5.1Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. […]. ἐπεὶ δὲ καὶ κυνηγεσίων σοι προσήκει μέλειν, ὅτι το- τοὐπιτήδευμα ἡρωικόντε καὶ βασιλικόν, καὶ πρὸς εὐσωματίαν ἅμα καὶ πρὸς εὐψυχίαν ἀσκεῖ, καὶ ἔστιν εἰρηνικῆςτε καρτερίας ἅμα καὶ πολεμικῆς τόλμης μελέτημα, πρὸς ἀνδρείαν φέρον, ῥωμαλέοντ’εἶναι γυμνάζει καὶ ποδώκη καὶ ἱππικὸν καὶ ἀγχίνουν καὶ φιλεργόν, εἰ μέλλει καθαιρήσειν καὶ τὰ ἀνθιστάμενα ἀλκῇ καὶ τὰ ὑποφεύγοντα τάχει καὶ τὰ ἀποσπῶντα ἀφ’ἵππου καὶ τὰ συνετὰ σοφίᾳ καὶ τὰ λανθάνοντα ἐπινοίᾳ καὶ τὰ κρυπτόμενα χρόνῳ, καὶ νύκτωρ προαγρυπνῶν καὶ μεθ’ἡμέραν ἐπιπονῶν, ἀνάγκη τι καὶ περὶ θήρας ὑπειπεῖν G4. 5.9θήρα λέγοιτ’ἂν καὶ ἄγρα, καὶ κυνηγέσιον, θῆραίτε καὶ ἄγραι, καὶ κυνηγέσια, καὶ θηρευτὴς καὶ ἀγρευτὴς καὶ κυνηγέτης · ὁ δὲ τούτῳ συμπράττων συγκυνηγέτης, σύνθηρος, ὁμόθηρος. ἐρεῖς δ’ἐπὶ τοῦ κυνηγέτου ζητητὴς θηρίων, πολέμιος θηρίων, ἐχθρός ἀντίπαλος, φιλόθηρος, ἀφ’οὗ καὶ τὸ πρᾶγμα φιλοθηρία, φιλοκυνηγέτης, θηρευτικός ἀγρευτικός κυνηγετικός, θηρευτικῶς ἀγρευτικῶς κυνηγετικῶς. θηρᾶν θηρεύειν, κυνηγετεῖν. Ξενοφῶν δὲ καὶ θηρᾶσθαι ἀντὶ τοῦ θηρᾶν ἔφη, καὶ θηρῶνται ἀντὶ τοῦ θηρῶσιν · 5.10ἡμεῖς δ’ἐπὶ μὲν τῶν ἀνδρῶν τὸ θηρᾶν, ἐπὶ δὲ τῶν θηρίων τὸ θηρᾶσθαι, ὥσπερ ἐπὶ μὲν τῶν ἀνδρῶν ἰχνεύειν καὶ ἀνιχνεύειν καὶ ἰχνηλατεῖν, καὶ ἰχνευτὴς ἀνὴρ καὶ κύων, ὁμοίως δὲ ζητεῖν ἀναζητεῖν, ἐξερευνᾶσθαι, ἀνευρίσκειν ἐξευρίσκειν συνεξευρίσκειν, ταῖς κυσὶν ἐφεῖναι, τὰς κύνας ἐπαφεῖναι, ἐπισίξαι οὕτω γὰρ ἐκάλουν τὸ μετά τινος ἀσήμου φωνῆς ἐφεῖναι διώκειν, μεταθεῖν, μετιέναι, κυνοδρομεῖν, ἐφέπεσθαι κατὰ πόδας, ἐπιγίνεσθαι ταῖς κυσίν, αἱρεῖν, λαμβάνειν, τιτρώσκειν, ἀποκτιννύναι, ζωγρεῖν, ζώντων κρατεῖν, ἐπὶ δὲ τῶν θηρίων ἰχνεύεσθαι, διώκεσθαι, μεταθεῖσθαι ζητεῖσθαι ἀναζητεῖσθαι, εὑρίσκεσθαι ἀνευρίσκεσθαι ἐξευρίσκεσθαι, ὑποφεύγειν περιφεύγειν, ὑπάγειν, ἀποδιδράσκειν, αἱρεῖσθαι, ἁλίσκεσθαι, λαμβάνεσθαι, τιτρώσκεσθαι, ἀποκτίννυσθαι, ζωγρεῖσθαι. 5.11εἴποις δ’ἂν ἴχνος, ἰχνηλασία, σημεῖα ποδῶν, σύμβολα ἐντετυπωμένα τῇ γῇ, ἰχνεύματα, ἰχνία, ἴχνευσις · “καὶ τῆς ἰχνεύσεως” φησὶν ὁ Ξενοφῶν. 5.12ἴχνη ὀρθά, εὐθέα συμπεπλεγμένα, εὐναῖα δρομαῖα, ὀξέα. ὄζει τὰ ἴχνη, ἀπόζει, πνεῖ ἀποπνεῖ, ἀποφέρεται ἀπ’αὐτῶν τὸ πνεῦμα. ἄνοσμα · δύσοσμα δὲ καὶ εὔοσμα οὐ τὰ δυσχερὲς ἢ ἡδὺ ἀποπνέοντα λέγουσιν, ἀλλὰ τὰ εὐαίσθητα ἢ δυσαίσθητα πνεύματα τῶν ἰχνῶν. θηρία θηράματα θηρεύματα, θήρα, ἄγρα · οὐ γὰρ μόνον τὸ ἔργον ἀλλὰ καὶ τὸ θηρώμενον ἄγραν καλοῦσιν. 5.13ἀφ’ὧν καὶ εὐαγρία πολυαγρία θηραγρία, εὐθηρία πολυθηρία, καὶ εὔθηρος ἄγρα καὶ πολύθηρος ἄγρα, καὶ τὰ ἐναντία δυσαγρία ἀναγρία δυσθηρία ἀθηρία, καὶ δύσθηρος καὶ “ἄθηρος ἐπανῆλθεν”. ἔστι δ’εἰπεῖν καὶ ἔνθηρος γῆ καὶ ἔνθηρος ἴδη, καὶ ὕλη ἔνθηρος καὶ πολύθηρος, καὶ ὁμοίως ὄρη ἔνθηρα καὶ πολύθηρα καὶ θηροτρόφα καὶ θηρονόμα καὶ θηρίοις εὔτροφα καὶ θηρίων κατάπλεα καὶ πάλιν ἄθηρα καὶ ἄτροφα. ἡ δὲ θεὸς ἀγροτέρα καὶ κυνηγέτις καὶ φιλόθηρος, καὶ ὀρεία ἀπὸ τῶν ὀρῶν, καὶ Ἰδαία ἀπὸ τῆς Ἴδης, καὶ Δίκτυννα ἀπὸ τῶν δικτύων, καὶ ἑκηβόλος ἀπὸ τοῦ ἑκὰς τὰ θηρία βάλλειν. καὶ πολλὰ ἄλλα ὀνόματα ἀπὸ θήρας. 5.14τόποι δὲ τῶν θηρίων ἐν οἷς ἀνευρίσκεται, ἶδαι, ὗλαι, νάπαι, ὄρη, ἄντρα, θάμνοι, φωλεοί, ἕλη, ὀργάδες, πεδία, ἄρουραι, ἰλεοὶ κυρίως μὲν ἐπὶ τῶν ὄφεων καλούμενοι, ὥσπερ καὶ χειαί, κατὰ δὲ κατάχρησιν καὶ ἐπὶ τῶν ἄλλων θηρίων. καὶ ἔστι θηρία τὰ μὲν ὄρεια ἐπὶ τὸ πλεῖστον ὡς οἱ λέοντες, τὰ δ’ἕλεια ὡς οἱ σύες, τὰ δὲ ταῖς ἴδαιςτε καὶ ὕλαις χαίροντα ὡς αἱ παρδάλεις, ὅθεν καὶ Ὅμηρος εἴρηκεν ἠύτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο, τὰ δὲ ταῖς ὀργάσιν ὡς ἔλαφοι, τὰ δὲ τοῖς θάμνοις ὡς λαγωοί. 5.15φωλεύουσι δ’αἱ ἄρκτοι, καὶ ἢν ἔξω νέμωνται, περὶ τὰ ἔγκαρπα τῶν δένδρων ἁλίσκονται. καλεῖται δὲ τὰ μὲν τῶν λεόντων ἔκγονα σκύμνοι, τὰ δὲ τῶν ἄρκτων ἀρκτύλοι, τὰ δὲ τῶν ἐλάφων νεβροί, τὰ δὲ τῶν ἀλωπέκων ἀλωπεκιδεῖς, τὰ δὲ τῶν λύκων ὡς τὰ τῶν κυνῶν σκύλακες, ἰδίως δὲ τὰ τῶν λύκων λυκιδεῖς, καὶ τὰ τῶν λαγωῶν λαγιδεῖς καὶ λαγίδια, παρὰ Ξενοφῶντι δὲ καὶ λάγια. ἐφ’ὧν δ’οὔκ ἔστιν ἴδιον ὄνομα, τὰ τούτων τέκνα καλεῖται σκυλάκια ἢ σκυμνία. τὰ δὲ πάντων τῶν ἀγρίων τέκνα ὀβρίκαλα οἱ ποιηταὶ καλοῦσι καὶ ὄβρια. 5.16λέγοι δ’ἄν τις ἐπ’αὐτῶν νέα νεογνὰ νεογενῆ, γαλαθηνά, νεαρά, ὑγρομελῆ, ἔτεια αὐτοετῆ. καὶ τὸ μὲν τοῦ λέοντος δέρμα λεοντῆ καλεῖται καὶ δορὰ λέοντος, ἡ δὲ τῆς παρδάλεως παρδαλῆ, ἡ δὲ τῆς ἄρκτου ἀρκτῆ, καὶ ἀλωπεκῆ ἡ τῆς ἀλώπεκος, καὶ λυκῆ ἡ τοῦ λύκου, καὶ μοσχῆ ἡ τοῦ μόσχου, ὡς Ἀναξανδρίδης εἴρηκεν ἀρκτῆ λεοντῆ παρδαλῆ μοσχῆ κυνῆ ἡ δὲ τῆς ἐλάφου νεβρίς, ὡς ἡ τῆς αἰγὸς αἰγίς, καὶ τοῦ προβάτου κῴδιον. 5.17καὶ συνεργοὶ μὲν κυνηγέτου κύνες, ἵπποι, κυναγωγός, ἱππαγωγός, δικτυαγωγός, λινόπτης ὁ τὰ ἐμπίπτοντα ἀποσκοπούμενος. καὶ ἡ τῶν κυνῶν ἀγωγὴ κυνηγέσιον καλεῖται καὶ ἔστι τῷ ἔργῳ ὁμώνυμον. ἰχνευτής, ἀρκυωρός, σκοπιωρούμενος. σκευὴ δὲ κυνηγέτου χιτὼν εὐσταλὴς ἔσται, πρὸς τὴν ἰγνύαν καθήκων, οὐ λευκὸς οὐ δὲ κατ’ἄλλην εὔχροιαν προλάμπων, ὡς μὴ πόρρωθεν καθορῷτο τοῖς θηρίοις · 5.18καὶ χλαμὺς ὁμοία, ἣν δεῖ τῇ χειρὶ τῇ λαιᾷ περιελίττειν, ὁπότε μεταθέοι τὰ θηρία ἢ προσμάχοιτο τούτοις, καὶ σκυτάλη ἢ ῥόπαλον, καὶ ὑποδήματα κοῖλα, ἐς μέσην τὴν κνήμην ἀνήκοντα, δεσμῷ ἀκριβεῖ περιεσταλμένα. εἴη δὲ νέος, κοῦφος, ἐλαφρός, δρομικός, ὀξύς, φιλεργός, ἐθελουργός, φιλόπονος, φιλοκίνδυνος, ἀγωνιστής, θαρσαλέος, ἄγρυπνος, μὴ προαποκάμνων, μὴ προαπαγορεύων, μὴ πρὶν ἑλεῖν ἐνδιδούς. 5.19τὰ δὲ πρὸς κυνηγέσιον ἐργαλεῖα ξίφη, δρέπανα, ἀκόντια, τόξα, προβόλια, ἄρκυες, ἐνόδια, δίκτυα, κυνοῦχος, σχαλίδες, στάλικες, σχαλιδώματα, ποδάγραι, ἁρπεδόναι. ξίφη μὲν ὡς ὁπότε συμπέσοι θηρίῳ ἔχειν ἀμύνασθαι, δρέπανα δ’ὅπως, εἰ δέοι τῆς ὕλης κόψαι εἰς τὴν τῶν ἀρκύων ἀκώλυτον στάσιν, ὑπάρχοι τὰ δρέπανα. ἐπὶ τα- ταὐτὰ δὲ καὶ ἀξίνας παρασκευαστέον, εἰ καὶ πρέμνα κόψαι δέοι, τόξοις δὲ καὶ ἀκοντίοις χρῷντ’ἂν ἐπὶ τὰς ἐλάφους καὶ ἃ πόρρωθεν ἔστι βαλεῖν, προβολίοις δ’ἐπὶ τοὺς σῦς καὶ τὰ ἄλλα τὰ ἀγχέμαχα θηρία. 5.20καὶ τὰ μὲν ἀκόντια ἔσται μελίας ἢ ὀξύας, στιφρά, εὐπαγῆ, αἱ δὲ λόγχαι αὐτῶν εὐπλατεῖς καὶ ξυρήκεις · τὰ δὲ προβόλια ἔστω μὲν κρανείας, στερεὰ δὲ καὶ δορατοπαχῆ, φησὶν ὁ Ξενοφῶν, αἱ λόγχαι δ’αὐτῶν ἔστωσαν σιδήρου τομωτάτου. τῆς δὲ λόγχης τὸ μὲν περὶ τῷ ξύλῳ καλεῖται αὐλός, οὗ τὸ μὲν ἔξωθεν περίμετρος τὸ δ’ἔνδοθεν τοῖχος, τὸ δὲ μετὰ τὸν αὐλὸν κοῖλον ὀβελίσκος · 5.21ὅθεν δὲ πλατύνεται, πτέρυγες αἱ ἑκατέρωθεν προβολαί. τὸ δ’ἄκρον γλῶττα λέγεται, ἡ τῆς λόγχης ἀκμή · καὶ δεῖ τῶν πτερύγων ἑκατέραν πλατυνομένην καὶ παχυτέραν οὖσαν ἀπολεπτύνεσθαίτε καὶ ἀποστενοῦσθαι, κατὰ μικρὸν ὑπολήγουσαν, ἄχρι πρὸς τὴν γλῶτταν. ἐστομῶσθαι δ’οὐ μόνον τὴν ἀκμὴν ἀλλὰ καὶ τὰς πτέρυγας χρήσιμον. 5.22πρὸς μὲν οὖν τὰ ἄλλα θηρία οὕτω δεῖ παρεσκευάσθαι τὸ προβόλιον · πρὸς δὲ τοὺς σῦς κατὰ τὸ τοῦ αὐλοῦ τέλος πρὸ τῶν πτερύγων κνώδοντας ἀμφοτέρωθεν ἐχέτω τῷ αὐλῷ συγκεχαλκευμένους σιδήρου στερεοῦ, ἑκατέρωθεν προβεβλημένους, ὡς μὴ προωθῶν αὑτὸν ὑπὸ θυμοῦ καὶ μένους καὶ τόλμης ὁ σῦς ἀφίκοιτο διὰ τοῦ δόρατος εἰς τὸν ἄνθρωπον, ἀλλὰ καὶ οἱ κνώδοντες ἱστάντες αὐτοῦ τὴν ὁρμὴν ἐμποδὼν τῇ ῥύμῃ γένοιντο εἰς τὸ πρόσω μὴ προχωρεῖν. 5.23τὰ μὲν οὖν ἀκόντια ἐνηγκυλῆσθαι δεῖ διὰ τὴν ἄφεσιν, τὰ δὲ προβόλια διὰ τὴν ἐκ χειρὸς χρείαν οὐ δεῖται ἀγκύλης. χρῆσις δὲ τοῦ προβολίου · προβὰς τὸν πόδα τὸν ἀριστερόν, καὶ τὸν δεξιὸν ὑποβὰς ὡς εἶναι τὸ μέτρον τῆς διαβάσεως ὅσον ἐν πάλῃ, τὴν προύχουσαν πλευρὰν ὀξεῖαν ἐχέτω κατὰ τὸν πόδα, καὶ τὴν χεῖρα τὴν ὑπὲρ αὐτὸν ὑπτίαν ἀντειλημμένην μέσην τοῦ προβολίου προτεινόμενος, τῇ δεξιᾷ ἀντεστραμμένῃ τοῦ δόρατος ἐγκρατῶς ἀντεχέσθω. καὶ τῇ μὲν ἀριστερᾷ τὸν σίδηρον ἀπευθυνέτω πρὸς τὸ τῆς πληγῆς καίριον · 5.24ἡ δὲ δεξιὰ κατὰ τὴν ἑαυτῆς ἰσχὺν ἐπωθείτω τὸ προβόλιον. ὁ δ’ὀφθαλμὸς κατὰ τὸ θηρίον ὀξὺς τετάσθω. κα- κἂν μὲν σῦς ᾖ τὸ θηρίον, στοχαζέσθω τις ἢ κατὰ τὸ μεσόφρυον ἢ κατὰ τὴν ὠμοπλάτην ὦσαι τὸ προβόλιον · ἄμφω γὰρ καίρια. εἰ δὲ καὶ τῶν γενύων καθίκοιτο, ἧττον ἂν χρῷτο τοῖς χαυλιόδουσιν · ὁ δὲ πηδῶντος συὸς ὑποθήσει σπασάμενος τὴν μάχαιραν. φυλάττεσθαι δὲ χρὴ μὴ τὸ προβόλιον ὁ σῦς ἐκκρούσῃ τῇτε τῆς κεφαλῆς ἐκνεύσει βιαίᾳ καὶ τῇ πρὸς τὸν σίδηρον πληγῇ σφοδρᾷ καὶ τῇ ῥύμῃ τοῦ ἅλματος · 5.25εἰ γὰρ τοῦτο γένοιτο, ὁμοῦ ἂν τῷ ἀνθρώπῳ γίνοιτο, καὶ δεῖ κεῖσθαι πρηνῆ, τῆς ὕλης ἀπρὶξ ἀντειλημμένον · οὐ γὰρ ἂν δύναιτο χρῆσθαι τοῖς χαυλιόδουσι διὰ τὴν σιμότητα, οὐ δὲ τὸ σῶμα ὑποβάλλειν, ἀλλὰ περιβὰς πατεῖ, αἱ δὲ θήλειαι καὶ δάκνουσιν. εἰ δ’ἑτέρῳ θηρίῳ προσφέροιτο ὁ κυνηγέτης, μὴ διαβαινέτω μὲν τοῖν ποδοῖν ἐπὶ τοσοῦτον, ἀλλ’ὀρθὸς μᾶλλον ἀνεστηκέτω, διότι τὰ θηρία ταῦτα, οἷον παρδάλεις καὶ λέοντες, δρόμῳ μέχρι τοῦ κυνηγέτου χρώμενα πλησιάσαντα πηδᾷ, στοχάζεσθαι δὲ χρὴ τοῦ στήθους καὶ καρδίας · 5.26αὕτη γὰρ ἐπὶ τούτων ἡ πληγὴ καίριος. ἄρκυες δὲ καὶ δίκτυα καὶ ἐνόδια, τὸ μὲν λίνον αὐτῶν Αἰγύπτιον ἢ Φασιανικὸν ἢ Καρχηδόνιον ἢ Σαρδιανὸν εἶναι δεῖ. Ἡρόδοτος δὲ τὸ Φασιανόν, ὅπερ ἐστὶ Κολχικόν, ὑφ’Ἑλλήνων Σαρδονικὸν καλεῖσθαι λέγει · καὶ δύναται καὶ τὸ ἀπὸ Σαρδοῦς, ἀφ’ἧς ἴσως καὶ τὸ Καρχηδόνιον ἔνδοξόν ἐστιν ὡς ἀπὸ τῆς ἑσπέρας κομιζόμενον. πάντα μὲν οὖν τὰ θηρευτικὰ πλέγματα δίκτυα καλοῖτ’ἄν, Φερεκράτης δ’αὐτὰ καὶ ἕρκη εἶπεν · 5.27ἡ δὲ παραλλαγὴ τῶν ὀνομάτων ἐν τῇ χρήσει τῇ θηρευτικῇ δίκτυα μὲν καλεῖ τὰ ἐν τοῖς ὁμαλέσι καὶ ἰσοπέδοις ἱστάμενα, ἐνόδια δὲ τὰ ἐν ταῖς ὁδοῖς. αἱ δ’ἄρκυες τούτων μὲν ἐλάττους εἰσὶ τοῖς μεγέθεσι, κεκρυφάλῳ δ’ἐοίκασι κατὰ τὸ σχῆμα, εἰς ὀξὺ καταλήγουσαι. δεῖ δ’αὐτὰς εἶναι κατὰ τὸν τοῦ Ξενοφῶντος λόγον ἐννεαλίνους, ἐκ τριῶν τόνων συμπεπλεγμένας. ὁ δὲ τόνος καὶ κῶλον καλεῖται · 5.28πέπλεκται δ’ἐκ λίνων ὁ τόνος τριῶν. τῆς δ’ἄρκυος τὸ μέν τι καλεῖται βρόχος · ἔστι δ’ὁ βρόχος τὸ συνεχὲς ἐν τοῖς δικτύοις τετράγωνον διάστημα, συνεστηκὸς ἐκ τεττάρων ἁμμάτων, ὃ τεινομένης τῆς ἄρκυος γίνεται ῥομβοειδές, δι’οὗ τὴν κεφαλὴν διωθεῖ τὰ θηρία ὡς διεκπεσούμενα, καὶ περὶ αὐτὸ ἐνσχεθέντα ἁλίσκεται · ὁ δὲ περίδρομός ἐστι τῆς ἄρκυος σχοινίον ἑκατέρωθεν, διὰ τῶν ἄνωτε καὶ κάτω τελευταίων βρόχων διειρόμενον, ᾧ συνέλκεταίτε τὰ δίκτυα καὶ πάλιν ἀναλύεται. 5.29δεῖ δὲ τοὺς περιδρόμους ἀναμμάτους εἶναι, φησὶν ὁ Ξενοφῶν, ἵνα εὔτροχοι ὦσιν · προσβάλλονται δὲ τοῖς δικτύοις ἀπὸ στροφίων. ἤδη δέ τινες τοὺς αὐτοὺς τούτους ἐπιδρόμους ὠνόμασαν · οἱ δὲ δύ’ὄντων τὸν μὲν ἐκ τοῦ κάτω περίδρομον, ἐπίδρομον δὲ τὸν ἄνωθεν. ἔστι δέ τι ἄρκυος μέρος καὶ ἀκρωλένια, ὅπερ ἐστὶ τὰ πέρατα τῶν ἀρκύων, ἃ οἱ μὲν κράσπεδα οἱ δὲ πτερύγια ὠνόμασαν. καὶ μὴν τοῖς ἐνοδίοις προσονομάζονταί τινες μαστοί, κύκλῳ ἐκ λίνων πλέγματα τοῖς ἀκρωλενίοις προσπεπλεγμένα, τοῖς δὲ δικτύοις δακτύλιοι, κατὰ τα- ταὐτὰ μὲν τοῖς μαστοῖς τὸ σχῆμα ἔχοντες, κρίκοι δ’αὐτοῖς σιδήρου πρόσεισιν ὡς ἐπὶ μείζοσιν οὖσι τοῖς δικτύοις, ὅθεν καὶ Ξενοφῶν τοῖς μὲν ἐνοδίοις παρὰ τὰς ἄρκυς κῶλον ἕν, ὃ καλεῖται τόνος, προστίθησι, τοῖς δὲ δικτύοις παρὰ τὰ ἐνόδιά φησι δεῖν πλείω τόνον προστίθεσθαι, ποιῶν τὰ μὲν ἐνόδια δωδεκάλινα τὰ δὲ δίκτυα ἑκκαιδεκάλινα, ἐκείνων ὄντων ἐννεαλίνων. 5.30ἀνάλογον δὲ καὶ τὸ μέγεθος ἐκ τῆς προσθήκης ἐπαύξει. 5.31τούτοις δὲ καὶ σαρδόνες προσπλέκονται, ὅπερ ἐστὶν ᾤα τοῦ δικτύου, μετὰ τὸν τελευταῖον βρόχον ἀνέχουσα τὸ δίκτυον, ὑπὲρ ἣν ὁ περίδρομος ἢ ἐπίδρομος ταῖς σχαλίσι κατὰ τὸ δίκρουν ἔπεστιν. κεκρύφαλος δ’ἄρκυος ἡ κοιλότης, κορυφαῖον δὲ τὸ στενὸν τὸ τῆς ἄρκυός ἐστιν, ὅ τινες καὶ κορυφιστῆρα ὠνόμασαν. κυνοῦχος δ’ἐστὶ δέρμα μόσχειον, εἰς ὃ ἐντίθεται τὸ δίκτυον, τῷ σχήματι πεποιημένον ὥσπερ τὰ σύσπαστα βαλάντια. στάλικες δὲ καὶ σχαλίδες καὶ σχαλιδώματα ξύλα ὀρθά, ἐξ ἄκρου διττά, ἱστάμενα μὲν κατὰ τῆς γῆς, τοῖς δὲ δίκροις ἀνέχοντα τοὺς τῶν δικτύων βρόχουςτε καὶ περιδρόμους. 5.32ἀνίσους δ’εἶναι δεῖ τάσδε τὰς στήριγγας, ὅπως πρὸς τὰ ὑψηλὰ καὶ κοῖλα τῶν χωρίων κατὰ τὴν χρείαν ὁ ἀρκυωρὸς ἁρμοσάμενος ἀπισώσῃ τῇ τούτων ἀνισότητι τῶν δικτύων τὴν στάσιν, ἣ καλεῖται ἀρκυστασία. καθίστανται δ’αἱ σχαλίδες πλάγιαι, μᾶλλον εἰς ἀλλήλας προσνεύουσαι. ἡ δὲ ποδάγρα ἵσταται μὲν ἐλάφοις καὶ συσὶν ἔστιν ὅτε, καλοῖτο δ’ἂν καὶ ποδοστράβη. κύκλος δ’ἐστὶ σμιλακίνου ξύλου, καὶ ὁ κύκλος στεφάνη καλεῖται. 5.33κατείληπται δ’ἥλοις σιδηροῖς καὶ ξυλίνοις παραλλὰξ ἑκατέροις, καὶ πλόκανον ἐν μέσῳ πέπλεκται, ὡς πατῆσαν τὸ θηρίον φερόμενόνθ’ὥσπερ † ἀναστρέψαιτε τὴν ποδοστράβην καὶ ἐνσχεθῆναι στερεῷ βρόχῳ κατὰ τέχνην ἐπ’αὐτὸ τοῦτο πεποιημένῳ. ἐντίθεται δ’ἡ ποδοστράβη ὀρύγματι, καὶ ἀπὸ τοῦ περὶ τῇ στεφάνῃ βρόχου σειρά τις ἐκτέταται, ἣν καὶ σειρίδα καὶ ἁρπεδόνην καλοῦσιν. πλέγμα δ’ἐστὶν ἐκ σπάρτου στερεὸν ἡ σειρίς, καὶ ταύτης ἀπήρτηται ξύλον ἐν ἄλλῳ πλησίον ὄντι ὀρύγματι κατακείμενον, ὅπως, ἐὰν τὸ θηρίον ἐπιβὰν ἀναστρέψῃτε τὴν ποδοστράβην ἐφ’ἑαυτὸ καὶ ἐνσχεθῇ τῷ βρόχῳ, τὴν ἁρπεδόνην καὶ τὸ ξύλον ἐφελκόμενον ἐμποδίζηται πρὸς τὸν δρόμον, μάλιστα εἰ τῶν προσθίων τις αὐτοῦ ποδῶν ἐνσχεθείη. 5.34καὶ τῷ μὲν κυνηγέτῃ μεταθεῖν ὑπάρξει κατὰ τὸν ὁλκὸν τὸν τοῦ ξύλου, ῥᾷον μὲν εἰ κατὰ γῆς μαλακῆς ἐπισύροιτο · ἡ δὲ τραχυτέρα καὶ αὐτὴ τὸ σημεῖον ἐνδίδωσι τῷ θηρίῳ, μετιέναι κατὰ τὰ ἀποσύρματα τοῦ ξύλου. ἔσθ’ὅτε δὲ καὶ αὐτὸ τὸ ξύλον ἐνσχεθὲν ὕλης δασύτητι ἢ πέτρας ἀνισότητι ἔστησε τὸ θηρίον. τῷ δ’ὀρύγματι χρὴ τῆς στερεᾶς γῆς καί τινος πόας ἢ φύλλων ἐπιφέρειν, τὴν δὲ νεαρὰν γῆν ἐκ τοῦ ὀρύγματος ἀποφέρειν ὅτι πορρωτάτω, τοῦ μὴ τῆς νέον κεκινημένης γῆς τὸ θηρίον ὀσφραινόμενον δυσωπεῖσθαι. καὶ ἥδε μὲν ἡ παρασκευὴ μεθ’ἧς τὸν κυνηγέτην δεῖ παρεῖναι · 5.35ἱστάτω δὲ τὰ δίκτυα ἐν πᾶσι τόποις, ὁδοῖς τριμμοῖς δρυμῶσι ἕλεσι πεδίοις ὄρεσιν ὕδασιν ὕλαις νάπαις, ἵνα ὑποπτεύει δύνασθαι τὸ θηρίον εὑρεθῆναι διαστήματα καταλιπὼν πρὸς τὰς διαδρομάς, ἃ καλεῖται παράδρομα. ἐχέτω δὲ καὶ ἄλλα μικρὰ δίκτυα, εἰ καὶ τὰ διαστήματα προσαποφράξαι δέοι · ταῦτα δὲ τὰ δίκτυα τῶν κυνηγετικῶν τινὲς ἐμβόλια κεκλήκασιν ὥσπερ ἐμβαλλόμενα τῇ τῶν προτέρων στάσει. 5.36φαίης δ’ἂν στήσασθαι τὰς ἄρκυς, ἐνστήσασθαι περιστήσασθαι, περιβαλεῖν περιβαλέσθαι, περιπετάσαι, περιθεῖναι, περιτεῖναι ἐπιτεῖναι, ὀρθῶσαι, στοιχίσαι περιστοιχίσαι περιστοιχίσασθαι. καλεῖται δ’αὐτῶν ἡ στάσις στοῖχος καὶ στόχος καὶ στοχὰς καὶ στοχασμὸς καὶ στοιχισμός. στοχὰς δὲ καλεῖται καὶ χειροποίητά τινα οἰκοδομήματα ἐκ λίθων, ἢ ὕλης ὑπὲρ τὴν γῆν ἀναστήματα, κατὰ χρείαν τῆς τῶν δικτύων ἐξ ἴσου στάσεως, εἴ τι κοῖλον εἴη περὶ τὸ ἀρκύστατον. Σόλων δὲ καὶ στοιχάδας τινὰς ἐλάας ἐκάλεσε, ταῖς μορίαις ἀντιτιθείς, ἴσως τὰς κατὰ στοῖχον πεφυτευμένας. 5.37γενναῖαι κύνες Λάκαιναι, Ἀρκάδες, Ἀργολίδες, Λοκρίδες, Κελτικαί, Ἰβηρικαί, Καρῖναι, Κρῆσσαι, Μολοττικαί, Ἐρετρικαί, Ὑρκαναί, Ἰνδικαί. οἱ δὲ κύνες οἱ Ψυλλικοὶ καλούμενοι ἀπὸ πόλεως Ἀχαϊκῆς ἀρχαίας κέκληνται, ὥσπερ οἱ Ἐλυμαῖοι ἀπὸ ἔθνους μεταξὺ Βάκτρων καὶ Ὑρκανίας κειμένου. Καστόριαι δὲ καὶ Μενελαΐδες καὶ Ἁρμόδιοι ἀπὸ τῶν θρεψάντων ὠνομάσθησαν. 5.38λέγουσι δὲ τὰς μὲν Λακαίνας ἐξ ἀλωπέκων τὸ ἀρχαῖον καὶ κυνῶν γενομένας κληθῆναι ἀλωπεκίδας, τὰς δ’Ὑρκανὰς ἐκ κυνῶν καὶ λεόντων, καὶ κληθῆναι λεοντομιγεῖς. Ἀριστοτέλης δὲ τὰς Ἰνδικὰς κυνὸς καὶ τίγριδος λέγει τρίτην γενεάν · τὰς γὰρ προτέρας δύο ζῷα γίνεσθαι θηριώδη. Νίκανδρος δ’ὁ Κολοφώνιος τοὺς Ἰνδικοὺς κύνας ἀπογόνους εἶναί φησι τῶν Ἀκταίονος κυνῶν, αἳ μετὰ τὴν λύτταν σωφρονήσασαι, διαβᾶσαι τὸν Εὐφράτην ἐπλανήθησαν εἰς Ἰνδούς · 5.39ὥσπερ καὶ τὰς Χαονίδας καὶ Μολοττίδας ἀπογόνους εἶναί φησι κυνός, ὃν Ἥφαιστος ἐκ χαλκοῦ Δημονησίου χαλκευσάμενος, ψυχὴν ἐνθείς, δῶρον ἔδωκε Διὶ κα- κἀκεῖνος Εὐρώπῃ, αὕτη δὲ Μίνῳ καὶ Μίνως Πρόκριδι καὶ Πρόκρις Κεφάλῳ. φύσιν δ’εἶχεν ἄφυκτος εἶναι, ὥσπερ ἡ Τευμησσία ἀλώπηξ ἄληπτος · καὶ διὰ τοῦτο ἀπελιθώθησαν ἄμφω, ὁ μὲν ἵνα μὴ λάβῃ τὴν ἄληπτον ἀλώπεκα, ἡ δ’ἵνα μὴ φύγῃ τὸν ἄφυκτον κύνα. αἱ δὲ Καστορίδες Κάστορος θρέμματα, Ἀπόλλωνος τὸ δῶρον · 5.40ταύτας δ’ὁ αὐτὸς οὗτος ποιητὴς εἶναι τὰς ἀλωπεκίδας λέγει, μιξαμένου τὸ γένος ἀλώπεκι Κάστορος. αἱ δ’Ἐρετρικαί, καὶ ταύτας Ἀπόλλων ἔδωκεν · τοὺς δὲ λαβόντας καὶ θρέψαντας τοὺς Εὐρυτίδας φησὶν εἶναι. καὶ μὴν τάς γε Μενελαΐδας τὰς αὐτὰς εἶναί φησι ταῖς Ψυλλικαῖς, δύ’ἀδελφῶν κυνῶν ἐκεῖθεν ὑπὸ Μενέλεω περὶ τὴν Ἀργολικὴν τραφεισῶν. περὶ δὲ Κυρήνην ἐκ λύκων καὶ κυνῶν γίνεσθαί τι γένος Ἀριστοτέλης λέγει. τῶν δέ γε Κρητικῶν κυνῶν οἱ μὲν διάπονοι οἱ δὲ πάριπποι καλοῦνται, διάπονοι μὲν οὕς φασι καὶ τὰς νύκτας ταῖς ἡμέραις ἐν ταῖς πρὸς τὰ θηρία μάχαις ἐπιλαμβάνειν, καὶ πολλάκις παρευνασθέντας τοῖς θηρίοις μεθ’ἡμέραν ἄρχεσθαι τῆς μάχης · 5.41οἱ δὲ πάριπποι τοῖς ἵπποις συνθέουσιν, οὔτε προθέοντες οὔτε μὴν ἀπολειπόμενοι. οἱ δὲ κυναμολγοὶ κύνες εἰσὶ περὶ τὰ ἕλη τὰ μεσημβρινά, γάλα δὲ βοῶν ποιοῦνται τὴν τροφήν, καὶ τοὺς ἐπιόντας τοῦ θέρους τῷ ἔθνει βοῦς Ἰνδικοὺς καταγωνίζονται, ὡς ἱστορεῖ Κτησίας. 5.42κύνες δ’ἔνδοξοι ὁ Πύρρου τοῦ Ἠπειρώτου, ὃς ἐκβοήσαντος μὲν ἐκ τῶν ὕπνων αὐτοῦ περιβὰς ἐφύλαττε τὸν Πύρρον, ἀποθανόντος δὲ καιομένου τοῦ νεκροῦ ἐνήλατο εἰς τὴν πυράν. οἱ δ’Ἡσιόδου παραμείναντες αὐτῷ ἀναιρεθέντι κατήλεγξαν ὑλακῇ τοὺς φονεύσαντας. ὁ δ’Ἰκαρίου κύων καὶ ἔδειξε τῇ θυγατρὶ τὸν Ἰκαρίου νεκρόν · καὶ εἰ χρή τι πιστεύειν τοῖς ποιηταῖς, οὗτός ἐστιν ὁ Σείριος. ἔνδοξος δὲ καὶ ὁ Ἠπειρωτικὸς Κέρβερος, καὶ ὁ Ἀλεξάνδρου Περίτας, τὸ θρέμμα τὸ Ἰνδικόν · ἐκράτει δ’οὗτος λέοντος, ἑκατὸν μνῶν ἐωνημένος, καὶ ἀποθανόντι αὐτῷ πόλιν φησὶ Θεόπομπος Ἀλέξανδρον ἐποικίσαι. 5.43λέγουσι δὲ τοὺς γενναιοτέρους τῶν Ἰνδικῶν ἄλλο μὲν θηρίον ἀπαξιοῦν μεταθεῖν, λέοντι δ’ὡς ἀξιομάχῳ προσαγωνίζεσθαι μόνῳ, ἔχεσθαίτ’ὀδὰξ ἐμφύντας, ὥστε κα- κἂν ἁλῷ τὸ θηρίον, πολλὰ πράγματα τοὺς κυνηγοὺς ἔχειν ὡς ἀποσπάσαι τοῦ θηρίου τοὺς κύνας. τὸν δ’Ἀλέξανδρον ἐπὶ πείρᾳ λαβόντα παρὰ Σωπείθους τοιούτους κύνας ἐν Ἰνδοῖς, πολλὰ θηρίων εἴδη παραβαλεῖν τινὶ τῶν κυνῶν · τὸν δ’ἐκταθέντα κατὰ γῆς ἀτρεμεῖν ὡς οὐδὲν πρὸς αὐτὸν οὖσαν τὴν θήραν τὴν ἄτιμον. 5.44λέοντος δὲ προοφθέντος ἐξαναστῆναι, γνωρίσαντα τὸν ὄντα ἄξιον ἀνταγωνιστήν. κα- κἀπειδὴ συμπλακεὶς κατήθλησε τὸ θηρίον, ὁ μὲν ἐνδακὼν εἴχετο, μαχαίρᾳ δέ τις ἀπέκοψε τὸν πόδα τοῦ κυνός, καὶ ὃς οὐ δ’ὑπὸ τὴν ἀλγηδόνα τῆς τομῆς ἠνέσχετο λῦσαι τὸ δῆγμα, ἀλλὰ θυμῷ τὸ δρώμενον ἠγνόει. παρὰ δὲ Πώρου τῷ βασιλεῖ δοθεὶς δῶρον κύων δύο λεόντων λέγεται κρατῆσαι. ἡ δ’ἐπὶ Ἄργῳ τῷ Ὀδυσσείῳ κυνὶ παρ’Ὁμήρῳ θαυματοποιία γνώριμος. ἦν δὲ καὶ Ἀλκιβιάδῃ κύων ἔνδοξος, ἑβδομήκοντα μνῶν ὤνιος, τὸ κάλλος θαυμαστός · 5.45οὗ τὴν οὐρὰν ἀφελών, πρὸς τὸν μεμφόμενον ὅτι τῷ κάλλει τοῦ κυνὸς ἐλυμήνατο, ἐξεπίτηδες ἔφη τὸ ζῷον ἀκρωτηριάσαι, ἵνα τοῦτο καὶ μηδὲν ἄλλο Ἀθηναῖοι ὑπὲρ αὐτοῦ λέγωσιν. ἔνδοξος δὲ καὶ ἡ Ἀταλάντης κύων, Αὔρα το- τοὔνομα, ἣν ὁ Καλυδώνιος σῦς ἀπέκτεινεν · ἀφ’ἧς τὸ Κυνὸς σῆμα ἐν Καλυδῶνι. καὶ ἕτερον δ’οὕτω σῆμα ἐν Ἑλλησπόντῳ κεκλήκασιν ἀπὸ ἐνδόξου κυνός, εἰ μὴ πιστεύομεν ὅτι ἀπὸ Ἑκάβης εἰς κυνὸς μορφὴν μεταβαλούσης οὕτως ὠνομάσθη. 5.46ὁ δὲ Γηρυόνου κύων ὁ τὰς βοῦς φυλάττων ἀδελφὸς μὲν ἦν τοῦ Ἠπειρωτικοῦ Κερβέρου, ἀνῃρέθη δ’ὑφ’Ἡρακλέους · τὸ δ’ὄνομα αὐτοῦ Γαργήττιος, καὶ ἔχει μνῆμα ἐν Ἰβηρίᾳ. γνώριμος δὲ καὶ Τριακὰς ἡ Παιονικὴ κύων · Δαπάνις δ’αὐτὴν ὁ Παιονίας σατράπης δῶρον ἔδωκεν Ἀλεξάνδρῳ τῷ βασιλεῖ. οὐ μὴν οὐ δ’ὁ Μάγνης κύων, τὸ Ἱππαίμονος κτῆμα, ὁ Λήθαργος ἀνώνυμος, ὃς τῷ δεσπότῃ συντέθαπται, καθάπερ μηνύει το- τοὐπίγραμμα · 5.47ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ’ἦν, ἵππῳ δὲ Πόδαργος καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης. τὰ μὲν δὴ τῶν Ἀκταίονος κυνῶν ὀνόματα, κατὰ τὴν Αἰσχύλου δόξαν, Κόραξ Ἅρπυια Χάρων Λυκόττας · οἱ δὲ καὶ Ξενοφῶντι τῷ Γρύλλου γεγενῆσθαί φασιν ἔνδοξον κύνα, Ἱπποκένταυρον τὴν προσηγορίαν. καὶ μὴν Μάγνητας μὲν τοὺς ἐπὶ Μαιάνδρῳ τρέφειν φασὶ κύνας πολέμων ὑπασπιστάς · τοιοῦτοι δ’ἦσαν καὶ Παίοσιν οἱ σύνθηροι κύνες. ἔνδοξον δὲ καὶ Λυκάδα τὴν Θετταλὴν Σιμωνίδης ἐποίησε, γράψας τουτὶ το- τοὐπίγραμμα ἐπὶ τῷ τάφῳ τῆς κυνός · 5.48ἦ σεῦ καὶ φθιμένας λεύκ’ὀστέα τῷδ’ἐνὶ τύμβῳ ἴσκω ἔτι τρομέειν θῆρας, ἄγρωσσα Λυκάς. τὰν δ’ἀρετὰν οἶδεν μέγα Πήλιον ἅτ’ἀρίδηλος Ὄσσα Κιθαιρῶνόςτ’οἰονόμοι σκοπιαί. καὶ γὰρ ἡ Τεγεᾶτις Ἀνύτη Λοκρίδα δόξης ἐμπέπληκεν, ἐφ’ἧς τῷ τάφῳ φέρουσα ἐπέγραψεν · ὤλεο δή ποτε καὶ σὺ πολύρριζον παρὰ θάμνον, Λόκρι, φιλοφθόγγων ὠκυτάτη σκυλάκων · τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις. 5.49θηρατέον μὲν τοίνυν ἐν παντὶ καιρῷ, πειρατέον δὲ τῆς κυνῶν ἀρετῆς ἐν κρύει μὲν εἰ μὴ μαλακιοῦσι τὰς ῥῖνας, ἐν θέρει δ’εἰ φέρουσι τὸν ἥλιον καὶ συνιᾶσι τῶν ἰχνῶν, τοῦ ἡλίου τὸ πνεῦμα τὸ ἀπ’αὐτῶν ἀμαυροῦντος, ἦρος δ’εἰ ἐν πλήθει τῆς ἀπὸ τῶν ἀνθέων ἀπορροῆς διακρίνουσι τὰς ὀσμάς. τῆς μὲν οὖν χειμερινῆςτε καὶ θερινῆς ὥρας ὁ ἠρινὸς καιρὸς εἰς θήραν ἐπιτηδειότερος ὡς τοῦ ἀέρος ἄμεινον κεκραμένου, πλήν γε παρ’ὅσον ταῖς κρίσεσι τῶν ἰχνῶν ἐνοχλεῖ τὰ ἄνθη · 5.50τὸ δὲ μετόπωρον ἐγγυτάτω μέν ἐστι τῇ κράσει πρὸς τὸ ἔαρ, οὔτε δ’αἱ ἀπὸ τῶν ἀνθέων ἀπόρροιαι οὔθ’αἱ ἀπὸ τῶν ἤδη συγκεκομισμένων καρπῶν ἐφ’ἑαυτὰς ἕλκουσι τὰς ῥῖνας τῶν κυνῶν. διὰ μέντοι χιόνος ἐπιφανέστερα τὰ ἴχνη καὶ οὐ δυσζήτητος, ἀλλ’εὐεύρετος ὁ λαγώς, καθότι καὶ τῇ δασύτητι τῶν ὑπὸ τοὺς πόδας αὐτοῦ τριχῶν ὄγκοι προσιζάνοντες τοῦ δρόμου τὴν ῥᾳστώνην ἐμποδίζουσιν. τροφαὶ μὲν δὴ τοῖς σκύλαξι μετὰ τὸ ἐκ τῶν μητέρων γάλα τοῦτο γάρ φησιν αὔξιμον εἶναι ὁ Ξενοφῶν αὐτότε καὶ τὸ μητρῷον πνεῦμα ἀλλὰ μετὰ τοῦτό γε αἵματα ζῴων ἁλισκομένων, ἵνα προσεθίζωνται τῇ κυνηγετικῇ τροφῇ. 5.51σκυλακεία δ’ἡ μέν τις νοείσθω σκυλάκων ἀνατροφή, ἡ δὲ σκυλάκων γένεσις. † καὶ τὸ σκυλακεύειν τὰς κύνας χρῆναι τοῦ χειμῶνος ἐστὶν ἐμπιπλάναι σκυλάκων καὶ ὀχεύειν † · προδιαπονηθεῖσαι δέ, εἶτα ἀναπαυσάμεναι κατὰ καιρὸν ἂν συνδυάζοιντο, τῷ μὲν πόνῳ γεγενημένων αὐταῖς τῶν σωμάτων εὐπαγῶν, τῇ δ’ἀναπαύσει πρὸς ἰσχὺν τραφέντων. ἐσθίειν δ’αὐτὰς τότε δεῖ πρὸς κόρον, ἐπεὶ ὁπότε θηρῷεν τὸ ἐμπίπλασθαι οὐ πάνυ χρήσιμον. ἡ δὲ τῶν σκυλακευομένων τροφὴ σιτία οἴνῳ διάβροχα. 5.52κύουσι δὲ δύο μῆνας, καὶ οὐκ ἄν τις ἐξαγάγοι κύνα ἐπὶ θήραν, ὁπότ’ἐπίτεξ εἴη καὶ ἐπίφορος. τῷ δ’Ἀριστοτέλους λόγῳ ἡ μέν τις κύει δύο μῆνας μάλιστα, καὶ τὰ τικτόμενα πρὸ δωδεκάτης ἡμέρας οὐ βλέπει, ἡ δ’ἡμέρας δύο καὶ ἑβδομήκοντα, καὶ ἡ τῶν σκυλακίων ὄψις προθεσμίαν ἔχει τετάρτην καὶ δεκάτην ἡμέραν · τῆς δ’ἡ μὲν κύησις τρίμηνος, τὸ δὲ τῶν σκυλάκων ἀνάβλεμμα εἰς ἑβδόμην προχωρήσει καὶ δεκάτην ἡμέραν. ὥρα δ’ἀρίστη κυνῶν πρὸς πλήρωσίντε καὶ γένεσιν τῷ μὲν ἄρρενι τετάρτου ἔτους ἀρξαμένου, τελευταῖον τὸ ὄγδοον · ἡ δὲ θήλεια τριετὶς ἄχρις ἑξαετίδος συνδυαζέσθω. 5.53νοσήματα μέντοι τρία κυνῶν, λύσσα ποδάγρα κυνάγχη. ἀλλ’ἡ μὲν ποδάγρα οὐ πάντῃ ἀνίατος, ἡ δὲ λύσσα δυσίατος · ἡ δὲ κυνάγχη εἰς θάνατον φέρει. πᾶν δὲ τὸ ὑπὸ λύττῃ ἐχομένου κυνὸς δηχθὲν ἀναιρεῖται, ἄνθρωπος δὲ μόνος οὐκ ἄνευ κινδύνων περιγίνεται. 5.54τοὺς δὲ σκύλακας ἑξαμήνους μὲν τὰς θηλείας οὔσας, ὀκταμήνους δὲ τοὺς ἄρρενας ἐπὶ θήραν ἀκτέον, ἱμάντι μακρῷ ἐνηγκυλημένῳ ἐξημμένους. εἶθ’ὅταν ἐν καταλήψει γένηται τὸ θηρίον, ἐφιέναι καὶ τούτοις ἑλεῖν, ἵνα χαίρωσι τῇ θήρᾳ, τὸ μὲν πρῶτον ἀπὸ τοῦ ἱμάντος ὑλακτεῖν ἐῶντας, μικρὸν δ’ὕστερον καὶ τὴν ἀγκύλην ἀπολύσαντας, ὡς μὴ τεινόμενοι ῥηγνύωνται. 5.55κόσμος δὲ κυνῶν δέραια μέν, ἱμὰς πλατὺς περὶ τῷ τραχήλῳ, στερεός, ὃς καὶ περιδέραιον καὶ περιδερὶς ὀνομάζεται · ἔνδοθεν δ’αὐτῷ ὑπερράφθω ἀρνακίς, ὡς μὴ τρίβοιτο ὑπὸ τοῦ λώρου ἡ δειρὴ τοῦ κυνός. τελμονία δὲ καὶ αὐτὴ πλατὺς ἱμάς, ἑκατέρωθεν ἀπὸ τοῦ δεραίου περὶ τὰς πλευρὰς παρήκων ἐναλλάξ, ὡς τῶντε νώτων τὰ μετὰ τὰς ὠμοπλάτας ἄκρας καὶ τὰς λαγόνας στέγειν. 5.56ἧλοι δ’ἢ ἐγκεντρίδες ἔπεισι ταῖς τελμονίαις · αἱ δὲ καὶ περὶ τὸ ἐπίσιον ἐκτέτανται, ὡς μὴ ὀχεύοιτο ἡ κύων, τῶν ἐγκεντρίδων τὴν τόλμαν τῶν ἐπιβησομένων ἀνειργουσῶν, τοῦ μὴ ὑποπλησθῆναι αὐτὰς ἐξ ἀγεννῶν χάριν. τὸ δὲ περιδέραιον ἐξῆπται στενοῦ ἱμάντος, ὃς κατὰ τὸν κύναγχον ἐξηγκύλωται · καὶ ἀπὸ τούτου ἄγεται ἡ κύων. ἔνιοι δὲ καὶ τὰ νῶτα τῶν κυνῶν βύρσαις τισὶ στερεαῖς καταλαμβάνουσι, περὶ τὰς ὑποδερίδας τοῦ ζῴου τὰς βύρσας ἀνάψαντες, ὥσθ’ἥκιστα τρωτοὺς εἶναι τῇ τοιαύτῃ σκέπῃ, ὁπότε συμπίπτοιέν τινι τῶν μαχίμων θηρίων. 5.57ἀρεταὶ δὲ κυνῶν ἀπὸ μὲν σώματος, μεγάλαι μη δ’ἀσύμμετροι μη δ’ἀνάρμοστοι, σιμαί, ἀρθρώδεις. ἰνώδη τὰ κάτωθεν τοῦ μετώπου. μέτωπον πλατύ, τὰς διακρίσεις ἀκριβεῖς ἔχον. κεφαλαὶ κοῦφαίτε καὶ εὔφοροι. ὄμματα μετέωρα μέλανα στίλβοντα · λάμπουσαι αἱ κόραι, πυρῶδες τὸ βλέμμα. ὦτα λεπτὰ καὶ μικρὰ καὶ ψιλὰ ὄπισθεν. 5.58τράχηλος μακρὸς ὑγρὸς περιφερής. στήθη εὔσαρκα εὐρύτερα. αἱ δ’ὠμοπλάται τῶν ὤμων μικρὸν ἀφεστηκέτωσαν. σκέλη ἑκάτερα μὲν ὑψηλά, μείζω δὲ τὰ ἐξόπισθεν · ἀλλὰ ταῦτα μὲν ἐπίρρικνα, τὰ δὲ πρόσθεν ὀρθὰ στιφρὰ στρογγύλα, μὴ προύχοντα κατὰ τοὺς ἀγκῶνας. καὶ πλευραὶ δ’ἔστωσαν προσεσταλμέναι καὶ μὴ πρὸς τὴν γῆν βαθυνόμεναι. τῆς δ’ὀσφύος οὐκ οὔσης ἀσάρκου τότ’ὑγρὸν πάντῃ καὶ τὸ παντελῶς σκληρὸν ὁμοίως ἀπέστω. λαγόνων δ’ἄριστον τὸ μέτριον, ὡς ἀπεῖναι μέγεθόςτε καὶ σμικρότητα. 5.59τῶν δ’ἰσχίων στρογγύλων ὄντων τὰ μὲν κατόπιν ἔστω σαρκώδη, τὰ δ’ἄνωθεν ἀσύνδετα, ἔνδοθεν προσεσταλμένα. κενεῶνες δ’αὐτοίτε λαγαροὶ καὶ τὰ κάτωθεν αὐτῶν, οὐραὶ προμήκεις εὐθεῖαι ὀξεῖαι λιγυραί, μηριαῖαι σκληραί. τὰ δ’ὑποκώλια περιφερῆ καὶ προμήκητε καὶ εὐπαγῆ. περιφερεῖς δὲ καὶ οἱ πόδες. εὔτριχες δ’ἔστων, καὶ τὰ τριχώματα αὐτοῖς δασυνέσθω λεπτῇ καὶ πυκνῇ καὶ μαλακῇ τῇ τριχί. 5.60τοιαῦται δ’οὖσαι φανοῦνται ποδώκεις ἐλαφραὶ δρομικαὶ εὔστομοι. καὶ ἥκει κατὰ μικρὸν ὁ λόγος ἐπὶ τὰς τῆς ψυχῆς ἀρετάς, ἀποφαίνων τὰς κύνας θυμοειδεῖς, θυμοσόφους, σοφάς, εὔρινας, εὐαισθήτους, εὔποδας, ὀξείας, φιλοπόνους, ἐθελουργούς, εὐψύχους, ἀπλανεῖς, ἐγκρατεῖς, οἵας ἁρπάζειν μὲν τὰ πνεύματα, κρίνειν δὲ τὰς ὀσμάς, ἐπευθύνειν δὲ τὰ ἴχνη, καταφωρᾶν δὲ τὸ θηρίον, μετιέναι, μεταθεῖν, μεταδιώκειν, μεθέπειν, κατὰ πόδας χωρεῖν, ὑποκρυφθὲν ἐξευρίσκειν, προοφθὲν διώκειν, καταληφθὲν αἱρεῖν, φροντίζειν μὲν κατὰ τὴν ζήτησιν τῶν ὀσμῶν, ἡσυχάζειν δὲ κατὰ τὴν εὕρεσιν τῶν ἰχνῶν, προηγεῖσθαι δὲ τῷ θηρευτῇ, κα- κἂν ἐγγὺς ᾖ τῆς ἀνευρέσεως ὑποσημαίνειν, κατανεύειν, ὑποδηλοῦν, διαδηλοῦν τῇ χαρᾷ τῆς ψυχῆς, τῷ πηδήματι τοῦ σώματος, τῇ φαιδρότητι τοῦ προσώπου, τῇ λαμπρότητι τῶν ὀφθαλμῶν, τῇ μεταλλάξει τῶν ὀμμάτων, τοῖς ἀναβλέμμασι τῆς ὄψεως, τοῖς πηδήμασι τῆς ἐλπίδος, τῇ στάσει τῶν ὤτων, τῷ σεισμῷ τῆς οὐρᾶς, τῷ τὸ σῶμα πᾶν ἐπικραδαίνειν. 5.62κακίαι δὲ κυνῶν ἀπὸ μὲν σώματος μικραὶ ἢ ὑψηλαὶ καὶ ἀσύμμετροι, χαροποί, μυωποί, γρυπαί, ἄρρωστοι, ψιλαί, αἰσχραί, ἄμορφοι, ἀσύντακτοι τὰ σώματα, διάστροφοι τοὺς πόδας, ἄστομοι, νωθροί, ἄθυμοι, βραδεῖαι, κατηφεῖς, ἄποδες · βαρεῖαι τὴν κεφαλήν, σαρκώδεις τῷ μετώπῳ, ὑπέρμετροι καὶ δασεῖαι τὰ ὦτα, σκληραὶ τοὺς αὐχένας · στήθη στενά, ὠμοπλάται τοῖς ὤμοις συνάπτουσαι, πλευραὶ βαθεῖαι, ὀσφῦς σαρκώδεις, λαγόνες ἀσύμμετροι πρὸς τὸ σῶμα, ἰσχία προμήκητε καὶ γυμνὰ σαρκῶν, μηριαῖαι ὑγραί, τὰ ὑποκώλια οὐ στρογγύλα, ἐπιμήκεις οἱ πόδες. 5.63ἀνάγκη γὰρ τοιούτῳ σώματι καὶ τὴν ψυχῆς κακίαν συνεῖναι, καὶ εἶναι τὰς κύνας ἀνοήτους, ἀναισθήτους, ἀμαντεύτους τῶν ἰχνῶν, ἄρρινας, ἀργάς, ἀπόνους, ῥᾳθύμους, πλανήτιδας, εὐεξαπατήτους, ἐξαπατητικάς, ἀπειθεῖς πρὸς μὲν τὴν ζήτησιν ἀναπεπτωκυίας πρὸς δὲ τὴν εὕρεσιν ἀθύμους μισοθήρους, φιλανθρώπους, ἐπαναχωρούσας ἐκ τῆς διώξεως, προλειπούσας τὸ θηρίον, προδιδούσας τὰς συνθήρους, ὑποθεούσας προθεούσας, προϊεμένας τὰ διώγματα, κεκλαγγυίας, οὐ καίρια ὑπολαμβανούσας, προχαιρούσας, μάτην ἐπαναστρεφούσας, προπετῶς πηδώσας, εἰκῇ ταῖς σοφωτέραις τῶν κυνῶν ἐμποδὼν καθισταμένας, ἐνδιδούσας ὑπὸ τὸν ἥλιον, ὑποφευγούσας ὑπὸ τὰς σκιάς, μαλακιούσας ὑπὸ τὸ κρύος, ἐξανισταμένας ὑπὸ τὸν ὄμβρον, οὐκ ἀπαλλαττομένας τῶν τριμμῶν, προκαμνούσας, ἀπαγορευούσας, ὑποτρεμούσας ὅταν ἐγγὺς ᾖ τὸ θήραμα, ὑποτρόμους γινομένας, οὐκ ἀνευρεῖν συνετάς, οὐ διώκειν ἱκανάς, ἄφρονας ὀλιγόφρονας, ἀκρατεῖς, κνυζούσας. 5.65ἀπὸ δὲ κυνῶν ὀνόματα κυνῆ, κυνάγχη, κυνοδρομεῖν κυνομαχεῖν, ἔκκυνοι ἐκκυνῶσαι ἐκκυνεῖν. λέγεται δὲ καὶ προκυνεῖν τὸ προϋλακτεῖν πρὶν ἢ τὸ θηρίον ἀνευρεῖν. καὶ Ὅμηρος μὲν λέγει “κυνὸς ὄμματ’ἔχων” οὕτω γὰρ τὸν ἀναιδῆ καλεῖ καὶ ἀλλαχοῦ “κύον ἀδεές” · Ἀριστογείτων δ’ὁ Κυδιμάχου κύων διὰ τὴν τόλμαν ἐκαλεῖτο, καὶ κύνες οἱ ἀπ’Ἀντισθένους. καὶ κυνίζειν καὶ κυνισμὸς καὶ κυνικὸς καὶ κυνώδης καὶ κυνοῦχος, καὶ κυνήποδες ἵππων. χρῶμα δὲ κυνῶν οὔτε τὸ πάντῃ λευκὸν ἀποδεκτέον οὔτε τὸ βαθέως μέλαν οὔτε τὸ παντελῶς πυρρόν, ἀλλ’ἑκάστῳ παραμεμίχθω τι καὶ ἑτέρας χρόας, ἤτοι κατὰ τὸ μέτωπον ἢ ὑπὲρ τὰς ῥῖνας ἄκρας ἢ καὶ κατ’ἄλλο τι τοῦ σώματος. 5.66λαγὼ μὲν εὐναὶ θάμνοι συνηρεφεῖς καὶ ἶδαι ἀμφιλαφεῖς καὶ ῥωχμοὶ βαθεῖς, χειμῶνος μὲν τὰ προσήλια, θέρους δὲ τὰ ἐπίσκια, ἐν δὲ χιόνι τὰ μελάγχιμα · ἔστι δὲ ταῦτα τὰ κοῖλα ἐν οἷς ἡ χιὼν διατέτηκεν, κέκληται δ’ὅτι παρὰ τὴν ἄλλην τῆς γῆς ὄψιν, λευκὴν οὖσαν ὑπὸ τῇ χιόνι, ταῦτα μόνα μελαίνεται. εὔκριτα μὲν τὰ ἴχνη τὰ εὐθέα, δύσκριτα δὲ τὰ συμπεπλεγμένα · γίνεται δὲ μάλιστα τοιαῦτα, ἢν προδιεξέλθωσιν ἀλώπεκες. 5.67τὰ δ’ὀρθὰ ἴχνη, ὁπόταν ἤτοι κτύπου κατακούσαντες ὀρθοὶ κατὰ τοὺς πόδας τοὺς ἐξόπισθεν ἐπανιστάμενοι βούλωνται τὸ σαφὲς τοῦ προσπεσόντος ἤχου μαθεῖν, ἢ καὶ τῷ τῆς σελήνης φωτὶ χαίροντες, ὁπόταν ᾖ πανσέληνος, ἀντιπαίζοντες πρὸς ἀλλήλους καὶ πηδῶντες μακρὰν καὶ διαλλόμενοι καὶ διαπορριπτοῦντες ἀποφήνωσι ταραχώδη τὰ ἴχνη. ἰδέα δὲ λαγὼ καὶ φύσις, τὸ μὲν χρῶμα ἐπίπερκνος ἔστι δὲ τοῦτο περκνῆς ἐλαίας τὸ εἶδος, οὔτ’ὄμφακος ἔτι οὔτ’ἤδη μελαινομένης μέγεθος οὐ μέγας, κοῦφος τὴν φύσιν, δασὺς τὴν τρίχωσιν, καὶ τὰ ὕπτια τῶν ποδῶν ἀλλ’οὐ μόνα τὰ πρανῆ δασυνόμενος, ὅπερ οὔ φησιν Ἀριστοτέλης ἑτέρῳ ζῴῳ προσεῖναι. 5.68διὰ τοῦτο γάρ μοι δοκεῖ δασύποδα τὸν λαγὼν ἄλλοιτε καὶ Κρατῖνος καλεῖν, ὄνομα ποιούμενος τῷ ζῴῳ τὴν φύσιν. ὁ μὲν οὖν μείζων καὶ τὸ λευκὸν ἔχει τὸ ἐν τῷ μετώπῳ μεῖζον, ὁ δὲ μικρὸς τότε λευκὸν ἔλαττον καὶ τὸ χρῶμά ἐστιν ἐπίπυρρος. γλαυκὸς δ’ἐστὶν ὁ λαγὼς ἢ χαροπός, ἐξόμματος · 5.69καὶ τὰ ὄμματα οὐκ ἔχει βλεφαρίδας, ὅθεν καὶ ἀμβλυώττει. τὰ πολλὰ δ’ἐστὶν ἐν ὕπνῳ · καὶ τοῦτο δὲ οὐ σμικρὸν ὀφθαλμοῖς τὸ βλάβος. κεφαλὴν ἔχει μικρὰν ἐλαφρὰν καταφερῆ, εἰς στενὸν καταλήγουσαν, ὦτα ὑψηλά, τράχηλον στενὸν στρογγύλον ὑγρὸν ἐπιμήκη, ὠμοπλάτας ὀρθάς, ἄνωθεν ἀσυνδέτους, σκέλη τὰ πρόσθεν ἐλαφρὰ σύγκωλα, στῆθος οὐ σαρκῶδες, πλευρὰς οὐ βαρείας οὐ δὲ ἀσυμμέτρους, κωλῆνα σαρκώδη, λαγόνας ὑγράς, ἰσχία μεγάλα στρογγύλα εὔσαρκα, οὐ συνεστηκότα, μηροὺς βραχεῖς εὐπαγεῖς μυώδεις, οὐκ ὀγκώδεις τὰ ἔνδον, ὑποκώλια μακρὰ καὶ στιφρά, πόδας τοὺς πρόσθεν στενοὺς καὶ μακρούς, τοὺς ὄπισθεν στερεοὺς καὶ πλατεῖς, σκέλη πολὺ ἐλάττω τῷ μήκει τὰ πρόσθεν παρὰ τὰ ὄπισθεν. 5.70βλαισάτ’ἐστὶ τὰ ὄπισθεν, ὡς ἐγκεκλίσθαι παρὰ τὰ πρόσθια καὶ κατὰ τοὺς δρόμους προβάλλειν αὐτὰ πρὸ ἐκείνων, καὶ πηδᾶν ἀντερειδόμενον τοῖς ὄπισθεν ποσίν, οὐδαμῇ τοὺς προσθίους ἐμποδίζοντα διὰ τὴν ἐκείνων εἰς τὸ εἴσω παράλλαξιν. 5.71ἁλτικὸν δ’ἐστὶ καὶ πηδητικὸν τὸ ζῷον μᾶλλον ἢ δρομικόν, ἄλλως δὲ κοῦφόντε καὶ ὑπερέλαφρον. κα- κἀπειδὴ τὴν οὐρὰν οὐχ ἱκανὴν ἔχει τὸ σῶμα ἐπευθύνειν, τοῖς ὠσὶ χρῆται πρὸς τὴν ἡγεμονίαν, παρακαταβάλλων αὐτὰ καὶ ὥσπερ κώπαις τισὶ παρερέττων τὸ σῶμα. ἐν δὲ τοῖς καταφερέσι μᾶλλον ἁλίσκεται διὰ τὸ ὕψος τὸ τῶν ὄπισθεν ποδῶν κατὰ κεφαλὴν προωθούμενος. ἐν δὲ τοῖς ἀνάντεσιν ἡ τῶν ποδῶν ἀνισότης κατὰ τὴν ἀνωμαλότητα τὴν τῶν τόπων ἀπισοῖ τὸ σῶμα πρὸς τὸν δρόμον · ὅσον γὰρ ἐν τοῖς ἀνάντεσι τὰ κατόπιν κοιλαίνεται, τοσοῦτον τὸ τῶν ποδῶν μῆκος εἰς ἰσοπέδου δόξαν ἀναλαμβάνει. 5.72δειλίᾳ δ’ὑπερβάλλει τοῦτο τὸ ζῷον, ἔκπληκτον ῥᾷστα γινόμενον καὶ ἀναπτοούμενον, ὅθεν καὶ πτὼξ ὀνομάζεται, τὸν δ’ὕπνον ποιεῖται καὶ τὴν ἀνάπαυλαν ὑποθεὶς μὲν εἰς τὰς λαγόνας τὰ ὄπισθεν σκέλη, τὰ δὲ πρόσω κῶλα προτείναςτε καὶ συνθείς, καὶ τὴν κεφαλὴν καταθεὶς κατ’αὐτῶν. ἀλλ’ἢν καταμύῃτε καὶ τὰς ῥῖνας ἀκινήτους ἔχῃ, καθεύδει μὲν οὔ, καμὼν δ’ἴσως ἀναπαύεται · ἢν δὲ τοῖς ὀφθαλμοῖς ἀναπεπταμένοις ἀτρεμίζῃ καὶ τὰς ῥῖνας ὑποκινῶν ἐκπνέῃ θαμινά, ὕπνος αὐτὸν ἀκριβὴς ἔχει. 5.73καὶ μὴν πολύγονόν ἐστιν ἐς τὰ μάλιστα τουτὶ τὸ θηρίον ἐπικυϊσκόμενον ἀεὶ καὶ διὰ πάσης ὥρας, ὥστε τὸ μὲν ἤδη τέτεκται, τὸ δὲ μέλλει, τὸ δὲ κύεται, τὸ δ’ἔτι πλάττεται · καὶ εἴποις ἂν αὐτὸ πολύγονον πολυτόκον πολύτεκνον, ἐπικυϊσκόμενον, γόνου ἀεὶ ἐπιπληρούμενον. τίκτει δὲ καθ’ἕκαστον μῆνα. καὶ τετρίχωται πᾶν, ὥστε καὶ τῶν γνάθων ἐντὸς ἔχειν τρίχας. ὅσων δ’ἂν ἐτῶν ᾖ, τοσαύτας ἔχει τῶν ἀπὸ τοῦ σώματος ἐγχωρούντων ὑπὸ τὴν οὐρὰν τὰς ὀπάς. 5.74μόνον δὲ τῶν ζῴων γάλα καὶ πρὶν τεκεῖν ἔχει, καὶ μόνον τῶν πολυσχιδῶν ἔχει πυτίαν. καὶ οἱ μὲν Ἐλυμαῖοι τῶν παρ’ἡμῖν ἀλωπέκων οὐ μείους εἰσὶ τὰ σώματα, μελαίνονται δὲ τὰ χρώματα καὶ προμήκεις πεφύκασι, καὶ τὸ περὶ τὴν οὐρὰν ἄκραν λευκὸν αὐτοῖς καὶ ἐπίμηκές ἐστιν. οἱ δὲ μοσχίαι καλούμενοι τῶν λαγῶν ὀξύτερον καὶ εὐαισθητότερον ἔχουσι τὸ πνεῦμα τὸ τῶν ἰχνῶν, ὥστε γίνεσθαι πρὸς αὐτὸ τὰς κύνας ἐκμανεῖς. 5.75Ἰθάκη δὲ μόνη τῶν νήσων ἄγονός ἐστι λαγῶν. Καρπάθιοι δὲ πρότερον οὐκ ὄντων ἐν τῇ νήσῳ λαγῶν ζεῦγος εἰσαγαγόμενοι, τὸ μὲν εἰς πλῆθος ἐκ τῆς πολυγονίας ἐπιδιδοῦν ἔφθειρε τοὺς καρπούς, οἱ δὲ παροιμίαν ἐποίησαν ἐπὶ τῶν ἐπισπαστὸν κακὸν ἐφ’ἑαυτοὺς ἐπαγαγόντων “ὁ Καρπάθιος τὸν λαγών”. καὶ μὴν Ἀναξίλας ὁ Ῥηγῖνος οὔσης, ὡς Ἀριστοτέλης φησίν, τῆς Σικελίας τέως ἀγόνου λαγῶν, ὁ δ’εἰσαγαγώντε καὶ θρέψας, ὁμοῦ δὲ καὶ Ὀλύμπια νικήσας ἀπήνῃ, τῷ νομίσματι τῶν Ῥηγίνων ἐνετύπωσεν ἀπήνην καὶ λαγών. 5.76τῶν δ’ἐλάφων ἄκερως μὲν ἡ θήλεια, ὁ δ’ἄρρην κερωφόρος ἢ κερασφόρος ἢ κεράστης ἢ εὔκερως ἢ πλατύκερως ἢ ὑπέρκερως, καὶ χρυσόκερως ὁ ὑπὸ Ἡρακλέους ἁλούς · καὶ Ἀνακρέων μὲν σφάλλεται κερόεσσαν ἔλαφον προσειπών, καὶ Σοφοκλῆς κεροῦσσαν τὴν Τηλέφου τροφόν, Ὅμηρος δ’ὀρθῶς λέγει “ἀμφ’ἔλαφον κεραόν”. ἔστι δὲ τοῖς ἐλάφοις τὸ χρῶμα ἐπίξανθον, κατάστικτον λευκοῖς γράμμασιν · πλείω δ’αἱ θήλειαι τὰ στίγματα ἔχουσι, καὶ μάλιστα τῶν ἐλάφων οἱ νεβροί. 5.77ἁλίσκονται δὲ δικτύοις μέν, εἴ τις ὀγμεύσας αὐτὰς συνελάσειεν, ποδοστράβαις δ’εἴ τις ἐνεδρεύσας αὐτὰς ἐμποδίσειεν. καὶ γεννᾷ μὲν ὡς ἐπὶ τὸ πλεῖστον ἓν ἔλαφος, κύει δὲ μῆνας εἰς ὀκτώ, τίκτει δὲ πληρωθεῖσα ὑπὸ τὸ μετόπωρον ἱστάμενον. τὸν δὲ νεβρὸν οἱ γονεῖς ἀγαγόντες ἐπὶ τὴν εὐνήν, ἵνα πέτρας ἀπορρῶγος περίδρομος παρέχει τὴν ἐκ τα- θατέρου μέρους ἀσφάλειαν, ἡ μὲν μήτηρ ἑαυτὴν καταβαλοῦσα θηλάζει τὸ βρέφος, ὁ δὲ πατὴρ ἄποθεν φυλάττει καὶ πρὸς τὸν προσελθόντα ὑπερμαχεῖ. 5.78καὶ τὸν μὲν νεβρὸν εἰ δυνηθείης ἀπελάσας ἀπὸ τῶν γονέων κυνοδρομῆσαι, τὸν μὲν πρῶτον δρόμον ἀπολείψῃ σύτε καὶ αἱ κύνες, ἐν δὲ τοῖς ἐφεξῆς ἀπαγορεύουσιν ἄρα οἱ νεβροί. πολλαὶ δὲ καὶ τῶν τελείων ἐλάφων ἐν ταῖς συνεχεστέραις διώξεσιν ὑπὸ δυσπνοίας ἁλίσκονται. χρεία δὲ πρὸς αὐτὰς τόξωντε καὶ ἀκοντίων. 5.79περὶ δὲ συὸς εἴποις ἂν βαθύνει τῷ ῥύγχει τὴν γῆν, κείρει τὰ λήια, κόπτει τὰ δένδρα, θήγει τοὺς ὀδόντας, ἔφριξε τὴν λοφιάν, λεχρίοις παρέβλεψε τοῖς ὄμμασι, πυρῶδες ὑποβλέπει, τοῖς ὀδοῦσιν ἀντιπαταγεῖ, τῷ πρὸς ἀλλήλους κόμπῳ τῶν ὀδόντων ἀπειλεῖ, πῦρ ἐκ τῶν ὀφθαλμῶν ἀφίησιν, ἀφρὸς αὐτῷ τοῖς χαυλιόδουσι περιζεῖ, τραχύς ἐστι τὴν ὀργήν, ἀκάθεκτος τὸν θυμόν, δύσμαχος δυσάλωτος δυσαγώνιστος, προωθῶν, προρρηγνύμενος, ἐμπίπτων, προσπίπτων, ἀνατρέπων, κόπτων τοῖς ὀδοῦσιν, ἀνοίγων, ἀναρρηγνύς, ῥύμῃ ἐπιών, ῥόθιος συμπροσχωρῶν, βίαιος τὴν ὁρμήν, δυσνίκητος, δυσκαταγώνιστος. 5.80καὶ τὰς ἄρκυς διακόψειεν ἄν, καὶ τὰς στάλικας ἀνατρέψειεν, καὶ τὰ δένδρα πρόρριζα ἐκτρίψειεν, ὑπέρθυμος, δυσόργητος, ἔμπυρος, ὑπέρασθμος. εἰ καὶ πλαγίοις τοῖς ὀδοῦσι θίγοι τῶν κυνῶν, τὸ τρίχωμα ἐπέφλεξεν · εἰ δ’ἀποθανόντος τῷ χαυλιόδοντι προσενέγκαις τρίχας, ὡς ἀπὸ πυρὸς αἱ τρίχες συντρέχουσιν · οὕτω πολὺ τὸ φλογῶδες ἔνεστι τῷ θηρίῳ. ἡ δ’ἄρκτος τίκτει μὲν σάρκα, πλάττει δὲ καὶ ἀρθροῖ τὸ γέννημα τῷ στόματι, καὶ πρὸς εἶδος ζῴου τὰ μέλη τυποῖ. 5.81καὶ ἄρκτου μὲν ὄρος τὸ ἀρκτῷον ἐπώνυμον, ἀρκτεύεσθαι δὲ τὰς παρθένους ἔλεγον ὁ δῆμος ὁ Ἀττικός. Ἑλίκη δὲ καὶ Κυνόσουρα ἐν οὐρανῷ δύο ἄρκτοι, Διὸς ἡ ἑτέρα τροφός, οἱ δ’ἄμφω λέγουσιν · οἱ δὲ τὴν μὲν ὡς ἦν τροφός, τὴν δ’ὡς παιδικά. καὶ ἄρκτος μὲν τὸ καταντικρὺ μεσημβρίας τοῦ κόσμου μέρος, ὁ δ’ἄνεμος ὁ πνέων ἐκεῖθεν ἀπαρκτίας, καὶ κύκλος ἀρκτικός. ἁλίσκεται δὲ τὸ θηρίον καὶ δικτύοις καὶ μάχῃ καὶ βόθροις τισίν, οὓς ὑπὸ τὰ δένδρα τὰ καρποφόρα τῶν κυνηγετῶν τινὲς ὀρυξάμενοι, καὶ καλάμου ἢ ἄλλου τινὸς εὐθραύστου ξύλου δοκίδας τοῖς βόθροις ἐπιτείναντες, καὶ τῆς ἀκινήτου γῆς ἐπιφορήσαντες καὶ πόαν ἐπιβαλόντες, ἡ μὲν ὡς ἐπὶ τὸ δένδρον ἀναρριχησομένη κατὰ τὸν καρπὸν ἐπείγεται, τὸ δ’ὄρυγμα αὐτὴν θραυσθεισῶν τῶν δοκίδων ὑπεδέξατο. 5.82τὴν δὲ πάρδαλιν τρόποιςτε τοῖς προειρημένοις λαμβάνουσι, καὶ φάρμακον ἀκόνιτον παραμίξαντες σιτίοις, τὸ μὲν θηρίον διαρροίᾳ κενοῦται, τοῖς δὲ πολλάκις καὶ ζῶν ἐστὶν ἁλώσιμον. 5.83εἴποις δ’ἂν ἐπὶ παρδάλεως ὡς ἔχει τὸ σῶμα στικτὸν κατάστικτον, κροκοειδές, εὐπρόσωπον, εὔχρουν, εὐειδὲς πολυειδές, ὑγρόν, εὐέλικτον, πολύμορφον, πηδητικόν, ἁλτικόν, εὐπαλές. καὶ λέοντα δ’ἂν εἴποις βλοσυρόν, βασίλειον, εὐχαίτην εὐκόμην κομήτην, εὐγένειον, ὑπέραυχον, μεγαλόφρονα, μεγαλόθυμον, ὑπέρφρονα ὑπέρθυμον, ὑπερμεγέθη, βίαιον, ταχύν, ἰσχυρόν, θρασύν, καρτερόν ἐγκρατῆ. 5.84θηρᾶται δ’ἥκιστα μὲν ὁ τέλειος πλέγμασιν ἀλλὰ μηχανήμασι καὶ σοφίσμασιν, οἱ δὲ σκύμνοι τῶν γονέων, πίστει τοῦ δυσεπιβουλεύτου καὶ θράσει τῆς οὔσης δυνάμεως, ἐπὶ θήραν ἀπονεμηθέντων. τοὺς δ’ὄνους τοὺς ἀγρίους ἐφ’ἵππων διώξαντες ἀγελάζονται δὲ κατὰ πλῆθος ἐπειδὰν ὑπέρκοποι καὶ ὑπέρασθμοι γένωνται καὶ ὁ κονιορτὸς αὐτοῖς ὡς ἂν ἐκ πλήθους ἐγειρόμενος ἐνοχλῇ, τοὺς μὲν διακοντίζουσι, τοὺς δὲ καὶ ζῶντας αἱροῦσι βρόχοις σειραίοις περιβαλόντες. οἱ δ’ἔκφρονες ὑπὸ τῆς διώξεως γενόμενοι πολλάκις οὐκ ἄκοντες, ἐπειδὰν ἐφέλκῃ τις τὸν ἵππον ἀποστρέψας, ἕπονται. 5.85ὁ δὲ κυνηγέτης ἐμβοάτω ταῖς κυσίν, ἐγκελευέτω ἐπικελευέσθω ἐπανακραγέτω, ἐπικεκράχθω, ἐπισημαινέσθω, ἐξοτρυνέτω τὰς κύνας, προτρεπέτω, ἐπεγειρέτω, ὁρμάτω ἐξορμάτω παρορμάτω, προσκαλείσθω, ἐξανιστάτω, συνθέων παραθέων συμπαραθέων ἐπιθέων μεταθέων, μετιών, μεταδιώκων, ἐπιγινόμενος, κυνοδρομῶν, συγκάμνων συνεργῶν συμπονῶν, συμπροθυμούμενος, συνεξεταζόμενος, συνεξευρίσκων, συνδιερευνώμενος. 5.86φωναὶ ζῴων. κυνῶν μὲν ὑλακὴ καὶ ὑλαγμὸς καὶ ὑλακτεῖν καὶ ὑλακτοῦντες, καὶ κνυζᾶσθαι · εἴποις δ’ἂν καὶ ἀρράζειν καὶ ἀρράζοντας, καὶ ῥύζειν καὶ ῥύζοντας. κατὰ δὲ Ξενοφῶντα καὶ κλαγγή · φησὶ γὰρ ἐπανακεκλαγγυῖαι. εἰρήκασι δέ τινες τῶν ποιητῶν καὶ βαΰζειν τοὺς κύνας · σκυζᾶν δὲ τὸ καθεύδοντας ὑποφθέγγεσθαι. λύκων δ’ὠρυγὴ ὠρυγμὸς ὠρύεσθαι ὠρυόμενοι. λεόντων δὲ βρύχημα βρυχηθμός βρυχᾶσθαι βρυχώμενοι. 5.87ἵππων δὲ χρεμετισμὸς χρεμετίζειν χρεμετίζοντες ἐπιχρεμετίζοντες · ἔνιοι δὲ καὶ φριμαγμὸν ἵππων ἐκάλεσαν καὶ φριμάττεσθαι τοὺς ἵππους ἔφασαν, φρυάττεσθαι δὲ πάντας. συῶν δὲ γρυλισμὸς γρυλίζειν γρυλίζοντες, καὶ γρύζειν γρύζοντες · οἱ δὲ καὶ ὑισμὸν εἶπον καὶ ὑίζειν ὑίζοντες. βοῶν δὲ μύκημα μυκηθμὸς μυκᾶσθαι μυκώμενοι. ὀίων δὲ βληχὴ βληχᾶσθαι βληχώμεναι. αἰγῶν δὲ μηκασμὸς μηκᾶσθαι μηκώμεναι · 5.88καὶ μηκάδας αἶγας Ὅμηρος εἴρηκεν. δοκεῖ δ’ἴδιον ἐπ’αἰγῶν μᾶλλον εἶναι ὁ φριμαγμὸς φριμάττεσθαι φριματτόμεναι, ὡς Ἡρόδοτος ἔσφαλται περὶ τῶν βρεφῶν τῶν Φρυγίων λέγων, βληχᾶσθαι τὰς αἶγας οἰόμενος. ὄνων δὲ βρώμησις βρωμᾶσθαι βρωμώμενοι · τὸ δ’αὐτὸ ἐπ’ἡμιόνων ἐρεῖς. εἴρηται δὲ καὶ τὸ ὀγκώμενοι, καὶ ὀγκηστὰς ἔνιοι τῶν ποιητῶν τοὺς ὄνους ἐκάλεσαν. καὶ μὴν ἐπὶ μὲν τῶν ἄλλων τῶν ἀγρίων ζῴων, ἐφ’ὧν ἴδιον οὐκ ἔστιν ὄνομα τῆς φωνῆς, οἷον ἄρκτου παρδάλεως πάνθηρος, ἐπὶ τῶν τοιούτων βρυχᾶσθαι λέγουσιν, ἐπὶ δὲ τῶν σμικροτέρων, οἷον ἀλωπέκων καὶ θώων καὶ λυγκῶν, τὸ ὑλακτεῖν καὶ ὠρύεσθαι. 5.89εἴποις δ’ἂν κλάζειν μὲν ἀετούς, κλαγγάζειν δὲ γεράνους, ἐπ’ἀμφοῖν δὲ κλαγγήν, ἱέρακας δὲ ῥοίζειν, καὶ ἀλεκτρυόνας ᾄδειν, καὶ κόκκυγας κοκκύζειν Ὑπερείδης δὲ καὶ Δημοσθένης ἐπ’ἀλεκτρυόνων τὸ κοκκύζειν εἶπον καὶ πέρδικας τιττυβίζειν ἢ κακκαβάζειν, καὶ ὄρτυγας τρυλίζειν, καὶ κύκνους ᾄδειν, καὶ τρυγόνας τρύζειν, καὶ περιστερὰς γογγύζειν, καὶ κορώνας κρώζειν, καὶ κολοιοὺς κλώζειν ἢ κολοιᾶν, καὶ κοψίχους σίζειν, καὶ τέττιγας τερετίζειν, καὶ μελίττας βομβεῖν, καὶ ἔποπας πιπίζειν, καὶ γλαῦκας ἰύζειν, καὶ μελεαγρίδας κακκάζειν, καὶ νυκτερίδας τετριγέναι, καὶ δράκοντας συρίττειν, καὶ κίττας κιτταβίζειν, καὶ χελιδόνας ψιθυρίζειν, καὶ ἀηδόνας ᾄδειν καὶ εὐστομεῖν. 5.90συναπτέον δὲ τούτοις καὶ τὴν ἀνθρώπου φωνήν, βοήν, φώνημα, λαλιάν, φθογγὴν φθέγμα, κραυγὴν καὶ κεκραγμόν, λόγον, ἀφ’ὧν βοᾶν, φωνεῖν, λαλεῖν, φθέγγεσθαι, κραυγάζειν, κεκραγέναι, λέγειν. καὶ τὰ μὲν ἀπὸ φωνῆς καὶ βοῆς καὶ φθέγματος καὶ λαλιᾶς καὶ λόγου ὀνόματα εἴρηται, προσκείσθω δ’ἀπὸ κεκραγμοῦ κεκράκτης. 5.91ἑπέσθω δὲ τούτοις καὶ τὰ εἰς ἀπόπατον, εἰς ἀποσκευήν, εἰς εὐμάρειαν, εἰς ἄφοδον, εἰς λάσανα, εἰς κοπρῶνα. τὸν δὲ κοπρῶνα καὶ ἰπνὸν Ἀριστοφάνης καλεῖ. τὸ δ’ἔργον ἀποπατῆσαι, ἀποσκευάσασθαι, χέσαι, ὅθεν καὶ χεσᾶς Πατροκλείδης. καὶ τὸ ἀποσκευαζόμενον κόπρος ἀνθρώπου, σκώρ · ἀφ’οὗ τὰς πλαγίας οὐ λέγουσιν, ἀλλὰ τοῦ σκατός καὶ τῷ σκατί, ὧν τὴν ὀνομαστικὴν οὐκ ἐκφέρουσιν. λέγουσι δὲ καὶ τῖλον καὶ πέλεθον καὶ σπατίλην. καὶ ἵππου κόπρον φασίν, βοὸς βόλιτον, ὄνου ὀνίδα καὶ ὄνθον Ὅμηρος δὲ ὄνθον βοῶν ἔφη χοίρων ὑσπέλεθον, προβάτων οἰσπώτην, αἰγῶν σφυράδα καὶ σφυραθίαν καὶ σπύρδαρα, ὡς καὶ μυῶν μυσκέλενδρα. 5.92καὶ μὴν τὸ μίγνυσθαι ἐπὶ μὲν τῶν ἀλόγων βαίνειν ἐπιβαίνειν, ὀχεύειν, βιβάζειν, συνδυάζειν συνδυάζεσθαι, ἐπάγεσθαι, καὶ ἐπὶ ὄνων ἴδιον τὸ ὀνοβατεῖν, ὁπόταν ἵπποις ἐπιβαίνωσιν. κοινὸν δ’ἐπὶ πάντων τὸ παιδοσπορεῖν, ὥσπερ καὶ ἐπ’ἀνθρώπων. ἐπὶ δὲ τούτων καὶ ὁμιλῆσαι, μιχθῆναι, διαλεχθῆναι, ἐντυχεῖν, πλησιάσαι, κοινωνῆσαι, συναναπαύσασθαι, εἰς τα- ταὐτὸν ἐλθεῖν, συγκατακλιθῆναι, συγκατακοιμηθῆναι, συγγενέσθαι, σποδεῖν, ὀπύειν, ἀφροδισιάζειν, συμπλέκεσθαι, καὶ τὰ τεθρυλημένα, ἃ δὴ παίζουσιν οἱ κωμικοί, ληκεῖν, δρυμάττειν, φλᾶν, σκορδοῦν, στενάσαι, σπλεκοῦν. 5.93ἀπὸ μὲν τούτων τοίνυν σπουδάζων ἂν εἴποι τις τὰ πράγματα μῖξις, ἔντευξις, ὁμιλία, κοινωνία, κοινώνημα, συνουσία. οὐ μὴν ὁ πλησιασμὸς οὐ δ’ἡ διάλεξις, ἀλλὰ διελέχθην αὐτῇ καὶ διειλεγμένος εἰμὶ ὡς Ὑπερείδης, καὶ ἀττικώτερον τὸ διεπραξάμην καὶ διέπραξα. ἐπὶ δ’αὐτῆς τὸ χαρίσασθαι καὶ δοῦναι. 5.95οὐ μὴν παρεατέον τὰ τῶν γυναικείων κόσμων ὀνόματα, περὶ ὧν ἀθρόως μὲν οὕτω φαίην ἄν, κόσμοι κοσμήματα, καλλωπισμοί καλλωπίσματα · ἀφ’ὧν τὸ κοσμεῖσθαι κόσμησις, καλλωπίζεσθαι καλλωπισμός, ἁβρύνεσθαι, θρύπτεσθαι, ἁβρότης, θρύψις. κατὰ μέρη δὲ κεφαλῆς μὲν κοσμήματα Ὅμηρος λέγει ἄμπυκα κεκρύφαλόντε ἰδὲ πλεκτὴν ἀναδέσμην · σὺ δ’ἂν προσθείης καὶ στεφάνην παρ’Ὁμήρου λαβών τῶν δ’αἱ μὲν πλεκτὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας, καὶ πυλεῶνας παρὰ Καλλιμάχου καὶ κάλυκας παρ’Ὁμήρουτε καὶ Ἀνακρέοντος, καὶ στρόφιον καὶ ὀπισθοσφενδόνην παρ’Ἀριστοφάνους. 5.96καὶ σφενδόνη δέ τι ἐκαλεῖτο καὶ ἀναδήματα καὶ κάλαμος καὶ καλαμὶς καὶ ἔντροπον, χρυσᾶ καὶ ἐπίχρυσα πάντα. τὸ δὲ ξάνιον ἦν μὲν καὶ αὐτὸ χρυσοῦν, κεφαλῇ κόσμος · ἔνιοι δ’αὐτὸ κτένιον εἶναι νομίζουσιν. 5.97περὶ δὲ τοῖς ὠσὶν ἕρματα, διόπας, ἐλλόβια, ἐνώτια, ἕλικας, ἑλικτῆρας, σίγλας κατὰ τοὺς Δωριέας, κατὰ δὲ τοὺς Αἰολέας ἀρτίαλα. ἐκαλεῖτο δὲ παρὰ τοῖς κωμῳδοῖς καὶ ἐγκλαστρίδια καὶ στροβίλια καὶ βοτρύδια καὶ πλάστρα καὶ καρυάτιδες καὶ ἱπποκάμπια καὶ κενταυρίδες καὶ ἔντροφον καὶ τρίπους, δῆλον ὡς ἀπὸ τῶν σχημάτων θεμένων αὐτῶν τοῖς ἐνωτίοις τὰς προσηγορίας, ὥσπερ καὶ Ὅμηρος “τρίγληνα ἕρματα” ὠνόμασεν ὡς τριῶν εἴδωλα κορῶν ἔχοντα. 5.98τὰ δὲ περὶ τῷ τραχήλῳ οὑτωσὶ μὲν εἰπεῖν περιτραχήλια καὶ περιδέραια καὶ δέραια καὶ ὑποδέραια καὶ ὑποδερίδες, ἦ που δὲ καὶ ὅρμοι καὶ ἴσθμια καὶ στρεπτοὶ καὶ στόμια καὶ πλόκια καὶ μαλάκια, καὶ τανθαρυστοὶ ὅρμοι παρὰ Θεοπόμπῳ τῷ κωμικῷ, ὧν κατεκρέμαντο λίθοι τινές, ὡς ἀπὸ τῆς κινήσεως ὠνομάσθαι. καὶ τριοπὶς δ’ὅρμου εἶδος, τρεῖς ὥσπερ ὀφθαλμοὺς κρεμαστοὺς ἔχοντος. καὶ ὡς Ἀντιφάνης κάθημα · 5.99ἐκάλουν δ’αὐτὸ καὶ καθετῆρα. ὠνομάζετο δέ τι καὶ μάννος ἢ μόννος, μάλιστα παρὰ τοῖς Δωριεῦσιν. περὶ δὲ τοὺς βραχίονας περιβραχιόνια, περὶ δὲ τοὺς καρποὺς περικάρπια καὶ ἐχίνους καὶ ἀμφιδέας καὶ ὄφεις καὶ ψέλια καὶ χλιδῶνας καὶ βουβάλια, ὧν ἔνια καὶ τοῖς περὶ τοὺς βραχίονας ἐπονομάζουσι καὶ τοῖς περὶ τοὺς πόδας, μάλιστα δὲ τὰς ἀμφιδέας καὶ τοὺς χλιδῶνας. ἰδίως δὲ καὶ περὶ τοῖς ποσὶ περισφύρια, πέζας περιπεζίδας περιπέζια, καὶ αἴγλην καὶ πέδην καὶ περισκελίδας · 5.100καὶ γὰρ τούτῳ τῷ ὀνόματι κέχρηται Μένανδρος καὶ Νικόστρατος οἱ κωμῳδοδιδάσκαλοι. περὶ δὲ τοῖς στέρνοις αἰγίδας καὶ μασχαλιστῆρας · καὶ ἀναμασχαλιστήρ, ὡς Φιλιππίδης ὁ τῆς κωμῳδίας ποιητὴς ἐν Ἀδωνιαζούσαις. ἐν δὲ τοῖς δακτύλοις δακτύλιον δακτυλίδιον, σφραγῖδα σφραγίδιον · οὕτω γὰρ τοὺς ἐπισήμους δακτυλίους ὠνόμαζον, τοὺς τὰ σήμαντρα ἢ λίθους ἐν αὑτοῖς ἔχοντας. περὶ δὲ τῷ σμικρῷ δακτύλῳ ἐφόρουν ὃ ἀκαρὲς ἐκάλουν διὰ σμικρότητα, καὶ ἕτερον κορίαννον τῷ λιχανῷ περιηρτημένον. 5.101καὶ ἄλλους δέ τινας κόσμους ὀνομάζουσιν οἱ κωμῳδοδιδάσκαλοι, λῆρον, ὀχθοίβους, ὄλεθρον, ἑλλέβορον, πομφόλυγας, βάραθρον, περιστέρια, σαμάκια, σισύμβριον, σισάριον, ὧν οὐ ῥᾴδιον τὰς ἰδέας συννοῆσαι διὰ τὸ μη δὲ πρόχειρον εἶναί τινα κατιδεῖν εἴτε σπουδάζοντες εἴτε παίζοντες χρῶνται τοῖς ὀνόμασιν. ἴσως δ’ἂν τοῖς κόσμοις προσήκοι καὶ τὸ ἔντριμμα, ψιμύθιον, ἔγχουσα, φῦκος, καὶ τὰ ὑπογράμματα, καὶ ἡ στίμμις παρ’Ἴωνι ἐν Ὀμφάλῃ · καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον. 5.102ἐρεῖς δὲ καὶ καπηλείαν ἀσκεῖ προσώπῳ, τὸ πρόσωπον περιχρίει, ἐπεντρίβει, καλλιγραφεῖ, φύκει πυρσαίνει, ψιμυθίῳ λευκαίνει, τοὺς ὀφθαλμοὺς ὑπογράφει, τὰς ὀφρῦς μελαίνει, εἰς γραμμὰς ἡμικυκλίων περιάγει, γεωμετρεῖ περὶ τὸ ἐπισκύνιον, ῥόδον παρειαῖς φυτεύει αὐθωρὸν ἀνθοῦν καὶ θᾶττον ἀπανθοῦν κατὰ τὸ Λοκρόν, οὐ πρόσωπον ἀλλὰ προσωπεῖον φέρει · φύσεως προκρίνει τέχνην, ἀληθείας ψεῦδος, τοῦ παραμένοντος τὸ ῥᾳδίως ἀπαλειφόμενον, τῶν πραγμάτων γράμματα · εἰκὼν ἀντὶ πρωτοτύπου γίνεται. 5.103καταβεβλήσεται δ’ἡμῖν χύδην καὶ τῶν συνωνύμων ὀνομάτων. ἀπαιτῆσαι, πρᾶξαι εἰσπρᾶξαι, ἐκπρᾶξαι ἐκπράξασθαι, εἰσπράξασθαι. ἀπαίτησις, πρᾶξις εἴσπραξις. ὄνομα πρακτήρ. ἀποδοῦναι, ἀποτῖσαι ἐκτῖσαι, εἰσενεγκεῖν διαλῦσαι, καταβαλεῖν, καταθέσθαι, ἀπαριθμῆσαι, καταθεῖναι. ἀπόδοσις, ἔκτισις, εἰσφορά, διάλυσις, κατάθεσις, καταβολή, ἀπαρίθμησις. στερῆσαι ἀποστερῆσαι, ἀπενεγκεῖν ἀπενέγκασθαι, ἀγνωμονῆσαι, ἐξιδιώσασθαι. 5.104στέρησις ἀποστέρησις, ἀγνωμοσύνη. καὶ ὄνομα μόνον ἀγνώμων, καὶ ἐπίρρημα ἀγνωμόνως. ἀρνήσασθαι ἀπαρνήσασθαι ἐξαρνήσασθαι, ἐξομόσασθαι, ἀναδῦναι ἐξαναδῦναι, ἀναφυγεῖν, ἀναχωρῆσαι, ἀντειπεῖν, παραιτήσασθαι, ἔξαρνος ἄπαρνος. ταῦτα δὲ μόνα τὰ ὀνόματα · τὰ δὲ πράγματα ἄρνησις, ἐξωμοσία, ἀνάδυσις, ἀναφυγή, ἀναχώρησις, ἀντιλογία, παραίτησις. ἴδιον δὲ τὸ Πλάτωνος “μὴ ἀπαρνηθεὶς γένῃ”. 5.105ἐπαγγέλλεσθαι προεπαγγέλλεσθαι, ὑποσχέσθαι, προϋποσχέσθαι, προειπεῖν, ὑποτεῖναι, ὑποθεῖναι. ἐπαγγελία, πρόρρησις, ὑπόσχεσις. ἄλλης δὲ χρείας διαβεβαιώσασθαι, διορίσασθαι, διακριβώσασθαι, διεγγυήσασθαι, εἰς ἑαυτὸν ἀναδέξασθαι, διισχυρίσασθαι ἀπισχυρίσασθαι, ἀπακριβώσασθαι, τὸν ἑαυτοῦ κίνδυνον ὑποθεῖναι, ἐν ἑαυτῷ ὑποβαλέσθαι. δύσκολον, δυσχερές, δύσπρακτον, δύσπορον ἄπορον, δυσαγώνιστον, δυσκατέργαστον, ἐργῶδες, ἐπαχθές, βαρύ, φορτικόν, δυσδιοίκητον, δυσδιάθετον. 5.106καὶ τὰ συγκριτικὰ ἀπὸ τούτων οὐκ ἀηδῆ, καὶ τὰ καθ’ὑπέρθεσιν ἡδίω. καὶ ἐπιρρήματα τοῖς πλείστοις σύνεστι, καὶ ὀνόματα δυσκολία καὶ δυσχέρεια καὶ βαρύτης. τὸ δ’ἐναντίον εὔκολον, εὐχερές, εὔπρακτον, πρόχειρον προκεχειρισμένον, ῥᾴδιον, εὔπορον, ἕτοιμον, εὐπετές, εὐτρεπές εὐτρεπισμένον, εὐκατέργαστον, τὸ συντυχόν, ἀταλαίπωρον. καὶ σύγκρισιν δ’ἔχει καὶ ὑπέρθεσιν καὶ ὀνόματα καὶ ἐπιρρήματα, εὔκολος εὐκολώτερος, ῥᾴδιος ῥᾴων ῥᾷστος καὶ ὡς Ὑπερείδης ῥᾳδιώτερος, ἕτοιμος ἑτοιμότερος ἑτοιμότατος, εὐχερὴς εὐχερέστερος εὐχερέστατος, πρόχειρος προχειρότερος προχειρότατος, εὔπορος εὐπορώτερος εὐπορώτατος, εὐπετής · 5.107ὁ γὰρ εὐκατεργαστότερος καὶ ἀταλαίπωρος, ἔστι τῶν ἔργων μᾶλλον ἢ τῶν δρώντων τὰ ὀνόματα. τάχα δ’ἄν τις τούτοις προσθεῖναι βιάζοιτο καὶ ὄνομα τὸν ῥᾳδιουργόν. σχήματα δέ · ἐξ ἑτοίμου, ἐξ εὐκόλου, ἐκ τοῦ ῥᾴστου, ἐκ τοῦ προχειροτάτου, ἐκ τοῦ παραπεσόντος, ἐκ τοῦ προσπεσόντος. τάχα καὶ ἐκ τῶν λοιπῶν. 5.108χωρίον ἐρεῖς ὑγιεινόν, ἄνοσον, ἀκήρατον, καθαρόν, εὔκρατον εὐκραές εὐκέραστον ταῖς ὥραις, εὐφεγγές, εὐήνεμον, εὖ ὥρας ἔχον, ἄριστα κεκραμένον, ἀναπνοὰς ἔχον, ἀναπνεόμενον, πνεύματα διαρρέοντα ἔχον, ἀνέμους διαθέοντας, εὔπνουν, ἀναψῦχον, αὔραις διαπνεόμενον, εὔθερον, εὔσκιον σκιερὸν παλίσκιον, ψυχεινόν, εὐχείμερον, ἀλεεινόν, ὑπόθερμον, εὐήλιον, δίκαιον ταῖς ὥραις, καλῶς οὐρανοῦ κείμενον, εὖ ἔχον, εὖ ἧκον ὡρῶν, καλῶς ἔχον πνευμάτων, ταῖς ὥραις χρώμενον μεμετρημέναις, αἴθριον, ἀνέφελον, ἐν καθαρῷ ἀέρι διακείμενον, ἀναπεπταμένῳ ἀέρι, φαιδρῷ, κούφῳ, ἐλαφρῷ, διαφανεῖ, ἐλευθέρῳ, λαμπρῷ, διαυγεῖ. 5.109καὶ το- τοὐναντίον νοσῶδες νοσερὸν νοσηρὸν ἐπίνοσον, ἐπίκηρον, ἐπισφαλές σφαλερόν, ἐπικίνδυνον κινδυνῶδες, φθινῶδες, δύσωρον, βαρύ, ζοφῶδες, σκοτῶδες, δυσφεγγές, ἀνήλιον, ἄκρατον, ἄνισον ταῖς ὥραις, χειμέριον δυσχείμερον, κρυῶδες κρυμῶδες, παγετῶδες, κάτομβρον, ἐπίπνουν, συννέφελον, διάπυρον ἔμπυρον πυρῶδες, φλογῶδες, πνιγηρόν, καυματῶδες, ζέον περιζέον, φλέγον, καῖον ὑπερκαῖον, κατηφές, καταπνεόμενον, κατήνεμον συνήνεμον, δύσθερον, ὑγρόν δίυγρον ὑδατῶδες, χιονῶδες, αὐχμῶδες αὐχμηρόν, χολῶδες, ἀνήμερον, νοσοποιόν, φθοροποιόν, ἔξωρον, λοιμῶδες, κακῶς ἔχον οὐρανοῦ, καὶ ὅσα ἄλλα ἔστιν εἰπεῖν λόγῳ. 5.111τὰ δὲ πράγματα τοῦ μὲν δυσχειμέρου χειμών, ψῦχος, ἄνεμος, ὄμβρος, ὑετός, κρυμός κρύος, παγετός, χιών, κρύσταλλος, πάχνη, ζάλη, χαλάζα, τοῦ δὲ δυσθέρου πνῖγος, καῦμα, φλέγμα καὶ καθ’Ὅμηρον πῦρ πυρετός ἀλέα, θάλπος. καὶ ῥήματα τοῦ μὲν χειμάζεσθαι, ῥιγοῦν, ψύχεσθαι, καταπνεῖσθαι, ὕεσθαι, καὶ ἐπίρρημα τὸ ψυχρῶς, ὅτι ποιητικὸν τὸ ῥιγηλῶς · τοῦ δὲ φλέγεσθαι, θάλπεσθαι, ἀλεαίνεσθαι, πυρέττειν, καὶ ἐπίρρημα μόνον πνιγηρῶς, ἀλεεινῶς. 5.112οὐκ ἀποτρέψομαι, οὐκ ἀποσχήσομαι, οὐ παύσομαι, οὐκ ὀκνήσω, οὐ φυλάξομαι, οὐ παραιτήσομαι, οὐκ ἀναδύσομαι, οὐκ ἀποστήσομαι. τὰ δ’ἀπ’αὐτῶν ὀνόματα καὶ ἐπιρρήματα ἑτέρας ἐστὶ χρείας. 5.113φιλῶ τὸν δεῖνα, ὑπερφιλῶ, στέργω, ὑπερστέργω, ἀγαπῶ, ὑπεραγαπῶ, ἄγαμαι, οἰκείως ἔχω πρὸς αὐτόν, οἰκείως διάκειμαι, ᾠκείωμαι. ἐπιτηδείως ἔχω, καὶ ἐπιτήδειός μοί ἐστιν, οἰκεῖος, φίλος, ἑταῖρος, καὶ ὅσα τοιαῦτα. ἀνακέκραμαι πρὸς αὐτόν, συγκέκραμαι, συνῆμμαι, φιλικῶς ἔχω, εὔνους εἰμὶ αὐτῷ, εὔνως ἔχω πρὸς αὐτόν, ἐσπούδακα περὶ αὐτόν, χρῶμαι αὐτῷ. 5.114καὶ φιλία, στοργή, οἰκειότης οἰκείωσις, ἐπιτηδειότης, ἑταιρεία, εὔνοια. καὶ φιλικῶς, φιλοστόργως, οἰκείως, ἐπιτηδείως, εὐνοϊκῶς. φίλος, εὔνους, οἰκεῖος, ἐπιτήδειος, ἑταῖρος · ὁ γὰρ φιλόστοργος ἕτερόν τι δηλοῖ. τὰ δ’ἐναντία, μισῶ τὸν δεῖνα, ἀποβάλλομαι, ἐκτρέπομαι, διαβέβλημαι πρὸς αὐτόν, διαβέβληταί μοι, προσκρούω αὐτῷ, προσκρούει μοι, ἄχθομαι αὐτῷ, προσίσταταί μοι, βδελύττομαι αὐτόν. 5.115δυσμενῶς διάκειμαι πρὸς αὐτόν, δύσνως, κακόνως. ἀπεχθάνομαι πρὸς αὐτόν, ἀπεχθάνομαι αὐτῷ · τὸ γὰρ ἐχθαίρω ποιητικόν. ἐχθρός μοί ἐστι, δυσμενής, ἀλλότριος, ἀλλοτριούμενος. καὶ ἠλλοτρίωμαι πρὸς αὐτόν, δυσμεναίνω αὐτῷ, διενήνεγμαι πρὸς αὐτόν, διάφορός μοί ἐστιν, ἀνεπιτήδειος, ἀνεπιτηδείως διάκειμαι πρὸς αὐτόν, ὑπόπτως ἔχω πρὸς αὐτόν, ἐθελέχθρως. τὰ δὲ πράγματα μῖσος, μισητία, ἔχθρα, ἀπέχθεια, πρόσκρουσμα, διαφορά, δυσμένεια, δύσνοια, κακόνοια, ἀλλοτρίωσις, ὑποψία. 5.116τῶν δ’ἐπιρρημάτων τὰ πλεῖστα προείρηται, ἔχει μέντοι καὶ ὑπερθέσεις, ἔχθιστα ἐχθρότατα δυσμενέστατα, διαφορώτατα, ἀλλοτριώτατα, ἀπεχθέστατα, ἀνεπιτηδειότατα, ὑποπτότατα, κακονούστατα. 5.117ἔπαινος, εὐφημία, εὐλογία, ἐγκώμιον · βίαιον δὲ τὸ καλλιλογία καὶ εὐστομία · ἐπαινεῖν, εὐλογεῖν, εὐφημεῖν, ἐγκωμιάζειν, καλῶς λέγειν, εὐστομεῖν. ὄνομα δὲ μόνον ὁ ἐπαινέτης, καὶ ἐπίρρημα τὸ εὐφήμως · τὰ γὰρ λοιπὰ ἕτερόν τι δηλοῖ. τὸ ἐναντίον ψόγος, λοιδορία, βλασφημία, κακολογία, κακηγορία, κακισμός, διαβολή · ψέγειν, λοιδορεῖν, βλασφημεῖν, κακηγορεῖν, κακολογεῖν, κακίζειν. καὶ τὰ ὀνόματα ψέκτης ὡς Πλάτων, καὶ φιλόψογος καὶ ψεκτικὸς καὶ κακήγορος καὶ φιλολοίδορος · ὁ γὰρ λοίδορος εὐτελές, καὶ ὁ βλάσφημος καὶ ὁ διάβολος ἰδιωτῶν, ἀνεκτότερος δ’ὁ διαβλητικός. 5.118καὶ τὰ ἐπιρρήματα ψεκτικῶς, φιλολοιδόρως, κακιστικῶς, διαβλητικῶς. ὁ γὰρ ἐπαινετὸς καὶ ψεκτὸς ἐφ’ἑτέρων τάττεται. ἐρεῖς δὲ καὶ μοχθηρὸς τὸ ἦθος καὶ τὸν τρόπον καὶ τὴν προαίρεσιν καὶ τὴν διάνοιαν καὶ τὴν βούλησιν καὶ τὴν ψυχὴν καὶ τὴν γνώμην καὶ τὸν βίον καὶ τὸ τοῦ βίου σχῆμα καὶ τὴν τοῦ βίου κατάστασιν καὶ τὴν τοῦ βίου διαγωγήν. 5.119ἐπαινῶν δ’ἂν ἕκαστον τούτων κατὰ το- τοὐναντίον χρήσαιο, ἐπαινετὸς τὸ ἦθος καὶ τὰ ἐφεξῆς. ἴδια δὲ τοῦ μὲν ψόγου δύστροπος, κακοήθης, εἴρων, ἐπίβουλος, δολερός, ὕπουλος, ἐπίσκιος · τοῦ δ’ἐπαίνου ἁπλοῦς, ἄκακος, ἄδολος, ἄπλαστος, ἐκφανής, ἐκκείμενος, ἀκατάσκευος, ἐλεύθερος, εὐθυρρήμων, εὐήθης. καὶ τὰ πράγματα τοῦ μὲν δυστροπία, κακοήθεια, εἰρωνεία, ἐπιβουλή, δόλος, τοῦ δ’ἁπλότης, ἀκακία, ἐλευθερία, εὐθυρρημοσύνη, εὐήθεια. 5.120καὶ τὰ ἐπιρρήματα τοῦ μὲν δυστρόπως, κακοήθως, εἰρωνικῶς, ἐπιβούλως, δολερῶς, ὑπούλως, ἐπισκίως, τοῦ δ’ἁπλῶς, ἀκάκως, ἀπλάστως, ἐκφανῶς, ἐλευθέρως, εὐθυρρημόνως, εὐήθως. τάττοιτο δ’ἂν ὁ εὐήθης καὶ ἐπὶ τοῦ ἀνοήτου, ὃν ἂν εἴποις καὶ μωρόν, ἔμπληκτον, παραπλῆγα, ἐμβρόντητον, ἀπόπληκτον, ἐνεόν, ἔκφρονα ἄφρονα, ἀσύνετον, ληρώδη, ἄνουν, ἠλίθιον, ἀνάλγητον, ἀναίσθητον, ἀβέλτερον, ἐπίληπτον. 5.121ὁ δὲ τοιοῦτος ἂν εἴη καὶ ἀνατετραμμένος τὴν γνώμην, κοῦφος τὴν διάνοιαν, ἀνερμάτιστος, ληρῶν λῆρος, τὸ μηδὲν ὤν. τὰ δὲ πράγματα φαίης ἂν εὐήθειαν, ἄνοιαν, μωρίαν, ἐμπληξίαν, ἐμβροντησίαν, ἀφροσύνην ἐκφροσύνην, ἀσυνεσίαν, παραπληξίαν ἀποπληξίαν. καὶ τὰ ῥήματα εὐηθίζεσθαι, μωραίνειν, ἀνοηταίνειν, ἐμβεβροντῆσθαι, ληρεῖν, παραπεπλῆχθαι. καὶ τὰ ἐπιρρήματα εὐήθως, ἀνοήτως, ἀφρόνως, ἐμπλήκτως, ἀποπλήκτως, ἐκφρόνως, ἀσυνέτως · τὸ γὰρ μωρῶς λίαν εὐτελές. 5.122φόβος, ὄκνος, δέος, ὀρρωδία, εὐλάβεια, δειλία, ἀθυμία, ἀνανδρία, ἔκπληξις, φρίκη, τρόμος, πτοία πτόησις, συστολή, θόρυβος, ταραχή. καὶ τὰ ῥήματα φοβοῦμαι, ὀρρωδῶ ὀκνῶ κατοκνῶ, δέδια δέδοικα, εὐλαβοῦμαι, ἐκπέπληγμαι, φρίττω, τρέμω, ἐπτόημαι ἐξεπτόημαι, συνέσταλμαι, τεθορύβημαι, τετάραγμαι, ἐξέστηκα. 5.123ὀκνῶν κατοκνῶν, δεδιώς δεδοικώς καταδείσας, ὀρρωδῶν, ἀποδειλιάσας, κατοκνήσας, ἐκπλαγείς, φρίττων, τρέμων, ἐπτοημένος ἐξεπτοημένος, συνεσταλμένος, τεθορυβημένος, τεταραγμένος, ἐξεστηκώς. φοβερῶς ἔχων, ἐπιφόβως, ἐπιδεῶς καταδεῶς, εὐλαβῶς · εὐτελὲς γὰρ τὸ δειλῶς, τὸ δ’ἀποδεδειλιακότως δύσφθεγκτον, τοῦ δὲ θορυβωδῶς καὶ ταραχωδῶς καλλίω τὰ συγκριτικὰ καὶ ὑπερθετικά. 5.124εἴποις δ’ἂν καὶ φοβερὸν ἄνθρωπον οἷον φοβούμενον, καὶ ἐπίφοβον καὶ περίφοβον καὶ ὑπέρφοβον, περιδεᾶ καταδεᾶ, εὐλαβῆ, δειλόν, ὀκνηρόν, ἄνανδρον, ἀγεννῆ. ἀπὸ δὲ τῶν λοιπῶν μετοχαί εἰσιν ἀντ’ὀνομάτων · ὁ γὰρ ταραχώδης καὶ, εἰ βιάσαιτό τις, θορυβώδης ἐφ’ἑτέρων τάττεται. ἑτέρας δὲ χρείας φοβερὸν πρᾶγμα, ἐπίφοβον, ἐπιδεές, ἐκπληκτικόν, φρικῶδες. καὶ ἀνὴρ φοβερός ἐπίφοβος, ἐπιδεής, ἐκπληκτικός, φρικώδης · θαρραλέος θαρσαλέος εὐθαρσής, γενναῖος, ἀνδρεῖος, ἄοκνος, ἀνέκπληκτος ἀκατάπληκτος, ἀδεής, ἐρρωμένος, εὔθυμος ὑπέρθυμος μεγαλόθυμος θυμοειδής, ἴτης, εὔτολμος. 5.125καὶ τὰ ὀνόματα θάρρος θάρσος, ἀνδρεία, γενναιότης, ἀοκνία, ἄδεια καὶ ἀδεές, ῥώμη, θυμὸς εὐθυμία, τόλμα. θαρρεῖν θαρσεῖν, ἀνδρίζεσθαι, ἐρρῶσθαι ὑπερερρῶσθαι, ὑπερθυμοῦσθαι, τολμᾶν. θαρσαλέως θαρραλέως εὐθαρσῶς, ἀνδρείως, ἀόκνως, ἀνεκπλήκτως ἀκαταπλήκτως, γενναίως γεννικῶς, ἀδεῶς, ἐρρωμένως ὑπερερρωμένως, εὐθύμως ὑπερευθύμως θυμοειδῶς, εὐτόλμως. 5.126οἶμαι οἴομαι, ἡγοῦμαι, νομίζω, ὑπολαμβάνω, ἐλπίζω, τοπάζω, προσδοκῶ, δοκῶ, εἰκάζω, τεκμαίρομαι, ὑπονοῶ, ὑποπτεύω. οἴησις, ὑπόληψις, προσδοκία, εἰκασία, ἐλπίς, ὑπόνοια, ὑποψία · ἡ γὰρ νόμισις σκληρότερόντε καὶ ἀμφίβολον, πρὸς ἕτερα δὲ καὶ ἡ δόκησις · τὰ δ’ἐκ τῶν ἄλλων τραχέα. ἐπιρρήματα δ’οὐκ ἔστιν ὅτι μὴ τὸ εἰκότως. ὄνομα δ’ἀπ’οὐδενός, ἀλλ’αἱ μετοχαί. 5.127κηλίς, ὄνειδος ὀνειδισμός, αἶσχος αἰσχύνη, διαβολή, ἀρά, προσβολή, προστροπή · ταῦτα δὲ καὶ ἑτέρας ἐστὶ χρείας · ὀνειδιστικῶς ἐπονειδιστικῶς ἐπονειδίστως, ἐπαισχῶς · ἀπὸ δὲ τῶν ἄλλων οὐκ ἔστιν, εἰ μὴ τὸ διαβλητικῶς, ὅπερ ἂν εἴη ἀμφίβολον. ὀνειδίζειν, αἰσχύνειν, διαβάλλειν · τὰ γὰρ ἀπὸ τῶν λοιπῶν ἐπ’ἄλλων τάττεται. 5.128ἐπιχαίρειν, καταχαίρειν, ἐφήδεσθαι, ἐπιγελᾶν ἐπεγγελᾶν καταγελᾶν, ἐπεμβαίνειν, ἐπιχλευάζειν, κατεύχεσθαι. πρᾶγμα δὲ μόνον ὁ κατάγελως · ὁ γὰρ χλευασμὸς καὶ ἡ χλευασία καὶ τὸ διασύρειν δηλοῖ, ὥσπερ καὶ ὁ χλευαστικὸς μηνύει τὸν γελοιαστήν. ὄνομα δὲ μόνον ἀπὸ τῶν ῥηθέντων ὁ ἐπιχαιρέκακος · ἐπὶ δὲ τῶν ἄλλων μετοχαῖς χρηστέον. ἐπίρρημα δὲ μόνον τὸ καταγελαστικῶς. 5.129συνήδεσθαι δὲ καὶ συγχαίρειν · τὸ γὰρ ὑπερήδεσθαι καὶ συνευφραίνεσθαι καὶ ἄλλα δηλοῖ. ἡ μέντοι ἐπὶ τῷ συνήδεσθαι θυσία εὐαγγέλια, ὥσπερ καὶ ἡ ἐπὶ τῷ ἥδεσθαι. τὸ δ’ἐναντίον συνάχθεσθαι καὶ συναλγεῖν · τὸ γὰρ συλλυπεῖσθαι εὐτελές, τὸ δὲ συνανιᾶσθαι ἑτέρας ἐστὶ χρείας. προσήκοι δ’ἂν ἴσως τῷ συνάχθεσθαι καὶ τὸ ἐπανιᾶσθαι. ἐπεύχεσθαι, συνεύχεσθαι τὰ ἀγαθά. τὸ δ’ἐναντίον ἐπαρᾶσθαι καταρᾶσθαι · πλὴν καὶ ἐπὶ τούτου τὸ ἐπεύχεσθαι καὶ κατεύχεσθαι τάττεται. 5.130καὶ τὰ ὀνόματα ἐπάρατος κατάρατος τρισκατάρατος, καὶ τὸ πρᾶγμα ἐπ’ἐκείνου μὲν εὐχή, ἐπὶ τούτου δ’ἀρά. τάχα δὲ τῷ ἐπαράτῳ προσήκοι ἂν καὶ ὁ ἐξάγιστος, ἐξώλης προώλης πανώλης. τὸ μέντοι ἐπαρασαμένους ἀναλύειν τὴν ἀρὰν ἀναράσασθαι λέγουσιν · βιαιότερον γὰρ τὸ ἀνεύξασθαι. ὁ μὲν οὖν ἐπαρώμενος, καὶ ᾧ τις ἐπαρᾶται, ἀραῖος · ἃ δέ τις εὐχόμενος αἰτεῖ, εὐκταῖα ἀγαθά, καὶ τὸ ἀττικώτερον εὐκτά. 5.131λέγουσι δὲ καὶ εὐχωλιμαῖα. οἱ δὲ δαίμονες οἱ μὲν λύοντες τὰς ἀρὰς ἀλεξίκακοι, ἀποπομπαῖοι, ἀποτρόπαιοι, λύσιοι, φύξιοι, οἱ δὲ κυροῦντες ἀλιτήριοι ἀλιτηριώδεις, προστρόπαιοι, παλαμναῖοι. 5.132φάρμακον ὀλέθριον, δηλητήριον, θανάσιμον · οὐ γὰρ προσίεμαι τὸ θανατήσιμον, ἴσως δὲ τὸ φθοροποιὸν καὶ διαφθαρτικὸν καὶ θανατηφόρον. καὶ βιαιότερον τὸ ἐπιθάνατον καὶ ἐπίφθορον. ὡς δ’Ὅμηρος ἀνδροφόνον, ἀφ’οὗ εἴποις ἂν καὶ φονικὸν φάρμακον. οἱ δὲ καὶ τὰ ἐλατήρια φάρμακα ἐπὶ τούτου τάττουσιν ὡς διὰ κενώσεως ἀναιροῦντα, ὥσπερ καὶ τὸ ἀκόνιτον καὶ τὸν ἑλλέβορον · τὸ γὰρ κώνειον κατὰ ψῦξιν ἀναιρεῖ, ὥσπερ ὁ μανδραγόρας κατὰ καρηβαρίαν · διακέκριται δὲ ταῦτα μέτρῳ καὶ ἀμετρίᾳ. τὰ δ’ἐναντία φάρμακα εἴποις ἂν σωτήρια, ἀλεξητήρια ἀλεξίκακα ἀλεξιφάρμακα, παιώνια, ἀντίτομα, λυτήρια, οὐκ οἶδα εἰ καὶ λύσια · βιαιότερον γὰρ τὸ ἰάσιμα καὶ ἰατήρια. 5.133πλῆρες, ἰσοχειλές, μεστὸν ἐπίμεστον, ἔμπλεων ὑπέρπλεων, ὑπερχειλές · τὸ δὲ μικρῷ ἐνδεέστερον ἀπλήρωτον καὶ ἐπιχειλές. βίαιον γὰρ τὸ ἐπιδεές, ἴσως δὲ τὸ ἐνδεὲς καὶ ἐλλιπές. τὸ δ’εἰς ἥμισυ τελοῦν ἡμιπλήρωτον ἡμίπλεων, ἡμιδεές, ἡμίκενον. 5.134κωλύματα, ἐμποδίσματα ἐμπόδια, ἐναντιώματα, ἐναντία ἐμποδών, φράγματα, ἕργματα, πρόβολοι, οἷς φησὶν ὁ ῥήτωρ προσπταίοντας ὑστερίζειν τῶν καιρῶν. ἐρεῖς οὖν ἐμποδίσας, ὑποσκελίσας, ἐναντιωθείς, ἐμποδὼν στάς, ἐμποδὼν καταστάς, ἐμποδὼν γενόμενος, ἐπισχών, κωλύσας, ἀντιλαβόμενος, διαγαγών, ἀντισχόμενος, κατασχών, βραδυτῆτα ἐνειργασμένος. 5.135βλάβη βλάβος βλάμμα, ἀπώλεια, ζημία ζημιῶδες, ἐπιβλαβές, ἐπιζήμιον, βλαβερῶς ἐπιβλαβῶς, ἐπιζημίως, βλαβερὸς ἐπιβλαβής, ζημιώδης ἐπιζήμιος, βλάψαι, ζημιῶσαι. τὰ δ’ἐναντία ὄφελος ὠφέλεια ὠφέλημα, κέρδος κερδαλέον ἐπικερδές, ἐμπόλημα, ἕρμαιον, εὕρημα, εὐερμία, τάχα καὶ θησαυρός. ὠφελίμως, ἐπωφελῶς, κερδαλέως ἐπικερδῶς, ὠφελεῖσθαι, κερδαίνειν, ἐμπολᾶν, εὐερμεῖν. 5.136ἑτέρας δὲ χρείας ὠφέλιμον, χρειῶδες, χρηστόν πάγχρηστον, ἀναγκαῖον, χρήσιμον, ἐπιτήδειον, ἐπικερδές, ἐπωφελές, λυσιτελές, συμφέρον σύμφορον, προύργου, ὀνήσιμον · τὸ γὰρ ὀνησιφόρον μοχθηρόν. ἀπὸ δὲ τούτων ἡ ὄνησις καὶ τὸ συνοῖσον, ἡ χρεία, ἡ ὠφέλεια, τὸ κέρδος · φαῦλον γὰρ ἡ λυσιτέλεια. τὰ δ’ἐναντία ἀχρεῖον, ἄχρηστον, βλαβερόν, ἐπιβλαβές, ζημιῶδες, ἀσύμφορον, ἀλυσιτελές, ἀνωφελές, ἀνόνητον, ἀνεπιτήδειον. 5.137ἀσπασμός, πρόσρησις, προσηγορία, προσαγόρευσις. προσαγορεῦσαι καὶ προσρηθῆναι, ἀσπάζεσθαι, προσειπεῖν, προσαγορευθῆναι, προσειρῆσθαι προσειρημένος. καὶ ἀντιπροσειπεῖν καὶ ἀντιπροσαγορεῦσαι καὶ ἀντασπάζεσθαι. καὶ ἡ μὲν ἡμέρα ἐν ᾗ γίνεται ἀσπασμὸς προσρηταία καὶ πρόσρημα, ἐν ᾗ δὲ μὴ γίνεται, ἀπρόσρητος. καὶ ὁ μὲν δεξιὸς ἐν τούτοις εὐπροσήγορος καὶ φιλοπροσήγορος τὸ γὰρ εὐπρόσρητος σκληρότερον, ἐφαρμόττοι δ’ἂν τούτῳ κατ’ἄλλην χρείαν ὁ εὐπρόσοδος, εὐπρόσιτος, εὐέντευκτος, εὐεπίμικτος, εὐξύμβολος, μειλίχιος, ἵλεως, φιλάνθρωπος, ἥμερος, εὐμενής, πρᾶος, ἀνεξίκακος · 5.138ὁ δ’ἐναντίος ἐκείνῳ μὲν δυσπροσήγορος μισοπροσήγορος τὸ γὰρ δυσπρόσρητος τραχύ, βέλτιον δὲ τὸ ἀπρόσρητος τοῖς δ’ἐφεξῆς δυσπρόσιτος δυσπρόσοδος, ἄμικτος δύσμικτος, δυσξύμβολος, δυσέντευκτος, σκυθρωπός, σκαιός, ἄγριος, ἀργαλέος, σκληρός, τραχύς, ἀπάνθρωπος, ἀνήμερος, δυσμενής · 5.139ὁ γὰρ ἀμείλικτος ποιητικώτερον. τὰ δ’ἐπιρρήματα ἐκ μὲν τοῦ εὐπροσήγορος εὐπροσηγόρως καὶ φιλοπροσηγόρως, καὶ τα- τἀναντία δυσπροσηγόρως καὶ μισοπροσηγόρως, ἐκ γὰρ τοῦ εὐπρόσιτος εὐπροσίτως · τὸ γὰρ εὐπροσόδως σκληρόν, καὶ εὐεντεύκτως, ἀμείνω δὲ τὸ εὐεπιμίκτως, εὐξυμβόλως, εὐμενῶς, φιλανθρώπως, πράως, ἡμέρως. ἀπὸ δὲ τοῦ ἐναντίου δυσπροσίτως, ἀμίκτως δυσμίκτως ἀπροσμίκτως ἀνεπιμίκτως, ἀσυμβόλως, σκυθρωπῶς, ἀγρίως, σκαιῶς, ἀργαλέως, δυσμενῶς, σκληρῶς, τραχέως, ἀπανθρώπως. 5.140εὐεργετεῖν, εὖ ποιεῖν, χαρίζεσθαι, δωρεῖσθαι, διδόναι χάριν, εἰσφέρειν, προσεπεισφέρειν. εὐεργεσία, χάρις, δωρεά · τὸ γὰρ εὐποιία οὐ λίαν κέκριται, φιλοδωρίαν δ’οὔπω παρὰ τοῖς κεκριμένοις εὗρον. ὀνόματα δ’εὐεργέτης εὐεργετικός, οὐ γὰρ καὶ εὐποιητικός, φιλόδωρος δὲ καὶ εὐχάριστος · 5.141ἐπὶ γὰρ τούτου τάττεται το- τοὔνομα, καὶ τὸ εὐχαριστεῖν ἐπὶ τοῦ διδόναι χάριν, οὐκ ἐπὶ τοῦ εἰδέναι. ὁ μὲν οὖν ἀποστερῶν χάριν ἄχαρις καὶ ἀχάριστος ἂν ῥηθείη, ἀπάνθρωπος, ἀναίσθητος, ἄδικος, ἀγνώμων, ἀμνήμων, ἐπιλήσμων, ἔνοχος τοῖς τῆς ἀχαριστίας ἐπιτιμίοις · καὶ τὸ πρᾶγμα ἀναισθησία, ἀχαριστία, ἀδικία, ἀγνωμοσύνη καὶ ὡς Ἀντιφῶν ἀποστέρησις · 5.142καὶ τὰ ἐπιρρήματα ἀχαρίστως, ἀναισθήτως, ἀδίκως, ἀγνωμόνως, ἐπιλησμόνως. τὸ δὲ δίκαιον εἶναι περὶ τοὺς εὐεργέτας εἰδέναι χάριν, γιγνώσκειν, ἐπίστασθαι, χάριν ἔχειν ὡς Ὑπερείδηςτε καὶ Λυσίας, διαλύειν χάριν, ἀποδιδόναι, ἀποτίνειν ἐκτίνειν, ἀπομνημονεύειν, ἀμείβεσθαι, ἀντεισφέρειν, ἀντευποιεῖν, ἀντευεργετεῖν, ἀντεπιμετρεῖν, ἀντεπιμελεῖσθαι, ἀντικήδεσθαι, ἀντιχαρίζεσθαι, ἀντωφελεῖν, ἀντευνοεῖν, ἀντιφιλεῖν, ἀντιφιλοτιμεῖσθαι. 5.143συμβόλαιον, συνάλλαγμα, κοινώνημα κοινωνία, ἐπαλλαγή · ἰδιωτῶν γὰρ τὸ συναλλαγή. συναλλάξαι, συμβαλεῖν, κοινωνῆσαι. εὐσύμβολος, ἀξιοκοινώνητος, ἀσύμβολος δυσσύμβολος, ἀκοινώνητος δυσκοινώνητος. 5.144ἔμπειρος, ἐπιστήμων, ἐθάς, τρίβων, τετριμμένος περὶ ταῦτα, ἐντριβής · τὸ γὰρ περίτριμμα λοιδορία, ὁ δ’εἰδήμων ἰδιωτικόν, ὁ δ’ἴδμων ποιητικόν. βέλτιον δὲ τὸ εἰδὼς τῷ πράγματι χρῆσθαι, διὰ πείρας ἥκων, διὰ πείρας ἔχων, ἐν πείρᾳ γεγενημένος. τὰ δὲ πράγματα πεῖρα ἐμπειρία, ἐπιστήμη, ἔθος, τριβή, καὶ τὰ ῥήματα πεπειρᾶσθαι, ἐπίστασθαι, εἰδέναι, τετρῖφθαι ἐντετρῖφθαι, εἰθίσθαι, καὶ τὰ ἐπιρρήματα ἐμπείρως, ἐπιστημόνως, εἰθισμένως, ἐντετριμμένως, ἐντρεχῶς, τάχα καὶ εἰδότως · 5.145Ὅμηρος δ’ἐπισταμένως λέγει. τὰ δ’ἐναντία ἄπειρος, ἀνεπιστήμων, ἀήθης, ἀτριβής, ἀμαθής, ἄτριπτος πρὸς ταῦτα, ἀγνοῶν · Ἀντιφῶν δὲ καὶ ἀγνώμων λέγει. καὶ τὰ πράγματα ἀπειρία, ἀνεπιστημοσύνη, ἀήθεια, ἀμαθία, ἄγνοια, ἀγνωμοσύνη. ῥήματα δ’οὐκ ἔστιν ἐξ αὐτῶν, πλὴν ἀγνοεῖν καὶ ἀγνωμονεῖν · τὸ γὰρ ἀηθεῖν σκληρόν, ὥσπερ τὸ ἀηθέσσειν ποιητικόν, τὸ δ’ἀμαθαίνειν ἄλλο τι. ἐπιρρήματα δ’ἀπείρως, ἀνεπιστημόνως, ἀτριβῶς, ἀηθῶς, ἀμαθῶς · τὸ δ’ἀγνώστως καὶ ἀγνωμόνως κοινὰ καὶ πρὸς ἕτερα. 5.146σιωπᾶν ἀπόρρητα, σιγᾶν, κρύπτειν συγκρύπτειν κατακρύπτειν ἀποκρύπτειν ἐπικρύπτεσθαι, τηρεῖν, συμφυλάττειν, συμπράττειν, ἀφθεγκτεῖν, συσκιάζειν, στέγειν. καὶ τὰ ὀνόματα σιωπηλός, σιγηλός, φυλακτικός, ἄφθογγος, στεκτικὸς στεγανός. μετοχαὶ δ’ἀπὸ πάντων. καὶ τὰ ἀπόρρητα, τὰ σιωπώμενα, τὰ σιγώμενα, τὰ κρυπτά, τὰ κρυπτόμενα, τὰ ἄρρητα, τὰ σιωπῆς ἄξια, τὰ ἄφθεγκτα, τὰ ἀνέκφορα, τὰ λανθάνοντα, τὰ συσκιαζόμενα, τὰ στεγόμενα. 5.147καὶ σιωπηλῶς, σιγηλῶς, φυλακτικῶς, ἀφθεγκτί, στεκτικῶς στεγανῶς. τὸ δ’ἐναντίον ἐκλαλεῖν, ἐξαγορεύειν, ἐκφαίνειν, ἐκλέγειν, ἐκφέρειν διαφέρειν, ἔκφορα ποιεῖν, ἔκπυστα, ἔκφαντα. ἀφ’ὧν ὀνόματα μὲν οὐκ ἔστιν εἰ μὴ ἄρα ὁ λάλος, οὐ δ’ἐπίρρημα, πρᾶγμα δὲ μόνον ἐξαγόρευσις · σκληρὸν γὰρ ἡ ἐκλάλησις. 5.148προΐσχεσθαι, προτείνειν, προκαλεῖσθαι, προτείνεσθαι, προβάλλεσθαι ἀξιοῦν. πρᾶγμα δ’οὐκ ἔστι τούτων ἴδιον ὅτι μὴ πρόκλησις · τάχα δὲ καὶ ἀξίωσις. οὐ δ’ἐπίρρημα, οὐ δ’ὄνομα, ἀλλὰ μετοχαί, προτείνων προτεινόμενος, προϊσχόμενος, προβαλλόμενος, ἀξιῶν, προκαλούμενος. 5.149γράμματα ἐν στήλαις ἐγγεγραμμένα, ἐγκεχαραγμένα, ἐγκεκολαμμένα, ἐνσεσημασμένα, ἐντετυπωμένα, ἐγκείμενα, ἐναποκείμενα ἐγκατακείμενα, ἐμπεποιημένα, ἐνειργασμένα, ἐνόντα, ἐγγεγλυμμένα. καὶ ἐγγράψας, ἐγχαράξας, ἐγκολάψας, ἐνσημηνάμενος, ἐγκόψας, ἐγγλύψας, ἐνθείς, ἐνεργασάμενος, ἐγκαταθέμενος, ἐμποιήσας, ἐντυπώσας ἐντυπωσάμενος, κοιλάνας, βαθύνας. 5.150καὶ τὰ μὲν ὑπέργεια, ἐπιφανῆ, ἔκδηλα πρόδηλα ἐπίδηλα, ἐπίσημα, θεατά εὐθέατα τὸ γὰρ εὔσημα εὐτελές τὰ δ’ὑπόγεια, ἀφανῆ, ἄδηλα, τὰ δὲ χρόνια, ἀρχαῖα παναρχαῖα, παλαιά παμπάλαια, ἄσημα, ἀσαφῆ, συγκεχυμένα, ἀμυδρά, ἀμαυρά, ἐξίτηλα, ἀθέατα δυσθέατα, δύσγνωστα ἄγνωστα, δυσγνώριστα ἀγνώριστα, ἀτέκμαρτα, δυσόρατα ἀνόρατα ἀδιόρατα, κατερρυηκότα ἐξερρυηκότα διερρυηκότα, δυσσύμβολα ἀξύμβολα, δυσείκαστα, ὕποπτα ἀνύποπτα. 5.151διακορής εἰμι αὐτοῦ, ὑπερκορής κατακορής, εἰς κόρον ἦλθον, διάκορός εἰμι, κατάκορος, πέρα κόρου προελήλυθα, πλήρης εἰμί, μεστός, ἔμπλεως ὑπέρπλεως ἀνάπλεως κατάπλεώς εἰμι, ἐμπέπλησμαι, κεκόρεσμαι, διακόρως ἔχω, κατακόρως ὑπερκόρως, ἐν πλησμονῇ εἰμί, προσίσταταί μοι. ἀναμφίβολον, ἀναμφίλογον ἀναμφίλεκτον, ἀναντίλεκτον, βέβαιον, ἀνενδοίαστον, ἀναμφισβήτητον, ἀναντίρρητον, πάγιον. 5.152καὶ τὰ ἐπιρρήματα ἀναμφιλόγως, ἀναμφιβόλως, ἀναμφιλέκτως ἀναντιλέκτως, βεβαίως, ἀνενδοιάστως, ἀναμφισβητήτως, ἀναντιρρήτως, παγίως. καὶ λέγοιτ’ἂν ἐπὶ τούτου οἶδα, εὖ οἶδα, ἐπίσταμαι, πείθομαι πέπεισμαι ὑπερπέπεισμαι, πεπίστευκα, διεγγυῶμαι, διαβεβαιοῦμαι, διισχυρίζομαι, διορίζομαι, διατείνομαι, διηκριβωσάμην, ἐπιστωσάμην, ἀκριβολογοῦμαι · 5.153τὸ γὰρ ἀκριβάζω ἀπειρόκαλον. ἀπὸ δὲ τοῦ ἐναντίου πρᾶγμα μέν ἐστι τὸ ἀμφίβολον, ἀπαγὲς καὶ ἀβέβαιον, καὶ “ὅρος οὐκ ἀντίλεκτος” παρὰ Θουκυδίδῃ, καὶ καθ’ἕτερον σχῆμα ἀντιλογία καὶ ἐνδοιασμὸς καὶ ἀμφισβήτησις · οὐ γὰρ καὶ ἀντίρρησις. ἐπίρρημα δὲ μόνον τὸ ἀμφιβόλως. ῥήματα δ’ἀμφιβάλλω, ἀπιστῶ, ὑποπτεύω, ἐνδοιάζω, ἀμφιγνοῶ, ἀντιλέγω, ἀμφισβητῶ, διαπορῶ, εἰκάζω, τεκμαίρομαι, ὑφορῶμαι, ὑπονοῶ, διστάζω ὡς Πλάτων. 5.154ἑρμηνεὺς καὶ ἑρμηνευτής, γλῶτταν συμβάλλων, γλῶτταν ὑποκρινόμενος, γλώττης ὑποκριτής, γλώττης συμβολεύς, γλώττης μεταβολεύς, γλώττης μηνυτής, γλώττης ἀλλοτρίας ἐπιστήμων, δίγλωττος δίφωνος, πολύγλωττος πολύφωνος. διαμηνύων τὴν φωνήν, ἐκμηνύων, διαγγέλλων, ἑρμηνεύων ἀφερμηνεύων, μεταβάλλων μεταφέρων μεταπλάττων, ἀφελληνίζων, διαφέρων. τὰ δὲ πράγματα ἑρμηνεία, μήνυσις, μεταβολή, ἑρμήνευσις, ἐξήγησις, μεταφορά διαφορά, ὑπόκρισις. 5.155εἶμι, ἥξω, ἀφίξομαι, παρέσομαι παραγενήσομαι. ἀπαντήσομαι, ἐπάνειμι ἐπανήξω · τὸ γὰρ ἐλεύσομαι Ὅμηρος μὲν εἴρηκεν, τῶν δὲ καταλογάδην οὐχ οἱ κεκριμένοι. πρᾶγμα δ’ἄφιξις καὶ παρουσία. οὐ μὴν ἐπίρρημα οὐ δ’ὄνομα, ἀλλὰ μετοχαί. 5.156ποιῶ, πράττω, διοικῶ εὖ διοικῶ διοικοῦμαι, διαπράττομαι, ἐργάζομαι ἐξεργάζομαι, διατίθεμαι, διοικονομῶ, διαχειρίζω. διαχειρίζομαι μεταχειρίζομαι. καὶ τὰ πράγματα ποίησις, πρᾶξις, διοίκησις, ἐργασία, διάθεσις, διαχείρισις μεταχείρισις. τὰ δ’ὀνόματα καὶ τὰ ἐπιρρήματα κοινὰ καὶ πρὸς ἕτερα. 5.157ἴσον, ἰσάριθμον, ἰσοπληθές, ἰσοτελές, ἰσόμηκες, ἰσομέγεθες, ἰσομέτρητον, ἰσοστάσιον, ἰσόσταθμον, ἰσόνομον, ἰσότιμον. καὶ κατ’ἄλλο χρείας εἶδος ὅμοιον, ἐοικός, ἀντίπαλον ἰσόπαλον ἰσοπαλές, ἰσοκρατές, ἐνάμιλλον ἐφάμιλλον · τὸ γὰρ ἀγχώμαλον, εἰ καὶ Θουκυδίδης εἶπε, τραχύ. 5.158κλέος, δόξα, φήμη, ὄνομα, εὐφημία πολυφημία, λαμπρότης, εὐδοξία, εὐδοκίμησις, καὶ ἀκμὴ δόξης, εὐθηνία δόξης, ζῆλος, εὔκλεια, μνήμη. καὶ εὐκλεής, ἔνδοξος, ὀνομαστός, εὔδοξος, εὐδόκιμος, λαμπρός, ζηλωτός, ἐκφανής ἐπιφανής, περίβλεπτος, περιβόητος διαβόητος, περίφημος, ἀείμνηστος, ἀκμάζων δόξῃ, εὐθηνούμενος, ὀνόματι γνώριμος. 5.159τὰ δ’ἐπιρρήματα εὐκλεῶς, ἐνδόξως, ὀνομαστῶς, εὐφήμως, εὐδοκίμως, ζηλωτῶς, λαμπρῶς, ἐκφανῶς ἐπιφανῶς, περιβλέπτως, περιβοήτως, γνωρίμως. τὰ δὲ ῥήματα εὐδοκιμεῖν, εὐδοξεῖν, λαμπρύνεσθαι, ἀκμάζειν δόξῃ, εὐθηνεῖν, διωνομάσθαι, ἀποβλέπεσθαι. ἐκ δὲ τῶν ἐναντίων ἄδοξος, ἀκλεής δυσκλεής, ἀνώνυμος, ἀφανής, ἀγνώριστος ἄγνωστος, ἀδόκιμος, ἀζήλωτος · 5.160ἐπιβόητος δὲ καὶ ἐπίρρητος καὶ ἐπίψογος · καὶ τὰ πράγματα ἀδοξία κακοδοξία, δύσκλεια, δυσφημία, ἀγνωσία, καταβοὴ ὡς Θουκυδίδης. καὶ τὰ ἐπιρρήματα ἀδόξως, ἀκλεῶς δυσκλεῶς, δυσωνύμως ἀνωνύμως, ἀφανῶς, δυσγνωρίστως ἀγνώστως, ἀδοκίμως, ἀζηλώτως, ἐπιβοήτως, ἐπιρρήτως. ῥῆμα δὲ μόνον τὸ ἀδοξεῖν · τὰ δὲ λοιπὰ σὺν τῷ εἶναι ῥητέον, ἀνώνυμον εἶναι, ἀκλεᾶ εἶναι. 5.161φιλοπαίκτης φιλοπαίγμων, φιλοπαίσμων, φιλοπαίστης, φιλόγελως, φιλογελοιαστής · καὶ ἑτέρας εἶναι χρείας κομψός χαρίεις στωμύλος, καὶ ἄλλης φιλοσκώμμων εὐσκώμμων σκωπτικός, τωθαστικός. καὶ τὰ ἐπιρρήματα φιλοπαιγμόνως, γελοίως, κομψῶς, χαριέντως, στωμύλως, φιλοσκωμμόνως εὐσκωμμόνως σκωπτικῶς, τωθαστικῶς. τὰ δὲ πράγματα φιλοπαιγμοσύνη, παιδιά, γέλως, κομψεία, χαριεντισμός, στωμυλία, φιλοσκωμμοσύνη εὐσκωμμοσύνη σκῶμμα, τωθασμός. ῥήματα δὲ παίζειν, γελᾶν, γελοιάζειν, κομψεύεσθαι, χαριεντίζεσθαι, στωμύλλεσθαι, σκώπτειν, τωθάζειν. 5.162ἐπὶ τοῦ μηδενὸς ἀξίου εὔωνος, οὐδεὶς οὐδαμόθεν, εὐτελής, τοῦ μηδενὸς τίμιος, ὃν πολλοῦ ἄν τις ἡγήσαιτο τοῦ μηδενός, ἀνεμιαῖος, εὐκαταφρόνητος, κατάπτυστος ἀπόπτυστος, οὐ δὲ τοῦ τυχόντος ἄξιος, οὐ δὲ τοῦ προστυχόντος, παντὸς ὤνιος, φθόρος, οὗ τὸ μηδὲν τιμιώτερον, ὄλεθρος, κάθαρμα, περίτριμμα, ἀπερριμμένος, ἐπευωνισμένος, ἀγνώριστος ἄσημος, ἀνώνυμος, ἄδοξος, ἀφανής, “ὃν οἰωνίσαιτ’ἄν τις,” ἄδηλος, ἄπορος, κακοδαίμων, ἄθλιος, ἀντ’οὐδενός, ἄτιμος ἠτιμωμένος, ταπεινός, δύστηνος ἀνδράποδον, αἰσχύνη τῶν συνόντων, τῶν εἰς αὐτὸν ἰόντων ὄνειδος, ἀνδραποδώδης, εἰκαῖος, συρφετός, εὐωνότερος τῶν ἀποκεκηρυγμένων ὠνίων, τῶν ἐν ταῖς τριόδοις καθαρμάτων ἐκβλητότερος, κοπρίων ἐκβλητότερος, εἰ δεῖ καθ’Ἡράκλειτον λέγειν, τῶν ὀξυθυμίων ἀτιμότερος. 5.164χρὴ δ’οὐδὲν θαυμάζειν εἴ τινα τοιαῦτα ὀνόματα ἐπὶ πλειόνων σημαινομένων λέγομεν. ὥσπερ γὰρ ἔστι πλείω τα- ταὐτὸν σημαίνοντα, οὕτως ἔνια ἐπὶ πολλοῖς τάττεται, καθάπερ εἰ φαίης τὸν σοφόν · ἐπὶ γὰρ μυρίων ἂν τάττοιτο τῶν κατὰ σοφίαν τι δρώντων, ὅπου γε καὶ τέκτονι σοφίαν Ὅμηρος ἐπωνόμασεν. ὁ δὲ βαρὺς εἴη ἂν καὶ ὁ βίαιος καὶ ὁ ἀλαζὼν καὶ ὁ στάσιμος, ὥσπερ καὶ ὁ ἀπόπληκτος ὅτε μαινόμενος καὶ ὁ ἀνόητος καὶ ὁ νοσῶν. καὶ πολλὰ ἂν καὶ τῶν ἄλλων τοιαῦτα εἴποι τις ἐπεξιών. 5.165βούλομαι, ἐθέλω θέλω, προαιροῦμαι, ἐπιποθῶ, ἐπιθυμῶ ὑπερεπιθυμῶ, ἐφίεμαι, ἐπείγομαι, ὀρέγομαι ὑπερορέγομαι, γλίχομαι τὸ γὰρ ἱμείρω ποιητικόν ὀριγνῶμαι, βουλομένῳ μοί ἐστιν, ἐπιθυμητικῶς ἔχω · τοῦτο γὰρ μόνον ἐπίρρημα ἔχει, καὶ ὄνομα τὸν ἐπιθυμητήν, τὰ δ’ἄλλα μετοχάς. πράγματα δὲ βούλησις προαίρεσις, ἐπιθυμία, ὄρεξις, ἔφεσις, ἔρως · ἡ γὰρ θέλησις ἰδιώτου. τάχα δ’ἂν τούτοις συντάττοιτο ἐρῶ τοῦ πράγματος, ἀμφισβητῶ ὑπεραμφισβητῶ, μέτειμι, μεταδιώκω · ἡ γὰρ ἀμφισβήτησις καὶ ἐπιδικασία καὶ μέθοδος ἑτέροις μᾶλλον προσήκουσιν, ἡ δὲ μεταδίωξις σκληρόν. ὅθεν καὶ μόνον ἂν εἴποις ἐπίρρημα τὸ ἐρωτικῶς. 5.166εἴποις δ’ἂν ἐπὶ τῶν ἤδη γεγραμμένων νόμων ἢ ψηφισμάτων γέγραπται, ὥρισται, δέδοκται, διώρισται, τέτακται, κεχειροτόνηται, ἐπικεχειροτόνηται, πεπίστευται, δεδοκίμασται, ἐξήτασται, κέκριται, προβεβούλευται βεβούλευται, κεκύρωται ἐπικεκύρωται, νενομοθέτηται, εἰσενήνεκται προεισενήνεκται. προεξήτασται, προκέκριται, πάλαι κεῖται, πάλαι τετήρηται, πάλαι πεφύλακται, προείθισται. 5.167τὸ μὲν μετρίως ἔχειν εἴποις ἂν συμμέτρως, ἀποχρώντως, ἀρκούντως, ἱκανῶς, αὐτάρκως, μεμετρημένως · τὸ δ’ἀμέτρως ἔχειν, εἰ μὲν κατὰ τὸ πλέον, ἐκμέτρως καὶ ὑπερμέτρως καὶ περιττῶς, εἰ δὲ κατὰ τὸ ἔλαττον, ἐνδεῶςτε καὶ ἐλλιπῶς. 5.168συστρέψαι τὸ σῶμα, συνελκύσαι, συναγαγεῖν, συναθροῖσαι, συστεῖλαι, συσπειρᾶσαι, συγκάμψαι. παραπλήσιον δέ τι καὶ τὸ ἰλυσπᾶσθαι νοεῖ. τὸ δ’ἐναντίον ἐκτεῖναι τὸ σῶμα, προτεῖναι τὰ κῶλα, ἁπλῶσαι, χαλάσαι, διαχέαι, ἀποτεῖναι, ἀποτάδην. τὸ δὲ μετὰ χάσμης ἀποτείνειν ἑαυτὸν σκορδινᾶσθαι λέγουσιν. 5.169ἐφ’ὧν Πλάτων λέγει τὸ τα- ταὐτὸν καὶ τὸ τα- θάτερον, τὸ μὲν τα- ταὐτὸν εἴποις ἂν μόνιμον, βέβαιον, στάσιμον, ἀμετάστατον ἑστηκός, ἀμετακίνητον, ἀγέννητον, ἀμερές, ἀναφές, ἀθάνατον, ἄληπτον, ἄλυτον, ἀνώλεθρον, ἀίδιον, ἄφθαρτον, θεῖον, μονοειδές, ἀσχημάτιστον, ἀνενδεές, ἀνελλιπές, ἀσώματον, ἀόρατον, ἀχρώματον, ἀεικίνητον, αὐτοκίνητον, ἀείζωον, αὔταρκες αὑτῷ, ἀτάρακτον, καθεστηκός, τὸ δὲ τα- θάτερον ἀβέβαιον, εὐμετακίνητον μετακινούμενον πολυκίνητον, πολύφορον, μετατρεπόμενον, φερόμενον, πλανώμενον πλανητόν, μεταπλαττόμενον μεταρρυθμιζόμενον, μετασχηματιζόμενον, γεγονός, γενητόν, ἁπτόν, θεατόν, μεριστόν, φθαρτόν, πολυμιγές, θνητόν, πολυσχιδές, παυόμενον, ἀπολλύμενον, πολυσχημάτιστον, πολλῶν ἐπιδεές, σωματοειδές, ὁρατόν, αἰσθητόν, πολυχρώματον, μετασκευαζόμενον μεθαρμοζόμενον, πολλῶν προσδεές, ἐνδεές, ταραχῶδες, θορύβου μεστόν, ἐφήμερον.