Julius Pollux

Dictionary, 7

7.1Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. τὸν ταῦτα συντιθέντα τὰ βιβλία οὐ πολλοῖς ὡμιληκέναι μόνον ἐχρῆν ἐμμέτροιςτε καὶ ἀμέτροις λόγοις, ὥσπερ ἂν εἴποι Πλάτων ἔντε ποιήμασι καὶ χύδην, ἀλλὰ προσθεῖναί τι αὐτοῖς καὶ συντάξεως σχῆμα καὶ τὸ ἐν τοῖς ἀνομοίοις ὅμοιον, ἔτι δὲ καὶ ἀκρίβειάν τινα ἐπὶ τῆς ψυχῆς ἔχειν εἰς βασάνου κρίσιν. τοῦδε εἵνεκα οὐ δὲ συνεργὸν ἐδυνάμην εἰς πάντα παραλαβεῖν οὐδένα · οὔτε γὰρ εἶχον ὅτῳ πιστεύσαιμι ἐοικότι, καὶ ἔδει πάντως ἑκάστῳ προσεῖναι τὸ ἐμοὶ δοκοῦν. ἔρρωσο κύριε.
7.6καὶ μὴν ἐπί γε τῶν ἑξῆς τεχνῶν εἴποι ἄν τις τέχναι βάναυσοι, ἀγοραῖοι, ἀνελεύθεροι, ἀπειρόκαλοι, ἑδραῖοι, χειροτεχνικαί χειρουργικαί, καὶ ὡς Ξενοφῶν βαναυσικαί · εἴποις δ’ἂν κατὰ Πλάτωνα καὶ δευτερουργοὺς τέχνας χειροτεχνία χειρουργία, βαναυσία βαναυσουργία. χειροτεχνεῖν χειρουργεῖν, βαναυσουργεῖν. χειροτέχνης χειρουργός, βάναυσος βαναυσουργός, ἑδραῖος ·
7.7τὸ γὰρ ἀποχειροβίοτος καὶ χειρῶναξ καὶ χειρογάστωρ καὶ χειροβοσκός καὶ χειροβάναυσος ἧττον ἄν τις προσοῖτο. καὶ ὁμότεχνοι δὲ καὶ σύντεχνοι · Ἀριστοφάνης γὰρ ἐν Γηρυτάδῃ τούτῳ κέχρηται καὶ ἀντίτεχνοι δ’ἂν εἴποις. ἀντιτέχνησις δὲ παρὰ Θουκυδίδῃ ἐφ’ἑτέρου εἴρηται. τοὺς δὲ βαναύσους καὶ ἐργαστῆρας ἂν κατὰ Ξενοφῶντα εἴποις. τοὺς μέντοι μὴ ἀκριβεῖς τεχνίτας φαυλουργοὺς κατὰ Ἀριστοφάνην λέγε. τὸ δὲ χειροτεχνηθὲν χειροτέχνημα καὶ χειρούργημα καὶ τέχνημα καὶ τέχνασμα καὶ δημιούργημα καὶ ποίημα καὶ ἔργον καὶ πλάσμα καὶ κατασκεύασμα. τέχναι δ’ἔμπυροι καὶ ἄπυροι.
7.8αἱ μὲν ἐκ τοῦ πωλεῖν, πιπράσκειν, ἀποδίδοσθαι, μεταβάλλειν, ἀμείβειν, ἀντικαταλλάττεσθαι, καπηλεύειν, ἀποκηρύττειν, ἐμπολεῖν, ποιοῦσιν ὀνόματα πωλητάς, πρατῆρας, μεταβολέας, καπήλους · τὰ γὰρ ἀπὸ τῶν ἄλλων σκληρά, Ἰσαῖος δὲ τῷ πράτῃ ἔφη καὶ Ὑπερείδης τὸν πράτην. δὲ πώλης καὶ πρατίας εἴρηται ἐν τῇ κωμῳδίᾳ. τὰ δὲ πιπρασκόμενα ὤνια, πώλημα, ἀγώγιμα πράσιμον δ’Ἰσαῖος εἴρηκεν, ὥσπερ καὶ Ξενοφῶν φόρτος, ἐμπολήματα, ῥῶπος, γέλγη.
7.9λέγοιτο δ’ἂν καὶ ἀπὸ τῶν μετοχῶν τὰ πωλούμενα, τὰ πιπρασκόμενα, τὰ καπηλευόμενα, τὰ μεταβαλλόμενα, τὰ ἀποκηρυττόμενα, τὰ ἀποδιδόμενα · ἔστι δὲ τοῦτ’ἀμφίβολον. καὶ τὰ πράγματα πρᾶσις, καπηλεία καπηλική, μεταβολή μεταβλητική, ἀπόδοσις, ἀποκήρυξις, ἐμπολή · καὶ πώλησις δέ, ὡς εἴρηκε Ξενοφῶν. ἀποκεκήρυκται δὲ καὶ ἀποδέδοται καὶ μεταβέβληται καὶ κεκαπήλευται τὰ πραθένται καὶ πέπραται καὶ ἐκπέπραται λέγοις ἄν.
7.10Πλάτων δ’ἐν τῷ Πολιτικῷ φησὶ πωληθέντα που πρότερον ἔργα ἀλλότρια παραδεχόμενοι δεύτερον πωλοῦσιν. καὶ ἄξια μὲν πιπράσκεται τὰ εὔωνα καὶ λυσιτελῶς, καὶ ἐπευωνισμένα, καὶ ἀντίπροικα, καὶ ἀντ’οὐδενός · τὰ δὲ τίμια ἔντιμα, ἐπὶ πολλῷ, ἐπιτετιμημένα. λέγοις δ’ἂν καὶ ἐπιτέτανται αἱ τιμαί, καὶ πιπράσκων ἐπέτεινεν, ἐπετίμα, ἀνετιμᾶτο. τὰ δὲ μήπω πεπραμένα ἄπρατα · οὕτω δ’ἂν λέγοιτο καὶ τὰ μὴ πιπρασκόμενα, ὡς ἄπρατος ἀνὴρ μὴ πιπράσκων ἑαυτόν.
7.11καὶ μὲν τόπος ὅπου πιπράσκουσι, πωλητήριον ἂν καλοῖτο, καὶ ὡς παρ’Ἡροδότῳ πρατήριον. καὶ κύκλοι δὲ ἐν τῇ νέᾳ κωμῳδίᾳ καλοῦνται ἐν οἷς πιπράσκεται τὰ ἀνδράποδα. ἴσως καὶ τὰ λοιπὰ ὤνια · ἐφ’ δ’ἀναβαίνοντες οἱ δοῦλοι πιπράσκονται, τοῦτο τράπεζαν Ἀριστοφάνης καλεῖ. μονοπώλιον δὲ Ὑπερείδης εἴρηκεν ἐν τῷ κατὰ Ἀριστοφῶντος · οἱ δ’ἄλλοι λέγουσι μονοπωλίαν. δὲ τοῖς πιπράσκουσι προξενῶν προπράτωρ, ὡς Δείναρχος καὶ Ἰσαῖος εἴρηκεν ·
7.12προπώλην δ’αὐτὸν Ἀριστοφάνης καλεῖ, προπωλοῦντα δὲ Πλάτων. Λυσίας δὲ τούτους μὲν προπράτας, τοὺς δὲ σὺν ἄλλοις πιπράσκοντας συμπράτας λέγει. τὸ δὲ δεύτερόν τι πιπράσκειν ἀναπωλεῖν καὶ ἀναπιπράσκειν λέγουσι καὶ τὸ ἔργον ἀνάπρασιν, καὶ τοὺς τοῦτο ποιοῦντας ἀναπιπράσκοντας καὶ ἀναπωλοῦντας, καὶ τὰ δεύτερον πιπρασκόμενα ἀναπωλούμενα καὶ ἀναπιπρασκόμενα, παλίμπρατα παλίμβολα, καὶ ταῦτα πωλῶν παλίμβολος καὶ παλιγκάπηλος.
7.13τὸ δὲ μετὰ τὴν πρᾶσιν ἀποδοθὲν ἀνάδοτον ἄν τις εἰπεῖν δύναιτο, εἰπόντος Θουκυδίδου μὴ ἀνάδοτος εἴη Πλάταια. τὰ δ’ἐκ τοῦ δεδημεῦσθαι πιπρασκόμενα δημιόπρατα. τὸ δὲ σὺν ἄλλῳ πεπρᾶσθαι προσπεπρᾶσθαι. δ’οἱ νῦν φασὶ τοὺς οἰκέτας πρᾶσιν αἰτεῖν, ἔστιν εὑρεῖν ἐν ταῖς Ἀριστοφάνους Ὥραις ἐμοί κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν, ἐκεῖ δ’, ἕως ἂν πρᾶσιν εὕρωμεν, μένειν. ἄντικρυς δ’ἐν ταῖς Εὐπόλιδος Πόλεσι κακὰ τοιάδε πάσχουσιν οὐ δὲ πρᾶσιν αἰτῶ.
7.14τὰ δὲ πραθέντα καὶ ὠνηθέντα λέγουσι, καὶ τὸν πριάμενον ἐωνημένον. τὸ δ’ἀνατιμᾶσθαι καὶ τὸ τῷ πλέον δόντι ἐθέλειν πιπράσκειν πλειστηριάζειν ἂν λέγοις, Ἰσαίου ἐν τῷ πρὸς Ἀνδοκίδην εἰπόντος οὔτε τιμῆς τεταγμένης πωλοῦσιν, ἀλλ’ὡς ἂν δύνωνται πλειστηριάσαντες πλείστου ἀπέδοντο. ἁλώνητοι δ’ἐκαλοῦντο οἱ μηδενὸς ἄξιοι τῶν οἰκετῶν, ὅτι τῶν Θρᾳκῶν οἱ μεσόγειοι ἁλῶν ἀντικατηλλάττοντο τοὺς οἰκέτας.
7.15τὰ δὲ καταβαλλόμενα ὑπὲρ τῶν πιπρασκομένων τέλη ἐπώνια λέγουσιν. τῆς δ’ἰσωνίας Λυσίας εἴρηκεν ἐν τῷ περὶ τοῦ ἀσπιδοποιοῦ. ἐν δὲ τοῖς Ἀττικοῖς ψηφίσμασιν, τοῖς ξένοις ἐπὶ τιμῇ ἐγράφετο, ἔστιν εὑρεῖν εἶναι αὐτῷ καὶ οἰκείαν ὤνησιν. τὸν δὲ πολλὰ ὠνούμενον ἔξεστιν εἰπεῖν πολλαγόρασον, εἰ καὶ φαῦλον τοὔνομα, ἀλλ’ὅτι Φερεκράτης εἴρηκεν ἐν Πέρσαις τὸ παιδίον τὸ πολλαγόρασον κἀπὸ πολλῶν τηλιῶν. τούτων δὲ καὶ θεοὶ ἴδιοι, ἐμπολαῖος Ἑρμῆς καὶ ἀγοραῖος · καὶ ἐμπόλω Διοσκόρω ἐν Ἥρωσιν Ἀριστοφάνους.
7.16οἱ μὲν δὴ πάντα πιπράσκοντες καλοῖντ’ἂν πανδοκεῖς καὶ πανδοκεύτριαι, καὶ τὸ χωρίον πανδοκεῖον, καὶ τὸ πρᾶγμα πανδοκεία · οἱ δ’εἰς τὰ πανδοκεῖα καταγόμενοι κατάκται ἂν λέγοιντο. μᾶλλον δ’οἱ πάντα πωλοῦντες παντοπῶλαι, καὶ τόπος παντοπωλεῖον. τὴν παντοπωλίαν Ἄρχιππος εἴρηκεν ἐν Ἰχθύσιν οἱ δὲ τὰ ἀνδράποδα πιπράσκοντες ἀνδραποδοκάπηλοι · οἱ γὰρ λαφυροπῶλαι, κοινὸν τοὔνομα καὶ πρὸς τὰ ἄψυχα, ἀνδραποδώνης δ’εἴρηται ἐν τοῖς Ἥρωσι τοῖς Ἀριστοφάνους.
7.17τὴν δὲ θεραπαινίδα καὶ θρεπτὴν ἐρεῖ ὅστις βούλοιτο ἕπεσθαι Φερεκράτει εἰπόντι ἐν Μυρμηκανθρώποις μανία θρεπτή · ἔστι δὲ τοὔνομα καὶ ἐν τῷ Λυσίου πρὸς Πυθόδημον ὑπὲρ ἀποστασίου. τέχναι δ’ἐπ’ἀνθρώποις παιδοτρίβαι καὶ γυμνασταί, καὶ οἱ σωμασκοῦντες · τάττεται μὲν κλῆσις ἐπὶ τῶν ἀσκουμένων, οὐδὲν δ’ἂν αὐτὴν κωλύοι κἀπὶ τῶν ἀσκούντων τετάχθαι. τοῦ δ’ἀλείπτου οὐκ ὄντος ἐν χρήσει ἀλείπτριαν εἰρήκασιν οἱ μέσοι κωμικοὶ καὶ Λυσίας ἐν τῷ ὑπὲρ Διοφάντου περὶ χωρίου · Ἄμφιδος δὲ καὶ δρᾶμα ἔστιν Ἀλείπτρια.
7.18αἱ δ’ἐπὶ ταῖς τροφαῖς τέχναι σιτηγοὶ σιταγωγοί, σιτοπῶλαι πυροπῶλαι, σιτοκάπηλοι σιτηγεῖν, πυροπωλεῖν σιτοπωλεῖν, πυροκαπηλεύειν, σιτοκαπηλεύειν. σιτομέτραι ὡς Ὑπερείδης, ἀφ’οὗ τὸ σιτομετρεῖν · προμετρεῖν, καὶ προμέτραι προμετρηταί. δ’ἀλφιτοποιία καὶ ἀλφιτεία καλεῖται, καὶ οἱ ἐργαζόμενοι ἀλφιτεῖς, οἱ δὲ πιπράσκοντες τὰ ἄλφιτα ἀλφιταμοιβοί, τὸ δ’ἐργαστήριον ἀλφιτεῖον, μύλων, ζώτιον, ζητρεῖον, χόνδριον χονδροκοπεῖον.
7.19καὶ τὰ ἐργαλεῖα ὄνος ἀλέτων, καὶ τράπεζα μύλη, καὶ τῆς ἐργασίας προεστηκὼς μυλωθρός, καὶ ἔνδον τίφη μυληθρὶς καὶ μυλακρίς ἔνιοι δὲ μυλακρίδα καὶ τὴν ἀλετρίδα καὶ τὸ κάλλυντρον μυλήκορον.
7.20τὸν δὲ νῦν μυλοκόπον ὀνοκόπον Ἄλεξις εἴρηκεν ἐν Ἀμφωτίδι ὀνοκόπος τῶν τοὺς ἀλέτωνας τῶνδε κοπτόντων ὄνους. τό γε μὴν τοῖς οἰκέταις τοῖς ἔνδον ἐργαζομένοις ὑπὲρ τοῦ μὴ κάπτειν τῶν ἀλφίτων περιτιθέμενον παυσικάπη ὀνομάζεται, τροχοειδὲς μηχάνημα τῷ τραχήλῳ περιαρμοζόμενον ὡς ἀδυνατεῖν τῷ στόματι τὰς χεῖρας προσαγαγεῖν.
7.21ἀρτοπῶλαι ἀρτοπώλιδες, ἀρτοπωλεῖν, ἀρτοπωλεῖον, σιτουργοί, ἀρτοποιοί ἀρτοπόποι. Ξενοφῶν δὲ καὶ ἀρτοκόπους ἔφη · τὸ δὲ ῥῆμα τὸ ἀρτοκοπεῖν ἐν Φρυνίχου Μονοτρόπῳ, ἐν δ’Ἀριστοφάνους Ἥρωσιν ἀρτοποιία. τῇ δ’ἀρτοπώλιδι ἀνήκει ἄλευρα, ἄλφιτα ὀλῦραι, ζειαί, σεμίδαλις, χόνδρος, κρίμνα, πάλη, ἀφ’ἧς καὶ τὸ πάλημα, σταίς, μᾶζα.
7.22καὶ τὰ ἐργαλεῖα κρίβανος, ἰπνός, πλάθανον, μάκτρα, ὀβελοί · καὶ σπάλαθρον δ’ἐργαλεῖον, οἱ νῦν σκάλευθρον. τὰ δ’ἔργα δεῦσαι, φυρᾶσαι, τρῖψαι, διαττῆσαι · καὶ ἀρτοστροφεῖν δ’Ἀριστοφάνης λέγει. διαπλάσαι, πέψαι, ὀπτῆσαι ἐξοπτῆσαι, ἐξελεῖν. δὲ μάττων τὰ ἄλφιτα μαγεύς, καὶ τὸ ἀγγεῖον μαγὶς καὶ μάκτρα καὶ σκάφη καὶ παρὰ Μενάνδρῳ ληνός. νεόκοπον δὲ κάρδοπον εἴρηκεν Εὔπολις τὴν νεωστὶ κεκομμένην. ἄρτους δὲ διπυρίτας εἴρηκεν ἐν Ποαστρίαις Φρύνιχος, Ἀλκαῖος δ’ἐν Γανυμήδει διπύρουςτε θερμούς ·
7.23οἱ δίπυροι δ’εἰσὶ τίνες; ἄρτοι τρυφῶντες. τοῦ γε μὴν ἄρτου αἱ μὲν κατὰ τὸ ἄνω μέρος οἱονεὶ φλύκταιναι ἀττάραγος, αἱ δ’ἐκ τοῦ κάτω ψωθίαι, αἳ δὴ καὶ προσέχεσθαι εἰώθασι τῷ κριβάνῳ ὑπεροπτώμεμαι. τὰ δὲ μέρη τῶν ἄρτων θρύμματα. τὸ μέντοι ὑπερεμπεπλῆσθαι καὶ ὑπερκεκορέσθαι καὶ ὑπερμαζᾶν ἀπὸ τῆς μάζης ἔλεγον οἱ παλαιοί, οἱ δὲ νέοι κριθιᾶν ἀπὸ τῶν ὑποζυγίων ·
7.24Αἰσχύλος μὲν γὰρ εἴρηκε σειραφόρον κριθῶντα πῶλον, Σοφοκλῆς δὲ ἕως ὅτε κριθώσης ὄνου. τῶν δὲ περὶ ἀρτοπωλίαν ἀθρόα ἐν Ἀριστοφάνους Δράμασιν Κενταύρῳ. πτίττω, βράττω, δεύω, μάττω, πέττω, καταλῶ. ἔστι δέ που καὶ ὀπτῆσαι. καὶ πτισάνη τούτοις προσήκει. καὶ τὸ παρ’Ἀριστοφάνει δ’ἐν Ἀχαρνεῦσι περιεπτισμένοι ἀπὸ τούτου ἂν εἴη εἰρημένον · ἀλλ’ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι. καὶ ἀνεῖν δὲ τὸ πτίσσειν ἐλέγετο, ἀφ’οὗ καὶ πτισάνη. καὶ μὴν καὶ τὸ φρύγειν καὶ κοδομεύειν τούτοις συνῆπται.
7.25κρεωπώλια καὶ κρεωπῶλαι καὶ κρεωπωλεῖν. τοὺς δ’αὐτοὺς καὶ μαγείρους λέγουσιν. καὶ κρεωδαίτας δ’ἂν εἴποις καὶ κρεουργούς, καὶ τὸ ἔργον κρεουργεῖν καὶ κρεανομεῖν καὶ κρεανομίας, τὰ δ’ἐργαλαῖα κοπίδας καὶ ῥάχετρον καὶ κρεώσταθμον, τάχα καὶ κρεάγραν καὶ κρεωδείραν.
7.26ἰχθυοπῶλαι καὶ ἰχθυοπωλεῖν, καὶ ἰχθύες ἰχθύδια, ὄψον καὶ ὀψοποιὸς δὲ καὶ ὀψαρτυτής, καὶ ὀψοποιεῖν καὶ ὀψοποιία, καὶ ἡδῦναι καὶ ἀρτῦσαι καὶ ζωμεῦσαι · καὶ Ἀριστοφάνης τὴν χύτραν ἐν τὰ κρεάδι’ἕψεις ἐζωμευμένα. τὸν δ’ὀψοποιὸν καὶ μάγειρον λέγει.
7.27ταριχοπῶλαι, ταριχοπωλεῖν, τάριχος ὡραῖον, ταρίχους ὡραῖα τεμάχη, ὡραῖαι ταρίχους σαργάναι, ταρίχους δ’ἡμίσειαι, ἐαριναί. πονηρὸν τάριχος, χρηστὸν τάριχος. σαργάναι ὡραῖαι καὶ σαπραί.
7.28ἐριοπῶλαι, ἐριοπωλεῖν. ἔρια οἰσυπηρὰ Ἀριστοφάνης, καὶ ἐρίων πιναρῶν πόκον Κρατῖνος. καὶ Ἄρχιππος μὲν ἐν Ἰχθύσιν εἴρηκε νακοτιλτοῦντα · τὸ δ’ὄνομα νακοτίλτης, εἰ καὶ Φιλήμων αὐτῷ κέχρηται ἐν Ἁρπαζομένῃ, ἀλλ’οὐκ ἀνεκτόν, εἰ μὴ τὸ ῥῆμα ἦν ἐν χρήσει παλαιοτέρᾳ. καίτοι γε Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ φησὶ νακότιλτος ὡσπερεὶ κωδάριον ἐφαινόμην. ἐριουργία ἐριουργεῖν · καὶ ἐριουργεῖον ἱστὼν ἐν Ὀλυμπιάδος ἐπιστολῇ. διὰ τοῦτο δ’ἀνέχομαι τοῦ ὀνόματος, ὅτι τὸ πρᾶγμα τὸ ἀπ’αὐτοῦ καὶ τὸ ῥῆμα παρὰ τοῖς κεχρονισμένοις ἔστιν εἰρημένον · βέλτιον δ’ ἱστεών. Πλάτων δ’εἴρηκεν ἐν ἐρεῷ ἱματίῳ.
7.29ταλασία, ταλασιουργία ταλασιουργεῖν, τάλαρος. καὶ καλαθίσκος, Εὐπόλιδος εἰπόντος ἐν Πόλεσιν ἄνευ καλαθίσκων καὶ πόρων καὶ πηνίων. κατάγειν, κάταγμα · τὸ δ’αὐτὸ καὶ μήρυμα. τῶν δὲ νέων τις κωμικῶν Ἐπιγένης ἐν Ποντικῷ ἔφη τρεῖς μόνους ἔχω σκώληκας, ἔτι τούτους δέ μ’ἔασον καταγαγεῖν. καὶ κροκυδίζειν δὲ Φιλύλλιος εἴρηκεν. τὸ κάταγμα κροκυδίζουσαν αὐτὴν κατέλαβον, ὅπερ ἐστὶν ἐκλέγουσαν τὸ τραχύ.
7.30ἔξαινε δὲ τῶν ἐρίων Ἀριστοφάνης ἔφη, καὶ καταξῆναι Πλάτων κωμικός, δὲ φιλόσοφος Πλάτων καὶ τέχνην ξαντικήν, Σοφοκλῆς δὲ ξάσμα. τὸ δὲ καμεῖν ἀπὸ τῆς ἐριουργίας τὰς χεῖρας ξανᾶν ἐλέγετο, καὶ ξάνησιν. νεῖν, κλώθειν, στρέφειν. στήμων κρόκη, στημονονητικὴ καὶ κροκονητική · Πλάτων δ’ἐφυφὴν καλεῖ τὴν κρόκην, τὸν δὲ στήμονα νῆμα καὶ τὸ ἔργον τοῦ νήματος νῆσιν εἴρηκε, τὴν τῆς Ἀτρόπου νῆσιν.
7.31 δὲ κωμικὸς Πλάτων ἔφη ἀκλώστους στήμονας. καὶ ἁρπεδόνας δὲ τὰ νήματα Ἡρόδοτος · Ἀριστίας δ’ἐν Ἀταλάντῃ ἁρπεδόνηντε λύσιν ἱστοῦ · τοῦτο δὲ τραγικώτερον. ἄτρακτος, σφόνδυλος, κλωστήρ. οὕτω δὲ καὶ τὴν περιστροφὴν τοῦ λίνου Εὐριπίδης ὠνόμασεν λίνου κλωστῆρα περιφέρει λαβών. πηνίον, ἀγαθίς, ὅθεν καὶ παροιμία ἀγαθῶν ἀγαθίδες, πλείστῃ κέχρηνται οἱ κωμικοί. φαίης δ’ἂν καὶ μίτον, καὶ μίσασθαι τὸ μιτώσασθαι, καὶ πολύμιτος, ὡς Κρατῖνος ἔφη. καὶ ἀπὸ πηνίου τὸ πηνίσασθαι · Φιλύλλιος δ’αὐτὸ εἴρηκεν. τὰς δ’ὁλοστημόνους ταινίας τολύπας Σοφοκλῆς ὠνόμασεν.
7.32ἐφ’οὗ δὲ νήθουσιν νῶσιν τὸ γὰρ νήθειν οἱ Ἀττικοὶ νεῖν λέγουσιν ἐπίνητρον καλεῖται καὶ ὄνος. λέγοις δ’ἂν ἄτρακτον ἐπιστρέφειν, ἔριον ἕλκειν, τείνειν, μηρύεσθαι, ἀπισχναίνειν. στήμονα δ’ἐξεσμένον τὸν ἰσχνὸν καὶ λεῖον Ἀριστοφάνης καλεῖ. στῆσαι τὸν στήμονα τὰ στημόνια, καὶ προφορεῖσθαι · οὕτω γὰρ ἔλεγον οἱ Ἀττικοὶ τὸ νῦν διάζεσθαι.
7.33καὶ τὸ διάζεσθαι δ’ἔστιν ἐν αὐτῇ τῇ λέξει παραλαμβανόμενον · δ’ἐξυφαινεθ’ἱστός, δὲ διάζεται, καί που παρὰ Νικοφῶντι ἐν Πανδώρᾳ. τὸ δὲ συνδῆσαι τὸν στήμονα καιρῶσαι λέγειν χρή, καὶ καίρωσιν τὴν σύνδεσιν. ὑφάντης, ὑφαντικός, ὑφαίνειν, ὑφαντικῶς, ὑφή, ὕφασμα, ὑφάντρια. καὶ ὕφανσιν δ’ἂν εἴποις βιαζόμενος, ἐπεὶ Πλάτων εἴρηκε βασιλικῆς ξυνυφάνσεως. καὶ χλαμυδουργίαν δὲ καὶ χλαμυδοποιίαν, ὡς οὐ ταὐτὸν ὂν ἑκάτερον, ἄμφω ἐν τοῖς Ἀπομνημονεύμασι Ξενοφῶν λέγει ·
7.34εἴδη δ’ἔοικεν εἶναι ταλασιουργίας μὲν χλαμυδουργία, ὑφαντικῆς δ’ χλαμυδοποιία. καὶ χλανιδουργία δὲ καὶ χλανιδοποιία ὁμοίως ἂν λέγοιτο, καὶ ἐξωμιδοποιία. ποικιλτὴν δ’Αἰσχίνης Τιμάρχου κατηγορῶν εἶπεν · ἔστι δὲ καὶ τοῦτο ὑφαντικὸν εἶδος. δὲ τέχνη ποικιλτική, καὶ ἀνὴρ ποικιλτικός, καὶ τὸ πρᾶγμα ποίκιλσις κατὰ Πλάτωνα, καὶ τὸ ῥῆμα ποικίλλειν, καὶ τὸ ἐπίρρημα ποικιλτικῶς, ὥσπερ καὶ ἐριουργικῶς καὶ ταλασιουργικῶς καὶ ὑφαντικῶς.
7.35 δὲ ποικιλτὴς ὠνόμασται παρ’Ἀλέξιδος ποικιλεύς. λέγοις δ’ἂν διάγειν τὴν κρόκην, διαφέρειν, διαβάλλειν, κερκίζειν, πλήττειν, πιέζειν, πυκνοῦν. ὕφασμα δέ ἐστιν εἰπεῖν λεπτόν, εὐυφές, ἰσχνόν, εὐήτριον, εὔπλοκον · τὸ δὲ εὐήτριον Αἰσχύλος ἐν Δικτυουλκοῖς, εἰ καὶ μὴ ἐπὶ ἐσθῆτος, ἀλλ’οὖν εἴρηκε δικτύου δ’εὐήτρια. κερκίς κτείς, ἱστός, ἱστουργία ἱστουργεῖν, ἱστουργικός ἱστουργικῶς. κανὼν ἱστοῦ τὸ καλούμενον ἀντίον.
7.36πῆχυς. ἱστόπους, ὡς Εὔβουλος λέγει · καὶ κελέοντες δ’οἱ ἱστόποδες καλοῦνται. ἀγνῦθες δὲ καὶ λεῖαι οἱ λίθοι οἱ ἐξηρτημένοι τῶν στημόνων κατὰ τὴν ἀρχαίαν ὑφαντικήν, σπάθη, ὅθεν καὶ τὸ σπαθᾶν, καὶ τὸ ἀσπάθητον χλαῖναν Σοφοκλῆς λέγει καὶ σπαθητοῖς ὑφάσμασιν. καὶ σπαθίδα ἐκάλουν τὸ σπαθητὸν ἱμάτιον.
7.37πλύνται πλυντικοί πλυνοί πλύντριαι, φαιδρυνταί φαιδρυντικοί φαιδρῦναι, κναφεῖον κναφική κνάψαι, καὶ κναφεὺς καὶ κναφαῖοι καὶ ἄκναφα. καὶ κναφεύειν ἔφη Ἀριστοφάνης, καὶ ἀνακνάψαι Λύσιππος κωμικός. κνάφος δ’ πρόσφορος αὐτοῖς ἀκούοιτ’ἂν ἄκανθα. τοῦ δὲ κνάπτειν ἡγεῖται τὸ συμπατῆσαι, ὡς Κρατῖνος ὑποδηλοῖ παίζων, τῇ μάστιγι κνάψειν εὖ μάλα, πρὶν συμπατῆσαι.
7.38εἰ δὲ χρὴ τούτους καὶ πλύντας λέγειν, ἀπ’αὐτῶν αἱ πλύντριαι. καὶ πλυνέας δ’ἂν αὐτοὺς εἴποις, καὶ τὸν τόπον πλυνούς. ἀφ’οὗ καὶ τὸ λοιδορεῖν πλύνειν καὶ πλυνόν με ποιεῖς κωμῳδία φησίν, ἤγουν ἐξονειδίζεις καὶ αἰσχύνεις · καὶ τὸ οὐδενὸς ἄξιόν τι ἀποπεφάνθαι καταπεπλύσθαι ῥήτωρ ἔφη Αἰσχίνης. δὲ μισθὸς διδόμενος αὐτοῖς πλύντρα καλεῖται.
7.39τὸ δὲ πλύνειν καὶ ῥύπτειν καὶ ἐκρύπτειν καὶ κλύζειν καὶ ἐκκλύζειν ἐρεῖς. καὶ τὸ ἀπὸ τοῦ πλυνοῦ ὕδωρ πλύμα, καὶ κατατετριμμένη ἑταίρα κλύσμα καὶ πλύμα. ἐν δ’ἐξέπλυνον, οὐ μόνον λίτρον καὶ Χαλαστραῖον λίτρον, ἀλλὰ καὶ χαλαίρυπος, ὡς Κρατῖνος ὠνόμασεν. Ἀριστοφάνης δὲ τῶν πλυντικῶν καὶ τὴν κονίαν καὶ τὴν κιμωλίαν εἶναί φησιν ἐν Λυσιστράτῃ, εἰπὼν ψευδολίτρου κονίας καὶ κιμωλίας γῆς καὶ Πλάτων δ’ φιλόσοφος τὴν κονίαν ἕν τι τῶν ῥυπτικῶν ·
7.40ἔστι δὲ τὸ ἐκ τέφρας καθιστάμενον ὑγρόν. γῆν δὲ σμηκτρίδα Εὔπολις καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ εἴρηκεν. ἰχθύων δὲ πλύμα Πλάτων ἐν Νίκαις εἴρηκεν κωμικός δὲ πλυντρὶς εἴρηται παρὰ Νικοχάρει ἐν Ἡρακλεῖ γαμουμένῳ. τὸ δὲ τῶν ποδῶν νίπτρον νίπτρα μὲν Αἰσχύλος, Ἀριστοφάνης δ’ἀπόνιπτρον, καὶ τὸ φαιδρύνειν δὲ καὶ ἀποπλύνειν καὶ διαπλύνειν τῷ πλύνειν προσήκει, καὶ παρ’Αἰσχύλῳ παιδὸς σπαργάνων φαιδρύντρια.
7.41ἔοικε δὲ καὶ τὸ ἰποῦν καὶ τὸ ἰποῦσθαι, ἐπὶ τοῦ ἀποθλίβεσθαι καὶ πιέζεσθαι, κναφεῦσι προσήκειν, οὐκ ἄντικρυς μὲν ἐπὶ τούτου εἰρημένον, ὑποδηλούμενον δέ · δώσεις ἐμοὶ καλὴν δίκην ἰπούμενος ταῖς εἰσφοραῖς Ἀριστοφάνης πού φησι, καὶ Κρατῖνος ἰποῦμεν ἐν Κλεοβουλίνῃ · καὶ Ἀρχίλοχος δ’ἔφη κέαται δ’ἐν ἴπῳ. ἔστι μὲν οὖν ἶπος καὶ μυάγρα, ἀλλ’ἔοικε μᾶλλον τῷ τῶν κναφέων ἐργαλείῳ προσήκειν. καὶ θεῖον δὲ τῶν ὑπουργούντων τῷ κναφεῖ, ἀφ’οὗ Λύσιππος σὺ δ’ἀνακνάψας καὶ θειώσας τὰς ἀλλοτρίας ἐπινοίας.
7.42ἀκέσται ἀκέστριαι ἀκέσασθαι, ῥάψαι συρράψαι, βελόνη βελονίδες, ῥαφεῖς ῥαφίδες. ἐκ δ’ἐσθήτων ὀνόματα ἐσθής ἐσθήματα, ἀμπεχόνη, στολή, ἔνδυμα, ἱμάτιον, ἀμφιέσματα · Λυσίας δὲ καὶ ἱματίδια ἔφη. λώπη γὰρ καὶ λόκκη καὶ φάρος καὶ εἷμα καὶ σπεῖρα καὶ λῶπος ποιήσεως ἔστω · καίτοι γε λωποδύτης καὶ λωποδυτία ἀπὸ τοῦ λώπους ἐστὶν εἰρημένα, τὰ δὲ ῥήματα ἠσθῆσθαι, ἀμπέχεσθαι, ἐστάλθαι, ἠμφιέσθαι, ἐνδεδυκέναι.
7.43ἀλλὰ καὶ αἱ μετοχαὶ ἠσθημένος, ἀμπεχόμενος, ἐσταλμένος, ἠμφιεσμένος, ἐνδεδυμένος ἐνδεδυκώς · ἐνδὺς γὰρ καὶ εἱμένος καὶ ἐπιειμένος, οὐ κατὰ πεζὴν ἂν εἴη ταῦτα τὴν χρῆσιν. ἴσως δὲ καὶ εὐσταλής, καὶ παρὰ Κρατίνῳ εὐπινὴς τούτοις ἂν ἐνάριθμον εἴη, καὶ τὸ εὐσταλῶς ἐπίρρημα. τὸ δὲ γυμνωθῆναι καὶ ἀποδῦναι ἐρεῖς, καὶ γεγυμνωμένος καὶ ἀποδὺς καὶ ἀποδεδυκώς, ἐκείνοις ὑπεναντία, καὶ ἀποδῦσαι καὶ ἀπολωπίσαι ὡς Σοφοκλῆς, καὶ περιλωπίσαι, ὅπερ Ὑπερείδης περιδῦσαι εἴρηκεν.
7.44τὸ δ’ἀμεῖψαι ἐσθῆτα καὶ ὑπαλλάξαι ἐρεῖς καὶ μεταβαλεῖν, μετενδῦναι, μεταμφιέσασθαι, μεταμπίσχεσθαι · Ξενοφῶν δ’ἐν Παιδείᾳ καὶ μεταλαβεῖν ἔφη ἱμάτιον, Λυσίας δ’ἐν τῷ κατὰ Αὐτοκράτους μεταλλαξαμένη χιτῶνα.
7.45χιτών ἐρεῖς χιτωνίσκος χιτώνιον, ἱμάτιον. ἐπεὶ δὲ καὶ ἐπενδύτης ἔστιν ἐν τῇ τῶν πολλῶν χρήσει, ὅστις βούλοιτο καὶ τούτῳ τῷ ὀνόματι βοηθεῖν φαύλῳ ὄντι, ληπτέον αὐτὸ ἐκ τῶν Σοφοκλέους Πλυντριῶν πέπλουςτε νῆσαι λινογενεῖςτ’ἐπενδύτας. καὶ Θέσπις δέ πού φησιν ἐν τῷ Πενθεῖ ἔργῳ νόμιζε νεβρίδ’ἔχειν ἐπενδύτην. ἄντικρυς δὲ δοκεῖ τὸ ἐν τῷ Νικοχάρους Ἡρακλεῖ χορηγῷ φέρε νῦν ταχέως χιτῶνα τόνδ’ἐπενδύτην τῇ νῦν χρείᾳ βοηθεῖν.
7.46εἴδη δ’ἐσθήτων ἀνδρικῶν μὲν χλαμύς, μὲν ὁλόλευκος, ὡς Φιλέταιρος κωμῳδοδιδάσκαλος ὠνόμαζεν. δὲ παρυφὶς καὶ παραπόρφυρος ὡς νέα κωμῳδία εὐπάρυφος. τὰς δὲ Θετταλικὰς χλαμύδας Θετταλικὰ πτερὰ ὠνόμαζον, καὶ ἐντεθετταλίσμεθα ἔλεγον τὸ χλαμυδοφοροῦμεν. χλαῖνα ἱμάτιον ἐπὶ τῷ χιτῶνι ἕσσω μιν χλαῖνάντε χιτῶνάτε, εἵματα καλά, ἔσθ’ὅτε μέντοι ἐνεύναιον περιβόλαιον, χλαίναςτ’ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
7.47εἰσὶ δὲ χλαῖναι αἱ μὲν ἁπλοΐδες, ὡς Ὅμηρος δώδεκα δ’ἁπλοΐδας, αἱ δὲ διπλαῖ, διπλῆν ἐκταδίην · ταύτας δ’οἱ Ἀττικοὶ ἁπληγίδας καὶ διπληγίδας καὶ διβόλους ὠνόμαζον. χιτὼν δ’ἑτερομάσχαλος καὶ ἀμφιμάσχαλος, μὲν ἐλευθέρων σχῆμα, δ’ἑτερομάσχαλος οἰκετῶν. τὸ δὲ ποικίλον Διονύσου χιτὼν βακχικός. δ’ἐξωμὶς καὶ περίβλημα ἦν καὶ χιτὼν ἑτερομάσχαλος.
7.48πορφυρομιγὴς δὲ ἐσθὴς καὶ χλαμὺς οὐχ συνύφαντο πορφύρα, ἀλλ’ ἐξ ἐρίου φαιοῦ οὔσῃ κατ’ἀρχὰς ἐμέμικτο. ἄκναπτον δὲ τραχὺ καὶ ἄγροικον ἱμάτιον. χλανὶς δ’ἱμάτιον λεπτόν · καὶ χλανίδια δ’αὐτὰ καὶ χλανιδίσκια ἐκάλουν. κεραυνὸς δὲ εἶδος χιτῶνος. καὶ θήραιον ἱμάτιον, ἤτοι ἀπὸ τῆς νήσου τὸ ὡς θηρίον ἐνυφασμέμον. κοινὰ δὲ ἀνδρῶν καὶ γυναικῶν λῇδος λῄδιον λῃδάριον, φάρος, χιτὼν ὀρθοστάδιος μὴ ζωννύμενος ὀρθοσταδίας δὲ τοὺς τοιούτους χιτωνίσκους Ἀριστοφάνης καλεῖ θέριστρον θερίστριον, ξυστίς ξυστόν, ἔνδυμάτε ὁμοῦ καὶ περίβλημα καὶ χιτών.
7.49βεῦδος, ὡς Σαπφώ, κιμβερικόν · ἔστι δὲ τὸ κιμβερικὸν διαφανής τις χιτωνίσκος. ἀμπεχόνιον μικρὸν περίβλημα. καὶ ἴδια δὲ γυναικῶν ἐπωμίς, διπλοίδιον, ἡμιδιπλοίδιον, κατάστικτος, καταγωγίς καὶ ἐπίβλημα καὶ χιτών ·
7.50πέπλος · ἔσθημα δ’ἐστὶ διπλοῦν τὴν χρείαν, ὡς ἐνδῦναίτε καὶ ἐπιβαλέσθαι. καὶ ὅτι μὲν ἐπίβλημά ἐστι, τεκμήραιτ’ἄν τις καὶ τῷ τῆς Ἀθηνᾶς πέπλῳ, ὅτι δὲ καὶ χιτών, ὅταν εἴπῃ Ξενοφῶν περικατερρήξατοτε τὸν ἄνωθεν πέπλον · παραφαίνει γὰρ τότε καὶ τὰ στέρνα Σουσίς. δ’αὐτὸς Ξενοφῶν καὶ ἀνδρεῖον οἴεται φόρημα εἶναι τὸν πέπλον · τὸν γὰρ Ἀρμένιον ἔφη κατασχίσασθαι τοὺς πέπλους, εἰ μὴ ἄρα ὅτι οἱ βάρβαροι καὶ ταῖς θηλυπρεπεστέραις τῶν ἐσθήτων ἔχαιρον.
7.51 δ’ἑανὸς ἄντικρύς ἐστι περίβλημα, δοκεῖ δ’ αὐτὸς εἶναι τῷ πέπλῳ · πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’οὔδει. ἔνιοι δέ φασι τὰ μὲν ἄνευ ποικιλμάτων ἐσθήματα ἑανοὺς καλεῖσθαι, τὰ δὲ σὺν ποικίλμασι πέπλους. τὸ δὲ ζῶμα ἔστι μὲν ἐπιτήδειον ἐνδῦναι, πέζας δὲ ἔχει, ὡς Αἰσχύλος δηλοῖ, πεζοφόρα τὰ ζώματα ἀποκαλῶν. ὅτι δ’ἐνδῦναι ἦν ἐπιτήδεια, τεκμήραιτ’ἄν τις καὶ τῷ ἐν τῇ Μενάνδρου Ῥαπιζομένῃ οὐχ ὁρᾶτε τὴν τροφόν ζῶμ’ἐνδεδυμένην;
7.52ὡς ἐπὶ τὸ πολὺ γὰρ γραῶν τὸ φόρημα ἦν. Ἀντιφάνης δέ πού φησι περίνησα καὶ περίλευκα καὶ πεντέκτενα. ἔστι δὲ τὰ μὲν πεντέκτενα χιτωνίσκοι παρὰ τὴν ᾤαν πορφυροῖ, πέντε κτένας ἐνυφασμένοι · τὰ δὲ περίλευκα τοὐναντίον εἴη ἂν ὕφασμα ἐκ πορφύρας ἄλλου χρώματος ἐν τῷ περιδρόμῳ λευκὸν ἐνυφασμένον. τὰ δὲ περίνησα πρόκροσσόν ἐστι περίβλημα, ἔχον τὰ νήματα ἐξηρτημένα · πορφύρα κύκλῳ τὰ τέλη τοῦ ὑφάσματος περιέρχεται, νήσου σχῆμα ποιοῦσα τῇ περιρροῇ τοῦ χρώματος.
7.53καὶ τοῦτ’ἴσως νῆσον Ἀναξίλας ἀπεκάλει, εἰ μὴ ἕτερόν τι ὕφασμα δηλοῖ, ὅταν εἴπῃ καὶ πῶς γυνή, ὥσπερ θάλαττα, νῆσον ἀμφιέννυται; τοιοῦτον δ’ἂν εἴη καὶ τὸ ἔγκυκλον. τὸ δὲ παράπηχυ ἱμάτιόν ἐστι λευκόν, πῆχυν πορφυροῦν ἔχον παρυφασμένον. καὶ παρυφὲς δὲ καὶ παραλουργὲς τὸ ἑκατέρωθεν ἔχον παρυφασμένην πορφύραν · Ἴωνες δ’αὐτὸ καλοῦσι πηχυαλές. αἱ μέντοι ἐν τοῖς χιτῶσι πορφυραῖ ῥάβδοι παρυφαὶ καλοῦνται.
7.54 δὲ συμμετρία χιτών ἐστι ποδήρης, ἔστε πρὸς τοὺς ἀστραγάλους καθήκων. εἴη δ’ἄν τις καὶ στολιδωτὸς χιτών · στολίδες δέ εἰσιν αἱ ἐξεπίτηδες ὑπὸ δεσμοῦ γινόμεναι κατὰ τὰ τέλη τοῖς χιτῶσιν ἐπιπτυχαί, μάλιστα ἐπὶ λινῶν χιτωνίσκων. ὅταν δ’Ὅμηρος εἴπῃ αὐτίκα δ’ἀργεννῇσι καλυψαμένη ὀθόνῃσι, λευκὸν ἔσθημα λεπτὸν ἐξ ἐρίου ἀλλ’οὐκ ἐκ λίνου ἀκούουσιν. δὲ σχιστὸς χιτὼν περόναις κατὰ τοὺς ὤμους διεῖρτο καὶ πόρπῃ κατὰ τὰ στέρνα ἐνῆπτο ·
7.55ἐκαλεῖτο δὲ καὶ τῶν παρθένων οὕτω χιτωνίσκος, οὗ παραλύσαντες ἄχρι τινὸς τὰς πτέρυγας ἐκ τῆς κάτω πέζης παρέφαινον τοὺς μηρούς, μάλιστα αἱ Σπαρτιάτιδες, ἃς διὰ τοῦτο φανομηρίδας ὠνόμαζον. δὲ κατάστικτος χιτών ἐστιν ἔχων ζῷα ἄνθη ἐνυφασμένα · καὶ ζῳωτὸς δὲ χιτὼν ἐκαλεῖτο καὶ ζῳδιωτός. αἱ δ’ἀπὸ χρωμάτων ἐσθῆτες καλούμεναι ἁλουργίς, πορφυρίς, φοινικὶς καὶ φοινικοῦς χιτών, βατραχίς, αὗταί μὲν ἀνδρῶν, γυναικῶν δὲ κροκωτὸς κροκώτιον, παραλουργίς, ὀμφάκινον ·
7.56τούτῳ δὲ τῷ χρώματι καὶ Ἀλέξανδρον ἥδεσθαι λέγουσιν. τὸ δ’ὑγροβαφὲς εἴη ἂν νῦν ψυχροβαφὲς καλοῦσιν. ἔστι δέ τι καὶ κίλλιον ἐσθῆτος χρῶμα, τὸ νῦν ὀνάγρινον καλούμενον · κίλλον γὰρ τὸν ὄνον οἱ Δωριεῖς καὶ κιλλακτῆρα τὸν ὀνηλάτην λέγουσιν. φαιὸν δὲ καὶ μέλαν ἀλλήλων ἐστὶν ἐγγύς. καὶ κοκκοβαφὴς δὲ χιτὼν καλεῖται ἀπὸ τοῦ χρώματος.
7.57τὸ δ’ὕφαδρον ἱμάτιον παχεῖαν χλαῖναν κλητέον καὶ σίσυν, ὥσπερ τὸν ἀμφίμαλλον χιτῶνα δασὺν καὶ ἀμφίμιτον. Πλάτων δ’ἐν Ταῖς ἀφ’ἱερῶν καὶ μαλλωτὰς χλανίδας εἴρηκεν, ὥστε οὐδὲν ἂν κωλύοι εἰπεῖν καὶ μαλλωτὸν χιτῶνα. Ἀντιφάνης δέ φησιν ἐν Μηδείᾳ ἦν χιτὼν ἀμόργινος, ἕτερος δὲ περιηγητός ἐστιν οὑτοσί ·
7.58ἔστιν ἄρα καὶ περιηγητὸς εἶδος χιτῶνος. ἐν δὲ τῇ τοῦ νεωτέρου Κρατίνου Ὀμφάλῃ εἴρηται ὑμεῖς δ’ἐὰν ἱππίσκον τρίμιτον ἔχητε, ὡς καὶ ταῦτα εἴδη χιτωνίσκων. καὶ Περσῶν μὲν ἴδια κάνδυς καὶ ἀναξυρίς, καὶ τιάρα, ἣν καὶ κυρβασίαν καὶ κίδαριν καὶ πῖλον καλοῦσιν. δὲ κάνδυς μὲν βασίλειος ἁλιπόρφυρος, δὲ τῶν ἄλλων πορφυροῦς, ἔστι δ’ὅτε καὶ ἐκ δερμάτων · ἦν δὲ καὶ χειριδωτὸς χιτών, κατὰ τοὺς ὤμους ἐναπτόμενος.
7.59κάπυρις δὲ Περσικὸς χιτὼν χειριδωτός. που δὲ καὶ καυνάκης Περσῶν · ἐν γὰρ τοῖς Σφηξὶν Ἀριστοφάνης λέγει οἱ μὲν καλοῦσι Περσίδ’, οἱ δὲ καυνάκην. τὰς δ’ἀναξυρίδας καὶ σκελέας καλοῦσιν · τὸ μὲν ὄνομα καὶ παρὰ Κριτίᾳ ἔστιν ἐν ταῖς Πολιτείαις, Ἀντιφάνης δ’αὐτὸ ἐν Ἀντείᾳ παρεξηγεῖται, ταῖς δ’ἐνδύτοις στολαῖσι τετραγῳδημέναις, σκελέαις, τιάραις. ἐν δὲ τοῖς Σκύθαις Ἀντιφάνης ἔφη σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες. τὰ δὲ τοιαῦτα ὀνόματα μηνύειν με καὶ μὴ κρίνειν νόμιζε. Λυδῶν δὲ χιτών τις βασάρα Διονυσιακὸς ποδήρης.
7.60 δὲ κύπασσις λίνου πεποίητο, σμικρὸς χιτωνίσκος, ἄχρι μέσου μηροῦ, ὡς Ἴων φησὶ βραχὺν λίνου κύπασσιν ἐς μηρὸν μέσον ἐσταλμένος. Ἀρμενίων δ’ μυωτός, ἐκ μυῶν τῶν παρ’αὐτοῖς συνυφασμένος, μυίας ἔχων ἐμπεποικιλμένας. Μασσαλιωτῶν δὲ χορταῖος, ὡς ζειρὰ Θρᾳκῶν, εἴτε περίβλημά ἐστιν εἴτε ζῶμα · τὸν δὲ χορταῖον τοὺς τυροπώλας φορεῖν ὡς ἀγοραῖον Ἀριστοφάνης ἔφη. Βαβυλωνίων δ’ἐστὶν καυνάκης. δὲ μανδύη ὅμοιόν τι τῷ καλουμένῳ φαινόλῃ · τίνων δέ ἐστιν, ὡς μὴ περιερχώμεθα Κρῆτας Πέρσας, Αἰσχύλος ἐρεῖ Λιβυρνικῆς μίμημα μανδύης χιτών.
7.61καὶ αὐτὸς δ’ φαινόλης ἐστὶν ἐν Ῥίνθωνος Ἰφιγενείᾳ τῇ ἐν Ταύροις · ἔχοισα καινὰν φαινόλαν καπαρτίω. δὲ σάραπις, Μήδων τὸ φόρημα, πορφυροῦς μεσόλευκος χιτών. τὴν δ’ὀνομαζομένην τήβεννον τὰς μὲν τῶν περὶ Βίτωνα καὶ Κλέοβιν εἰκόνας ἐν Ἄργει φορεῖν φασί, τηβεννίδα δ’αὐτὴν καλεῖν ἀξιοῦσιν. αἱ δ’ἐφεστρίδες καὶ ἀμφιεστρίδες περιβόλαια ἂν εἶεν. τὸ μέντοι χειμερινὸν ἱμάτιον χείμαστρον ἂν λέγοις, καὶ χλαῖναν δὲ παχεῖαν, ἣν χειμάμυναν μὲν Αἰσχύλος, Ὅμηρος δ’ἀλεξάνεμον κέκληκεν. ἣν δὲ συρίαν οἱ πολλοί, ταύτην αὐτόποκον ἱμάτιον οἱ κωμικοί.
7.62μέρη δ’ἐσθήτων πτέρυγες μὲν καὶ πτερύγιον τὸ ἥμισυ τοῦ χιτωνίσκου, χειρῖδες δὲ τὰ περὶ ταῖς χερσίν, ᾤα δὲ τὸ ἐξωτάτω τοῦ χιτῶνος ἑκατέρωθεν, λέγνα δὲ τὰ ἐν τῷ ἱματίῳ ἑκατέρου μέρους, οὐχ ὅπου ᾤα. τὴν δ’ᾤαν καὶ ὄαν διὰ βραχέως τοῦ ο λέγουσιν · ὄα δὲ καλεῖται καὶ τοῦ προβάτου δορὰ σὺν τῷ ἐρίῳ. αἱ δὲ παρὰ τὰς ᾤας παρυφαὶ καλοῦνται πέζαι καὶ πεζίδες, καὶ περίπεζα τὰ οὕτω περιυφασμένα ·
7.63οἱ δὲ πεζοφόροι χιτῶνες οἱ ποδήρεις οἱ πέζας ἔχοντες. Ξενοφῶν δ’ἔφη κάνδυν ὁλοπόρφυρον, Κράτης δ’ἐν Σαμίοις ἱμάτια περιπόρφυρα. ταύτας δὲ τὰς πορφυροβαφεῖς ἐσθῆτας καὶ κάλλη φίλον τοῖς κωμῳδοῖς καλεῖν, ὡς Εὔπολίς που λέγει τὰ κάλλη τὰ περίσεμνα τῇ θεῷ. Ἄρχιππος δ’ἐν Πλούτῳ καὶ πλατυπόρφυρα εἴρηκεν ἱμάτια. καὶ κρόκυς δὲ μέρος ἐσθῆτος · λέγει γοῦν Ἡρόδοτος λαβὼν κρόκυν ἐκ τοῦ ἱματίου, Ἀριστοφάνης δὲ ἀνήσεις κροκύδα μαστιγουμένη.
7.64περιῶσαι δ’ἔλεγον τὸ τῶν παλαιῶν ἱματίων τὰς ᾤας ἀφελόντα καινὰς περιθεῖναι. παραιρήματα δὲ Θουκυδίδης ἐκ τῶν ἐσθήτων τὰ πρὸς ταῖς ᾤαις, παραιρεῖσθαί φησιν ὡς ἰσχυρὰ εἰς ἀγχόνην. θύσανοι δ’οἱ καλούμενοι κροσσοί, ὅθεν καὶ τὰ θυσανωτὰ παρὰ Ξενοφῶντι. τοὺς δὲ θυσάνους καὶ σίλλυβα οἱ παλαιοὶ καλοῦσιν.
7.65καὶ αὐτοὶ δ’οἱ κροσσοὶ δοκοῖεν ἂν ὠνομάσθαι, Ἀραρότος εἰπόντος ἐν Καινεῖ παρθένος δ’εἶναι δοκεῖ, φορῶν κροσωτοὺς καὶ γυναικείαν στολήν · ἔνιοι γὰρ οὕτω γράφουσιν ἀντὶ τοῦ κροκωτούς. κράσπεδα δ’αἱ τελευταῖαι ὄχθαι. βοῦς δ’ὀνομάζεσθαί φασι τὰς τῶν ἐν τοῖς χιτῶσι ῥαφῶν συμβολάς. τὸ δὲ τῶν μαστῶν τῶν γυναικείων ζῶμα ταινίαν ὠνόμαζον ταινίδιον, τὸ δὲ περὶ τῇ κοιλίᾳ περίζωμα περιζώστραν.
7.66τὸ δὲ περὶ τοῖς αἰδοίοις, οὐ μόνον γυναικῶν ἀλλὰ καὶ ἀνδρῶν, ὁπότε σὺν ταῖς γυναιξὶ λούοιντο, ᾤαν λουτρίδα ἔοικε Θεόπομπος κωμικὸς ἐν Παισὶ καλεῖν, εἰπὼν τὴν δὴ περιζωσάμενος ᾤαν λουτρίδα κατάδεσμον ἥβης περιπέταστον. ἄντικρυς δὲ τὸν νῦν καλούμενον ὑπὸ τῶν γυναικῶν στηθόδεσμον εὕροις ἂν ὀνομαζόμενον ἀπόδεσμον ἐν Θεσμοφοριαζούσαις Ἀριστοφάνους · τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου καὶ τῶν ἀποδέσμων, οἷς ἐνῆν τιτθίδια.
7.67φάριον δὲ τὸν ἐρεοῦν κεκρύφαλον ὠνόμαζον. σύρμα δὲ τραγικόν ἐστι φόρημα ἐπισυρόμενον, ἐπίρρημα δὲ κωμικὸν ταινιῶδες, τὸ μὲν πλάτος κατὰ σπιθαμήν, τὸ δὲ μῆκος κατ’ὀργυιάν. αἱ δὲ Πελληνικαὶ χλαῖναι ἦσαν εὐδόκιμοι ὡς καὶ τοῖς νικῶσιν ἀθληταῖς δίδοσθαι. τὸ μέντοι γυναικεῖον ζώνιον οὕτωτ’ἐκάλουν καὶ στρόφιον ὠνόμαζον, ὡς Ἀριστοφάνης ἀλλὰ τὸ στρόφιον λυθέν τὰ κάρυά μου ἐξέπιπτεν.
7.68τὰ δὲ ζώνια ταῦτα καὶ στρογγύλας ὠνόμαζον. ἁρμόττοι δ’ἂν ταῖς ζώναις ταύταις οὕτω γὰρ Ὅμηρος ὠνόμασεν · λῦσε δὲ παρθενικὴν ζώνην τὸ λυσίζωνον εἰπεῖν, τε τῆς Ἀμαζόνος ζωστήρ, καὶ ἐν ταῖς Σοφοκλέους Κολχίσιν ἐπιζώστρα · λέγει γοῦν ἔχοντας εὐζώνους ἕστασαν ἱματίων ἐπιζώστρας. δὲ κατωνάκη ἐξ ἐρίου μὲν ἦν ἐσθὴς παχεῖα, νάκος δ’αὐτῆ κατὰ τὴν πέζαν προσέρραπτο ἔντε Σικυῶνι ἐπὶ τῶν τυράννων καὶ Ἀθήνησιν ἐπὶ τῶν Πεισισρατιδῶν, ὅπως αἰσχύνοιντο εἰς ἄστυ κατιέναι. κάσσας δὲ ἱππικοὺς Ξενοφῶν εἴρηκεν ἐν τῇ Παιδείᾳ ·
7.69οἱ δ’εἰσὶν ἐσθῆτες πιληταί. Συρίαν δὲ ἱμάτιον Κρατῖνός φησι Σεριφίοις · ἐς συρίαν δ’ἐνθένδ’ἀφικνεῖ μετέωρος ὑπ’αὔρας. ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ. ὀρθάπτου δὲ μέμνηται Δείναρχος ἐν τῇ τῆς ἱερείας δοκιμασίᾳ · ἔστι δ’ἐξ ἐρίου πίλημα φοινικοῦν, φαιδρύνουσι τὰ ἕδη τῶν θεῶν. τὰ δὲ μέλανα ἱμάτια ὄρφνινα ἐκάλουν, τὸ δὲ ἄκναπτον ἱμάτιον ὀρεινὸν οἱ μέσοι κωμικοί, ὥσπερ ἐν ὄρει εἰργασμένον τὸ ἐγναμμένον.
7.70καὶ σκύτιναι δὲ ἦσαν ἐσθῆτες, σίττυβα μὲν χιτὼν ἐκ δέρματος, διφθέρα δὲ στεγαστὸς χιτὼν ἐπίκρανον ἔχων. δὲ βαίτη ἔστι μὲν προμήκης χιτών, οὕτω δὲ Σοφοκλῆς καὶ τὰς σκηνὰς τὰς βαρβαρικὰς καλεῖ. σίσυρνα δὲ χιτὼν σκύτινος ἔντριχος χειριδωτός · Σκυθικὸν τὸ χρῆμα. δὲ σισύρα περίβλημα ἂν εἴη ἐκ διφθέρας · ἐν πέντε σισύραις ἐγκεκορδυλημένος Ἀριστοφάνης λέγει. σπολὰς δὲ θώραξ ἐκ δέρματος, κατὰ τοὺς ὤμους ἐφαπτόμενος, ὡς Ξενοφῶν ἔφη καὶ σπολὰς ἀντὶ θώρακος. Σοφοκλῆς δ’αὐτὴν Λίβυσσαν ὀνομάζει · σπολὰς Λίβυσσα, παρδαλήφορον δέρος.
7.71ἐκ δὲ λίνου λινοῦς χιτών, ὃν Ἀθηναῖοι πρότερον ἐφόρουν ποδήρη, καὶ αὖθις Ἴωνες. καλάσιρις χιτὼν θυσανωτὸς Αἰγύπτιος. ἔστι δὲ καὶ φώσων χιτὼν Αἰγύπτιος, ἐκ παχέος λίνου, που δὲ καὶ τὸ ἡμιφωσώνιον. τὸ δὲ ἡμιτύβιον, ἔστι μὲν καὶ τοῦτο Αἰγύπτιον, εἴη δ’ἂν κατὰ τὸ ἐν τῇ μέσῃ κωμῳδίᾳ καψιδρώτιον καλούμενον, νῦν σουδάριον ὀνομάζεται · Ἀριστοφάνει γὰρ ἐν Πλούτῳ τοιαύτη τις δόξα · ἔπειτα καθαρὸν ἡμιτύβιον λαβών τὰ βλέφαρα περιέψησεν.
7.72σινδὼν δ’ἔστι μὲν Αἰγυπτία, περιβόλαιον δ’ἂν εἴη καλούμενον · εἴρηται δέ που καὶ τελαμὼν σινδονίτης. τὴν δὲ ἐργαζομένην τὸ λίνον λινουργὸν ἂν εἴποις, Ἀλέξιδος εἰπόντος ἐν Βωμῷ γυνὴ λινουργὸς περιτυχοῦσ’ἀφείλετο, καὶ λινουργίαν. καὶ κάνναβις δ’ὅμοιόν ἐστι λίνῳ, μέμνηται δ’αὐτῆς Ἡρόδοτος εἰπὼν λίνου καννάβεως. ἐκ ταύτης μέντοι καὶ τὰ στυππεῖα, καὶ τεχνίτης στυππειοπώλης, καὶ στύππαξ.
7.73τὸ δὲ ἐργαλεῖον καθ’οὗ ἔκλωθον ἐξαρτῶντες τὰ στυππεῖα, γέρων ἐκαλεῖτο · ἦν δὲ ξύλου πεποιημένον κιόνιον, χεῖρας Ἑρμοῦ τετραγώνου ἔχον, γέροντος ἐπῆν πρόσωπον, ἀφ’οὗ καὶ τοὔνομα. Φερεκράτης δέ φησιν ἐν Μυρμηκανθρώποις ἀλλ’ὡς τάχιστα τὸν γέρονθ’ἱστὸν ποίει, ἀφ’οὗ τὸ λίνον ἦν. ἐν δὲ τῷ πέμπτῳ τῶν Σαπφοῦς μελῶν ἔστιν εὑρεῖν ἀμφὶ λάβροις λασίοις εὖ ἐπύκασσεν ·
7.74καὶ φασὶν εἶναι ταῦτα σινδόνια ἐπεστραμμένα. Θεόπομπος δ’ἐν Ὀδυσσεῦσιν ἐπὶ διακόνου ἔφη λάσιον ἐπιβεβλημένος. οὕτω δὲ καὶ νῦν καλοῦσι τὰ μαλλοὺς ἔχοντα χειρόμακτρα ὡς ἀπὸ τῆς δασύτητος, ὥστ’οὐδὲν ἂν κωλύοι τὰς ὀνομαζομένας μαντήλας οὕτω καλεῖν. τὰ δὲ ἀμόργινα γίνεσθαι μὲν τὰ ἄριστα ἐν τῇ Ἀμοργῷ, λίνου δ’οὖν καὶ ταύτας εἶναι λέγουσιν. δὲ ἀμόργινος χιτὼν καὶ ἀμοργὶς ἐκαλεῖτο.
7.75καὶ μὴν καὶ τὰ βύσσινα, καὶ βύσσος λίνου τι εἶδος παρ’Ἰνδοῖς. ἤδη δὲ καὶ παρ’Αἰγυπτίοις ἀπὸ ξύλου τι ἔριον γίνεται, ἐξ οὗ τὴν ἐσθῆτα λινῇ μᾶλλον ἄν τις φαίη προσεοικέναι, πλὴν τὸ πάχος · ἔστι γὰρ παχυτέρα. τῷ δὲ δένδρῳ καρπὸς ἐπιφύεται καρύῳ μάλιστα προσεοικὼς τριπλῷ τὴν διάφυσιν, ἧς διαστάσης ἐπειδὰν αὐανθῇ τὸ ὥσπερ κάρυον, ἔνδοθεν ἐξαιρεῖται τὸ ὥσπερ ἔριον, ἀφ’οὗ κρόκη γίνεται ·
7.76τὸν δὲ στήμονα ὑφιστᾶσιν αὐτῷ λινοῦν. τὰ δὲ ἐκ βομβύκων, σκώληκές εἰσιν οἱ βόμβυκες, ἀφ’ἑαυτῶν τὰ νήματα ἀνιέντες ὥσπερ ἀράχνης. ἔνιοι δὲ καὶ τοὺς Σῆρας ἀπὸ τοιούτων ἑτέρων ζῴων ἀθροίζειν φασὶ τὰ ὑφάσματα. καὶ φλοΐνην δὲ ἐσθῆτα Ἡρόδοτος εἴρηκεν. καὶ μὴν τό γε ταραντινίδιον διαφανές ἐστιν ἔσθημα, ὠνομασμένον ἀπὸ τῆς Ταραντίνων χρήσεως καὶ τρυφῆς.
7.77ἐκαλεῖτο δέ τι καὶ Κρητικόν, Ἀθήνησιν βασιλεὺς ἐχρῆτο. καὶ Σαρδονικὸς δὲ χιτών τις ἐκαλεῖτο καὶ Σικελικός, καὶ Θήραιόν τι ποικίλον, καὶ Φρύγιον γυναικεῖον, ἀπὸ τῆς ἐπὶ πλέον τινῶν χρήσεως ἕκαστα τούτων ὀνομασθέντα. δευτερουργῆ δὲ χλαῖναν ἐκάλουν ἣν οἱ νῦν ἐπίγναφον, καὶ δευτερουργοὺς τοὺς τοῦτο ποιοῦντας. τάχα δὲ τοῦτο ὑποδηλοῖ καὶ Λύσιππος ἐν Βάκχαις σὺ δ’ἀναγνάψας καὶ θειώσας τὰς ἀλλοτρίας ἐπινοίας.
7.78οἱ δὲ τὰς ἐσθῆτας πιπράσκοντες ἱματιοπῶλαι Κριτίου τῷ ὀνόματι χρησαμένου · ἐκαλεῖτο δέ τις Ἀθήνησιν ἱματιόπωλις ἀγορά. δ’αὐτὴ καὶ σπειρόπωλις · σπεῖρα γὰρ οὐ τὰ ῥάκη μόνον ἀλλὰ καὶ τὰς ἀμείνους ἔνιοι καλεῖν ἠξίουν ἐσθῆτας. τοὺς δὲ τὰς ἐσθῆτας ἀπομισθοῦντας τοῖς χορηγοῖς οἱ μὲν νέοι ἱματιομίσθας ἐκάλουν, οἱ δὲ μέσοι ἱματιομισθωτάς. ὅτι μέντοι καὶ τρίμιτα εἰργάζοντο, Αἰσχύλος διδάσκει φήσας σὺ δὲ σπαθητοῖς τριμιτίνοις ὑφάσμασιν.
7.79εἰς δὲ κατετίθεντο τὰς ἐσθῆτας ταύτας, χηλοὶ μὲν καθ’Ὅμηρον, κοῖται δὲ καὶ κιβωτοὶ καὶ κίσται καὶ ζυγάστρια παρὰ τοῖς νεωτέροις καὶ ῥίσκοι καὶ κανδύτανες, ἴσως καὶ ἀόρται, Μενάνδρου εἰπόντος ἐν Μισογύνῃ χλαμύδα, καυσίαν, λόγχην, ἀόρτην, ἱμάτια. δὲ οἱ παλαιοὶ στρωματόδεσμα, ταῦθ’οἱ νεώτεροι στρωματεῖς ἔλεγον, ἐν οἷς, ὡς μὲν τοὔνομα δηλοῖ, τὰ στρώματα ἀπετίθεντο, δῆλον δὲ ὅτι καὶ τὰς ἄλλας ἐσθῆτας. καὶ φασκώλους δὲ ἔλεγον οἱ παλαιοὶ τὰ τῶν ἱματίων ἀγγεῖα καὶ θυλάκους. Ξενοφῶν δὲ καὶ μαρσίπους ἱματίων εἶπεν.
7.80ἕποιτο δ’ἄν, οἶμαι, ταῖς περὶ τὰς ἐσθῆτας τέχναις καὶ τῶν ὑποδημάτων διὰ τὴν χρείαν τὴν ἐπὶ τῷ σώματι. καὶ ἀπὸ μὲν τούτων ὑποδήματα καὶ ὑποδεῖσθαι καὶ ὑποδούμενος καὶ ἀνυπόδητος, οἱ δὲ περὶ ταῦτα τεχνῖται σκυτοδέψαι βυρσοδέψαι, σκυτοπῶλαι βυρσοπῶλαι σκυτοτόμοι σκυτεῖς, σκυτεία, καττύοντες καττυόμενοι. μέρη δὲ ὑποδημάτων γλῶτται καὶ καττύματα καὶ ὕσχλοι ·
7.81καὶ ζυγὸν δέ τι τὸ περὶ τοῖς ὄνυξι τοῦ κοίλου ὑποδήματος, καὶ τοῦ σανδαλίου τὸ τοὺς δακτύλους συνέχον. εἴποις δ’ἂν ῥάψασθαι ὑποδήματα, καὶ ῥάψαι ὡς Ἡρόδοτος καὶ συρράψαι, σκυτοτομεῖν σκυτοδεψεῖν, βυρσοτομεῖν βυρσοδεψεῖν, ἱμαντοτομεῖν. Ξενοφῶν δ’ἔφη ἔστι δ’ἔνθα ὑπόδημα μὲν νευρορραφῶν μόνον τρέφεται, δὲ σχίζων.
7.82τοὺς δὲ τὰ ὑποδήματα ῥάπτοντας πισύγγους ἔνιοι τῶν κωμωδῶν καλοῦσι, καὶ τὰ ἐργαστήρια αὐτῶν πισύγγια. τὰ δὲ παλαιὰ καττύματα παλίμπηγα ὀνομάζεται, οἱ δὲ τὰ παλαιὰ ἐπιρράπτοντες παλαιουργοί, τὰ δ’ἐπιρραπτόμενα παλινδορία, ἐφ’ὧν λέγεται τὸ ἐπικαττύεσθαι καὶ ἐπικαττύειν.
7.83τὰ δὲ ἐργαλεῖα αὐτῶν σμίλη, ἀφ’ἧς καὶ τὰ σμιλεύματα ἐν Βατράχοις Ἀριστοφάνους, καὶ περιτομεύς, ἀφ’οὗ τὸ περιτέμνειν. ὀπήτια δὲ καὶ ὀπητίδια, καὶ χηλεύματα ἐκάλουν οἱ ποιηταί. μάλιστα δὲ οὕτως ὠνόμαζον τὰ τῶν σχοίνους πλεκόντων, ὡς καὶ κράνη χηλευτὰ τὰ πλεκτὰ Ἡρόδοτον λέγειν · καὶ Εὔπολις σκύτινα χηλεύειν. τὰ δὲ ὀπήτια ὅπερ ἐν Κρησὶ Νικοχάρης ἐκάλει.
7.84τοῖς δὲ βυρσοδέψαις σκυτοτόμοις προσήκει τὸ κατεβύρσωσαν, φησιν Θουκυδίδης. λέγοιτο δ’ἂν καὶ ὑποδήματα κοῖλα, βαθέα εἰς μέσην τὴν κνήμην ἀνήκοντα · τὰ δὲ μὴ κοῖλα αὐτὸ μόνον ἀποχρῶν ἐστιν εἰπεῖν ὑποδήματα. περὶ δὲ τείνεται καὶ περιρράπτεται τὰ κοῖλα ὑποδήματα καλάποδες οὐ κατὰ τὴν νῦν χρείαν μόνον ἀλλὰ καὶ κατὰ τὴν ἀρχαίαν κέκληνται. περὶ πόδα δὲ ὑποδήματα τὰ ἁρμόζοντα.
7.85ὑποδημάτων δὲ εἴδη βασιλίδες · ἐφόρει δὲ αὐτὰς βασιλεὺς Ἀθήνησιν. κρηπῖδες · τὸ μὲν φόρημα στρατιωτικόν, ἔνιοι δ’αὐτὰς τῶν ποιητῶν καὶ ἁρπίδας ὠνόμασαν. ἐμβάδες · εὐτελὲς μὲν τὸ ὑπόδημα, Θρᾴκιον δὲ τὸ εὕρημα, τὴν δὲ ἰδέαν κοθόρνοις ταπεινοῖς ἔοικεν. σχισταὶ πολυτελὲς ὑπόδημα καὶ θρυπτικόν · ταύτας δὲ καὶ λεπτοσχιδεῖς ὠνόμαζον. ἀσκέραι ὑπόδημα λάσιον, χειμῶνος χρήσιμον.
7.86ἦν δέ τι ὑπόδημα καὶ ἀρβύλη, εὐτελὲς τὴν ἐργασίαν. δὲ συκχὰς κρηπῖδι μὲν ἔοικεν, ὠνόμασται δὲ ἐκ τοῦ συνέχειν τὸν πόδα. οἱ δὲ κονίποδες λεπτὸν ὑπόδημα πρεσβυτικόν · καὶ τὸ κάττυμα κοῦφον, ὡς ἐγγὺς εἶναι τῆς κόνεως τὸν πόδα. τὸ δὲ σανδάλιον οὐ μόνον Μένανδρος εἴρηκε καὶ Ἡρόδοτος, ὥσπερ καὶ τὸ σάνδαλον Εὔπολις ἐν Χρυσῷ γένει καὶ σχεδὸν ἅπαντες οἱ κωμικοί, ἀλλὰ καὶ Κρατῖνος ἐν τοῖς Νόμοις σανδάλια Τυρρηνικά, καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ σανδάλιάτε τῶν λεπτοσχιδῶν, ἐφ’οἷς τὰ χρυσᾶ ταῦτ’ἔπεστιν ἄνθεμα.
7.87νῦν δ’, ὥσπερ θεράπαιν’, ἔχω περιβαρίδας. Μένανδρος μέντοι ἐν Μισογύνῃ καὶ ἐπιχρύσους σανδαλοθήκας λέγει. δὲ βλαύτη σανδαλίου τι εἶδος, καὶ ἥρως Ἀθήνησιν ἐπὶ βλαύτῃ · ἀνέθηκε γάρ τις σκυτοτόμος βλαύτης λίθινον τύπον. δὲ κρούπεζα ξύλινον ὑπόδημα, πεποιημένον εἰς ἐνδόσιμον χοροῦ · κρουπεζοφόρους δ’τοὺς Βοιωτοὺς Κρατῖνος διὰ τὰ ἐν αὐλητικῇ κρούματα.
7.88ἀπὸ δὲ ἐθνῶν πόλεων λέγονται καὶ ἕτερα. καρβατίνη μὲν ἄγροικον ὑπόδημα, κληθὲν ἀπὸ Καρῶν. Ἀμυκλᾷδες δὲ ἐλευθεριώτερον μὲν ὑπόδημα. δηλοῖ δὲ κλήσει τὸν τόπον. αἱ δὲ Ἀργεῖαι παντὶ δῆλον ὡς Ἀργείων τὸ εὕρημα, καθάπερ αἱ Σκυθικαὶ Σκυθῶν καὶ Ῥοδίων αἱ Ῥοδιακαί. αἱ δὲ Λακωνικαὶ τὸ μὲν χρῶμα ἐρυθραί, τοὔνομα δὲ δηλοῖ τὸν τῆς εὑρέσεως τόπον.
7.89καὶ Θετταλὶς δὲ ὑπόδημα μηνῦον τοὺς εὑρετάς · μέμνηται δ’αὐτοῦ Λύσιππος ἐν Βάκχαις βλαύτῃ, κοθόρνῳ, Θετταλίδι. αὐτοσχεδὲς δὲ ὑπόδημα τὸ ἁπλῶς εἰργασμένον Ἕρμιππος εἴρηκεν ἐν Δημόταις. ἀπὸ δὲ τῶν χρησαμένων Ἰφικρατίδες Δεινιάδες Ἀλκιβιάδες Σμινδυρίδια, Μυννάκια ἀπὸ Μυννάκου. ἦν δὲ καί τι ὑπόδημα δημοκοπίδες. ἕπτυσχλοι δὲ πολυτελὲς ἀνδρεῖον, οὗ Ἕρμιππος ἐν Φορμοφόροις μνημονεύει ὥσπερ τῶν καρκίνων Φερεκράτης καττύομαι τοὺς καρκίνους.
7.90μέμνηται δὲ καὶ φαικασίου ἐν τῷ Ἑρμῇ Ἐρατοσθένης πέλμα ποδὶ κρούεσκεν ἐλαφροῦ φαικασίοις · Ῥίνθων δὲ Κολοφωνίουτε καὶ καλτίου καὶ ὄγκου ἐν Ἰφιγενείᾳ τῇ ἐν Αὐλίδι. δὲ εὔμαρις κοινὸν ἀνδράσι πρὸς γυναῖκας, βαρβαρικὸν μὲν εὕρημα, ἐξ ἐλαφῶν δὲ πεποιημένον. καὶ τὰ διάβαθρα δὲ κοινὰ ἀνδρῶν καὶ γυναικῶν.
7.91 δὲ κόθορνος ἁρμόζων ἀμφοῖν τοῖν ποδοῖν, ὅθεν καὶ τὸν Θηραμένην κόθορνον ἐκάλουν διὰ τὸν περὶ τὴν πολιτείαν ἀμφοτερισμόν. ἐμβάται δὲ ὄνομα τοῖς κωμικοῖς ὑποδήμασιν. ὑπόσχισμα δὲ ἀνδρεῖον ὑπόδημα μάλα εὐτελές, καὶ πρόσχισμα πρεσβυτικόν. ἦν δέ τι ὑπόδημα καὶ ὀπισθοκρηπίς. δὲ ποδεῖα Κριτίας καλεῖ, εἴτε πίλους αὐτὰ οἰητέον εἴτε περιειλήματα ποδῶν, ταῦτα πέλλυτρα καλεῖ ἐν Φινεῖ Αἰσχύλος πέλλυτρ’ἔχουσιν εὐθέτοις ἐν ἀρβύλαις.
7.92τὰ δὲ πέλλυτρα καὶ εἶδος ὑποδήματος, ὥσπερ αὖ τὰ ποδεῖα ταὐτὸν ἦν ταῖς ἀναξυρίσιν, ἃς σκελέας ἔνιοι ὀνομάζουσιν. Κράτης δ’ἐν Ἑορταῖς ἔφη καὶ ποδεῖα τριμίτινα. ἴδια δὲ γυναικῶν ὑποδήματα Περσικαί · λευκὸν ὑπόδημα, μᾶλλον ἑταιρικόν. περιβαρίς · θεραπαινίδων μᾶλλον τὸ ὑπόδημα. Τυρρηνικά · τὸ κάττυμα ξύλινον τετραδάκτυλον, οἱ δὲ ἱμάντες ἐπίχρυσοι · σανδάλιον γὰρ ἦν, ὑπέδησε δ’αὐτὸ Φειδίας τὴν Ἀθηνᾶν.
7.93ἐκάλουν δ’αὐτὰ τυρρηνικουργῆ, ὥσπερ καὶ τὰ ἔμβαθρα ῥηνιοεργῆ. τὰ μέντοι Τυρρηνικὰ εἴη ἂν Σαπφοῦς μάσλης · ποικίλος μάσλης Λύδιον καλὸν ἔργον. αἱ δὲ ἐνδρομίδες, ἴδιον τῆς Ἀρτέμιδος τὸ ὑπόδημα. τὰ δὲ Σικυώνια τὸ ὄνομα δηλοῖ τίνων τὸ εὕρημα. τὰ δὲ πλοιάρια καὶ ἀκάτια ὀνομάζει Ἀριστοφάνης εἶδος ὄντα γυναικείων ὑποδημάτων.
7.94ῥᾴδια δὲ ποικίλον καὶ πολυέλικτον ὑπόδημα · μνημονεύει δὲ αὐτοῦ Πλάτωντε καὶ Φερεκράτης. αἱ δὲ βαυκίδες καὶ βαυκίδια ἐλέγοντο · πολυτελὲς δ’ἦν ὑπόδημα κροκοειδές. γυναικεῖα δὲ καὶ τὰ ἄφρακτα, ὀπισθοκρηπῖδες, καννάβια, γυμνοπόδια, περίβαρα, νυκτιπήδηκες, μεσοπερσικαί, φιττάκια, Σελευκίδες, νοσσίδες, Ἀμβρακίδες, ἀμφίσφυρα, ἀκροσφύρια.
7.95οὐκ ἂν δ’ἴσως φαῦλον εἴη τούτοις ὑποθεῖναι λέξιν ἐκ Θεσμοφοριαζουσῶν Ἀριστοφάνους ἐπεὶ πολλὰ εἴδη ἐν αὑτῇ περιέχει γυναικείων φορημάτων, καὶ τοῖς περὶ κόσμων ἴσως ἂν ἐνήρμοσεν. ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον, προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα, ἄγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον, μύρον, κίσηριν, στρόφον, ὀπισθοσφενδόνην, κάλυμμα, φῦκος, περιδέραια, ὑπογράμματα, τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον, ζῶμ’, ἀμπεχόνην, τρύφημα, παρυφές, ξυστίδα, χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον, ἕτεραθ’ὅσ’οὐδεὶς μνημονεύσειέν ποτε.
7.96τὰ μέγιστα δ’οὐ λέγεις αὐτῶν ταυτί; διόπας, διάλιθον πλάστρα, μαλάκιον, βότρυς, χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας, σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα, πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια, ὑποδέρεις, ἑλικτῆρας, ἄλλ’ἀφ’ὧν οὐ δ’ἂν λέγων λέξαις.
7.97λέγωμεν τοίνυν τέχνας ὅσαι τὰς ὕλας ὑποβάλλουσι ταῖς λοιπαῖς. μεταλλεία, μέταλλα μεταλλεύς μεταλλεύειν, ἐκμεταλλεύειν ὀρύττειν γεωρυχεῖν, σκάπτειν καὶ ἀνασκάπτειν καὶ διασκάπτειν. χρυσοῦ μεταλλεῖς, χρυσουργοὶ χρυσουργοῦντες χρυσὸν ὀρύττοντες, τὰ χρυσεῖα, τὴν ὑπόχρυσον γῆν, τὴν κατάχρυσον γῆν, χρυσίδα ψάμμον, τὴν ἐπίχρυσον κόνιν, τὴν χρυσῖτιν γῆν μεταλλεύοντες, διασήθοντες διηθοῦντες, διακρίνοντες, ἕψοντες, καθαίροντες πυρὶ βασανίζοντες.
7.98ἄπεφθος χρυσός, ἀκριβής, εἰλικρινής, ἀκήρατος, ἀκραιφνής, Δαρεικός, Γυγάδας. ἀργύρια, ἀργυρῖτις γῆ, ὑπάργυρος ἐπάργυρος, ἀργύρεια μέταλλα. καινοτομίαι μετάλλων. μεσοκρινεῖς κίονες οἱ ἐν τοῖς μετάλλοις ὑφεστηκότες ἀνέχειν τὰ ὀρύγματα. ἄργυρος καθαρός, διαφανής, Ἀρυανδικός. γῆ ὑπόχαλκος · οὐ γὰρ χαλκῖτις, οὐ δὲ χαλκεῖα μέταλλα, ὥσπερ καὶ σιδήρου μέταλλα καὶ γῆ σιδηρῖτις.
7.99ταύτης δὲ τὸ κάθαρμα σκωρίαν ὠνόμαζον, ὥσπερ τοῦ χρυσοῦ τὸ ἄνθος ἀδάμαντα καὶ τὸν τῶν ἀργυρίων κονιορτὸν κέρχνον. τὴν δὲ σκωρίαν καὶ κίβδον ἐκάλεσαν, ἀφ’ἧς καὶ οἱ μεταλλεῖς κίβδωνες. τὸ δὲ ἀγγεῖον ἐν κατεκεράννυσαν τὸν σίδηρον, περίοδος καλεῖται ἐν τῷ περὶ μετάλλων, εἴτε Ἀριστοτέλους ἐστὶ τὸ βιβλίον εἴτε Θεοφράστου. πολλὰ δ’ἂν καὶ ἄλλα εἴη μέταλλα, ὥσπερ τὰ ἐν Σάμῳ τὰ καλούμενα γεωφάνεια, ὑπὲρ ὧν Δείναρχος λέγει, καὶ τὰ ἐν Μήλῳ καὶ τὰ ἐν Νισύρῳ τοῦ θείου. καὶ κιμωλίαν γῆν Ἀριστοφάνης λέγει.
7.100καὶ ἀμβολὰς δὲ γῆ παρὰ Ξενοφῶντι τοῖς ὀρύγμασι προσήκει, καὶ εἰ μὴ τοῖς μετάλλοις. τοὺς δὲ μεταλλέας θυλακοφορεῖν Ἀριστοφάνης ἔφη. καὶ λίθων δὲ μεταλλεῖαι, λιθουργίαι, λιθοτομίαι. πολλὰ δὲ εἴδη λίθων, Φρυγία, Λάκαινα, Λίβυσσα, Εὐβοΐς, Θετταλή, Αἰγυπτία. καὶ τούτων ἰδέαι πλείονες, καὶ κογχυλίας δὲ λίθος ἐν Ἀριστοφάνους Δαιδάλῳ, καὶ παρὰ Ξενοφῶντι κογχυλιάτης, λυχνίας δὲ παρὰ Πλάτωνι ἐν τοῖς Σοφισταῖς · τὸ γὰρ τοῦ ὀρειχάλκου μέταλλον οὐδέπω καὶ νῦν εἰς πίστιν ἥκει βεβαίαν. Ἀμειψίου δὲ ἐν Μυχοῖς μιλτωρυχίαν εἰπόντος, εἴη ἂν ἐν τοῖς μεταλλεῦσιν μιλτωρύχος. καὶ μήκων δὲ ἦν τι ψάμμου εἶδος ἐν τοῖς μετάλλοις.
7.101ἐκ δὲ τῶν τὰς ὕλας παρασκευαζόντων εἶεν ἂν ὑλουργοί, φυτουργοί, γεωργοί, ὑλοτόμοι, ὑλαγωγοί, ξυλουργοί, πισσουργοί, σμηνουργοί · καὶ πρᾶξις ὑλουργία, ὑλοτομία, ὑλαγωγία, ξυλουργία, πισσουργία, κηπουργία, σμηνουργία.
7.102καὶ ἀπὸ μὲν χρυσοῦ χρυσοχόοι χρυσοχοεῖον, χρυσοῦν ἀποχρυσοῦν, ἐπίχρυσον, χρυσοχοεῖν, καὶ τέχνη χρυσοχοϊκή. καὶ χρυσίδες δὲ φιάλαι, καὶ χρυσοῦς τὸ νόμισμα. προσκέοιτο δ’ἂν στατήρ · εἰ δὲ καὶ Δαρεικός τις εἶπεν, χρυσοῦς προσηκούετο. χρυσώροφος δὲ οἶκος, καὶ χρυσῆ Ἀφροδίτη. καὶ βασανίζουσα τὸν χρυσὸν χρυσῖτις λίθος Λυδία.
7.103εἴρηται δέ που καὶ τὰ χρυσία παρὰ τοῖς κωμῳδοῖς ἐπὶ τῶν γυναικείων κοσμημάτων, καὶ τὰ χρυσώματα παρὰ Λυσίᾳ ἐν τῷ περὶ χρυσοῦ τρίποδος. ἀπὸ δ’ἀργύρου ἀργυροκόπος, ὡς Φρύνιχος ἐν Ἐφιάλτῃ, ἀργυροκοπεῖον, ὡς Αἰσχίνης ἐν Ῥίνωνι · ἀργυροκοπιστῆρας δὲ λόγων ἐν Τροφωνίῳ παίζει Κρατῖνος. ἀργυραμοιβός, ἀργυρογνώμων, ἀργυρολόγος ἀργυρολογεῖν, καὶ ἀργύριον τὸ νόμισμα ·
7.104εἴρηται δὲ καὶ ἀργύρια ἐν Ἀριστοφάνους Νήσοις, ἀργυράγχη, ὡς Δημάδης σκώπτων Δημοσθένη συνάγχῃ λέγοντα εἰλῆφθαι καὶ ἐπὶ τοῖς ἀργυρίοις σιωπῶντα. ἀργυρίζεσθαι δέ, καὶ ἀργυρίδες φιάλαι, καὶ σκεῦος ἀργυροῦν. καὶ ἀργυρώματα ὁμοίως παρὰ Λυσίᾳ. ὑπάργυρον δὲ τὸ κίβδηλον χρυσίον. ἀπὸ δὲ χαλκοῦ ὑπόχαλκον νόμισμα καὶ χαλκόκρατον, καὶ χαλκοῦς νομίσματος εἶδος, καὶ χαλκοτύπος καὶ χαλκουργὸς καὶ χαλκουργία, καὶ χαλκεὺς καὶ χαλκεύειν καὶ χαλκεῖα ἑορτὴ ἐν τῇ Ἀττικῇ Ἡφαίστου ἱερά.
7.105χαλκώματα δὲ Ἀριστοφάνης ἐν Πελαργοῖς καὶ Σφηξὶν εἴρηκεν, Καλλίας δὲ ἐν Κύκλωψι καταχαλκεύεσθαι τοίνυν ἑσπέρας. καὶ τροχίαν μὲν χαλκὸν τὸν χυτὸν χρὴ καλεῖν, τυπίαν δὲ ὃν ἂν οἱ νῦν εἴποιεν ἐλατόν. χαλκίζειν δὲ παιδιᾶς τι εἶδος, ἐν νομίσματι ἠρτίαζον. σιδηρεὺς σιδηρεύειν, σιδήριον, σιδηρουργία, ὀβελοὶ σιδηροῖ, νόμισμα σιδηροῦν τὸ Λακεδαιμονίων καὶ Βυζαντίων.
7.106χαλκεύειν δὲ καὶ τὸ σιδηρεύειν ἔλεγον, καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους. σιδηρῖτιν δὲ τέχνην ἐν Ταξιάρχοις Εὔπολις εἴρηκε τὴν Ξανθίου τοῦ σιδηρέως, οὗ ἐπὶ τῆς εἰκόνος ἐπιγέγραπται σιδηρόφυσα. τὰ δὲ ἐργαλεῖα τούτων φῦσαι ἀκροφύσια, χοάναι, πυράγραι, ἄκμονες, ῥαιστῆρες σφῦραι, ἐσχαρίδες, ἀκόναι θηγάναι, κροταφίδες · σφῦραι δ’εἰσὶ σιδηραῖ, ἐκ θατέρου ὀξεῖαι.
7.107τὸ δὲ ἔργον ὑγραίνειν, λύειν, συγχωνεύειν, ἐλαύνειν ἐξελαύνειν, τυποῦν, ἀκονᾶν θήγειν, προσηλοῦν, διαπατταλεύειν προσπατταλεύειν, στομοῦν, ἥλους ποιεῖν, στόμωμα Κρατῖνος γὰρ ἔφη Χαλυβδικὸν στόμωμα παττάλους, ἐπίσωτρα πλήμνας κλεῖδας ἀνακλεῖδας παρακλεῖδας βαλανάγρας, ἁλύσεις, βαλάνους, ὕπερα σιδηρᾶ, μοχλούς, γιγγλύμους κορώνας, κλῇθρα, ζυγά.
7.108πρὸ δὲ τῶν καμίνων τοῖς χαλκεῦσιν ἔθος ἦν γελοῖά τινα καταρτᾶν ἐπιπλάττειν ἐπὶ φθόνου ἀποτροπῇ · ἐκαλεῖτο δὲ βασκάνια, ὡς καὶ Ἀριστοφάνης λέγει πλὴν εἴ τις πρίαιτο δεόμενος βασκάνιον ἐπικάμινον ἀνδρὸς χαλκέως. τὸ δὲ μόλυβδον ἐργάζεσθαι μολυβδοχοεῖν. τούτοις δ’ἂν προσήκοι καὶ ἀγαλματοποιεῖν καὶ ἀγαλματοποιία, ἀνδριαντοποιεῖν ἀνδριαντοποιία, τοῖς δὲ χρυσουργοῖς καὶ δακτυλιογλύφοι · τὸ ὄνομα παρὰ Κριτίᾳ καὶ Πλάτωνι, Φιλύλλιος δὲ ἐν Πόλεσι δακτυλιουργὸν ὠνόμασεν.
7.109τῶν δὲ ξύλων ὑλοτομηθέντων οἱ ἐργάται ὑλοτόμοι καὶ δρυτόμοι καὶ ὑλαγωγοί, καὶ τὰ ἐργαλεῖα πελέκεις, καὶ τὰ ῥήματα ὑλοτομεῖν καὶ ὑλαγωγεῖν καὶ ὑλάζεσθαι. τὰ μὲν εἴποις ἂν τῶν ξύλων ἐργάσιμα τὰ δὲ καύσιμα. ἀλλὰ καὶ φλοιὸν καὶ φελλὸν καὶ ἀγκαλίδας, ὅθεν καὶ οἱ ἀγκαλιδαγωγοὶ ὄνοι καὶ ἀγκαλιδηφόροι ἄνδρες. καὶ τῶν μὲν καυσίμων εἶεν ἂν καὶ κληματίδες καὶ κορμοί · κορμὸν δ’ἐκ ῥίζης προταμὼν ἀμφέξεσε χαλκῷ, καὶ Εὐριπίδης λέγει κορμοῖσι πεύκης. καὶ φιτροὺς δὲ τούτους λέγει ποιητικὴ φωνή. ἐκκαύματα δὲ Σοφοκλῆς ἐν Ἡρακλεΐσκῳ σατυρικῷ συνέλεγον τὰ ξύλ’, ὡς ἐκκαυμάτων μή μοι δεήσειεν.
7.110καὶ ἄνθρακες καὶ μαρίλη, καὶ οἱ τεχνῖται ἀνθρακεῖς καὶ μαριλευταί, καὶ μαριλεῦσαι τὸ ῥῆμα, καὶ τὸ ἀγγεῖον τῶν ἀνθράκων λάρκος καὶ φορμός, δὲ τῶν ἀνθρακίων κάμινος πνιγεύς, οἱ δὲ ἡμίκαυτοι ἄνθρακες θυμάλωπες, οἱ δὲ σπινθῆρες φέψαλοι. δὲ τοὺς ἄνθρακας πιπράσκων ἀνθρακοπώλης · λέγει γοῦν Φιλύλλιος ἐν Πόλεσιν ἀνθρακοπώλης, κοσκινοποιός, κηπεύς, κουρεύς. φῷδες δὲ αἱ ἀπὸ τῆς φλογὸς φλύκταιναι, καὶ φλυκτίδες καὶ φαύστιγγες αἱ ἐπὶ ταῖς κνήμαις, μάλιστα δὲ ἐπὶ χαλκέων.
7.111τῶν δὲ ἐργασίμων ναυπηγοὶ ναυπηγία, τέκτονες καὶ τεκτονική, κλινοποιοί θυροποιοί. καὶ τὰ μὲν ναυπηγῶν εἴρηται ἐν τοῖς περὶ νεῶν, τὰ δὲ κλινοποιῶν ἐν τοῖς συμποτικοῖς, τὰ δὲ θυροποιῶν ἐν τοῖς περὶ οἴκων, οἷς προσθετέον ὅτι ἣν Ὅμηρος μὲν εἴρηκε κορώνην οἱ δὲ νῦν κόρακα, οὕτως ὠνόμασε καὶ Ποσείδιππος ἐν Γαλάτῃ νέος κωμικὸς εἰπὼν κόρακι κλείεται θύρα · ἔστι μὲν οὖν οὐ κεκριμένη τοῖς νέοις φωνή, ληπτέον δὲ καὶ τὰ σπάνια, εἰ καὶ μὴ παρ’αὐτῶν εἴη χρηστέα, τὰ δὲ τεκτόνων καὶ αὐτὰ ἐν τοῖς συμποτικοῖς, ὅπου καὶ τράπεζα καὶ τρίποδες ·
7.112ταῦτα γὰρ ἐκείνων τὰ ἔργα. καὶ δίφροι δὲ καὶ κλισμοὶ καὶ θρόνοι τῆς ξυλουργικῆς θρανία, σκολύθρια. κάλλιστοι δὲ οἱ Θετταλικοὶ δίφροι, διὸ καὶ Πυθία ἔφη Θετταλὲ ποικιλόδιφρε. βάθρα, κλίμακες, καὶ οἱ ἀναβασμοὶ τῶν κλιμάκων κλιμακτῆρες.
7.113τεκτονικὸν δὲ καὶ τὸ πακτῶσαι θύρας ἐν Ἀριστοφάνους Λυσιστράτῃ. τὰ δὲ ἐργαλεῖα τούτων σκέπαρνον, πέλεκυς ξυλοκόπος, ὡς ἔφη Ξενοφῶν, τρύπανον, τέρετρον, τρυπανοῦχος, ἀρίς Καλλίας γοῦν ἐν Πεδήταις λέγει τῆς πατρικῆς ἀρίδος πρίων, πέλεκυς, πρίστης καλουμένη ῥίνη · καὶ ῥίνη δὲ ὑπὸ Ξενοφῶντος εἴρηται.
7.114ἐν δὲ τοῖς ἔργοις αὐτοῦ καὶ τὰ Ἀλέξιδος ἂν θείης […] κορμάσαι, πρῖσαι, πελεκίσαι, που δὲ καὶ ξέσαι καὶ ἁρμόσαι καὶ γομφῶσαι συγγομφῶσαι, τυλῶσαι. πρίειν δὲ λέγεται τὸ πρίζειν, καὶ ἐξέπριον ἔφη Θουκυδίδης · οἱ δὲ πρίσται τομεῖς ἂν καλοῖντο. ἐργάζοιτο δ’ἂν τέκτων καὶ μυάγρας, ὧν τὸ ἱστάμενόντε καὶ σχαζόμενον παττάλιον, τὸ δὲ τῇ σπαρτίνῃ προσηρτημένον σκανδάληθρον καλεῖται, δὲ ἐν ταῖς μείζοσι πάγαις πάτταλος ῥόπτρον, ὥσπερ καὶ τὸ τὴν θύραν ἐπικροῦον.
7.115καὶ ἁρματοπηγὸς δὲ καθ’Ὅμηρον προσήκοι ἂν τεκτονικῇ καὶ ἁμαξοπηγός, καὶ ἁρματοπηγεῖν εἴποις ἂν καὶ ἁμαξοπηγεῖν, καὶ ἁρματοποιεῖν, καὶ ζυγοποιεῖν, ὡς ἐν Πλούτῳ Ἀριστοφάνης. καὶ τὰ μὲν ἄλλα εἴρηται περὶ ἁρμάτωντε καὶ ἁμαξῶν, προσθετέον δὲ ὅτι οὗ ἐν τοῖς ἅρμασιν ἀπετίθεντο τὰς μάστιγας, οἱονεὶ τομισάργαλος ἐκαλεῖτο.
7.116δίφρος δὲ διωχὴς δύο φέρειν δυνάμενος. τὰς δὲ κνήμας οὐ μόνον κνήμους ἀλλὰ καὶ κνημίας ὠνόμαζον · Λυσίας γέ τοι λέγει ἁρπάσας τὴν κνημίαν τῆς ἁμάξης. τὰ δ’ἴχνη τῶν τροχῶν, Ὅμηρος ἁματροχίας εἴρηκεν, ἁμαξοτροχίας λέγει Καλλίας ἐν Κύκλωψιν τὸ δὲ ὑπὲρ τὴν ἅμαξαν περίφραγμα, περιλαμβάνεται δικτύοις, μόργον καλεῖται, καὶ μοργεύειν τὸ δράγματα ὑπ’αὐτῷ φέρειν.
7.117ἐπεὶ δὲ καὶ τοὺς οἰκοδόμους τέκτονας Ὅμηρος καλεῖ, καὶ ἀρχιτέκτων εἴρηται παρὰ Πλάτωνι · βιαία γὰρ ἐν τῷ Σοφοκλέους Δαιδάλῳ τεκτόναρχος μοῦσα. τὸ δὲ ἀρχιτεκτονεῖν Ἀριστοφάνης εἴρηκεν ἐν Δαιδάλῳ. φαίης δ’ἂν οἰκοδομία οἰκοδομική (οἰκοδόμησις γὰρ παρὰ Θουκυδίδῃ) οἰκοδόμημα οἰκοδομεῖν, οἰκοδομικός οἰκοδομικῶς, οἰκοδόμος · Ἀριστοφάνης γὰρ ἐν Γηρυτάδῃ εἴρηκε τοὺς οἰκοδόμους, καὶ Πλάτων Πολιτείας δευτέρῳ.
7.118καὶ τειχοδομεῖν δ’ἂν εἴποις τὸν αὐτὸν καὶ τειχοποιεῖν, καὶ λιθολογεῖν καὶ λιθουργεῖν καὶ τειχοδόμον εἶναι καὶ τειχοποιόν, καὶ λιθουργὸν καὶ λιθολόγον, εἰ μὴ τοῦτο φήσεις ὑπηρετικήν τινα εἶναι τῇ τεκτονικῇ τέχνῃ, λιθοφορεῖν δ’εἴρηκε Θουκυδίδης. Ξενοφῶν δὲ ἐν τῷ Οἰκονομικῷ καὶ φιλοικοδόμους λέγει. καὶ λατύπους δὲ Σοφοκλῆς, ὅπου καὶ ἐργαλεῖα τῶν λατύπων ὀνομάζει λείας καὶ γλαρίδας. καὶ λιθοτόμον δὲ Ξενοφῶν ἐν τῷ τρίτῳ τῆς Παιδείας εἴρηκεν, ὡς Δημοσθένης ἐν τῷ κατ’Εὐέργου καὶ Μνησιβούλου λιθοκόπον · προσήκοιεν ἂν αἱ λιθοτομίαι. δὲ σφῦρα τῶν λατόμων καλεῖται τύκος.
7.119τὸ δὲ τῆς οἰκοδομικῆς ἔργον οἰκοδομεῖν συνοικοδομεῖν ἐποικοδομεῖν διοικοδομεῖν, λίθους ἁρμόττειν συναρμόττειν, ἀκριβῶς συμφυῶς ἀπισοῦν, ἀπευθύνειν, ἀποτείνειν, κάμπτειν, περιάγειν. ὑπερῷα ἐπαίρειν, καὶ στέφειν τὰ οἰκήματα εἰς τὴν ὁδόν, καὶ τὰς πλίνθους ἀναβάλλειν πρὸς ἀριθμόν · Ὑπερείδης γὰρ ἐν τῷ πρὸς Ἐπικλέα ταῦτ’εἴρηκεν. ὅταν δὲ οἱ ποιηταὶ φῶσιν ἐρέψομεν πρὸς ἀετόν, στεγάσομέν φασι πρὸς ἀέτωμα.
7.120τειχίζειν ἀποτειχίζειν, πύργους ἐφιστάναι, μεταπύργια, προμαχεῶνας, ἐπάλξεις προοικοδομεῖν, περιοικοδομεῖν θρίγκους, περιβόλους · καὶ θριγκῶσαι τὸ ῥῆμα. ψαλίδας, πυλίδας, γεῖσα γεισώματα, γεισήποδας γεισηποδίσματα γεισηποδίζειν. στεγάζειν, ἐρέπτειν, τέγος προτέγιον, ὄροφον παρωροφίδα, ὅθεν καὶ ὀροφίας ὄφις. καὶ κρηπιδαῖον δὲ μέρος οἰκοδομήματος, Λυσίου εἰπόντος ἐν τῷ περὶ τοῦ τύπου τοῦ γείσου συντετελεσμένου καὶ τοῦ κρηπιδαίου.
7.121ἐκ δ’αὐτῶν ἂν εἴη καὶ λιθόστρωτον ἔδαφος καὶ λιθολόγημα καὶ λελιθωμένον. καὶ κιόκρανα αἱ κεφαλαὶ τῶν κιόνων, καὶ στυλοβάτης τοῦ Δωρικοῦ κίονος βάσις, σπεῖρα δὲ τοῦ Ἰωνικοῦ. μέρη δὲ οἰκοδομημάτων τοῖχοι · Ὑπερείδης δὲ καὶ τοῦ παροδίου τοίχου εἴρηκεν. δόμοι, πτέρυγες, φάρση. στυλοβάτην δ’ἐν τῇ οἰκίᾳ Πλάτων κωμικὸς εἴρηκεν ἐν Ἑορταῖς, ὀρόφοις δὲ καὶ θυρώμασι Θουκυδίδης.
7.122καὶ κιγκλίδες δὲ εἴδη θυρῶν. τὰ δὲ τῆς θύρας ξύλα τέτταρα ὠνόμαζον, καὶ τὸ ἐντὸς τῶν θυρῶν γενέσθαι ἐντὸς τῶν τεττάρων. τὰ δὲ ὑπέρθυρα ὑπερτόναια. Κρατῖνος δ’ἐν Διονυσαλεξάνδρῳ παραστάδας καὶ πρόθυρα βούλει ποικίλα. παστάδας δὲ Ξενοφῶν, ἃς οἱ νῦν ἐξέδρας. καὶ Λέσβιον δὲ καὶ ἐκφατνώμα δὲ καὶ κῦμα μέρη ἔργων ἐν Αἰσχύλου Θαλαμοποιοῖς ἀλλ’ μέν τις Λέσβιον φατνώματι κῦμ’ἐν τριγώνοις ἐκπεραινέτω ῥυθμοῖς.
7.123τάχα δὲ καὶ οἱ θαλαμοποιοὶ εἶδος τέχνης. καὶ στεγάσματα μὲν δὴ ὀροφῆς Ἡρόδοτος λέγει, κατώρυχες δὲ λίθοι, οὓς Ὅμηρος κατωρυχέας λέγει, οἱ τοῖς θεμελίοις ἐντιθέμενοι · καὶ θεμελίους δὲ λίθους αὐτοὺς ὠνόμαζον. κατῆλιψ μεσόδμη. κάπνην δὲ καὶ καπνοδόκην Εὔπολις τὸ μὲν εἴρηκεν ἐν Βάπταις, τὸ δὲ ἐν Δήμοις. λέγειν δ’ἔστι καὶ κατάγεια οἰκήματα καὶ ὑπόγεια.
7.124ἔνι δ’εἰπεῖν λίθον σκληρὸν καὶ λίθον πώρινον · ὗλαι γὰρ οἰκοδομημάτων λίθοι, χάλικες, πλίνθοι, ξύλα, γύψος, κέραμος στεγαστήρ, ἐρέψιμα ξύλα, Θουκυδίδης εἶπε τὴν ξύλωσιν, πηλός, ἄσβεστος, τίτανος, ἄσφαλτος. καὶ τοῖς μὲν χυτοῖς χρὴ τὰ οἰκοδομήματα συνδεῖν κολλᾶν, συνάπτειν, συναρμόττειν συμπηγνύναι, συμβάλλειν, τιτάνῳ δὲ χρίειν, ἐπαλείφειν καταλείφειν ἐξαλείφειν, ἀπολαμπρύνειν, φαιδρύνειν ἀποφαιδρύνειν, ἐπιλεαίνειν, ἐπιλεπτύνειν.
7.125καὶ κονιάματα δ’ἂν εἴποις, καὶ τὸ ῥῆμα κονιᾶν, καὶ τὸν τοῦτο δρῶντα κονιατήν · Ἄμφιδος δὲ καὶ δρᾶμα Κονιατής. ἔργον δὲ τοῦ οἰκοδόμου καὶ τὸ ὑπερῷα ἐγεῖραι, ὡς Ὑπερείδης ἔφη, καὶ περίδρομον ἐργάσασθαι · Ἀριστοφάνης γὰρ ἐν Γήραι ἔφη ἐκ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας. ἐργαλεῖα δ’αὐτοῦ σὺν τοῖς ξυλουργικοῖς σιδήρια λιθουργά, σιδήρια λιθουργικά, τύκοι, ἀφ’ὧν καὶ τὸ τυκίζειν, ὑπαγωγεύς, παρέξεον, πέλεκυς, στάθμη, μολύβδαινα, κανών, διαβήτης · τὸ γὰρ μοχλίον τοιχωρύχων ἐστὶ σιδήριον. ἰκριοποιοὶ δ’εἰσὶν οἱ πηγνύντες τὰ περὶ τὴν ἀγορὰν ἰκρία.
7.126καὶ μὴν καὶ γραφικὴ τέχνη μία τῶν ἐν κόσμῳ τεχνῶν. δὲ τεχνίτης γραφεὺς γραφικός, καὶ τὸ ἔργον γράφειν, καὶ τὸ ἐπίρρημα γραφικῶς. ἀλλὰ καὶ ζωγραφία καὶ ζωγράφος καὶ ζωγραφεῖν καὶ ζῷα ποιεῖν · ἐρεῖς δὲ τὴν τέχνην μιμητικὴν ζῴων, ποιητικήν, ὁμοιωτικήν, καὶ τὸν ἄνδρα μιμητήν ὁμοιωτὴς γὰρ σκληρόν, τὸ δὲ πρᾶγμα μίμησιν μίμημα, ποίησιν, ὁμοίωσιν, γραφήν, καὶ γράψαι, ποιῆσαι, μιμήσασθαι, ὁμοιῶσαι.
7.127καὶ μὴν καὶ εἰκόνα εἴποις ἂν τὸ πρᾶγμα καὶ εἰκασίαν καὶ εἴκασμα, καὶ τὸν ἄνδρα εἰκαστικόν, καὶ τὸ ἐπίρρημα εἰκαστικῶς, καὶ τὸ ῥῆμα εἰκάσαι. ἔξεστι δὲ καὶ σκιαγραφίαν εἰπεῖν τὸ πρᾶγμα, καὶ τὸν ἄνδρα σκιαγράφον καὶ σκιαγραφικόν, καὶ τὸ ἐπίρρημα σκιαγραφικῶς, καὶ τὸ ῥῆμα σκιαγραφεῖν.
7.128τὰ δὲ μέρη τῆς τέχνης ὑποτύπωσις ὑπογραφή σκιαγραφή, καὶ τὸ ἐργαλεῖον γραφὶς ὑπογραφίς, καὶ αἱ ὗλαι πίνακες καὶ πινάκια ὡς Ἰσοκράτης, κηρός, χρώματα, φάρμακα, ἄνθη. κηρὸν τήξασθαι μίξασθαι χέασθαι, χρώματα κεράσαι κεράσασθαι μίξαι συμμίξασθαι συγχέαι συγχέασθαι, γραμμὴν ἑλκύσαι, σκιὰν ὑποτυπώσασθαι, σκιὰν περιγράψασθαι περιγράψαι, σκιὰν ὑποβαλέσθαι, σκιὰν περιενεγκεῖν, σκιὰν ὑπερενεγκεῖν, χρῶσαι ἐπιχρῶσαι ἀποχρῶσαι, ἄνθεσι φαιδρῦναι, χρᾶναι ἐπιχρᾶναι ἀποχρᾶναι.
7.129ἐφ’οὗ δὲ οἱ πίνακες ἐρείδονται ὅταν γράφωνται, ξύλον ἐστὶ τρισκελές, καὶ καλεῖται ὀκρίβαςτε καὶ κιλλίβας. τὰ δὲ χρώματα ἀνδρείκελον, ὄστρεον, πράσινον, κροκοειδές, κυανοῦν, κιννάβαρι, ξανθόν, φαιόν, φλογόλευκον, λευκόφαιον, λευκόν, μέλαν, μελαμβαφές.
7.130ἔτι τοίνυν οἱ ἐξ ἀγορᾶς ἐκ λιμένος κομίζοντες ἀχθοφόροι, ἀμφορεαφόροι, καὶ τὰ ῥήματα ἀχθοφορεῖν καὶ ἀμφορεαφορεῖν, ὑδροφόροι, ξυλοφόροι, σκευοφόροι, ὑληφόροι καὶ ὑληφορεῖν, πλινθοφόροι καὶ πλινθοφορεῖν, πηλοφόροι καὶ πηλοφορεῖν, ξυληγοί, ἀφ’ὧν καὶ τὸ ξυληγῶν εἴρηκε Δημοσθένης. φρυγανοφόροι · τὸ δὲ ὄνομα ἐν τῇ Λυσίου πρὸς Μετάνειραν ἐπιστολῇ.
7.131καὶ ξυλοφορίαν δὲ ἔφη Λυσίας. τὸ δὲ σύμπαν εἰπεῖν, μισθωτοί, καὶ ὡς Φρύνιχος μισθώτριαι αἱ γυναῖκες. ἔξεστι δ’ἐπ’αὐτῶν καταχρήσασθαι καὶ τῷ φορτηγοί, ἐπεὶ καὶ τὰ κομιζόμενα ὑπ’αὐτῶν εἴποις ἂν φορτία φορήματα ἄχθη. τῷ μέντοι φορτηγῷ ἐπὶ τῶν τὰ φορτία ἀγόντων ἐμπόρων κέχρηται Αἰσχύλος ἐν Φρυξὶν Λύτροις ἀλλὰ ναυβάτην φορτηγόν, ὅστις ῥῶπον ἐξάγει χθονός.
7.132φόρτακας μέντοι παλαιὰ κωμῳδία τοὺς ἀχθοφοροῦντας ἐκ τοῦ ἐμπορίου καλεῖ. τὸ δὲ ξύλον ἐφ’οὗ τὰ σκεύη κατηρτημένα ἔφερον, σκευοφόριον ὑπὸ Πλάτωνος ἐν Διὶ κακουμένῳ ὠνόμασται. εἰ δὲ καὶ προυνίκους τοὺς μισθωτοὺς οἱ νέοι κωμῳδοδιδάσκαλοι ὠνόμαζον, τὸ ὄνομα Βυζαντίων ἦν, ὅθεν καὶ Βυζαντίους αὐτοὺς ἀπεκάλουν. οἱ δὲ Κολωνίτας, ὡς Ὑπερείδης · δύο γὰρ ὄντων Κολωνῶν μὲν Ἵππιος ἐκαλεῖτο, οὗ Σοφοκλῆς μέμνηται ὡς Οἰδίποδος εἰς αὐτὸν καταφυγόντος, δ’ἦν ἐν ἀγορᾷ παρὰ τὸ Εὐρυσάκειον, οὗ συνῄεσαν οἱ μισθαρνοῦντες ·
7.133ὅθεν καὶ τοῦτ’ἔστιν εἰρημένον, ὄψ’ἦλθες, ἀλλ’ἐς τὸν Κολωνὸν ἵεσο. τύλη δ’ἐκαλεῖτο ἐπὶ τοῖς τραχήλοις αὐτῶν ὑπὸ τῶν ἀχθῶν γινομένη τριβή. τὸ δὲ ἔργον αὐτῶν φορά, καὶ μισθὸς κόμιστρον · εἴποι δ’ἄν τις αὐτὸν καὶ φέρτρον καὶ φορεῖον. Ἀριστοφάνης δ’ἐν τοῖς Ἥρωσι δοκεῖ τὸ κόμιστρον κατὰ τὸ νῦν ἔθος εἰρηκέναι τὴν φοράν, ὅταν εἴπῃ ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς. τούτῳ δ’ἂν ἐοίκοι καὶ τὸ ἐν τοῖς Φίλοις Εὐπόλιδος τί μισθοῖ; ποῖ; πόση τις φορά;
7.134τάχα δ’ἂν καὶ κοπροφόροι εἶεν ἐκ τούτων, καὶ κοπραγωγοί · Ἀριστοφάνης μὲν γὰρ εἴρηκε κόπρου ἀγωγάς, καὶ ἀλλαχοῦ κοπρολογεῖ κόφινον λαβών, Πλάτων δὲ κωμικὸς κοπραγωγοὺς γαστέρας, καὶ ἐπ’ἐκείνου χρηστέον. καὶ κοπρολόγοι δ’ἂν οὗτοι λέγοιντο, καὶ τὰ συλλεγόμενα ὑπ’αὐτῶν κόπρια καὶ κόπρος, ὧν ἀπὸ μὲν τῆς κόπρου οἱ κοπρῶνες, ἀπὸ δὲ τῶν κοπρίων παρὰ τοῖς πλείστοις οἱ βολεῶνες. Στράττις ἐν τῷ Φιλοκτήτῃ φησὶν οὐ δ’ἐν κοπρίᾳ θησαυρὸν ἐκβεβλημένον. ἐκ δὲ τῶν φερόντων καὶ σκατοφόροι.
7.135αἱ μὲν κυνηγετικαὶ τῶν τεχνῶν πρὸς ταῖς εἰρημέναις, οἱ μὲν δρῶντες θηρευταί, κυνηγέται, καὶ τὸ ῥῆμα κυνηγετεῖν καὶ τὸ θηρᾶν, ὥσπερ ὀρνιθευταὶ καὶ ὀρνιθοθῆραι, τὸ δὲ ῥῆμα ὀρνιθοθηρᾶν Τηλεκλείδης εἴρηκεν ἐν Πρυτάνεσιν · εὐχροεῖν, ὀρνιθοθηρᾶν, σωφρονεῖν. κυνηγεῖσθαι, ἰξεύεσθαι, τάχα δ’ἂν τούτοις προσήκοιεν καὶ οἱ ἀλεκτρυονοτρόφοι, οὓς ὠνόμασεν ἐν Ἀξιόχῳ Αἰσχίνης ·
7.136Φρύνιχος μὲν γὰρ ἐν Κρόνῳ καὶ ἀλεκτρυοπώλιον εἴρηκεν, ὥστε καὶ ἀλεκτρυοπωλεῖν ἂν εἴποις. ἴσως δὲ καὶ ὀρτυγοτρόφον · γὰρ ὀρτυγοκόπος ἐστὶν ἐν χρήσει, καὶ ὀρτυγοπώλης. καὶ στυφοκόμπους δ’αὐτοὺς οἱ κωμῳδοὶ καλοῦσιν, ὡς τὸ ἔκοπτον τοὺς ὄρτυγας. καὶ τὸ ἐτρύλιζον καὶ τὸ ἀνεκνάδαλλον τῶν ὀρτυγοκοπικῶν.
7.137ἁλιεῖς, ἀσπαλιευταί, δικτυεῖς δικτυουλκοί · καὶ δικτυοβόλοι δὲ οὗτοι καλοῦνται, ὡς οἱ τῷ πόρκῳ χρώμενοι πορκεῖς. γριπεῖς, ἑρκοθηρευταί, πορφυρεῖς πορφυρευταί, σπογγοθῆραι · καὶ σπογγοκολυμβηταὶ δὲ Λυκοῦργος εἴρηκεν ἐν τῷ κατὰ Μενεσαίχμου. κολυμβηταὶ ὕφυδροι, κολυμβηταὶ δυόμενοι · γὰρ δύτης εὐτελές, εἴρηκε δ’αὐτὸ Ἡρόδοτος ἐπὶ τοῦ Σκυλλίου.
7.138νεῖν δ’ἐξ ὑπτίας μάθημα κολυμβητῶν εἴρηκεν Ἀριστοφάνης καὶ Πλάτων. ῥητέον τοίνυν νεῖν διανεῖν, παρανεῖν καὶ παρανέοντες, νήχεσθαι παρανήχεσθαι διανήχεσθαι, διακολυμβᾶν κατακολυμβᾶν, ἐπικυματίζειν, ἐπιπολάζειν τῷ ὕδατι, ἐπινήχεσθαι ἐπιφέρεσθαι, κολυμβᾶν, ἀφ’οὗ καὶ κολυμβήθραν Πλάτων, δύεσθαι ὑποδύεσθαι καταδύεσθαι τριόδοντι χρωμένους, πληγῇ, κάμακι, πυρίαις.
7.139αἱ τέχναι αὐτῶν θηρευτικὴ θήρα, κυνηγετική, ὀρνιθευτική ὀρνιθεία, ἰξευτική, ἁλιευτική ἁλιεία, ἀσπαλιευτική, ἀγκιστρεία ἀγκιστρευτική δικτυοθηρευτική ἀμφιβληστρευτική ἑρκοθηρευτική κολυμβητική δυτική, τριοδοντία, πληκτική, πορφυρευτική, σπογγοθηρική, πυριευτική. κυβερνῆται δὲ καὶ πρωρᾶται καὶ ναῦται · οἷς προσήκουσι καὶ αἱ παρ’Ἀριστοφάνει ναύτριαι, καὶ πάνθ’ὅσα ἐκ νεῶν ὑπηρετικὰ εἴδη τεχνῶν φθάνει προειρῆσθαι. δίοπος δὲ ἐπόπτης τῆς νεώς · Ἀριστοφάνης δὲ ἐν Λημνίαις εἴρηκε καὶ ναυφύλαξ.
7.140πρὸς δὲ τούτοις ἔτι γεωργοί, φυτουργοί, ἀμπελουργοί, κηπουροί κηπεῖς, ἀλσοκόμοι, ἐλαιοκόμοι, θριασταί, συκωροί. γεωργία γεωργική, φυτεία φυτευτική φυτουργία φυτουργική, ἀμπελουργία, κηπουρία, ἀλσοκομία ἀλσοποιία ἀλσοκομική, ἐλαιοποιία ἐλαιοκομία ἐλαιοκομική. καὶ τὰ ἔργα γεωργήματα, φυτεύματα, φυτουργήματα ἀμπελουργία ἀμπελουργήματα, κηπεύματα κῆποι, παράδεισοι, ἄλση.
7.141καὶ γεωργικοί, φυτουργικοί, ἀμπελουργικοί, κηπουρικοί, ἀλσοκομικοί. καὶ τὰ ἐπιρρήματα γεωργικῶς, φυτουργικῶς, ἀμπελουργικῶς, κηπουρικῶς, ἀλσοκομικῶς. καὶ τὰ ῥήματα γεωργῆσαι, φυτουργῆσαι, ἀμπελουργεῖν καὶ ἀμπελοστατεῖν, κηπουρεῖν, ἀλσοκομεῖν, ἐλαιοκομεῖν · καὶ βωλοκοπεῖν δὲ Ἀριστοφάνης λέγει. τὰ δὲ ἐν μέρει τούτων προείρηται. καὶ ἔριθοι δὲ καὶ τρυγήτριαι καὶ καλαμητρίδες καὶ ποάστριαι καὶ φρυγανίστριαι εἶεν ἂν ἐκ τούτων, καὶ ποάζειν καὶ φρυγανίζειν.
7.142Μηδικὴν δὲ πόαν ἔλεγον χόρτου τι εἶδος. δὲ χόρτος καὶ χιλὸς καὶ βοτάνη καὶ κράστις, ἀφ’οὗ καὶ τὸ ἀγγεῖον ἐπὶ τῆς φάτνης κατήρτων ἐπὶ τῷ χόρτῳ κραστήριον ὠνόμαζον. στίχον δὲ δένδρων λέγει Ξενοφῶν, καὶ ἐπεργασίαν τὸ τὴν ἀλλήλων ἐργάζεσθαι. καλαμώμενον δὲ Κρατῖνος εἴρηκεν. τῶν δὲ τοῖς κηπουροῖς ὑπηρετούντων ἐστὶ καὶ τὸ κηλώνειον ·
7.143οὐ μόνον γὰρ Ἡρόδοτος μνημονεύει, ἀλλὰ καὶ Ἀριστοφάνης ὥστ’ἀνακύπτων καὶ κατακύπτων τοῦ σχήματος εἵνεκα τοῦδε κηλωνείου τοῖς κηπουροῖς. καὶ συκωροὶ δὲ οἱ τὰ σῦκα φυλάττοντες καλοῖντ’ἄν, καὶ τὸ ἔργον συκωρεῖν. καὶ ἐρινάζειν μὲν τὸ τὰ ἐρινὰ ἀφαιροῦντας εἰς θύλακα κατατίθεσθαι ἐρινὰ γὰρ τὰ τοῦ ἐρινεοῦ σῦκα συκάζειν δὲ τὸ τὰ τῆς συκῆς, καὶ θριάζειν τὸ φυλλολογεῖν τὴν συκῆν.
7.144τὰ δὲ ζῷα τὰ ἐν τοῖς σύκοις ψῆνες καὶ κνῖπες, Ἀριστοφάνους εἰπόντος κνῖπες καὶ ψῆνες τὰς συκᾶς οὐ κατέδονται. τρασιὰ δὲ οὐ μόνον τὸ ἄθροισμα τῶν σύκων, ἀλλὰ καὶ τὸ ἐκ καλάμου πλέγμα, ἐφ’οὗ ψύχεται. πολλῶν δὲ προειρημένων γεωργικῶν καὶ τάδε ῥητέον, ὅτι κεδρίδες μὲν τῆς κέδρου καρπός, μεμαίκυλα δὲ τῆς κομάρου.
7.145καὶ μετόρχιον μὲν καλεῖται τὸ μεταξὺ τῶν πεφυτευμένων, ὧν στίχος ὄρχος ὀνομάζεται, σφῦρα δὲ τὸ μεταξὺ τῶν ἀρηρομένων ἀνέχον, καὶ ὑποσφυρίσασθαι οἱ ποιηταὶ τὸ ὑπαρόσαι λέγουσιν. ὁμοίως δὲ τῆς ἀμπέλου τὸ ἀπὸ γῆς ἕως τῆς ἐκφύσεως τῶν κλημάτων καλεῖται […] τῶν δένδρων αἱ παραφύσεις, ἃς εἴποις ἂν καὶ ἀποβλαστήματα κατὰ Πλάτωνα μᾶλλον παραβλαστήματα, αὐτομολίαι καλοῦνται, καὶ μολεύειν τὸ ταύτας κόπτειν, ὡς τὸ τὰ πρέμνα πρεμνίζειν ·
7.146ἐν γοῦν τῷ Ἀττικῷ νόμῳ τῷ περὶ τῶν κοινωνικῶν γέγραπται μὴ ἀνθρακεύειν μη δὲ μολεύειν μη δὲ πρεμνίζειν. τὸ μέντοι δρέπεσθαι τὸν τῆς ἐλαίας καρπὸν ἐλαιοῦν ἔλεγον, καὶ τοὺς τοῦτο ποιοῦντας ἐλαϊστῆρας, καὶ τὰς ῥάβδους αἷς καταράσσουσι τὸν καρπὸν ῥακτρίας. τὸ δὲ ἀνατρέφειν τὰ φυτὰ μοσχεύειν ἂν λέγοιτο. καὶ ξυστὰς μὲν καὶ στάσις ἀμπελόφυτος γῆ, εἰ μὴ κατὰ στοῖχον εἴη πεφυτευμένη, στοιχὰς δὲ κατὰ στοῖχον, δὲ ἄλλως δασεῖα δένδροις οὐχ ἡμέροις ὁρκάνη.
7.147εἰ δέ τις καύσειε τὴν ὕλην, τὸ χωρίον διὰ τὸ ἔργον ῥωχμοὺς ἐρεῖς. ὡς δὲ τῆς ἀμπέλου κλάδος κλῆμα καὶ τῆς ἐλαίας θαλλός, οὕτω καὶ τοῦ φοίνικος σπάδιξ. ἐπεὶ δὲ τοῖς γεωργικοῖς προσέθεμεν καὶ τὰ μελιττουργικά, ἰστέον ὡς αἱ ὀπαὶ καὶ αἱ καταδύσεις τῶν μελιττῶν καλοῦνται κύτταροι, οἱ δὲ ἐν αὐτοῖς σκώληκες σχαδόνες νύμφαι, ἐπειδὰν ἤδη πτεροφυῶσιν.
7.148οὓς δὲ σκαπτῆρας καλεῖ Ξενοφῶν, οὗτοί εἰσιν οἱ σκαπανεῖς. σκαφέας δ’αὐτοὺς Ἄρχιππος καλεῖ σκαφεῦσι κηπωροῖσι τοῖςτ’ὀνηλάταις, καὶ ταῖς γυναιξὶ προσέτι ταῖς ποαστρίαις. τὴν δὲ σμινύην Ἀριστοφάνης σμινύδιον καλεῖ. τῶν δὲ σκαπανέων ἐργαλεῖόν ἐστιν σκαπάνη.
7.149καὶ τὸ μὲν καρποῦσθαι κάρπωσιν λέγει Ξενοφῶν, ἣν οἱ νῦν καρπείαν, αὐτὸ δὲ τὸ καρποῦσθαι καὶ καρπίσασθαι Ὑπερείδης ἐν τῷ πρὸς Λυσίδημον. καὶ τὸ ῥῆμα καρπεύειν · λέγει γοῦν ἐν τῷ πρὸς Θασίους εὐθὺς δὲ καρπεύειν ἀγαθὴν καὶ πλείστην χώραν. τὰ δὲ καρπεῖα ἐν τῷ Γηρυτάδῃ Ἀριστοφάνης εἰπὼν τὸ εὐκαρπεῖν ἐν Ταγηνισταῖς καρπεύειν λέγει.
7.150τὸ μέντοι ῥιζοῦσθαι τὸν σῖτον συγκαρκινοῦσθαι ἔλεγον, ὅθεν καὶ Φερεκράτης ἐν τοῖς Αὐτομόλοις ἔφη ἵνα τὰ λῇα συγκαρκινωθῇ. τὸ δὲ ἀμῆσαι καὶ θερίσαι · καὶ τὸ πρᾶγμα οὐ μόνον θέρος ἀλλὰ καὶ θερισμὸν Αἰσχίνης εἴρηκεν Σωκρατικός, Ἀριστοφάνης δὲ καὶ γυναῖκα θερίστριαν καὶ φρυγανίστριαν. τὸ μέντοι τῆς Πραμνίας ἀμπέλου κλῆμα πράμνημα καλεῖται.
7.151καὶ τὸ μὲν ξύλον ἐν τοὔλαιον πιέζεται ὄρος, τὸ δὲ σχοινίον τὰ ξύλα καταδεῖται τοπεῖον. δὲ κρατὴρ εἰς ὃν ἀπορρεῖ τοῦ ἐλαίου τὸ πιεζόμενον τριπτήρ, ἐν δὲ τὰς σταφυλὰς βάλλουσιν οἱ τρυγῶντες σταφυλοβολεῖον · ὁμοίως δὲ ἐμπατοῦνται ληνός. τὰ δὲ ὀνόματα ταῦτ’ἐστὶν ἐν τῷ Ἰσαίου πρὸς Διοκλέα ὕβρεως. μέντοι τὰς μάνδρας καθαίρων, εἴτε ἀνὴρ οὗτος εἴη εἴτε γυνή, σηκοκόρος λέγεται. τὸ δ’ἐκ τῶν στεμφύλων πιεσθέντων ἀπορρεῦσαν τρυγηφάνιον. ἐπίμορτος δὲ γῆ παρὰ Σόλωνι ἐπὶ μέρει γεωργουμένη, καὶ μορτὴ τὸ μέρος τὸ ἀπὸ τῶν γεωργῶν ·
7.152τὸ δ’ἐπὶ τετάρτῳ μέρει νέμεσθαι τετραχίζειν. οἱ δὲ καλούμενοι νῦν τῶν ἀμπέλων ἐπίτραγοι θυμάλωπες ἐλέγοντο. καὶ μὲν πρὸ ὥρας πεπαινόμενος καρπὸς πρῷμος ἐν Λημνίαις Ἀριστοφάνους · καὶ πρῷα δὲ κάρπια αὐτὸς εἴρηκεν. σῦκα δὲ τῶν διφόρων ἐν Κραπαταλοῖς Φερεκράτης. τὰ δὲ φυτευτήρια τῶν συκῶν συκίδας Ἀριστοφάνης ἐν ταῖς Λημνίαις.
7.153ποιητικαὶ δὲ τέχναι καὶ αἵδε. αὐλοποιός, γλωττοποιός, αὐλοτρύπης, αὐλοποιία γλωττοποιία, γλωττοποιητικῶς αὐλοποιητικῶς αὐλοτρυπητικῶς. καὶ τὸ μὲν ἀγγεῖον τὸ τὰς γλώττας ἔχον γλωττοκομεῖον, δὲ τῶν αὐλῶν θήκη συβήνη. πάλιν δ’αὖ λυροποιός λυροποιία, λυροποιητική λυροποιητικός λυροποιητικῶς · Ἀριστοφάνης δ’ἐν Δαιταλεῦσι καὶ λυρωνίαν που λέγει.
7.154πληκτροποιός πληκτροποιία, πληκτροποιική πληκτροποιικός πληκτροποιικῶς. χορδοποιός χορδοποιία, χορδοποιικός, χορδοποιικῶς, καὶ ἀπ’αὐτῶν χορδοπώλης, ὡς Κριτίας λέγει. νευρορράφος νευρορραφικός, καὶ ἀπ’αὐτοῦ νευροστάται. ὁπλοποιός ὁπλοποιία, καὶ ἀπ’αὐτοῦ ὅπλα, ὅπλισις, ὁπλίτης, ὁπλίζεσθαι, ἐξοπλισία, ὁπλομαχία, ὁπλοφόρος, ὁπλοθήκη, ἐπὶ τῶν ὅπλων στρατηγός.
7.155ἀσπιδοπηγός ἀσπιδοπήγιον · Λυσίᾳ δὲ καὶ λόγος ὑπὲρ τοῦ ἀσπιδοποιοῦ · καὶ ἀπ’αὐτοῦ ἀσπίς, ἀσπιδηφόρος, ὑπασπιστής συνασπιστής, ὑπ’ἀσπίδα, συνασπίζειν προασπίζειν ὑπερασπίζειν, μικράσπιδα. κρανοποιός κρανοποιία, κρανουργός κρανουργία, κράνος. θωρακοποιία θωρακοποιός, θώραξ, θωρακοφόρος, τεθωρακισμένος, ἡμιθωράκια.
7.156μαχαιροποιός, μαχαιροπωλεῖον μαχαιροπώλης, μάχαιρα, μαχαιροφόροι, μαχαιρίδες. τοξοποιός τοξοποιία, τόξον, τοξότης, τοξοφόρος, τόξαρχος, ἱπποτοξότης, τοξεῦσαι ἐκτοξεῦσαι, τοξεύματα. βελοποιός βελοποιία, βέλος, βλῆμα, βάλλει. δορυξοῦς, δόρυ ὁλοσίδηρον καλεῖται δὲ γαισός, καὶ ἔστι Λιβυκόν δορυφόρος δορυφορία, δουροδόκη, δορυάλωτος, δορύληπτος.
7.157Ἀριστοφάνης δ’ἐν Σκηνὰς καταλαμβανούσαις ἔφη καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων. καὶ λοφοπωλεῖν δὲ αὐτὸς εἴρηκεν, καὶ σάγμα τὸ ἔλυτρον τὸ τῆς ἀσπίδος, σαγὴν δὲ τὴν πανοπλίαν. δὲ τοῦ κράνους θήκη λοφεῖον καλεῖται, ὡς τοῦ ξίφους ἀκμὴ κνώδων. δ’ἐν τῷ τόξῳ δεσμὸς ποδάκνη, ὥσπερ κρίκος πρὸς τῇ ἐπιδορατίδι πόρκης.
7.158μέσωρα δὲ ὅπλα τὰ καὶ τοῖς παισὶν ἁρμόσαι δυνάμενα. εἴρηται δὲ καὶ ξιφομάχαιρα μεγάλη μάχαιρα ἐν Θεοπόμπου Καπήλισιν ἐλεφαντοκώπους ξιφομαχαίρας καὶ δόρη · ἔνιοι γὰρ οὕτως εἰρῆσθαι τὰ δόρατα φασίν. βέλους δ’αἱ ἀκίδες ὄγκοι καὶ πώγωνες καλοῦνται. στεφάνη δὲ εἶδος ἂν εἴη περικεφαλαίας, ὥσπερ καὶ κέρως. τὰ δὲ πολλὰ τούτων ἐν τοῖς περὶ τῶν στρατιωτικῶν, ἐν οἷς καὶ τὰ συνώνυμα τούτων καὶ τὰ μέρη τῶν ὅπλων ὑποδεδηλώκαμεν, ἤδη προείρηται.
7.159ἴωμεν δὴ πάλιν ἐπὶ τὰς εἰρηνικωτέρας τῶν τεχνῶν. ἐξωμιδοποιός ἐξωμιδοποιία ἐξωμίς χλαμυδουργία χλαμυδοποιία χλαμυδουργός. χλανιδοποιία χλανιδουργία χλανιδουργός, χλανίδες χλανίσκια, χλανιδοποιός κλινοποιική κλινοποιός κλινοποιικός, κλινοπήγιον, κλίνη κλινίδιον κλιντήριον, κλινήρης κλινοπετής, κατακλιθῆναι · κλίνην δὲ παράπυξον Κρατῖνος εἶπεν ἐν Διονυσαλεξάνδρῳ. καὶ κιβωτὸς καὶ κιβωτοποιός, ὡς Δείναρχος, κιβωτός κιβώτιον, τάχα δ’ἂν καὶ ῥίσκος, κίστη, κοίτη κοιτών κοιτίς.
7.160 δ’αὐτὸς Δείναρχος καὶ βυρσοποιὸν εἴρηκε καὶ κωθωνοποιόν. σοροποιός, σοροπηγός σοροπήγιον, σορός · καλοῖτο δ’ἂν αὕτη καὶ πύελος καὶ κιβωτὸς καὶ ληνός. σχοινιοσυμβολεύς, σχοινιοστρόφος καὶ ἱμονιοστρόφος, σχοινίον, σχοῖνος ὁλόσχοινος, παρασχοίνισμα · τὸ δὲ σχοινίον καὶ κάλως καὶ καλῴδιον.
7.161κοσκινοποιός, κόσκινον, ἱστιορράφος, ἱστίον, πλησίστιος. κεραμεύς, κεράμιον, κεραμεία τέχνη καὶ κεραμευτική, κέραμος. καὶ κεραμίδες, οὐ μόνον κέραμος, αἱ ἐπὶ τοῦ τέγους · Θουκυδίδης δὲ ἄμφω λέγει. κεραμεύειν. κεράμιον οἰνηρὸν Ἡρόδοτος καὶ Κρατῖνος, Ἀριστοφάνης δὲ καὶ ὀξηρόν. κεραμοπῶλαι, κεραμοπωλεῖον, κεραμοπωλία ὡς Δείναρχος · καὶ τὸ ῥῆμα κεραμοπωλεῖν Ἄλεξις. καὶ κεραμὶς γῆ κεραμῖτις καὶ κεραμική. κέραμος δὲ πᾶσα τῶν κεραμεικῶν ἀγγείων ὕλη.
7.162καὶ αὐτὸ δὲ τὸ τέγος οὐ μόνον οἱ νῦν κέραμον ὀνομάζουσιν, ἀλλὰ καὶ Ἀριστοφάνης ἂν ἐοίκοι καλεῖν, εἰπὼν ἐν Κωκάλῳ κοφίνους δὲ λίθων ἐκέλευες ἡμᾶς ἐπὶ τὸν κέραμον. ἀγγεῖα κεράμεα καὶ γήινα, καὶ τὰ εἴδη κεράμια, πίθοι πιθάκναι, ἀμφορεῖς, βίκοι, κώθωνες, σταμνία στάμνοι σταμνίσκοι, ὅθεν εἴρηται ἐν τῇ μέσῃ κωμῳδίᾳ κατασταμνίζειν τὸν οἶνον τὸ κατερᾶν. λεπρᾶν δὲ κεράμιον ὀξηρόν, ἀντὶ τοῦ μυδᾶν, Ἀριστοφάνης λέγει. πίνακες κεράμεοι, τρύβλια, χύτραι ·
7.163χύτρας δὲ καὶ τὰ χυτροπωλεῖα ἐκάλουν, ὡς χύτρια τὰ τῶν χυτρῶν ὄστρακα. πλίνθοι, πλινθουργός, πλινθουλκός πλινθουλκεῖν, πλινθεύειν, πλινθοφορεῖν · πλινθευταὶ δ’ἦσαν οἱ τὰς πλίνθους πλάττοντες. χυτροπλάθος, κοροπλάθος · τῶν δὲ κοροπλάθων ἴδιον τὸ τὰ χολοβάφινα βάπτειν, τὰ χρυσοειδῆ. ἰπνοπλάθοι. παροιμία ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν. ἀπὸ δὲ τῶν πίθων πιθών, Φερεκράτους εἰπόντος ἐν Πετάλῃ κἀκ πιθῶνος εἴρυσεν ἄκρατον.
7.164καὶ μέντοι καὶ Εὔπολις ἐν τοῖς Δήμοις ἔφη ἐνταῦθα τοίνυν ἦν ἐκείνοισιν πιθών. πυριρραγὴς δὲ Κρατίνου εἰπόντος ἐν Ὥραις ἐφαρμοστέον τοὔνομα τῇ κεραμευτικῇ, ἐπεὶ καὶ Ἀριστοφάνης ἐν τοῖς Ἀχαρνεῦσιν εἴρηκε ψοφεῖ λάλον τι καὶ πυριρραγές. περὶ δὲ οἱ τοὺς πηλίνους πλάττοντες τὸν πηλὸν περιθέντες πλάττουσι, τοῦτο τὸ ξυλήφιον κάναβος καλεῖται, ἀναχύρωτον δὲ τὸν πηλὸν Ἀριστοφάνης ἐν Ἀναγύρῳ λέγει. πλάσται, πλάττειν διαπλάττειν, πλαστική.
7.165καὶ κηροπλάσται κηροπλαστική, κηρὸν τήκειν, ἀλεαίνειν, χεῖν, λύειν, ἀνιέναι, ὀργάζειν, μαλάττειν. λέγεται δὲ καὶ πηλὸν ὀργάζειν. κουρεύς, κουρίς, κείρειν ἀποκείρειν, ἀπονυχίζειν. κεροπλάστης. κομμωτής κομμώτρια, κομμωτική, κομμοῦν καὶ πέπτειν, ὅθεν καὶ Ὅμηρος ἰδὲ χαίτας πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούς. πιττοκόπος πιττοκοπική, πιττοῦν πιττοῦσθαι, πιττοκοπεῖν, πιττοκοπεῖσθαι, παρατίλτρια, παρατίλλεσθαι παραλέγεσθαι.
7.166βαλανεύς βαλανεύτρια βαλανεῖα βαλανευτική βαλανεύειν βαλανεῖον. μέρος δὲ βαλανείου ἐσχάρα καὶ ἀλειπτήριον · φησὶ γοῦν Ἄλεξις ἐν Καυνίοις ἐν τῷ βαλανείῳ μήτε πῦρ ταῖς ἐσχάραις ἐνὸν καὶ κεκλεισμένοντε τἀλειπτήριον. καὶ τὰ τῶν βαλανείων ἀγγεῖα ἀρύβαλλος ἀρύταινα · ἄμφω δ’Ἀριστοφάνης λέγει. δ’αὐτὸς καὶ κάμινον βαλανείου φησίν. εἰκότως δ’ἂν βαλανείῳ προσάγοιτο καὶ τὸ ἐν ταῖς Λημνίαις ὑπ’αὐτοῦ εἰρημένον ἀλλ’ἀρτίως κατέλιπον αὐτὴν σμωμένην ἐν τῇ πυέλῳ.
7.167τάχα δ’ἂν καὶ τὸ κτενίζεσθαι ἐν τῷ λουτρῷ. προσήκοι δ’ἂν βαλανείῳ λουτρὸν καὶ λοῦσθαι, καὶ λουτρῶνες ὡς Ξενοφῶν. καὶ τὸ ὕδωρ τοῦ λουτροῦ λούτριον, ὡς Ἀριστοφάνης ἐν Ἥρωσιν μήτ’ἀπόνιπτρον θύραζ’ἐκχεῖτε μὴ δὲ λούτριον. δὲ νέα κωμῳδία καὶ λουτῆρας λέγει. Αἰσχύλος δ’ἂν ἐοίκοι τὰ βαλανεῖα λουτήρια λέγειν · λοῦταί γε μὲν δὴ λουτρὸν οὐ τὸ δεύτερον, ἀλλ’ἐκ μεγίστων εὐμαρῶς λουτηρίων. Ἀναξίλας δὲ οὕτως ὀνομάζει τοὺς νῦν λουτῆρας, ἐν Λουτροποιῷ λέγων ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια τῶν δὲ ἔτι νεωτέρων τις Εὔπολις καὶ τὴν πύελον τὴν ἐν τῷ βαλανείῳ μάκτραν ὠνόμασεν, ὡς οἱ νῦν ·
7.168λέγει γοῦν ἐν Διαιτῶντι εἰς βαλανεῖον εἰσελθὼν μὴ ζηλοτυπήσῃς τὸν συνεμβαίνοντά σοι εἰς τὴν μάκτραν. τῷ δὲ λοῦσθαι καὶ τὸ ψυχρολουτεῖν ἂν προσήκοι, εἰρημένου τοῦ ἐψυχρολουτήσαμεν ἐν Δαιταλεῦσιν Ἀριστοφάνους. καὶ παραλοῦται δ’ αὐτὸς ἐν Ταγηνισταῖς. ἀλουσίαν δὲ Εὔπολις ἐν Ταξιάρχοις · ἀντὶ ποικίλου πιναρὸν ἔχοντ’ἀλουσίᾳ κάρατε καὶ τρίβωνα. βαλανείῳ δ’ἂν καὶ πυρία ἕποιτο · εἴρηκε δ’Ἡρόδοτος πυρία Ἑλληνική, Φίλιστος δὲ λουτρὰ καὶ πυριάματα.
7.169βαφή, χρῶσις κατάχρωσις, βάπτων καταβάπτων, χρωννύς καταχρωννύς, καλχαίνων · ἴδιον γὰρ ἐπὶ τῶν χρωννύντων τοὔνομα. Εὔπολις δὲ καὶ βάπτριαν εἴρηκεν, καὶ Ἀντιφῶν βάψιν χαλκοῦ καὶ σιδήρου. λέγεται δὲ καὶ φαρμάττειν τὰ ἔρια, καὶ μηλοῦν, καὶ καταμηλοῦν τὸ τῷ κυκήθρῳ καταδύειν. καὶ τὰ χρώματα καὶ βάμματα καὶ ἄνθη καὶ φάρμακα, καὶ τὸ ἐργαστήριον ἵνα τοῦτο γίνεται φαρμακών, δὲ καταβάπτων πορφυροβάφος.
7.170εἴποις δ’ἂν καὶ δολοῦν τὰ ἔρια. Ἀντιφάνης δὲ ἐν Βυζαντίῳ κατὰ τὴν νῦν χρῆσιν εἴρηκε πορφύρας ὀκτὼ κύκλοι. προείρηται δὲ περὶ δευσοποιοῦ βαφῆς. τραπεζίτης τραπεζιτεύω, τράπεζα. ἀργυραμοιβός ἀργυραμοιβική, ἀργυρογνώμων, δοκιμαστής, κολλυβιστής, ὡς Λυσίας ἐν τῷ περὶ χρυσοῦ τρίποδος. καὶ νῦν κόλλυβος ἀλλαγή, καὶ τὸ καταλλάττειν τὸ νόμισμα, καὶ τὰ κέρματα δὲ καὶ τὸ κερματίζειν τὸ νόμισμα εἴρηται · Ἀριστοφάνης μὲν οὐ δ’ἀργύριον ἔστιν κεκερματισμένον. κέρματα δὲ πολλῶν πληθυντικῶς εἰρηκότων, κέρμα ἑνικῶς Ἄμφις εἴρηκεν ἐν Ἀμπελουργῷ καὶ Ἀντιφάνης ἐν Κύκλωπι. νομισματοπώλης καὶ νομισματοπωλικὴ κατὰ Πλάτωνα.
7.171πιλοποιός πιλοποιικός, πιλοποιία πιλευτική, πιλητικός πῖλος πίλινος, πίλημα. πιλητὰ ἔσεσθαι κτήματα σώμασιν ἐν Τιμαίῳ Πλάτων. πιλῆσαι συμπιλῆσαι, συμπίλησις, πιλίον πιλίδιον. οὐ μόνον δὲ ἐπὶ τῆς κεφαλῆς ἐπιτιθέμενος πῖλος ἐκαλεῖτο, ἀλλὰ καὶ περὶ τοῖς ποσίν, ὡς δηλοῖ Κρατῖνος ἐν Μαλθακοῖς λέγων λευκοὺς ὑπὸ ποσὶν ἔχων πίλους.
7.172 δὲ Πλάτων ἐν Συμποσίῳ καὶ ἀρνακίδας τοῖς πίλοις προστίθησιν · ἐνειλιγμένων τοὺς πόδας εἰς πίλουςτε καὶ ἀρνακίδας. πλοκεύς, πλέκων συμπλέκων, πλεκτική πλεκτικός πλεκτικῶς, πλέγμα, πλοκή συμπλοκή περιπλοκή. περιπλέκει διαπλέκει ἀντιδιαπλέκει. πλόκιον, πλόκανον, περιπεπλεγμένον. χήλινον δὲ ἄγγος, ἔχον πυθμένας ἀγγεοσελίνων, ὅταν εἴπῃ Ἀνακρέων, τὸ ἐκ σχοινίων πλέγμα δηλοῖ.
7.173καὶ ῥῖπας δὲ πλέκειν ἔστιν εἰπεῖν · ἕτερον γὰρ ῥιπίς. ἀλλὰ καὶ σπυρίδας πλέκειν καὶ φορμίδας καὶ φορμίσκια καὶ φορμίσκους καὶ ταλάρους καὶ καλαθίσκους καὶ ταρσούς, ἔστι δὲ καλάμινον πλέγμα, ἐφ’οὗ τοὺς ὑγροὺς ἐξήραινον τυρούς. τὸ δ’ἐπὶ τῇ ψύξει τῶν σύκων πλέγμα τρασιά. εἴποις δ’ἂν πλέκειν κοφίνους, σωράκους, ἀρρίχους, φερνία, λάρκους, φορμούς, σπυρίδας σπυρίδια σπυρίχνια, ταρπούς τάρπας, συρίσκους.
7.174θολία δ’ἐκαλεῖτο πλέγμα τι θολοειδές, ἀντὶ σκιαδίου ἐχρῶντο αἱ γυναῖκες. καὶ τὸ σκιάδιον δ’ἐστὶν ἐν χρήσει, καὶ σκιαδοφόροι καὶ ἐσκιαδοφόρει, καὶ σκιάς, ὑφ’ Διόνυσος κάθηται, καὶ σκίρα ἑορτή.
7.175πλόκαμος πλοκαμίς, πλεκτάνη. καὶ πυτίνας πλέκειν καὶ ταλάρους καὶ τυροκομεῖα · οὕτω δ’ἂν καλοίης τὸν τάλαρον χλωρὸς τυρὸς ἐμπήγνυται, ὥσπερ τὸ ξύλον τὸ ἑκατέρωθεν φέρον τουτὶ τὸ πλέγμα τυροφορεῖον. τὸ δὲ τἆλλα σκεύη φέρον οὐ μόνον σκευοφόριον ἀλλὰ καὶ ἀναφόρον εὕροις ἂν ἐν Βατράχοις Ἀριστοφάνους εἰρημένον καὶ φορμὸν δὲ σχοίνινον Ἀριστοφάνης λέγει.
7.176οἰσυοπλόκος δὲ τὰς οἰσύας πλέκων · οἰσύαι δὲ αἱ λύγοι, καὶ οἰσύινα σκεύη καὶ οἰσύιναι ἀσπίδες. τὸν δὲ οἰσυοπλόκον οἰσυουργὸν καλεῖ Εὔπολις. κάνναι δὲ τὸ ἐκ καννάβων πλέγμα · ῥῖπές τινές εἰσιν ἐν Ἀριστοφάνους Σφηξίν οὐ μή ποτέ σου περὶ τὰς κάννας οὐρήσω. καὶ τὸ κανοῦν δὲ πλέγμα τι, καὶ τὸ κανίσκιον · ἐν γὰρ τῷ Γηρυτάδῃ φησὶν Ἀριστοφάνης πλεκτῷ κανισκίῳ. καὶ γυργάθους δὲ πλέκειν ἔλεγον · δὲ γύργαθος ὠνόμασται ἐν τοῖς Ἀριστοφάνους Δαιταλεῦσιν.
7.177μυρεψός · Κριτίας γὰρ οὕτως ὠνόμασεν. μυροποιός · οὕτω δὲ Ἀνακρέων. μυροπώλης · μυροπωλεῖν δὲ Ἀριστοφάνης ἔφη. μυροπώλιον, μύρου ἀλάβαστρον, μυρίδα μυρηρὰ λήκυθος, ἀλαβαστροθῆκαι · καὶ τὸν τὰς ἀλαβάστρους φέροντα Αἰσχύλος εἴρηκεν ἀλαβαστροφόρον. μύρῳ χρίσασθαι, μύρου ὄζειν, μυρίσματα μυρίσαι, μυρώσασθαι μυρώματα, μυραλοιφεῖν μυραλοιφοῦσαι μυραλοιφία. σπαθίδα δὲ τὴν καθιεμένην εἰς τὸ μύρον Ἀριστοφάνης εἴρηκεν ἐν Δαιταλεῦσιν.
7.178λυχνοποιός λυχνοπώλης, λύχνος λυχνοῦχος, λύχνιον ἐλλύχνιον, λυχνοκαυτεῖν, λυχνοκαΐα παρ’Ἡροδότῳ. καὶ τὸ κατασβέσαι τὸν λύχνον, ὅπερ οἱ νῦν, κοιμῆσαι καὶ κατακοιμίσαι Φρύνιχος εἴρηκεν ἐν Μονοτρόπῳ · ἔπειτ’ἐπειδὰν τὸν λύχνον κατακοιμίσῃ. Εὐριπίδης δ’ἐν Ἰνοῖ κοίλοις ἐν ἄντροις ἄλυχνος, ὥστε θήρ, μόνος.
7.179στλεγγιδοποιός, στλεγγίς, ἀποστλεγγίσασθαι, ἀπεστλεγγισμένος. ἔστι δὲ καὶ ἕτερόν τι στλεγγίς, δέρμα κεχρυσωμένον, περὶ τῇ κεφαλῇ φοροῦσιν. δακτυλιογλύφος · δακτυλιουργὸν αὐτὸν εἴρηκε Φερεκράτης. τὸ δὲ γλύφειν Κρατῖνος, καὶ τὸ γλύμμα Εὔπολις. δακτύλιος δακτυλίδιον · καὶ τοῦ δακτυλίου τὸ μέν τι κύκλος, τὸ δέ, ἵνα λίθος ἐναρμόζεται, πύελόςτε καὶ πυελίς, ὡς ἔφη Λυσίας. τὸν δὲ περιφερῆ καὶ ἄλιθον δακτύλιον ἄπειρον καλοῦσιν. δικτυοπλόκος δικτυεύς, δίκτυον δικτύδια. κεκρυφαλοπλόκος, ὡς Κριτίας ἔφη, κεκρύφαλος κεκρυφάλιον. καρδοπογλύφος, ὡς Κράτης εἴρηκεν ἐν Γείτοσιν · Μένανδρος δὲ τὴν κάρδοπον καὶ ληνὸν κέκληκεν. φαρμακοτρίβας δὲ εἶπε Δημοσθένης.
7.180ὀρχηστοδιδάσκαλος, ὀρχηστής ὀρχηστρίς, ὄρχησις, ὀρχήματα ὑπορχήματα. μυλωθρός, μύλων μύλη, ἐπιμύλιος ᾠδή, καὶ προμυλαία θεὸς καὶ εὔνοστος. καὶ ζῷον τὸ ἔνδον τρεφόμενον μυλακρὶς καὶ μυλαβρίς · οἱ δὲ μυλακρίδα τὴν ἀλοῦσαν γυναῖκα ἔλεγον. στρέφειν τὴν μύλην, περιάγειν περιφέρειν περιελαύνειν, ἀλεῖν τοὺς πυροὺς ἐπιτρίβειν, λεαίνειν, ἐρείκειν κατερείκειν ·
7.181Ἀριστοφάνης γὰρ ἐν μὲν τῷ Ἀμφιάρεῳ φησὶν ἔπειτ’ἔρειξεν ὡς ἐπιβαλοῦσ’ὁμοῦ πίσοις, ἐν δὲ τοῖς Σφηξὶ θυμοὺς κατερεῖξαι. ἐκ δὲ τούτων ἂν εἴη καὶ κοδομὴ καὶ κοδομεύειν καὶ κοδομεῖον, καὶ φρύττειν καὶ φρύγειν καὶ φρύγετρον καὶ φρύξαι καὶ φρυγεῦσαι. ἀγγεῖον δὲ ἐνέφρυγον φρυγεύς · Θεόπομπος γοῦν ἐν Σειρῆσι φρυγεύς φησι θυΐα λήκυθος. δὲ φρυγεὺς καὶ σείσων καλεῖται · ὀνομαστέον δὲ καὶ τὸν ἄνδρα τὸν φρύττοντα φρυγέα. σπαρτοπλόκος σπαρτοπώλης, σπάρτη σπάρτος. σπαρτίνη μήρινθος.
7.182θρονοποιός, διφροποιός, θρόνος δίφρος, ἕδρα, θᾶκος, θρῆνυς θρανίον, σκολύθριον. ληκυθοποιός ληκυθοπώλης, λήκυθος ληκύθιον, ληκυθίζειν. ἐν μέντοι τοῖς ἄλλοις τεχνίταις Πλάτων ἐν τῷ δευτέρῳ τῆς Πολιτείας καὶ τοὺς ἐργολάβους καταλέγει · ῥαψῳδοί, χορευταί, ὑποκριταί, ἐργολάβοι. νῦν μὲν οὖν τοὺς περὶ τὴν σκηνὴν λέγει. ἐργολάβους δὲ καὶ πάντας τοὺς ἐργολαβοῦντας τι ἔργον ἔστιν εἰπεῖν, ὡς τοὺς ἐναντίους, τοὺς ἐκδιδόντας, ἐργοδότας εἴρηκε Ξενοφῶν. τοὺς δὲ ἐργολάβους καὶ ἐργολήπτας Τηλεκλείδης κωμικός. οἱ μέντοι ῥήτορες τὸ ἐργολαβεῖν ἐπὶ τοῦ ἐπηρεάζειν λέγουσιν.
7.183τοὺς δὲ ἐφεστηκότας τῇ τῶν ἔργων ἐπιμελείᾳ οἱ μὲν Ἀττικοὶ ἐπιστάτας ἔργων λέγουσιν, Ἐπίχαρμος δὲ καὶ ἐργεπιστάτας. κολλέψης κολλοπώλης, κόλλα κολλᾶν. κρηπιδουργὸς ὡς Δείναρχος, κρηπῖδες. ὀρεοκόμος ὀρεοκομεῖν, ὀρεῖς, ὀρικὸν ζεῦγος. ἡνίοχος, ἡνία, ἡνιοχεῖν ἡνιόχησις ἡνιοχούμενοι.
7.184νομή νομεῖς, νέμειν κατανέμειν ἐπινέμειν. μηλόβοτος γῆ, εὔβοτος καὶ εὔνομος καὶ εὔχιλος, καὶ εὔχορτα πεδία, ὡς οἱ ποιηταί. ποάστριον δὲ τὸ νῦν χορτοκόπιον. ἐπινομίαν δὲ Ξενοφῶν ἔφη τὸ ἐν τῇ ἀλλήλων ἐξεῖναι νέμειν. προβατεῖς προβατευταί, προβατεία προβατευτική, πρόβατα, προβατοκάπηλος. καὶ αἱ προβάτων ἡλικίαι · τὸν μὲν ἀπὸ γονῆς εἴποις ἂν μοσχίον, τὸν δ’ἔτειον ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, ὃς καὶ ἀρὴν παρὰ τοῖς ποιηταῖς καλεῖται, εἶτα λιπογνώμονα.
7.185ποιμένες αἰπόλοι, ποίμνια αἰπόλια, ποιμαίνειν αἰπολεῖν, ποιμνῖται κύνες, αἰπολικοὶ κύνες. ἱπποφορβοί ἱπποφορβία, καὶ ὡς Σοφοκλῆς ἱπποβουκόλοι ἱπποφορβεῖς βοηλάται ἐλάται βουφορβοί, βουκάπηλοι, ζευγηλάται. Σοφοκλῆς δ’ἔφη ποππύζεται ζευγηλατρίς. ἀστραβηλάται, καὶ παρὰ τοῖς Δωριεῦσιν ὀνοκίνδιοι καὶ κιλλακτῆρες.
7.186ὄνος, ἡμίονος, ἀστράβη, νωτεῖς ἡμίονοι καὶ ζύγιοι · καὶ ἀγὼν δέ τις ἡμιόνων ἤγετο πάλαι ἐν Ὀλυμπίᾳ, καὶ τὸ μὲν τῶν νωτέων ἡμιόνων ἀγώνισμα ἐκαλεῖτο κάλπη, τὸ δὲ τῶν ζυγίων ἀπήνη. τὸ δὲ τὸν ὄνον σάξαι στρωματίσαι ἔλεγον, ἐπισάξαι δὲ Ἡρόδοτος · Ξενοφῶν δὲ καὶ ἐφ’ἵππων τὸ ἐπισάξαι. τὸ δὲ τοῦ ἀστραβηλάτου ῥῆμα ἀστραβεύειν Πλάτων εἴρηκεν ἐν Ἑορταῖς. τὸ μέντοι τοῖς ἀπηγορευκόσι τῶν ἵππων ἐπιβαλλόμενον σημεῖον τρυσίππειον ἐκαλεῖτο. Ἀριστοφάνης δὲ καὶ βοηλατεῖν καὶ ὀνηλατεῖν εἶπεν ὑοπῶλαι ὑοφορβοί, συβῶται συφορβοί συβώτριαι, χοιροπῶλαι, ὡς Ἀριστοφάνης ἐν Ὥραις.
7.187καὶ ὕες σύες, χοῖροι χοιρίδια, δελφάκια, καὶ τὰ ὀψίγονα καὶ σμικρὰ μετάχοιρα. συφεός ὑφεός συφός, χοιροκομεῖον · χοιροτροφεῖον δὲ τε συφὸς καὶ πλέγμα τι ἐν χοῖροι τρέφονται.
7.188ἀγύρται μηναγύρται, μητραγύρται ἀγυρτική, ἀγερμός, ἀγείρειν. τέρας τερασκόποι, τερασκοπική, τερατοσκολία τερατοσκοπία τερατολογία, τερατολόγῳ φύσει (εἴποις δ’ἂν καὶ τερατολόγῳ ἀνδρί), τερατογονία, τερῶν ὑποκριταί, ἀφ’ὧν καὶ τὸ τερατεύεσθαι. μάντεις, ἀλφιτομάντεις, ἀστρομάντεις, νυκτομάντεις, στερνομάντεις, σφονδυλομάντεις, ἀλευρομάντεις · κοσκινομάντεις δὲ εἴρηκε Φιλιππίδης, Μάγνης δὲ ἐν Λυδοῖς ὀνειροκρίταισιν ἀναλύταις. καθάρτριαι ὀνειροπόλοι, ὀνειράτων ὑποκριταί. ὀρνεοσκόποι οἰωνισταί, ὀρνιθοσκόποι, οἰωνοπόλοι. θύται, φιλοθύται, μάγοι, γόητες, ἐξηγηταί, καθαρταί, τελεσταί ἀπομάκται ἀπομάκτριαι, καὶ τὸ ῥῆμα ἀπομάξομαι. θαυματοποιός θαυματοποιία, θαυμάτων δημιουργοί.
7.189μηχανοποιός μηχανοποιία μηχανήματα μηχαναί, εὐμήχανοι εὐμηχανία, πολυμήχανοι πολυμηχανία, ἀμήχανοι ἀμηχανία, βιομήχανοι ὡς Ἀντιφῶν. τοὺς δὲ μηχανοποιοὺς καὶ σκηνοποιοὺς παλαιὰ κωμῳδία ὠνόμαζεν.
7.190γελωτοποιὸς καὶ γελωτοποιεῖν, καὶ γελωτοποιοῦντες ὡς Ξενοφῶν. Ἐκπωματοποιὸς δὲ δρᾶμα Ἀλέξιδος, καὶ Γραμματειδιοποιὸς Ἀπολλοδώρου. κυβερνῆται, πρωρᾶται, ἐρέται, ναῦται. καὶ στρογγυλοναύτας Ἀριστοφάνης λέγει, Θεόπομπος δὲ γυναῖκας ναυτίδας. πορθμεῖς πορθμίον. νεωλκοί · τὰ δὲ τῶν νεωλκῶν ξύλα, οἷς ὑποβληθεῖσιν ἐφέλκονται αἱ νῆες, φάλαγγες καὶ φαλάγγια.
7.191αἱ δὲ καλούμεναι χαμουλκοὶ μηχαναὶ δι’ὧν εἵλκοντο ὁλκοί. καὶ μὲν οὐκέτι πλέουσα ναῦς νενεωλκημένη, διαψυχομένη, ἀνειλκυσμένη. τὰ δὲ μέρη τούτων προείρηται σακχυφάντας δὲ Δημοσθένης εἴρηκεν ἐν τῷ κατ’Ὀλυμπιοδώρου. καὶ σάκον μὲν καὶ σακίον κωμῳδία, Ὑπερείδης δὲ ἐν τῷ ὑπὲρ Μίκας ἔφη ἐμισθώσατο τυλυφάντας, Σοφοκλῆς δ’ἔφη λινορραφῆ τυλεῖα, Εὔπολις δὲ Κόλαξι κεκρύφαλοίτε καὶ τύλη, Ἀντιφάνης δὲ ἐν Φάωνι στρώματα κλίνας τύλας.
7.192καὶ φρεωρύχος δὲ εἴη ἂν τέχνης τι εἶδος · Φιλυλλίῳ μὲν γὰρ δρᾶμά τι Φρεωρύχος, τὸ δὲ φρεωρύχων ἐργαλεῖον παρ’αὐτῷ καλεῖται τορεύς. ἴσως δ’ἂν καὶ βύρσαν γλευκαγωγόν τινα φαίης · ἐπίπρασκον δ’οὗτοι τὸ γλεῦκος, ἐφ’ἁμαξῶν εἰς τὴν ἀγορὰν κομίζοντες.
7.193Φερεκράτης δ’εἴρηκεν ἐν Ἀγρίοις βύρσης γλευκαγωγοῦ. κάπηλοι δὲ οὐ μόνον οἱ μεταβολεῖς, ἀλλὰ καὶ οἱ τὸν οἶνον κεραννύντες · ὅθεν καὶ Σάραμβον Πλάτων κάπηλον ὠνόμασεν, ἐπαινῶν αὐτὸν ἐπ’οἰνουργίᾳ. τὸ δὲ τῶν καπήλων ἐργαστήριον καπηλεῖον εἰρήκασιν οἱ κωμῳδοδιδάσκαλοι, καὶ τὸ κωμῳδούμενον ἐν Σοφοκλέους Φινεῖ βλέφαρα κέκλῃταί δ’ὡς καπηλείου θύρα.
7.194Ἕρμιππος δὲ ἐπὶ τοῦ προπιστευθέντος ἄνευ ἀργυρίου πίνειν ἐκ καπηλείου πρόδοσιν πίνειν εἴρηκεν. κάπηλιν δ’ἔλεγον, ὡς Ἀριστοφάνης ἄρ’ἐστὶν κάπηλις ἐκ τῶν γειτόνων, ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται. καὶ τὸ κοτυλίζειν εἴρηται μὲν καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ μέρος πιπρασκομένων ἀλλ’οὐκ ἀθρόως, ἴσως δὲ καταχρωμένων τῶν λεγόντων, ὥσπερ καὶ τὸ καπηλεύειν, οὕτω καὶ τὸ πιπράσκειν λέγουσιν ·
7.195ἴδιον δ’ἂν εἴη τῶν τὸν οἶνον πιπρασκόντων. καὶ Φερεκράτης μὲν εἴρηκε μηδὲν κοτυλίζειν, ἀλλὰ καταπάττειν χύδην, Ἀριστοφάνης δὲ κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν. ὅτι μέντοι οἱ κοτύλη καὶ ὑγρῶν ἦν καὶ ξηρῶν μέτρον, Θουκυδίδης ἀρκεῖ εἰπὼν κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου. εἶεν δ’ἄν τινες καὶ νεκροφόροι καὶ ταφεῖς. τὰ δ’ἐπὶ τούτοις ἀπὸ τοῦ πιπράσκειν. ἔστιν δ’εἰπεῖν ἐπ’αὐτῶν τὸ τιμιοπῶλαι, εἰρηκότος Φρυνίχου ἐν Τραγῳδοῖς σὺ δὲ τιμιοπώλης ὥς γ’Ἀχιλλεὺς οὐ δὲ εἷς.
7.196καὶ παμπρασία δὲ ἐπὶ τῶν πάντα πωλούντων λέγεται. τὰ δ’ἐφεξῆς τὰ μὲν πλεῖστα Κριτίας λέγει, πολλοὶ δὲ καὶ τῶν μᾶλλον αὐτοῦ κεκριμένων τὴν εὐφωνίαν. χαλκοπῶλαι, σιδηροπῶλαι, λαχανοπῶλαι τυροπῶλαι · ἔθος ἦν ἐπερωτᾶν τούτους πότερα κνῆν ἐπεσθίειν. συρμαιοπῶλαι, στυππειοπῶλαι, ἐριοπῶλαι, λιβανωτοπῶλαι · λιβανωτοπωλεῖν δὲ Ἀριστοφάνης ἔφη.
7.197ῥιζοπῶλαι, σιλφιοπῶλαι, καυλοπῶλαι σκευοπῶλαι, σπερμολόγοι σπερματοπῶλαι, χυτροπῶλαι. τὴν δ’Αἴγιναν χυτρόπωλιν ἐκάλουν. φαρμακοπῶλαι, καὶ τὸ ῥῆμα φαρμακοπωλεῖν, καὶ φαρμακοτρίβαι παρὰ Δημοσθένει. βελονοπῶλαι βελονοπώλιδες · πινακοπῶλαι · ἐκάλουν δ’οὕτως οἱ ποιηταὶ τῆς κωμῳδίας οὐ μόνον τοὺς πίνακας πιπράσκοντας ἀλλὰ καὶ τοὺς ὄρνις, ἃς προυτίθεσαν ἐπὶ πινάκων κεραμέων. τούτους δ’ὀρνιθοκαπήλους Κριτίας καλεῖ.
7.198οὗ δ’ἐπιπράσκοντο οἱ ὄρνιθες, ὀρνιθοπωλεῖον. ὀρνεῶται, ὀρνιθοπῶλαι. κτενοπῶλαι, ἀγκιστροπῶλαι, σκοροδοπῶλαι, κρομμυοπῶλαι. ἰσχαδοπώλιδες, ἰσχαδοπῶλαι δὲ Φερεκράτης ἐν τοῖς Ἀγαθοῖς καὶ ἰσχαδωνῶν ἔφη. μελιτοπῶλαι μελιτοπώλιδες μελιτοπωλοῦσαι. λεκιθοπώλης, ἐλαιοπῶλαι, ὀξοπῶλαι, γελγοπῶλαι γελγόπωλις · εἴρηται γὰρ γελγόπωλις ἐν Διονυσαλεξάνδρῳ Κρατίνου, ὥσπερ ἐν Ἀρτοπώλισιν Ἑρμίππου τὸ γελγοπωλεῖν.
7.199ἐν δ’Ἀριστοφάνους Δαναΐσι συρμαιοπῶλαι καὶ ἐγκριδοπῶλαι, ὥσπερ ἐν ταῖς Φοινίσσαις θεατροπώλης θέαν ἀπομισθῶν. χιδροπῶλαι, λυροπῶλαι στεφανοπῶλαι στεφανοπώλιδες στεφανοπωλήτριαι. στεφάνων δὲ εἴδη ἐκκύλιστος, ὥσπερ Ἀρχίππῳ εἴρηται ἐν Ῥίνωνι ἀπέρχεται στέφανον ἔχων τῶν ἐκκυλίστων · καὶ κυλιστὸν δὲ εἴρηκεν Ἀντιφάνης. λαχανοπῶλαι, λαχανοπωλίδες, λαχανοπωλήτριαι. τὰς δὲ βελόνας βελονίδας εἴρηκεν Ἕρμιππος ἐν Μοίραις. ἔξεστι δὲ καὶ τἆλλα ἐπὶ τὸ θῆλυ σχηματίζειν.
7.200συνθηματιαίους δὲ στεφάνους εἴρηκεν Ἀριστοφάνης τοὺς ἠργολαβημένους, οὓς οἱ νῦν ἐκδοσίμους λέγουσιν · φατέον δὲ ἐπὶ μὲν τοῦ ἐκδιδόντος ἔργον ὁτιοῦν τὸ ἐργοδοτεῖν, ἐπὶ δὲ τοῦ ἐργαζομένου τὸ ἐργολαβεῖν. εἰ δὲ Λυσίου κατ’Αὐτοκλέους λόγος, ἐν γέγραπται ψηφοπαιστοῦσι τὸ δίκαιον, εἴη ἂν καὶ ψηφοπαίστης ἔντεχνον.
7.201τὸ δὲ ὄνομα τοῦτο εἴρηκέ τις τῶν νέων κωμῳδῶν Εὔδοξος ἐν Ναυκλήρῳ δράματι. εἰ δὲ χρὴ καὶ τὰς αἰσχίους πράξεις τέχνας ὀνομάζειν, ἐρεῖς πόρναι πόρνοι, ἑταῖραι ἑταιροῦντες, πορνεῖα οἰκήματα ματρυλεῖα, πορνοβοσκοί προαγωγοί μαστροποί. τὴν δὲ πόρνην καὶ χαμαιτύπην ἐρεῖς, καὶ χαμαιτυπεῖον τὸ ἐργαστήριον, καὶ στεγῖτιν καὶ πορνίδιον.
7.202πορνεύτριαν δὲ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἔφη, Φιλωνίδης δὲ ἐν τοῖς Κοθόρνοις πορνοτελώνας. Ἕρμιππος δὲ ἐν Ἀρτοπώλισι φησὶν σαπρὰ καὶ πᾶσι πόρνη καὶ κάπραινα, Ἀριστοφάνης δὲ ἐν Σκηνὰς καταλαμβανούσαις τὴν πόρδαλιν καλοῦσι τὴν κασαλβάδα. τὸ δὲ πορνεύεσθαι ῥῆμα ἐν τῷ πρώτῳ Εὐπόλιδος Αὐτολύκῳ, ὡς τὸ πορνοβοσκῆσαι ἐν τῇ Πλάτωνος Συμμαχίᾳ καὶ πορνοβοσκία ἐν τῷ Αἰσχίνου κατὰ Κτησιφῶντος.
7.203ἐν δὲ Φρυνίχου Μούσαις κάπραινα καὶ περίπολε καὶ δρομάς. καὶ φορβάδας δ’ἂν τὰς πόρνας λέγοις, ὥσπερ καὶ μάχλους. κυβεία, κυβεύτρια κυβευταί, κυβευτήρια. πεττεία πεσσεία, ὡς Σοφοκλῆς σκιράφια · καὶ τὸν σκιραφευτὴν Ἄμφις εἴρηκεν ἐν τοῖς Κυβευταῖς. τηλία, κημοί, φιμοί, κηθίς κηθίδιον κόσκινον, ἀβάκιον, κύβοι, διάσειστοι κύβοι, πεττοί, ἀφ’ὧν καὶ τὸ πεττεύειν καὶ πεττευτὴς παρὰ Πλάτωνι.
7.204τὸ δὲ πεσσοῖς παίζειν πεσσονομεῖν Κράτης εἴρηκεν ἐν Γείτοσιν ψῆφοι, γραμμαί, βόλοι. βόλων δὲ ὀνόματα τῶν μὲν φαύλωντε καὶ δυσβόλων ἐφ’οἷς τὸ δυσκυβεῖν, Μίδας, Μάνης, πάτριλος, πάταινα, μάγνης, σάγλη, ἄμπλια, ἄβολα, ἄθετος, ὑπτιάζων, κρύψασος, κάγχασος, τριχίας, ἐκδύνων, χῖος, ὃν καὶ κεινὸν καὶ οἴνην ἐκάλουν ἔστι δὲ οἴνη παρὰ τοῖς Ἴωσι μονάς · οἱ δὲ βελτίους, ἐφ’οἷς καὶ τὸ εὐκυβεῖν ἐλέγετο, βόλος πρανής, ἐπακοντιστής, καλλίβολος, φύσκων, ὅροι, συνωρὶς κεῖος κῷος.
7.205 μέντοι Μίδας καὶ τῶν μέσων βόλων ἦν. καὶ ἄλλοι δὲ πολλοί εἰσιν, οὓς ὀνομάζει Εὔβουλος ἐν τοῖς Κυβευταῖς κεντρωτός, ἱερός, ἅρμ’ὑπερβάλλων πόδας, κήρυννος, εὐδαίμων, κυνωτός, ἄρτια, Λάκωνες, ἀντίτευχος, Ἀργεῖος, δάκνων, Τιμόκριτος, ἐλλείπων, πυαλίτης, ἐπίθετος, σφάλλων, ἀγύρτης, οἶστρος, ἀνακάμπτων, δορεύς, λάμπων, Κύκλωπες, ἐπιφέρων, Σόλων, Σίμων.
7.206κυβείας δὲ εἴδη καὶ πλειστοβόλινδα παιδιά, καὶ τὸ ἀρτιάζειν, καὶ διαγραμμίζειν καὶ διαγραμμισμός καὶ χαλκίζειν καὶ χαλκισμός, καὶ ἱμαντελιγμός καὶ ναυμαχία. ἐνῇ τις καὶ ἱερὰ γραμμή, ἀφ’ἧς παροιμία κινήσω τὸν ἀφ’ἱερᾶς. δύναιτο δ’ἄν τις, εἰ βούλοιτο, καὶ τὰς ὑπὸ τοῦ Πλάτωνος ὀνομασθείσας τέχνας ταύταις ἐπαριθμεῖν, καὶ τὰ σὺν αὐταῖς ὀνόματα, εἴτε σπουδάζων ἐχρῆτο τοῖς ὀνόμασιν εἴτε καὶ μή · λέγω δὲ διὰ τὸ ἐν ἐνίοις τῶν ὀνομάτων βιαιότερον.
7.207διακριτική συγκριτική, διακριτικός, διακριτικῶς, διακρῖναι, διελεῖν, διατεμεῖν διχοτομεῖν, χωρίσαι διαχωρίσαι ἀποχωρίσαι, ἀποστῆσαι διαστῆσαι ἀπομερίσαι διαμερίσαι, διαλαβεῖν, διχοτομεῖν, ἀφαιρεῖν καὶ ἀφαιρετά, συγκριτικὸς συγκριτικῶς συγκρῖναι, συστῆσαι, συναγαγεῖν, μῖξαι συμμῖξαι, συμπλέξαι, καὶ τέχνη οὐ πλεκτικὴ μόνον ἀλλὰ καὶ συμπλεκτική, προβληματουργική προβληματουργικός.
7.208προβλήματα, σκεπάσματα, παραπετάσματα, στεγάσματα, ὁπλίσματα, ἀμφιέσματα, φράγματα, περικαλύμματα, ὑποπετάσματα. τρητά ἄτρητα, σύνθετα σύνδετα, νεύρινα τρίχινα. περιβολή ὑποβολή ἐπιβολή. ἱματιουργική, πιλητική. τρῆσις, ῥαφή. ὀλοσχίστων δερματουργική, ῥευμάτων στατική, ἐπιθηματουργία, διακωλυτικὰ ἔργα, γομφωτική, ὁπλοποιική, μαγγανευτική, ἀμυντικὴ χειμῶνος, ἐργαστική.
7.209ξαντική ξάντης, κναφευτική, ὑφαντική ὑφάντης ὑφάσματα ὑφή, πλυντική, θεραπευτική, κοσμητική, προητική, νηστική, στρεπτική στρεπτικόν, συμπλεκτικόν, ἄστροφον, κάταγμα, στημονονητική, κροκονητική, πλαστική, νῆμα, ἐμπλέξαι, εὐθυπλοκία. χαλκοτυπική, κεραμική, φλοιστική, φελλοί, βίβλοι, πρωτογενές, ἀσύνθετον. γλυπτικὴ σφραγίδων, δρυοτομική. τροφική, ἀγελαιοκομική ἀγελαιοτροφική. ὑπηρετική, ἀργυραμοιβική ἀργυραμοιβός, ἐμπορευτικοί. τὸ κηρυκικὸν πᾶν γένος, ἑρμηνευταί.
7.210ἱερεωτική, κριτική, ἐπιστατική. σκευουργική σκευουργία. ἱπποφορβία, διακονική. πεττεία, πειστική πειστικόν, ἀρκτική, μισθαρνητική. ἀγκιστρευτική ἀγκιστρεία, ἁλιευτική, πλεκτική, πυριευτική, ἀσπαλιευτική, τριοδοντία καὶ πολλὰ ἄλλα σὺν τούτοις ὀνόματα. ἵνα δὲ μη δὲ τῶν βιβλίων ἀμελεῖν δοκῶμεν, εἴποις ἂν βίβλοι, βιβλίον · παρὰ δὲ Ἀριστοφάνει καὶ βιβλιδάριον. καὶ χάρτας δὲ τοὺς γεγραμμένους Πλάτων εἴρηκεν κωμικός τὰ γραμματεῖα τούςτε χάρτας ἐκφέρων.
7.211ἐκ δὲ τῶν ἐναντίων ἐπὶ ἀγράφου τὸ βιβλίον εἴρηκεν Ἡρόδοτος, εἰπὼν γράψας ἐν βιβλίῳ. καὶ βιβλιοπώλην μὲν παρὰ Ἀριστομένει εὑρήσεις ἐν Γόησιν, βιβλιαγράφον δὲ παρὰ Κρατίνῳ ἐν Χείροσιν, βιβλιογράφος δὲ παρὰ Ἀντιφάνει ἐν Σαπφοῖ. παρὰ δὲ τῷ νεωτέρῳ Κρατίνῳ ἐν Ὑποβολιμαίῳ βιβλιοθήκη. Ἀντιφάνης δὲ ἐν τῷ Μύλωνι εἴρηκε βιβλιδίου κόλλημα. Ἡρόδοτος δὲ τοὺς Ἴωνάς φησι τὰς βίβλους διφθέρας λέγειν ἀπὸ τοῦ παλαιοῦ. τὰς δὲ διφθέρας καλοῦσι καὶ ἰττέλας.