
6.69 δ’Ἀριστοφάνης ἐν τῷ Γήρᾳ λέγει ὀξωτά, σιλφιωτά, βολβός, τευτλίον, περίκομμα, θρῖον, ἐγκέφαλος, ὀρίγανον. εἴη δ’ἂν προσῆκον τοῖς ἡδύσμασι καὶ κάνδυλος ἐξ ἀμύλου καὶ τυροῦ καὶ γάλακτος καὶ μέλιτος ·
6.70καὶ ματύλλη, Μακεδονικὸν εὕρημα, δίψους ἐγερτικὸν βρῶμα, ἐχρῶντο μεσοῦντος τοῦ πότου · καὶ μυττωτός, τρῖμμα ἐκ σκορόδων δριμύ. πολλὰ δ’ἂν εἴη τῶν περὶ τὴν ἡδυντικὴν σκευασίαν ἐξευρεῖν ἐκ τῶν ὀψοποιικῶν συγγραμμάτων Παντολέοντος καὶ Μιθαίκου καὶ Ζωπυρίνου καὶ Σόφωνος καὶ Ἡγησίππου καὶ Παξάμου καὶ Ἐπαινέτου.
6.71συναριθμοῖτο δ’ἂν τούτοις Ἡρακλείδηςτε Συρακούσιος καὶ Τυνδάριχος Σικυώνιος καὶ Σιμωνακτίδης Χῖος καὶ Γλαῦκος Λοκρός, ὀψοποιικῆς πραγματείας σοφισταί. ἐκαλοῦντο δὲ καὶ οἱ ἅλες ἡδυντῆρες διὰ τὸ ἡδύνειν. καὶ τὸ ἀρτύειν δὲ ἡδύνειν ἔλεγον. φυλλάδας δ’ἐκάλουν τὰ χλωρὰ ὑποτρίμματα. τὸ δ’ἐπὶ πᾶσιν ἐπιφόρημα τύβαριν οἱ Δωριεῖς ἐκάλουν · ἦν δ’ἐν ὄξει σέλινα.
6.72ἐπεὶ δὲ τῶν χωρὶς ἄρτου βρωμάτων ἐπιμνησθέντες ὑπηνέχθημεν εἰς τὰ σὺν ἄρτῳ ἐσθιόμενα, οὐδὲν ἂν κωλύοι καὶ τὰ τῶν ἄρτων εἴδη συναγαγεῖν. οἱ μὲν κριβανῖται οἱ δ’ὀβελίαι, κόλλικες, κόλλαβοι, ναστοί, ἄμυλοι, κολλῦραι, ζυμῆται, σησαμῖται, χαρίσιοι, καχρυδίαι ·
6.73οἱ δ’ἔτι φαυλότεροι πιτυρίαι. εἴποι δ’ἄν τις καὶ ἄρτον πύρινον, πρὸς τὸν ἐκ κριθῆς διαιρῶν. οἱ δὲ σητάνιοι ἄρτοι ἐκ τῶν σητανίων πυρῶν, οἵ εἰσι τετράμηνοι · τητινὸν γὰρ τὸ ἐπέτειον. τὸν μέντοι χαρίσιον πλακοῦντα εἶναι λέγουσιν. καὶ ἄνανος δ’ἄρτος ἐγγυτέρω πλακοῦντος. Αἰγύπτιοι δὲ τοὺς εἰς ὀξὺ ἀνηγμένους ἄρτους κυλληστεῖς ὠνόμαζον, ὡς ὀρίνδην τινὰ ἄρτον Αἰθίοπες τὸν ἐξ ὀρινδίου γινόμενον, ἐστι σπέρμα ἐπιχώριον, ὅμοιον σησάμῳ. γὰρ ὀρθοστάτης ἱεροῦ ἄρτου τι εἶδος.
6.74τὸ δ’ἐργαλεῖον. ἐν τὰ ἄλευρα διεσήθετο, τὸ μὲν ἐκ σχοίνων πλέγμα κόσκινον, εἰ δὲ τῷ τοῦ κοσκίνου κύκλῳ ἀντὶ τοῦ σχοίνου λινοῦν τι σινδόνιον εἴη ἐξημμένον, ὡς ἀκριβέστερον τὸ ἄλευρον καθαίροιτο, ἀλευρόττησις ἐκαλεῖτο, εἰ δ’ἐξ ἐρίου εἴη, κρησέρα. ἔνθα δ’ἐπλάττοντο οἱ ἄρτοι, πλάθανον · ὁμοίως καὶ δι’οὗ ἐπλάττοντο. εἴρηται δὲ καὶ σεμίδαλις παράτε Λυκούργῳ τῷ ῥήτορι καὶ πολλοῖς τῶν κωμῳδοδιδασκάλων ·
6.75Στράττις δὲ καὶ τὴν γενικὴν εἴρηκε σεμιδάλιδος. ἀπὸ δὲ ναστῶν ναστοφάγος καὶ τὸ ναστοφαγεῖν, καὶ ναστοκόπος παρὰ Πλάτωνι τῷ κωμικῷ. μᾶζαι δ’αἱ μὲν ἱεραί, ἀμφιφῶντες μὲν οὓς ἔφερον εἰς Μουνυχίας Ἀρτέμιδος, δᾷδας ἡμμένας περιπήξαντες, ὀβελίαι δ’ἄρτοι οὓς εἰς Διονύσου ἔφερον οἱ καλούμενοι ὀβελιαφόροι, ἐκ μεδίμνου ἑνὸς δυοῖν τριῶν τὸ μέγεθος, δι’ὀβελίσκων τινῶν εἰργμένους, ἀφ’ὧν καὶ τοὔνομα.
6.76πέλανοι δὲ κοινοὶ πᾶσι θεοῖς, ὡς αἱ σελῆναι τῇ θεῷ · κέκληνται δ’ἀπὸ τοῦ σχήματος, ὥσπερ καὶ βοῦς · πέμμα γάρ ἐστι κέρατα ἔχον μεμιμημένα, προσφερόμενον Ἀπόλλωνι καὶ Ἀρτέμιδι καὶ Ἑκάτῃ καὶ Σελήνῃ. μελιτοῦττα μὲν Τροφωνίῳ ὡς ἀρεστήρ, καὶ ὑγίεια ὁμοίως · καὶ γὰρ ὑγίεια μάζης τι εἶδος. αἷς δ’ἄνθρωποι χρῶνται μάζαις, τούτων τὰ ὀνόματα ἄνθεμα, θριδακίνη, φύστη, οἰνοῦττα, ἐφίερος, δανδαλίς, λωλώ, διακόνιον, τριπτή, ἀνεμώνη, καρδάμη.
6.77καὶ βήρηκες δὲ μᾶζαί εἰσι μεμαγμέναι διηθημένων τῶν ἀλφίτων, αἱ δὲ δανδαλίδες πεφρυγμένων κριθῶν, καὶ πρόκωνα καὶ προκώνια τὰ ἐξ ἀφρύκτων κριθῶν ἄλφιτα. τὰ δὲ πλακούντων εἴδη ἄμης ἀμητίσκος, πυραμοῦς, σησαμοῦς, ἔγχυτος, ἔνθρυπτα, στρεπτοί, νεήλατα, κοτυλίσκος, φθοῖς καὶ φθοίδια, ἐπίχυτος, θρυμματίδες · ἦν δὲ καὶ κρηπὶς ἐξ ἀλεύρου καὶ μέλιτος, ἐνέκειντο ἀμπελίδες τινὲς συκαλίδες ὀπταί, ὧν βρωθεισῶν τὴν κρηπῖδα ζωμῷ ὀρνιθείῳ ἐνθρύψαντες ἤσθιον. ἐκαλεῖτο δὲ καὶ στεγαστὴ θρυμματίς.
6.78εὐδόκιμοι δὲ καὶ οἱ Σάμιοι πλακοῦντες, καὶ οἱ Φιλοξένιοι, τοῦ Λευκαδίου Φιλοξένου τὸ εὕρημα. ναστοὶ δ’οἱ αὐτοὶ καὶ σακτοὶ καλοῦνται, κῶνος σὺν ἀσταφίσι καὶ ἀμυγδάλαις, ἅπερ τριφθέντα καὶ μιχθέντα ὀπτᾶται. δ’ἐχῖνος νησιωτικὸς πλακοῦς, ἄμητι προσεοικώς. δ’ἐσχαρίτης Ῥοδιακός, μεθόριος ἄρτου καὶ πλακοῦντος. προσαριθμητέον δὲ τούτοις καὶ τὰ μελίπηκτα, οὐκ οἶδα εἰ καὶ τὰ ἴτρια καὶ τοὺς ταγηνίας · εἰσὶ δ’οἱ αὐτοὶ ταῖς ἐγκρίσιν.
6.79ταγηνίας ἤδη τεθέασαι χλιαρούς, σίζοντας ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι Κράτητος λέξις · τῷ δὲ ταγηνίᾳ κατὰ τοῦ ταγήνου χυθέντι ἐπεχεῖτο τυρὸς ἔλαιον μέλι σήσαμα. ὠνομάζετο δέ τινα καὶ πηνία, τοῖς πλακοῦσιν ἐνετίθετο προσεοικότα πηνίοις · λευκὰ δ’ἦν τὴν χρόαν. τὰ δ’ἐπιδορπίσματα Ἀριστοφάνης μὲν ἐπιφορήματα καλεῖ, ὥστε εἴη ἂν καὶ τὸ ἐπιδορπίζεσθαι ἐπιφορεῖσθαι, ἦν δὲ τρωγάλια, κάρυα, μυρτίδες, μέσπιλα, καὶ ὄα καλεῖται · καὶ τοὔνομα ἔστι παρὰ Πλάτωνι τοῦτο, ὡς παρ’Ἀρχιλόχῳ ἐκεῖνο.
6.80κόκκοι ῥόας · καὶ οὕτω μὲν καρπός, τὸ δὲ δένδρον ῥοιά, εἴποις δ’ἂν καὶ κοκκίσαι ῥόαν κατ’Ἀριστοφάνην · ὀξυγλύκειάν τἆρα κοκκιεῖς ῥόαν. τουτὶ δὲ τὸ ἰαμβεῖον Ἀριστοφάνης οὐκ ἴδιον ὂν εἴρηκεν, ἀλλ’ὡς Αἰσχύλου. ἀμύγδαλα. κάρυα Περσικά, νῦν βασιλικά. ἰσχάδες χελιδόνιοι αἱ Ἀττικαὶ, αἳ καὶ χελιδόνες καλοῦνται, καὶ ἄλλαι ἀμφαρίστεως καὶ φιβάλεως καὶ βασίλεως καὶ κορώνεως, καὶ πρόκριδες καὶ ὄξαλοι, καὶ βαγινδάριοι δ’αἱ Ῥόδιαι, καὶ παλάσια, καὶ Κρατῖνος ἰσχάδα κοπτὴν καλεῖ.
6.81τὰ δ’οὔπω πέπειρα τῶν σύκων οἴδακες καλοῦνται παρὰ Λάκωσι καὶ φήληκες παρ’Ἀθηναίοις. ἄπιοι, μῆλα, ὄχναι, ἀχράδες, ἀσταφίδες, σταφυλαί, καὶ τούτων ὀνόματα ἐλάεως ἀμάμαξυς, φοινικοβάλανος, Κρητική, μελίνεως, μεθύσεως, χαιρένεως, ψιθία, Κρῆσσα, Σύρα, Ῥοδία, Λίβυσσα, Πράμνειος, ἀλωπέκεως, κορώνεως, Λημνία, Βυβλία, Νικοστρατία, Χαρόπη, Οἰνόπη, Πελλαία, Περγαία, Πελμηρίς, Πετραία, Σαμία, Σωχὶς καὶ Αἰγυπτία, Τορνία.
6.83ἦσαν δέ τινες πρῶται τράπεζαι καὶ δεύτεραι καὶ τρίται. καὶ τρίποδες μὲν ἐφ’ὧν ἔκειντο · καὶ ἔστι τοὔνομα παρ’Ἡσιόδῳ καὶ ἐν Τελμισσεῦσιν Ἀριστοφάνους · αἱ δ’ἐπιτιθέμεναι καὶ αἰρόμεναι τράπεζαι, ἃς νῦν μαγίδας καλοῦσιν. ἔστι μέντοι καὶ τὸ τῆς μαγίδος ὄνομα παρὰ Σοφοκλεῖ ἐν χρήσει τὰς Ἑκαταίας μαγίδας δόρπων.
6.84τούτων δὲ τὴν εὐρύτητα Ὅμηρος ὑποδηλοῖ εἰπὼν ἐτίταινε τραπέζας. τραπέζας δ’ἐκάλουν καὶ τὰ σιτία τὰ ἐπ’αὐτῶν τιθέμενα. τὰ δ’ἀγγεῖα τὰ ἐπὶ τῶν τραπεζῶν κοινῇ μὲν τεύχη ἐρεῖς ἀργυρᾶ καὶ χρυσᾶ · καθ’ἕκαστον δέ, οὓς μὲν δίσκους καλοῦσιν, κύκλους ἐρεῖς ἀργυροῦς χεύματα ἀργυρᾶ πίνακας, καὶ τοὺς ἐλάττους πινακίσκους, καὶ πίνακας κρεῶν, καὶ πινακίσκους ἰχθυηρούς.
6.85τὰ δὲ τῶν ἡδυσμάτων ἀγγεῖα ὀξίδας μὲν αἷς τὸ ὄξος ἔνεστιν, ἐμβάφια δὲ καὶ λεκάνια καὶ τρύβλια καὶ ὀξύβαφα, ἐν οἷς τὰ ἡδύσματα βρώματα · ὀξύβαφα δ’ἐκάλουν πάλαι καὶ τὰ ὑποδεχόμενα τὰς λάταγας. τὰς δὲ καλουμένας πατέλλας λεκανίδας ὀνομαστέον, εἰ καὶ ἐξ ἀργύρου εἶεν · Θεόπομπος μὲν γὰρ κωμικὸς εἴρηκεν ὀρνιθίων λεκάνην, Ἀριστοφάνης δὲ λεκανίσκην, ἀλλαχοῦ δὲ λεκάνην καὶ ἀλλαχοῦ καί μοι λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.
6.86ταῦτα δ’ὅσα κατὰ φιάλας ἀνεπέπτατο, καὶ κάναστρα καλούμενα εὑρεῖν ἔστι παρὰ Νικοφῶντι τῷ κωμικῷ, ὡς καὶ παρὰ Κρατίνῳ βαλάνων ἄβακα. τὸ δὲ νῦν κανίσκιον κανήτιον ἐκάλουν, ὡς τὸ λίκνον κάνητα.
6.87μαζονόμια δὲ κοῖλοι μεγάλοι πίνακες, ἐφ’ὧν αἱ μᾶζαι διενέμοντο · ξύλινοι δ’ἦσαν. μυστίλη μὲν οὖν ψωμὸς κοῖλος εἰς ἔτνος ζωμὸν βαθυνθείς, ἀφ’οὗ καὶ τὸ μυστιλήσασθαι λέγουσιν · ἐμοὶ δὲ καὶ τὴν καλουμένην λίγλαν μυστίλην ἥδιον καλεῖν λίγλαν. καίτοι ἐν Ἀλεξάνδρου πρὸς τὴν μητέρα ἐπιστολῇ μέμνημαι ἐν ἄλλοις σκεύεσι καὶ τὸν μύστρον εὑρών. τὸ δὲ κοχλιάριον καλοίης ἂν μυστιλάριον κοχλιώρυχον.
6.88τὰ δὲ μαγείρου σκεύη χύτρας, λοπάδας, μολιβδοδέτους ἐσχάρας, ἰχθυοπτρίδας, ὀβελοὺς βουπόρους, ὀβελίσκους, τάγηνον, κρεάγραν, ἣν καὶ ἁρπάγην ἐκάλουν καὶ λύκον καὶ ἐξαυστῆρα, καὶ τὸ ἐξελεῖν ἐξαῦσαι · τορύνην, καὶ εὐέργην ὠνόμαζον καὶ ἐόργην, καὶ ἐοργῆσαι τὸ τορυνῆσαι · ζωμήρυσιν ἐτνήρυσιν, λέβητας, χαλκία, κριβάνους, βαύνους, ἰπνούς, πυραύνους ἔστι δ’ἀγγεῖα ἐν οἷς τοὺς ἐμπύρους ἄνθρακας κομίζουσιν ἐσχαρίδας, ἰπνολεβήτιον, θερμαντῆρα, χυτρόγαυλον, ἡθμόν, κοπίδα, μαχαίρας, δορίδας, αἷς ἔδερον ἐφ’ὧν, ἴσως δὲ καὶ τυρόκνηστιν, ἣν καὶ κύβηλιν καλοῦσιν.
6.89 δὲ νῦν ταγηνοστρόφιον, οἱ πάλαι λιστρίον πτέον. κρατευτήρια δὲ σιδήριον τοὺς ὀβελίσκους ἐπετίθεσαν πρὸς τὴν ὄπτησιν τῶν κρεῶν, ἐφ’οὗ καὶ Ὅμηρος ἴσως εἴρηκε κρατευτάων ἐπαείρας.
6.90ἔστι δὲ καὶ ἀλετρίβανος καὶ δοῖδυξ · τὰς δὲ τοῦ δοίδυκος ἐν τῇ θυΐᾳ περιαγωγὰς περιαμφίδας Εὔπολις κέκληκεν. καὶ μὴν καὶ τάδε, θυΐα, κάρδοπος, ξάνιον ἐπίξηνον, ὅπερ νέα κωμῳδία ἐπικόπανον καλεῖ · τὸ δ’αὐτὸ παρὰ τοῖς πάλαι ἐλεὸν ἐκαλεῖτο. ἄβαξ ἀβάκιον, κακάβη, πατάνιον πατάνα · οὕτω γὰρ Σώφρων εἴρηκεν, πατάνα αὐτοποίητος, ὥστε καλοῖτ’ἂν πατάνη. καὶ Ἐπίχαρμος δὲ τὴν ἔγχελυν πατάνεψιν εἴρηκεν. εἴη δ’ἂν πατάνη λοπάδιον ἐκπέταλον, νῦν ἴσως ἀπὸ τούτου καλοῦσι πατέλλιον.
6.91ἐχῖνος δὲ χύτρας εἶδος ἦν. μέμνηται δ’Ἀριστοφάνης καὶ κρεωστάθμης. τὰ δὲ τῶν μαγείρων ἔργα ἀφεῦσαι, εὗσαι, καθῆραι, κόψαι, τεμεῖν διατεμεῖν, ῥαχίσαι, ἑψῆσαι, ὀπτῆσαι, ἐπανθρακῶσαι, μάξαι, διηθεῖν, διαττᾶν, ἀποβράττειν, τρίβειν ἐν θυΐᾳ, σταθεύειν, ἡδύνειν, ἀρτύειν, σκευάζειν, ὀνθυλεύειν. τάχα δὲ καὶ τὸ καπνίζειν εἴποις ἂν ἐπ’αὐτῶν, ὡς Δημοσθένης φήσαντες γὰρ καπνίζειν ὀψοποιουμένους τοὺς παῖδας. εὗστραι δ’οἱ βόθροι ἐκαλοῦντο, ἐν οἷς εὕεται τὰ χοιρίδια. τὰ δ’ἐκκαύματα εὔσανα, ὡς τὰ ξύλα καύσιμα.
6.92ἐπεὶ δὲ καὶ τὸ κατὰ χειρὸς ὕδωρ συμποτικὸν ἦν, χέρνιβα μὲν τὸ ὕδωρ Ὅμηρος καλεῖ, πρόχουν δὲ τὸ ὑδροφόρον ἀγγεῖον, λέβητα δὲ τὸ ὑποδεχόμενον. σὺ δ’ἂν καὶ προχοίδιον εἴποις τὴν πρόχουν, καὶ λεβήτιον θάτερον, καὶ τὸ συναμφότερον ὡς Εὔπολις χερόνιπτρον, καὶ κρητήριον δὲ τὴν ἐπίχυσιν, καὶ ἐπικρῆσαι τὸ καταχέαι, καὶ νίψασθαι μὲν τὸ πρὸ τῆς τροφῆς, ἀπονίψασθαι δὲ τὸ μετὰ τὴν τροφήν. ὅπου δ’ἔστιν ἀπομάξασθαι ἐναπομάξασθαι ἀποψήσασθαι, τὸ ἐκμαγεῖον καὶ χειρόμακτρον ἂν προσείποις.
6.93οἱ δὲ πάλαι ταῖς καλουμέναις ἀπομαγδαλιαῖς ἐχρῶντο, αἳ ἦσαν τὸ ἐν τῷ ἄρτῳ μαλακὸν καὶ σταιτῶδες, εἰς ἀποψησάμενοι τοῖς κυσὶν αὐτὸ παρέβαλλον, ὅθεν καὶ Λακεδαιμόνιοι κυνάδα τὴν ἀπομαγδαλιὰν καλοῦσιν. ὑποδηλοῖ δὲ καὶ Ὅμηρος · ὡς δ’ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσ’· αἰεὶ γάρτε φέρει μειλίγματα θυμοῦ.
6.94σπόγγοις δὲ καὶ σπογγιαῖς καθηράντων οἱ ὑπηρέται τὰς τραπέζας καὶ πάντα τὰ λείψανα τῆς τροφῆς τὰ ἐπὶ τοὔδαφος ἀπερριμμένα, οἷον φυλλία τὰ δὲ τῆς θριδακίνης φύλλα οὕτω καλεῖται καὶ κογχυλίων κόγχους καὶ ὀστρέων κόγχας καὶ ἰχθύων λέπη καὶ καράβων ὄστρακα καὶ κρεῶν ὀστᾶ καὶ ὀπώρας μίσκους, καὶ κορήματα κλητέον. παῖς ἐκκορείτω παρακορείτω, καθαιρέτω, καλλυνέτω, σαιρέτω, κορήθρῳ καλλύντρῳ · σάρον γὰρ ὡς ἐπὶ πολὺ τὸ ἐν τῇ ἅλῳ ἐκάλουν, ὡς τὸ ἐν τοῖς ἀλφιτείοις μυλήκορον. συναθροιζέτω δὲ εἰς ἄρριχόν τινα κόφινον σπυρίδα σπυρίχνιον φερνίον · ἐκαλεῖτο δ’οὕτως ἰχθυηρὰ σπυρίς.
6.95οἱ δὲ οἰνοχόοι τὰ ἐκπώματα ἐκπλυνόντωντε καὶ διανιπτόντων καὶ κλυζόντων καὶ καθαιρόντων, καὶ τὰς φιάλας ἐπὶ τῶν δακτύλων ἄκρων ὀχείτωσαν, προσφέροντες τοῖς συμπόταις εὐλαβῶς. τὰ δ’ἐκπώματα καὶ ποτήρια ἄν τις εἴποι τὸ γὰρ δέπας καὶ κύπελλον ποιητικά τὰ δὲ τούτων εἴδη κύλικα κυλίσκην, φιάλην, ἀγκύλην, λεπαστήν, κυμβίον, ἡμίτομα, χαλκόστομα, μαστούς, καρχήσιον, καὶ θηρίκλειον μὲν καὶ κάνθαρον ἀπὸ τῶν ποιησάντων, ἀντιγονίδα δὲ καὶ σελευκίδα καὶ ῥοδιάδα ῥοδιακὸν ἀπὸ τῶν χρησαμένων, ἀμφίθετον δὲ φιάλην, ὡς Ὅμηρος, καὶ χρύσεον ἄμφωτον ἀπὸ τῶν σχημάτων ·
6.96τὸ δὲ μόνωτον κοτυλίσκος ὠνομάζετο. καλοῦνται δὲ καὶ ἡδυπότιδες, λαβρώνιοι, δῖνοι, ᾠδοί, ῥυτά, σκύφοι, κότυλος. καὶ κόνδυ Καππαδοκικόν, καὶ βατιάκη · Περσικὸν δ’ἦν τὸ ἔκπωμα, ὡς κώθων Λακωνικόν ·
6.97τοῦ δὲ κώθωνος αἱ ἑκατέρωθεν πλευραὶ, ὥσπερ καὶ τῆς χύτρας, ἄμβωνες καλοῦνται. ἔστι δ’εἰπεῖν καὶ φιάλας Λυκιουργεῖς, καὶ δίκερας δίκρουνον ῥυτόν. τὸ δὲ κισσύβιον κισσὸς περιέθει, ἀφ’οὗ τὸ ὄνομα. τὸ δ’ἄλεισον τὸ Ὁμηρικὸν μέγα ἦν ἔκπωμα, κληθὲν ἐκ τοῦ ἅλις πιεῖν, ὡς ἄμυστις · καὶ γὰρ τοῦτο οὐ μόνον τὴν ἀθρόαν πόσιν ἀλλὰ καὶ ἐκπώματος σχῆμα δηλοῖ. καὶ ἀσάμινθος δὲ ποτήριον ἂν εἴη, ὡς Ὅμηρόςτε μηνύει Τηλεμάχου διδόντος Μενέλεῳ δύ’ἀσαμίνθους, καὶ Κρατῖνος ἐν Χείρωσιν ἐξ ἀσαμίνθου κύλικος λείβων.
6.98κυλίσκιον δ’ σμικρὰ κύλιξ · γὰρ κυλιχνὶς πυξίς ἐστιν. χρυσὶς δὲ καὶ ἀργυρὶς φιάλαι μὲν ἄμφω, τοὔνομα δ’ἐκ τῆς ὕλης ἔχουσιν. μεσόμφαλοι δὲ φιάλαι καὶ βαλανειόμφαλοι τὸ σχῆμα προσηγορίαν ἔχουσι, χρυσόμφαλοι δὲ τὴν ὕλην, ὡς αἱ Σαπφοῦς χρυσαστράγαλοι. βομβυλιὸς δὲ τὸ στενὸν ἔκπωμα καὶ βομβοῦν ἐν τῇ πόσει, ὡς Ἀντισθένης ἐν Προτρεπτικῷ.
6.99τὸ δὲ ποτήριον Ἴων ἐκάλεσεν. ἔστι δέ τι καὶ κότυλος Διονυσιακὸν ἔκπωμα, ὥσπερ καὶ κοτυλίσκος. δὲ ψυκτὴρ πολυθρύλητος, ὃν καὶ δῖνον ἐκάλουν, ἐν ἦν ἄκρατος · οἱ πολλοὶ δ’ἀκρατοφόρον αὐτὸν καλοῦσιν. οὐ μὴν ἔχει πυθμένα ἀλλ’ἀστραγαλίσκους. καὶ γευστηρίου μὲν Ἀριστοφάνης μέμνηται, μάνου δὲ Νίκων ἐν Κιθαρῳδῷ πατριώτιδα δὲ μάνην λαβὲ κεραμεοῦν ἁδρόν, χωροῦντα κοτύλας πέντ’ἴσως.
6.100ὁλκαίου δ’Ἀντίοχος · ἔστι δ’ὁλκαῖον τὰ ἐκπώματα ἐναπονίπτουσιν. Αἰγινήτας δέ φησιν Ἡρόδοτος πίνειν ἐκ χυτρίων ἐπιχωρίων. Ἀριστοφάνης δέ που ἔφη ἐπίνομεν ἐξ ὑαλίνων ἐκπωμάτων, δὲ μετανιπτρὶς κύλιξ ἐστὶν, ἣν μετὰ τὸ ἀπονίψασθαι ἐλάμβανον · τὸ δ’ὄνομα οὐκ ἀπὸ τοῦ κατὰ τὸ ἔκπωμα σχήματος ἀλλὰ τῆς τάξεως. ἦν δὲ Ὑγιείας ἱερά, ὥσπερ καὶ Διὸς σωτῆρος τρίτος κρατὴρ ἱερὸς ἦν. Ἀγαθοῦ δὲ δαίμονος μετὰ τὰς τραπέζας ἄκρατος, καὶ Ἑρμῆς τελευταία πόσις, ὅθεν καὶ Ὅμηρος τῷ πυμάτῳ σπένδεσκον.
6.101τὸ δὲ σύμπαν ἄριστον ἀριστῆσαι, ἠρίστησα συνηρίστησα, ἀριστοποιουμένους, ἀριστῶσαι καὶ τὸ Μενάνδρου δρᾶμα Συναριστῶσαι, καὶ παρὰ Ξενοφῶντι ἀνάριστος καὶ πάλιν δεῖπνον δειπνῆσαι ἐδείπνησα συνεδείπνησα, καὶ τὸν σύνδειπνον καὶ τὸν συνδειπνοῦντα παρὰ Δημοσθένει καὶ τὸ περίδειπνον, καὶ δειπνοποιεῖσθαι, δειπνοφόρος δὲ παρὰ Λυσίᾳ, καὶ δειπνοφορία παρ’Ἰσαίῳ.
6.102καὶ ἀριστόδειπνον Μένανδρος εἴρηκε καὶ ἄδειπνον ἐν Ὀργῇ. οἱ δὲ καὶ τρίτον φασὶ τὰ δόρπα τὸν δόρπον ὡς Ξενοφῶν δορπηστόν, καὶ δορπήσασθαι ἐπιδορπήσασθαι ἐπιδορπίσματα, καὶ δορπία πρώτη τῶν Ἀπατουρίων. προσήκοι δ’ἂν αὐτοῖς καὶ δαίς, ἀφ’ἧς καὶ δαιτυμὼν ἑστιώμενος καὶ δαιτρὸς μάγειρος, καὶ δαιτρεῦσαι παρ’Ὁμήρῳ, καὶ κατεδαίσαντο παρ’Ἰσαίῳ καὶ πανδαισία.
6.103λύχνοι δὲ καὶ λυχνία · οὕτω δὲ ἐκαλοῦντο αἱ λυχνίαι, καὶ λυχνοῦχος νῦν φανός, καὶ λαμπὰς καὶ λαμπτὴρ καὶ φανοὶ καὶ δᾷδες. λύχνου δὲ διμύξου τῶν κωμῳδῶν Φιλύλλιος μνημονεύει, καὶ Μεταγένης δίμυξον τρίμυξον, ἐμοὶ δοκεῖ. θρυαλλίδες δὲ τὰ ἐντιθέμενα, καὶ ἐλλύχνια καὶ φλόμοι. τὸ δὲ παρὰ Θεοπόμπῳ τῷ κωμικῷ ὀβελισκολύχνιον, τὸ μὲν σκεῦος ἦν στρατιωτικόν, τὸ δὲ ὄνομα ὑπομόχθηρον. τὴν μέντοι ἐλαιηρὰν ἐπίχυσιν χαλκίον μακρὸν Εὔπολις ὠνόμασεν. καὶ στίλβη δὲ ἦν τι ἀγγεῖον γήινον, ἀντὶ λύχνου ἐχρῶντο, ὡς Πλάτων φείδεσθε τοὐλαίου σφόδρ’, ἐξ ἀγορᾶς δ’ἐγώ ὠνήσομαι στίλβην τιν’, ἥτις μὴ πότις. τὸ δὲ πρόμυξον τὸν λύχνον πρόβυσον λέγουσιν.
6.104ἔτι δὲ καὶ μύρων ἐν τοῖς συμποσίοις ἐπιμνηστέον. ἰστέον μύρον Μεγάλλειον ἀπὸ Μεγάλλου Σικελιώτου καὶ Πλαγγόνιον ἀπὸ Πλαγγόνος, καὶ βρενθεῖον δὲ Λυδίας, νάρδον Βαβυλωνιακὴν ὡς Ἄλεξις, καὶ Αἰγύπτιον τὸ μέλαν. καὶ ψαγδᾶς δ’Αἰγύπτιον ἦν μύρον. μύρα δ’ᾔδεσαν καὶ βάκκαριν καὶ ἀμάρακον καὶ ἴρινον.
6.105τὸ δὲ ῥόδινον ἔλαιον ῥοδόεν Ὅμηρος καλεῖ. ἐκ δὲ κύπρου καὶ κρίνου μύρον Ἀβδελλώνυμος Σιδώνιος Ἀλεξάνδρῳ ἔπεμψεν. σφόδρα δ’ἦν εὐδόκιμον τὸ βασίλειον μύρον. τὰ δ’ἀγγεῖα τῶν μύρων λήκυθος μυρηρὰ καὶ ἀλάβαστρος · Φερεκράτης δ’ἐν Λήροις εἴρηκε καὶ κυάθιον ἀργυροῦν, τὸ μύρον ἐγχέομεν. τὸ δὲ πρᾶγμα μυραλοιφία, καὶ τὸ ῥῆμα μυραλοιφεῖν.
6.106καὶ μυρώματα δ’εἰρήκασι, καὶ μυρίσασθαι καὶ μυρίσαι. τὸ δ’ἀγγεῖον τὸ μύρον ἐνῆν, φιάλῃ προσεοικός, ἐξάλειπτρον ἐκαλεῖτο. τὰ δ’ἐν τοῖς στεφάνοις ἄνθη ῥόδα, ἴα, κρίνα, σισύμβρια, ἀνεμῶναι, ἕρπυλλος, κρόκος, ὑάκινθος, ἑλίχρυσος, ἡμεροκαλλές, ἑλένειον, θρυαλλίς, ἀνθρίσκος, νάρκισσος, μελίλωτον, ἀνθεμίς, παρθενίς. μέμνηται δὲ τῶν πλείστων Κρατῖνος ἐν Μαλθακοῖς, ὥσπερ καὶ κοσμοσανδάλου καὶ σμίλου, ὅπερ ἦν τῆς σμίλακος ἄνθος.
6.107καὶ Ὅμηρος μὲν ἅπαντα τὰ ἄνθη λείρια κέκληκε, Θεόφραστος δὲ τὸν νάρκισσον καλεῖ λείριον. Ἀνακρέων δὲ καὶ μύρτοις στεφανοῦσθαί φησι καὶ κοριάννοις καὶ λύγῳ καὶ Ναυκρατίτῃ στεφάνῳ σάμψυχος οὗτος ἦν καὶ ἀνήτῳ, ὡς καὶ Σαπφὼ καὶ Ἀλκαῖος. οὗτοι δ’ἄρα καὶ σελίνοις. δ’Ἀνακρέων καὶ ῥόδινον στέφανον ὠνόμασεν. τῶν μέντοι συμποτικῶν καὶ αἴνιγμα καὶ γρῖφος. τὸ μὲν παιδιὰν εἶχεν, δὲ γρῖφος καὶ σπουδήν · καὶ μὲν λύσας γέρας εἶχε κρεῶν τινὰ περιφοράν, δ’ἀδυνατήσας ἅλμης ποτήριον ἐκπιεῖν. ἐκλήθη δ’ἀπὸ τῶν ἁλιευτικῶν γρίφων. τὰ δὲ ζητήματα ὠνομάζετο κυλίκεια ·
6.108Θεοδέκτης δ’ σοφιστὴς εὐδοκιμήσας ἐν αὐτοῖς, ἐπεὶ καὶ μνημονικὸς ἦν, μνημόνια αὐτὰ ἐκάλεσεν. καὶ παροίνια δ’ᾄσματα ἦν καὶ σκολιά · καὶ μυρρίνην ἐπὶ δεξιὰ περιφέροντές τινες καὶ ἔκπωμα καὶ λύραν ᾄδειν ἠξίουν. τοῖς μέντοι διαπαννυχίσασιν ἆθλα ἦν σησαμοῦς καὶ πυραμοῦς, πέμματα διὰ μέλιτος ἑφθά, τὸ μὲν ἐκ σησάμων, τὸ δ’ἐκ πυρῶν πεφρυγμένων.
6.109τὸ δὲ διαπαννυχίσαι καὶ διανυκτερεῦσαι ἂν εἴποις, καὶ παραπέμψαι τὴν νύκτα ἔστε πρὸς ἥλιον, καὶ τὸν λύχνον τὸν τούτοις καιόμενον πάννυχον. εἰ δὲ καὶ τὸ κοτταβίζειν τῶν συμποτικῶν μέρος, ῥητέον κότταβοι κοτταβεῖον ἀποκοτταβίζειν, ἀπ’ἀγκύλης βάλλειν. καὶ τὸ μὲν κοτταβεῖον ἐκρέματο ἐκ τοῦ ὀρόφου ὕπτιόντε καὶ λεῖον, χαλκοῦ πεποιημένον, ὥσπερ λυχνίου τὸ ἐπίθεμα, τὸν λύχνον ἐπ’αὐτοῦ φέρει.
6.110καὶ μακρά τις ῥάβδος, ἣν καὶ ῥάβδον κοτταβικὴν ὠνόμαζον. τὸ δέ τι ἦν κοίλη τις καὶ περιφερὴς λεκανίς, ἣν καὶ χαλκιὸν ἐκάλουν καὶ σκάφην · ἐῴκει δὲ πόλῳ τῷ τὰς ὥρας δεικνύντι. καὶ τῷ μὲν ἐκ τοῦ ὀρόφου κρεμαμένῳ ἐχρῆν ἐπικοτταβίσαντα ποιῆσαί τινα ψόφον, ὃς καλεῖται λάταξ. τοῦτο δὲ καὶ τὸ κοτταβεῖον κατακτὸν κότταβον Ἀριστοφάνης καλεῖ, προσεικάζων αὐτὸ κώδωνι σάλπιγγος. τὸ δὲ χαλκίον ἐπεπλήρωτο μὲν ὕδατος, ἐπεπόλαζε δ’αὐτῷ σφαῖρα καὶ πλάστιγξ καὶ μάνης καὶ τρεῖς μυρρίναι καὶ τρία ὀξύβαφα.
6.111 δ’ὑγρᾷ τῇ χειρὶ τὸν κότταβον ἀφεὶς καὶ τούτων τινὸς τυχὼν εὐδοκίμει. δὲ πλεῖστα καταδύσας τῶν ἐπιπολαζόντων τὰ κοτταβεῖα τὸ ἆθλον ἐλάμβανεν · ἐκαλεῖτο γὰρ οὐ τὰ ἀγγεῖα κοτταβεῖα μόνον, ἀλλὰ καὶ τὸ ἆθλον, ἦν δὲ πυραμοῦς καὶ σησαμοῦς καὶ ἄλλα τοιαῦτα. οὐ μὴν εἴποι ἄν τις τὸ κοτταβίζειν ἐφ’οὗ νῦν, ἀλλ’ἐμεῖν ἀποβλύζειν, πλὴν εἴ τις παίζων βούλοιτο οὕτως ὑποπτεύειν τὸ ἐν τῷ Γηρυτάδῃ ὑπ’Ἀριστοφάνους εἰρημένον τότε μὲν σου κατεκοττάβιζον, τὸ νυνὶ δὲ καὶ κατεμοῦσι. τάχα δ’εὖ οἶδ’ὅτι καὶ καταχέσονται.
6.112τὸ δὲ παῦσαι τὴν ἑστίασιν διαλῦσαι τὸ συμπόσιον, διαπαῦσαι τὸ συμπόσιον, λῆξαι τὸν πότον, ἐκδειπνῆσαι, ἀπαναστῆναι τοὺς συμπότας, ἐξαναστῆναι, ἐξελθεῖν, ἀπαλλαγῆναι, ἐπὶ κοίτην τραπέσθαι. τοῖς δὲ συμποτικοῖς οὐδὲν ἂν κωλύοι προσκεῖσθαί τινα τῶν σποράδην συνωνύμων καὶ ἄλλως συνηρμοσμένων ἀλλήλοις ὀνομάτων.
6.113τοὺς γείτονας ἐρεῖς ἀστυγείτονας, ὁμόρους, προσχώρους πλησιοχώρους περιχώρους, προσοίκους περιοίκους καὶ περιοικίδας πόλεις, γειτνιῶντας, προσοικοῦντας παροικοῦντας, ἐφορίους, συνημμένους, ὑποικοῦντας παρακατοικοῦντας, παρακατῳκισμένους, συνόρους προσόρους · ἐξοικοῦντας καὶ ἐφεστίους, οἱ γὰρ ἀγχιτέρμονες διθυραμβῶδες.
6.114γίνεται, φύεται ἀναφύεται, γεννᾶται, σπείρεται, τίκτεται, ἄρχεται, συνίσταται, ζῇ, τρέφεται ἀνατρέφεται, σώζεται, ἀνθεῖ καὶ ἀνανθεῖ. τὸ δὲ ἐναντίον φθίνει, τελευτᾷ, ἀπόλλυται, λήγει, φθείρεται, ἀφανίζεται, ἀποθνήσκει, ἀναλίσκεται, κτείνεται, ἀναιρεῖται, δαπανᾶται, φονεύεται, ἀναλύεται, διαρρεῖ, κατατήκεται.
6.115μετάνοια, μεταμέλεια, μετάγνωσις, μετάμελος, ἀναλογισμός, ἔννοια, ἐπανόρθωσις, ἀνάδυσις, ἀναχώρησις. καὶ τὰ ἀπαρέμφατα μετανοῆσαι, μεταμελῆσαι, μεταγνῶναι, γνωσιμαχῆσαι, ἀναλογίσασθαι, ἐπιθεάσασθαι, ἀντιλογίσασθαι, ἐπανορθώσασθαι, ἀναδῦναι, ἀναχωρῆσαι, μεταβουλεύσασθαι, μεταδοξάσαι, ἀναψηφίσασθαι, ἀναθέσθαι.
6.116μόνιμον, βέβαιον, ἐχυρόν, πάγιον, ἀσφαλές, ἀμετάβλητον, ἀμετάγνωστον, ἄλυτον, ἀμετάστατον, ἀνεξάλειπτον, ἄτρεπτον, ἀραρός, ἑστός, ἀκίνητον, ἀτρεμές, ἰσχυρόν, ἀρραγές.
6.117συνομολογῶ, συναινῶ, συγκατατίθεμαι, συμμαρτυρῶ, πείθομαι, ὁμογνωμονῶ, ὁμοδοξῶ, σύμφημι, συνέπομαι, συνδοκῶ, ἐπινεύω, συνεπαινῶ, σύμψηφός εἰμι, ὁμόφωνος σύμφωνος. καὶ συμφέρομαι, ἀπέχομαι , συμπράττω, συναγωνίζομαι.
6.118τὸ δ’ἐναντίον ἐναντιοῦμαι ὑπεναντιοῦμαι, ἀντιλέγω, ἀντικρούω, ἀντιτείνω, ἀπειθῶ, διέστηκα τῇ γνώμῃ, διχογνωμονῶ, ἀλλοδοξῶ ἑτεροδοξῶ, ἀρνοῦμαι, ἀποφάσκω ἀπολέγω ἀπαγορεύω, ἀποτρέπομαι, φιλονεικῶ, ἀνταγωνίζομαι, ἀντιπράττω, διαφωνῶ, ἐρίζω, διαφέρομαι. τάχα δὲ τακτέον ἐπὶ μὲν τοῦ προτέρου καὶ τὸ συνᾴδειν, ἐπὶ δὲ τοῦ δευτέρου καὶ τὸ ἀπᾴδειν.
6.119λάλος, φλύαρος, κομπώδης, ὀχληρός, ἀπεραντολόγος, ἀδόλεσχος, κουφολόγος, ἀθυρόγλωσσος, γλώσσαλγος, προσκορής, πέρα κόρου ληρώδης. λαλιά, φλυαρία, ἀπεραντολογία, κουφολογία, ἀδολεσχία, λῆρος, γλωσσαλγία. διαθρυλῶν τὰ ὦτα, μακρολόγος πολυλόγος, βαρύς, ἐπαχθής, φλήναφος, φληναφῶν, τὴν γλῶτταν ὀλισθηρός, ῥησικοπῶν, ἀποκναίων ἀηδίᾳ, κόπτων τὰ ὦτα, τὸ ἐκ Δωδώνης χαλκεῖον, μακρότερα τῆς Ἰλιάδος λαλῶν, Ἀλκίνου ἀπόλογος, ἄπαυστος γλῶττα, ἀνερμάτιστος.
6.120μάτην αὐτοῦ τῇ γλώττῃ περίκειται τὸ ἕρκος τῶν ὀδόντων. προπαλὴς γλῶττα, πρόχειρος, ὀλισθηρά, ἐπιχειλής, ἐξωτέρω τῶν ὀδόντων, ὑπὲρ τοὺς τῶν χειλῶν ὅρους, Ἀράβιος αὐλός.
6.121κοῦφος, ῥᾴδιος, εὐμετάβολος, εὔτρεπτος, εὐτράπελος, ὀξύρροπος, μεταπίπτων μεταρρέων μετατρεπόμενος, οὐκ ἐπὶ τῆς αὐτῆς δόξης μένων, ὄρνις, ἄνεμος, εἰκαῖος, συρφετός, αὔρα, πνεῦμα, ἀκατάστατος, ῥᾴων τῶν κωμάτων τὴν τροπήν, πορθμός, εὔριπος, ἀπαγής, ἀβέβαιος, ἀνερμάτιστος, σαλεύων, τοῦ φέροντος ἀεὶ πνεύματος, ὀξύτερος πτεροῦ τὴν ῥοπήν.
6.122εἰς κόλακα · βωμολόχος, εἴρων, χλευασμοῦ γέμων, χλεύης μεστός, χλευαστικός, ἀπατητικός, πρὸς χάριν ἐντυγχάνων, πρὸς ἐξαπάτην συνών, ὑπιὼν πάντας, ὑπερχόμενος, θώψ θωπεύων, θέραψ θεραπεύων, κολακεύων ὑπερκολακεύων, ὑποκριτής, γελοῖος καταγέλαστος, γελωτοποιός, ποιητὴς γελοίων, γελοιάζων γελοιαστής, λιχνοτένθης τενθεύων, κομψός, πανοῦργος, γόης, ἀπατεών, ἀνοήτων θηρευτής, τραπέζης φίλος, ἄνοιαν τῶν ἀνθρώπων κατευχόμενος, μῖμος γελοίων, ποιητὴς αἰσχρῶν ᾀσμάτων, αἰσχρολόγος, κορδακίζων, μόθων, ἐφύβριστος, σκωμμάτων συνθέτης, τωθαστής τωθαστικός, καὶ κατὰ τοὺς νεωτέρους παράσιτος.
6.123εἴποις δ’ἂν καὶ κύων προσσαίνων προσσεσηρώς, ἐπισίτιος, λυμεὼν τῆς νεότητος, ἀσύμβολος, παρεχόμενος συμβολὰς τὸν γέλωτα, πᾶν ἂν εἰπὼν καὶ πᾶν ἂν παθών.
6.124ὀργίλος, ὑπέρθυμος βαρύθυμος, ἄμετρος ὀργήν, τραχὺς ὀργήν, ἔκμετρος, χολώδης ἐπίχολος ἀκρόχολος μελάγχολος, ὀξύθυμος, ὀξυθυμίας, πικρός, δύσκολος, μεμψίμοιρος, ὠμός, ἀσυγγνώμων, ἔκπληκτος, ἀπαραίτητος ἀπαράπειστος, ἀνεπιεικής ἀφ’οὗ καὶ τὸ πρᾶγμα ἀνεπιείκειαν εἴρηκε Δημοσθένης, ἄγριος, θηριώδης, ἀνήμερος, δύσθυμος, δυσόργητος, μηνιῶν βαρύμηνις, ἰοῦ γέμων, σκορπιώδης, σκορπίος ζητῶν ὅτῳ ἐγχρίμψει τὸ κέντρον, Σφήττιος, ἀνηλεής, καὶ τὰ Πλάτωνος ἀτεράμων, κερασβόλος, σιδήρειος, καὶ τὸ Ὁμηρικὸν ἀμείλικτος σκληρότερον γὰρ ἀστεμφής καὶ εὐτελέστερον Ἡροδότου ἀκρομανής, καὶ κωμικώτερον Ἀριστοφάνους θυμάγροικος.
6.126κίναιδος, πόρνος, ἀκάθαρτος, βδελυρός, καταπύγων, θηλυδρίας, γυναικίας, ἀσελγής, αἰσχρουγός, ἀκόλαστος, μαλθακός, ἡταιρηκώς, ἐκπεπορνευμένος, ἐμπεπαρῳνημένος, ἐνησελγημένος, τὴν ὥραν πεπρακώς, πρὸς ἀργύριον ἀντικατηλλαγμένος, ταῖς πόρναις ὁμότεχνος, ταῖς ἑταίραις προσαμιλλώμενος, καθυβρισμένος, κλύσμα, πάροινος, ἀνδρόγυνος, ὑγρός ὑγρόνους, ἐκτεθηλυσμένος μεμαλαγμένος, λελυγισμένος, γύννις, θῆλυς τὴν ψυχήν, εὐωνότερος τὴν ὥραν τῶν ἀποκεκηρυγμένων ὠνίων, τὴν νεότητα προπεπωκώς, προπετής, τὴν ἡλικίαν πεπρακώς ·
6.127μοχθηρὸν γὰρ λακκόπρωκτος, παλίμπρατος δὲ τὴν ὥραν, καὶ παλιγκάπηλος τοῦ κάλλους, προειμένος τὰ κάλλιστα καὶ πεπονθὼς τὰ αἴσχιστα, αἰσχύνων τὸ σῶμα, καταισχύνων τὴν ὥραν, ἐκδεδωκὼς εἰς αἰσχύνην τὸ σῶμα, ἀναισχυντότερος τῶν νεωτέρων, ἰταμώτερος ἑταιρῶν, βδελυρώτερος, θρασύτερος, ἐπονείδιστος, ἐπίρρητος, ἐπίψογος.
6.128βίοι ἐφ’οἷς ἄν τις ὀνειδισθείη, πορνοβοσκός, κάπηλος, ὀπωρώνης ὀπωροπώλης, τελώνης δεκατώνης, δεκατηλόγος εἰκοστολόγος πεντηκοστολόγος ἐλλιμενιστής, κῆρυξ, ναύτης, πανδοκεύς, πορθμεύς, μαστροπός, ὑπηρέτης, βυρσοδέψης σκυτοδέψης, ἀλλαντοπώλης. εἰ δὲ καὶ μὴ διὰ πασῶν ἀνέλθοι τεχνῶν τὸ ὀνείδισμα τοῖς βελτίω βίον αἱρουμένοις, ἀλλ’οἵ γε τοιοῦτοι βίοι τὸ ἐπονείδιστον ἐπ’αὐτοῖς ἔχουσιν, εἰ καί τις ἐπιμένει τῇ τύχῃ.
6.129πρὸς τὸν θορυβοῦντα τὸ δημόσιον τάδε ἄν τις εἴποι. κυκῶν συγκυκῶν, θορυβῶν, στρέφων, συγχέων, συνταράττων, δημοκόπος, θρασύς, προωθῶν ἅπαντας, ἐλαύνων, φύρων τὰ πάντα, μεταπηδῶν ἀναπηδῶν ἐμπίπτων, ῥύμῃ φερόμενος, στρόβιλος, ἄνεμος, καταιγίς, χειμάρρους, ἀκατάστατος, ἀναρριπίζων τὸν δῆμον, ἀνερεθίζων, ἐκκάων, ἀναφλέγων, ἐξοργίζων, παροξύνων, ἐκστασιάζων, συγκρούων πάντας πρὸς ἀλλήλους, τάρακτρον ·
6.130 γὰρ στρόφις ἄντικρυς κωμικόν, μεταβάλλων δὲ πάντα καὶ μεθιστάς, ἄνω καὶ κάτω τὴν πολιτείαν μεταφέρων, ἀηδής, ἀκάθεκτος, πλήκτης, ἀνίδρυτος. εἰ δὲ καὶ Δημοσθένης φησὶν δ’ἔνδον ἐτύρευεν, ἀλλ’οὐκ ἔγωγε ἀποδέχομαι τὸ τυρεύειν. δυναίμην δ’ἂν εἰπεῖν, τίς τὸν τοιοῦτον πόλις χωρεῖ;
6.131τίς δ’ἂν τὸν τοιοῦτον ἀνάσχοιτο; τίς δ’ἂν ἐνέγκαι, τις δ’ἂν ἀντίσχοι πρὸς τὴν ῥύμην αὐτοῦ; τῷ δ’ἐστὶν ἀνεκτὸς ἅνθρωπος; τί δ’ἄπρακτον αὐτῷ, τί δ’ἀτόλμητον; πάντολμος ἄνθρωπος, πᾶν ἂν πράξας, πᾶν ἂν εἰπών, πολύστροφος τὴν γνώμην, ἐπὶ πάντα χωρῶν, οὐ διακρίνων τὰ καλὰ τῶν αἰσχρῶν, τὰ κάλλιστα τοῖς αἰσχίστοις συγχέων. ὃς ἐπὶ τῆς αὐτῆς τιμῆς ἀρετήντε καὶ κακίαν ἄγει.
6.132ὃς καλλωπίζεται τοῖς αἰσχίστοις ὡς ἄλλοι τοῖς ἀρίστοις. ὃς ἀδικῶν σεμνύνεται πλέον ἀδικούμενος αἰσχύνεται. ὃς καλλωπίζεται τῇ πλεονεξίᾳ, ὃς καλλώπισμα ποιεῖται τὴν πλεονεξίαν. ὃς τἀδικήματα τῷ δύνασθαι μετρεῖ. ὃς αἰσχίω τὴν εἰς τὸ ἀδικεῖν ἀσθένειαν ἡγεῖται τῆς τοῦ πλεονεκτεῖν ἐπιθυμίας. καλὸν μόνον δοκεῖ βούλεται. ὃς ἰσχὺν μὲν τὸ βιάσασθαι, τὸ δ’ἐξαπατῆσαι σοφίαν οἴεται. ὃς μόνην σύνεσιν τὴν ἀπάτην καλεῖ. ὃς μικρὸν πᾶν πεποίηκεν ἡγεῖται πρὸς βούλεται.
6.133ὃς πέπραχε δοκεῖ μικρότερον οὗ πράξει. ὃς πρὸς οὐδὲν τῶν ἀδίκων ὀκνεῖ. ὃς ἡγεῖται τὸ τολμᾶν ἴσον τῷ τυχεῖν. ὃς ἂν διαμάρτῃ τολμήσας, ὅμως ἐλπίσας ἧττον ἀλγεῖ. μηδὲν ἱκανὸν δι’ἀπληστίαν. ὃς τὸν ἀπὸ τῶν αἰσχίστων πόρον πρὸς εὐπρεπείας δοκεῖ. ὃς διὰ μὲν αἰσχροκέρδειαν τρόπου πανταχόθεν λαμβάνει, διὰ δὲ φιλαργυρίαν εἰς οὐδὲν δίδωσιν.
6.134 μηδὲν αἰσχρόν, λῆμμα πρόσεστιν, δοκεῖ. ὃς ἐπιθυμεῖ μὲν καὶ τῶν ἐλαχίστων δι’ἀνελευθερίαν, ἀρκεῖται δ’οὐ δὲ τοῖς μεγίστοις δι’ἀπληστίαν. ὃς πᾶν νομίζει τὸ ληφθὲν ἔλαττον οὗ λήψεται. ὃς τὴν μὲν ἀνδραγαθίαν ματαιότητα, τὴν δὲ ἀπραγμοσύνην ἀργίαν, τὴν δὲ φιλοτιμίαν μανίαν, τὴν δὲ σωφροσύνην ἀτολμίαν, τὴν δ’ἐγκράτειαν ἀνανδρίαν οἴεται. τὸ μηδὲν ἀδικεῖν ἀσθενὲς εἶναι δοκεῖ.
6.135ὃς αἰτεῖ μὲν ὡς οὐκ ἀδικήσων, ἀδικεῖ δ’ἂν λάβῃ. ὃς τὸν μὴ δόντα νομίζων ἐχθρόν, εὐκαταφρόνητον τὸν δεδωκότα δοκεῖ. ὃς μόνους οὓς οὐκ οἶδεν οὐκ ἀδικεῖ. ὃς τοῖς μὲν ἐχθροῖς ἐπιτίθεται διὰ τόλμαν, τοῖς δὲ φίλοις δι’ἀπιστίαν. ὃς ἐν φιλίᾳ τὸ πεπιστεῦσθαι προλαβών, αὐτῇ τῇ πίστει χρῆται πρὸς ἐξουσίαν ἀδικημάτων. ὃς τῆς πονηρίας τὴν δόξαν ὡς κέρδος φιλεῖ. ὃς ἀδοξεῖν οἴεται, πονηρὸς ὢν ἂν λάθῃ. ὃς κολακεύει μὲν ἕκαστον ὡς εὖ πάσχων, μισεῖ δὲ ὡς ἀδικούμενος.
6.136ὃς ἄχθεται μὲν τοῖς ἀλλοτρίοις ἀγαθοῖς, χαίρει δὲ τοῖς ἁπάντων κακοῖς. ὃς ἴσον τὸ ποιῆσαι τὰ δεινότατα τῷ μὴ παθεῖν οἴεται. ὃς μέγιστον φρονεῖ τῷ μηδὲν ἴσον οἷς ἐποίησε δύνασθαι παθεῖν. ὃν οἱ μὲν εἰδότες μισοῦσιν, οἱ δ’οὐ μεμισηκότες ἀγνοοῦσιν. ὃν ὅστις οὐκ ἀγνοεῖ μισεῖ. ὃς τῶν μὲν φυλαττομένων δειλίαν κατέγνωκε, τῶν δὲ πιστευόντων εὐήθειαν. ὃς τὸν διδόντα μὲν κολακεύειν, τὸν δ’οὐ διδόντα ὀφείλειν ὑπείληφεν.
6.137ὃς οὐχ οἷς ἔλαβε χαίρει, ἀλλ’οἷς οὐ προσέλαβεν ἀγανακτεῖ. ὃς οὐ δύναται μὲν παθεῖν οἷα ποιεῖ, μόνα δ’αἰσχύνεται ποιεῖν ὅσα δύναται παθεῖν. οὗ τὴν μὲν ἀπληστίαν οὐκ ἀποπίμπλησιν διδούς, τὴν δ’ἐπιθυμίαν οὐχ ἵστησιν μὴ διδούς. ὃς οὔτε τὸ μέγιστον ἐλπίζειν οὔτε τοὐλάχιστον λαβεῖν αἰσχρὸν εἶναι δοκεῖ. ὃς οὔτ’αἰσχύνεται τοῖς ἐλαχίστοις οὔτε πληροῦται τοῖς μεγίστοις. ὃς τοὺς ἄνδρας ὅρκοις ἐξαπατᾶν οἴεται δεῖν ὡς τοὺς παῖδας ἀστραγάλοις. ὃς μόνους αὑτοῦ σοφωτέρους οὓς οὐκ ἠδίκηκεν δοκεῖ, ὃς οὔτε παθεῖν δέδιεν οὔτε ποιεῖν ὀκνεῖ.
6.138ὃς τοῖς πονηροῖς ἀρετῆς δόξαν ἐκ τῆς καθ’αὑτὸν ὑπερβολῆς προστίθησιν. δι’ὃν τοὺς λῃστὰς ὡς νομίμους εὐδοκιμεῖν συμβέβηκεν. δι’ὃν οἱ λῃσταὶ φιλανθρωπίας δόξαν λαμβάνουσιν, ὃς οὕτε τοῖς πρὸ αὑτοῦ πονηροῖς παραβολὴν καταλέλοιπεν οὔτε τοῖς μεθ’ἑαυτὸν ὑπερβολήν. ὃς τῇ τόλμῃ τοῦ παρανομεῖν τὴν πίστιν τοῦ μὴ σφαλήσεσθαι προστίθησιν. ὃς οὐ τὸ ἐπιχειρεῖν ἀδικεῖν ἀλλὰ τὸ διαμαρτεῖν αἰσχύνεται. ὃν οὔτε θάρσος οἶδε ῥητὸν οὔτε τῶν ἀρρήτων ἔργων ἀποχή. ὃς μόνον αἰσχρὸν μὴ δύναται νομίζει. οὗ τὸ παρὰ φύσιν ἐρᾶν τῆς φύσεως πλέον. καὶ πολλὰ ἄν τις τοιαῦτα συνθείη.
6.139εἰς μὲν δὴ τὸν οὐκ ἀφροντίστως δοκοῦντα λέγειν ἐρεῖς ἐσκεμμένος, βεβουλευμένος, συγγεγραφώς, πεφροντικώς, προεωρακώς, μεμεριμνηκώς, προβεβουλευμένος, συνθείς, πονήσας ἐκπονήσας ἐκπονήσας προπονήσας, ταλαιπωρηθείς, ἐπιμεληθείς, φιλοτιμηθείς, προσκαμών, προσταλαιπωρηθείς, συνταξάμενος, παρασκευασάμενος, ἐξεργασάμενος, λογογραφήσας, ἄνω καὶ κάτω μεταθείς, μεταγράψας, ξέσας διαζεύξας, ἁρμόσας, διασμιλεύσας, ἐπαναλαβὼν πολλάκις, ἐπαναθεασάμενος, διακριβώσας, διακαθήρας ἐκκαθήρας, διαγράψας μεταγράψας ἐξορθώσας, ἐκλεξάμενος, ἐπανορθωσάμενος, βασανίσας, κρίνας ἐπιδιακρίνας.
6.140ἐσκεμμένως βεβουλευμένως πεφροντισμένως συγγραφικῶς μεμεριμνημένως προεωραμένως προβεβουλευμένως συγκείμενα, πεπονημένα, ἐπιπόνως ταλαιπώρως λογογραφικῶς συντεταγμένα, συνδεδεμένα, παρεσκευασμένα, κεκολασμένα, διεξεσμένα, ἡρμοσμένα, διεσμιλευμένα, ἀποτετορνευμένα, ἐκκεκαθαρμένα, διηκριβωμένα, ἐξειργασμένα, ἐξεσμένα, ἐξειλεγμένα, ἐξωρθωμένα, ἐπηνωρθωμένα, βεβασανισμένα, κεκριμένα.
6.141οὐκ ἄνευ φροντίδος, οὐκ ἔξω προνοίας, οὐ χωρὶς μερίμνης, οὐκ ἄνευ σκέψεως, σὺν ἁρμονίᾳ, σὺν βασάνῳ, σὺν τάξει, κρίσει, ἐργασίᾳ, ἀκριβείᾳ, ταλαιπωρίᾳ, καθάρσει, τορείᾳ.
6.142εἰς δὲ τὸν ἄνευ μελέτης δοκοῦντα λέγειν πρόχειρος, ῥᾴδιος, αὐτοσχεδιάζων καὶ ὡς Ξενοφῶν ἐν Λακώνων πολιτείᾳ αὐτοσχεδιαστής τὸ γὰρ ἐν τῇ Νυκτὶ μακρᾷ Πλάτωνος αὐτοσχεδίασμα φαῦλον ἄσκεπτος, ἀπόνηρος, ῥᾴθυμος, ἀμελής, ἀφρόντιστος, ἀπρονόητος, προπετής, ὀλίγωρος, ἀταλαίπωρος, εὐχερής, εὔκολος. ἐκ τοῦ καιροῦ λέγων, ἐκ τοῦ παραχρῆμα, ἐκ τοῦ παρατυχόντος ἐκ τοῦ τυχόντος, δι’ὀλίγου, πᾶν τοὐπιὸν λέγων, ἐπιχειλής, φλύαρος, λάλος, ἐπιπολῆς λέγων, ἐξ ἑτοίμου, πᾶν τὸ ἐπελθόν, ἀπροβούλευτος, ἀπερίσκεπτος.
6.143ἀβασάνιστα, ἀπαράσκευα. ἀπαρασκεύῳ γνώμῃ ἐν τοῖς περὶ ἀληθείας Ἀντιφῶν εἶπεν, ἀπαρασκεύαστον δ’ἐν ταῖς ῥητορικαῖς τέχναις δοκοῦσι δ’οὐ γνήσιαι ἐν μέντοι τοῖς συμβουλευτικοῖς προοιμίοις τοῖς Δημοσθένους τὸ ἀπαρασκευαστότερον γέγραπται. ἄκριτα, ἀνάρμοστα, ἀραιά, διαλελυμένα, διεστηκότα, ἀδιέργαστα, ἄξεστα, ἀφρόντιστα, ἀπροβούλευτα. τάχα δὲ καὶ τὸ ἀπρόγραφα ·
6.144Ὑπερείδης μὲν γὰρ αὐτῷ ἐπ’ἄλλου κέχρηται, εἰπὼν ἀπροβούλευτα καὶ ἀπροχειροτόνητα καὶ ἀπρόγραφα, ἔχοι δ’ἂν ἐνταῦθα χώραν. ἀνέδην, χύδην, ῥύδην. πάντα κάλων ἀνείς. προχείρως, ῥᾳδίως, αὐτοσχεδίως καὶ αὐτοσχεδίους λόγους, ἀπόνως, ἀσκέπτως, ῥᾳθύμως, ἀμελῶς, ἀφροντίστως, ἀπρονοήτως, ἀταλαιπώρως, εὐχερῶς, εὐκόλως, φλυάρως, ἀπροβουλεύτως, ἀπερισκέπτως ἀπροσκέπτως, ἀβασανίστως, ἀπαρασκεύως, ἀδιεργάστως, ἀκρίτως, ἀναρμόστως. σὺν ἀπονίᾳ, ῥᾳθυμία, προπετείᾳ, εὐχερείᾳ, εὐκολίᾳ, λαλιᾷ, ἀναρμοστίᾳ. δ’ἐν τοῖς Πλάτωνος νόμοις ἀπροβουλία οὔ μοι ἀρέσκει.
6.145εἰς τὸν ὀλίγα ὑπ’ἀσθενείας λέγοντα ἄπορος ἄλογος, ἄφωνος, ἀπαράσκευος, ὀλίγος, βραχύς, σμικρός, ῥανίς, ψακάς, ἰχθύς, ἰχθύων ἀφωνότερος, ἀπερραμμένος τὸ στόμα, ἀπεστομισμένος ἀπεστραμμένος τὴν γλῶτταν, ἄγλωττος, ἀμήχανος, ἀδύνατος, ἀσθενής. καὶ τὰ πράγματα ἀπορία, ἀλογία, ἀφωνία, ὀλιγότης, βραχύτης, σμικρότης, ἀγλωττία, ἀμηχανία, ἀδυναμία ἀδυνασία, ἀσθένεια. καὶ τὰ ἐπιρρήματα ἀπόρως, ἀλόγως, ἀφώνως, ἀγλώττως, ἀμηχάνως, ἀδυνάτως, ἀσθενῶς.
6.149εἰ δ’ὀλίγα μὲν λέγοι, κρίσις δέ τις αὐτῷ προσείη, βραχύς βραχυλόγος, σύντομος, αὐτάρκης, ἀρτιεπής, σαφής, ἀποχρῶν ὑπεραποχρῶν, ἀρτίστομος, πολύνους μᾶλλον πολυλόγος, περιεπτισμένος, διεσμιλευμένος, ἀκριβής ἠκριβωμένος, ἠπειγμένος, κεκολασμένος, βεβασανισμένος, κεκριμένος, βραχέσι ῥήμασι πολὺν νοῦν ἀπαγγέλλων, οὐ λέγειν μᾶλλον διδάσκειν τὸ σαφὲς εἰδώς, οὐ μέχρι τῶν ὤτων θέλγων, πολυνοία μᾶλλον πολυλογίᾳ χαίρων.
6.150καὶ τὰ πράγματα δὲ τάχος, συντομία, αὐτάρκεια, βραχυλογία, σαφήνεια, ἀρτιφωνία ἀρτιλογία ἀρτιστομία, ἀκρίβεια, βάσανος, κρίσις. καὶ τὰ ἐπιρρήματα ταχέως, συντόμως, αὐτάρκως, βραχέως, σαφῶς, ἠπειγμένως, ἀρτιφώνως ἀρτιλόγως ἀρτιστόμως, πολύνως, ἀκριβῶς, περιεπτισμένως, κεκολασμένως, βεβασανισσμένως, διεσμιλευμένως, κεκριμένως. παῦρα μὲν λέγων ἀλλὰ μάλα λιγέως.
6.146εἰς δὲ τὸν πολλὰ οὐ μὴν κεκριμένα λέγοντα, πολυλόγος, μακρολόγος, μακρός, ἀπέραντος ἀπεραντολόγος, βόρβορος, προσκορής, κυκλοβόρος χειμάρρους χαράδρα, συρφετός, ἄμετρος ἀμετροεπής, θόρυβος, φλήναφος, ἀχαλίνωτος τὸ στόμα, ἀκρατὴς τὴν γλῶτταν, ὀλισθηρός, θολερός θολώδης, ἰλυώδης, ἀχάλινον στόμα, ἀκρατὴς γλῶττα, λήρους μακροὺς ἀποτείνων, φλύαρος, φλυαρίας εἴρων, οὐ λέγειν δυνατὸς ἀλλὰ σιωπᾶν ἀδύνατος.
6.147εἰς δὲ τὸν μετὰ δυνάμεως εἰς τὸ πλῆθος παρερχόμενον πολύς, εὔρους, ῥόθιος, εὔπορος, ἄφθονος, σφοδρός, βίαιος, παρασύρων παρέλκων παραφέρων, συγκλύζων, πηγάς τινας ἀφιείς, ὄμβρος, νιφετός, ποταμός, πυκνός, συνεχής, ἄπταιστος, λάβρος, πολλῷ ῥέων, ἀνεμπόδιστος, ἐπειδὰν λύσῃ τὸ στόμα, ἐπειδὰν ἀφῇ τὴν γλῶτταν, ἐπειδὰν προχέῃ τὴν φωνὴν, ἐπειδὰν ἐκχέῃ τοὺς λόγους · τίς ἂν ἐνέγκαι τὸν ὠθισμὸν τῶν αὐτοῦ ῥημάτων, τὸν ῥοῖζον τῶν ὀνομάτων, τὸ ῥεῦμα τῆς φωνῆς, τὸ πνεῦμα, τὸν τόνον, τὴν πυκνότητα, τὸν κατακλυσμόν, τὴν σφοδρότητα, τὴν βίαν, τὴν ἰσχύν, τὴν μεγαλοφωνίαν, τὴν εὔροιαν, τὴν μεγαλόνοιαν, τὴν λαμπροφωνίαν, τὸ ὑψηλόνουν, τὴν λαμπρότητα, τὴν ὑψηλολογίαν, τὴν καλλιφωνίαν, τὸν ῥοῦν τῶν λόγων, τὸν θόρυβον τῆς φωνῆς;
6.148τίς οὕτω ποταμὸς πολλύρους; τίς οὕτως ἐπίδρομος; Ἀλφειός Παμισός Ἀχελῷος Ὠκεανός, Νεῖλος. Ἴστρος ἂν μὴ παγῇ. ἐξ ἀδικημάτων ὀνόματα, ἐφ’οἷς εἰσὶ δίκαι καὶ γραφαί. κλέπτης, τοιχωρύχος βαλαντιοτόμος, τυμβωρύχος, μοιχός, ἀνδροφόνος, λωποδύτης, ἱερόσυλος, προδότης, ῥίψασπις.
6.151ἐπὶ δὲ τούτου Πλάτων φησὶ ῥίψασπις μὲν γὰρ οὐκ ἐν πᾶσιν ὀνομάζοιτ’ἂν δικαίως, ἀποβολεὺς δ’ὅπλων · Ἀριστοφάνης δὲ λέγει ῥίψασπιν. αὐτόμολος, ἀργός, ἀχάριστος, ἀσεβής, δειλός, ἀστράτευτος, λιποστρατιώτης, τύραννος, ἀνδραποδιστής, φαρμακεύς φαρμακός φαρμακίς, δωροδόκος, λῃστής, καταποντιστής, πόρνος, πατραλοίας μητραλοίας, βίαιος, ὑβριστής, κακήγορος, συκοφάντης.
6.152 δ’οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν ἀλλὰ μετοχαῖς, βουλεύων τυραννίδα, καταλύων τὴν πολιτείαν, ἐπὶ καταλύσει τοῦ δήμου συνιών, τὰ δικαστήρια δεκάζων, ἐξαπατῶν τὸν δῆμον τὴν βουλὴν τὸ δικαστήριον, τὰ ψευδῆ μαρτυρῶν. οἱ μὲν γὰρ ψευδομάρτυρες εἴρηνται παρὰ Κριτίᾳ, καὶ ψευδομάρτυς οὐκ οἶδ’εἴ που ·
6.153καὶ τὸ ψευδομαρτυρεῖν αὐτός που λέγει. καὶ Δημοσθένης καταψευδομαρτυροῦμαι. πιπράσκων τὸν ἐλεύθερον, παρανομῶν, ἐκλείπων τὴν ναῦν, παραβαίνων συνθήκας. καὶ ἕτερα δ’ἔστιν ἀδικήματα ὧν τοὺς ἀδικήσαντας οὐκ ἔστιν ὀνομάζειν, ἀλογίου, κακώσεως, ἀποπομπῆς, ἐπιτροπῆς, ἀπολείψεως, παραπρεσβείας, ἐξούλης, σίτου, καρποῦ, λιπομαρτυρίου λιποταξίου λιποναυτίου, εἱργμοῦ, κακοῦ ἤθους, κακοῦ βίου, αἰκίας, βλάβης, ἀπαγωγῆς, βουλεύσεως, δήμου καταλύσεως, δημοσίων ἀδικημάτων, δωροξενίας, ξενίας, ψευδεγγραφῆς ψευδοκλητείας, ἀποστασίου ἀπροστασίου, παρανόμων, ἀπρόσκλητον δίκην εἰσελθεῖν, τὴν μὴ οὖσαν λαχεῖν, παρακαταθήκην ἀποστερῆσαι, καταβάλλειν, τιτρώσκειν.
6.154καὶ περὶ τούτων καὶ μετοχαῖς ἔστι χρῆσθαι.
6.155ὅσα ἄν τις εἴποι ἐκ τοῦ ὁμο σύνθετα. ὁμόσπονδος ὁμόσιτος, ὁμοήθης, ὁμότροπος, ὁμόδουλος, ὁμόνους, ὁμόφωνος, ὁμόγλωττος, ὁμοτράπεζος, ὁμόφυλος, ὁμόδημος, ὁμωρόφιος, ὁμότιμος, ὁμότεχνος, ὁμόσκηνος, ὁμοδίαιτος, ὁμογνώμων, ὁμομήτριος ὁμοπάτριος, ὁμώνυμος, ὁμόχρως, ὁμόψηφος, ὁμοβώμιος, ὁμογενής ὁμόγονος, ὁμοειδής, ὁμομήτωρ ὁμοπάτωρ, ὁμοθυμαδόν, ὁμολογία ·
6.156 γὰρ ὁμόλογος βίαιόντε ὁμοῦ καὶ εὐτελές. ὁμότιτθον δὲ Δείναρχος εἴρηκεν, καὶ Πλάτων ὁμότροπον καὶ ὁμόζυγα, καὶ Θουκυδίδης ὁμόσκευον. ὁμόδοξον δ’ἂν εἴποις, Πλάτωνος εἰπόντος ὁμοδοξίαν · οἱ γὰρ ὁμογάλακτες ἴδιον τῶν Ἀττικῶν, τὸ δ’ὁμοερκὴς σκληρόν, εἰ καὶ παρὰ Σόλωνι. ὁμοπτέρους δὲ τοὺς ὁμότριχας εἰπόντος Εὐριπίδου, Στράττις τοὺς ὁμήλικας εἴρηκεν ὁμοπτέρους.
6.157ἐκ δὲ τοῦ συν τάδε σύνθετα. σύλλογος, σύνοδος, σύγκλητος, συνεκκλησιαστής, σύμβουλος, σύσσιτος συσσιτία, συμπότης, συλλογεύς, συστρατιώτης, σύνεδρος, σύσκηνος, συστράτηγος συντράπεζος, συνεραστής, σύμπλους, σύντροφος, συνεργός, συγγενής, συναγωνιστής, συντελής, συνθεατής, σύνορος, συμμελής, σύμψηφος, συσπένδων, συνομνύμενος, συνωμότης, συμπρέσβεις, συνίστορες, καὶ σύστασις, συμμετρία, συμφωνία, συναυλία, σύγχυσις ὅρκων.
6.158συνάρχων, σύνθηρος, συνιππεύς, συνωρίς, συγγεωργός, συγκυνηγέτης, συγκλέπτης, συμπαραστάτης, συνοδοιπόρος, σύμβιος, συστασιώτης, σύζυξ, συμμορίτης.
6.159συνθεάτριαν δὲ καὶ συλλήπτριαν Ἀριστοφάνης. δ’αὐτὸς καὶ συγκοίτας εἴρηκε, καὶ συστάδας ἀμπέλους. εἴρηκε δὲ καὶ σύμποδα καὶ συνθήκην. εἴη δ’ἂν ἐκ τούτων καὶ συντυχία. Πλάτων δὲ συμμαθητὰς ἔφη καὶ σύνοψιν οἰκειότητος. Εὔπολις δὲ συμβίοτοι συμπάροικοι, καὶ συνήλικες δ’ αὐτὸς εἶπε, Δείναρχος δὲ καὶ συνιεροποιὸν καὶ συμπρύτανιν καὶ συμβουλευτὴν εἴρηκεν, δὲ κωμῳδία καὶ συγκηδεστήν. τὰ δ’ἐκ τούτων παραγόμενα ῥήματα καὶ πράγματα καὶ ἐπιρρήματα ἀπέραντα ἂν εἴη τῷ βουλομένῳ λέγειν.
6.160ἐκ δὲ τοῦ ἡμι τάδε τὰ ὀνόματα. ἡμιμανής, ἡμιμαθής, ἡμιπλήρωτον ἡμίπλεων ἡμίμεστον, ἡμιδεές, ἡμιμέδιμνος ἡμιμόχθηρος, ἡμίτομον, ἡμίδραχμον, ἡμιωβόλιον, ἡμίεκτον καὶ ἡμιεκτέον Ἀριστοφάνης ἡμιχοίνικον, ἡμιγενής, ἡμίονος. ἡμίεργον, ἡμιτελές, ἡμιποίητον, ἡμίθραυστον, ἡμίφαυστον, ἡμίφρακτον, ἡμίφλεκτον, ἡμίοπτα, ἡμίεφθα, ἡμίβρωτα, ἡμιτέλεστα, ἡμίκρανον, ἡμίκραιρα, ἡμιμόριον, ἡμιθνής, ἡμιμέθυσος, ἡμιτυμπάνιστος, ἡμίγυμνος, ἡμίθεος, ἡμιτάλαντον, ἡμικλήριον.
6.161ἡμίλουτοι δὲ Κρατῖνος εἴρηκε, καὶ Φιλύλλιος ἡμίπλεκτοι, ἡμιμάσητοι δὲ Κράτης, καὶ ἡμιφωσώνιον Ἀριστοφάνης, καὶ ἡμίοπον αὐλὸν Αἰσχύλος. καὶ ἡμίκακον δ’Εὐκλείδης λέγει καὶ Σοφοκλῆς, Ἀριστοφάνης δὲ καὶ ἡμικάκως, καὶ Δείναρχος ἡμιπόδιον, ἡμιχρύσους δ’Ἀναξανδρίδης. τῶν μέντοι Μενάνδρου τὸ μὲν ἡμιφυὲς καὶ ἡμίγραφον ἀνεκτά, τὸ δ’ἡμιλάσταυρον παμπόνηρον.
6.162τάδε μέντοι ἐκ τοῦ παν σύνθετα. πάγκαλος, πάγκακος, πανοῦργος, πάνδημος. καὶ παγκάλως καὶ παγκάκως, καὶ ὡς Πλάτων παγκάλη πάγκαλον. παμπάλαιον, πάμμεγα παμμέγεθες, παμπληθές πάμπολυ, πάμμηκες, παμποίκιλον, παντοδαπόν, παντοῖον, πανσέληνος, παναρμόνιον, παναγές, πανώλης, πάντολμος, παμμίαρον, παμπόνηρον, πάνσοφον, παντελές, πάνδεινον, πάνδηλον. καὶ τὰ Θουκυδίδου πανωλεθρίᾳ, πανδημεί, πασσυδί.
6.163καὶ τὰ Πλάτωνος παμπλούσιος καὶ πάνσμικρος καὶ παντοπώλιον. εἴποις δ’ἂν καὶ παγγενεί, πανστρατιᾷ, παναισχές, παμπρασία, πανδαισία, πανθοινία, παγκαρπία, πανοπλία. Ἀντιφῶν δὲ καὶ ἐξαλᾶσθαι πανοικεσίᾳ ἔφη. πανήμερος πάννυχος · τοῦτον δὲ πανεύφρονα Κρατῖνος καλεῖ. πανδοκεύς πανδοκεύτρια. καὶ ὡς Κρατῖνος παναγάθη, καὶ ὡς Ἀριστοφάνης πάγκυφος ἐλαία. καὶ Παναθήναια δὲ καὶ Πανιώνια καὶ Παναιτώλια καὶ Παμβοιώτια καὶ Πάνδια.
6.164ἐκ δὲ τοῦ πάλιν τάδε σύνθετα. παλίμβολος, παλίμπρατος, παλιγκάπηλος, παλίντροπος, παλίγκοτος · τὸ γὰρ παλίνορσος ποιητικόν, καὶ τὸ παλιντράπελος βίαιον καὶ τὸ παλίντονον. Δείναρχος δὲ καὶ παλιμπροδότης λέγει. παλίμπηγα δ’οἱ κωμικοὶ τὰ παλαιὰ καττύματα, καὶ παλινδορίαν. καὶ παλίνδικον τὸν πολλάκις δικαζόμενον, καὶ παλίγγλωσσον τὸν κακόφημον.
6.165ἐκ δὲ τοῦ τρι τριπλοῦν, τρίδραχμον, τρίμνουν, τριτάλαντον, τριστάτηρος χλαμύς, τριτημόριον, τρικόλλυβον, τριτοστάτης ἐν χορῷ τριτόστατος, τρίδουλος, τριμίτιον, τριταγωνιστής, τριήρης, τρίπολος γῆ · τρίκλυστος δ’Ἀριστοφάνης λέγει. τρισκατάπτυστος, τριττυάρχης, τρίπαλαι · τὸ γὰρ τριπέρυσιν ἠρέμα φορτικόν. τρισκακοδαίμων καὶ ἄλλα τοιαῦτα.
6.166ἐκ δὲ τοῦ φιλο τάδε σύνθετα φιλόδημος φιλόπολις, φιλοστρατιώτης, φιλοπροσήγορος, φιλόνεικος, φιλόσοφος, φιλόκαλος, φιλέταιρος, φιλοβάρβαρος φιλέλλην, φιλολόγος φιλήκοος, φιλαθήναιος, φιλοχρήματος φιλόχρυσος φιλάργυρος, φίλοινος φιλοπότης, φιλόθεος, φιλόδικος, φιλαλήθης, φιλοπράγμων, φιλαπόδημος, φιλοσκώμμων, φιλοπόλεμος, φιλαίτιος, φιλεγκλήμων, φίλερις, Ἄλεξις δὲ καὶ φιλεριστὴν εἶπεν γιλογέλως φιλοκίνδυνος, φίλεργος, φιλαναλώτης, φιλοτύραννος, φαλαπεχθήμων, φιλοθεάμον, φιλοθέωρον δ’αὐτὸν Ἄλεξις εἴρηκεν.
6.167φιλολοίδορος, φιλάνθρωπος, φιλοκερδής, φιλόδωρος, φιλόπαις φιλότεκνος φιλόστοργος φιλογύνης, φιλόθηρος φιλόμουσος, φιλοσώματος φιλόψυχος, φιλόξενος φιλοικτίρμων φιλόπλουτος, φίλυπνος, φιλοκυνηγέτης, φιλογεωργός, φιλόκυβος, φιλοχωρῶν φίλιππος, φιλοφροσύνη, τάχα καὶ φιλόφρων ἀπ’αὐτῆς καὶ φιλοχωρία, ἴσως καὶ φιλόχωρος, φιλοτεχνία φιλότεχνος. Ἀριστοφάνης δέ που φησὶ καὶ φιλοκηδῆ λόγον, Ἀριστομένης δ’ κωμικὸς φιλακόλουθος ἄρχεται. φιλοδοξία, ἐκ δ’αὐτῆς φιλόδοξος.
6.168ἔλεγον δ’οἱ ποιηταὶ καὶ φιλόστροφον τὸν εὐμετάβολον, Δείναρχος δὲ καὶ φιλοπόνηρον, ὡς Φιλωνίδης φιλομόχθηρον, ἐπὶ δὲ τῆς τελευτῆς ὄνομα θεόφιλος τὸ φιλεῖν ἔχει · γὰρ γυναικοφιλὴς ἐν ταῖς Πολυζήλου Μουσῶν γοναῖς οὐ πάνυ ἀνεκτόν.
6.169τάδε μέντοι ἐκ τοῦ κακο σύνθετα. κακοδαίμων, κακοῦργος, κακολόγος κακήγορος, κακοπράγμων ὡς Ὑπερείδης, κακόβιος, κακόβουλος, κακόνους ὡς Ἀντιφῶν, κακοφροσύνη. καὶ ἐκ τούτου ἂν εἴη κακόφρων, καὶ κακὸς κακῶς ἀπόλοιτο.
6.170ἐκ δὲ τοῦ πολυ τάδε σύνθετα. πολυπράγμων, πολυλόγος, πολυήκοος, πολυθεάμων, πολύφωνος, πολυμελής, πολύχειρ, πολύγλωττος πολύφημος, πολύτροπος, πολύπονος, πολυπλάνητος, πολυπόρευτος, πολύνους, πολύρρους, πολυπρόσωπος, πολυχρήματος πολύχρυσος, πολυσώματος, πολυΐστωρ, πολυκτήμων, πολυάργυρος πολύχαλκος, πολύπυρος πολύοινος πολύσιτος, πολυπότης, πολυάνθρωπος πολυπρόβατος πολυθρέμμων πολύδουλος, πολύανδρος πολυγύνης πολύπαις, πολύπους, πολυάδελφος, πολύθηρος, πολύδενδρος πολύυλος πολύυδρος, πολύξυλος, πολυσκώμμων, πολυτελής, πολύτιμος, πολυειδής, πολυγενής, πολύμορφος, πολυανθής, πολυσχήμων.
6.172ἐκ δὲ τοῦ μισο σύνθετα · μισόδημος μισόπολις, μισολόγος, μισοπόνηρος, μίσεργος, μισάνθρωπος μισόθεος, μισογύνης μισότεκνος, μίσιππος, μισόθηρος, μισοφίλιππος μισαλέξανδρος, μισαθήναιος, μισοτύραννος, μισέταιρος μισόξενος, μισοβάρβαρος μισέλλην, μισοπροσήγορος, μισαπόδημος, μισοπέρσης ὡς Ξενοφῶν.
6.173ἐκ δὲ τοῦ μεγαλο σύνθετα μεγαλοπράγμων, μεγαληγόρος, μεγαλουργός, μεγαλόμισθος, μεγαλογνώμων, μεγαλόψυχος, μεγαλόθυμος, μεγαλότολμος, μεγαλόφωνος, μεγαλοπολίτης, μεγαλόπλουτος, μεγαλόδωρος, μεγάλαυχος, μεγαλόφρων.
6.174ἐκ δὲ τοῦ ἰσο τάδε σύνθετα ἰσόνομος, ἰσοτελής, ἰσότιμος, ἰσοπολίτης ἰσοπολιτεία, ἰσήγορος ἰσηγορία, ἰσοστάσιον, ἰσομέτρητον, ἰσοπληθές, ἰσόμηκες, ἰσομέγεθες, ἰσοχειλές, ἰσόπεδον, ἰσάριθμον, ἰσονομία, ἰσομοιρία, ἰσηγορία, ἰσοκρατία ἰσοπαλεῖς, ἰσοκρατεῖς, ἰσόψηφοι, ἰσόδρομοι, ἰσόζυγες. Ἄρχιππος δ’ κωμικὸς καὶ ἰσόχρυσον εἴρηκεν. τὸ δ’ἰσοθάνατον Σοφοκλέους εἰπόντος ἐν Κρεούσῃ οὐ πάνυ ἀνεκτόν.
6.175τάδε μέντοι ὅμοια τῷ σχήματι τῆς λέξεως, οὐ σημαίνοντα μὲν ταὐτόν, ἐοικότα δὲ τῇ ἰδέα. καταλογάδην λέγειν, λογάδην ἀθροίζειν, ἀριστίνδην ἐκλέγειν, πλουτίνδην καταλέγειν, ἀναβάδην καθίζειν, ἀποτάδην τρέχειν, συλλήβδην εἰπεῖν, ὀρθοστάδην ἀγωνίζεσθαι, συστάδην μάχεσθαι, ἄδδην ἐσθίειν, κρύβδην πράττειν, σποράδην ἑστάναι, φοράδην κομίζεσθαι, ἀνέδην παραινεῖν, χύδην δαπανᾶν, σχέδην ἐλαύνειν, ἀγχιστίνδην γαμεῖν · τὸ γὰρ φυράδην καὶ ῥύδην οὐκ οἶδα εἰ ἀνεκτά.
6.176καὶ τάδε ἄλλα τοῦ αὐτοῦ σχήματος. προβολὴ ἀδικήματος, καταβολὴ πυρετοῦ, συμβολὴ στρατοπέδου, διαβολὴ κακουργήματος, ἐπιβολὴ τολμήματος, ἐπιβολὴ ζημίας, ἀναβολὴ πράγματος, εἰσβολὴ στρατοῦ, ἐκβολὴ λόγου, παραβολὴ πράγματος, ἐμβολὴ ἀγωγίμων, ὑπερβολὴ δαπανημάτων, μεταβολὴ κακῶν.
6.177ὡσαύτως καὶ τάδε. στεφάνων ἀνάρρησις, ἀναγόρευσις τιμῶν, στάσις εἰκόνων, ἀνακήρυξις ἀθλητῶν, εἰσήγησις ψηφισμάτων, βούλησις ἀνδρῶν, εὕρεσις χρησμῶν, προαίρεσις βίου, πρόκλησις ἐν δίκῃ, κατάστασις ἀρχῆς, λῆξις δίκης, παραίτησις τιμωρίας, ἀντίδοσις οὐσίας, λιπάρησις πρέσβεων, ἐξεγγύησις ὀφείλοντος, ἀμφισβήτησις ἐπικλήρου, μίσθωσις οἴκου, ἔντευξις ἀνδρός, ἔκτισις δίκης, ἀπόδρασις στρατιᾶς, ἀπόβασις ἐκ νεῶν, σύνθεσις ῥημάτων, φάσις ἐγκλημάτων, ἀνάπαυσις καμάτων, ἔνδειξις ἀδικήματος, ἐκποίησις τέκνων, ἴασις νόσων, ὑπόσχεσις χάριτος, τίμησις δίκης, ὑποτίμησις τιμήματος, ἀντιτίμησις προτιμήματος, ἀγανάκτησις γνώμης, ἐπιτήδευσις σοφίας, ἀπόστασις ὑπηκόων, σύγχυσις πολιτείας, εὕρεσις πραγμάτων, ὄψις χρωμάτων, ἐγχείρησις τόλμης, κρᾶσις ὡρῶν, τέρψις ἀκοῆς, σκέψις δήμου, σχέσις ἁψῖδος, ἕξις ὅπλων, βούλευσις φόνου, μέλλησις πράξεων, μήνυσις ἀδικημάτων σύλλεξις χρημάτων, ἀνασύνταξις φόρων, ἀπόλαυσις τύχης, μέμψις γνώμης, αἵρεσις φρουρίου, ἀπόφευξις ἀποστασίου, καὶ πολλὰ ἄλλα τοιαῦτα.
6.179καὶ τάδε ὁμοίου σχήματος. δεῖγμα ἔνδειγμα, βούλημα, βούλευμα νόμισμα, μίμημα, θέαμα, βάδισμα, τόξευμα, παράδειγμα, τόλμημα, φρόνημα, κίνημα, τίμημα προστίμημα, ἀξίωμα, πλάσμα, πταῖσμα, θαῦμα, οἴκημα, κῦμα, νᾶμα, δόγμα, ἐπανόρθωμα, εὕρημα, ἐρύθημα, θήραμα, νόημα, συκοφάντημα, αἰσίωμα, ἐναντίωμα, πλεονέκτημα, ἐλάττωμα, ἀγνόημα, κήρυγμα, τραῦμα, βλῆμα, ἀτύχημα, νόσημα, ἀρρώστημα, σύνθημα, ἐπιτήδευμα, ἐπιθύμημα, παρανόμημα, πλήρωμα, κακούργημα, λῆμμα, ψεῦσμα, σόφισμα, ἵδρυμα, ἀσέβημα, τοιχωρύχημα, ἀναισχύντημα, ἐπιχείρημα ἐγχείρημα, λοιδόρημα, ἕρμα, μάντευμα, ἐπιτέλεσμα, δίδαγμα, φρύαγμα, καύχημα, αὔχημα, ἀλαζόνευμα, αὔλημα, πάθημα, καῦμα, φλέγμα, σχῆμα, ζῶσμα, ζεῦγμα, ἄσκημα, βλέμμα, ὄμμα, ἆσθμα, πνεῦμα, νεωτέρισμα, νεανίευμα, στηλίτευμα, ἐπιτείχισμα, μηχάνημα, μεσεγγύημα, καλλώπισμα, στεφάνωμα, πέμμα, ἀγώνισμα, γέννημα, παίδευμα, θρέμμα, μάθημα, μνῆμα ὑπόμνημα, γεώργημα, πλέγμα, ἔγκλημα, ἄκουσμα, ὑπόδημα, οἰκοδόμημα, ῥῆγμα, πρόσπταισμα ἐπίπταισμα, στρέμμα, ἀνάθημα, αἴσθημα, κινδύνευμα, εὐεργέτημα, κοινώνημα, ἐρώτημα, πλήρωμα, σκαιώρημα, σύγγραμμα, χαράκωμα, ἔδεσμα βρῶμα, πῶμα πόμα, ἄρτυμα ἥδυσμα, τόρευμα, πονήρευμα, ᾆσμα, ὀδύρματα, θυρώματα, αἰκίσματα, ἀργυρώματα, βρώματα, θύματα, συχνάσματα, κωλύματα, πείσματα, ζητήματα ὡς Δημοσθένης, ἀμφισβητήματα, βλάμματα, περιτρίμματα, παιπάλημα, πάτημα, ὅπλισμα δόξασμα δὲ Πλάτων εἶπε καὶ ἀποβλάστημα, Ἀντιφῶν δ’ἐπιθύμημα.
6.183δικαίωμα, ῥῆγμα φράγμα, βάμμα · τὸ γὰρ κῶμα, ὅπερ ἐπὶ τῆς καρηβαρίας λέγουσι τῆς ῥεπούσης εἰς ὕπνον, οὐ πάνυ ἐπαινῶ, ὥσπερ οὐ δὲ τὸ δράμημα οὐ δὲ τὸ κώκυμα, οὐ δὲ τὸ παρ’Ὑπερείδῃ ἀναισχύντημα.
6.184 ταὐτὸν δ’ἐστὶν ἀναφυγή, ἀποφυγή, ἀναφορά, ἀναχώρησις, ἀποστροφή. ἀναφυγεῖν, ἀποφυγεῖν, ἀνενεγκεῖν, ἀναχωρῆσαι ἐπαναχωρῆσαι. καὶ ἀναθέσθαι δὲ ἐπὶ τοῦ αὐτοῦ.
6.185ὡσαύτως ταὐτόν ἐστι τρυφᾶν, ἡδυπαθεῖν, θρύπτεσθαι ἀνατεθρύφθαι, ἐκδεδιῃτῆσθαι, χλιδᾶν. τὸ γὰρ θερμερύνεσθαι καὶ κιχλιδιᾶν κωμικὰ μὲν, ἐμοὶ δ’οὐκ ἀρέσκει. βιαζομένῳ δ’ἂν εἰς χρῆσιν ἔλθοι καὶ τὸ σκιαστροφεῖσθαι. τὰ δὲ πράγματα τρυφή, ἡδυπάθεια, θρύψις, ἐκδιαίτησις, χλιδή, σκιατροφία · οἱ δ’ἐσκιατροφημένοι σκιατροφίαι καλοῦνται. καὶ μετοχαὶ δ’ἀπὸ πάντων. ὄνομα δ’ἀπ’οὐδενὸς ὅτι μὴ χλιδανός, τάχα καὶ θρυπτικός. ἐπίρρημα δὲ θρυπτικῶς καὶ ἐκδεδιῃτημένως, φαῦλον δὲ τὸ ἐσκιατροφημένως, καὶ βίαιον τὸ χλιδανῶς.
6.186ἐπὶ ταὐτοῦ λέγοιτ’ἂν δωρεά, τιμή, ἆθλον, γέρας, μισθός, ἐπίχειρα. ἰδίως δὲ ἰατρῷ μὲν σῶστρα καὶ σωτήρια καὶ ἰατρεῖα, τῷ δὲ παιδεύοντι διδασκαλεῖα, τῷ δὲ στρατιώτῃ ἀριστεῖα καὶ ἐπινίκια καὶ νικητήρια, ὡς ἀθλητῇ ἆθλα καὶ χειροτέχνῃ ἐπίχειρα καὶ ἀγγέλῳ εὐαγγέλια καὶ τῷ φέροντι κόμιστρα, ὡς εὐεργέτῃ χαριστήρια καὶ τῷ μηνύσαντι μήνυτρα καὶ τροφεῖ θρέπτρα.
6.187λέγοις δ’ἂν δωρεῖσθαι, τιμᾶν, γεραίρειν · Ξενοφῶν δὲ καὶ ἐπιγεραίρειν τὸ γεραίρειν ἔφη. λέγοιτο δ’ἂν ἐπὶ τούτων καὶ τὸ ἀμείβεσθαι. ἀμφίβολος δ’ ἀμοιβή · ἔστι μὲν γὰρ παρ’Ἀρχιλόχῳ καὶ παρ’Εὐριπίδῃ ἐν Ὀρέστῃ, τὸ δὲ παρ’Ὁμήρῳ σοὶ δ’ἄξιον ἔσται ἀμοιβῆς καὶ παρὰ Πλάτωνι ἐν Συμποσίῳ οὐ σαφές.
6.188 δ’ἐπ’ἀφροδισίοις μαινόμενος λάγνης ἂν καὶ λάγνος ῥηθείη, λαγνίστατος, λαγνεύων, εἰς Ἀφροδίτην νοσῶν, ἀσελγαίνων, ἀκολασταίνων, πορνοκοπῶν, πορνοβοσκοῖς συνών, ἑταιριζόμενος οὕτω γὰρ οἱ κωμικοὶ ὀνομάζουσιν τὸν περὶ τὰς ἑταίρας ἔχοντα εἰς ἡδονὰς ἐκκεχυμένος, γυναιμανής, ἑταίραις συμβιούς, ἑταιριστής, περὶ τὰς τῶν ἑταιρῶν θύρας κεκυλινδημένος, μάχλος, ὀργῶν, ἐν οἰκήματι ζῶν, ἐν ματρυλείοις, ἐν ἀσωτείοις, ἐν κασαυρείοις, εἰ μὴ σφόδρα ποιητικὸν.
6.189λέγοιτο δ’ἂν καὶ δύσερως καὶ δυσερωτιῶν. καὶ ἐρωτομανῶν, καὶ ἐρωτομανὴς καὶ θρήνερως καὶ μισηνερώς. καὶ μισητὸν μέντοι τὸν τοιοῦτον οἱ κωμικοὶ καλοῦσι, καὶ μισητὴν τὴν μάχλον · ταύτην δ’οὐχ ἑταίραν μόνον ἀλλὰ καὶ πόρνην καὶ χαμαιτύπην καὶ ἀσελγῆ καὶ ἀκόλαστον καὶ ῥᾳδίαν καὶ εὐχερῆ καὶ πρόχειρον καὶ μοιχεύτριαν. τὸ δὲ πρᾶγμα λαγνείαν, ἀσέλγειαν, ἀκολασίαν, εὐχέρειαν, ῥᾳστώνην, μαχλοσύνην, ἑταίρησιν, πορνείαν, μισητίαν.
6.190δωροδόκος ῥήτωρ, δεδωροδοκημένος, δεδεκασμένος, διεφθαρμένος, ἐπὶ μισθῷ λέγων, ἐπ’ἀργυρίῳ, ἐπὶ χρήμασι πολιτευόμενος, ἐπὶ τῆς τοῦ λαμβάνειν ὢν προαιρέσεως, πρὸς τοῦ διδόντος, ὢν παντὸς τοῦ διδόντος, μισθοδοτούμενος μισθαρνῶν, μισθοφορῶν, μισθοφόρος, μισθωτός, καταμισθοφορῶν, πρὸς ἀργύριον ῥέπων, πρὸς τὸ βαρῦνον, ὑποτιθεὶς τὴν χεῖρα τοῖς λήμμασι, πεπραμένος, παλίμπρατος, ἔμμισθος, τὴν φωνὴν πιπράσκων, ἀποδόμενος, πωλῶν, ἀπεμπολῶν, ἀποκηρύττων, ἀπομισθῶν, κέρδει τὴν εὐδαιμονίαν μετρῶν, φιλοκερδής αἰσχροκερδής.
6.191καὶ τὰ πράγματα δωροδοκία, δεκασμός, διαφθορά, μισθαρνία μισθοφορία, μισθοδοσία, πρᾶσις, ἀπόδοσις ἀπεμπόλησις, φιλοκέρδεια αἰσχροκέρδεια. δ’ἐναντίος ἄδωρος, ἀδωροδόκητος, ἀδέκαστος, ἀμίσθωτος, ἀδιάφθορος, ἀνάργυρος, ἄπρατος ἐλεύθερος, κρείττων λημμάτων, ἀντιβλέπων πρὸς ἀργύριον, οὐ καθελκόμενος ὑπὸ λήμματος, οὐ βαρυνόμενος.
6.193 ταὐτόν ἐστιν ἀναιρεῖν, φονεύειν, κτείνειν ἀποκτείνειν ἀποκτεινύειν ἀποκτεινύναι, σφάττειν ἀποσφάττειν Θουκυδίδης δὲ καὶ ἔσφαζον λέγει δολοφονεῖν μιαιφονεῖν, ἀποχρᾶσθαι διαχρᾶσθαι. τὰ δὲ ὀνόματα ἀνδροφόνος φονεύς φονικός, σφαγεύς, μιαιφόνος · ἀπὸ δὲ τῶν ἄλλων μετοχαί. σφαγεὺς μέντοι παρὰ Σοφοκλεῖ καὶ τὸ ξίφος. τὰ δὲ πράγματα ἀναίρεσις, φόνος, σφαγή, μιαιφονία, ἀνδροφονία. ἐπίρρημα δὲ καὶ μόνον φονικῶς.
6.194 ταὐτόν ἐστιν ἄφνω, ἐξαίφνης, ἐξαπίνης, αἰφνίδιον, ἐξαπίναιον, αἰφνιδίως ἐξαπιναίως. χρηστέον δ’ἐπὶ τούτου καὶ τῷ ἀπροσδοκήτως, τάχα δὲ καὶ τῷ ἀνελπίστως καὶ ἐξ ἀπροσδοκήτου καὶ ἀνελπίστου. ταὐτόν ἐστιν ὑποχωρεῖν, ἐκχωρεῖν, ὑπαπιέναι, ὑπαλλάττεσθαι ὑπεξιέναι, ὑπαφίστασθαι ὑπεξίστασθαι, ἐκκλέπτειν ἑαυτὸν καὶ ὑποκλέπτειν ἑαυτούς. τάχα δ’ἂν εἰς ταὐτὸν συντελοῖ καὶ τὸ σπείρεσθαι διασπείρεσθαι, διασκεδάννυσθαι ὡς Ξενοφῶν διασκίδνασθαι, διαπεφορῆσθαι ὡς Κριτίας, καὶ ὑπεκτίθεσθαι δ’ἑαυτὸν τὰ ἑαυτοῦ.
6.195καὶ τὸ αὐτῶν μέρος, ὅσον ἐστὶν ἐπ’αὐτοῖς, τὸ κατ’αὐτούς, τὸ ἐπ’αὐτοὺς ἧκον, τὸ ἐπ’αὐτοῖς. Κριτίας δέ πού φησιν ἐπὶ τόγε, ἐπὶ τὸ χρηστοὺς εἶναι.
6.196οὐσία, κλῆρος, κτῆσις, περιουσία, πλοῦτος, βίος, χρήματα εὐχρηματία πολυχρηματία, εὐκτημοσύνη πολυκτημοσύνη, κτήματα, ἐπικαρπία, τὰ ὑπάρχοντα, τὰ ὄντα. εὔκληρος βαθύκληρος, πολυκτήμων, πλούσιος βαθύπλουτος, πολυχρήματος. καὶ ἄβιος, ἔμβιος ὣς Ἀντιφῶν φησί, καὶ εὔβιος Πλάτων ὡς δὲ καὶ εὐχρημονεῖν τὸ πλουτεῖν καὶ ἀχρημονεῖν τὸ πένεσθαι εἶπεν. τοῦτο δὲ καὶ ἀπορεῖν καὶ πτωχεύειν, μισθαρνεῖν, θητεύειν, ἀγείρειν, προσαιτεῖν.
6.197καὶ πένης ἄπορος, ἀχρήματος, ἀκτήμων, ἄκληρος, ἐνδεῶς πράττων, ἀπόρως πράττων, ἐν πενίᾳ καθεστηκώς, σπανίζων · ἐξ ὧν καὶ πενία, ἀκληρία, ἀπορία, ἀχρημοσύνη ἀχρηματία, ἀκτημοσύνη, σπάνις, ἔνδεια ἔκδεια, ἐπίλειψις. ἰδίως δὲ τοὺς μὲν πλουσίους καὶ τοὺς παχεῖς καὶ τοὺς ὀλίγους καὶ τοὺς ἐνδόξους καὶ τοὺς βελτίους καὶ τοὺς χρηστοὺς καὶ τοῦς ἱππέας ὠνόμαζον, τοὺς δὲ πένητας τοὺς πολλούς, τοὺς δημοτικούς, τὸν δῆμον. ἔνιοι δὲ πένητα τὸν πτωχὸν καὶ πτωχείαν τὴν πενίαν. οἱ δὲ τὸν οὕτω πράττοντα καὶ γυμνὸν καὶ κρίνον ὠνόμαζον.
6.198ἐξόρους δ’ἐρεῖς ὑπερορίους, ἐκδήμους, διαποντίους, ἐπιστολιμαίους, ἀλλοφύλους ἄνδραςτε καὶ δυνάμεις καὶ πολέμους.
6.199γέλως ἐρεῖς καὶ μειδιασμὸς καὶ μειδίαμα καὶ μειδίασις, φαιδρότης ὀφθαλμῶν, ἄνεσις προσώπου, καγχασμός · καὶ ἑτέρας χρείας χλευασμός χλευασία, κατάγελως. γελᾶν, μειδιᾶν ὑπομειδιᾶν ἐπιμειδιᾶν, ἀνιέναι τὸ πρόσωπον, φαιδρύνεσθαι τὼ ὀφθαλμώ, καγχάζειν, χλευάζειν ἐπιχλευάζειν καταχλευάζειν ἐκχλευάζειν, καταγελᾶν ἐπιγελᾶν ἐπεγγελᾶν πλατὺς γέλως, καὶ ὡς Πλάτων γέλως σαρδόνιος, ἔκγελως παρὰ Πλάτωνι γελαστικός ·
6.200οὕτω γὰρ ὁρίζονται τὸν ἄνθρωπον, ὅτι μόνος ἐξ ἁπάντων τῶν ζῴων γελᾷ. χλευαστικός καταχλευαστικός. καταγελαστικῶς χλευαστικῶς · οὐ γὰρ ἂν προσοίμην ἀπὸ τῶν ἄλλων ἐπιρρήματα. τάχα δ’ἂν εἴη τῆς αὐτῆς χρείας τὸ καταμωκᾶσθαι, κατειρωνεύεσθαι, διασύρειν, κωμῳδεῖν διακωμῳδεῖν, τωθάζειν. εἴρων, κωμῳδικός, τωθαστικός · γὰρ γελοῖος καὶ τὸ γελοιάζειν καὶ τὸ γελοίως ἑτέρας ἐστὶ χρείας, ὥσπερ καὶ καταγέλαστος καὶ παρὰ τοῖς ποιηταῖς τὸ τῆς θαλάττης γέλασμα.
6.201κλαίειν δ’ἐρεῖς ἀποκλαίειν ἀνακλαίειν, δακρύειν ἀποδακρύειν, κλαυθμυρίζεσθαι, θρηνεῖν, ὀδύρεσθαι ἐποδύρεσθαι ἀποδύρεσθαι, δεινοπαθεῖν, οἰμώζειν, ὀλοφύρεσθαι κατολοφύρεσθαι, ποτνιᾶσθαι, οἰκτίζεσθαι, καὶ κλαυθμός, δάκρυον, κλαυθμυρισμός, ὀδύρματα, θρῆνος, ὀλόφυρσις, οἶκτος οἰκτισμός, οἰμωγή · τραχὺ γὰρ ποτνίασις, καὶ εὐτελὲς δεινοπάθεια.
6.202φιλόδακρυς δὲ καὶ πολύδακρυς καὶ θρηνητικὸς καὶ ὀδυρτικὸς καὶ θρηνώδης, καὶ θρήνων ἔξαρχος, καὶ θρηνῳδός, ὃν καὶ θρῆνον ἐκάλουν. ἐπιρρήματα δὲ οὐκ ἀπὸ πάντων, ἀλλὰ θρηνητικῶς. εἴποις δ’ἂν ὅτι τὸ γυναικεῖον γένος ἐστὶ θρηνῶδες καὶ φιλόθρηνον καὶ φιλόδυρτον καὶ θρηνητικόν.
6.203ὄνομα, κλῆσις, προσηγορία, πρόσρησις πρόσρημα, ἐπίκλησις ἐπίκλην, ἐπωνυμία ὀνομασία. καὶ τὰ ἀπαρέμφατα ὀνομάζειν, καλεῖν, προσαγορεύειν, ἐπονομάζειν.
6.204καίριον δ’ἐρεῖς τὸ αὐτὸ καὶ ἔγκαιρον εὔκαιρον ἐπίκαιρον · ἐν καιρῷ, κατὰ καιρόν, ἐπὶ καιροῦ, καιρίως, εὐκαίρως ἐγκαίρως ἐπικαίρως · εὐκαιρία ὡς Πλάτων. τὸ δ’ἐναντίον ἄκαιρον, ἔξω καιροῦ, ἀκαίρως, ἀκαιρία. ἀπὸ δὲ τούτων τὸ καιροφυλακεῖν καὶ καραδοκεῖν ἔλεγον. τὸ δὲ καίριον καθ’ἑτέραν χρείαν εἴποι ἄν τις καὶ εὔστοχον, ἐπίσκοπον, ἐπιτυχές εὐτυχές, ἀπλανές, ἀσφαλές, τάχα καὶ ἀστραβές, ὡς τὸ ἐναντίον ἄσκοπον, ἄστοχον, ἀτυχές δυστυχές, διημαρτημένον, ἐσφαλμένον ·
6.205καὶ εὐστοχίαν ἐπιτυχίαν εὐτυχίαν οὐ γὰρ καὶ ἐπισκοπίαν καὶ ἀστοχίαν δυστυχίαν διαμαρτίαν ἀτυχίαν · καὶ εὐστόχως καὶ ἐπισκόπως, εὐτυχῶς ἐπιτυχῶς, ἀπλανῶς, ἀσφαλῶς, ἀστραβῶς, ἀστόχως, ἀσκόπως, ἀτυχῶς, διημαρτημένως, ἐσφαλμένως, σφαλερῶς.
6.206δῆλον ἔνδηλον πρόδηλον ἐπίδηλον ἔκδηλον ποιητικὸν γὰρ τὸ ἀρίδηλον προφανές ἐπιφανές ἐκφανές περιφανές καταφανές, σαφές, γνώριμον, ἐληλεγμένον, πολυθρύλητον τεθρυλημένον ἐκτεθρυλημένον, μυριόλεκτον ὡς Ξενοφῶν συμβαίνοι δ’ἂν εἰς ταὐτὸν καὶ τὸ ἔκπυστον, ἔκφαντον, ἔκφορον, καὶ τὸ ἐπίρρητον, ἐπιβόητον περιβόητον, κεκηρυγμένον.
6.207καὶ τὰ ἀπαρέμφατα δηλῶσαι, ἐκφῆναι, σαφηνίσαι, γνωρίσαι, θρυλῆσαι, κηρῦξαι ἐκκηρῦξαι, ἐκλαλῆσαι, ἐκβοῆσαι, ἐκθρυλῆσαι, ἐκθροῆσαι, ἐξαγορεῦσαι, ἐλέγξαι, τάχα δὲ καὶ διακαλύψαι καὶ ἐκκαλύψαι καὶ ἀποκαλύψαι. καὶ ἐνδήλως ἐκδήλως προδήλως ἐπιδήλως · τὸ γὰρ καταδήλως καὶ δήλως εὐτελῆ, προφανῶς δὲ καὶ ἐκφανῶς καὶ καταφανῶς καὶ περιφανῶς, γνωρίμως, σαφῶς, πεφασμένως, ἀπαρακαλύπτως, ἀνυποστόλως, πολυθρυλήτως τεθρυλημένως ·
6.208σκληρὸν γὰρ τὸ ἐληλεγμένως, ἐπιρρήτως δὲ καὶ ἐπιβοήτως καὶ περιβοήτως. τὸ δὲ κεκηρυγμένως ἄηθες. ἐκ δὲ τῶν ἄλλων ἀποκεκαλυμμένως. καὶ δήλωμα δὲ καὶ δήλωσις καὶ περιφάνεια, γνῶσις, σαφήνεια, θροῦς, ἔλεγχος · σκληρὸν γὰρ τὸ ἐπιβόημα. ἀπὸ δὲ τῶν ἄλλων οὐκ ἔστι τὰ πράγματα, ἄντικρυς ἄλλα δηλοῖ, τάχα δ’ἂν τούτοις προσαριθμήσαις τὸ διαρρήδην, ἀναφανδόν, διαφάδην ὡμολογημένως.
6.209τὰ δ’ἐναντία ἄδηλον, ἀφανές, ἀσαφές, ἄγνωστον, ἀνέλεγκτον, ἀπόρρητον, ἀνέκπυστον, ἄφθεγκτον, σεσιγημένον, ἀνέκφορον, ἐπικεκρυμμένον, κρυπτόν κρυπτόμενον ἐπικρυπτόμενον διακρυπτόμενον, ἀγνοούμενον, λανθάνον, συνεσκιασμένον συγκεκαλυμμένον, παρακεκαλυμμένον ὑπὸ παραπετάσματι. καὶ ἀφανίσαι, κρύψαι κατακρύψαι κατασιγάσαι, ἐπικρύψασθαι διακρύψασθαι, λαθεῖν, ἀγνοηθῆναι, συσκιάσαι, παρακαλύψασθαι προκαλύψασθαι, ὑποστείλασθαι, παραπετάσασθαι. καὶ τὰ ἐπιρρήματα ἀδήλως, ἀφανῶς, ἀσαφῶς, ἀγνώστως, ἀνελέγκτως, ἀπορρήτως ἀρρήτως, κεκρυμμένως, λεληθότως λανθανόντως, στεγανῶς · φορτικὸν γὰ σιγηλῶς, τὰ δ’ἀπὸ τῶν ἄλλων σκληρὰ εὐτελῆ.