10.1Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. ἐνέτυχόν ποτε βιβλίῳ τῷ τὸν Ξενοφῶντος Ἱππικῶν ἐξηγεῖσθαι λέγοντι. εὑρὼν δὲ ὀνόματος κρίσει τοῦτο Ἐρατοσθένην ἐν τῷ Σκευογραφικῷ λέγειν, ἐπῆλθέ μοι ζητεῖν τὸ τοῦ Ἐρατοσθένους βιβλίον διὰ τὸ προσαγωγὸν τῆς χρήσεως · ὡς δ’εὗρον μόλις, οὐδὲν εἶχεν ὧν ἤλπισα. τὸ τοίνυν ὑπ’ἐμοῦ μὲν ἐλπισθέν, ὑπ’ἐκείνου δ’οὐ πληρωθὲν ἔγνων αὐτὸς ἐκτελέσαι. καὶ οἶμαί σοι πειρωμένῳ φανεῖσθαι τουτὶ τὸ βιβλίον ὑπὲρ πάντα τῇ χρείᾳ · 10.2καὶ γὰρ εἰ μη δὲ τῶν ἄλλων μηδὲν ἔξω τοῦ χρησίμου, τοῦτο γοῦν διὰ τῶν συνηθεστάτων ἥκει καὶ ὧν ἑκάστοτε χρῄζομεν. διὰ τοῦτο καὶ πλείους ἐπηγαγόμην ἐνταῦθα τοὺς μάρτυρας, ὅτι τὰ πλείω τῶν ὀνομάτων ἀπολογίας ἢ θράσους ἐδεῖτο. εἰ δέ τινα τῶν νῦν εἰρημένων κα- κἀν τούτῳ γέγραπται, μὴ πάνυ θαυμάσῃς · ἀθροίζοντα γὰρ τὰς τῶν σκευῶν προσηγορίας οὐκ ἐκ τῶν παλαιῶν συλλέγειν μόνον ἀλλὰ κα- κἀκ τῶν ἰδίων ἔδει. εὐτύχει κύριε. 10.10σκεύη τὰ κατ’οἰκίαν χρήσιμα καὶ κατ’ἀγροὺς ἢ τέχνας ἔδοξέ μοι καλῶς ἔχειν συναγαγεῖν, ἵν’ἔχῃς, ὅτου ἂν ἑκάστοτε χρῄζῃς, ὥσπερ ἐκ σκευοθήκης λαβών · αὐτὸ μὲν γὰρ το- τοὔνομα τῆς σκευοθήκης εὕροις ἂν ἐν τοῖς Αἰσχύλου Ψυχαγωγοῖς καὶ σκευοθηκῶν ναυτικῶντ’ἐρειπίων, καὶ παρ’Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος, “σκευοθήκην δὲ ᾠκοδόμουν” · Θουκυδίδης δὲ ἀποθήκην αὐτὴν καλεῖ, φήσας “τοῖςτε χρήμασι καὶ τοῖς σκεύεσιν ἀποθήκην”. αὐτὰ δὲ τὰ σκεύη καλοῖτ’ἂν ἔπιπλα ἤγουν ἡ κούφη κτῆσις, τὰ ἐπιπολῆς ὄντα τῶν κτημάτων · ὁ γοῦν Εὔπολις ἐν τοῖς Κόλαξι προειπὼν ἄκουε δὴ σκεύη τὰ κατ’οἰκίαν, ἐπήγαγε παραπλησίωςτε συγγέγραπται τοῖς τὰ ἔπιπλα. Ἡρόδοτος δὲ αὐτὰ ἐπίπλοα εἴρηκεν, οἷον ἃ καὶ πλέων ἄν τις ἐπικομίζοιτο, ὡς ἔγγειος καλεῖται κτῆσις ἡ λοιπή. 10.11Ἰσαῖος δὲ ἐν τῷ πρὸς Διοκλέα περὶ χωρίου κατὰ τὴν ἑνικὴν χρῆσιν ἔπιπλον εἶπεν. δύναιτο δ’ἂν ταῦτα καὶ ἀπόθετα σκεύη καλεῖσθαι, καὶ ἡ κατ’οἶκον κατασκευή · νεώτερον γὰρ ἂν εἴη μᾶλλον ἡ ἀποσκευή. εἴποις δ’ἂν αὐτὰ καὶ οἰκητήρια σκεύη καὶ χρηστήρια, τὸ μὲν Ἀλκαίου τοῦ ποιητοῦ εἰπόντος ἐν Πασιφάῃ καὶ ναὶ μὰ Δί’ἄλλα σκευάρι’οἰκητήρια, τὸ δὲ ἀπὸ τῆς χρήσεως ὀνομάσας. καίτοι με οὐ λέληθεν ὅτι τὰ πρὸς θεωρίαν ἢ θυσίαν σκεύη ὠνόμαζον χρηστήρια, ὡς καὶ Πλάτων ἐν τῇ Ἑλλάδι εἴρηκεν ὁ κωμικός · ἀλλὰ ἐγὼ κρίνω καὶ ἐπὶ τῶν κατ’οἰκίαν χρησίμων καταχρῆσθαι τῷ ὀνόματι. ἐκαλεῖτο δὲ ταῦτα ὑπὸ τῶν νεωτέρων καὶ μαλακὰ οἷον εὐμεταχείριστα, ὡς εἶπε Μένανδρος ἐν τῇ Περινθίᾳ ὡσ’ἐστὶ μαλακὰ συλλαβών ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπηδᾷ θᾶττον, καὶ Δίφιλος ἐν Ἀπολιπούσῃ εἴ τι μαλακὸν ὦ δύστην’ἔχεις, σκευάριον ἐκπωμάτιον ἀργυρίδιον; 10.12ἐκδραμεῖ λαβὼν τόδε, δώσεις ἐμοί παρακαταθήκην; τὴν δὲ τοιαύτην κατασκευὴν ἐνδομενίαν οἱ πολλοὶ καλοῦσιν · ἐγὼ δὲ οὐκ ἐπαινῶ μὲν το- τοὔνομα, μηνύω δέ, ὅστις εἰπὼν αὐτὸ ἀπολογεῖσθαι βούλοιτο ὡς ἔστιν ἔν τινι βιβλίῳ, ὅτι ἐν Ὀλυμπιάδος ἀπογραφῇ, τῇ κατ’ὄνομα περὶ τῶν φαμένων ἀφῃρῆσθαι τὰς δόσεις, οὕτως ἐγγέγραπται. κάλλιον δὲ ταύτην τὴν ἐνδομενίαν παγκτησίαν ἢ παμπησίαν ὀνομάσαι, ὡς ἐν Ἐκκλησιαζούσαις Ἀριστοφάνης · 10.13τραγικώτερον γὰρ ἡ παγκληρία. τὰ δὲ σκεύη καὶ σκευάρια φίλον τοῖς κωμῳδοῖς καλεῖν. ὠνομάζετο δέ τινα σκεύη ἔμπυρα καὶ ἄπυρα, ὥσπερ καὶ σκεύη τριηρικὰ καὶ σκεύη ναυτικά, ἐφ’ὧν ὁ μὲν Ξενοφῶν σκεύη ξύλινα καὶ κρεμαστά, ὁ δὲ Δημοσθένης ἀποτριβὴν τῶν σκευῶν. ὀνόματα δὲ ἀπ’αὐτῶν πεποίηται τὸ κατασκευάσασθαι τὴν οἰκίαν τοῖς σκεύεσιν ἢ τὸν ἀγρὸν ἢ ὁτιδήποτε. 10.14καὶ μέντοι ἡ σκευή, εἴτε ἡ ὁπλιτικὴ εἴτε ἡ τῶν ὑποκριτῶν εἴτε ἡ τῶν ὑποζυγίων, ἀφ’ἧς εἴρηται τὸ “ἐπεσκευασμένα ἦν τὰ ὑποζύγια” οἷον ἐστρωματισμένα · καὶ σκευαγωγοὶ δ’ἅμαξαι, καὶ τὰ σκευοφόρα καὶ ἐν Βατράχοις Ἀριστοφάνους σκευοφόρος, καὶ τὸ ῥῆμα σκευαγωγεῖν καὶ σκευοφορεῖν, καὶ τὸ ἀνασκευάζεσθαι τὰ ἐκ τῶν ἀγρῶν, καὶ τὸ ἐνεσκευάσθαι τινὰ σκευήν, καὶ τὸ ἐνσκευάσαι τι πρᾶγμα, καὶ οἱ παρὰ Θουκυδίδῃ ὅμοροι τοῖς Σκύθαις καὶ ὁμόσκευοι, καὶ αὐτόσκευος ὁ αὐτουργός, καὶ ἄσκευος ὁ ψιλός, καὶ ἀκατάσκευος ὁ εὐτελής. 10.15τάχα δ’ἀπὸ τούτων καὶ ἡ σκευωρία καὶ ἡ σκευοποιία καὶ τὸ ἐσκευοποιημένον πρᾶγμα, ὡς Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀρχεπόλιδος κλήρου “διαθηκῶν δὲ τεττάρων ὑπ’αὐτῶν ἐσκευοποιημένων”. ὁ δ’αὐτὸς ῥήτωρ ἐν τῷ πρὸς Λυσίβιον ἔφη “τοιαῦτα μέντοι οὗτοι ἐπὶ τῷ τεθνεῶτι σκευοποιοῦντες”. σκευοποιήματα δὲ Ὑπερείδης ἐν τῷ πρὸς Δημέαν καὶ σκευασίαν δὲ Ὑπερείδης καὶ σκευάσαι, καὶ συσκευασάμενοι τὰ πλείστου ἄξια, καὶ ἀσυσκεύαστον ὡς Ξενοφῶν, καὶ σκευοποιοί, καὶ διασκευασάμενος τὴν οὐσίαν, ὡς φησὶ Δημοσθένης · 10.16καὶ σκευασάμενοι, ὡς Δείναρχος, τὰ ἐκ τῆς οἰκίας · καὶ ἀπεσκευασμένος τὰ χρήματα, καὶ ἀνασκευασθῆναι τὴν τράπεζαν, καὶ ἐπισκευάσαι τὸ τεῖχος, καὶ πομπείων ἐπισκευαστής. Κρατῖνος δ’ἐν Πανόπταις τὸν σκευοφύλακα ἔοικε σκευωρὸν καλεῖν. τοῦτον δὲ καὶ σκοῖδόν τινες ὠνόμαζον, τὸν ἐπὶ τῶν σκευῶν ἐν ταῖς βαρβαρικαῖς ἀποσκευαῖς · ἕτεροι δὲ οὕτως οἴονται κεκλῆσθαι τὸν ἐπὶ τῶν σιτίων. τὸ μέντοι ἥψηται ἐσκεύασται ἐν τῷ ἕκτῳ Παιδείας Ξενοφῶν ἔφη · “καὶ τὰ ἑφθὰ πάντα μεθ’ὕδατος τὰ πλεῖστα ἐσκεύασται”. Δημοσθένης δ’ἔφη σκευωρούμενον. 10.17ὅτῳ δὲ τὰ σκεύη ἐκομίζετο, σκευοφόριον μὲν τοῦτ’Ἀριστοφάνης καλεῖ τὸ ξύλον, Πλάτων δὲ ἐν Διὶ κακουμένῳ καὶ τὸ τόξον ἐν παιδιᾷ παρεικάζων ἔφη κεράτινον εἶχε σκευοφόριον καμπύλον. ἀλλὰ μὴν καὶ ἀνάφορον κατὰ τὴν τῶν πολλῶν χρῆσιν εἴη ἂν τα- ταὐτὸ τοῦτο εἰρημένον ἐν Ἀριστοφάνους Φοινίσσαις καὶ τὸν ἱμάντα μου ἔχουσι καὶ τα- τἀνάφορον · ἔτι δὲ σαφέστερον ἐν Βατράχοις, μεταβαλλόμενος τα- τἀνάφορον ὅτι χεζητιᾷς. τὸν μέντοι σκευοφόρον ἐν Ταξιάρχοις Εὔπολις σκευοφοριώτην παίζων ἐκάλεσεν. 10.18ἵνα δ’ἐπιπράσκετο τὰ σκεύη, τῆς ἀγορᾶς τὸ μέρος τοῦτο ὠνομάζοντο κύκλοι, ὡς Ἄλεξις ὑποδηλοῦν ἔοικεν ἐν Καλασίριδι ποῖ δή μ’ἄγεις διὰ τῶν κύκλων; σαφέστερον δὲ ἐν τῷ Μαινομένῳ Δίφιλος καὶ προσέτι τοίνυν ἐσχάραν καινὴν κάδον στρώματα συνὸν ἀσκοπήραν θύλακον, ὥς που στρατιώτην ἄν τις ἀλλὰ καὶ κύκλον ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι · τοσοῦτός ἐσθ’ὁ ῥῶπος ὅσον σὺ περιφέρεις. καὶ μὴν εἰ γυναικείαν ἀγορὰν τὸν τόπον οὗ τὰ σκεύη τὰ τοιαῦτα πιπράσκουσιν ἐθέλοις καλεῖν, εὕροις ἂν ἐν ταῖς Συναριστώσαις Μενάνδρου τὸ ὄνομα. εἴποις δ’ἂν τὴν πρᾶσιν τῶν ἐπίπλων τὴν ὑπὸ κήρυκι γιγνομένην, ἣν νῦν ἀπαρτίαν καλοῦσιν, ἀγορὰν καὶ παμπρασίαν. το- τοὔνομα δὲ ἡ ἀπαρτία ἔστι μὲν Ἰωνικόν, ὠνομασμένων οὕτω παρ’αὐτοῖς τῶν κούφων σκευῶν, ἃ ἔστι παραρτήσασθαι, ᾗ διανοίᾳ καὶ τὰ ἔπιπλα ὠνομάσθαι φαμέν · 10.19ἀπὸ μέντοι τῶν σκευῶν ἤδη καὶ τὸ πρᾶγμα τῆς πράσεως αὐτῶν καὶ τὸν τόπον οὕτω κεκλήκασιν, ὥσπερ οἱ Ἀττικοὶ ἀπὸ τῶν πιπρασκομένων καὶ τὰ χωρία ὠνόμαζον, λέγοντες εἰς το- τοὖψον καὶ εἰς τὰ μύρα καὶ εἰς τὸν χλωρὸν τυρὸν καὶ εἰς τὰ ἀνδράποδα. εἰ μέντοι καὶ ἐν βιβλίῳ τινὶ το- τοὔνομα τὴν ἀπαρτίαν εὑρεῖν ἐθέλοις, ὡς ὑπὲρ τῶν λεγόντων ἀπολογοῖο, εὑρήσεις ἔντε τῷ δευτέρῳ τῶν Ἱππώνακτος ἰάμβων ἀκήρατον δὲ τὴν ἀπαρτίαν ἔχει, καὶ παρὰ Θεοφράστῳ ἐν τῷ δεκάτῳ Νόμων. 10.20τὸν μὲν οὖν τοῦ παντὸς οἴκου δεσπότην ὅτι καὶ ναύκληρον καὶ ἱστιοπάμονα Δωρικῶς καὶ στέγαρχον καὶ στεγανόμον κλητέον, ἐπεὶ καὶ τὸ ἐνοίκιον οὐ ναῦλον μόνον ἀλλὰ καὶ στεγανόμιον, ἔχεις προειρημένον. παίζων δ’εἰ καὶ σταθμοῦχον ἐθέλοις αὐτὸν καλεῖν, ἐρεσχηλῶν τινὰ ἢ ἐκπειρώμενος, ὁ δὲ δεινὸς ὢν εἰς ὀνομάτων χρῆσιν λαμβάνοιτο τοῦ ῥήματος ὡς οὐκ ἂν εἴη δόκιμον, οὐ δὲ σὺ μὲν ἂν αὐτὸ πάντῃ δόκιμον εἶναι νομίζοις, οὐ μέντοι οὐ δὲ παντελῶς ἀδόκιμον · ὅτι δὲ ἔστιν εἰρημένον εἰ γνωρίζοις, φιλότιμος εἶναι δόξεις. εἴρηται τοίνυν ἐν Αἰσχύλου Σισύφῳ σὺ δ’ὁ σταθμοῦχος εὖ κατιλλώψας ἄθρει. 10.21Ἀντιφάνης δὲ ἐν Ὀβρίμῳ φησὶν ἂν κελεύῃ με σταθμοῦχος. ἡ σταθμοῦχος δ’ἔστι τίς; ἀποπνίξεις γάρ με καινὴν πρός με διάλεκτον λαλῶν. ἤτε τάκτοιμι στεγάρχον. ἀλλὰ μὴν τὸ κοινότατον τουτὶ καὶ μᾶλλον τεθρυλημένον, τὸν οἰκοδεσπότην καὶ τὴν οἰκοδέσποιναν, οὐκ ἀποδέχομαι μὲν το- τοὔνομα, ὡς δὲ ἔχῃς εἰδέναι, μηνύω σοι ὅτι καὶ ταῦτα ἄμφω εὗρον ἐν Θεανοῦς τῆς Πυθαγόρου γυναικὸς ἐπιστολῇ πρὸς Τιμαρέταν γραφείσῃ. ὁ δὲ οἰκοδεσπότης ἔστι καὶ Ἀλέξιδος ἐν Ταραντίνοις. 10.22τῶν δὲ σκευῶν εἰ πρῶτα τὰ περὶ τὰς θύρας ῥητέον, μοχλοὶ καὶ ὀχλεῖς καὶ κλεῖδες εἰσὶν καὶ κληῖδες, καὶ βάλανοι καὶ βαλανάγραι, καὶ κλεῖθρα καὶ κλῇθρα καὶ ἐπίσπαστρον καὶ ῥόπτρον τὸ γὰρ ἐπικροῦον τὴν θύραν οὕτως ὠνόμαζον καί που καὶ στρόφιγγες καὶ γιγγλύμοι καὶ κορῶναι καὶ κόρακες Ποσείδιππος γοῦν ἐν Γαλάτῃ φησὶ “κόρακι κλείεθ’ἡ θύρα”. παρὰ δὲ τοῖς νεωτέροις τούτοις καὶ ἀντίκλειδες εἴρηνται · παρὰ δὲ Ἀριστοφάνει ἐν Σφηξὶ κατάκλειδες τὰ κατακλείοντα τὰς θύρας. 10.23παρὰ δὲ Ἡροδότῳ καὶ ἐπισπαστῆρες · φησὶ γοῦν ἐν τῷ ἕκτῳ βιβλίῳ “ἐπιλαβόμενος δὲ τῶν ἐπισπαστήρων εἴχετο”. ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ἐμμόχλια σιδηρᾶ. οἱ μὲν οὖν ἀκριβέστερον ἑρμηνεύειν πειρώμενοι τὰς κλεῖς οἴονται προσήκειν λέγειν, ὅτι καὶ παρὰ Δημοσθένει ἐπὶ τοῦ ἐν τῷ σώματι μέρους εἴρηται “τὴν κλεῖν κατεαγότα” · ὁμώνυμον δ’ἐστὶν ἑκάτερον ἑκατέρῳ το- τοὔνομα, τότε μέρος τῷ σκεύει καὶ τὸ σκεῦος τῷ μέρει. ἐν δὲ τῷ Λυσίου πρὸς Φίλιππον ἐπιτροπῆς τὰς κλεῖδας εὑρήκαμεν, παρὰ δὲ Ἀριστοφάνει ἐν Αἰολοσίκωνι καὶ κλειδίον, ἐν μέντοι τοῖς Πλάτωνος τοῦ κωμικοῦ Μετοίκοις σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον. 10.24αἱ μὲν οὖν θύραι καὶ σανίδες καὶ πτύχες ὀνομάζονται · θύραι δ’αὐτὸ τὸ χάσμα ἐστὶ τῆς θύρας. ἐν δὲ τοῖς Δημιοπράτοις πέπραται θύρα διάπριστος καὶ θύραι συνδρομάδες · 10.25ἐν δὲ Κρατίνου Διονυσαλεξάνδρῳ εἴρηται παραστάδας καὶ πρόθυρα βούλει ποικίλα. ἡ δὲ ὀπὴ εἴρηται ἐν Αἰολοσίκωνι Ἀριστοφάνους καὶ δι’ὀπῆς κα- κἀπὶ τέγους. καὶ ἀπὸ μὲν τῶν μοχλῶν τὸ “μόχλωσον τὴν θύραν” ἐν Λημνίαις Ἀριστοφάνους, ἀπὸ δὲ τῶν κλειδῶν τὸ κλεῖσαι συγκλεῖσαι παρακλεῖσαι ἐπικλεῖσαι, ἐφ’οὗ καὶ τὸ προσθεῖναι τὴν θύραν καὶ συναγαγεῖν καὶ ἐπισπάσασθαι καὶ ἐπιβαλεῖν καὶ ἐπιφράξαι καὶ ἐπαγαγεῖν καὶ κατακλῖναι καὶ ἐπικλῖναι, ὥσπερ καὶ τῷ ἀνοῖξαι τα- ταὐτόν ἐστι τὸ ἀνακλῖναι ἀνεῖναι ἐκπετάσαι ἀναπετάσαι, παρὰ δὲ τοῖς κωμῳδοῖς καὶ τὸ ἀναζυγῶσαι τα- ταὐτὸν τῷ ἀνοῖξαι σημαίνει, ὥσπερ τῷ κλεῖσαι τὸ ἐπιζυγῶσαι. 10.26καὶ τὸ ζυγώθρισον δὲ ἐπὶ τοῦ κλεῖσον εἰώθασι τάττειν. καὶ μὴν καὶ βαλανῶσαι τὴν θύραν ἐκεῖνοι λέγουσι, καὶ οὐδεὶς βεβαλάνωκε τὴν θύραν ἐν ταῖς Δαναΐσιν ἔφη Ἀριστοφάνης. 10.27ὁ δὲ Θουκυδίδης στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου ἔφη κεχρῆσθαί τινα ἐς τὸν μοχλόν. τῷ δὲ κλεῖσαι ἴσον καὶ τὸ πακτοῦν καὶ τὸ ἐπιπακτοῦν τὰς θύρας ἐστίν, ὥσπερ τῷ ἀνοίγειν τα- ταὐτὸν τὸ λύειν, ὡς ἔφη Εὐριπίδης “λῦε πακτὰ δωμάτων” · ὡς το- τοὐναντίον Ἀριστοφάνης “προπύλαια πακτοῦν” ἢ πάλιν “καὶ ἐπιπακτοῦν τὰς θύρας” · ἢ ὡς Ἀρχίλοχος πακτῶσαι τὸ κλεῖσαι. 10.28ἐπεὶ δὲ τῷ πυλωρῷ τὸ καθαίρειν καὶ καταρραίνειν τὴν οἰκίαν ἀναγκαῖόν ἐστιν, εἴπωμεν τὰ πρόσφορα τούτῳ τῶν σκευῶν, οἷον τὸ κόρημα · καλεῖται δ’οὕτω καὶ τὸ σκεῦος καὶ τὸ κάθαρμα τὸ κορούμενον. τὸ δὲ ῥῆμα κορεῖν ἂν λέγοις. καὶ τὸ μὲν σκεῦος κόρημα ὑπὸ Εὐπόλιδος εἴρηται ἐν τοῖς Κόλαξι τουτὶ λαβὼν τὸ κόρημα τὴν αὐλὴν κόρει · 10.29τὸ δὲ κορούμενον ἐν Σκηνὰς καταλαμβανούσαις Ἀριστοφάνους ὥσπερ ἐν Καλλιππίδῃ ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί. εἰ δὲ καὶ καλλύνειν φαίης ἂν τὸ κορεῖν, ἦ που καὶ τὸ κόρημα κάλλυντρον. εἰ δὲ καὶ σαίρειν φήσεις τὸν θυρωρόν, τί κωλύει κα- κἀκεῖνο καλεῖν σάρον; ἡ χρῆσις γὰρ ἀπὸ τῆς ἅλω καὶ ἐπὶ τὰς οἰκίας ἄγει το- τοὔνομα, ὥσπερ καὶ μυλήκορον ἄν τις αὐτὸ καλέσειεν · καίτοι σαφὲς ὅτι τοῦτο μύλωνι προσήκει · ἀλλ’ὅμως Ἄρχιππος εἴρηκεν ἐν Ἰχθύσι τὴν ἀγορὰν μυληκόρῳ. 10.30τὸ δὲ ῥαίνειν καὶ διαρραίνειν καὶ καταρραίνειν καὶ ψεκάζειν καὶ ῥανίζειν ἔστιν εἰπεῖν, τὸ δ’ἀγγεῖον ἐν ᾧ τοῦτο ποιεῖ κρωσσόν, ὑδρίαν ὑδρεῖον, ἀμφορέα ἀμφορίσκον ἀμφορείδιον, κεράμιον, κώθωνα, στάμνον, κάλπιν, ἄγγος ἀγγεῖον ἀγγείδιον, τεῦχος κεραμεοῦν γήινον χυτρεῖον χαλκοῦν. δι’ὧν δὲ τὸ ὕδωρ φέρεται, ἀμάραι, ὑδρορρόαι, ὀχετοί, σωλῆνες. ὀχετόκρανα δ’ἂν εἴποις τὰς τῶν ὀχετῶν ἀρχάς, ὡς Ὑπερείδης ἐν τῷ περὶ ὀχετοῦ. 10.31δι’ὧν δὲ ἐκφέρεται τὸ ὕδωρ, κρουνοί. εἰ δὲ καὶ ἐκ φρεάτων ἢ λάκκων τὸ ὕδωρ ἀπαντλεῖς, δέοιτ’ἂν σκευῶν ἀντλητῆρος, ἀντλίας, ἱμονιᾶς, ἱμάντος, κάλου, σχοινίου, κάδου, τροχαλίας, τάχα δὲ καὶ κηλωνείου. μέρη δὲ τροχαλίας τονία τοπεῖα ἀξόνια. τῷ δὲ προσδεῖ καὶ ἁρπάγης καὶ κρεάγρας καὶ λύκου · οὕτω γὰρ ἐκάλουν τὰ σκεύη οἷς τοὺς ἐκπεσόντας τῶν κάδων ἐκ τῶν φρεάτων ἀνέσπων · ὅτι γὰρ καὶ κρεάγραν καλοῦσι τὴν ἁρπάγην, δηλοῖ ἐν Ἐκκλησιαζούσαις Ἀριστοφάνης λέγων τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνοίμεθ’ἄν; 10.32πρὸ μὲν οὖν τοῦ κοιτῶνος ἐπὶ ταῖς θύραις παραπετασμάτων σοι δεῖ, εἴτε ἁπλοῦν εἴη τὸ παραπέτασμα λευκὸν ἐξ ὀθόνης, εἴτε καὶ τρίχαπτόν τι βαπτόν, εἴτε πολύχρουν, ἐφ’οὖ Ἀριστοφάνης ἂν εἴποι τὸ παραπέτασμα τὸ Κύπριον τὸ ποικίλον. ἐν δὲ τῷ κοιτῶνι δεῖ μὲν εἶναι καὶ κλίνην τινὰ ἢ κλινίδιον ὡς ἐν Λυσιστράτῃ Ἀριστοφάνης, ἢ κλινάριον ὡς ἐν Δαιταλεῦσιν, ἢ κλινίδα ὡς ἐν Ὀδυσσεῦσι Κρατῖνος. 10.33ἐπὶ δὲ τῶν κλινῶν ἀκουστέον, ὅταν φῇ οἱ δ’ἀλυσκάζουσιν ἐπὶ ταῖς κλινίσιν · οὐ μέντοι ἀγνοῶ ὅτι κλινὶς ἐκαλεῖτο τὸ ἐπὶ τῆς ἁμάξης καταστορνύμενον, ὅταν μετίωσι τὰς νύμφας, ἐφ’οὗ κάθηται ἡ νύμφη μεταξὺ τοῦ παρόχουτε καὶ τοῦ νυμφίου. καλεῖται δὲ τὸ κλινίδιον καὶ κλιντήριον, ὡς ἐν Διονύσῳ ναυαγῷ Ἀριστοφάνης ἔφη τί ὦ πονηρέ μ’ἐξορίζεις ὥσπερ κλιντήριον; 10.34μέρη δὲ κλίνης ἐνήλατον καὶ ἐπίκλιντρον, ὑπὸ Ἀριστοφάνους εἰρημένον. Σοφοκλῆς δ’ἐν Ἰχνευταῖς σατύροις ἔφη “ἐνήλατα τρίγομφα διάτορος ἐρείδεται”. εἴδη δὲ κλίνης ἀργυρόπους, παράπυξος, ὡς ἐν τῷ Διονυσαλεξάνδρῳ Κρατίνου “κλίνηντε παράπυξον,” καὶ ἀμφίκολλος · οὕτω γὰρ τὴν κατακεκολλημένην ὠνόμασεν ἐν ταῖς Ἑορταῖς Πλάτων ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην. 10.35σὺ δὲ κα- κἂν ἐλεφαντίνην εἴποις καὶ χελώνης καὶ σφενδάμνου καὶ σφενδαμνίνην · Ἀριστοφάνης γὰρ ἐν Ἀχαρνεῦσιν εἴρηκε σφενδάμνινοι. ἀλλὰ καὶ σκίμπους τῶν ἔνδον σκευῶν, ὃς καὶ ἀσκάντης ἐστὶν εἰρημένος καὶ σκιμπόδιον. ἐν δὲ τῇ Κρίτωνος Μεσσηνίᾳ καὶ τῷ Ῥίνθωνος Τηλέφῳ καὶ κράββατον εἰρῆσθαι λέγουσιν · ἐγὼ δ’οὐκ ἐντετύχηκα τοῖς δράμασιν. τῶν γὰρ ἀδοξοτέρων ἡ χαμεύνη καὶ τὸ χαμεύνιον · ἐν γοῦν τῷ σατυρικῷ Σκίρωνι Εὐριπίδης φησὶ σχεδὸν χαμεύνῃ σύμμετρος Κορινθίας παιδός, κνεφάλλου δ’οὐχ ὑπερτείνεις πόδα. 10.36ἐν δὲ τοῖς Δημιοπράτοις πέπραται Ἀλκιβιάδου χαμεύνη παράκολλος καὶ κλίνη ἀμφικνέφαλλος. καὶ μὴν τό γε τῇ κλίνῃ ἢ τῷ σκίμποδι ἐντεταμένον ὡς φέρειν τὰ τυλεῖα, σπάρτα σπαρτία, τόνος, κειρία, τάχα δὲ καὶ σχοῖνος καὶ σχοινία καὶ κάλοι · ὧν ἐπὶ τὰ ἄλλα κοινῇ κειρία ἔστιν ἐν Ὄρνισιν Ἀριστοφάνους, παραδηλοῦντος αὐτοῦ καὶ τὰ σπάρτα, ὅταν φῇ Σπάρτην δ’ἐγὼ θείμην ἂν ὄνομα τη- τἠμῇ πόλει; 10.37οὐ δ’ἂν χαμεύνῃ πάνυ γε κειρίαν ἔχων. ὁ δὲ τόνος ἐν τῇ Λυσιστράτῃ. καὶ Θουκυδίδης μέν φησιν “ἐκ κλινῶν τοῖς σπάρτοις ἀπαγχόμενοι,” Φιλιππίδης δ’ἐν Λακιάδαις κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι, τὸν δίφρον, ἄχρηστα παντελῶς οὕτως ἔχει τὰ σπάρτα, ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον. 10.38ἑπέσθω δὲ τῇ κλίνῃ τυλεῖα, κνέφαλλα, δάπιδες, τάπητες ἀμφιτάπητες · Δίφιλος γοῦν φησὶν ἐν Κιθαρῳδῷ ἐξανίσταμαι τὸν ἀμφιτάπητα συστορέσας, καὶ Ἀλκιβιάδου δὲ ἀμφιτάπης τις πέπραται. Ὁμήρου δὲ τὴν αἰγίδα ἀμφιδάσειαν εἰπόντος, ἔστι καὶ τὴν ἀμφίμιτον στρωμνὴν ἀμφιδάσειαν καλεῖν. πρὸς δὲ τούτοις ἑπέσθω προσκεφάλαια πτιλωτά, προσκεφάλαια ὑπαρχένια. εἴποις δ’ἂν οἶμαι καὶ χνοῦν καὶ μνοῦν ἐπὶ τῶν μαλακῶν, Ἀριστοφάνους εἰπόντος ἐν μὲν Βαβυλωνίοις “ἔχεις ἄχυρα καὶ χνοῦν,” ἐν δὲ Δαναΐσι “τῶν χειρῶν ἔργα μνοῦς ἐστιν”. 10.39τὰ μὲν οὖν τυλεῖα καὶ τὰ κνέφαλλα οὐ μόνον παρὰ τοῖς κωμῳδοῖς ἔστιν, ἀλλὰ καὶ ἐν τοῖς Δημιοπράτοις πέπραται κνέφαλλον καινὸν καὶ κνέφαλλον παλαιόν. καὶ τύλη δὲ παρ’Εὐπόλιδι ἔστιν ἰάζοντι ἐν τοῖς Κόλαξιν. ἀλλὰ καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ Ἰοκλεῖ λέγοντι “ἀλλὰ καὶ λινορραφῆ τυλεῖα” · ὧν καὶ τοὺς τεχνίτας ἔοικεν Ὑπερείδης ἐν τῷ ὑπὲρ Μίκας ὀνομάζειν, εἰπὼν “ἐμισθώσατο τυλυφάντας”. 10.40ἐν δὲ Ἀμφιάρεῳ Ἀριστοφάνους κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν, δῆλον ὅτι ὡς καὶ σκυτίνων καὶ ἐρεῶν γινομένων, ὡς καὶ ἐν τοῖς Ἀλκιβιάδου πέπραται προσκεφάλαιον σκύτινον καὶ λινοῦν καὶ ἐρεοῦν. ἐν δὲ Ἀντιφάνους Φάωνι κατὰ τὴν κοινὴν χρῆσιν ἔστιν εὑρεῖν τὰς τύλας “στρώματα κλίνας τύλας” ὥσπερ καὶ παρὰ Σαπφοῖ. οὐ μὴν φαῦλον τετηρηκέναι ὅτι τὸ ναυτικὸν ὑπηρέσιον ἰδίως Κρατῖνος ἐν ταῖς Ὥραις προσκεφάλαιον […] τοῦτο μὴ καλεῖσθαι νομιζόντων, ἀλλὰ ὑπηρέσιον μόνον. 10.41ἡ μέντοι καλουμένη λυχνὶς ἀνθήλη ἐκαλεῖτο. εἰ δὲ καὶ τὸ κνέφαλλον μὴ ἐπὶ τοῦ τυλείου τις ἀκούειν βούλοιτο, ὥσπερ ἡ πολλὴ χρῆσις ἔχει, ἀλλ’ἐπὶ τοῦ ἐμβαλλομένου πληρώματος, ὃ γνάφαλον καλοῦσι, προσχρήσεται τῷ ῥηθέντι ἐν Πανταλέοντι Θεοπόμπου, εἰ καὶ ἀμφισβητεῖται τὸ δρᾶμα · προειπὼν γὰρ ὁ ποιητὴς “ὠνητιῶν τὸ δέρμα τοῦ θηρός” ἐπήγαγε “ῥάψας ὅλον σάξαι κνεφάλλων”. ἔστι δ’εἰπεῖν ἁπαλὴ στρωμνὴ καὶ μαλακὴ καὶ βαθεῖα. 10.42τὰ δὲ στρώματα ἐπιβλήματα, περιβόλαια, ἐφεστρίδες, χλαῖναι, δάπιδες, ξυστίδες, τάχα δὲ καὶ περιστρώματα · εἴρηται γὰρ παράτε Φιλίστῳ ἐν τῇ ἕκτῃ καὶ ἐν τῇ Σιμύλου Μεγαρικῇ. ἐπαινῶν δ’ἂν εἴποις στρωμνὴ λεπτή, εὐυφής εὐήτριος, ὑγρά, περιρρέουσα, στιλπνή στίλβουσα, εὔχρως, ἀνθοῦσα εὐανθής πολυανθής, ποικίλη παμποίκιλος πολύμορφος, πορφυρᾶ, ἁλουργίς ἁλιπόρφυρος, πρασεῖος, ὑσγινοβαφής, ἰοειδής, κροκοειδής κόκκῳ ἀνθοῦσα, κοκκοβαφής, ὀρφνίνη, ἐπιπόρφυρος περιπόρφυρος πορφυρομιγής παραπόρφυρος καὶ κατὰ Ξενοφῶντα ὁλοπόρφυρος, ἐπίχρυσος χρυσοειδής χρυσοβαφής χρυσόπαστος · 10.43ζῷα ἐνύφαντο, ἄνθη ἐνεπεποίκιλτο, θηρία ἐνεγέγραπτο, ἄστρα ἐνήστραπτεν. καὶ μὴν τοῖς μὲν οἰκέταις ἐν κοιτῶνι ἢ προκοιτῶνι ἀναγκαῖα σκεύη χαμεύνια καὶ ψίαθοι καὶ φορμοὶ καὶ σάμαξ · ἔστι δ’ὁ σάμαξ ῥὶψ καλάμου τοῦ καλουμένου σάκτου, μάλιστα δὲ ἐπὶ στρατείας αὐτῷ ἐχρῶντο, ὡς Χιωνίδης ἐν Ἥρωσιν πολλοὺς ἐγω- ἐγᾦδα κα- κοὐ κατὰ σὲ νεανίας φρουροῦντας ἀτεχνῶς κα- κἀν σάμακι κοιμωμένους. 10.44τοῖς δὲ δεσπόταις, τῷ μὲν ἀνδρὶ καὶ λάσανα ἀναγκαῖα καὶ ἁμίς, ἣν Σοφοκλῆς ἐν Πανδώρᾳ ἐνουρήθραν καλεῖ καὶ Αἰσχύλος οὐράνην. ὅτι δὲ οὐ μόνον ἐπὶ τοῦ ἀκινήτου ἀποπάτου τὰ λάσανα ὀνομαστέον ἀλλὰ καὶ ἐπὶ τοῦ τιθεμένου καὶ ἀναιρουμένου μαρτυροῦσιν Ἀριστοφάνης μὲν ἐν Προάγωνι εἰπὼν οἴ μοι τάλας, τί μου στρέφει τὴν γαστέρα; βάλ’ἐς κόρακας · πόθεν ἂν λάσανα γένοιτό μοι; 10.45εἰ δὲ τοῦτο ἀμφίβολον, ἀλλὰ Φερεκράτης ἐν τοῖς Κραπατάλλοις πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται. καὶ δίφρον δ’ἂν εἴποις τὰ λάσανα εὐφημότερον, καὶ διφρίσκον. τῇ δὲ γυναικὶ σκάφιον, ὡς ἐν Αὐτολύκῳ Εὔπολις τί δῆτ’ἄν, εἰ μὴ τὸ σκάφιον αὐτῇ παρῆν; ἄμφω δὲ παράλληλα ἐν Πολυίδῳ Ἀριστοφάνης σκάφιον Ξένυλλ’ᾔτησεν · οὐ γὰρ ἦν ἁμίς. 10.46ἐξαναστάντι δ’ἐξ ὕπνου τὸ πρόσωπον ἀπονίπτεσθαι δέον, ὁ παῖς πρόχουν τινὰ ἔχων προσοίσει, νεαροῦ τοῦ ὕδατος ἐπιχέων κατὰ λέβητος ἢ λουτηρίου τινός, ἐπεὶ καὶ τοῦτο το- τοὔνομα ἐπὶ μὲν τῶν λουτρῶν Αἰσχύλος εἴρηκεν, ἐπὶ δὲ τῶν νῦν λουτήρων Ἀναξίλας ἐν Λουτροποιῷ, ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια, ἐπὶ δὲ τῶν παρὰ τοῖς ἰατροῖς ἐκλούτρων ὀνομαζομένων Ἀντιφάνης ἐν Τραυματίᾳ κατεσκευασμένος λαμπρότατον ἰατρεῖον εὐχάλκοις παντολουτηριδίοις ἐξαλείπτροις, κυλικέσσι σικιέσσιν, ὑποθέτοισιν. οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς Δημιοπράτοις εὑρίσκομεν λουτήριον καὶ ὑπόστατον. 10.47κείσθωσαν δ’ἐν τῷ κοιτῶνι θρόνοι, κλισμοί, δίφροι διφρίσκοι οὕτω γὰρ ἐν Νεφέλαις Ἀριστοφάνης ἐπὶ τοῦ ἁρματίου δίφρου δίφροι ὀκλαδίαι, δίφροι διωχεῖς ἐν Φερεκράτους Ἀγαθοῖς εἰρημένοι, οἷον οἱ δύο ὀχοῦντες, δίφροι Θετταλικοί, ὡς ἐν Αὐτολύκῳ Εὐπόλιδος “δίφρος Θετταλικὸς τετράπους,” θρᾶνοι θρανία θρανίδια ἐν Νήσοις Ἀριστοφάνους, βάθρα βαθράδια ὡς ἐν Ταγηνισταῖς, σκολύθρια, ἅπερ ἐστὶ μικροὶ τρίποδες Θετταλικοὶ δίφροι · 10.48τὸ δὲ ὄνομα καὶ ἐν Εὐθυδήμῳ Πλάτωνος. καὶ θρᾶνοι δὲ δίφροι ἂν εἶναι δοκοῖεν, εἰπόντος ἐν Πλούτῳ Ἀριστοφάνους ἀντὶ δὲ θράνου στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας πιθάκνης πλευρὰν ἐρρωγυῖαν. 10.49καὶ θρανίον δὲ ὑποκορισάμενος ἂν εἴποις. καίτοι με οὐ λέληθεν ὅτι θρανίον καὶ ἄλλως ξυλήφιόν τι ἐστίν · Ἀριστοφάνης γοῦν τῷ ὀνόματι ἐπὶ πατταλίου κέχρηται ἐν τοῖς Βατράχοις, περὶ τοῦ δεῖν ἀπάγξασθαι λέγων μία μὲν γάρ ἐστιν ἀπὸ κάλω καὶ θρανίου. ἐπιθράνους δ’ἐκάλουν τὰ ξύλα τὰ κατακλείοντα τοὺς πλινθίνους τοίχους. παρακεῖσθαι δέ σοι χρὴ βλαύτας βλαυτία, ὑποδήματα · καί που καὶ σανδάλια ἄν τις εἴποι καὶ διάβαθρα. καὶ τὰ μὲν εἴδη τῶν ὑποδημάτων προείρηται, τάτ’ἀνδρεῖα καὶ τὰ γυναικεῖα · προσθετέον δ’ὅτι Θεόπομπος ὁ κωμικὸς ἐν Παμφίλῃ σανδάλια εἴρηκεν, ἀλλ’ἐπὶ γυναικὸς Μένανδρος δὲ ἐν Μισογύνῃ καὶ σανδαλοθήκας οἶδε. 10.50ὑπεῖναι δὲ δεῖ ποδεῖα, πίλους, πέλλυτρα · οὕτω γὰρ τὰ ποδεῖα Σοφοκλῆς καλεῖ, τοὺς δὲ περὶ τοῖς ποσὶ πίλους οὐ Πλάτων μόνον ἐν Συμποσίῳ φήσας “ἐνειλιγμένων τοὺς πόδας εἰς πίλους καὶ ἀρνακίδας,” ἀλλὰ καὶ Κρατῖνος ἐν Μαλθακοῖς λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους. ἔξεστι δ’εἰπεῖν καὶ πλεκτοὺς πίλους, καὶ ἐπὶ τῶν ὀνομαζομένων οὐδώνων πίλους τριμίτους, Λυσίππου εἰπόντος ἐν Βάκχαις “ἀλλὰ τρίμιτός ἐστι ἐπίπλεκτος”. 10.51τὰ δὲ τῆς ἐσθήσεως εἴδη προειρηκώς, οὐκ ἂν δέοι μοι ἐνταῦθα πολυλογεῖν · οὐ τοίνυν οὐ δὲ δακτυλίους καὶ σφραγῖδας καὶ σφραγίδια χρὴ νῦν ἐπιλέγειν. ἀλλ’εἰ μὲν αἰωρήσει τῇ δι’ὀχημάτων χρῷτό τις περὶ τὴν ἕω, θέρους ὄντος, πρὶν ἢ τὸν ἥλιον περιφλέγειν, τὰ εἴδη τῶν ὀχημάτων ἰστέον, εἴθ’ἅρματα εἴτ’ὄχους εἴθ’ἁμάξας εἴτε ἀπήνας εἴτε λαμπήνας αὐτὰ προσήκει καλεῖν · 10.52ἔστι δὲ το- τοὔνομα ἡ λαμπήνη ἐν τῇ Σοφοκλέους Ναυσικάᾳ καὶ ἐν τοῖς Μενάνδρου Ἁλιεῦσιν. ἀλλὰ τὰ μὲν τῶν ὀχημάτων σκευοφόρα ἂν εἴη, τὰ δὲ ἐνθρόνια, τὰ δὲ εἰς τὸ ἐγκατακλῖναι ἐνεύναια, τὰ δὲ κατάστεγα καὶ στεγαστὰ καὶ καμάραι · οὕτω γὰρ Ἡρόδοτος ὠνόμασεν, Ξενοφῶν δὲ ἐν τῇ Παιδείᾳ τὸ ἐστεγασμένον μέρος τῆς ἁμάξης ὑποσημαίνων ἔφη “κατέκλιναν κατεκάλυψαν τὴν σκηνήν”. καὶ τὰ μὲν τετράκυκλα τὰ δὲ δίκυκλα. καὶ οὐδὲν δεῖ περὶ μερῶν ἐπιλέγειν, οἷον σῶτρα ἐπίσωτρα ἁψῖδας πλήμνας κνήμας παραξόνια κερκίδας παρακύκλους ἄξονας καὶ πάνθ’ὅσα τοιαῦτα, ἀλλὰ περὶ τούτων καθ’ἕκαστον προείρηται · 10.53μηνύειν δὲ ὅτι ζεῦγος πᾶν ἂν καλοῖτο τὸ ἐζευγμένον, καὶ εἰ τριῶν ὑποζυγίων ἢ καὶ τεττάρων εἴη, λέγοιτο δ’ἂν ζεύγη ὀρικὰ καὶ ζεύγη ἡμιονικὰ καί που καὶ ἱππικά. καὶ μονίππῳ δ’ἄν τις χρῷτο ἀνδρειοτέρᾳ κινήσει ἐπινεάζων. ἀλλὰ τοῖς μὲν ὀχήμασι ταπήτων δεῖ ἢ ἀμφιταπήτων ἢ προσκεφαλαίων ἢ στρωμάτων, ὡς καὶ τοῖς ἡνιόχοις κέντρων μαστίγων μυώπων ἐγκεντρίδων καὶ γὰρ ἐγκεντρίδας ἐπὶ τῇ τῶν ὑποζυγίων χρήσει Πλάτων ὁ κωμικὸς εἴρηκεν ἐν Ἑορταῖς ἐπὶ δὲ τοῖς μονίπποις δέοιτ’ἄν τις ἔχειν σάγην, ἔποχον, ἔφιππον, κημούς, φιμούς, ψάλια, χαλινούς, πνιγέας καὶ γὰρ τὸν πνιγέα ἐπὶ ἵππου Ἀριστοφάνης ἐν Ἀναγύρῳ λέγει φάλαρα, παρώπια, ἀνθήλια. 10.54καὶ ἐγκεντρίδας δὲ, ἃς τοῖς ποσὶ κατὰ τὰς πτέρνας οἱ ἱππεύοντες περιεδοῦντο · Φερεκράτης εἴρηκεν ἐν Δουλοδιδασκάλῳ. παρὰ δὲ Κράτητι ἐν ταῖς Τόλμαις καὶ “ἀστραγαλωτή τις μάστιξ” ὠνόμασται. 10.55τῶν δ’ἱππικῶν σκευῶν ψήκτρα, σωρακίς, ἡνία, φορβειά, κεκρύφαλος, ῥυτήρ ῥυταγωγεύς, ἀγωγεύς · ὁ γοῦν Στράττις ἐν Χρυσίππῳ λέγει πρόσαγε τὸν πῶλον ἀτρέμα, προσλαβών τὸν ἀγωγέα βραχύτερον · οὐχ ὁρᾷς ὅτι ἄβολός ἐστιν; τὴν δὲ ψήκτραν οὐ μόνον Ἀριστοφάνης ἐν Ἀναγύρῳ εἴρηκεν, ἀλλὰ καὶ Σοφοκλῆς ἐν Οἰνομάῳ διὰ ψήκτρας σ’ὁρῶ ξανθὴν καθαίρονθ’ἵππον αὐχμηρᾶς τριχός. 10.56ὁ μέντοι Πλάτων ὁ κωμικὸς ἐν Κλεοφῶντι μάραγναν τὴν μάστιγα ὠνόμασεν. ἐκαλοῦντο δέ τινες καὶ αὐλωτοὶ φιμοὶ διὰ τὸ κώδωνας ἔχειν προσηρτημένους, οἷς ἐγχρεμετίζοντες οἱ ἵπποι ἦχον ἐποίουν προσόμοιον αὐλῷ. καὶ σπάθην μὲν καὶ χιλωτῆρα καὶ στόμια καὶ ὑποστόμια καὶ στομίδας καὶ ἐχίνους καὶ τρόχους καὶ δακτυλίους καὶ σκληροὺς καὶ μαλακοὺς χαλινοὺς ἔχεις ἐν τοῖς ἱππικοῖς, στόμια δὲ πριονωτὰ ἐν Ἀναγύρῳ ἔφη Ἀριστοφάνης. 10.57εἰ δὲ ἀπὸ τῆς αἰωρήσεως ἢ καὶ ἀπό τινος περιπάτου ἐν στοᾷ ἢ δρόμῳ ἢ ἄλσει γενόμενος ἐπὶ τὴν πρὸς τὰ βιβλία συνουσίαν τις τρέποιτο, ὥρα αὐτῷ ἔχειν βιβλία, χάρτας, ἰττέλας, διφθέρας, γραμματεῖα γραμματείδια, δέλτους δελτία, ὡς εἰπεῖν γραμματείδιον δίθυρον ἢ τρίπτυχον ἢ καὶ πλειόνων πτυχῶν, ἢ καθ’Ὅμηρον πίνακα πτυκτόν · 10.58καὶ Ἀριστοφάνης δὲ ἐν Θεσμοφοριαζούσαις ἔφη πινάκων ξεστῶν δέξασθε σμίλης ὁλκούς, κήρυκας ἐμῶν μόχθων. καὶ πινακίδας ἂν εὕροις εἰρημένας ἐν ταῖς Φιλυλλίου Πόλεσιν · λέγει γέ τοι δωρίζων ἐς τὰς πινακίδας διαμπερέως, ὅτι κα- κἂν λέγοι τὰ γράμματα ἑρμηνεύς. ὁ δὲ ἐνὼν τῇ πινακίδι κηρὸς ἢ μάλθη ἢ μάλθα · Ἡρόδοτος μὲν γὰρ κηρὸν εἴρηκεν, Κρατῖνος δὲ ἐν τῇ Πυτίνῃ μάλθην ἔφη, Ἀριστοφάνης δὲ ἐν τῷ Γηρυτάδῃ τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον. 10.59οὐ μὴν ἀγνοητέον ὅτι τὸν ἐπιτήδειον εἰς τὸ κατασημαίνεσθαι κηρὸν οἱ παλαιοὶ ῥύπον ὠνόμαζον, καὶ ῥύπους ἐν Λυσιστράτῃ Ἀριστοφάνης · καὶ μηδὲν οὕτως εὖ σεσημάνθαι τὸ μὴ οὐχί τοὺς ῥύπους ἀνασπάσαι. τῷ δὲ παιδὶ δέοι ἂν προσεῖναι γραφεῖον, παραγραφίδα, καλαμίδα, πυξίον · εἴρηται μὲν γὰρ καὶ ἐπὶ ζῳγράφου το- τοὔνομα ἐν Ἀναξανδρίδου Ζῳγράφοις ἢ Γεωγράφοις ἑκατέρως γὰρ ἐπιγράφεται τὸ δρᾶμα “πυξίον λαβὼν κάθου,” οὐδὲν δὲ κωλύει καὶ εἰς ταύτην αὐτὸ τὴν χρῆσιν τὴν ἐπὶ τῷ γράφειν ὑφ’ἡμῶν ἄγεσθαι, ἐπεὶ καὶ Ἀριστοφάνης οὕτω κέχρηται. 10.60προσθετέον δὲ τοῖς εἰρημένοις μέλαν, μελανοδόχον, καλάμους. εἰ δὲ καὶ τὸ ἀναλογεῖον ἐθέλοις προσονομάζειν, οὕτω μὲν ἐπὶ τοῦ τοῖς βιβλίοις ὑποκεισομένου παρ’οὐδενὶ τῶν κεκριμένων εὗρον, Ἀθήνησι δὲ ἦν ὑπὲρ ὑδρείου τινός, οὗ τὸ ὕδωρ ἐπεξεχεῖτο, ποίημα καὶ ἀνάθημα Διογένους, ὃ καὶ Διογένειον ἀναλογεῖον ἐκαλεῖτο. παρὰ μέντοι Ἐρατοσθένει ἐν τοῖς περὶ κωμῳδίας, ὡς ἔχοιμέν τινα τοῦ ὀνόματος τοῦδε ἀποστροφήν, εὕροις ἂν το- τοὔνομα ἐπὶ τοῦ σκεύους τοῦ τοῖς βιβλίοις χρησίμου. 10.61δικάζειν μὲν οὖν ὁπότε δέοι, σκεύη ἂν εἴη δικαστικὰ κλεψύδρα καὶ προχοίδιον καὶ δίσκοι καὶ ψῆφοι, καὶ ἡλίσκος ἐπικρούειν τὴν κλεψύδραν · τὸν γὰρ ἧλον καὶ ἡλίσκον ἐν Ἥρωσιν Ἀριστοφάνης κέκληκεν. οὕτω γὰρ τὰ Ἀττικά · κημοὶ καὶ καδίσκοι καὶ ἐχῖνοι. κιβώτια δ’ἴσως γραμματοφόρα καὶ γραμματεῖα καὶ κάλαμοι γραφεῖς, καὶ κληρωτήριον · εἰ γὰρ καὶ ἐπὶ τοῦ τόπου ἔοικεν εἰρῆσθαι το- τοὔνομα ἐν τῷ Γήραι Ἀριστοφάνους, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀγγείου ἂν ἐναρμόσειεν. 10.62ἐπὶ δὲ γυμνάσιον ἐντεῦθεν τραπομένῳ λήκυθος ἐλαιηρά τις ἔστω ἢ καὶ ληκύθιον, καὶ στλεγγίδες. καὶ ξυστίδας δ’αὐτὰς ἄν τις εἴποι · ἔντε γὰρ ταῖς Ἐπιχάρμου Νήσοις εὕρηται το- τοὔνομα, καὶ Δίφιλός που ἐν Κιθαρῳδῷ ἀνδρὶ εἴρηκεν λήκυθον ξύστιντ’ἔχεις; ἐγὼ δὲ καὶ ξύστραν. καὶ αὐτοληκύθους δέ τινας Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος ὀνομάζει, οὓς σαφέστερον ἄν τις ἐν τῷ Ἀντιφάνους Ἀθάμαντι κεκλῆσθαι λέγοι, εἰπόντος χλαμύδα καὶ λόγχην ἔχων, ξυνακόλουθος, ξηρός, αὐτολήκυθος. 10.63καὶ μέντοι τῶν ἐν αὐτῷ τῷ βαλανείῳ σκευῶν ὀνόματα ἀσάμινθος, πύελος, κρουνός, ἀρύταινα, ἀρύβαλλος, κατάχυτλον, Ἀριστοφάνους μὲν εἰπόντος βαλανεὺς δ’ὠθεῖ ταῖς ἀρυταίναις, καὶ αὖ πάλιν εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ, Εὐπόλιδος δ’ἐν Χρυσῷ γένει ἀλλ’ὦ φίλε Ζεῦ κατάχυτλον τὴν ῥῖν’ἔχεις. πύελον δ’ὁμοίως ἐν Ταξιάρχοις ὅστις πύελον ἥκεις ἔχων καὶ χαλκίον ὥσπερ λεχὼ στρατιώτης ἐξ Ἰωνίας · καὶ γὰρ τὸ χαλκίον ἕν τι τῶν λουτρῶν, ὥσπερ καὶ λέβης καὶ τρίπους ὁ ἐμπυριβήτης. 10.64ἀσάμινθον δ’Ὅμηρος, ἔς ῥ’ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο · καίτοι ἔν γε τοῖς Κρατίνου Ἥρωσι τὴν ἀσάμινθον κιβωτὸν νοοῦσιν, ἔνιοι δὲ ἔκπωμα. τῶν δὲ γυμνασίοις προσηκόντων σκευῶν καὶ σάκτας ἐστὶ καὶ μάρσιπος καὶ σάκκος, καὶ κυνοῦχος ὑποδέξασθαι τὰ ἱμάτια, καί που καὶ συρία καὶ σύρα ἡ ἄκναπτος, καὶ κύνεως σπυρίς, καὶ ἁλτῆρες καὶ τροχοὶ καὶ δίσκοι καὶ ἀποτομάδες καὶ ὠμόλινον, οὐ Κρατίνου μόνον εἰπόντος τὸ ὠμόλινον, ἀλλὰ καὶ Αἰσχύλου ἐν Προμηθεῖ Πυρκαεῖ λινᾶ δέ, πίσσα καὶ ὁμολίνου μακροὶ τόνοι. 10.65εἰσελθόντι δὲ μετὰ γυμνάσιον, εἰ καὶ πρὸ τοῦ πιεῖν θυτέοντε καὶ σπειστέον, θυμιατήριον ἄν τις σοι προσκομίζοι · τὸ δ’αὐτὸ καὶ ἐσχάριον, οἶμαι, καλεῖται, ὥς που ἀμέλει ὁ μείζων βωμὸς ἐσχάρα. καί που καὶ σπονδεῖον, ᾧ τὸν οἶνον ἐπισπένδεις, καὶ λοιβεῖον, ᾧ το- τοὔλαιον · καὶ σφαγεῖον, εἰ θύεις, ὃ ὑφέξει τις τῷ τῶν ἱερείων αἵματι. καὶ κανοῦν δὲ ἀναγκαῖον ὑπεῖναι καὶ χέρνιβας καὶ χερνιβεῖον, εἰπόντος Ἀντιφάνους ἐν Βουσίριδι καὶ τὸ χερνίβιον πρῶτον · ἡ πομπὴ σαφής. 10.66τραπομένῳ δ’ἐπὶ τὸ πίνειν, ἵνα μὲν τὸ ὕδωρ θερμαίνεται, θερμαντῆρες θερμαστρίς θέρμαυστρις, χαλκία θερμαντήρια, ἐσχαρίδες, λέβητες λεβητάρια ἰπνολεβήτια · ἐκπώματα δὲ καὶ ἐκπωμάτια καὶ ποτήρια καὶ κώθωνες καὶ κότυλοι καὶ κοτυλίσκοι καὶ φιάλαι καὶ κύλικες καὶ κυλίσκαι καὶ κυλίσκια καὶ σκύφοι καὶ τὰ πολλὰ εἴδη τῶν ἐκπωμάτων ἐστὶ προειρημένα. 10.67προσθετέον δὲ τὰς ἐν Θρᾴτταις Κρατίνου πέλικας, ἢ κύλικας ἢ προχοίδια εἶναι δοκούσας, καὶ τὴν ἐν Ἀριστοφάνους Σκηνὰς καταλαμβανούσαις λήκυθον τὴν ἑπτακότυλον, τὴν χυτρίαν, τὴν καλὴν ἣν ἐφερόμην ἵν’ἔχοιμι συνθεάτριαν · εἴρηται γὰρ νῦν ἐπὶ ἐκπώματος, ὥσπερ καὶ τὸ παρὰ τῷ Κρατίνῳ ἐν Πυτίνῃ οἰνηρὸν ὀξύβαφον, καὶ τὸ ἐν Ἀντιφάνους Μύστιδι, ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν. 10.68ἐν δὲ Ἀχαρνεῦσιν Ἀριστοφάνους ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων. τὸ δὲ καλούμενον κυρίλλιον πρὸς τῶν Ἀσιανῶν βομβύλιον μὲν Ἀντισθένης εἴρηκεν ἐν τῷ Προτρεπτικῷ, οἱ δὲ καὶ σύστομον αὐτὸ ὀνομάζουσιν. τὸ δὲ σύστομον ὄνομα φιλήματός ἐστιν ἐν τοῖς Τηλεκλείδου Ἀψευδέσι μετ’ἄλλων πολλῶν εἰρημένον · μήποτ’οὖν βέλτιον στενόστομον αὐτὸ καλεῖν, εἴρηται δὲ το- τοὔνομα ἐπὶ ἀμφορέως ἐν σατυρικῷ δράματι Κήρυξι τοῖς Αἰσχύλου στενόστομον τὸ τεῦχος. 10.69ἔξεστι δὲ τὴν τράπεζαν, ἐφ’ᾗ τὰ ἐκπώματα κατάκειται, τετράπουντε τράπεζαν εἰπεῖν καὶ μονόπουν, καὶ εἴ τις βούλοιτο φιλοτιμεῖσθαι πρὸς τὴν καινότητα τῆς χρήσεως, τραπεζοφόρον. οὐκ ἐπὶ τούτου μὲν γὰρ εὗρον το- τοὔνομα ἐν τοῖς Ἀριστοφάνους Γεωργοῖς · ἐπεὶ δ’οὖν εἴρηται ὁ τραπεζοφόρος, ἔστι καταχρῆσθαι τῷ ὀνόματι ἐκεῖ ῥηθέντι ἐπὶ τοῦ τὴν τράπεζαν φέροντος, ᾗ ἐπῆσαν τοῖς ἄρχουσιν αἱ μυρρίναι. 10.70τούτοις δὲ προσακτέον τὰ τῶν οἴνων ἀγγεῖα, οἰνοφόρα, ἀκρατοφόρα, ἀμφορεῖς καὶ ἀμφορίσκους, κάδους καὶ καδίσκους · Ἀνακρέων γοῦν ἔφη οἴνου δ’ἐξέπιον κάδον, καὶ Ἡρόδοτος καὶ φοινικηίου οἴνου κάδον, Κρατῖνος δ’ἐν Πυτίνῃ τοὺς μὲν ἐκ προχοιδίου, τοὺς δ’ἐκ καδίσκου. ἀλλὰ μὴν καὶ μετρητὴν τὸν ἀμφορέα κεκλῆσθαί φησιν ἐν τῇ Δωδεκάτῃ Φιλύλλιος σοὶ μὲν οὖν τήνδ’ἀμφορεῦ δίδωμι τιμήν, πρῶτα μὲν τοῦτ’αὔτ’ἔχειν ὄνομα μετρητὴν μετριότητος οὕνεκα. 10.71καὶ Δημοσθένης δὲ ἐν τῷ πρὸς Φαίνιππον οἴνου μετρητὰς ἔφη. Φιλόχορος δὲ ἐν τῇ Ἀτθίδι παρὰ τοῖς παλαιοῖς φησὶ τὸν ἀμφορέα καλεῖσθαι κάδον καὶ τὸ ἡμιαμφόριον ἡμικάδιον · Ἐπίχαρμος μέντοι ἐν Φιλοκλίνῃ διακρίνειν ἔοικε κάδον καὶ ἀμφορέα, εἰπὼν οὔτ’ἐν κάδῳ δηλοίμην οὔτ’ἐν ἀμφορεῖ. ἐκ δὲ τῶν οἰνοφόρων ἀγγείων ἀσκὸς καὶ ἀσκίδιον, ὡς ἐν Ἀχαρνεῦσιν Ἀριστοφάνης ἔφη, καὶ πυτίνη, καὶ λάγυνος καὶ λαγύνιον · 10.72Δίφιλος δ’ἄμφω λέγει, τὸ μὲν ἐν τῇ Ἑκάτῃ πολλάκις, τὸ δὲ λαγύνιον ἐν Ἀδελφοῖς. καὶ κρατὴρ καὶ κρατηρίδιον καὶ κρατήριον, καὶ στάμνος καὶ σταμνίον. καὶ ἔνιοι μὲν οὕτως οἴονται καλεῖσθαι μόνον τὸ Θάσιον, Ἀριστοφάνης δὲ ἐν Τελμισσεῦσι λέγει οἴνουτε Χίου στάμνον ἥκειν καὶ μύρον · καὶ οὐ μόνον ἐπὶ τοῦ Χίου τὸν στάμνον εἴρηκεν, ἀλλὰ καὶ ἐπὶ τοῦ Θασίου ἐν τοῖς Ἀχαρνεῦσι […] “τὰ Θάσι’ἀμφορείδια”. 10.73Εὔπολις δ’ἐν τῷ Μαρικᾷ καὶ σταμνάριον εἴρηκεν. ἐν δὲ τούτοις ὀνομάζεται καὶ βίκος καὶ κοτύλη καὶ χοῦς · ἔνιοι μέντοι τὸν χοῦν καὶ πελίκην κεκλῆσθαι νομίζουσι, καὶ εἶναι το- τοὔνομα Βοιωτιόν. ἀλλὰ καὶ ἀσκοπυτίνη · καὶ γὰρ τοῦτ’ἄν τις εὕροι ἐν Ἀντιφάνους Μελεάγρῳ. “ἀσκοπυτίνην τινὰ δίψους ἀρωγόν” · καὶ Μένανδρος δ’ἐν Καρχηδονίῳ κέχρηται τῷ ὀνόματι. ἐν δὲ τοῖς ἀγγείοις τάττοιντ’ἂν καὶ ἃς εἴρηκεν Ἀριστοφάνης ἐν Ὁλκάσιν ὕρχας οἴνου ἐν δὲ τῷ Γήραι ἐφ’ὑδρίαν δανείζειν πεντέχουν ἢ μείζονα, ὥστ’οὐ μόνον ὕδατος ἀλλὰ καὶ οἴνου ἂν εἴη ἀγγεῖον ἡ ὑδρία, ἣν καὶ φιδακνίδα ἄν τις εἴποι καὶ φενακνίδα, ὡς ἐν τοῖς Δημιοπράτοις, τάχα δὲ καὶ πλημοχόην · 10.74ἔστι δὲ κεραμεοῦν ἀγγεῖον, οὐκ ἔχον ὀξὺν τὸν πυθμένα ἀλλ’ἑδραῖόντε καὶ στάσιμον, ᾧ χρῶνται τῇ τελευταίᾳ τῶν μυστηρίων, ἣν ἀπ’αὐτοῦ καλοῦσι πλημοχόην. ἐν τούτοις δ’ἔστι καὶ ψυκτήρ. 10.75ᾧ δὲ δεῖ ἀρύεσθαι τὸν οἶνον, ἔστιν ἀρυστὴρ καὶ ἀρύστιχος καὶ κύαθος καὶ οἰνοχόη καὶ οἰνήρυσις καὶ ἔφηβος καὶ λεπαστή · ὅτι δὲ ἡ λεπαστὴ οὐκ ἔκπωμα μόνον ἐστὶν ἀλλὰ καὶ οἰνοχόη, σαφὲς Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ ποιεῖ · “περιέφερε δὲ κύκλῳ λεπαστὴν ἡμῖν ταχὺ προσφέρων παῖς, ἐνέχειτε”. ἔστι δ’ἐν τούτοις καὶ ὁ σίφων, καὶ τὸ παρ’Ἀριστοφάνει γευστήριον · τρέχ’ἐς τὸν οἶνον ἀμφορέα κενὸν λαβών τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον. ἐκ δὲ τούτων καὶ ἡ χώνη, ὅταν εἴπῃ Φερεκράτης ἐν Πετάλῃ κύλικα τοίνυν μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης · καὶ ὁ τρύγοιπος, καὶ ὁ σάκος ἐπὶ τοῦ τρυγοίπου εἰρημένος, καὶ ὁ ὑλιστήρ. Ἱππῶναξ δέ φησι στάζουσιν ὡσπερεὶ τροπηίον σάκκος. 10.76καὶ μὴν ὅτῳ φίλον ἀποβλύζειν πιόντι καὶ ἐξεμεῖν, ὅπερ οἱ πολλοὶ ἀποκοτταβίζειν καλοῦσιν, εὐτρεπιστέα τούτῳ λεκάνη τις ὑποδέξασθαι τὸ ἐπαναπλέον τοῦ ποτοῦ · καὶ γὰρ ἵνα ἐξεμοῦσι, καὶ τοῦτο λεκάνην ὠνόμαζον, ὡς Κρατῖνος μὲν ἐν Ὥραις ἔφη μῶν βδελυγμία σ’ἔχει; πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω. Πολύζηλος δὲ ἐν Δημοτυνδάρεῳ λεκανίῳ γάρ πρῶτον μὲν ἐναπονίψεις, ἐνεξεμεῖς, ἐνεκπλυνεῖς, ἐναποβάσεις κυανία. ὥστε καὶ λεκάνιον τουτὶ τὸ ἀγγεῖον κλητέον. ἔξεστι δ’αὐτὸ καὶ λέβητα καὶ λεβήτιον καλέσαι. καὶ σκάφην εἶπεν ἐν τῷ Ἀναγύρῳ Ἀριστοφάνης · “καὶ ἡμισκάφης δ’ὡς ἐν τι ἐμποδιλονίων ἐμοῦμαι”. 10.77τα- ταὐτὸν δ’ἄν τις εἴποι τοῦτο καὶ περὶ ἐκείνου τοῦ σκεύους ᾧ τοὺς πόδας ἐναπονιπτόμεθα · λεκάνηντε γὰρ αὐτὸ ὀνομαστέον καὶ λέβητα, Ὁμήρου εἰπόντος γρηῢς δὲ λέβηθ’ἕλε παμφανόωντα, τῷ πόδας ἐξαπένιπτε. ἔξεστι δὲ καὶ σκάφην ὀνομάσαι κατ’Αἰσχύλον που σκάφην εἰπόντα ἐν Σισύφῳ καὶ νίπτρα δὴ χρὴ θεοφόρων ποδῶν φέρειν. 10.78λεοντοβάμων ποῦ σκάφη χαλκήλατος; καλεῖται μέντοι καὶ ποδανιπτὴρ οὐ παρ’Ἡροδότῳ μόνον ἀλλὰ καὶ ἐν Διοκλέους Βάκχαις · ὑδρία τις ἢ χαλκοὺς ποδανιπτὴρ ὁ λέβης. τὸ δὲ ἀπ’αὐτοῦ ὕδωρ νίπτρον ἢ λούτριον ἢ ποδάνιπτρον, ὡς ἐν Ἥρωσιν Ἀριστοφάνης λέγει. ἰστέον δὲ ὅτι τὴν λεκάνην πέλλην οἱ τραγῳδοὶ καλοῦσιν, οἱ δ’Αἰολεῖς πελίκαν, μάλιστα τὴν ξυλίνην, ἀπὸ τοῦ πεπελεκῆσθαι · ἵνα δὲ ἀποπλύνεται τὰ ἐκπώματα, ὁλκαῖον, τάχα δὲ καὶ λουτήριον. 10.79τὸ δ’ὑπόθημα αὐτοῦ τάχα καὶ ὑπόστατον κλητέον, ὡς ἐν τοῖς Δημιοπράτοις εὑρίσκεται το- τοὔνομα ἐπὶ πάντων ὑποθημάτων, ἴσως δὲ καὶ καθ’Ὅμηρον ὑπόκυκλον, εἰπόντα χρυσέα δέ σφ’ὑπόκυκλα ἑκάστῳ πυθμένι θῆκεν. τὸν δὲ πυθμένα καὶ πύνδακα ἄλλοιτε καὶ Φερεκράτης ἐν Λήροις · λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακ’εἰσέκρουσεν. Ἀριστοφάνης γοῦν ἐν Δράμασιν ἢ Κενταύρῳ “ἐκκρουσαμένους τοὺς πύνδακας” εἴρηκεν, τὴν δ’ἀπύθμενον κύλικα ἐν Τριπτολέμῳ Σοφοκλῆς ἀπυνδάκωτον ὠνόμασεν · ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ. 10.80ἡ δὲ ὑποκειμένη τοῖς ὄψοις τράπεζα καὶ τρίπους ἂν καλοῖτο · εἴρηκε γοῦν Ἀριστοφάνης ἐν Τελμισσεῦσι καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι; καὶ ἐν Ἐκκλησιαζούσαις καὶ τὼ τρίποδ’ἐξένεγκε καὶ τὴν λήκυθον. εἴρηνται δὲ οἱ τρίποδες καὶ παρὰ Ξενοφῶντι ἐν τῇ Ἀναβάσει, ὥσπερ καὶ τριπόδια, ὡς ἐν Ἱπποκόμῳ Μενάνδρου τὰ δ’ἐκ μέσου τριπόδια καὶ τραγήματα. 10.81τὸ δ’ἐπίθημα τοῦ τρίποδος κύκλον καὶ ὅλμον προσήκει καλεῖν, ἐπεὶ καὶ τοῦ Δελφικοῦ τρίποδος τὸ ἐπίθημα, ᾧ ἐγκάθηται ἡ προφῆτις, ὅλμος καλεῖται, ὡς τὰ μέσα τοῦ ἐμπύρου τρίποδος γάστρα καθ’Ὅμηρον, ἐν δὲ τοῖς Δημιοπράτοις καὶ τράπεζά τις μονόκυκλος πέπραται. καὶ μὴν καὶ τὰ ἐπιτιθέμενα τοῖς τρίποσι τράπεζαι καλοῦνται, καὶ μαγίδες, ὅστις χρῆσθαι βούλοιτο τῷ ὀνόματι κυρίως ῥηθέντι ἐπὶ τῆς μάκτρας ἢ ἐπὶ τῆς τὰ ἱερὰ δεῖπνα ἢ τὰ πρὸς θυσίαν φερούσης, ὡς παρὰ Σοφοκλεῖ εἴρηται “τὰς Ἑκαταίας μαγίδας δόρπων”. 10.82Κρατῖνος δ’ἐν Βουσίριδι εἴρηκεν ὁ βοῦς ἐκεῖνος κα- χἡ μαγὶς καὶ τα- τἄλφιτα. παρὰ μέντοι Ἐπιχάρμῳ ἐν Πύρρᾳ ἢ Προμηθεῖ καὶ κατὰ τὴν ἀνθρωπίνην χρῆσιν εἴρηται, “κύλικα μαγίδα λύχνον”. σκεύη δὲ τραπεζῶν τὰ πρὸς τροφῆς ὑπηρεσίαν κύκλοι, τεύχη, χεύματα, κοῖλοι πίνακες, πίνακες ἐκπέταλοι ἢ ὕπτιοι ἢ κυκλοτερεῖς, καί που καὶ πινακίσκοι τινὲς ἰχθυηροί. Ἀριστοφάνης δ’ἔοικε διαιρεῖν τινὰς ἀπύρους καὶ ἐμπύρους πινακίσκους, ὡς ὅταν φῇ ἐν Τελμισσεῦσι “πινακίσκον ἄπυρον ἰχθυηρόν”. 10.83τάχα δ’εἴποι τις ἂν καὶ πινάκια · οὐ φαῦλον γὰρ χρῆσθαι τούτῳ τῷ ὀνόματι. ἐπὶ μὲν γὰρ τῶν ὀψοφόρων σκευῶν οὐ μέμνημαι παρά τινι εὑρών, ἐπὶ δὲ τῶν παρὰ ζῳγράφοις Ἰσοκράτους εἰπόντος τὰ πινάκια, οὐδὲν κωλύει ὑποκόρισμα τῶν πινάκων εἶναι δοκοῦν το- τοὔνομα κατὰ τὴν ὑπὸ τῆς συνηθείας γνῶσιν εἰς χρῆσιν ἐλθεῖν, ἐπεὶ καὶ οἱ πίνακες αὐτοὶ οὐ μόνον τὸ ὑπὸ τοῖς ὄψοις δηλοῦσιν ἀγγεῖον, ἀλλὰ καὶ δέλτον παρ’Ὁμήρῳ καὶ σανίδα ἄλυτον καί που καὶ τὰ τῶν ζῳγράφων πινάκια, ὡς καὶ ἐν τοῖς Δημιοπράτοις ἔστιν εὑρεῖν, “καὶ πίναξ ποικίλος ἀπ’ὀροφῆς, καὶ πίναξ ἕτερος γεγραμμένος”. 10.84ἐκεῖ δέ που καὶ πίνακες μαζηροὶ πέπρανται, ἐν δ’Ἀντιφάνους Ἀφροδίτης Γοναῖς καὶ πινακίσκιον ἔστιν εἰρημένον. τοῖς δ’ἀγγείοις προσαριθμητέον λεκάνας λεκάνια λεκανίδια λεκανίδας λεκανίσκας, κάναστρα, μαζονομεῖα, τὰ μὲν μαζονομεῖα Ἀριστοφάνους εἰπόντος ἐν Ὁλκάσι, τὰ δὲ κάναστρα τοῦ ποιήσαντος τοὺς Κεραμέας, οὕς τινες Ἡσιόδῳ προσνέμουσιν · 10.85λέγει γοῦν εὖ δὲ περανθεῖεν κότυλοι καὶ πάντα κάναστρα · γίνεται δ’οὐ κεράμεα μόνον ἀλλὰ καὶ ἄλλης ὕλης, ὥσπερ οἱ κότυλοι ὅτι καὶ ἀργυροῖ ἐγίνοντο, ἱκανὸς μηνῦσαι Ἀριστοφάνης ἐν Βαβυλωνίοις εἰπὼν δεῖ διακοσίων δραχμῶν. πόθεν οὖν γένοιντ’ἄν; τὸν κότυλον τοῦτον φέρε. τὰ μέντοι κάναστρα φελλώδεις τινὲς πινακίσκοι εἶναι δοκοῦσιν, ἀφ’ὧν καὶ τὸ ἐκκενῶσαι ἢ ἐκπιεῖν κανάξαι λέγουσι καὶ ἐκκανάξαι, ὡς καὶ Εὔπολις ἐν τοῖς Φίλοις “τὴν δ’αὐτὸς ἐκκανάξει”. 10.86ἐν δὲ τοῖς Δημιοπράτοις οὐ κάναστρον μόνον ἀλλὰ καὶ κάνυστρον εὑρίσκομεν. ἐμβάφια, λεκάνια, τρύβλια, ὀξύβαφα ὀξυβάφια · οὐ γὰρ μόνον ἐπὶ τῶν κοτταβικῶν εἴρηται τὰ ὀξύβαφα, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς τὴν ἐδώδιμον χρείαν, ὡς ἐν Ὄρνισιν Ἀριστοφάνης ὀξύβαφον ἐντευθενὶ προσθοῦ λαβὼν ἢ τρύβλιον, κα- κἀν ταῖς Φρυνίχου Μούσαις κα- κἀν ὀξυβάφω χρεῖσθαι τρεῖς χοίνικας ἢ δύ’ἀλεύρων. καὶ λεκίδα δὲ Ἐπίχαρμος εἴρηκεν ἐν Ἥβης γάμῳ, “λεκίδα κα- κἐμβάφια δύο,” ἐν δὲ Σκίρωνι καὶ πηλίνων λεκίς · 10.87ἐν δὲ τοῖς Δημιοπράτοις λέκος εὑρίσκομεν, Ἱππώνακτος εἰπόντος κα- κἄλειφα ῥόδινον ἡδὺ καὶ λέκος πυροῦ. Ἱπποκράτης δὲ ἐν τῷ πρὸς τὰς Κνιδίας δόξας λεκίσκον εἴρηκεν. τὰς δὲ παροψίδας, ἡ μὲν πλείστη χρῆσις ἐλέγχει το- τοὔνομα ἐπὶ μάζης ἢ ζωμοῦ τινὸς ἢ ἐδέσματος εὐτελοῦς, ὃ ἔστι παροψήσασθαι, τεθέν · 10.88οὐ μὴν ἀλλὰ κα- κἀπὶ τὸ ἀγγεῖον ἑλκτέον τὴν κλῆσιν · οὐ γὰρ ἄχθομαι τὰ συνήθη τῶν ὀνομάτων, κα- κἂν παρά τινι τῶν ἧττον κεκριμένων εὕρω, παράγων εἰς χρῆσιν, ἐπειδὰν ἔχω τὴν πρὸς τὸν εἰπόντα ἀποστροφήν. τὸ μὲν γὰρ ἐν τῷ Μεταγένους Φιλοθύτῃ ὡς ἄν πολλαῖσι παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ θέατρον οἶδ’ὅτι ἔστιν ἀμφίβολον · τὸ δὲ ἐν τῇ Ἀντιφάνους Βοιωτίᾳ σαφέστατα ἐπὶ τοῦ ἀγγείου ἐστὶν εἰρημένον, καλέσαςτε παρατίθησιν ἐν παροψίσιν βολβούς. καὶ κυλίχνας δὲ ἀγγεῖον ὀψοφόρον ἐν Ταγηνισταῖς δόξειεν ἂν Ἀριστοφάνης λέγειν εἰπὼν τὸ δ’ἔτνος ἐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο παφλάζον. 10.89χρηστέον δὲ καὶ μυστίλαις ἢ μυστίλοις ἢ γλώτταις ἢ μυστιλαρίοις ἢ κοχλιωρύχοις ἢ λιστρίοις, καὶ μαχαίρᾳ ἢ μαχαιρίῳ ἢ μαχαιρίδι. ἡ μαχαιρὶς μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῆς κουρίδος · ἀλλ’ὅταν Φερεκράτης ἐν Κραπαταλοῖς φῇ μαχαιρίδ’ἆρ’ἐνέθηκας; οὔ. τί μ’εἴργασαι; ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα, ἀνὴρ γέρων ἀνόδοντος, ἀπὸ τῆς μαχαίρας τῷ μαχαιρίῳ καὶ τῇ μαχαιρίδι χρηστέον · 10.90ἐν δὲ τοῖς Δημιοπράτοις εὑρήκαμεν μαχαίρια ἐλεφάντινα καὶ μαχαίρια κεράτινα. καὶ χέρνιβα δὲ καὶ λέβητας καὶ πρόχους καὶ χερνίβιον, ἀναγκαῖα καὶ ταῦτα, ἐκ τῆς παρ’Ὁμήρῳ χρήσεως, χέρνιβα δ’ἀμφίπολος πρόχοόντ’ἐν χερσὶν ἔχουσα. ῥητέον δ’αὐτὸ καὶ χειρόνιπτρον, Εὐπόλιδος εἰπόντος ἐν Κόλαξι “φροῦδον τὸ χειρόνιπτρον”. οἷς ἐπακτέον καὶ σπόγγους καὶ σπογγίας. ἐπὶ δὲ τούτοις κανᾶ καὶ κάνητα καὶ κανήτια. καὶ κανίσκια μὲν Φερεκράτης ἐν Ἥρωσιν εἶπεν ὁ κάνης δὲ τῆς κοίτης ὑπερέχειν μοι δοκεῖ · 10.91Ἀριστοφάνης δ’ἐν μὲν Ἀχαρνεῦσι κάνητος, ἐν δὲ Γηρυτάδῃ “ἄλλος δ’εἰσέφερε πλεκτῷ κανισκίῳ ἄρτων περίλοιπα θρύμματα”. καὶ κανοῦν δὲ ἀρτοφόρον. εἴποις ἂν καὶ κίστην ὀψοφόρον, ὅθεν καὶ μήτηρ δ’ἐν κίστῃ ἐτίθει περικαλλέ’ἐδωδήν. καί που καὶ κοίτην, ὡς ἔντε τοῖς Βάπταις Εὐπόλιδος ἀλλὰ τὰς κοίτας γ’ἔχουσι πλουσίως σεσαγμένας, καὶ ἐν Φερεκράτους Μυρμηκανθρώποις ἀλλὰ καὶ τὰς κοίτας οἱ ἐν ἐμοῖν ἀποβανθ’ἃ μέλλομεν ἀριστῆσιν. 10.92ἐν δὲ τῇ Ἴωνος Ἀλκμήνῃ ὁ εἰς τὴν τῆς τροφῆς παρασκευὴν θύλακος σάγη ὠνόμασται. καὶ σπυρίδα δὲ ὀψωνιοδόκον πλεκτὴν ὄψων σχοῖνον ἐν Ἀμφιάρεῳ Ἀριστοφάνης ἔφη · ἐν δὲ Ἀχαρνεῦσι σπυρίδιον, ὃ καὶ πλέκος εἴρηκε παρατραγῳδῶν. καὶ τὰ μὲν τῶν ἡδυσμάτων ἀγγεῖα ἐρεῖς κυψέλας, ὀξίδας, καὶ τὴν ἐλαιηρὰν ἐπίχυσιν, ἣν Εὔπολις μακρὸν χαλκίον ὠνόμασεν. καὶ Ἀριστοφάνης δ’ἐν Ἀχαρνεῦσιν ἔφη κατάχει σύ, παῖ, το- τοὔλαιον ἐκ τοῦ χαλκίου. τὸ δὲ ὄνομα ἡ ἐπίχυσις εἴρηται ἐν Ἀριστοφάνους Δαιταλεῦσιν · 10.93ἐν δὲ Ταγηνισταῖς ὠνόμασταί τι καὶ μελιτηρὸν ἄγγος. εἴποις δ’ἂν καὶ τὴν ἡδυσματοθήκην κυμινοδόκον, Νικοχάρους εἰπόντος ἐν Γαλατείᾳ σοφαῖς παλάμαις τεκτόνων εἰργασμένον, πόλλ’ἐν αὑτῷ λέπτ’ἔχον καδίσκια κυμινοδόκον, καὶ κυμινοδόκη καὶ κυμινοθήκη τῶν εἰρημένων ἐστίν. καὶ κυμινοθήκη δ’ἐν τοῖς Δημιοπράτοις, ἐν δὲ τῷ τοῦ Γελῴου Ἀπολλοδώρου Γραμματειδιοποιῷ κυμινοδόκη · μεταξὺ τῶν λόγων δέ, τουτί μοι δοκεῖ κυμινοδόκην, οὐ γραμματεῖον περιφέρειν. 10.94εἰ δὲ ἐπὶ ταῖς ἑστιάσεσιν ἕν τι τῶν ἀναγκαίων καὶ ἡ ῥιπίς, εἴρηται μὲν ἐπὶ τῆς ῥιπιζούσης τοὺς ἄνθρακας ἐν Ἀχαρνεῦσιν Ἀριστοφάνους τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα, οὐδὲν μὴν κωλύει καὶ ἐπὶ τῆς τὰς μυίας ἀποσοβούσης καταχρῆσθαι τῷ ὀνόματι · καίτοι καὶ τὴν μυιοσόβην ἔντε ταῖς Μενάνδρου Φιλαδέλφοις ἔστιν εὑρεῖν καὶ ἐν Ἀναξίππου Κιθαρῳδῷ, μυιοσόβην λαβὼν παράστηθ’ἐνθάδε. 10.95προσαριθμητέον δὲ τούτοις καὶ τὰ τοῦ μαγείρου σκεύη, χύτρας χυτρίδια χυτρίδας ζετραίαν δὲ τὴν χύτραν οἱ Θρᾷκες καλοῦσι λοπάδας λοπάδια, ἐχίνους ἐχινίσκους, χαλκία χαλκίδια, ἐσχάρας, ἐσχάρας ἰχθυοπτρίδας, ἐσχαρίδας, λέβητας λεβήτια λεβητάρια, ὀβελοὺς καὶ ὀβελοὺς βουπόρους καὶ ὀβελίσκους, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν φέρε τοὺς ὀβελίσκους, ἵνα πήξω τὰς κίχλας · 10.96ἐν δὲ τοῖς Δημιοπράτοις γέγραπται καὶ ἄρτημα ὀβελίσκων. καὶ κρατευτὰς δὲ καὶ κρατευτήρια ἐρεῖς, καὶ ὡς ἐν τοῖς Δημιοπράτοις ἔστιν εὑρεῖν, μολυβδοκρατευτάς. τὰ μὲν οὖν δημιόπρατα, οὐ μόνον το- τοὔνομα παρ’Ἀριστοφάνει ἐν τοῖς Ἱππεῦσιν ἔστιν ἐπίπαστα λείχων δημιόπραθ’ὁ βάσκανος, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις κωμῳδοδιδασκάλοις · 10.97πρὸς δὲ καὶ Λυσίᾳ λόγος ἔστιν ὑπὲρ τῶν δημιοπράτων πρὸς Εὐθίαν. ἐν δὲ ταῖς Ἀττικαῖς στήλαις, αἳ κεῖνται ἐν Ἐλευσῖνι, τὰ τῶν ἀσεβησάντων περὶ τὼ θεῶ δημοσίᾳ πραθέντα ἀναγέγραπται · ἐν αἷς ἄλλατε πολλὰ σκεύη ἐστὶν ὠνομασμένα καὶ μολυβδοκρατευταί · καὶ Εὔπολις δὲ ἐν τοῖς Κόλαξιν ἔφη μολυβδίνους κρατευτάς. τῶν δὲ μαγείρου σκευῶν καὶ κοπίδες καὶ σφαγίδες, καὶ σφάγιον, ᾧ ὑποδέχονται τὸ αἷμα τῶν ἱερείων · τὸ γὰρ σφάκτρον τέλους ὄνομα ἦν ἐπὶ τοῦ καταβαλλομένον ὑπὲρ τῶν θυομένων οὕτως ἐπονομασθέν. μαγείρου δ’ἐστὶ σκεῦος καὶ τορύνη καὶ ἐόργη καὶ εὐέργη · 10.98τὸ δὲ ῥῆμα τὸ τετορύνηκας ἔστιν ἐν Εὐβούλου Παρμενίσκῳ. ἐκ δὲ τῶν σκευῶν καὶ ἐτνήρυσις καὶ ζωμήρυσις, καὶ κρεάγρα καὶ ἁρπάγη καὶ λύκος καὶ ἐξαυστήρ, καὶ λίστρον καὶ λιστρίον, ὅ τινες ταγηνοστρόφιον, καὶ τάγηνον δέ. ἀλλὰ μὴν καὶ τήγανον ἂν ἔχοις εὑρεῖν εἰρημένον ἐν Εἵλωσιν Εὐπόλιδος, καὶ ἐν Τηλεκλείδου Ἀψευδέσιν τὰ δὲ τήγανα ζέοντά σοι μολύνεται. ὑπόφαυλοι γὰρ οἱ ἐν Ἱπποκόμῳ Μενάνδρου τηγανισμοί. τὸ μέντοι ῥῆμα τὸ τηγανίζεσθαι ἔστιν ἐν Ἀποκλειομένῃ Ποσειδίππου · 10.99καίτοι τό γε δρᾶμα Ἀριστοφάνους Ταγηνισταί. τὸν δὲ καλούμενον χυτρόποδα ἔστι μὲν καὶ λάσανα κεκλημένον εὑρεῖν, ὡς Διοκλῆς ἐν Μελίτταις ἀπὸ λασάνων θερμὴν ἀφαιρήσω χύτραν · ἐν δὲ τῷ πρώτῳ τῶν Ἱππώνακτος ἰάμβων εἴρηται χυτροπόδιον, ὥσπερ καὶ παρ’Ἡσιόδῳ μη δ’ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα. ἀλλὰ τοῦτο μὲν ἕτερόν τι δηλοῖ. ὅταν δὲ Δίφιλος ἐν Ἐπικλήρῳ λέγῃ “χύτρον μέγαν παρὰ τοῦ μαγείρου,” δῆλον ὅτι τὴν χύτραν λέγει ἀλλ’οὐ τὸν χυτρόποδα. 10.100εἰδέναι δὲ οὐ φαῦλον ὅτι χύτρα καὶ φιλήματος εἶδος ἦν, ὁπότε τὰ παιδία φιλοίη τῶν ὤτων ἐπιλαμβανόμενα · ὑποδηλοῖ δὲ Εὔνικος ἐν Ἀντείᾳ λαβοῦσα τῶν ὤτων φίλησον τὴν χύτραν. οὐ μὴν ἀλλὰ καὶ βαῦνον ἂν εἴποις τὸν χυτρόποδα, καί που καὶ ἀνθράκιον, Ἀλέξιδος εἰπόντος ἐν Λημνίᾳ καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ σείσωντε καὶ κυάμων μεστός · καὶ γὰρ ὁ σείσων ἀγγεῖον ᾧ κυάμους ἢ ἄλλο τι τοιοῦτον ἐνέφρυγον. 10.101καὶ μὴν καὶ ἐσχάραν εἴποις ἂν τὸ ἀνθράκιον τοῦτο, καὶ ἐσχάριον, Ἀριστοφάνους ἐν Ταγηνισταῖς εἰπόντος ἐσχάρια, καί που καὶ ἐσχαρίδα. ὁ δὲ Στράττις ἐν Ψυχασταῖς φησὶ πῶς ἂν κομίσειέ μοί τις θυμαλώπων ὧδε μεστὴν ἐσχάραν. καὶ εἰσὶν οἱ θυμάλωπες οἱ ἡμίκαυτοι ἄνθρακες · οὐ γὰρ ἂν εἴη πρὸς τοῦ βιβλίου τοῦδε παραδηλοῦν ὅτι καὶ οἱ καλούμενοι τῶν ἀμπέλων ἐπίτραγοι. τῶν δὲ μαγειρικῶν καὶ ἐλεόν, ξάνιον, ἐπίξηνον, τράπεζα μαγειρική, ἣν οἱ νεώτεροι ἐπικόπανον · ἔστι δὲ το- τοὔνομα παρὰ Μενάνδρῳ ἐν Μεσσηνίᾳ, “ἡγεῖται μὲν ὅλως ἐπικόπανόν τι”. 10.102ἔτι δὲ μάκτρα, σκάφη, μαγίς, σκαφίς, κάρδοπος, κάνεον. καὶ νεόκοπον μὲν κάρδοπον Εὔπολις ἐν Αἰξὶν εἴρηκεν, ὡς Ἀριστοφάνης ἐν Σφηξὶ νεόκοπτον μύλην · Μένανδρος δὲ ἐν Δημιουργῷ ληνὸν εἴρηκε τὴν κάρδοπον. τα- ταὐτὸν δὲ τοῦτο καὶ θυΐα καὶ ἀντλία · τὴν γὰρ σκάφην οὕτως ὠνόμασεν Ἀριστοφάνης ἐν Εἰρήνῃ. καὶ σκαφίδα δὲ τὴν σκάφην ταύτην ἐν ταῖς Ὁλκάσιν ἂν λέγοι, συντάξας οὕτω, “σκαφίδας μάκτρας”. 10.103ἐν δὲ τοῖς Δημιοπράτοις εὑρίσκεται σκάφη μακρὰ καὶ σκάφη στρογγύλη. τὴν δὲ θυΐαν καὶ θυΐδιον εἴποις ἂν κατ’Ἀριστοφάνην ἐν Πλούτῳ λέγοντα · καὶ ἴγδιν δὲ αὐτὴν κεκλήκασι Σόλωντε ἐν τοῖς ἰάμβοις λέγων σπεύσι δ’οἱ μὲν ἴγδιν, οἱ δὲ σίλφιον, οἱ δ’ὄξος, καὶ ἔτι σαφέστερον Ἀντιφάνης Κοροπλάθῳ γύναι, πρὸς αὐλὸν ἦλθες. ὀρχήσει πάλιν τὴν ἴγδιν. ἔστι μὲν οὖν ἴγδις καὶ ὀρχήσεως σχῆμα · ὁ δὲ παίζων πρὸς το- τοὔνομα κωμικῶς ἐπήγαγε “τὴν θυΐαν ἀγνοεῖς”; 10.104τοῦτ’ἔστιν ἴγδις ἡ θυία. τὸ δὲ πύραυνον, ᾧ τοὺς ἐμπύρους ἄνθρακας κομίζουσιν, εἴποις ἂν ἐμῇ δόξῃ καὶ πυρφόρον. μαγειρικὰ δὲ καὶ κοπίδες καὶ δορίδες καὶ μαχαιρίδες. Ἀριστοφάνους γοῦν ἐν Ἱππεῦσιν ὁ μάγειρος λέγει “μαχαιρίδωντε πληγάς,” ὥσπερ καὶ ἐν τῷ Γήραι ὁ αὐτὸς ποιητὴς εἴρηκεν “κοπίδι τῶν μαγειρικῶν”. ἐκ δὲ τούτων καὶ τυρόκνηστις, ἣν καὶ κύβηλιν καλοῦσιν · ὧν ἡ μὲν τυρόκνηστις ἔστιν ἐν Πλάτωνος Ἀδώνιδι καὶ ἐν Ἀριστοφάνους Αἰολοσίκωνι, δοῖδυξ, θυΐα, τυρόκνηστις, ἐσχάρα, ἡ δὲ κύβηλις ἐν Φιλήμονος Ἁρπαζομένῳ ὁρῶ μαγείρου καὶ κύβηλιν καὶ σκάφην. 10.105προσονομαστέον δὲ τούτοις καὶ πέλυκα καὶ δοίδυκα καὶ ἀλετρίβανον. γαστρόπτης δὲ ἐν τοῖς Δημιοπράτοις πέπραται, καὶ δευτήρ, κοινὸν ἀρτοποιῷ καὶ μαγείρῳ σκεῦος, ἀπὸ τοῦ δεύειν ὠνομασμένον. ἄβακα δ’εἰ βούλοιό τι τῶν τοῦ μαγείρου σκευῶν καλεῖν, προσχρηστέον σοι Κρατίνῳ ἐν Κλεοβουλίναις λέγοντι ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ φιττέως. καὶ ἀβάκιον δ’ἂν αὐτὸ εἴποις · ἐφ’ἑτέρου μὲν γὰρ εἴρηται ὑπὸ Λυσίου ἐν τῷ ὑπὲρ Καλλαίσχρου, “μετ’ἀβακίου δὲ καὶ τραπεζίου πωλῶν ἑαυτόν,” χρῆσθαι δ’ἔξεστι τῷ ὀνόματι καὶ ἐπὶ τοῦ ὀψοφόρου σκεύους, ὥσπερ καὶ κακκάβην τὴν λοπάδα ἐρεῖς, εἰπόντος Ἀριστοφάνους ἐν Σκηνὰς καταλαμβανούσαις τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου. 10.106ἐν δ’Εὐβούλου Ἴωνι εἴρηται τρύβλια δὲ καὶ πατάνια καὶ κακκάβια καί λοπάδια ὡς ἕτερον ὂν παρὰ τὴν λοπάδα τοῦτο τῷ σχήματι. καὶ κάκκαβον δὲ τὴν κακκάβην κατὰ τὴν τῶν πολλῶν χρῆσιν Ἀντιφάνης κέκληκεν εἰπὼν ἐν Παρασίτῳ κάκκαβον λέγω, σὺ δ’ἴσως ἂν εἴποις λοπάδ’. ἐμοὶ δὲ το- τοὔνομα οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον; 10.107καὶ Νικοχάρης δὲ ἐν Λημνίαις εἴρηκε κακκάβους. καὶ πατάνη δὲ καὶ πατάνιον τὸ ἐκπέταλον λοπάδιον, ὅ τινες καλοῦσι, πατέλλιον, ἡ μὲν πατάνη Σώφρονος εἰπόντος ἐν Νυμφοπόνῳ “πατάνα αὐτοποίητος,” τὸ δὲ πατάνιον Εὐβούλου ἐν Κατακολλῶντι καὶ πνικτὰ Σικελικὰ πατανίων σωρεύματα καὶ Ἀντιφάνους ἐν Εὐθυδίκῳ πολύπους τετμημένος ἐν πατανίοισιν ἑφθός. 10.108Ἄλεξις δὲ ἐν Ἀσκληπιοκλείδῃ πατάνια εἴρηκεν · ἐν δὲ ταῖς Ἱππάρχου Παννυχίσιν εὑρῆσθαί φασι κατὰ τὴν τῶν ἰδιωτῶν συνήθειαν εἰρημένον βατάνιον. οἷς μέντοι τὰς κριθὰς φρύγοντες μετέβαλλον ἢ καὶ τοὺς κυάμους, πατάλλια ταῦτα ἐκαλεῖτο. εἰ δὲ καὶ κρεωστάθμην ἐν τούτοις θετέον, ἰστέον ὅτι τὸ σπαρτίον, οὗ λαβόμενός τις ἀνέλκει τὸν ζυγόν, ἀρτάνην ὠνόμαζον. σκεῦος δὲ μαγειρικὸν καὶ ἡθμός, Εὐριπίδου ἐν Εὐρυσθεῖ σατυρικῷ εἰπόντος ἢ κύαθον ἢ χαλκήλατον ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις. ἐν μέντοι τοῖς Δημιοπράτοις καὶ ἡθμός τις ἐπικρητηρίδιος πέπραται, ὃς ἴσως τοῖς περὶ τὸν οἶνον μᾶλλον προσήκει. 10.109καὶ μὴν καὶ ἐπίχυσις χαλκίου ἓν τῶν μαγείρου σκευῶν · Ἀριστοφάνης δὲ αὐτὸ εἴρηκεν ἐν Δαιταλεῦσιν οὔκ, ἀλλὰ ταῦτά γ’ἐπίχυσις τοῦ χαλκίου. ἦ που δὲ καὶ φρυγεὺς καὶ φρύγετρον, τὸ μὲν φρύγετρον Πολυζήλου εἰρηκότος ἐν Διονύσου γοναῖς, οὗπερ αἱ χύτραι κρέμανται καὶ τὸ φρύγετρόν γε πρός καὶ γὰρ εἰ τὸ φρύγετρον ταῖς κοδομαῖς προσήκειν δοκεῖ καὶ ἔστι τα- ταὐτὸν τῷ κοδομείῳ ἢ τῷ κατὰ τοὺς πολλοὺς φωγάνῳ, ἀλλὰ νῦν ἔοικεν ὡς μαγείρου σκεῦος συντετάχθαι · τὸν δὲ φρυγέα καὶ αὐτὸν ὡς σκεῦος μαγειρικόν, εἴτε τὸ ἀγγεῖον ἐν ᾧ ἔφρυγον, εἴτε τὸ φρύγετρον, ἐν Σειρῆσι ὁ κωμικὸς Θεόπομπος ὑποδηλοῖ λέγων “φρυγεὺς θυΐα λήκυθος”. 10.110καὶ μὴν καὶ Κηφισοδώρου ἐν Ὑὶ εἰπόντος “σπονδὴ δὲ παρὰ τῶν ὁλκάδων καὶ καταφαντισγός” καὶ μάτταν ἀγγεῖον ἀκούοντες ἐντεῦθεν εἰρῆσθαι νομίζουσι καὶ τὴν παρὰ Ῥωμαίοις ματέλλαν. τῶντε μαγειρικῶν ἰπνοὶ καὶ κρίβανοι, καὶ βόες κριβανῖται ἐν Ἀριστοφάνους Ἀχαρνεῦσιν. προσθετέον δὲ τῷ μαγείρῳ καὶ ξύλα καύσιμα καὶ κληματίδας καὶ ἐκκαύματα, εἰπόντος Σοφοκλέους ἐν Ἡρακλεῖ σατυρικῷ συνέλεγον τὰ ξύλ’ὡς ἐκκαυμάτων, μή μοι μεταξὺ προσδεήσειεν. 10.111προσθετέον δὲ τούτοις καὶ δᾷδας καὶ δᾳδία, καὶ κορμοὺς καὶ σχίζας καὶ σχιζία, καὶ πεύκας καὶ λαμπάδας καὶ ἰπνοὺς καὶ πανούς, καὶ ἄνθρακας καὶ μαρίλην · καὶ μαρίλαν δ’ἐκάλουν τὸν χνοῦν τῶν ἀνθράκων. τάχα δὲ καὶ λάρκους τούτοις προσονομαστέον καὶ λαρκία καὶ λαρκίδια τὰ ἀγγεῖα τῶν ἀνθράκων Ἀριστοφάνους εἰπόντος ἐν Ἀχαρνεῦσιν. Εὐριπίδης μὲν γὰρ εἴρηκεν ἐν Αὐτολύκῳ σατυρικῷ τοὺς ὄνους τοὺς λαρκαγωγοὺς οἴσειν ἐξ ὄρους ξύλα · ἐν δὲ τῷ Ἀλέξιδος Σπονδοφόρῳ ἔστιν εἰρημένον Ἀριστογείτονα τὸν ῥήτορ’εἶδον λάρκον ἠμφιεσμένον τῶν ἀνθρακηρῶν. 10.112εἰ δὲ ἐπὶ τοῖς μαγειρικοῖς σκεύεσι καὶ τὰ τῶν ἀρτοποιῶν προσρητέον, ἀρτοπτεῖον μὲν τὸ ἐργαστήριον τινῶν ὀνομαζόντων οὐδὲν κωλύει καὶ τὸ σκεῦος ἐν ᾧ τοὺς ἄρτους ἐνοπτῶσιν οὕτω καλεῖν, ὃν νῦν ἀρτόπτην καλοῦσι, πλάθανον δὲ ἑκάτερον ῥητέον, ᾧτε καὶ ἐφ’ᾧ τοὺς ἄρτους ἔπλαττον. ἐκ δὲ τῶν ἀρτοποιικῶν ὄνος ἀλέτων, καὶ μύλη καὶ μύλη σιτοποιὸς καὶ μυλήκορον, καὶ παυσικάπη, ἣν καὶ καρδοπεῖον ὠνόμαζον, ὡς ἐν Ἥρωσιν Ἀριστοφάνης ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα. 10.113ἐκ δὲ τούτων ὀβελοί, σπάλαθρον, ἀπομάκτρα, σκυτάλη, περιστροφίς, μαγίς, χοῖνιξ, μέδιμνος ἡμιμέδιμνος, ἑκτεύς, καὶ παρ’Ἀλκαίῳ τῷ μελοποιῷ ἐν δευτέρῳ μελῶν κύπρος, καὶ παρ’Ἱππώνακτι ἐν πρώτῳ ἰάμβων ἡμίκυπρον, διχοίνικον δὲ καὶ ἡμίεκτον ἐν Ἀριστοφάνους Νεφέλαις. καὶ κοτύλη δὲ μέτρον οὐχ ὑγρῶν μόνον ἀλλὰ καὶ ξηρῶν, ὅταν φῇ Θουκυδίδης ἐν τῷ ἑβδόμῳ βιβλίῳ “κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου” · 10.114δύναται δὲ καὶ τριτημόριον χοίνικος. ἀρτοποιικὸν δὲ καὶ κοδομεῖον καὶ τηλία καὶ μάκτρα καὶ σκάφη, καὶ εἴ τινα τῶν μαγειρικῶν κοινὰ τοῖς ἀρτοποιοῖς, ἦ που δὲ καὶ ὅλμος καὶ τὸ ὑπόθημα τοῦ ὅλμου ὑφόλμιον, ὡς Ἀριστοφάνης ἐν Ἀναγύρῳ. καὶ ὕπερον δὲ καὶ κόσκινον, καὶ κρησέρα καὶ κρησέριον, καὶ ἀλευρότησις, καὶ ὡς ἐν τοῖς Δημιοπράτοις ἀναγέγραπται, κόσκινον κριθοποιόν. ὁ δὲ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις ἔφη “ὥσπερ κόσκινον αἰρόπινον τέτρηται”. 10.115λύχνοιδ’ἐπὶ τούτοις, καὶ λύχνοι δίμυξοι, Φιλωνίδου μὲν ἐν τοῖς Κοθόρνοις εἰπόντος “ὥσπερ οἱ δίμυξοι τῶν λύχνων,” Μεταγένους δὲ “δίμυξον ἢ τρίμυξον, ὡς ἐγὼ δοκῶ”. καὶ κατὰ Ἡρόδοτον λύχνα. οὗτος μὲν γὰρ καὶ “λυχνοκαΐαν” εἴρηκεν, καὶ λυχνοκαυστεῖν μὲν ἔφη Κρατῖνος ἐν τῷ Τροφωνίῳ Μένανδρος δὲ ἐν Θεττάλῃ λύχνων ἀφάς. καὶ λύχνιον μὲν ἐφ’οὗ ἐντίθεται ὁ λύχνος, ἡ καλουμένη λυχνία · τοῦ δὲ λυχνίου τὸ ἀπευρυνόμενον, ᾧ ἐπιτίθεται ὁ λύχνος, πινάκιον ἢ πινακίσκιον · τὸ δὲ ἐντιθέμενον τῷ λύχνῳ θρυαλλίς, ἐλλύχνιον, φλόμος. 10.116ὁ δὲ νῦν φανὸς καὶ λυχνοῦχος, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν ἔφη “φαίνειν ὑπευθύνοις λυχνοῦχος”. ἐν δὲ τῷ Λυσίου πρὸς Σμικρίνην “ἐξαίφνης τοῦ συνακολουθοῦντος οἰκέτου λίθον τις λαβὼν ἔκρουσε τὸν λυχνοῦχον. ἀποσβεσθέντος δὲ τοῦ λύχνου,” ἐν δὲ τῷ Ἀριστοφάνους Αἰολοσίκωνι καὶ διαστίλβονθ’ὁρῶμεν, ὥσπερ ἐν καινῷ λυχνούχῳ, πάντα τῆς ἐξωμίδος. ἐκαλεῖτο δὲ καὶ λαμπτὴρ ὁ λυχνοῦχος · ἐν γοῦν τῷ δευτέρῳ τῶν Φιλίστου βιβλίων εἴρηται “καὶ τὰς νύκτας ἐπαίρεσθαι λαμπτῆρας ἀντιπεφραγμένους” · 10.117ὑποδηλοῖ δὲ τὸν ἐκ κέρατος φανόν. πανὸς μέντοι καὶ φανὸς ἡ λαμπάς, ὡς ὅταν φῇ ἐν τῇ Ἀλκμήνῃ Εὐριπίδης πόθεν δὲ πεύκης πανὸν ἐξεῦρες λαβεῖν; καὶ γὰρ δᾷδες καὶ λαμπάδες εἰσὶ τῶν φωσφόρων. τὰς μέντοι λαμπάδας καὶ κάμακας εἴρηκεν ἐν Ξαντρίαις Αἰσχύλος · κάμακες πεύκης οἱ πυρίφλεκτοι. 10.118τὸ δὲ ὀβελισκολύχνιον, στρατιωτικὸν μέν τι τὸ χρῆμα, εἴρηται δὲ ὑπὸ Θεοπόμπου τοῦ κωμικοῦ ἐν Εἰρήνῃ · ἡμᾶς δ’ἀπαλλαχθέντας ἐπ’ἀγαθαῖς τύχαις ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς. ὅταν δ’εἴπῃ ἐν τῷ Αἰολοσίκωνι Ἀριστοφάνης “δυοῖν λυχνιδίοιν,” δῆλον ὅτι λύχνια εἴρηκεν ἀλλ’οὐ λύχνους μικρούς, ὥσπερ καὶ ὅταν Κράτης φῇ ἐν τοῖς Γείτοσιν “οὐκ ἔστι μοι λυχνίδιον”. 10.119σαφέστερον δ’ἐν τοῖς Ἀριστοφάνους Δράμασιν ἢ Νιόβῳ ἀλλ’ὥσπερ λύχνος ὁμοιότατα καθηῦδ’ἐπὶ τοῦ λυχνιδίου. Ἀριστοφάνους δ’ἐν ταῖς Φοινίσσαις εἰπόντος στίλβηθ’ἣ κατὰ νύκτα μοι φλογάνας ἠράζεις ἐπὶ τῷ λυχνίῳ, οὐκ ἀφανὲς ὅτι καὶ ἡ στίλβη λύχνου τι εἶδος. καὶ μὴν εἰ μύροις ἐπὶ τούτῳ χρηστέον, ὅτι μὲν καὶ μυρίδιον εἴρηκε τὸ μύρον Ἀριστοφάνης ἐν Ταγηνισταῖς ἰστέον, εἴρηται δ’ὑπ’αὐτοῦ ἐν Δαιταλεῦσι καὶ ἄγγη μυρηρά. λέγοιτο δ’ἂν καὶ λήκυθος μυρηρά · σὺ δ’ἂν εἴποις καὶ μυροφορεῖον. 10.120ἐν δὲ Βατράχοις Ἀριστοφάνους εἴρηται καὶ τὸ ληκύθιον. Σοφοκλῆς δ’ἐν Ἀνδρομέδᾳ “αὐτοχείλεσι ληκύθοις” ἔφη, δηλῶν ἀλαβάστους μονολίθους. καὶ τὸ μὲν εἰς τὰς ληκύθους καθιέμενον ἐπινεύματι τοῦ μύρου σπαθίδα καὶ σπάθην κλητέον, Ἀριστοφάνους μὲν εἰπόντος ἐν Δαιταλεῦσιν τῆς μυρηρᾶς ληκύθου πρὶν καταχέαι τὴν σπαθίδα, γεύσασθαι μύρου (καὶ γὰρ Εὔβουλος ἐν ταῖς Στεφανοπώλισιν τοῦτο μὲν σπαθίδα, τοὺς δὲ ἀλαβάστους ἀλαβάστια εἴρηκεν · λῦε τα- τἀλαβάστια θᾶττον σύ, καὶ τῇ σπαθίδι τὸν πώγωνά μου καὶ τὴν ὑπήνην μύρισον,) Ἀλέξιδος μέντοι ἐν τῷ Δρωπίδῃ σπάθην τὴν σπαθίδα εἰπόντος, “τὴν σπάθην ἐν τῷ μύρῳ καθῆκεν”. 10.121τὸ δὲ ἀγγεῖον εἰς ὃ ἐξεχεῖτο τὸ μύρον, ἐξάλειπτρον ἐκαλεῖτο, ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν, οὗ δὲ ἔγκεινται αἱ ἀλάβαστοι, ταῦτα τὰ σκεύη ἀλαβαστοθήκας τῶν ἄλλων λεγόντων Ἀριστοφάνης ἐν Τριφάλητι ἀλαβαστροθήκας ἔφη · ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς. 10.122κοινῇ δὲ κεραμέων σκευῶν ὀνόματα ἐν Ἀξιονίκου Χαλκιδικῷ, τρύβλια, χύτρα, λοπάδιον, ὀξίς, χοῦς, ἁμίς, λεκάνη, θυΐα, κάνθαρος, σείσων, λύχνος. ὑπηρεσία σοι παντελής, γραῦ, κεραμίων. τὰ πλείω δὲ τούτων καὶ ἄλλης ἂν ὕλης γένοιτο, ἐπεὶ καὶ Ἕρμιππος ἐν Φορμοφόροις τὸν κύαθον καὶ τὴν οἰνοχόην καὶ τὸ λύχνιον καὶ τὰ τοιαῦτα σκεύη χαλκίδια καὶ χαλκία καλεῖ ὡς ἐκ χαλκοῦ πεποιημένα. 10.123δειπνήσαντι δὲ καὶ πρὸς κοίτην τραπομένῳ τὰ μὲν στρώματα καὶ ἐπιβλήματα προείρηται, ἐν καιρῷ δ’ἂν εἴη τὸ παρ’Ὁμήρῳ ἱμάτιον ἐνεύναιον καὶ παρεύναιον μέγα καὶ δασύ, καὶ ὁ παρὰ τοῖς κωμῳδοῖς χιτὼν εὐνητήρ, ὃς τοῦ νῦν ἐγκοιμήτωρ ἡδίων, ἦ που δὲ καὶ “χλαῖναι καὶ ῥήγεα σιγαλόεντα” καὶ οἱ παρὰ Μενάνδρῳ καυνάκαι, καὶ χειμῶνος σίσυραι καὶ τὸ παρ’Ἀριστοφάνει χείμαστρον. τὴν χλαῖναν δὲ οὕτως ἐκάλουν οἱ τῆς κωμῳδίας ποιηταί, μόνα τὰ παχέα ἱμάτια ταύτης τῆς προσηγορίας ἀξιοῦντες, ὥσπερ καὶ Θεόπομπος ἐν Εἰρήνῃ χλαῖναν σοι λαβὼν παχεῖαν ἐπιβαλῶ Λακωνικήν · 10.124Ὅμηρος δὲ καὶ τὰ λεπτὰ χλαίνας καλεῖ. οἱ μέντοι Ἀττικοὶ τὸ λεπτὸν χλανίδα, καὶ τὸ ἱππικὸν χλαμύδα, ὡς Θετταλῶν. πρώτην δέ φασι χλαμύδα ὀνομάσαι Σαπφὼ ἐπὶ τοῦ ἔρωτος εἰποῦσαν ἐλθόντ’ἐξ ὀρανῶ πορφυρίαν ἔχοντα προιέμενον χλαμύν. καὶ τὰ μὲν ἐπὶ πλεῖστον ἀναγκαῖα τῇ καθ’ἡμέραν χρήσει σκεύη προείρηται · συναπτέον δὲ δι’ὀλίγων καὶ τὰ λοιπά, οἷον τὰ τῆς γυναικωνίτιδος, ταλάρους καὶ καλάθους, οὓς καὶ καλαθίσκους ἐροῦμεν, καὶ ταλάρια δὲ καὶ καλάθια, καὶ μὴν καὶ ὄνον ἐφ’οὗ νῶσι, καὶ ἐπίνητρον καὶ ἄτρακτον καὶ σπόνδυλον καὶ κλωστῆρα καὶ κερκίδας καὶ κτένας καὶ ἱστὸν καὶ ἱστοῦ ἀντίον καὶ κανόνα καὶ πῆχυν, καὶ κελέοντας τοὺς καὶ ἱστόποδας, καὶ λείας τὰς καὶ ἀγνῦθας, καὶ σπάθας · 10.126Φιλύλλιος γὰρ ἐν Πόλεσι καὶ τὸ ἱστουργικὸν ἐργαλεῖον σπάθην ὠνόμασεν, εἰπὼν “σπαθᾶν τὸν ἱστὸν οὐκ ἔσται σπάθη” · προσθήσεις δὲ τούτοις καὶ σταθμὰ καὶ τάλαντα, ζυγόν, πλάστιγγας, τρυτάνην. καὶ σταθμία δὲ χαλκᾶ ἐν τῇ ἐπ’Ἀλκιβιάδου ἄρχοντος ἀναγραφῇ τῶν ἐν ἀκροπόλει ἀναθημάτων ἀναγέγραπται · στάσιμα δὲ τὰ σταθμία Κηφισόδωρος κέκληκεν. τῶν δὲ γυναικείων σκευῶν κτένιον, ξάνιον, κομμώτριον, ξυρόν, κάτοπτρον, οὗ τὴν θήκην λοφεῖον καλοῦσι, ψαλίς, παρωπίς, προσωπίς καὶ ὡς ἐν Δαναΐσιν Ἀριστοφάνης προσωπίδιον, θολία πλέγμα τι θολοειδὲς ἐπὶ σκιᾷ, καὶ ῥιπίς, καὶ σκιάδιον, ὃ καὶ σκιάδα ἂν εἴποις · 10.127οὕτω γὰρ τὸ Διονύσου σκιάδιον καλεῖται. καὶ πτερὸν δὲ τὸ σκιάδιον οἱ κωμῳδοποιοὶ καλοῦσιν. ὁ δὲ Στράττις ἐν Ψυχασταῖς προειπὼν ῥιπίδα, ἐπήγαγεν “εἴτε σκιάδιον”. τὰ δὲ πολλὰ τούτων ἐν ἐσθῆσιν ἢ ὑποδήμασιν ἢ κόσμοις γυναικείοις ἤδη προείρηται, ὥσπερ καὶ ἀλαβαστοθῆκαι καὶ παρὰ Μενάνδρῳ ἐν Μισογύνῃ σανδαλοθῆκαι. ἐν δὲ Ἀριστοφάνους Αἰολοσίκωνι καὶ σμηματοφορεῖον. 10.128τῶν δ’ἐν ἀγρῷ σκευῶν τὰ ἀναγκαῖα ἄροτρα καὶ ἀρότρου μέρη, καὶ ἅμαξα καὶ ἁμάξης μέρη. τὰ δὲ λοιπὰ πτέον, ὡς οἱ Ἀττικοὶ λέγουσιν, ἢ πτύον, ὡς Ὅμηρος · οὕτω γὰρ λέγει, ὅταν φῇ ὡς δ’ὅτ’ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ’ἀλωήν. καὶ θρῖναξ δὲ καὶ δρέπανον καὶ δρεπάνη, καὶ ὡς Φερεκύδης ὠνόμασε, κρώπιον · περὶ γὰρ τοῦ Κόδρου λέγων ὅτι ὡς ἐπὶ φρυγανισμὸν ἐξῆλθεν ἐν ἀγροίκῳ τῇ σκευῇ βουλόμενος λαθεῖν, φησὶν ὅτι τῷ κρωπίῳ τινὰ παίσας ἀπέκτεινεν. καὶ πλόκανον δὲ καὶ κόσκινον, καὶ σκαπάνη καὶ σκάφιον, καὶ σκαλὶς καὶ μακέλη καὶ ἄμη καὶ ἀξίνη καὶ δίκελλα, καὶ σμινύη καὶ σμινύδιον, καὶ λίστρον καὶ σφῦρα βωλοκόπος καὶ πέλεκυς ξυλοκόπος. 10.129καὶ τὰ ἀγγεῖα τὰ ὑποδεχόμενα τὴν ὀπώραν, τρασιά, κόφινος, σύρισσος, ἄρριχος, σταφυλοβολεῖον · τάχα δὲ καὶ σώρακος, εἰ καὶ παρὰ τοῖς κωμῳδοποιοῖς οὕτως ὀνομάζεται, τὸ ἀγγεῖον ἐν ᾧ τὰ σκεύη τῶν ὑποκριτῶν. 10.130Ἀριστοφάνης δὲ ἐν Δαναΐσιν ἔφη κακῶν τοσούτων ξυνελέγη μοι σώρακος · Ἀλέξιδος δὲ καὶ δρᾶμα Σώρακοι. τῶν δὲ γεωργικῶν καὶ χάρακες καὶ κάμακες, καὶ τῶν ἐλαϊστῶν ῥάβδοι ῥάκτριαι, καὶ ὄρος τὸ τρῖβον το- τοὔλαιον ξύλον, καὶ τοπεῖον τὸ περιδονούμενον αὐτῷ σχοινίον, καὶ τριπτὴρ ὁ κρατὴρ εἰς ὃν ἀπορρεῖ το- τοὔλαιον. ἀλλὰ καὶ ληνὸς καὶ ὑπολήνιον, ὡς ἐν τοῖς Δημιοπράτοις πέπραται. ἦ που δὲ καὶ φορμὸς τῶν γεωργικῶν, καὶ γαῦλοι καὶ σκαφίδες, καὶ ταρσοὶ καὶ ταρροὶ καὶ τάλαροι, καὶ τυροκομεῖον καὶ τυροφορεῖον, καὶ πολλὰ τῶν μαγείρου καὶ ἀρτοποιοῦ σκευῶν. 10.131τάχα δὲ καὶ σχοῖνος καὶ βάτος καὶ ὁρκάνη καὶ ῥάχος καὶ κόνυζα καὶ κνάφος, καὶ πάνθ’ὅσα ἀκανθώδη τοῖς καρποῖς ἐπὶ φρουρὰν περιβάλλεται. καὶ καλαύροπες δὲ καὶ κορῦναι καὶ σκυτάλαι καὶ σκίπωνες καὶ βακτηρίαι προσήκουσι γεωργοῖς, καὶ πίθοι καὶ πιθάκναι καὶ πιθακνίδες, καὶ σιπύαι καὶ σιροί, καὶ διφθέρα καὶ αἰγῆ καὶ κυνῆ Σικυωνική. 10.132τὰ δὲ ἁλιέως σκεύη φέρνιον, σπυρίς σπυρίδιον σπυρίχνιον, λίνον πάναγρον, δίκτυον, ἀμφίβληστρον · Μένανδρος δὲ ἔφη ἐν Ἁλιεῖ “ἀμφιβλήστρῳ περιβάλλεται”. καὶ ἕρκη δὲ καὶ πόρκοι καὶ κύρτοι καὶ γρῖφοι καὶ γάγγαμον, ἀφ’οὗ καὶ Αἰσχύλος τὸ δύσλυτον κακὸν ἢ δυσεξάλυκτον ἔφη “γάγγαμον ἄτης παναλώτου”. 10.133τούτοις δὲ προσθετέα φελλοί, κάλαμοι, ῥάβδοι, κάμαξ, ὁρμιά, ἄγκιστρα ἀγκίστρια ἀκιδωτά, τρίχες, λίνα, σπάρτα σπαρτίναι, μολύβδαιναι, πυρία, τριόδους τρίαινα, ἰχθύκεντρον. τὰ δὲ ναυτικὰ σκεύη κάλοι, ἱστία, κρίκοι, ἡνία, κωπίς κῶπαι, οἴακες, πηδάλια, πλῆκτρα, ὡς Σοφοκλῆς ἐν Ἀχαιῶν συλλόγῳ ὡς ναοφύλακες νυκτέρου ναυκληρίας πλήκτροις ἀπευθύνουσιν οὐρίαν τρόπιν. 10.134καὶ ὁλκία δὲ τὰ πηδάλια ἐν Ναυπλίῳ ὠνόμασε παρὰ τὸ Ὁμήρου ξεστὸν ἐφόλκαιον. σκαλμοί, τροπωτῆρες, ὑπηρέσια, ἀσκώματα, κοντοί, κάλοι, ἀντλία, κάδοι, ἀπόγυα, ἐπίγυα, πείσματα, ἄγκυραι, ὁλκοί, ἕρματα, οὖροι, ἀποβάθρα, θρανία, δέρρεις, διφθέραι, δακτύλιοι · οὕτω δὲ τοὺς τετρημένους λίθους ὠνόμαζον, ὧν τὰ πείσματα ἐξέδουν. ὀρθίαξ δὲ τὸ κάτω τοῦ ἱστοῦ καλεῖται, ὡς τὸ ἄνω καρχήσιον · καὶ ἔστι το- τοὔνομα τὸ ὀρθίας ἐν Ἐπιχάρμου Ὀδυσσεῖ Ναυαγῷ. 10.135τὰ δὲ περὶ θεραπείαν τῶν ἐσθήτων σκεύη πλυνοὶ καὶ πλυντήρια, καὶ γῆ σμηκτρὶς † κατὰ Νικοχάρην, καὶ λίτρον καὶ Χαλέστραιον λίτρον κατὰ Πλάτωνα, κονία καὶ Κιμωλία γῆ κατὰ Ἀριστοφάνην, καὶ κνάφος, καὶ ἶπος τὸ πιέζον τὰς ἐσθῆτας ἐν τῷ γναφείῳ, ὡς Ἀρχίλοχος “κέαται δ’ἐν ἴπῳ”. καὶ περιστροφίδα δ’ἂν εἴποις τὸ ξύλον τὸ τὸν ἶπον περιστρέφον, ἐναρμόσαι δ’ἂν τούτοις καὶ τὸ ἐν τοῖς Δημιοπράτοις ἐκπιεστήριον. δεῖ δ’ἐπὶ ταῖς ἐσθῆσι καὶ ῥαμμάτων · εἴρηται δὲ το- τοὔνομα ἐν Πλάτωνος Ἑορταῖς, “ἐφέρεσθε δὲ τὰ ῥάμματα,” καὶ ἐν Ἑρμίππου Μοίραις “ῥάμμ’ἐπέκλωσας”. 10.136προσδεῖ δὲ καὶ ῥαφίδος, ἣν Ἕρμιππος καὶ Ἄρχιππος ἐν Πλούτῳ ὠνόμασεν ῥαφίδα καὶ λίνον λαβὼν τὰ ῥήγματα σύρραψον. καὶ βελόνης δὲ το- τοὔνομα ἐν Εὐπόλιδος Ταξιάρχοις ἐγὼ δέ γε στίξω σε βελόναισιν τρισίν. καὶ βελονίδες, ὡς Ἕρμιππος ἐν Μοίραις. ἵνα δὲ ἀποτίθενται αἱ ἐσθῆτες, χηλοί, κιβωτοί κιβώτια, κίσται κιστίδες ὡς ἐν Ἀχαρνεῦσιν Ἀριστοφάνης, κοῖται κοιτίδες, καὶ φάσκωλοι ὡς ἐν Θεσμοφοριαζούσαις, θύλακοι, στρωματόδεσμα. 10.137ἐν δὲ τοῖς Δημιοπράτοις κιβωτὸς θυριδωτή, παρὰ δὲ τοῖς νεωτέροις ῥίσκοι, ὡς Ἀντιφάνης ἐν Κυβευταῖς “ῥίσκος ἦν ὃν εἶπεν”. ὡμοίωται δὲ τῷ κιβωτίῳ παραπλήσιόν τι σκεῦος κανδύτανες, οὗ μέμνηται καὶ Μένανδρος ἐν Ἀσπίδι καὶ Δίφιλος ἐν Ἐπιδικαζομένῳ · ὁ δὲ κανδύτανες οὗτος τί δύναται καὶ τί ἔστιν; ὥσπερ εἴποις ἀορτάς. ἐμοὶ μὲν οὖν δοκεῖ τὸ σκεῦος Περσικόν, ἀπὸ τοῦ κάνδυος κληθέν, εἰς χρῆσιν δ’αὐτὸ ἤγαγον Μακεδόνες. 10.138καὶ ζύγαστρα δὲ καὶ ζυγάστρια. καὶ στρωματεῖς δὲ Ἀπολλόδωρόςτε ὁ Γελῷος ἐν Ψευδαίαντι ἔφη, “μάχαιρα λόγχη στρωματεύς,” καὶ ὁ Καρύστιος Ἀπολλόδωρος ἐν Ἀντευεργετοῦντι “τοὺς στρωματεῖς λύοντα”. κέχρηται δὲ τῷ ὀνόματι καὶ Ἀντιφάνης ἐν Ἀποκαρτεροῦντι. καὶ θολίαν δὲ κίστην εἶναι λέγουσιν ἔχουσαν θολοειδὲς τὸ πῶμα. Ξενοφῶν δὲ ἐν τῇ Ἀναβάσει ἔφη καὶ μαρσίπους ἱματίων. 10.139αἱ δὲ ἀορταὶ εἴρηνται ἐν Ποσειδίππου Ἐπιστάθμῳ · σκηνὰς ὄχους ῥίσκους ἀορτὰς τάχανα λαμπήνας ὄνους · τὸ γὰρ ἐν Μισογύνῃ Μενάνδρου χλαμύδα καυσίαν λόγχην ἀορτὴν ἱμάτια ἀμφίβολον, ὅτι ἔνιοι καὶ ἀορτῆρα γράφουσιν. ἐν δὲ τῷ τρίτῳ περὶ ζῴων Ἀριστοτέλους τῶν πρὸς τῇ ῥάχει δύο φλεβῶν ἡ ἀριστερὰ ἀορτὴ καλεῖται. παρὰ δὲ Φερεκύδει εἷς τῶν Κυκλώπων. 10.140τὰ δὲ κουρέως σκεύη κτένες, κουρίδες, μαχαιρίδες · ἐν μὲν γὰρ Κρατίνου Διονυσαλεξάνδρῳ εἴρηται ἔνεισι δ’ἐνταυθοῖ μάχαιραι κουρίδες, αἷς κείρομεν τὰ πρόβατα καὶ τοὺς ποιμένας, ἐν δὲ Χρυσῷ γένει Εὐπόλιδος ἔπειθ’ὁ κουρεὺς τὰς μαχαιρίδας λαβών ὑπὸ τῆς ὑπήνης κατακερεῖ τὴν εἰσφοράν. καὶ ψαλὶς δὲ τῶν κουρέως σκευῶν, ἣν καὶ μίαν μάχαιραν καλοῦσιν, καὶ ξυρὸν καὶ ξυροδόχη, ὡς ἐν Θεσμοφοριαζούσαις Ἀριστοφάνης χρῆσόν τι ἡμῖν ξυρόν. αὐτὸς λάμβανε ἐντεῦθεν ἐκ τῆς ξυροδόχης. καὶ ὀνυχιστήρια δὲ λεπτὰ εἴρηται ἐν Ποσειδίππου Πορνοβοσκῷ καὶ ξυστήρια. 10.141τὰ δὲ σκυτοτόμου σκεύη τομεὺς ἐν Πλάτωνος Ἀλκιβιάδῃ εἰρημένος, καὶ σμίλη ἐν τῇ Πολιτείᾳ, καὶ καλάπους ἐν τῷ Συμποσίῳ. καὶ περιτομεὺς δ’ἂν ῥηθείη καὶ χηλεύματα καὶ ὄπεαρ καὶ ὀπήτιον, εἴρηται ἐν Νικοχάρους Κρησίν τοῖς τρυπάνοις ἀντίπαλον ὅπερ ἀρχίλιον. τὰ δὲ κυνηγέτου σκεύη λίνα, δίκτυα, ἄρκυες, ἐνόδια, ἐμβόλια, στάλικες, στήριγγες, κάμακες, δίκρα, κάλοι, ἱμάντες, κυνοῦχοι, σχαλίδες σχαλιδώματα, ξίφη, δόρατα, ἀκόντια, δρέπανα, τόξα, προβόλια, ποδάγραι, ἁρπεδόναι, σειραί σειρίδες, πλεκταί · 10.142πλεκτὴν γὰρ οἱ Ἀττικοὶ τὴν σειρὰν ὠνόμαζον, ὡς Πλάτων ἐν Ἑλλάδι βούλει τήνδε σοι πλεκτὴν καθῶ, κα- κἄπειτ’ἀνελκύσω σε δεῦρο; πελέκεις, δέραια περιδέραια, στελμονίαι, ῥόπαλα, σκυτάλαι, ξυῆλαι, ἀρνακίδες, ἧλοι, ἐγκεντρίδες. στρατιώτου δὲ σκεύη ἀσπὶς πέλτη, θώραξ ἡμιθωράκιον σπολάς, κράνος κόρυς περικεφαλαία, λόφος τριλοφία, χεῖρες, κνημῖδες, πῖλοι, τόξα, βέλη τοξεύματα ὀιστοί, φαρέτρα ὀιστοδόκη ὀιστοθήκη γωρυτός φαρετρεῶνες, καὶ τῆς ἀσπίδος τὸ ἔλυτρον σάγμα, καὶ τοῦ κράνους ἡ θήκη λοφεῖον, δόρατα, ἀκόντια ἀκοντίσματα, κοντοί, καὶ τοῦ δόρατος τὸ ἱστάμενον σαυρωτήρ στύραξ στυράκιον, καὶ τὸ προῦχον σιδήριον λόγχη αἰχμή ἐπιδορατίς, θήκη δὲ δουροδόκη. 10.143καὶ ξυστὰ δ’εἴποις ἂν καὶ κάμακας καὶ παλτὰ καὶ σαρίσσας καὶ σαυνία · τὸ μὲν γὰρ ὄνομα ἐπ’ἀνδρείου αἰδοίου ἐστὶ παρὰ Κρατίνῳ, ἐπὶ δὲ τοῦ δόρατος ἐν Φιλαδέλφοις Μενάνδρου · ὥστ’ἔγωγ’ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος. 10.144καὶ Ἀριστοφάνης μὲν ἔφη ἐν Ὁλκάσιν λόγχαι δ’ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ, ἐν δὲ Σκηνὰς καταλαμβανούσαις καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκόντων · Ἄλεξις δ’ἐν Λευκαδίᾳ φέρε τὴν σιβύνην καὶ πλατύλογχα, Ἀμειψίας δ’ἐν Σφενδόνῃ τὸ μὲν δόρυ μετὰ τῆς ἐπιχάλκου πρὸς Πλαταιαῖς ἀπέβαλεν. προσθετέον δὲ τούτοις ξίφη καὶ μαχαίρας καὶ κοπίδας καὶ ἀκινάκας καὶ ξυήλας καὶ δρέπανα καὶ δορυδρέπανα καὶ ἐγχειρίδια, καὶ λαβὴν ξίφους καὶ προλαβὴν καὶ κώπην, καὶ τὴν θήκην κολεόν. 10.145καὶ Εὐριπίδης μὲν ἐν Παλαμήδῃ λέγει κώπην χρυσόκολλον, Μένανδρος δὲ ἐν Ἁλιεῦσι “καὶ χρυσολαβὲς καλὸν πάνυ ἐγχειρίδιον,” Θεόπομπος δὲ ἐν Πόλεσιν ἐλεφαντοκώπους ξιφομαχαίρας. ὅτι δὲ καὶ τὴν σπάθην ἐπὶ τοῦ ξίφους εἰρήκασιν, εὕροις ἂν ἐν Εὐριπίδου Εὐρυσθεῖ σατυρικῷ · πᾶς δὲ φασγάνῳ ἐξεθέρισεν ὥστε πύρινον σπάθῃ κολούων φασγάνου μελανδέτου. εἰ δὲ τοῦτο ἀμφίβολον, Φιλήμων ἐν Ῥοδίαις σαφέστερον αὐτὸ ποιεῖ λέγων σπάθην παραφαίνων δηλαδὴ χρυσένδετον, καὶ ἐν τῷ Μισουμένῳ Μένανδρος, ὅταν λέγῃ “ἀφανεῖς γεγόνασιν αἱ σπάθαι”. 10.146τούτοις δ’ἐπακτέον σφενδόνας, λίθους, μολυβδίδας, πελέκεις, σαγάρεις, πυρεῖα, δέρρεις, διφθέρας, σκηνάς, μακέλλας, κάλους, ἱμάντας, ἁλύσεις, γυλιούς, στρωματόδεσμα. καὶ τελαμῶνα δ’ἂν καὶ ζωστῆρα εἴποις καὶ ὄχανα, καὶ κιλλίβαντας, Ἀριστοφάνους εἰπόντος τοὺς κιλλίβαντας οἶσε, παῖ, τῆς ἀσπίδος. τέκτονος σκεύη σκέπαρνον, πρίων, σφῦρα, τέρετρον τρύπανον τρυπανοῦχος ἀρίς, ῥίνη, πέλεκυς καὶ καθ’Ὅμηρον πέλεκκος. ἐν δὲ τῇ ἐν Ὀλυμπίᾳ στήλῃ ἀναγέγραπται τρύπανα τρυπανίας ἔχοντα, ἴσως τὴν ἀρίδα. 10.147χαλκέως σκεύη ἄκμων ἀκμοθέτης, ῥαιστήρ, πυράγρα, φῦσαι φυσητήρ ἀκροφύσιον, χοάναι, ἀκόναι θηγάναι, ἐσχαρίδες, κροταφίδες. οἰκοδόμου σκεύη λεῖαι, γλαρίδες ὡς Σοφοκλῆς ἐν Πριάμῳ, τύχοι, κανών, διαβήτης, πῆχυς, στάθμη, μολύβδαινα, ὑπαγωγεύς, τάχα δὲ καὶ μοχλίον, εἰ καὶ τοῖς τοιχωρύχοις τοῦτο προστιθέασιν οἱ κωμῳδοποιοί. καὶ μοχλίσκον δὲ τὸ τοιοῦτον Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις ὠνόμασεν, εἰπὼν “τοῖχον μοχλίσκῳ καλαύειν”. 10.148οἷς προσαριθμητέον καὶ τὰ ἐν Βατράχοις Ἀριστοφάνους, καὶ πλαίσια ξυμπτυκτὰ πλινθεύσουσί γε καὶ διαμέτρους καὶ σφῆνας. ἐν δὲ ταῖς Ἀττικαῖς στήλαις ἀναγέγραπται πρίων λιθοπρίστης καὶ καρκίνος λίθους ἔχων. εἴποις δ’ἂν καὶ μηχανὴν λιθαγωγόν. ζωγράφου σκεύη πίνακες πινάκια, κιλλίβαντες καὶ ὀκρίβαντες, γραφίδες ὑπογραφίδες, πυξία. 10.149νεωλκοῦ σκεύη φάλαγγες φαλάγγια, ὁλκοί, οὐροί. μεταλλέως σκεύη θύλακες, περίοδος, σάλαξ · καὶ θυλακοφορεῖν μὲν τοὺς μεταλλέας οἱ κωμῳδοὶ λέγουσι, περίοδον δὲ καὶ σάλακα Θεόφραστος ἐν τῷ Μεταλλικῷ, περίοδον μὲν τὸ ἀγγεῖον ᾧ κατακεραννύουσι τὸν σίδηρον, σάλακα δὲ τὸ τῶν μεταλλέων κόσκινον. ὁ δὲ τορεὺς φρεωρύχων ἐργαλεῖον. ἰατροῦ σκεύη σμίλη, ὑπογραφίς, ὠτογλυφίς, ψαλίς, μηλωτρίς μήλη, ὀδοντοξέστης ὀδοντάγρα, ἐξάλειπτρον, λουτήριον, σικύα, ὑπόθετον, λεκανίς, σπογγία, ἐπίδεσμα, σπληνίον, λαμπάδιον, ποδοστράβη, κλυστήρ · 10.150ἔστι γὰρ παρ’Ἡροδότῳ το- τοὔνομα. τάχα δὲ καὶ βάλανος · ἐπὶ γὰρ τοῦ ἐκ στέατος καὶ λίτρου προμήκους πλάσματος, ᾧ ἀντὶ κλυστῆρος χρῶνται, βαλανίσαι Ἱπποκράτης λέγει. ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ῥάκια καὶ κηρωτὴ γέγραπται. κυβευτοῦ σκεύη ἄβαξ ἀβάκιον, κόσκινον, κύβοι, διάσειστοι κύβοι, ἀστράγαλοι, φιμοί, κημοί, τηλία, κήθια κηθίδια, ψῆφοι, πεττοί. σοροποιοῦ σκεύη σορός, πύελος, κιβωτός, ληνός. οἵτε γὰρ περὶ Ἔραστον καὶ Κορίσκον Πλάτωνι ἐπιστέλλοντες γράφουσι “ληνὸν Ἀσσίαν τῆς σαρκοφάγου λίθου,” καὶ ἐπάγουσι περὶ τοῦ αὐτοῦ λέγοντες “σορῷ” · ὅτε Φερεκράτης ἐν τοῖς Ἀγρίοις ἔφη ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὅταν οὗτοί σε κατορύττωσιν. οὐ δῆτ’, ἀλλ’ἐγώ τούτους πρότερον, οὗτοι δὲ μακαριοῦσί με. καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι; 10.151καὶ μιξάμενοι δ’ἂν εἴποιμεν σκεύη, βαλάντια καὶ βαλαντίδια ὡς ἐν Αἰξὶν Εὔπολις. καὶ θυλάκιον δὲ καὶ θυλακίσκον · Ἀριστοφάνης γοῦν ἐν Τριφάλητι τοῦτο ὑποδηλοῖ, ὅταν φῇ ἔπειτ’ἐπὶ το- τοὖψον ἧκε, τὴν σπυρίδα λαβών καὶ θυλακίσκον καὶ τὸ μέγα βαλάντιον. 10.152ἐπὶ τοῦ αὐτοῦ δὲ κύστιν ὑείαν ἐν Ταγηνισταῖς · ὁ δὲ λύων κύστιν ὑείαν κα- κἀξαιρῶν τοὺς δαρεικούς. ἐπὶ τοῦ αὐτοῦ δὲ καὶ σακίον, ὅταν φῇ ἐν Θεσμοφοριαζούσαις σακίον, ἐν οἷσπερ τα- τἀργύριον ταμιεύεται. καὶ πόδα δὲ βαλαντίου ὁ αὐτὸς εἴρηκεν ἐν Βαβυλωνίοις. ἀργυροθήκην δὲ Ἀντιφάνης ἐν Μίδωνι εἴρηκεν. εἰ δὲ καὶ τῷ μαρσιπίῳ τις χρῆσθαι βούλοιτο, βοηθήσει αὐτῷ Ἀπολλόδωρος ὁ Καρύστιος εἰπὼν ἐν τῇ Ἐνέα “μαρσίπιόν τι μικρόν”. ἀρύβαλλος δὲ ἐπὶ τοῦ συσπάστου βαλαντίου ἐν Ἀντιφάνους Αὑτοῦ ἐρῶντι καὶ ἐν Στησιχόρου Κερβέρῳ. 10.153γλωττοκομεῖον ἡ θήκη τῶν αὐλῶν · καὶ συβήνην δὲ τὴν τῶν αὐλῶν θήκην καλοῦσιν. καὶ αὐλοὺς ὀστεΐνους, καὶ καλαμίνους αὐλοὺς Ἀριστοφάνης ἔφη. καὶ φορβειὰν τὴν αὐλητικήν. 10.154καὶ κρουπέζια τὰ τῶν αὐλητῶν ὑποδήματα. τὸ μέντοι γλωττοκομεῖον εἴρηκε Λύσιππος ἐν Βάκχαις · αὐτοῖσιν αὐλοῖς ὁρμᾷ καὶ γλωττοκομείῳ. ὠνόμασται γὰρ ἀπὸ τῶν γλωττῶν, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῦ ἀγγείου γλωττοκομεῖον παρὰ τοῖς νεωτέροις ἔστιν εὑρεῖν, ὡς ἐν τῷ Τιμοκλέους Βαλανείῳ, “καὶ τὸ γλωττοκομεῖον βαλανεύεται”. καὶ ἐν Ἀπολλοδώρου τοῦ Καρυστίου Διαβόλῳ μέγα ὦ Φορμίων γλωττόκομον · οὐκ ὀφθαλμιῶ. 10.155ἐκ δὲ τῶν σκευῶν καὶ γαλεάγρα · τὸ δὲ ὄνομα ἐν τοῖς ἐπιγραφομένοις Δημοσθένους πρὸς Ἀριστογείτονα. καὶ μυάγρα · Ἀριστοφάνης δὲ ἐν Φοινίσσαις κέχρηται τῷ ὀνόματι. ἐν δὲ Πλούτῳ ἶπον τὴν μυάγραν καλεῖ. 10.156καὶ Καλλίμαχος δὲ ἔφη ἶποντ’ἀνδίκτηντε μάλ’εἰδότα μακρὸν ἁλέσθαι, ὡς καὶ τὸν ἀνδίκτην ὄντα εἶδος μυάγρας. τὸ μέντοι ἐνιστάμενον ταῖς μυάγραις παττάλιον σκανδάληθρον καλεῖται, ὡς ὁ ἐν ταῖς μείζοσι πάγαις πάτταλος ῥόπτρον, τὸ δὲ σπαρτίον ᾧ συνέχεται μήρινθος. τὴν δὲ Ἀνδρομέδαν Κρατῖνος ἐν τοῖς Σεριφίοις δελεάστραν καλεῖ. Νικοφῶν δὲ τὰς τοιαύτας πάγας ἐν Ἀφροδίτης Γοναῖς δελέαστρα εἴρηκεν. πέτευρον δέ, οὗ τὰς ἐνοικιδίας ὄρνιθας ἐγκαθεύδειν συμβέβηκεν, Ἀριστοφάνης λέγει, ὥσπερ καὶ κρεμάστραν ἐν ταῖς Νεφέλαις. 10.157σὺν δὲ τούτοις λεγέσθωσαν δοκοί δοκίδες, ἰκρία, στρωτῆρες, καλυμμάτια. καὶ μετὰ τοῦ κεράμου ἐν τοῖς Δημιοπράτοις καλυπτῆρες κορινθιουργεῖς καὶ ἰκριωτῆρες. ἀκτηρίδα δὲ τὴν βακτηρίαν Ἀχαιὸς ἐν Ἴριδι ὠνόμασεν · καλεῖται δὲ οὕτως καὶ τὸ τὸν ῥυμὸν τοῦ ἅρματος ἢ τῆς ἁμάξης ἀνέχον ξύλον, ὅταν ἄζευκτος ᾖ, ὃ στήριγγα καλεῖ Λυσίας, ὥσπερ καὶ τὴν κνήμην τῆς ἁμάξης ὁ αὐτὸς ὠνόμασε κνημίαν. 10.158προσθετέον δὲ τούτοις τράπεζαν λογιστηρίαν, πιλίον πῖλον πιλίδιον, τάρπην, ἥ ἐστι πλέγμα ἐκ λύγων, ἔτι δὲ καὶ γύργαθον καὶ θωμόν, Ἀριστοφάνους ἐν Δαιταλεῦσιν εἰπόντος ἢ μὴ δικῶντε γύργαθος ψηφισμάτωντε θωμός. 10.159καὶ οἰκίσκον δὲ ὀρνίθειον καὶ οἰκίσκον περδικικὸν Ἀριστοφάνης ἐν Ὁλκάσιν ἔφη. εἰ δὲ μὴ ψευδὴς ὁ Ὑπερείδου λόγος ὑπὲρ Ἁρπάλου, ἐν αὐτῷ γέγραπται “ἐκπηδήσαντες ἐκ τῶν περδικοτροφείων”. χοιροτροφεῖον δὲ ἐν ᾧ χοῖροι τρέφονται, ὡς Εὔπολις καὶ ἐν Ποαστρίαις Φρύνιχος, τὸ δ’αὐτὸ καὶ χοιροκομεῖον ἐν Ἀριστοφάνους Λυσιστράτῃ. 10.160καὶ γρυμέα δὲ ἀγγεῖόν τι εἰς ἀπόθεσιν, ὃ ἔνιοι πήραν νομίζουσιν. καὶ θύλακος καὶ ἀσκοθύλακος, ὡς ἐν τῷ Ἀριστοφάνους Γηρυτάδῃ, καὶ ἀσκοπήρα, ὡς ἐν ταῖς Ὥραις Ἀριστοφάνους. καὶ κέστρα δὲ σφύρας τινὸς εἶδος σιδηρᾶς, ὡς ἐν Αἰγεῖ Σοφοκλῆς κέστρᾳ σιδηρᾶ πλευρὰ καὶ κατὰ ῥάχιν ἤλαυνε παίων. ἀλλὰ μὴν καὶ κύρτη σιδηρᾶ ἀγγεῖόν τι, οἷον οἰκίσκος ὀρνίθειος, παρὰ Ἡροδότῳ καὶ Ἀρχιλόχῳ. καὶ καλιὰ δὲ καὶ καλιὸς ὁ τοιοῦτος οἰκίσκος, ὡς Κρατῖνος Θρᾴτταις ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται. 10.161ἤδη δὲ καὶ τὸν πρὸς οἰκήσεις ἐπιτήδειον οὕτω λέγουσιν, ὡς ἐν Ἐλπίδι Ἐπιχάρμου εἴρηται τὸν τοῦ γείτονος καλιόν. ἐν δὲ Εὐπόλιδος Αὐτολύκῳ οἰκοῦσι δ’ἐνθάδ’ἐν τρισὶν καλιδίοις, οἴκημ’ἔχων ἕκαστος. σάγματα μὲν οὖν ὑποζυγίων κατὰ τοὺς πολλοὺς ἐν τῇ πέμπτῃ τῶν Φιλιππικῶν ἔστιν εὑρεῖν, σακκοπήραν δέ, ὡς εἴθισται τοῖς ἰδιώταις λέγειν, ἐν Ἀπολλοδώρου τοῦ Καρυστίου Ἀμφιαράῳ · ἐμβαλόντες, ὦ πονηρὲ σύ, εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που ἐφ’ὑποζύγιον. 10.162σίφνιν δ’ἐν τοῖς Ἀττικοῖς ὕμνοις οὐ τὴν γῆν ἔνιοι ἀκούουσιν, ἀλλὰ τὴν σιπύαν, ἐξ ἧς ἡ Δημήτηρ προυκόμιζε τὰς τροφάς. ἀορτῆρα δὲ τὸν ζωστῆρα Φερεκράτης ἐν Γραυσὶ κέκληκεν. ἡ δὲ καυσία πῖλος Μακεδονικὸς παρὰ Μενάνδρῳ, ὡς τιάρα Περσικός. καὶ κυρβασίαν δ’Ἀριστοφάνης ἐν Τριφάλητι εἴρηκεν · καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς · 10.164Ἡρόδοτος δὲ καὶ κίταριν. τὸ δὲ τῶν ἐφήβων φόρημα πέτασος · Φιλήμων ἐν Θυρωρῷ ἐγὼ γὰρ ἐς τὴν χλαμύδα κατεθέμην ποτέ καὶ τὸν πέτασον. Τηλεκλείδου δ’ἐν Ἀμφικτύοσιν εἰπόντος “δουλοπόνηρον ῥυπαρὸν σκόλυθρον” κάνυστρον ἔνιοι ἀκούουσιν. καὶ ὅταν μὲν ἐν Ἀχαρνεῦσιν εἴπῃ Ἀριστοφάνης ἀχάνας χρυσίου, τὸ ἀγγεῖον ἴσως Περσικόν · 10.165ἔνιοι δὲ τὴν θεωρικὴν κίστην οὕτω κεκλῆσθαι νομίζουσιν, ἐν δὲ Ἀριστοτέλους Ὀρχομενίων πολιτείᾳ μέτρον ἐστὶν Ὀρχομένιον τετταράκοντα πέντε μεδίμνους χωροῦν Ἀττικούς. οἱ δὲ κοιτίδας τὰς τῶν Πυθῶδε ἰόντων, ὅτε καὶ τὰ λεβητάρια καλοῦσι παναγρίδας. ξίφους δὲ ὄνομα ἔοικεν εἶναι βαρβαρικὸν ἡ σκάλμη, Σοφοκλέους εἰπόντος ἐν Τρωίλῳ σκάλμῃ γὰρ ὄρχεις βασιλὶς ἐκτέμνουσ’ἐμούς. τὸ δὲ ὄγκιον σκεῦος πλεκτὸν εἰς ἀπόθεσιν σιδήρου ἢ ἄλλων τινῶν, παρὰ δ’Ὁμήρῳ τῶν Ὀδυσσέως πελέκεων · Ἕρμιππος δ’ἐν Δημόταις ἔφη “ἔχοντες ἴσον ἀσπίδιον ὀγκίῳ”. 10.166παρὰ δὲ Βοιωτοῖς τὸν κάδον σκύφον κεκλῆσθαι λέγουσιν. ἡ δὲ σμινύη καττύς, δερμάτιον ἐντιθέμενον τῇ σμινύῃ, ὅταν ὁ στέλεχος ἀραιὸς ᾖ · καὶ ἔστι το- τοὔνομα ἐν τοῖς Ἀριστοφάνους Δράμασιν ἢ Νιόβῳ. πτανάκα δ’ἐστὶ ψίαθος ἡ ἐν τοῖς ἀκατίοις, ἣν καὶ κάνναν καλοῦσι. κραστήριον δὲ τέτταρα ξύλα εἰς ἄλληλα ἐνηρμοσμένα, τόνῳ ἐνδεδεμένα, ἃ κατήρτων πρὸ τῆς φάτνης τῶν ὑποζυγίων φέρειν αὐτοῖς τὸν χιλόν, ὃν καὶ χόρτον καὶ πόαν καὶ κρᾶστιν τινες ἐκάλουν. ἐκφατνίσματα δὲ αἱ σανίδες αἱ ἀναιρούμεναι ἐκ τῆς φάτνης ὡς καθαίρεσθαι τὰ περιττά. 10.167ἐκ δὲ τῶν σκευῶν ἔστω καὶ προσωπεῖον καὶ μορμολυκεῖον καὶ γοργεῖον καὶ προσωπίς, καὶ ὡς ἐν τοῖς Σοφισταῖς Πλάτων ὀθόνιον πρόσωπον, καὶ κλῳὸς καὶ κλοιὸς καὶ ἅλυσις καὶ μονάλυσις. ἡ δὲ ἅλυσις οὐ μόνον ἐπὶ τοῦ δεσμοῦ ἀλλὰ καὶ ἐπὶ τοῦ γυναικείου κόσμου ὠνόμασται παρὰ Ἀριστοφάνει, “σφραγῖδας ἁλύσεις” · Φιλιππίδης δὲ ἔφη ἁλύσιον εἶχε τετταράκοντα δραχμὰς ἄγον. δεσμὸς μέντοι σιδηροῦς καὶ σκύλαξ, οὗ μέμνηται Πλάτων ἐν Ἑλλάδι λαβὼν οὖν τὸν σκύλακα τὸν τοῦ προξένου, κα- κἄπειτα δῆσον αὐτόν. 10.168ἐκ δὲ σκευῶν καὶ ἀναξυρίδες καὶ σκελέαι καὶ ποδίδες καὶ Περσικαί, ὡς Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις τὰς ἀναξυρίδας ἔοικε καλεῖν, Ἀντιφάνης δ’ἐν Σκύθαις ἢ Ταύροις “σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες”. ἡ δὲ ἁμαξὶς ἁμάξιον μικρόν, καὶ παίζειν τοῖς παιδίοις. καὶ κώδων δὲ ἔστι τῶν σκευῶν καὶ τρυτάνη καὶ ὑστριχίς, τάχα δὲ καὶ κῴδιον καὶ κῳδάριον καὶ ἀρνακίς, καὶ βακτήριον, καὶ σάκκος, καὶ λυχνίς, καὶ πυξίς, καὶ ἕτερόν τι τοιοῦτον καλαμίσκος ὡς ὅταν φῇ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν σὺ δ’ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα εἰς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί. 10.169καὶ ἁλία δὲ σκεῦός τι ἦν πύξινον, ᾧ τοὺς ἅλας ἐντρίβουσιν · Ἄρχιππος μέν γε ἐν Ἡρακλεῖ γαμοῦντί φησιν “ἁλία πυξίνη,” Στράττις δ’ἐν Κινησίᾳ ἁλμυρόνθ’ὕδωρ, ἕτεροντε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον. καὶ ἴσως ἂν ἐοίκοι τούτῳ τῷ ἀγγείῳ ἐν ᾧ τὸ πέπερι λεαίνουσιν. ἀλλὰ μὴν καὶ φορμός φορμίον φορμίσκος φορμίς · ἐν δὲ τῷ Γηρυτάδῃ ὁ Ἀριστοφάνης λέγει “φορμῷ σχοινίνῳ,” ἐν δὲ τοῖς Δημιοπράτοις καὶ ἁλῶν τρία ἡμιφόρμια πέπραται, ὥσπερ καὶ σησάμων ἡμισάκιον. 10.170τάχα δὲ κα- κἂν ὄροφόν τις ὀνομάσειεν, ὅς ἐστι στεγαστὴρ κάλαμος, ὃν καὶ Ὅμηρος ὀνομάζειν ἔοικεν ἐπὶ τῆς Ἀχιλλέως σκηνῆς. καὶ ἐν Ἀριστοτέλους δὲ ἢ Θεοφράστου Φυσικοῖς γέγραπται “καλάμου, ὀρόφου, θρυαλλίδος, στροβίλου, πίτυος”. εἴποις δ’ἂν καὶ ὠλένας καὶ ὠλενίδας, καὶ παρωλενίδας ἐν τοῖς Δημιοπράτοις εἰρημένας. καὶ πηνήκην δὲ καὶ προκόμιον, καὶ ὡς Ἀριστοφάνης ἐν Γηρυτάδῃ περίθεσιν · καὶ περιθέτην δέ, ὡς ἐν Ἄμφιδος Ἀλκμαίωνι καὶ Μενάνδρου Ὀλυνθίᾳ. 10.171σκεῦος δὲ καὶ ἡ κλῖμαξ · καὶ οἱ ἀναβασμοὶ τῆς κλίμακος κλιμακτῆρες, ὡς ἐν Ἀριστοφάνους Δράμασιν ἢ Κενταύρῳ · ἐν δὲ τοῖς Δημιοπράτοις κλιμάκιον, ἐν δὲ Ἀμειψίου Κόννῳ κλιμακίδα. ἦ που δὲ καὶ τύμπανα καὶ κύμβαλα, σκευῶν ἂν καὶ ταῦτα εἴη καὶ παρδαλῆ καὶ λεοντῆ, καὶ σανὶς καὶ λεύκωμα. καὶ οἷς ἂν ὀρνιθοθῆραι χρῶνται, παγίδες καὶ νεφέλαι καὶ δίκτυα · ἐν Ὄρνισι δ’αὐτῶν Ἀριστοφάνης μνημονεύει. 10.172τὴν δὲ πήραν πηρίδιον εἴποις ἂν ὡς ἐν Σκηνὰς καταλαμβανούσαις Ἀριστοφάνης, καὶ θύλακα καθ’Ὅμηρον, καὶ θύλακον καὶ θυλάκιον καὶ θυλακίσκιον, ὡς ἐν Δαιταλεῦσιν Ἀριστοφάνης, καὶ κώρυκον καὶ κωρύκιον καὶ κωρυκίδα, ὡς ἐν ταῖς Ὁλκάσιν Ἀριστοφάνους. καὶ βύσμα δ’ἂν εἴη τῶν χρησίμων, Ἀριστοφάνους εἰπόντος “βύσμα καὶ γευστήριον”. τοῦτο δὲ βύστραν ἕτεροι κεκλήκασιν, ὡς Ἀναξανδρίδης Κιθαριστρίᾳ καὶ Ἀντιφάνης Ὀρφεῖ “βύστραν τιν’ἐκ φύλλων τινῶν”. ἀλλὰ μὴν τῷ στεγαστῆρι ὀρόφῳ προσήκοιεν ἂν καὶ οἱ στρωτῆρες καὶ τὰ καλυμμάτια · 10.173ἄμφω δὲ ἐν Ἀριστοφάνους Βαβυλωνίοις πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί. καὶ αὖ πάλιν ὡς οὐ καλυμματίοις τὸν οἶκον ἤρεφεν. φαίης δ’ἂν κατ’Ἀριστοφάνην λέγοντα ἐν Ὁλκάσι καὶ παττάλους ἐγκρούειν, καὶ σκύταλον ὑποσίδηρον καὶ σμινύδας καὶ ἀγκαλίδας, καὶ ὡς ἐν Ταγηνισταῖς νεβρίδα καὶ λίθους πωρίνους καὶ κηρύκιον, καὶ ὡς ἐν Ἥρωσιν ἴθι δή, λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον, καὶ ὡς ἐν Γήραι “πτωχικοῦ βακτηρίου,” καὶ βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης καὶ “καλαμίνους αὐλούς”. τοὺς δὲ κάλως καὶ σχοινία καὶ ὅπλα ἂν εἴποις · Ὅμηρος δὲ καὶ ὅπλον βύβλινον. 10.174φαίης δ’ἂν καὶ χρυσώματα καὶ ἀργυρώματα καὶ χαλκώματα ἐν μέρει τῶν σκευῶν, οὐ μόνον ἐν τῇ Ἀναβάσει Ξενοφῶντος εἰπόντος χαλκώμασιν, ἀλλὰ καὶ Ἀριστοφάνους ἐν Πελαργοῖς “χαλκώματα προσκεφάλαια”. Λυσίας δὲ ἐν τῷ πρὸς Κλέωνα καὶ ἀργυρώματα καὶ χρυσώματα εἴρηκεν. 10.175καὶ βαίτας δὲ τὰς τῶν ἀγροίκων διφθέρας ἐν τοῖς γυναικείοις μίμοις ὁ Σώφρων ἐκάλεσεν. εἶεν δ’ἂν καὶ ἀμφωτίδες ἐκ τῶν σκευῶν, Πλάτωνόςτε εἰπόντος καὶ ἐν Κερκυόνι Αἰσχύλου ἀμφωτίδες τοι τοῖς ἐνωτίοις πέλας · Ἀλέξιδος δὲ καὶ δρᾶμα Ἀμφωτίς. καὶ ῥιπίδα δ’ἄν τις φαίη πλέγμα τι ψιάθῳ ἢ φορμῷ παραπλήσιον · Κράτης δ’ἐν τοῖς Ἥρωσιν ἔφη “ῥιπίδι κοπραγωγῷ” ἐν δὲ τοῖς Δημιοπράτοις ἀναγέγραπται “ῥιπαικὰ παγκτόν”. Ὅμηρος δ’ἔφη “ῥίπεσσι διαμπερὲς οἰσυΐνοισι” · 10.176καὶ γὰρ οἰσύα, καὶ οἰσύινα σκεύη, παρὰ δὲ Θουκυδίδῃ καὶ ἀσπίδες οἰσύιναι. καὶ λίνον δ’ἂν εἴποις καὶ στυππεῖον, καὶ κάνναβον καὶ κάνναβιν, καὶ τὸν ἱστὸν τῶν ταῦτ’ἐργαζομένων γέροντα. καὶ ὁλκεῖον ἀγγεῖον ὑγρῶντε καὶ ξηρῶν, ὡς ἐπὶ τὸ πολὺ χαλκοῦν, ὡς ἐν Ἀρρηφόρῳ Μενάνδρου “ἢ χαλκοῦν μέγα ὁλκεῖον” · ἐν δὲ Φιλήμονος Γάμῳ ὁλκεῖον εἶδον ἐπὶ τραπέζῃ κείμενον πυρῶν τι μεστόν. εἴποις δ’ἂν καὶ μηλωτὴν τὴν τοῦ προβάτου δοράν, Φιλήμονος εἰπόντος ἐν Εὐρίπῳ “στρῶμα μηλωτήντ’ἔχει”. καὶ σκεῦός τι ὁλοσίδηρον, ὡς ἐν Ἀντιφάνους Φιλίσκῳ, καὶ ἄλλο μονόξυλον, ὡς ἐν Πλάτωνος Νόμοις. 10.177Κρατίνου δ’εἰπόντος ἐν Νεμέσει “ἐν τῷ κυφῶνι τὸν αὐχέν’ἔχων” ἦ που νοητέον ὡς σκεῦος ἦν τι ἀγορανομικόν, ᾧ τὸν αὐχένα ἐνθέντα δεῖ μαστιγοῦσθαι τὸν περὶ τὴν ἀγορὰν κακουργοῦντα. καὶ νάρθηκα δ’ἂν εἴποις, Πλάτωνος μὲν καὶ ναρθηκοφόρους ὀνομάσαντος, Ἴωνος δὲ ἐν τῷ Μεγάλῳ δράματι εἰπόντος “ψαθαρὸν νάρθηκα”. ζυγὸν δὲ εἴποις ἂν ὑποζυγίων, καὶ τὸ τῆς τρυτάνης καὶ τὸ τῆς νεὼς καὶ τὸ τοῦ ὑποδήματος καὶ τὸ τοῦ χοροῦ · Δεινόλοχος δ’ἐν Ἀμαζόσιν ἔφη καπηλικοῦ ζυγοῦ. τὸ δὲ ξυρὸν πολλῶν εἰρηκότων, παρατηρητέον ὅτι Ἄρχιππος ἐν τῷ Ῥίνωνι ἀρρενικῶς αὐτὸ εἴρηκεν. 10.178φλοΐνην δὲ ἐσθῆτα Ἡροδότου εἰπόντος, σοὶ τοῦτο ὑπάρχει λέγειν καὶ ἐπὶ τῶν ἄλλων πλεγμάτων, οἷον φλοΐνην σπυρίδα ἢ ψίαθον ἢ ὁτιδήποτε, μάλιστα καὶ Εὐριπίδου ἐν Αὐτολύκῳ σατυρικῷ εἰπόντος “σχοινίνας γὰρ ἵπποισι φλοΐνας ἡνίας πλέκει”. ἡ δὲ ὕλη ὅθεν ἐπλέκετο, φλοῦς μὲν κατὰ τοὺς Ἴωνας, φλέως δὲ κατὰ τοὺς Ἀττικούς. 10.179εἴη δ’ἂν καὶ κόιξ ἕν τι τῶν πλεγμάτων, ὃν οἱ μὲν Δωριεῖς κόιν καλοῦσιν, ὡς Ἐπίχαρμος Πίθωνι ἢ θύλακον βόειον ἢ κόιν φέρειν ἢ κωρυκίδα, οἱ δὲ Ἀττικοὶ κόικα, ὡς Φερεκράτης Κοριαννοῖ πᾶς δ’ἀνὴρ ἔσαττε τεῦχος ἢ κόικ’ἢ κωρύκους. σαφῶς δὲ αὐτὸ Ἀντιφάνης ἐν Βομβυκιῷ δηλοῖ, εἰπὼν ἀγγεῖον ἀλφιτήριον ἢ κόιξ ἐστίν. εἴη δ’ἂν καὶ φείδων τι ἀγγεῖον ἐλαιηρόν, ἀπὸ τῶν Φειδωνείων μέτρων ὠνομασμένον, ὑπὲρ ὧν ἐν Ἀργείων πολιτείᾳ Ἀριστοτέλης λέγει. 10.180καὶ στέγαστρον δὲ ὅστις ἐθέλοι ὀνομάζειν, ᾗπερ ἡ πολλὴ χρῆσις, τὴν στεγαστρίδα διφθέραν, τὸν σκύτινον τοῦτον χιτῶνα, καταφευγέτω ἐπὶ τὸν Αἰσχύλον εἰπόντα, “ὀστέων στέγαστρον”. κίσται δ’οὐ μόνον ὀψοφόροι, οὐ δ’ἄλλως ἀγγεῖα εἰς ἐσθήτων ἀπόθεσιν, ἀλλὰ καὶ αἱ τῶν φαρμακοπωλῶν ἂν καλοῖντο, ὡς ἐν Ἀμφιαράῳ Ἀριστοφάνης καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις, ἐκ κίστῃ που κατασήμηναι, καὶ παῦσαι φαρμακοπωλῶν · ὥσπερ που καὶ Θεόπομπος ἐν Ἀλθαίᾳ τὴν οἰκίαν γὰρ εὗρον εἰσελθὼν ὅλην κίστην γεγονυῖαν φαρμακοπώλου Μεγαρικοῦ. 10.181τὸ μέντοι δέρμα ᾧ ὑποζώννυνται αἱ λουόμεναι γυναῖκες ἢ οἱ λούοντες αὐτάς, ᾤαν λουτρίδα ἔξεστι καλεῖν, Θεοπόμπου εἰπόντος ἐν Παισὶν τὴν δὲ περιζωσάμενος ᾤαν λουτρίδα, κατάδεσμον ἥβης περιπέτασον. Φερεκράτης δὲ ἐν Ἰπνῷ καταλέγων τὰ ἐργαλεῖα τῆς παιδοτριβικῆς, ἤδη μὲν ᾤαν λουμένω προζώννυται. 10.182οὕτω δὲ τὴν μηλωτὴν ἐκάλουν, ἴσως ἀπὸ τῆς ὄιος. τοῖς δὲ στρατιώταις καὶ ἀντὶ μάκτρας ὑπουργεῖ · ὅπερ ἐν Στρατιώταις Ἕρμιππος ὑποδηλοῖ, λέγων “νικᾷ δ’ᾤα λιθίνην μάκτραν”. καὶ κέραμον δ’ἂν εἴποις, καὶ κέραμον στεγαστῆρα · ἐν δὲ τοῖς Δημιοπράτοις καὶ κέραμον Ἀττικὸν καὶ κέραμον Κορίνθιον. κεραμίδα δὲ Θουκυδίδου εἰπόντος ἐν τῇ Πλαταϊκῇ πολιορκίᾳ, κεράμια τὰς κεραμίδας Ἀριστοφάνης ἐν Σφηξὶ καλεῖ, λέγων ὑποδυόμενός τις οὑτοσί ὑπὸ τῶν κεραμίων ἡλιαστὴς ὀροφίας · 10.183οἱ δὲ καὶ κεραμίδων γράφουσιν. καὶ σφύρᾳ μέν τι ὅμοιον ἢ κροταφίδι σιδηρᾷ εἴη ἂν ἡ κέστρα, δεσμῷ δ’ἂν ἐοίκοιεν αἱ στραγγαλίδες, Στράττιδος ἐν Φοινίσσαις εἰπόντος “οὐ δὲ σχοινί’οὐ δὲ στραγγαλίδες εἰσίν”. κάνναι δὲ πλεγμάτιόν τι ἐστίν, οὗ μέμνηται ἐν Σφηξὶν Ἀριστοφάνης · οὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω. καὶ Φερεκράτης ἐν Ἰπνῷ σκηνὴ περίερκτος περίβολος κάνναισι. 10.184μάλιστα δ’ἐχρῶντο τῷ πλέγματι τούτῳ ἐς τὰ περιφράγματα, ὡς ἐν τῇ Πυτίνῃ ὁ Κρατῖνος περὶ τῶν τριήρων λέγει οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν οὐ δὲ κάννης. τὸν μέντοι ταύτας πλέκοντα καννηνοποιὸν Ἱππῶναξ κέκληκεν. ἐν δὲ τοῖς μέτροις τοῖς τῶν ὑγρῶν εἴη ἂν καὶ μάρις, Ἀριστοτέλους ἐν τῷ ὀγδόῳ περὶ ζῴων ἱστορίας εἰπόντος “οἴνου πέντε μάρεις. ἔστι δὲ ὁ μάρις ἓξ κοτύλαι”. 10.185καὶ γῆν δὲ κεραμῖτιν εἴποις ἂν καὶ γῆν κεραμίδα, ἢ ὡς Σαννυρίων ἐν Γέλωτι, “κεραμικὴν γαῖαν στρέφων”. οὗ μέντοι οἱ κεραμεῖς τὰς πλίνθους ἔπλαττον, πλινθεῖον καλεῖ τὸν τόπον ἐν Δράμασιν ἢ Νιόβῳ Ἀριστοφάνης, περὶ τοῦ Κυκλοβόρου τοῦ ποταμοῦ λέγων ὁ δ’ἐς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε. τοῖς δὲ σκεύεσιν εἰ βούλοιτό τις προσαριθμεῖν καὶ κάδον πίττινον ἔξεστιν, Ἀριστοφάνους ἐν Δράμασιν ἢ Κενταύρῳ εἰπόντος ἀλλ’εἰς κάδον λαβών τιν’οὔρει πίττινον. 10.186καὶ στόμωμα μὲν σιδηροῦν ὅστις ἐν τοῖς ἀποθέτοις σκεύεσιν ἀριθμοῖ, Κρατῖνος ἂν αὐτῷ συναινοῖ, λέγων ἐν Χείρωσι “Χαλυβδικὸν στόμωμα”. εἰ δὲ καὶ πλέγμα τι σπάρτινον ἢ σάκον σπάρτινον ἐθέλοις καλεῖν, καὶ πρὸς τοῦτο Κρατῖνός σοι βοηθεῖ ἐν Νεμέσει λέγων σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον. φαίης δ’ἂν καὶ σίσυρναν, Αἰσχύλου μὲν ἐν Κήρυξι σατύροις λέγοντος “καὶ τῆς σισύρνης τῆς λεοντέας,” Σοφοκλέους δ’ἐν Μούσαις ψαλίδας τιάρας καὶ σισυρνώδη στολήν. 10.187ἐπεὶ δὲ καὶ ἀσκὸν καὶ ἀσκίδιον καὶ τὰ τοιαῦτα προειρήκαμεν, οὐδὲν κωλύει καὶ μολγὸν εἰπεῖν, ὅς ἐστι κατὰ τὴν τῶν Ταραντίνων γλῶτταν βόειος ἀσκός · ὅθεν καὶ Θεοδωρίδας τὸν Ἥφαιστον ἔφη φυσητῆρσι μολγίνοις χρῆσθαι. καὶ Ἀριστοφάνης γε χρησμόν τινα παίζει μή μοι Ἀθηναίους ἀνεῖτ’, οἱ μολγοὶ ἔσονται, τὸ ἄπληστον αὐτῶν ὑπαινιττόμενος. τῶν δὲ ἐν οἰκίᾳ σκευῶν καὶ σκῦτος καὶ μάστιγες καὶ τροχοὶ καὶ πέδαι καὶ στρέβλαι. καὶ ἐπὶ ἐκπώματος δ’ἂν εἴποις, ἢ ἄλλου κατασκευάσματος, ὅτι λιθοκόλλητον ἦν, ὡς ἐν τῷ Μενάνδρου Παιδίῳ χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν. καλὸν ἦν ἂν οὕτως. 10.188ἐπεὶ δὲ ἥλους οἱ πολλοὶ καὶ ἡλίσκους οἱ κωμῳδοὶ λέγουσιν, ἰστέον ὅτι καὶ κυνδάλους τοὺς ἥλους ὀνομάζουσιν · ἐν γοῦν τῇ τοῦ νεὼ ποιήσει, ἣν ἢ Φίλων ἢ Θεόδωρος συνέθηκε, γέγραπται “κυνδάλους δὲ ἐχέτω ζυγὸν ἕκαστον”. φαίης δ’ἂν ἐπὶ τοῦ αὐτοῦ καὶ πῶμα καὶ ἐπίθημα, οἷον πίθου ἢ λέβητος ἢ φαρέτρας. ἐν γοῦν τῇ Ἀριστοφάνους Εἰρήνῃ γέγραπται τὴν δ’ἀσπίδα ἐπίθημα τῷ φρέατι παράθες εὐθέως · Ὅμηρος δ’ἔφη “ὡς εἴτε φαρέτρῃ πῶμ’ἐπιθείη”. 10.189τὸ μὲν δὴ ξύλον ᾧ περιπλάττουσι τὸν πηλὸν οἱ κοροπλάθοι, κάναβος καλεῖται · ὅθεν καὶ Στράττις ἐν τῷ Κινησίᾳ τὸν Σαννυρίωνα διὰ τὴν ἰσχνότητα κάναβον καλεῖ · αὐτὸ δὲ τὸ πήλινον, ὃ περιείληφε τὰ πλασθέντα κήρινα, ἃ κατὰ τὴν τοῦ πυρὸς προσφορὰν τήκεται καὶ πολλὰ ἐκείνῳ τρυπήματα ἐναπολείπεται, μίλιγδος καλεῖται · 10.190ὅθεν καὶ Σοφοκλῆς ἔφη ἐν Αἰχμαλώτισιν ἀσπὶς μὲν ἡ μίλιγδος ὣς πύκνωμά τι. ἐπιπόρπαμα δὲ κιθαρῳδοῦ σκευή, ὡς Πλάτων ἐν ταῖς ἀφ’ἱερῶν δότω τὴν κιθάραν τις ἔνδοθεν καὶ το- τοὐπιπόρπαμα. ἔξεστι δὲ καὶ ἀγγεῖα ὀστράκινα τὰ κεράμεα ἢ γήινα εἰπεῖν · ἐν γοῦν τῷ Ποιητῇ Πλάτων φησὶ θαυμάζω τὸν τὴν δαπιθάκνην πότερον ὀστρακίνην ἢ βίβλον ἔχων τὴν δήποτε. Ἡρόδοτος δὲ καὶ κεραμίνην κύλικα ἔφη, καὶ ὁ Ἀναξίλας Βοτρυλίωνι κα- κοὐκ ἄν γέ μοι τουτὶ γένοιτο κεράμινον. 10.191ἔστι δὲ καὶ ἑλένη πλεκτὸν ἀγγεῖον σπάρτινον, τὰ χείλη οἰσύινον, ἐν ᾧ φέρουσιν ἱερὰ ἄρρητα τοῖς Ἑλενηφορίοις. εἰ δὲ βούλει καὶ ἄλλα τῶν ἱερῶν σκευῶν, ἔστι μὲν ὑφάσματα, καλεῖται δὲ ἰστριανόν, προτόνιον, ἡμίμιτρον. ποδώνυχον ἡ ἐσθὴς ἡ τῆς ἱερείας τῆς Πανδρόσου. 10.192τὰ μὲν ἄλλα καλύμματα ἱερῶν τὰ δὲ ἐπίπομπα παραπόμπεια καλεῖται. ὅταν δὲ Δημοσθένης εἴπῃ σακχυφάντας, τοὺς πλέκοντας ταῖς γυναιξὶ τοὺς κεκρυφάλους ἀκούουσιν. σκευῶν δὲ ἐν Εὐπόλιδος Πόλεσι κατάλογος, καρδόπουςτε καὶ κρατῆρας ὀκτὼ δὲ χύτρας δύο τρυβλίω, κνέφαλλα δέκα, θέρμαυστριν, ἓξ θρόνους, χύτραν, κάννας ἑκατόν, κόρημα, κιβωτόν, λύχνον.