Julius Pollux

Dictionary, 8

8.1Κομμόδῳ Καίσαρι Ἰούλιος Πολυδεύκης χαίρειν. ταῦτα ἐγὼ μὲν συνελεξάμην, ὅτι μὲν διὰ ταχέων, αὐτὸ δηλοῖ, πλὴν οὐκ ἔστιν ὅτε ἀποστὰς δι’αὐτὰ τῆς συνουσίας τῆς πρὸς τοὺς νέους καὶ τῶν δι’ἔθους ἀγώνων ὁσημέραι δύο λόγους ἐξειργασάμην τὸν μὲν ἐκ τοῦ θρόνου λέγων, τὸν δὲ ὀρθοστάδην · ἔδει δέ, ὡς εἰκός, κἀκείνοις παρασκευῆς καὶ τούτοις σχολῆς.
8.6δικαστικὰ ὀνόματα εἴη ἄν, ὡς ἐγᾦμαι, τάδε. δίκη μὲν τε θεὸς καὶ τὸ πρᾶγμα οὗ προέστηκεν δικάζων, καὶ ἀμφισβήτησις καὶ διαδικασία καὶ τιμωρία, τὸ δὲ συνέχον τὴν δίκην δίκαιον καὶ ἄδικον, δὲ δικάζων δικαστής, τὸ δὲ χωρίον δικαστήριον. τὰ δὲ ἀπ’αὐτῶν ὀνόματα δίκαιος δικαίως, δικαιοσύνη δικαιοπραγία, δικαιότης δικαιοδότης.
8.7τὸ δὲ δίκαιον καὶ θεμιτόν, τὸν δὲ δίκαιον εἴποις ἂν καὶ νόμιμον, εὐγνώμονα, σώφρονα, τοῖς οὖσιν ἀρκούμενον, οὐδενὸς τῶν ἀλλοτρίων ἐφιέμενον, δικαιοπραγοῦντα, εὐγνωμονοῦντα, σωφρονοῦντα. καὶ εὐγνωμοσύνη καὶ σωφροσύνη. νομίμως, εὐγνωμόνως, σωφρόνως. δικαιοπραγεῖν, εὐγνωμονεῖν, σωφρονεῖν. ἄδικος ἀδίκως, ἀδικία, ἀδικοπραγία. τὸν δὲ ἄδικον φαίης ἂν πλεονέκτην, ἄνομον παράνομον, βίαιον, τῶν ἀλλοτρίων ἐπιθυμητήν, τῶν οὐδὲν προσηκόντων ἐφιέμενον. καὶ ἀδικεῖν, ἀδικοπραγεῖν, πλεονεκτεῖν, ἀνομεῖν παρανομεῖν, βιάζεσθαι. καὶ πλεονεξία, ἀνομία, βία. καὶ πλεονεκτικῶς, ἀνόμως παρανόμως, βιαίως.
8.8 δὲ δικαστὴς ὀνομασθείη ἂν δικάζων, κλήρῳ λαχών, κληρωθείς, τῆς ψήφου κύριος, τὴν ψῆφον παρειληφώς, τὸν ὅρκον ὀμωμοκώς, τοῦ δικαίου προστάτης, τῶν νόμων φύλαξ, τὰ ἀμφισβητήσιμα διαιρῶν, κρίνων, διακρίνων, τοὺς ἀδικοῦντας κολάζων, μετιών, καταδικάζων, ἐξαίρων, νουθετῶν, σωφρονίζων, τιμωρούμενος.
8.9καὶ τὸ ἔργον αὐτοῦ θέσθαι τὴν ψῆφον, ἐξενεγκεῖν γνῶσιν, κρῖναι διακρῖναι τὰ δίκαια, διελεῖν, δικάσαι καταδικάσαι ἀποδικάσαι, καταψηφίσασθαι ἀποψηφίσασθαι καταγνῶναι ἀπογνῶναι τιμωρήσασθαι κολάσαι μετελθεῖν, ἀφεῖναι ἀπαλλάξαι · τὸ γὰρ ἀπολῦσαι ἰδιωτικόν. τὸ δὲ ὄνομα τοῦ πράγματος κρίσις, γνῶσις κατάγνωσις ἀπόγνωσις, καταδίκη ἄφεσις.
8.10καὶ ἐπαινῶν μὲν ἂν δικαστὴν εἴποις δίκαιος, ἔνδικος, ἀκριβής, ἄδωρος, ἀδιάφθορος, ἀνεξαπάτητος, δυσπαράγωγος, δυσπαράτρεπτος ἀπαράτρεπτος, ἀπαράπειστος, ἀπλανής, στάσιμος, ἀσφαλής, ἴσος ἰσοστάσιος ἰσόρροπος, ἀκλινής ἄτρεπτος, πρὸς τὸ δίκαιον ῥέπων, οὐ πρὸς ὀργὴν ἐκφερόμενος, οὐ πρὸς χάριν ἐνδιδούς, ἀκριβέστερος ζυγοῦ τὴν ῥοπήν, μισοπόνηρος, φιλάνθρωπος, ἥμερος, πρᾶος, ἐπιεικής, ἐλεήμων, φιλοικτίρμων.
8.11καὶ τὰ ἐπιρρήματα δικαίως, ἐνδίκως ἀκριβῶς, ἀδώρως, ἀδιαφθόρως, ἀνεξαπατήτως, ἀπλανῶς, στασίμως, ἀσφαλῶς, ἴσως · τὸ γὰρ ἰσοστασίως σκληρόν. καλὸν δὲ τὸ ἰσορρόπως, ἀκλινῶς, ἀτρέπτως, μισοπονήρως · ἀφιλανθρώπως · ἡμέρως · πράως ἐπιεικῶς · ἐλεημόνως δὲ καὶ φιλοικτιρμόνως σκληρά. τὰ δὲ τῶν ἔργων ὀνόματα δικαιοσύνη, εὐδικία εὐθυδικία, ἀκρίβεια, ἀδωρία ἀσφάλεια, ἰσότης, μισοπονηρία, φιλανθρωπία, ἡμερότης, πραότης, ἐπιείκεια ἰσορροπία, ἔλεος · ἀπὸ δὲ τῶν ἄλλων οὐκέτι. ῥήματα δὲ ἀπὸ τούτων μόνα ἰσορροπεῖν, φιλανθρωπεύεσθαι, ἐλεεῖν, οἰκτείρειν.
8.12ψέγων δ’ἂν εἴποις δικαστὴς ἄδικος, ἔκνομος παράνομος, ῥᾴδιος ῥᾳδιουργός, προπετής, εὐχερής δωροδόκος, εὐεξαπάτητος, εὔτρεπτος εὐπαράτρεπτος εὐπαράπειστος, εὐπαράγωγος, πεπλανημένος, σφαλερός, σκαιός, ἀπάνθρωπος, ἀνεπιεικής, ὑβριστής, ἑτερόρροπος, ἄνισος, ἀνηλεής, ἄγριος, ἄνοικτος εἰ μὴ τραγικώτερον, πρὸς χάριν ὑποκατακλινόμενος, δυσόργητος, πρὸς ὀργὴν ἔκφορος, πρὸς ἀργύριον βλέπων, πρὸς τὸ πλεῖον βαρυνόμενος, δεκαζόμενος, φενακιζόμενος.
8.13καὶ τὰ ἐπιρρήματα ἀδίκως, ἐκνόμως παρανόμως, ῥᾳδίως, προπετῶς, εὐχερῶς, εὐεξαπατήτως, πεπλανημένως, σφαλερῶς, σκαιῶς, ἀπανθρώπως, ὑβριστικῶς, ἀνίσως, ἀγρίως, ἀνηλεῶς, ἀνεπιεικῶς, ἑτερορρεπῶς, ἀνοίκτως · τὰ γὰρ ἀπὸ τῶν λοιπῶν δυσφθεγκτότερα. τὰ δὲ πράγματα ἀδικία, παρανομία ἀνομία, ῥᾳστώνη ῥᾳδιουργία, προπέτεια, εὐχέρεια, ἀπάτη, σφάλμα, ἀπανθρωπεία, ἀνεπιείκεια, ὕβρις, ἀνισότης, ἀγριότης, δωροδοκία, παραγωγή, ἑτερορρέπεια, σκαιότης, πλάνη.
8.14καὶ τὰ ῥήματα ἀδικεῖν, παρανομεῖν, ῥᾳδιουργεῖν, ἀπατᾶσθαι ἐξαπατᾶσθαι, τρέπεσθαι παρατρέπεσθαι, παράγεσθαι, σφάλλεσθαι, ὑβρίζειν δωροδοκεῖν, παραπείθεσθαι, ἀπανθρωπεύεσθαι, ἑτερορρεπεῖν, ἀγριαίνειν, φενακίζεσθαι καὶ τὸ ὄνομα φενακισμός. Πλάτων δὲ καὶ γραφὰς εἶναι κακοδικίας ἠξίωσεν.
8.15κοινὰ δ’ἐπὶ δικαστῶν, ὁμόψηφοι ἐγένοντο, σύμψηφοι, συνεψηφίσαντο, τὴν ἐναντίαν γνώμην ἔθεντο, τὴν καταδικάζουσαν, τὴν καθαίρουσαν, τὴν καταγινώσκουσαν, τὴν ἀφιεῖσαν. ἴσας τὰς ψήφους ἔθεντο, ἴσαι αἱ ψῆφοι ἠνέχθησαν · τὸ δ’ἰσόψηφοι παρὰ Θουκυδίδῃ ἐπ’ἄλλης ἐστὶ χρείας. ἔστι δ’εἰπεῖν ἐκάθισε δικαστήριον καὶ ἀπεκληρώθη δικαστήριον.
8.16σκεύη δὲ δικαστικὰ σύμβολον, βακτηρία, πινάκιον τιμητικόν, μάλθη, καταλήλιπτο τὸ πινάκιον, ἐγκεντρίς, εἷλκον τὴν γραμμήν · μακρὰ δὲ ἐκαλεῖτο ἣν καταδικάζοντες εἷλκον. κημός, καδίσκος, ἐχῖνος, ψῆφος, κλεψύδρα, χοιρίναι · πάλαι γὰρ χοιρίναις ἀντὶ ψήφων ἐχρῶντο, αἵπερ ἦσαν κόγχαι θαλάττιοι ·
8.17αὖθις δὲ καὶ χαλκᾶς ἐποιήσαντο κατὰ μίμησιν. καὶ σφόνδυλοι δὲ ἐκαλοῦντο αἱ ψῆφοι αἱ δικαστικαί, χαλκοῦ πεποιημέναι. καδίσκος μὲν οὖν ἐστὶ τὸ ἀγγεῖον τὰς ψήφους ἐγκαθίεσαν, κημὸς δὲ δι’οὗ κατῄεσαν αἱ ψῆφοι ἐπικειμένου τῷ καδίσκῳ, ἐχῖνος δὲ οὗ αἱ μαρτυρίαι ἐμβληθεῖσαι κατεσημαίνοντο. τάχα δὲ τῶν τοῦ δικαστηρίου μερῶν ἐστὶ καὶ κιγκλὶς καὶ δρύφακτος. ἔνιοι δ’οἴονται καὶ ἀνάγκην σκεῦος εἶναι δικαστικόν, εἰπόντος Ἀριστοφάνους οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;
8.18καὶ φρυκτοὶ δὲ ἐκαλοῦντο αἱ ψῆφοι αἱ δικαστικαί · ὅθεν καὶ φρυκτή τις ψῆφος, εἰς τὰ ἐναντία ἐχρῶντο. φύλλοις δ’ἐψηφίζοντο οἱ κατὰ δήμους δικάζοντες, οἷς ἐπέγραφον εἴ τις ὡς παρέγγραπτος ἐκρίνετο. καὶ τὸ καταγνῶναι ἐκαλεῖτο ἐκφυλλοφορῆσαι, καὶ κατεγνωσμένος ἐκπεφυλλοφορημένος. ὠνομάζετο δὲ ταὐτὸν τοῦτο ἀποψηφίσασθαι καὶ ἀπεψηφισμένος ὑπεναντίως τῷ παρὰ τοῖς δικασταῖς ·
8.19ἐκεῖ γὰρ τὸ ἀποψηφίσασθαι τὸ ἀφεῖναι ἐστίν, ἐν δὲ τοῖς κατὰ δήμους δικαστηρίοις ἀντὶ τοῦ καταψηφίσασθαι τάττεται. αἱ δ’ἐν τοῖς δήμοις αὗται κρίσεις ἐκαλοῦντο διαψηφίσεις. καὶ βουλὴ δὲ τῶν πεντακοσίων φύλλοις ἀντὶ ψήφων ἐχρῶντο. κοινῇ μέντοι πᾶς δῆμος ὀστράκοις ἐψηφίζετο, καὶ τὸ ἔργον ἐκαλεῖτο ὀστρακοφορία, καὶ τὸ πάθος ὀστρακισμός, καὶ τὸ ῥῆμα ἐξοστρακίσαι καὶ ἐξοστρακισθῆναι.
8.20περισχοινίσαντας δέ τι τῆς ἀγορᾶς μέρος ἔδει φέρειν εἰς τὸν περιορισθέντα τόπον Ἀθηναίων τὸν βουλόμενον ὄστρακον ἐγγεγραμμένον τοὔνομα τοῦ μέλλοντος ἐξοστρακίζεσθαι · ὅτῳ δὲ ἑξακισχίλια γένοιτο τὰ ὄστρακα, τοῦτον φυγεῖν ἐχρῆν, οὐχ ὡς κατεγνωσμένον ἀλλ’ὡς τῇ πολιτείᾳ βαρύτερον, δι’ἀρετῆς φθόνον μᾶλλον διὰ κακίας ψόγον. τῶν μὲν δικαστικῶν ὀνομάτων ἐστὶν αὐτὸ τοῦτο, δικαστικόν · ἦν δὲ τοῦτο τὸ τριώβολον τῷ δικαστῇ διδόμενος μισθός.
8.21εἰ δὲ τὴν δίκην καὶ τιμωρίαν χρὴ λέγειν, ῥητέον δίκη, τιμωρία, κόλασις, ζημία ἐπιζήμιον, τίμημα προστίμημα ἐπιτίμημα καὶ ὡς Ἀντιφῶν ἐπιτίμιον, ἐπιβολή, εὔθυνα, ὄφλημα, καταδίκη, κατάγνωσις. καὶ τὰ ῥήματα τιμωρεῖσθαι, κολάζειν, ζημιοῦν, τιμᾶσθαι προστιμᾶν ἐπιτιμᾶν, καταδικάζειν, καταγινώσκειν, ἐπιβολὴν ἐπιβάλλειν.
8.22τὸ δὲ καταδικάζειν Πλάτων κατευθύνειν εἶπεν. τὸ δὲ πάθος καταδεδικάσθαι, κεκολάσθαι, ἐζημιῶσθαι, προστετιμῆσθαι, ὀφλεῖν, κατεγνῶσθαι · καὶ τοιοῦτος κατάδικος ὑπόδικος, ὑπεύθυνος, ὀφλών, κεκολασμένος, ἐζημιωμένος, ἐγγεγραμμένος, κατεγνωσμένος. οὐ χρὴ δ’ἀγνοεῖν ὅτι ζημίαν οὐ τὴν εἰς χρήματα μόνον ἐκάλουν, ἀλλὰ καὶ τὴν εἰς τὸ σῶμα. τὰ μέντοι προστιμήματα Σόλων ἐπαίτια καλεῖ.
8.23εἴη δ’ἂν ἐκ τούτων καὶ τὸ ἠτιμῶσθαι, πεφυγαδεῦσθαι, τεθανατῶσθαι, κεχιλιῶσθαι · τὸ δὲ καταλελιθῶσθαι ἄλλης ἐστὶ χρείας. καὶ μὴν καὶ τάδε ἀπὸ δίκης ὀνόματα. ἐπίδικος κλῆρος ἐπίκληρος. καὶ ἐπιδικάσασθαι ἐπιδικασάμενος, καὶ ἀνεπίδικος. καὶ ἐπιδικασία καὶ διαδικασία, καὶ διαδικάσασθαι καὶ ἀντίδικος καὶ ἀντιδικία καὶ ἠντιδίκησεν ὡς Δημοσθένης, καὶ ὑπόδικος καὶ κατάδικος καὶ καταδίκην ὡς Θουκυδίδης, καὶ ἀνάδικος δίκη, καὶ ἀναδικία ὡς Λυσίας, καὶ ἀναδικάζεσθαι ὡς Ἰσαῖος.
8.24καὶ Δείναρχος καὶ ἀδίκημα καὶ ἀδικία καὶ δικογράφος ὡς Ὑπερείδης, καὶ δικογραφικῶς ὡς Ἰσοκράτης. καὶ ἀντεδικάσατο ὡς Λυσίας. καὶ σύνδικος συνδικάζειν συνδικαζόμενος. πρόδικος προδικεῖν, προδικάσασθαι προδικασία ὡς Ἀντιφῶν. καὶ εὐδικία εὐθυδικία, καὶ αὐτοδικεῖν. καὶ ἐκδικάζεσθαι, καὶ προκαταδικάζεσθαι ὡς Δείναρχος. καὶ καταδικάσαι, καὶ καταδικάσασθαι ἐπὶ τῶν ἑλόντων. καὶ ἀποδικάζων ὡς Λυσίας καὶ δικαιωτήρια τὰ βασανιστήρια ὡς Πλάτων.
8.25 δ’αὐτὸς καὶ δικαιούμενον τὸν κολαζόμενον. Κριτίας δὲ ἀποδικάσαι ἔφη τὴν δίκην τὸ ἀπολῦσαι νικῶσαν ἀποφῆναι, ὡς ἂν ἡμεῖς ἀποψηφίσασθαι. δ’αὐτὸς καὶ διαδικάζειν τὸ δι’ὅλου τοῦ ἔτους δικάζειν. εἴποις δ’ἂν καὶ φιλόδικόν τινα, καὶ ἔνδικον οὐ μόνον ἄνδρα ἀλλὰ καὶ ἡμέραν ἐν δικάζουσιν · τὸ γὰρ ἄδικον εἰπεῖν ἐν οὐ δικάζουσι, βιαιότερον.
8.26εἰσὶ δὲ καὶ παρὰ Μενάνδρῳ δικάσιμοι ἡμέραι. καὶ ἐφυγοδίκουν εἴρηκε Δημοσθένης, Κράτης δὲ κωμικὸς παλίνδικον τὸν πολλάκις δικαζόμενον. ἔνιοι δὲ καὶ τὸ στρεψοδικεῖν τὸ παρὰ τοῖς κωμικοῖς τὸ φυγοδικεῖν νομίζουσιν τὸ ἀναστρέψαντα κατηγορεῖν τὸν πολλάκις εἰς τὴν αὐτὴν στρεφόμενον δίκην. ὑπέρδικον δὲ τὸν ὑπὲρ τοῦ δέοντος ἀγῶνα ἔλεγον.
8.27τῶν δὲ δικαστικῶν ὀνομάτων γραμματεῖα, διαμαρτυρία, διαθῆκαι, ἀντίγραφα, κατασεσημασμένα, καὶ σημήνασθαι κατασημήνασθαι, σημηνάμενος, ἐπισημηνάμενος δὲ Ἰσαῖος εἶπεν · τὸ γὰρ παρασημηνάμενος Θουκυδίδης ἐπὶ τοῦ παρατυπώσασθαι τὴν σφραγῖδα λέγει.
8.28εἴποι δ’ἄν τις καὶ ἀπογράψασθαι καὶ ἀντιγράψασθαι καὶ ἐνσημήνασθαι. ὀνόματα δὲ τῶν ἐκ δικαστηρίου καὶ τὸ μεσεγγυῆσαι, ἐμεσεγγύησαν, ἐν μεσεγγυήματι ἐποιήσασθε · μεσέγγυον τὴν μείρακα καταθέσθαι Ἀριστοφάνης λέγει, καὶ μεσεγγύημα μὲν Ξενοφῶν, μεσεγγυήματα δὲ Ὑπερείδης καὶ μεσεγγυησαμένη Δημοσθένης. ἔστι δέ τις καὶ λῆξις δίκης, καὶ δίκην λαχεῖν καὶ ἐνστήσασθαι, ἐνεγκεῖν, ἐπαγαγεῖν, συστήσασθαι καὶ διαλύσασθαι δίκην.
8.29καὶ δίκης μὲν λῆξις εἴη ἂν νῦν καλούμενος τύπος, τὸ ἰδιωτικῶς ἀμφισβήτημα (ἀνέκρινον δὲ τὰς λέξεις οἱ ἄρχοντες), γραφῆς δὲ ἐπὶ τῶν δημοσίων ἀδικημάτων, ὅπερ νῦν λέγεται ἐγγραφὴ καὶ ἐγγράψασθαι. ἀποθέσθαι γραφήν, ἀπενεγκεῖν, ἀπενέγκασθαι ἐπενεγκεῖν, ἐπαγαγεῖν, ἐπαγγεῖλαι · ἀποθέμενος, ἀπενεγκών, ἐπαγγείλας, ἀπενέγκας ἐπενεγκάμενος, ἐπαγαγών, γραψάμενος. κοινῇ δὲ ταῦτα πάντα φαίης ἂν ἐγκλήματα καὶ ὡς Πλάτων ἐπικλήματα, καὶ ἐγκαλεῖν καὶ ἐπικαλεῖν.
8.30καὶ κατηγορία δ’ἂν εἴη ταὐτὸ τοῦτο, καὶ αἰτία καὶ ὡς Πλάτων αἰτιάσεις, καὶ διώξεις · κατηγορεῖν, αἰτιάσασθαι, διώκειν. καὶ εὐθύνειν δὲ καὶ εὔθυνα. τῶν δὲ ἐκ δικαστηρίου ὀνομάτων καὶ τὸ συκοφαντεῖν, ἐργολαβεῖν ἐνεργολαβεῖν, ἐπηρεάζειν ἐνεπηρεάζειν καταψεύδεσθαι, καταψευδομαρτυρεῖν ·
8.31Δημοσθένης γὰρ ἔφη καταψευδομαρτυροῦμαι. Ὑπερείδης δὲ ἐπισυκοφαντεῖν ἔφη. καὶ τὸ πρᾶγμα συκοφαντία, ἐπηρεασμός ἐπήρεια, ψευδολογία, ψευδομαρτυρία · Κρατῖνος δὲ καὶ ψευδομαρτύριον εἴρηκεν. καὶ τὸ ὄνομα συκοφάντης, καὶ ἐργολαβῶν καὶ ἐπηρεάζων, καὶ τὰ ψευδῆ μαρτυρῶν καταμαρτυρῶν, τάχα δὲ καὶ πολυπραγμονῶν, ἀντὶ τῶν ὀνομάτων φαύλων ὄντων μετοχαί. λογογράφος · δικογράφος καὶ παρ’Ὑπερείδῃ κακοπράγμων. καὶ ἰδιωτικὰ μὲν δικῶν ὀνόματα αἰκίας, κακηγορίας, βλάβης, παρακαταθήκης, ἀποπομπῆς καὶ ὡς Λυσίας ἀποπέμψεως, κακώσεως, κλοπῆς, χρέως, συμβολαίων, συνθηκῶν παραβάσεως, διαδικασίας, ἐπιδικασίας μισθώσεως οἴκου, ἐπιτροπῆς, ἀχαριστίας, σίτου, καρποῦ, ἐνοικίου, ἀδικίου, φορᾶς ἀφανοῦς, μεθημερινῆς. ἀμφισβήτησις, παρακαταβολή, διαμαρτυρία, ἐπίσκηψις, ἀμφισβήτησις μέν, ὅστις ἀμφισβητοῖ κλήρου κατὰ γένος ὡς οὐκ ὄντος υἱοῦ τῷ τεθνεῶτι, παρακαταβολὴ δέ, ὅστις ἀντιλέγοι ὡς αὐτὸς δικαιότερος ὢν ἔχειν τὸν κλῆρον ἐξ ἀγχιστείας διαθηκῶν ·
8.32παρακατέβαλλε δὲ τῆς οὐσίας τὸ δέκατον, ὡς προσεισοίσων ἐὰν ἡττηθῇ. διαμαρτυρία δέ, ὅστις διαμαρτυροῖτο μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ὄντος υἱοῦ.
8.33ἐπίσκηψις δέ, εἴ τις τὴν διαμαρτυρίαν ὡς ψευδῆ αἰτιῷτο · Ἰσαῖος δὲ καὶ τὸ ἐπὶ φόνῳ προειπεῖν εἰς Ἄρειον πάγον · ἐπίσκεψαι, ἔφη, εἰς Ἄρειον πάγον · αὐτῷ ἐπέσκημμαι. ἀντιγραφὴ δὲ ἐκαλεῖτο ἐπὶ τῶν κατὰ γένος ἀμφισβητούντων. τὰς δ’ἐπὶ τῷ σίτῳ δίκας ἐν ᾠδείῳ ἐδίκαζον · σῖτος δέ ἐστιν αἱ ὀφειλόμεναι τροφαί. ἦν δὲ δίκη καὶ εἰς ἐμφανῶν κατάστασιν καλουμένη, ὁπότε τις ἐγγυήσαιτο αὐτόν τινα τὰ χρήματα, οἷον τὰ κλοπαῖα, καὶ κλέμματα καὶ κλοπιμαῖα καὶ φώρια, παρὰ δὲ Πλάτωνι καὶ κλεμμάδια.
8.34Σόλων μέντοι τὸ κλέμμα κλέπος ἐν τοῖς νόμοις ὠνόμασεν. τὸν δὲ κλέπτην εἴποις ἂν καὶ κλεπτίσκον ὡς Εὔπολις · Φερεκράτης δ’εἴρηκε καὶ κλεπτίδης. δὲ βεβαιώσεως δίκη, ὁπότ’ἄν τις πριάμενος οἰκίαν χωρίον ἀμφισβητοῦντός τινος ἀνάγῃ ἐπὶ τὸν πρατῆρα · τὸν δὲ προσήκει βεβαιοῦν, μὴ βεβαιοῦντα ὑπεύθυνον εἶναι τῆς βεβαιώσεως.
8.35εἰ δ’ ἀνάγων ἐπὶ τὸν πρατῆρα ἡττηθείη, τὸ μὲν ἀμφισβητηθὲν τοῦ κρατήσαντος ἐγίνετο, δ’ἡττηθεὶς τὴν τιμὴν παρὰ τοῦ συκοφαντήσαντος ἐκομίζετο. ἀποστασίου δὲ δίκη κατὰ τῶν ἀφισταμένων ἀπελευθέρων, ἀπροστασίου δὲ κατὰ τῶν οὐ νεμόντων προστάτην μετοίκων. ἀλλ’αὕτη μὲν δημοσία, ὥσπερ καὶ τῆς ἐπιτροπῆς · ἐξῆν γὰρ τῷ βουλομένῳ γράφεσθαι τὸν ἐπίτροπον ὑπὲρ τῶν ἀδικουμένων ὀρφανῶν.
8.36μαρτυρία δὲ καλεῖται, ὅταν τις αὐτὸς ἰδὼν μαρτυρῇ, ἐκμαρτυρία δέ, ὅταν τις παρὰ τοῦ ἰδόντος ἀκούσας λέγῃ. καὶ κατὰ μὲν τῶν τὰ ψευδῆ μαρτυρούντων δίκη ψευδομαρτυριῶν, καὶ ἐπισκήψασθαι ψευδομαρτυριῶν ἐλέγετο · λιπομαρτυρίου δὲ κατὰ τῶν ἰδόντων μὲν καὶ μαρτυρήσειν ὁμολογησάντων, ἐν δὲ τῷ καιρῷ τὴν μαρτυρίαν ἐκλιπόντων. τὸν δ’οὐ βουλόμενον μαρτυρεῖν ἐκλήτευον, ἀνάγκην τοῦ μαρτυρῆσαι προστιθέντες ·
8.37ἔδει δὲ αὐτὸν μαρτυρεῖν, ἐξομόσασθαι ὡς οὐκ εἰδείη μὴ παρείη χιλίας ἀποτίνειν. κλητεύεσθαι μὲν οὖν ἐστὶ τὸ καλεῖσθαι εἰς μαρτυρίαν, ἐκκλητεύεσθαι δὲ τὸ δίκην ὀφείλειν ἐπὶ τῷ τὰς χιλίας καταβαλεῖν. Λυσίας δὲ κακοτεχνίου δίκην φησὶν εἶναι. καὶ μὴν καὶ ἐρανικαὶ δίκαι καὶ νόμος ἐρανικὸς καὶ κοινὸν ἐρανιστῶν. ἦν δέ τις καὶ παράστασις, ἐπωβελία πρυτανεῖα, παρακαταβολή.
8.38τὰ μὲν πρυτανεῖα ὡρισμένα, τι ἔδει καταβαλεῖν πρὸ τῆς δίκης τὸν διώκοντα καὶ τὸν διωκόμενον · εἰ δὲ μή, διέγραφον τὴν δίκην οἱ εἰσαγωγεῖς. δ’ἡττηθεὶς ἀπεδίδου τὸ παρ’ἀμφοτέρων δοθέν, ἐλάμβανον δ’αὐτὸ οἱ δικασταί. καὶ οἱ μὲν ἀπὸ ἑκατὸν δραχμῶν ἄχρι χιλίων δικαζόμενοι τρεῖς δραχμὰς κατετίθεντο, οἱ δὲ ἀπὸ χιλίων μέχρι μυρίων τριάκοντα. οἱ δὲ οἴονται πρυτανεῖα εἶναι τὸ ἐπιδέκατον τοῦ τιμήματος, κατατίθεσθαι δ’αὐτὸ τοὺς γραψαμένος ἐπὶ μισθοδοσίᾳ τῶν δικαστῶν.
8.39παρακαταβολὴ δ’ἦν ἐπὶ μὲν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητημάτων τὸ πέμπτον, ἐπὶ δὲ τῶν ἰδιωτικῶν τὸ δέκατον. ἐπωβελία δ’ἦν τὸ ἕκτον τοῦ τιμήματος μέρος, ὤφειλεν μὴ ἑλών, προσώφειλεν αἱρεθείς · ὠνόμασται δὲ ὅτι ὀβολὸς ἦν τὸ ἕκτον τῆς δραχμῆς. δὲ παράστασις δραχμὴ ἦν, ἣν διώκων παρὰ διαιτητῇ προσεισέφερεν · ἀφ’ἧς ἴσως καὶ Πλάτων παραστήσασθαι εἰς κρίσιν εἴρηκεν προσκαλέσασθαι οἱ ῥήτορες.
8.40γραφαὶ δὲ φόνου καὶ τραύματος ἐκ προνοίας, καὶ πυρκαϊᾶς καὶ φαρμάκων καὶ μοιχείας καὶ ὕβρεως, ἱεροσυλίας, ἀσεβείας, προδοσίας, δώρων, δεκασμοῦ, λιποστρατίου, λιποταξίου, ἀστρατείας, λιποναυτίου, ἀναυμαχίου, τοῦ ῥῖψαι τὴν ἀσπίδα, ἀφ’οὗ ῥίψασπις Κλεώνυμος, ἀγαμίου, παρὰ δὲ Λακεδαιμονίοις καὶ ὀψιγαμίου καὶ κακογαμίου, ἀργίας, ἑταιρήσεως, ψευδεγγραφῆς, ψευδοκλητείας, ξενίας, δωροξενίας, παρανόμων, παραπρεσβείας ·
8.41δοκιμασία, εὔθυνα, προβολή, φάσις, ἔνδειξις, ἀπαγωγή, ἐφηγεῖσθαι, ἀνδρολήψιον, εἰσαγγελία. ταύτας τὰς δίκας ὅσαι τοιαῦται ἐκαλοῦντο γὰρ αἱ γραφαὶ καὶ δίκαι, οὐ μέντοι καὶ αἱ δίκαι γραφαί ἐξῆν τῷ βουλομένῳ γράφεσθαι, καὶ ἐπὶ μὲν πασῶν τούτων μὴ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων προσωφλίσκανε χιλίας · δὲ τῆς ἀσεβείας γραψάμενος καὶ οὐχ ἑλὼν ἐθανατοῦτο.
8.42καὶ τῆς μὲν ὕβρεως τὸ τίμημα οὐκ ἦν τοῦ παθόντος ἀλλὰ δημόσιον, δώρων δὲ κατὰ τοῦ ἐπὶ δώροις δικάσαντος ἦν γραφή, δεκασμοῦ δὲ κατὰ τοῦ διαφθείραντος · καὶ μὲν δεκάζεσθαι δὲ δεκάζειν ἐλέγετο. τῆς δὲ ἀργίας ἐπὶ μὲν Δράκοντος ἀτιμία ἦν τὸ τίμημα · ἐπὶ δὲ Σόλωνος, εἰ τρίς τις ἁλῴη, ἠτιμοῦτο. καὶ λιποναυτίου μὲν ἐκρίνετο τὴν ναῦν ἐκλιπών, ὥσπερ τὴν τάξιν λιποταξίου, ἀναυμαχίου δὲ τὴν ναῦν μὲν μὴ λιπών, μὴ μέντοι ναυμαχήσας.
8.43ἑταιρήσεως δ’ἦν γραφὴ καὶ δοκιμασία καὶ ἐπαγγελία · καὶ ταῦτα τῆς κατὰ τῶν ἑταιρηκότων κατηγορίας τὰ ὀνόματα. ψευδεγγραφῆς δ’ἦν δίκη κατὰ τῶν ὡς ὀφείλοντάς τινας ἐνδειξαμένων, εἰ ψευδῶς σεσυκοφαντηκότες ἁλῷεν.
8.44κατὰ δὲ τούτου ἦν καὶ ἐπιβουλεύσεως γραφή, ψευδοκλητείας δὲ κατὰ τῶν οὐ δικαίως κεκλητευκότων. δωροξενίας δέ, εἴ τις ξενίας κρινόμενος δῶρα δοὺς ἀποφύγοι. παρανόμων δέ, εἴ τις ψήφισμα γράψαι νόμον παράνομον · ὑπομοσάμενος γάρ τις τὸ γραφέν, οὗ κατηγορία ὑπωμοσία ἐκαλεῖτο, διήλεγχεν ὅτι ἔστι παράνομον ἄδικον ἀσύμφορον. δοκιμασία δὲ τοῖς ἄρχουσιν ἐπηγγέλλετο, καὶ τοῖς κληρωτοῖς καὶ τοῖς αἱρετοῖς εἴτ’ἐπιτήδειοί εἰσιν ἄρχειν εἴτε καὶ μή, καὶ τοῖς δημαγωγοῖς, εἰ ἡταιρηκότες εἶεν τὰ πατρῷα κατεδηδοκότες τοὺς γονέας κεκακωκότες ἄλλως κακῶς βεβιωκότες ·
8.45ἀτίμους γὰρ αὐτοὺς ἐχρῆν εἶναι καὶ μὴ λέγειν. εὔθυνα δὲ κατὰ τῶν ἀρξάντων πρεσβευσάντων ἦν μὲν περὶ χρημάτων πρὸς τοὺς εὐθύνους καὶ λογιστάς (οἱ δ’ἦσαν δέκα), ἦν δὲ περὶ ἀδικημάτων πρὸς τοὺς δικαστάς. δ’εὔθυνα χρόνον εἶχεν ὡρισμένον, μεθ’ὃν οὐκέτ’ἐξῆν ἐγκαλεῖν.
8.46ἰδίως δὲ κατὰ τῶν πρεσβευτῶν γραφὴ παραπρεσβείας ἐλέγετο. προβολὴ δὲ ἦν κλῆσις εἰς δίκην κατὰ τῶν κακόνως πρὸς τὸν δῆμον διακειμένων. προβολαὶ δ’ἐγίνοντο τοῦ δήμου ψηφισαμένου καὶ τῶν εὐνουστάτων τῇ πόλει, ὡς Λυσίας ἐν τῷ κατὰ Θεοδοτίδου περὶ ἀμφοῖν λέγων προβολαὶ δὲ ἦσαν καὶ αἱ τῆς συκοφαντίας γραφαί · Λυσίας ἐν τῷ πρὸς Ἱπποκράτην αἰκίας. ἐγίνοντο δὲ καὶ περὶ τῶν ἐξυβρισάντων ἀδικησάντων ἀσεβησάντων περὶ τὰς ἑορτάς, ὡς κατὰ Μειδίου προβολή.
8.47φάσις δὲ ἦν τὸ φαίνειν τοὺς περὶ τὰ μέταλλα ἀδικοῦντας, περὶ τὸ ἐμπόριον κακουργοῦντας περὶ τὰ τέλη, τῶν δημοσίων τι νενοσφισμένους, συκοφαντοῦντας, περὶ τοὺς ὀρφανοὺς ἐξαμαρτάνοντας. ἐφαίνοντο δὲ πρὸς τὸν ἄρχοντα. κοινῶς δὲ φάσεις ἐκαλοῦντο πᾶσαι αἱ μηνύσεις τῶν λανθανόντων ἀδικημάτων. ἐδίδοσαν δὲ ἐν γραμματείῳ γράψαντες τὴν φάσιν, τάθ’ἑαυτῶν καὶ τὸ τοῦ κρινομένου ὄνομα προσγράψαντες καὶ τίμημα ἐπιγραψάμενοι ·
8.48 δὲ ἄρχων παρεδίδου τὴν κρίσιν δικαστηρίῳ. καὶ τὸ μὲν τιμηθὲν ἐγίνετο τῶν ἀδικουμένων, εἰ καὶ ἄλλος ὑπὲρ αὐτῶν φήνειεν · δὲ μὴ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων τὴν ἐπωβελίαν προσωφλίσκανεν. ἦν δὲ ἕκτον τοῦ τιμήματος, ὡς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην περὶ χωρίου. εἰσήγετο δὲ τὰ μὲν ἐντὸς χιλίων εἰς ἕνα καὶ διακοσίους, τὰ δὲ ὑπὲρ χιλίας εἰς ἕνα καὶ τετρακοσίους.
8.49ἔδει δὲ καὶ κλητῆρας προσεπιγράφεσθαι τὸν φαίνοντα, εἰ εἰσὶ μάρτυρες. ἔνδειξις δὲ πρὸς τὸν ἄρχοντα ὁμολογουμένου ἀδικήματος μήνυσις, οὐ κρίσεως ἀλλὰ τιμωρίας δεομένου. δ’ἐνδεικνύμενος ἐν γραμματείῳ πρὸς τὸν ἄρχοντα τὴν ἔνδειξιν ἀποφέρει, ἵν’ὑπεύθυνος τῆς ψευδοῦς ἐνδείξεως. καὶ αὕτη μὲν γίνεται περὶ τῶν οὐ παρόντων, δὲ ἀπαγωγή, ὅταν τις ὃν ἔστιν ἐνδείξασθαι μὴ παρόντα, τοῦτον παρόντα ἐπ’αὐτοφώρῳ λαβὼν ἀπαγάγῃ.
8.50 δὲ κίνδυνος ἐν χιλίαις. μάλιστα δὲ τοὺς ὀφείλοντας τῷ δημοσίῳ ἐνεδείκνυσαν, τοὺς κατιόντας ὅποι μὴ ἔξεστιν, τοὺς ἀνδροφόνους. ἐφηγεῖσθαι δέ ἐστιν, ὅταν τις δι’ἀσθένειαν ἀπαγαγεῖν οὐ θαρρῶν ἐπάγῃ τὸν ἄρχοντα ἐπ’οἰκίαν οὗ τις τούτων ἀποκρύπτεται. ἀνδρολήψιον δέ · ὅταν τις τοὺς ἀνδροφόνους καταφυγόντας ὥς τινας ἀπαιτῶν μὴ λαμβάνῃ, ἔξεστιν ἐκ τῶν οὐκ ἐκδιδόντων ἄχρι τριῶν ἀπαγαγεῖν.
8.51 δὲ ἀδίκως ἀνδροληψίᾳ κεχρημένος οὐκ ἀνεύθυνος ἦν. δ’εἰσαγγελία τέτακται ἐπὶ τῶν ἀγράφων δημοσίων ἀδικημάτων. κατὰ τὸν νόμον τὸν εἰσαγγελτικόν G4 (ἀμφοτέρως γὰρ λέγουσιν), ὃς κεῖται G4 περὶ ὧν οὐκ εἰσὶ νόμοι, ἀδικῶν δέ τις ἁλίσκεται ἄρχων ῥήτωρ, εἰς τὴν βουλὴν εἰσαγγελία δίδοται κατ’αὐτοῦ, κἂν μὲν μέτρια ἀδικεῖν δοκῇ, βουλὴ ποιεῖται ζημίας ἐπιβολήν, ἂν δὲ μείζω, παραδίδωσι δικαστηρίῳ ·
8.52τὸ δὲ τίμημα, τι χρὴ παθεῖν ἀποτῖσαι. ἐγίνοντο δὲ εἰσαγγελίαι καὶ κατὰ τῶν καταλυόντων τὸν δῆμον ῥητόρων, μὴ τὰ ἄριστα τῷ δήμῳ λεγόντων, πρὸς τοὺς πολεμίους ἄνευ τοῦ πεμφθῆναι ἀπελθόντων, προδόντων φρούριον στρατιὰν ναῦς, ὡς Θεόφραστος ἐν τῷ πρώτῳ περὶ Νόμων. ὅτι δὲ εἰσαγγείλας καὶ οὐχ ἑλὼν ἀζήμιος ἦν, Ὑπερείδης ἐν τῷ ὑπὲρ Λυκόφρονος φησίν.
8.53καίτοι γε Θεόφραστος τοὺς μὲν ἄλλας γραφὰς γραψαμένους χιλίαςτ’ὀφλισκάνειν, εἰ τὸ πέμπτον τῶν ψήφων μὴ καταλάβοιεν, καὶ προσατιμοῦσθαι, τοὺς δὲ εἰσαγγέλλοντας μὴ ἀτιμοῦσθαι μέν, ὀφλεῖν δὲ τὰς χιλίας · ἔοικε δὲ τοῦτο διὰ τοὺς ῥᾳδίως εἰσαγγέλλοντας ὕστερον προσγεγράφθαι. Δημοσθένης δὲ ἐν τῷ κατὰ Μέδοντος καὶ κατὰ τῶν μὴ προσηκόντως τῇ ἐπικλήρῳ συνοικούντων γίνεσθαι τὰς εἰσαγγελίας λέγει. χίλιοι δὲ κατὰ μὲν τὸν Σόλωνα τὰς εἰσαγγελίας ἔκρινον, κατὰ δὲ τὸν Φαληρέα καὶ πρὸς πεντακόσιοι.
8.54ἀγραφίου δὲ κατηγοροῦνται οἵτινες ἂν ἑαυτοὺς ἐκ τῶν ἐγγεγραμμένων ἐξαλείφωσιν. καὶ ἀλογίου δὲ δίκη ἦν κατὰ τῶν οὐκ ἀποδιδόντων λογισμοὺς ὧν ἂν διαχειρίσωσιν. ἔστι δὲ ἐκ τῶν δικαστικῶν ὀνομάτων προωμοσία ἀντωμοσία διωμοσία, ἐξωμοσία ἀπωμοσία, ὑπωμοσία, παραγραφή, ἀντιγραφή ἀντιλαχεῖν, ἐξούλης δίκη, μὴ οὖσα δίκη, ἐρήμην ὀφλεῖν, ἐνεπισκήψασθαι, πρόσκλησις, ἔφεσις, ἔκκλητοι δίκαι, ἀπὸ συμβόλων δικάζεσθαι, ἐμπορικαὶ δίκαι, ἀτίμητος δίκη, διαψήφισις.
8.55προωμοσία μὲν ὅρκος ὃν κατήγορος προομνύει, ἦν μὴν ἀληθῆ κατηγορεῖν, ἀντωμοσία δὲ ὅρκος ὃν κατηγορούμενος ἀντομνύει, μὴν μὴ ἀδικεῖν, διωμοσία δὲ παρ’ἑκατέρου ὅρκος. ἐξωμοσία δέ, ὅταν τις πρεσβευτὴς αἱρεθεὶς ἐπ’ἄλλην τινὰ δημοσίαν ὑπηρεσίαν, ἀρρωστεῖν ἀδυνατεῖν φάσκων ἐξομνύηται αὐτὸς δι’ἑτέρου. ἐξώμνυντο, δὲ καὶ οἱ κληθέντες μάρτυρες, εἰ φάσκοιεν μηδὲν ἐπίστασθαι τούτων ἐφ’ ἐκαλοῦντο.
8.56 δ’ἀπωμοσία ἐγίνετο παρὰ τῶν ἀντιλεγόντων πρὸς τοὺς ἐξομνυμένους ἐπὶ προφάσει ἀρρωστίας ἀπουσίας. συνισταμένης δὲ περὶ τούτου δίκης, τὸ παρὰ τοῦ κρίνοντος ἔργον ἀπωμοσία ἐκαλεῖτο. ὑπωμοσία δέ ἐστιν, ὅταν τις ψήφισμα νόμον γραφέντα γράψηται ὡς ἀνεπιτήδειον · τοῦτο γὰρ ὑπομόσασθαι λέγουσιν. καὶ οὐκ ἦν μετὰ τὴν ὑπωμοσίαν τὸ γραφέν, πρὶν κριθῆναι, κύριον.
8.57παραγραφὴ δ’ἦν αὐτὴ καὶ διαμαρτυρία, ὅταν τις μὴ εἰσαγώγιμον λέγῃ εἶναι τὴν δίκην ὡς κεκριμένος διαίτης γεγενημένης ὡς ἀφειμένος, ὡς τῶν χρόνων ἐξηκόντων ἐν οἷς ἔδει κρίνεσθαι G4 οἷον οὐκ εἰσαγγελίας ἀλλὰ παρανόμων, οὐ δημοσίᾳ ἀλλ’ἰδίᾳ, ὡς οὐ παρὰ τούτοις κρίνεσθαι δέον, οἷον οὐκ ἐν Ἀρείῳ πάγῳ ἀλλ’ἐπὶ Παλλαδίῳ. ἄγραπτος δὲ δίκη ἐκαλεῖτο ὑπὸ τῆς παραγραφῆς ἀναιρεθεῖσα καὶ διαγραφεῖσα.
8.58ἀντιγραφὴ δέ, ὅταν τις κρινόμενος ἀντικατηγορῇ. καὶ παραγραφὴ δὲ ἀντιγραφῇ ἔοικεν · διὸ καὶ προεισέρχεται. δ’ἀντιγραψάμενος μὴ κρατήσας τὴν ἐπωβελίαν προσωφλίσκανεν. τίθενται δὲ τὸ τῆς ἀντιγραφῆς ὄνομα καὶ κατὰ τῶν ἀπαντώντων πρὸς τὰς γραφάς, καὶ ἔστι πρὸς τὴν γραφὴν τὸ τοῦ φεύγοντος γράμμα ἀντιγραφή, οἷον τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος, γράψας τὰ ἐν τῷ γραμματείῳ.
8.59 δὲ τῆς ἐξούλης δίκη γίνεται, ὅταν τις τὸν ἐκ δημοσίου πριάμενον μὴ ἐᾷ καρποῦσθαι ἐπρίατο, τὸν νικήσαντα ἐνίκησεν, ἀλλ’ ἔχοντα ἐκβάλλῃ σχεῖν κωλύσῃ, αὐτὸς ὀφλὼν ἄλλος ὑπὲρ αὐτοῦ. καὶ μὴν καὶ εἰ μὲν ὡς ἐωνημένος ἀμφισβητεῖ κτήματος, δὲ ὡς ὑποθήκην ἔχων, ἐξούλης δίκη.
8.60 δὲ μὴ οὖσα δίκη οὕτως ὠνομάζετο · ὁπόταν τις παρὰ διαιτηταῖς παραγραψάμενος, καὶ ὑπομοσάμενος νόσον ἀποδημίαν, εἰς τὴν κυρίαν μὴ ἀπαντήσας ἐρήμην ὄφλῃ, ἐξῆν ἐντὸς δέκα ἡμερῶν τὴν μὴ οὖσαν ἀντιλαχεῖν, καὶ ἐρήμη ἐλύετο, ὡς ἐξ ἀρχῆς ἐλθεῖν ἐπὶ διαιτητήν. εἰ δὲ μὴ ἕλοι τὴν μὴ οὖσαν, ὀμόσας μὴ ἑκὼν ἐκλιπεῖν τὴν δίαιταν, κύρια τὰ διαιτηθέντα ἐγίνετο · ὅθεν ἐγγυητὰς καθίστασαν τοῦ ἐκτίσματος.
8.61ἀντιλαχεῖν δὲ δίκην ἐξῆν, ὁπότε τις μὴ παρὼν ἐν δικαστηρίῳ κατακηρυχθεὶς καὶ μὴ ὑπακούων ἐρήμην ὄφλοι. ἀντιλαχεῖν δὲ δύο ἐντὸς μηνῶν ὑπῆρχεν. εἰ δὲ μὴ τοῦτο σχοίη, τὸ ἐγγεγραμμένον ὦφλε καὶ ἄτιμος ἦν. ἐνεπισκήψασθαι δ’ἦν, ὁπότε τις ἐν τοῖς δημευθεῖσιν ἑαυτῷ τι ὀφείλεσθαι προσήκειν λέγοι ·
8.62καὶ τὸ πρᾶγμα ἐνεπίσκημμα ἐκαλεῖτο. πρόσκλησις δ’ἐστὶν ἐπὶ τῶν ἀμφισβητούντων κλήρου ἐπικλήρου · γὰρ ἀμφισβητῶν προσκαλεῖται τὸν ἐπιδεδικασμένον πρὸς τὸν ἄρχοντα · εἰ δὲ μὴ προσκαλέσαιτο, ἀτελὴς δίκη. αὗται δὲ ἐλέγοντο ἀπρόσκλητοι δίκαι. πρόκλησις δ’ἐστὶ λύσις τῆς δίκης ἐπί τινι ὡρισμένῳ ὅρκῳ μαρτυρίᾳ βασάνῳ ἄλλῳ τινὶ τοιούτῳ. ἔφεσις δέ ἐστιν, ὅταν τις ἀπὸ διαιτητῶν ἀρχόντων δημοτῶν ἐπὶ δικαστὴν ἐφῇ, ἀπὸ βουλῆς ἐπὶ δῆμον, ἀπὸ δήμου ἐπὶ δικαστήριον, ἀπὸ δικαστῶν ἐπὶ ξενικὸν δικαστήριον ·
8.63ἐφέσιμος δ’ὠνομάζετο δίκη. αὗται δὲ καὶ ἔκκλητοι δίκαι ἐκαλοῦντο. τὸ δὲ παρακαταβαλλόμενον ἐπὶ τῶν ἐφέσεων, ὅπερ οἱ νῦν παραβόλιον καλοῦσι, παράβολον Ἀριστοφάνης λέγει. ἐμπορικαὶ δὲ δίκαι ἔμμηνοι αἱ τῶν ἐμπόρων τῶν περὶ τὸ ἐμπόριον. ἀπὸ συμβόλων δ’ἔστιν ὅτε οἱ σύμμαχοι ἐδικάζοντο. ἀτίμητος δὲ δίκη, ἣν οὐκ ἔστιν ὑποτιμήσασθαι, ἀλλὰ τοσούτου τετίμηται ὅσου ἐπιγέγραπται.
8.64διαψήφισις δ’ἦν τὸ τοὺς δημότας τὴν ψῆφον ὑπὲρ τῶν παρεγγεγράφθαι δοκούντων ἐνεγκεῖν. προσθετέον δὲ τοῖς εἰρημένοις καὶ τάδε, δίαιτα, διαιτητής, συνδιαιτητὴς ὡς Δημοσθένης. διαιτᾶν διαιτᾶσθαι, διῄτησεν δεδιῃτημένον, κατεδιῄτησεν ἀποδεδιῃτημένη, διαιτήσιμον ὡς Ἰσαῖος, κατεδιῃτησάμην ὡς Λυσίας ἐπὶ τοῦ ἑλόντος ἐν τῇ διαίτῃ.
8.65δόρυ ἐπὶ τῇ ἐκφορᾷ ἐπὶ τῶν βιαίως ἀποθανόντων ἐπεφέρετο. καὶ αἱ προθέσεις δὲ διὰ τοῦτο ἐγίνοντο, ὡς ὁρῷτο νεκρός, μή τι βίαιον πέπονθεν. κῆδος δὲ τὸ πένθος, καὶ οἱ ἐπὶ τὴν οἰκίαν τοῦ πενθοῦντος ἀφικνούμενοι ἐξιόντες ἐκαθαίροντο ὕδατι περιρραινόμενοι ·
8.66τὸ δὲ προύκειτο ἐν ἀγγείῳ κεραμέῳ, ἐξ ἄλλης οἰκίας κεκομισμένον τὸ ὕδωρ, τὸ δ’ὄστρακον ἐκαλεῖτο ἀρδάνιον. δ’ἐπὶ τῷ πένθει σύνοδος περίδειπνον. τῶν δ’ἀγάμων λουτροφόρος τῷ μνήματι ἐφίστατο, κόρη ἀγγεῖον ἔχουσα ὑδροφόρον, ὑδρίαν πρόχουν κρωσσὸν κάλπιν. τὴν δὲ ἐφισταμένην εἰκόνα, εἴτε λουτροφόρος εἴη εἴτε ἄλλη τις, ἐπίστημα Ἰσαῖος κέκληκεν. εἴργοντο δὲ ἱερῶν καὶ ἀγορᾶς οἱ ἐν κατηγορίᾳ φόνου ἄχρι κρίσεως · καὶ τοῦτο προαγόρευσις ἐκαλεῖτο.
8.67λέγεται δ’ κατήγορος καὶ διώκων, κρίνων, κατηγορῶν, εὐθύνων, αἰτιώμενος, γραψάμενος, καὶ κατηγορία δίωξις, εὔθυνα, αἰτία, κρίσις, γραφή, ἐπαγγελία. καὶ Ἰσαῖος ἐπιδιώκειν ἔφη τὸ πάλιν δικάζεσθαι. δὲ κατηγορούμενος κρινόμενος, διωκόμενος, εὐθυνόμενος, ἀπολογούμενος, ἐν αἰτίᾳ, γραφείς, φεύγων. καὶ φεύγειν τὸ κρίνεσθαι, κατηγορεῖσθαι, ἀπολογεῖσθαι, γραφῆναι, ἐν αἰτίᾳ εἶναι.
8.68καὶ ἐπὶ μὲν τοῦ κατηγοροῦντος εἴποις ἂν εἷλεν, ἤλεγξε διήλεγξεν ἐξήλεγξεν, ἀπέδειξεν παρέστησε τοῖς δικάζουσιν, ἐπὶ δὲ τοῦ ἀπολογουμένου ἀπελογήσατο, ἀπελύθη ὡς Ἀντιφῶν, ἀπέφυγεν, ἀπελύσατο τὰς αἰτίας · κἀκεῖνος μὲν ἀπέφηνεν ὑπαίτιον ὑπόδικον ὑπεύθυνον, ἔνοχον ὕποχον, ἠδικηκότα, κεκακουργηκότα, δὲ ἑαυτὸν ἀπέδειξεν ἀνεύθυνον ἀναίτιον ἀνυπαίτιον, σεσυκοφαντημένον, καθαρόν, ἔξω τῆς αἰτίας, ἀνεπίληπτον, ἀνεπίκλητον ὡς Ξενοφῶν, ἀφ’οὗ τὸ ἀνεπικλήτως Θουκυδίδης.
8.69Δημοσθένης δὲ ἀνέγκλητον καὶ ἀνεγκλήτως · ταῦτα δὲ καὶ ἐπὶ τῶν οὐ δὲ τὴν ἀρχὴν ἐγκληθέντων ἁρμόττει. ἐπὶ μὲν οὖν τοῦ ἄντικρυς ἐλεγχθέντος εἰρήσεται ἐπ’αὐτῇ τῇ φωρᾷ, ἐπ’αὐτοφώρῳ, ἐλήφθη, κατεφωράθη · ἐπὶ δὲ τοῦ ὑποπτευθέντος, ἐξ ὑπονοίας, ἐξ ὑποψίας, εἰκότων, σημείων, τεκμηρίων, συμβόλων.
8.70τὰ δὲ τιμήματα ζημία, φυγή, ἀτιμία, θάνατος, δεσμός, στίγματα, στήλη. καὶ ἀπὸ μὲν τῆς ζημίας ζημιοῦν ἐζημίωσαι ζημιῶδες ἐπιζήμιον · ἀπὸ δὲ τοῦ φυγὴ φυγάς φεύγειν φυγαδευθῆναι, διωχθῆναι (Ὑπερείδης δέ που καὶ ἐξεδιώχθη λέγει, καὶ Δείναρχος ἐδίωξεν), ὑπερορισθῆναι, ἐκπεσεῖν · ἀπὸ δὲ ἀτιμίας ἠτίμωσεν ἀτιμωθείς, ἄτιμος ἀτίμως, ὥσπερ τἀναντία ἐπιτιμία ἐπίτιμος ἐπιτίμως · ἀπὸ δὲ θανάτου ἐθανατώθη ἐθανάτωσαν, ἀπέκτειναν, ἀνεῖλον, ἀπέσφαξαν, ἀπῆγξαν, ἀπετυμπάνισαν, κατεκρήμνισαν, κατὰ κρημνοῦ ὦσαν.
8.71ἐκ δὲ τούτου ἂν εἴη καὶ τὸ νηποινὶ τεθνάναι. δὲ παραλαμβάνων τοὺς ἀναιρουμένους καλεῖται δήμιος, δημόκοινος, πρὸς τῷ ὀρύγματι ἐπὶ τῷ ὀρύγματι · καὶ τὰ ἐργαλεῖα αὐτοῦ ξίφος, βρόχος, τύμπανον, φάρμακον, κώνειον. ἀπὸ δὲ δεσμοῦ δῆσαι, δεσμοῦ προστιμῆσαι, δεδέσθαι, δεσμώτης δεσμά, δεσμωτήριον, ἐμβληθῆναι εἰς τὸ δεσμωτήριον, ἐμπεσεῖν εἰσαχθῆναι ἀπαχθῆναι, κατατεθῆναι, καὶ ἐμβαλεῖν, εἰσαγαγεῖν ἀπαγαγεῖν, εἶρξαι, κατακλεῖσαι, καταθέσθαι, δεῖν καταδεῖν, δεσμεύειν ὡς Ἰσαῖος ·
8.72Δείναρχος δὲ καὶ δοῦσαν τὴν δεσμεύουσαν, Αἰσχίνης δὲ ἐδεδέμεθα. εἰρχθῆναι ἐν ξύλῳ, ἐν τῇ ποδοκάκῃ. εἰργμός εἰρκτή, δεσμωτήριον, οἴκημα, φρουρά φρούριον φρουρεῖσθαι. τῷ δεδέσθαι δ’ἂν προσήκοι καὶ τὸ παρὰ Δημοσθένει ἄδετοι, καὶ τὸ παρὰ Θουκυδίδῃ ἀδέσμῳ φρουρᾷ. ἐν δὲ τῷ δεσμωτηρίῳ καὶ πεντεσύριγγον τι ξύλον ἐκαλεῖτο. καὶ στροφαῖος ἐν τῷ οἰκήματι θεὸς παρὰ τὸν στροφέα ἱδρυμένος · θεός ἐστι δ’Ἑρμῆς. καὶ σφαλὸς δὲ τὸ δεσμωτικὸν ξύλον ἐκαλεῖτο, ἁλλόμενον, ἐδίσκευον ἐκ καλῳδίου ἠρτημένῳ.
8.73ἀπὸ δὲ τοῦ στίζειν στίγματα, στίξας στιχθείς, στιγματίας. ἀπὸ δὲ τῆς στήλης ἐνέγραψαν, ἐστηλίτευσαν, ἐστηλιτευμένος κατεστηλιτευμένος, ἐστηλοκοπημένος · οὕτω γὰρ Ὑπερείδης. καὶ ἐπὶ μὲν τοῦ καταδικασθέντος ἥλω ἑάλω, ᾑρέθη καθῃρέθη, ἁλώσιμος ἁλούς, ἁλίσκεσθαι ἁλισκόμενος, κατεδικάσθη, ἡττήθη, κατεγνώσθη, καὶ τὰ πράγματα αἵρεσις, καταδίκη, κατάγνωσις, καὶ ἀνὴρ κατάδικος ·
8.74ἀπὸ μὲν τούτου μόνου ὄνομα, τὰ δ’ἄλλα μετοχαί. ἐπὶ δὲ τοῦ κατηγόρου κρατήσαντος εἷλε καθεῖλε, κατεδικάσατο, ἐξήλεγξεν. ἐπὶ δὲ τοῦ κρινομένου νικήσαντος ἀπέφυγεν, ἀφείθη, ἀπέγνω αὐτοῦ τὸ δικαστήριον, ἀπεψηφίσατο, ἀφῆκεν, ἀπήλλαξεν, ἀνέλεγκτος ἔμεινε, καθαρὸς εἶναι ἐγνώσθη, ἀναίτιος. κἀπὶ μὲν τοῦ ἀνελόντος ῥητέον ἀνεῖλεν, ἀπέκτεινεν ἀπέκτονεν, ἀπέσφαξεν, ἀπεχρήσατο διεχρήσατο, καθεῖλεν, ἐδολοφόνησεν, ἀνελών, ἀποσφάξας, ἀποκτείνας, ἀποχρησάμενος διαχρησάμενος, καθελών, δολοφονήσας ·
8.75ἐπὶ δὲ τοῦ ἀναιρεθέντος ἀνῃρέθη, ἀπεσφάγη, καθῃρέθη, ἐδολοφονήθη, καὶ ἀναιρεθείς, ἀποσφαγείς, καθαιρεθείς, δολοφονηθείς. τὸ δ’ἔργον σφαγή, ἀναίρεσις, φόνος, μιαιφονία. ἐπὶ δὲ τοῦ ὑβρίσαντος ὑβριστής, ὑπερήφανος, ὑπερόπτης, ἀσελγής, ἐπαχθής, ἀφειδής, πρόχειρος, προπετής, πάροινος, βαρύς, ὑβρίζων ἐξυβρίζων καθυβρίζων ὑπερυβρίζων, ἀσελγαίνων ἐνασελγαίνων, παροινῶν, ὑβριστικός, αἰκιστικός, ὑπεροπτικός.
8.76καὶ ὑβριστικῶς, ὑπεροπτικῶς, ἀσελγῶς, παροίνως, βαρέως, αἰκιστικῶς, ἀφειδῶς, προχείρως, προπετῶς. ὕβρισεν ἐξύβρισεν, ἠσέλγησεν, ἐπαρῴνησεν, ᾐκίσατο, ἐτύπτησε, πληγαῖς ἔκοψε, κατηλόησε, πληγὰς ἐνετρίψατο, ἔπαισεν, ἐπάταξεν, ἦγξεν, ἤραξεν, πὺξ ἐπάταξε, λὰξ ἐνήλατο. Ὑπερείδης δὲ καὶ κονδυλίζειν ἔφη, καὶ τὸ παθεῖν κονδυλίζεσθαι · δ’αὐτὸς καὶ πρὸς τὸ πρόσωπον προσπτύειν.
8.77καὶ ἀποστρέφειν τὰς χεῖρας. Πλάτων. πατῶν ἐμπηδῶν, πλήττων, τύπτων, συγκόπτων, παίων, πατάσσων, ἀράσσων, ὑποσκελίζων, ἐναλλόμενος, αἰκιζόμενος, τοὺς ὀφθαλμοὺς ἐξορύττων, τὸ πρόσωπον συντρίβων, τὰς γνάθους παραρρηγνύς, ἄγχων, ἀποπνίγων, λακτίζων. τὸ χεῖλος διέσχισε, διέκοψε τὸ βλέφαρον. καὶ λόγῳ ἐπὶ τοῦ ὑβριστοῦ, οὐ δυνάμενος κατέχειν παρ’ἑαυτῷ τὼ χεῖρε, τῶν χειρῶν ἀκρατής, οὐδενὸς φειδόμενος, οὐδενὸς ἀπεχόμενος, κονδύλοις παίων, ἐπὶ κόρρης τύπτων, πὺξ παίων, λὰξ ἐναλλόμενος, οὐ κατέχων τὸν λογισμόν, ἐπιτρέπων πάντα τῷ θυμῷ, τὴν ἐξουσίαν τῷ βούλεσθαι μετρῶν, ἀπερίσκεπτος τῶν νόμων, ἐπεγγελῶν καταγελῶν, ἐπιχλευάζων, ἐπικαταμωκώμενος.
8.78καὶ τὰ πράγματα γέλως κατάγελως, χλευασμός χλευασία · χλεύη γὰρ λέγεται μὲν παρὰ πολλοῖς, ἐγὼ δ’οὐκ οἶδ’εὑρών. καὶ κατ’ἄλλην ἰδέαν τὰ ὑβρισμένα αὐτῷ ἐξυβρισμένα τὰ πεπαρῳνημένα, τὰ ἠσελγημένα τὰ παρηνομημένα. ἔστι δ’ἐπὶ τοῦ παθόντος εἰπεῖν ὕβρισται, ἠσέλγηται ἐνησέλγηται, πεπαρῴνηται ἐμπεπαρῴνηται, ᾔκισται κατῄκισται, τετύπτηται, διακέκοπται, ἐπ’ὀλίγης τῆς ῥοπῆς ἐστίν, ἐξώρυκται τὼ ὀφθαλμώ, παρατέθραυσται τὰς πλευράς, ὕφαιμός ἐστιν, ἐξαίμων, ὑπερῳδηκώς, ὑπώπιος, ὑποπέλιδνος, ἔχων ἐπὶ τοῦ προσώπου τὰ ἴχνη τῶν πληγῶν, τὰ σημεῖα τῆς ὕβρεως, τὰ δείγματα, τὰ σύμβολα, τὰ τεκμήρια.
8.79οὐκ οἶδ’εἰ βιώσιμός ἐστιν · ὀλίγας ἐλπίδας ἔχει τοῦ ζῆν, ἐπὶ θανάτῳ τυγχάνει διακείμενος. καὶ ὑβρισμένος, ἠσελγημένος, πεπαρῳνημένος συγκεκομμένος, κατῃκισμένος. τὰ δὲ τοῦ πράγματος ὀνόματα ὕβρις ὑβρίσματα, ἀσέλγεια, παροινία, ὑπερηφανία, ὑπεροψία, προπέτεια βαρύτης, πληγαί, αἰκίαι αἰκισμός, προπηλακισμός.
8.80κακήγορος, κακολόγος αἰσχρολόγος, βλάσφημος, λοίδορος φιλολοίδορος, κακορρήμων αἰσχρορρήμων. κακηγορία, κακολογία, βλασφημία, κακορρημοσύνη αἰσχρορρημοσύνη, λοιδορία κακῶς εἰπεῖν, κακῶς ἀγορεῦσαι, βλασφημῆσαι, κακηγορῆσαι ὡς Ὑπερείδης, λοιδορῆσαι λοιδορήσασθαι, τὰ αἴσχιστα εἰπεῖν. καὶ τοιοῦτος γλώττης οὐ κρατῶν, ἀκρατὴς γλώττης, πρόχειρος τὴν γλῶτταν, καὶ γλῶττα κακήγορος, οὐδενὸς ῥήματος φειδόμενος, οὐδὲν ῥῆμα αἰσχυνόμενος, ἀφειδὴς τὴν γλῶτταν εὐχερής, ῥᾴδιος, ὀλισθηρός.
8.81καὶ τὰ ἐπιρρήματα κακηγόρως, βλασφήμως, φαυλορρημόνως. φιλολοιδόρως φιλογέλως κακορρημόνως αἰσχρορρημόνως · τὸ δὲ κακολόγως καὶ αἰσχρολόγως σκληρά, ὡς λοιδόρως εὐτελές. δ’ἀδικηθεὶς κακῶς ἀκούσας, κακολογηθείς, κακηγορηθείς, τὰ χείριστα ἀκούσας, τὰ αἴσχιστα. Σκυρίαν δὲ δίκην ὀνομάζουσιν οἱ κωμῳδοδιδάσκαλοι τὴν τραχεῖαν, οἱ γὰρ φυγοδικοῦντες ἐσκήπτοντο εἰς Σκῦρον Λῆμνον ἀποδημεῖν.
8.82ἀρχή, ἄρχων ἄρχειν, ἔξαρχος, ἀρχηγός, ἀρχικός. ἐξάρχων ἐξάρχειν, συνάρχων συνάρχειν. ἀρχηγέτης καὶ θηλυκῶς ἀρχηγέτις. ἀρχαιρεσίας καὶ ἀρχαιρεσιάζοντα ὡς Ἰσαῖος. ἀναρχία. ἀρχιθεωρός, ἀρχιθεωρία καὶ ἀρχιθεώρησις ὡς Ἰσαῖος, ἀρχιθεωροῦντα, ἀρχιθεωρεῖν, καὶ ἀρχιθεωρήσειν ὡς Ἰσαῖος ἀρχιτέκτων.
8.83ἀρχεῖα ἀρχιδίοις ὡς Δημοσθένης διῆρξα ὡς Λυσίας. ἐπάρχειν ἐπάρξασθαι, κατάρχειν · κατάρχεσθαι δὲ ἐπὶ θυσίας. ἀπαρχάς, ἀπάργματα. Δεινάρχου δὲ τὸ συγκατήρξατο. ἐνῆρκται τὰ κανᾶ. ὕπαρχος. Δημοσθένης δὲ ἐξ ἀρχῆς καὶ ἀπ’ἀρχῆς καὶ κατ’ἀρχάς.
8.84εἴποις δ’ἂν ἐπὶ μὲν τῆς ἀρχῆς καὶ ἡγεμονία, προστασία, βασιλεία, δεσποτεία, δυναστεία, μοναρχία, τυραννίς, ἐπιμέλεια, στρατηγία. τὸν δὲ ἄρχοντα ἔξαρχον, ἡγεμόνα προηγεμόνα, προστάτην, δεσπότην, βασιλέα, ἐπιμελητήν, ἁρμοστήν, ὕπαρχον, σατράπην, στρατηγόν, αὐτοκράτορα, τύραννον, δυνάστην, μόναρχον, ἔφορον ἐπόπτην ἐπίσκοπον, καὶ τὸ ἄρχειν ἡγεῖσθαι, κρατεῖν, δεσπόζειν, προστατεῖν.
8.85ἀρχόντων δὲ τῶν Ἀθήνησιν ὀνόματα οἱ ἐννέα ἄρχοντες. εἰσὶ δὲ τοῦ ἐνιαυτοῦ ἐπώνυμος, ἄρχων βασιλεύς, πολέμαρχος καὶ θεσμοθέται ἕξ · ἐκ τούτων γὰρ οἱ ἐννέα συμπληροῦνται ἐκαλεῖτο δέ τις θεσμοθετῶν ἀνάκρισις, εἰ Ἀθηναῖοί εἰσιν ἑκατέρωθεν ἐκ τριγονίας, καὶ τῶν δήμων πόθεν, καὶ εἰ Ἀπόλλων ἔστιν αὐτοῖς πατρῷος καὶ Ζεὺς ἕρκιος, καὶ εἰ τοὺς γονέας εὖ ποιοῦσι, καὶ εἰ ἐστράτευνται ὑπὲρ τῆς πατρίδος, καὶ εἰ τὸ τίμημα ἔστιν αὐτοῖς.
8.86ἐπηρώτα δ’ βουλή, ὤμνυον δ’οὗτοι πρὸς τῇ βασιλείῳ στοᾷ, ἐπὶ τοῦ λίθου ἐφ’ τὰ ταμιεῖα, φυλάξειν τοὺς νόμους καὶ μὴ δωροδοκήσειν, χρυσοῦν ἀνδριάντα ἀποτίσειν. εἶτα ἐντεῦθεν εἰς ἀκρόπολιν ἀνελθόντες ὤμνυον ταὐτά. μυρρίνῃ δὲ ἐστεφάνωντο, καὶ κοινῇ μὲν ἔχουσιν ἐξουσίαν θανάτου, ἐάν τις κατίῃ ὅποι μὴ ἔξεστι, καὶ κληροῦν δικαστὰς καὶ ἀθλοθέτας, ἕνα κατὰ φυλὴν ἑκάστην, καὶ στρατηγοὺς χειροτονεῖν ἐξ ἁπάντων, καὶ καθ’ἑκάστην πρυτανείαν ἐπερωτᾶν εἰ δοκεῖ καλῶς ἄρχειν ἕκαστος τὸν δ’ἀποχειροτονηθέντα κρίνουσιν καὶ ἱππάρχους δύο καὶ φυλάρχους δέκα καὶ ταξιάρχους δέκα καὶ κοινῇ μὲν ταῦτα ·
8.87ἰδίᾳ δὲ οἱ μὲν θεσμοθέται προγράφουσι πότε δεῖ δικάζειν τὰ δικαστήρια, καὶ τὰς εἰσαγγελίας εἰσαγγέλλουσιν εἰς τὸν δῆμον καὶ τὰς χειροτονίας, καὶ τὰς προβολὰς εἰσάγουσι καὶ τὰς τῶν παρανόμων γραφάς, καὶ εἴ τις μὴ ἐπιτήδειον νόμον γράψειεν, καὶ στρατηγοῖς εὐθύνας.
8.88γίνονται δὲ πρὸς αὐτοὺς χραφαὶ ξενίας, δωροξενίας δώρων, συκοφαντίας, ψευδοκλητείας, ψευδεγγραφῆς, βουλεύσεως, ἀγραφίου, μοιχείας. εἰσάγουσι δὲ καὶ δοκιμασίας ταῖς ἀρχαῖς, καὶ τοὺς ἀπεψηφισμένους, καὶ τὰς ἐκ τῆς βουλῆς καταγνώσεις, καὶ δίκας ἐμπορικὰς καὶ μεταλλικάς, καὶ ἐὰν δοῦλος κακῶς ἀγορεύῃ τὸν ἐλεύθερον, καὶ ταῖς ἀρχαῖς ἐπικληροῦσι τὰ δικαστήρια τάτε ἴδια καὶ τὰ δημόσια, καὶ τὰ σύμβολα τὰ πρὸς τὰς πόλεις κυροῦσι, καὶ δίκας τὰς ἀπὸ συμβόλων εἰσάγουσι, καὶ τὰς τῶν ψευδομαρτυριῶν τῶν ἐξ Ἀρείου πάγου.
8.89 δὲ ἄρχων διατίθησι μὲν Διονύσια καὶ Θαργήλια μετὰ τῶν ἐπιμελητῶν, δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται κακώσεως, παρανοίας, εἰς διαιτητῶν αἵρεσιν, ἐπιτροπῆς ὀρφανῶν, ἐπιτρόπων καταστάσεις, κλήρων καὶ ἐπικλήρων ἐπιδικασίαι. ἐπιμελεῖται δὲ καὶ τῶν γυναικῶν αἳ ἂν φῶσιν ἐπ’ἀνδρὸς τελευτῇ κύειν, καὶ τοὺς οἴκους ἐκμισθοῖ τῶν ὀρφανῶν. ἔστι δ’ἐπώνυμος οὗτος, καὶ ἀπ’αὐτοῦ χρόνος ἀριθμεῖται.
8.90 δὲ βασιλεὺς μυστηρίων προέστηκε μετὰ τῶν ἐπιμελητῶν καὶ Ληναίων καὶ ἀγώνων τῶν ἐπὶ λαμπάδι, καὶ τὰ περὶ τὰς πατρίους θυσίας διοικεῖ · δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται ἀσεβείας, ἱερωσύνης ἀμφισβητήσεως. καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι πᾶσιν αὐτὸς δικάζει, καὶ τὰς τοῦ φόνου δίκας εἰς Ἄρειον πάγον εἰσάγει, καὶ τὸν στέφανον ἀποθέμενος σὺν αὐτοῖς δικάζει. προαγορεύει δὲ τοῖς ἐν αἰτίᾳ ἀπέχεσθαι μυστηρίων καὶ τῶν ἄλλων νομίμων. δικάζει δὲ καὶ τὰς τῶν ἀψύχων δίκας.
8.91τὴν δὲ συνοικοῦσαν αὐτῷ βασίλισσαν καλοῦσιν. δὲ πολέμαρχος θύει μὲν Ἀρτέμιδι ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δὲ τὸν ἐπιτάφιον ἀγῶνα τῶν ἐν πολέμῳ ἀποθανόντων, καὶ τοῖς περὶ Ἁρμόδιον ἐναγίζει. δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται μετοίκων ἰσοτελῶν προξένων · καὶ διανέμει τὸ λαχόν, ἑκάστῃ φυλῇ μέρος, τὸ μὲν διαιτηταῖς παραδιδούς, εἰσάγων δὲ δίκας ἀποστασίου ἀπροστασίου κλήρων μετοίκων.
8.92πάρεδροι δ’ὀνομάζονται οὓς αἱροῦνται ἄρχων καὶ βασιλεὺς καὶ πολέμαρχος, δύο ἕκαστος οὓς βούλεται. δοκιμασθῆναι δ’αὐτοὺς ἐχρῆν ἐν τοῖς πεντακοσίοις, εἶτ’ἐν δικαστηρίῳ. προσαιροῦνται δὲ καὶ γραμματέα, ὃς ἐννόμῳ δικαστηρίῳ κρίνεται.
8.93εἰσαγωγῆς · ἀρχῆς κληρωτῆς ὄνομα · οὗτοι δὲ τὰς δίκας εἰσῆγον πρὸς τοὺς διαιτητάς. ἀθλοθέται δέκα μέν εἰσιν, εἷς κατὰ φυλήν, δοκιμασθέντες δὲ ἄρχουσιν ἔτη τέτταρα ἐπὶ τῷ διαθεῖναι τὰ Παναθήναια, τόντε μουσικὸν καὶ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν.
8.94ἵππαρχοι δὲ δύο ἐξ ἁπάντων Ἀθηναίων αἱρεθέντες ἐπιμελοῦνται τῶν πολέμων. οἱ δὲ φύλαρχοι δέκα, εἷς ἀπὸ φυλῆς ἑκάστης, τῶν ἱππέων προΐστανται, καθάπερ οἱ ταξίαρχοι τῶν ὁπλιτῶν. νομοφύλακες ἐστεφάνωνται μὲν στροφίῳ λευκῷ, τὴν δὲ πομπὴν πέμπουσι τῇ θεῷ, τοῖς δὲ προέδροις ἐν ἐκκλησίαις συγκαθίζουσιν, διακωλύοντες ἐπιχειροτονεῖν ὅσα μὴ συμφέρει.
8.95πρυτάνεις. οὗτοι τὴν βουλὴν συνάγουσιν ὁσημέραι, πλὴν ἄν τις ἄφετος , τὸν δὲ δῆμον τετράκις ἑκάστης πρυτανείας · καὶ προγράφουσι πρὸ τῆς βουλῆς καὶ πρὸ τῆς ἐκκλησίας ὑπὲρ ὧν δεῖ χρηματίζειν. τῶν δ’ἐκκλησιῶν μὲν κυρία, ἐν τὰς ἀρχὰς ἐπιχειροτονοῦσιν, εἰ καλῶς ἄρχουσιν, ἀποχειροτονοῦσιν · ἐν καὶ τὰς εἰσαγγελίας βουλόμενος εἰσαγγέλλει, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγινώσκουσιν οἱ πρόδικοι, καὶ τὰς λήξεις τῶν κλήρων.
8.96 δὲ δευτέρα ἐκκλησία ἀνεῖται τοῖς βουλομένοις, ἱκετηρίαν θεμένοις, λέγειν ἀδεῶς περίτε τῶν ἰδίων καὶ τῶν δημοσίων · δὲ τρίτη κήρυξι καὶ πρεσβείαις ἀξιοῖ χρηματίζειν, οὓς δεῖ πρότερον τοῖς πρυτάνεσιν ἀποδοῦναι τὰ γράμματα, δὲ τετάρτη περὶ ἱερῶν καὶ ὁσίων. δ’ἐπιστάτης καλούμενός ἐστιν εἷς τῶν πρυτάνεων, κλήρῳ λαχών · δὶς δ’οὐκ ἔξεστι γενέσθαι τὸν αὐτὸν ἐπιστάτην. ἔχει δὲ οὗτος τὰς κλεῖς τῶν ἱερῶν ἐν οἷς τὰ χρήματα καὶ τὰ γράμματα. καὶ ὅταν οἱ πρυτάνεις τὸν δῆμον τὴν βουλὴν συναγάγωσιν, οὗτος ἐξ ἑκάστης φυλῆς πρόεδρον ἕνα κληροῖ, μόνην τὴν πρυτανεύουσαν ἀφιείς.
8.97ἀποδέκται δὲ ἦσαν δέκα, οἳ τούςτε φόρους καὶ τὰς εἰσφορὰς καὶ τὰ τέλη ὑπεδέχοντο, καὶ τὰ περὶ τούτων ἀμφισβητούμενα ἐδίκαζον. εἰ δέ τι μεῖζον εἴη, εἰσῆγον εἰς δικαστήριον. ταμίαι τῆς θεοῦ κληρωτοὶ μὲν ἐκ πεντακοσιομεδίμνων ἦσαν, τὰ δὲ χρήματα παρελάμβανον τῆς βουλῆς παρούσης. ἐκαλοῦντο δ’οὗτοι κωλακρέται. εἶχον δ’ἐξουσίαν καὶ ζημίαν ἀφελεῖν, εἰ ἀδίκως ὑπὸ τῶν ἀρχόντων ἐπιβληθείη.
8.98γραμματεὺς κατὰ πρυτανείαν κληρωθεὶς ὑπὸ τῆς βουλῆς ἐπὶ τῷ τὰ γράμματα φυλάττειν καὶ τὰ ψηφίσματα, καὶ ἕτερος ἐπὶ τοὺς νόμους ὑπὸ τῆς βουλῆς χειροτονούμενος. δ’ὑπὸ τοῦ δήμου αἱρεθεὶς γραμματεὺς ἀναγινώσκει τῷτε δήμῳ καὶ τῇ βουλῇ. ἀντιγραφεὺς πρότερον μὲν αἱρετὸς αὖθις δὲ κληρωτὸς ἦν, καὶ πάντα ἀντεγράφετο παρακαθήμενος τῇ βουλῇ.
8.99δύο δ’ἦσαν, μὲν τῆς βουλῆς δὲ τῆς διοικήσεως. λογισταί. καὶ τούτους βουλὴ κληροῖ κατ’ἀρχὴν ὡς παρακολουθεῖν τοῖς διοικοῦσιν. ἀποστολεῖς οἱ προνοούμενοι τῶν ἀποστόλων καὶ τοῦ ἔκπλου τῶν τριήρων. πωληταὶ τὰ τέλη πιπράσκουσι μετὰ τῶν ἐπὶ τὸ θεωρικὸν ᾑρημένων, καὶ τὰς τῶν ἐξ Ἀρείου πάγου μετὰ τὸν πρότερον λόγον φυγόντων οὐσίας, καὶ τὰ δεδημευμένα. πρυτανεύει δ’ἐξ αὐτῶν εἷς, ὃς τὰ πωλούμενα βεβαιοῖ. ἀπήγοντο δὲ πρὸς τούτους καὶ οἱ μετοίκιον μὴ τιθέντες.
8.100οἱ δὲ εὔθυνοι, ὥσπερ οἱ πάρεδροι, τοῖς ἐννέα ἄρχουσι προσαιροῦνται. οὗτοι δ’εἰσπράσσουσι καὶ τοὺς ἔχοντας. οἱ δὲ τεσσαράκοντα πρότερον μὲν ἦσαν τριάκοντα, οἳ περιιόντες κατὰ δήμους τὰ μέχρι δραχμῶν δέκα ἐδίκαζον, τὰ δὲ ὑπὲρ ταῦτα διαιτηταῖς παρεδίδοσαν · μετὰ δὲ τὴν τῶν τριάκοντα ὀλιγαρχίαν μίσει τοῦ ἀριθμοῦ τοῦ τριάκοντα τεσσαράκοντα ἐγένοντο. χίλιοι καὶ διακόσιοι. ἀπὸ τούτων ἦσαν οἱ λειτουργοῦντες · Δημοσθένης δὲ νόμον γράψας ἀντὶ τῶν τοσούτων τριακοσίους τοὺς πλουσιωτάτους ἐποίησεν.
8.101εἰσαγωγεῖς οἱ τὰς ἐμμήνους δίκας εἰσάγοντες · ἦσαν δὲ προικός, ἐρανικαί, ἐμπορικαί. νομοθέται δ’ἦσαν χίλιοι, οἷς ἐξῆν λῦσαι νόμον παλαιόν, ἀλλ’οὐ θεῖναι νέον · τοὺς γὰρ νέους ἐδοκίμαζεν βουλὴ καὶ δῆμος καὶ τὰ δικαστήρια. πάρεδροι οὗτοι […] οὗτοι γὰρ παρεφύλαττον μή τις ἐντὸς τοῦ Πελασγικοῦ κείρει καταπλέα ἐξορύττει, καὶ τῷ ἄρχοντι παρεδίδοσαν. τὸ δὲ τίμημα ἦν τρεῖς δραχμαὶ καὶ ἁπλοῦν τὸ βλάβος.
8.102οἱ ἕνδεκα εἷς ἀφ’ἑκάστης φυλῆς ἐγίνετο, καὶ γραμματεὺς αὐτοῖς συνηριθμεῖτο. νομοφύλακες δὲ κατὰ τὸν Φαληρέα Δημήτριον μετωνομάσθησαν. ἐπεμελοῦντο δὲ τῶν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἀπῆγον κλέπτας ἀνδραποδιστὰς λωποδύτας, εἰ μὲν ὁμολογοῖεν, θανατώσοντες, εἰ δὲ μή, εἰσάξοντες εἰς τὰ δικαστήρια, κἂν ἁλῶσιν, ἀποκτενοῦντες. τοῦ δὲ δεσμοφυλακίου θύρα μία χαρώνιον ἐκαλεῖτο, δι’ἧς τὴν ἐπὶ θανάτῳ ἀπήγοντο.
8.103ἐπιγραφῆς · οὗτοι τὰ ὀφειλόμενα ὑφ’ἑκάστου ἑκάστῳ ἐπέγραφον, καὶ τοὺς οὐκ εἰσφέροντας εἰσῆγον εἰς τὸ δικαστήριον, ἐπέγραφον δὲ καὶ τὰ τιμήματα ἑκάστοις κατὰ τὴν ἀξίαν. καὶ ἐν ταῖς σιτοδοσίαις ἐγίνοντο σίτου ἐπιγραφῆς, ὡς Ἀντιφῶν εἶπεν. κῆρυξ μέν τις τῶν μυστικῶν, ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ καὶ Πανδρόσου τῆς Κέκροπος, δὲ περὶ τοὺς ἀγῶνας, οἱ δὲ περὶ τὰς πομπὰς ἐκ τοῦ Εὐνειδῶν γένους, οἱ δὲ κατ’ἀγορὰν τὰ ὤνια ἀποκηρύττοντες.
8.104ληξίαρχοι ἓξ καθίσταντο τῶν πολιτῶν ἐγγεγραμμένων ἐν λευκώματι, καὶ τριάκοντα ἀνδρῶν αὐτοῖς προσαιρεθέντων τοὺς ἐκκλησιάζοντας ἐξήταζον καὶ τοὺς μὴ ἐκκλησιάζοντας ἐζημίουν καὶ σχοινίον μιλτώσαντες διὰ τῶν τοξοτῶν συνήλαυνον τοὺς ἐκ τῆς ἀγορᾶς εἰς τὴν ἐκκλησίαν. δὲ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφεὶς ἤδη τὰ πατρῷα παρελάμβανεν · δὲ πατρῴα οὐσία καὶ λῆξις ἐκαλεῖτο. περιεστίαρχοι. ἐκάθαιρον χοιριδίοις μικροῖς οὗτοι τὴν ἐκκλησίαν καὶ τὸ θέατρον. καθάρσιον δὲ τοῦτο χοιρίδιον ἐκαλεῖτο.
8.105περίπολοι. ἔφηβοι περιῄεσαν τὴν χώραν φυλάττοντες, ὥσπερ μελετῶντες τὰ στρατιωτικά. καὶ εἰς μὲν τοὺς ἐφήβους εἰσῄεσαν ὀκτωκαίδεκα ἔτη γενόμενοι, δύο δὲ εἰς περιπόλους ἠριθμοῦντο, εἰκοστῷ δὲ ἐνεγράφοντο τῷ ληξιαρχικῷ γραμματείῳ, καὶ ὤμνυον ἐν Ἀγραύλου οὐ καταισχυνῶ τὰ ὅπλα, οὐ δὲ καταλείψω τὸν παραστάτην, ἂν στοιχῶ, ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὑπὲρ ὁσίων καὶ μόνος καὶ μετὰ πολλῶν, καὶ τὴν πατρίδα οὐκ ἐλάττω παραδώσω, πλεύσω δὲ καὶ καταρόσω ὁπόσην ἂν παραδέξωμαι.
8.106καὶ συνήσω τῶν ἀεὶ κρινόντων, καὶ τοῖς θεσμοῖς τοῖς ἱδρυμένοις πείσομαι, καὶ οὕστινας ἄλλους ἱδρύσεται τὸ πλῆθος ἐμφρόνως · καὶ ἄν τις ἀναιρῇ τοὺς θεσμοὺς μὴ πείθηται, οὐκ ἐπιτρέψω, ἀμυνῶ δὲ καὶ μόνος καὶ μετὰ πάντων. καὶ τὰ ἱερὰ τὰ πάτρια τιμήσω. ἵστορες θεοί, Ἄγραυλος, Ἐνυάλιος, Ἄρης, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη.
8.107ἱεροποιοί. δέκα ὄντες οὗτοι ἔθυον θυσίας τὰς πεντετηρίδας, τὴν εἰς Δῆλον, τὴν ἐν Βραυρῶνι, τὴν τῶν Ἡρακλείων, τὴν Ἐλευσινάδε. ὀργεῶνες οἱ κατὰ δήμους ἐν τακταῖς ἡμέραις θύοντες θυσίας τινάς. φράτορες. εἰς τούτους τούςτε κόρους καὶ τὰς κόρας εἰσῆγον, καὶ εἰς ἡλικίαν προελθόντων ἐν τῇ καλουμένῃ κουρεώτιδι ἡμέρᾳ ὑπὲρ μὲν τῶν ἀρρένων τὸ κούρειον ἔθυον, ὑπὲρ δὲ τῶν θηλειῶν τὴν γαμηλίαν.
8.108γεραραί. αὗται ἄρρητα ἱερὰ Διονύσῳ ἔθυον μετ’ἄλλης θεωρίας. καθίστη δὲ αὐτὰς βασιλεὺς οὔσας τεσσαρασκαίδεκα. δήμαρχοι οἱ κατὰ δήμους ἄρχοντες. ἐκαλοῦντο δὲ τέως ναύκραροι ὅτε καὶ οἱ δῆμοι ναυκραρίαι. ναυκραρία δ’ἦν τέως φυλῆς δωδέκατον μέρος, καὶ ναύκραροι ἦσαν δώδεκα, τέτταρες κατὰ τριττὺν ἑκάστην. τὰς δ’εἰσφορὰς τὰς κατὰ δήμους διεχειροτόνουν οὗτοι, καὶ τὰ ἐξ αὐτῶν ἀναλώματα. ναυκραρία δ’ἑκάστη δύο ἱππέας παρεῖχε καὶ ναῦν μίαν, ἀφ’ἧς ἴσως ὠνόμαστο.
8.109τῆς τριττύος μέντοι ἄρχων τριττύαρχος ἐκαλεῖτο, τριττύος δ’ἑκάστης γένη τριάκοντα. καὶ αἱ φυλαὶ τέως μὲν ἐπὶ Κέκροπος ἦσαν τέτταρες, Κεκροπὶς Αὐτόχθων Ἀκταία Παραλία, ἐπὶ δὲ Κραναοῦ μετωνομάσθησαν Κραναῒς Ἀτθὶς Μεσόγαια Διακρίς, ἐπὶ δὲ Ἐριχθονίου Διὰς Ἀθηναῒς Ποσειδωνιὰς Ἡφαιστιάς, ἀπὸ δὲ τῶν Ἴωνος παίδων ἐπὶ Ἐρεχθέως Τελέοντες Ὅπλητες Αἰγικόρεις Ἀργάδεις ·
8.110ἐπὶ δὲ Ἀλκμαίωνος δέκα ἐγένοντο, ἐκ πολλῶν ὀνομάτων ἑλομένου τὰ παλαιὰ τοῦ Πυθίου, Ἐρεχθηὶς Κεκροπὶς Αἰγηὶς Πανδιονὶς Ἀκαμαντὶς Ἀντιοχὶς Λεοντὶς Οἰνηὶς Ἱπποθωντὶς Αἰαντίς. προσετέθησαν δ’αὐταῖς δύο, Ἀντιγονὶς καὶ Δημητριάς, ἃς ὕστερον μετωνόμασαν Ἀτταλίδα καὶ Πτολεμαΐδα. ἀπὸ δὲ φυλῶν τὸ φυλοκρινεῖν ὠνομάσθη, καὶ ὁμόφυλος ἀλλόφυλος, φυλέτης, φυλίων θεῶν ἱερά, ἐμφύλιον αἷμα, ἐμφύλιος πόλεμος.
8.111οἱ φυλοβασιλεῖς · ἐξ εὐπατριδῶν δὲ ὄντες, μάλιστα τῶν ἱερῶν ἐπεμελοῦντο, συνεδρεύοντες ἐν τῷ βασιλείῳ τῷ παρὰ τὸ βουκολεῖον. ὅτε μέντοι τέτταρες ἦσαν αἱ φυλαί, εἰς τρία μέρη ἑκάστη διῄρητο, καὶ τὸ μέρος τοῦτο ἐκαλεῖτο τριττὺς καὶ ἔθνος καὶ φρατρία. ἑκάστου δὲ ἔθνους γένη τριάκοντα ἐξ ἀνδρῶν τοσούτων, ἐκαλεῖτο τριακάδες. καὶ οἱ μετέχοντες τοῦ γένους γεννῆται καὶ ὁμογάλακτες, γένει μὲν οὐ προσήκοντες, ἐκ δὲ τῆς συνόδου οὕτω προσαγορευόμενοι. τρία δ’ἦν τὰ ἔθνη πάλαι, Εὐπατρίδαι Γεωμόροι Δημιουργοί.
8.112γυναικονόμοι δὲ ἀρχὴ ἐπὶ τοῦ κόσμου τῶν γυναικῶν. τὰς δὲ ἀκοσμούσας ἐζημίουν, καὶ τὰς ζημίας αὐτῶν γράφοντες ἐξετίθεσαν ἐπὶ τῆς πλατάνου τῆς ἐν Κεραμεικῷ. οἱ εἴκοσι. τούτους εἵλοντο μετὰ τοὺς τριάκοντα τῆς πολιτείας καὶ τῶν νόμων ἐπιμελητάς, ἀριστίνδην ἐπιλεξάμενοι.
8.113ἦν μέντοι καὶ κρηνοφυλάκιον ἀρχή, δηλούσης τὸ ἔργον αὐτῆς τῆς ἐπικλήσεως. καὶ λέων δέ τις ἐκαλεῖτο κρηνοφύλαξ, χαλκοῦ πεποιημένος ἐπὶ κρήνης τινός, δι’οὗ τὸ ὕδωρ ἐφέρετο ἐν ταῖς πρὸς ὕδωρ δίκαις · ἐπιμελητὴς δέ τις κληρωτὸς ἐγίνετο, ὃς καὶ ἐκαλεῖτο ἐφ’ὕδωρ, παραφυλάττων τὴν ἰσότητα τῆς κλεψύδρας. θεωρικὰ δὲ χρήματα τὰ εἰς τὰς ἑορτὰς καὶ θεῶν τιμὰς τῷ πλήθει νεμόμενα · καὶ τὸ διδόμενον ἐκαλεῖτο θεωρικὸν ὥσπερ καὶ τὸ ἐκκλησιαστικὸν καὶ τὸ δικαστικόν, ὅπερ καὶ τριώβολον καὶ δύ’ὀβολὼ καὶ ὀβολὸς ἦν Ἀττικός. δὲ ἐπὶ τῆς διοικήσεως αἱρετὸς ἦν ἐπὶ τῶν προσιόντων καὶ ἀναλισκομένων.
8.114καὶ στρατηγοὶ δέ, ἵππαρχοι φύλαρχοι λοχαγοὶ ταξίαρχοι, καὶ ὅσα στρατιωτικὰ ἀρχῶν ὀνόματα. καὶ ἑλληνοταμίαι οἱ τοὺς φόρους ἐκλέγοντες, καὶ ἐπὶ νήσων οἱ τὰ παρὰ τῶν νησιωτῶν εἰσπράττοντες καὶ τὰς πολιτείας αὐτῶν ἐφορῶντες. καὶ τειχοποιοὶ δὲ καὶ ἱεροποιοὶ καὶ βοῶναι ὑπηρεσιῶν ὀνόματα · καὶ ἀποδέκται οἱ τὸν σῖτον ἀπομετρούμενοι, σιτῶναι δὲ οἱ συνωνούμενοι. τάχα δ’ἂν καὶ πρακτῆρες εἴη ὄνομα ὑπηρεσίας, πράκτορες, ὡς Δημοσθένης οὐδεὶς παρέδωκε τοῖς πράκτορσι τὸ ὄνομα.
8.115ὁμοίως δὲ καὶ ζητητὰς ἄν τις παρ’αὐτοῦ λάβοι ὄνομα δημοσίας διακονίας, οἳ τὰ λανθάνοντα ἀνεζήτουν. οἱ μέντοι ταξίαρχοι ἀναγεγραμμένους ἔχοντες τοὺς ἐκ τοῦ καταλόγου, παρεσημαίνοντο τὰ τῶν ἀφυστερούντων ὀνόματα · καὶ τοῦτο παραστίζειν ἐκαλεῖτο. πρυτανεία δέ ἐστι χρόνος ὃν ἑκάστη φυλὴ πρυτανεύει · καὶ ὅτε μὲν δέκα ἦσαν, πλείους ἑκάστῃ φυλῇ αἱ ἡμέραι, ἐπεὶ δὲ δώδεκα ἐγένοντο, ἑκάστη φυλὴ μηνὸς πρυτανείαν ἔχει.
8.116πυρφόρος παῖς αἱρετὸς ἐκ καθαρευούσης οἰκίας ὑπὸ χλανίδι καὶ στροφίῳ περιέρχεται, πῦρ ἐπὶ τοὺς βωμοὺς ἐπιτιθείς. σύγκλητος ἐκκλησία, ἣν ἐξαίφνης ἐποίουν μείζονος χρείας ἐπιλαβούσης. ἐκαλεῖτο δὲ καὶ κατακλησία, ὅτι καὶ τοὺς ἐκ τῶν ἀγρῶν κατεκάλουν. ταμίας ἐκάλουν τοὺς ταῖς ἱεραῖς τριήρεσι λειτουργοῦντας, ἄλλους τριηράρχους, τούςτε ἐκ τῆς Παράλου καὶ τῆς Σαλαμινίας. ἐκαλοῦντο δὲ οἱ ναῦται οἱ μὲν οὐ πάραλοι μόνον ἀλλὰ καὶ παραλῖται, οἱ δὲ καὶ Σαλαμίνιοι.
8.117δικαστήρια τὰ Ἀθήνησιν. Ἄρειος πάγος · ἐδίκαζε δὲ φόνου καὶ τραύματος ἐκ προνοίας, καὶ πυρκαϊᾶς, καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς. ἐγίνετο δὲ διωμοσία, καὶ μετὰ τὴν διωμοσίαν κρίσις · προοιμιάζεσθαι δὲ οὐκ ἐξῆν, οὐ δ’οἰκτίζεσθαι. μετὰ δὲ τὸν πρότερον λόγον ἐξῆν φυγεῖν, πλὴν εἴ τις γονέας εἴη ἀπεκτονώς. καθ’ἕκαστον δὲ μῆνα τριῶν ἡμερῶν ἐδίκαζον ἐφεξῆς, τετάρτῃ φθίνοντος, τρίτῃ, δευτέρᾳ.
8.118οἱ δ’ἐννέα ἄρχοντες οἱ καθ’ἕκαστον ἐνιαυτὸν μετὰ τὸ δοῦναι τὰς εὐθύνας ἀεὶ τοῖς Ἀρεοπαγίταις προσετίθεντο. ὑπαίθριοι δ’ἐδίκαζον. φόνου δὲ ἐξῆν ἐπεξιέναι μέχρις ἀνεψιῶν, καὶ ἐν τῷ ὅρκῳ ἐπερωτᾶν τίς προσήκων ἐστὶ τῷ τεθνεῶτι · κἂν οἰκέτης , ἐπισκήπτειν συγκεχώρηται. τὸ ἐπὶ Παλλαδίῳ. ἐν τούτῳ λαγχάνεται περὶ τῶν ἀκουσίων φόνων · μετὰ γὰρ Τροίας ἅλωσιν Ἀργείων τινὰς τὸ Παλλάδιον ἔχοντας Φαληρῷ προσβαλεῖν, ἀγνοίᾳ δὲ ὑπὸ τῶν ἐγχωρίων ἀναιρεθέντας ἀπορριφῆναι. καὶ τῶν μὲν οὐδὲν προσήπτετο ζῷον, Ἀκάμας δὲ ἐμήνυσεν ὅτι εἶεν Ἀργεῖοι τὸ Παλλάδιον ἔχοντες.
8.119καὶ οἱ μὲν ταφέντες ἀγνῶτες προσηγορεύθησαν τοῦ θεοῦ χρήσαντος, αὐτόθι δ’ἱδρύθη τὸ Παλλάδιον, καὶ περὶ τῶν ἀκουσίων ἐν αὐτῷ δικάζουσιν. τὸ ἐπὶ Δελφινίῳ ἱδρῦσθαι μὲν ὑπὸ Αἰγέως λέγεται Ἀπόλλωνι Δελφινίῳ καὶ Ἀρτέμιδι Δελφινίᾳ, ἐκρίθη δὲ ἐν αὐτῷ πρῶτος Θησεὺς ἀφοσιούμενος τὸ ἄγος τῶν ὑπ’αὐτοῦ ἀνῃρημένων λῃστῶν καὶ τῶν Παλλαντιδῶν, οὓς ὡμολόγει μὲν ἀποκτεῖναι, δικαίως δ’ἔφη τοῦτο δεδρακέναι.
8.120τὸ ἐπὶ Πρυτανείῳ δικάζει περὶ τῶν ἀποκτεινάντων, κἂν ὦσιν ἀφανεῖς, δικάζει δὲ καὶ περὶ τῶν ἀψύχων τῶν ἐμπεσόντων καὶ ἀποκτεινάντων. προειστήκεσαν δὲ τούτου τοῦ δικαστηρίου οἱ φυλοβασιλεῖς, οὓς ἔδει τὸ ἐμπεσὸν ἄψυχον ὑπερορίσαι. τὸ ἐμ Φρεαττοῖ. ἐν τούτῳ ἐκρίνετο εἴ τις τῶν φευγόντων ἐπ’ἀκουσίου φόνου αἰτίᾳ δευτέραν αἰτίαν ἑκουσίου προσλάβοι. ἦν δ’ἐπὶ θαλάττῃ τὸ δικαστήριον, καὶ τὸν ἐν αἰτίᾳ προσπλεύσαντα τῆς γῆς οὐ προσαπτόμενον ἀπὸ τῆς νεὼς ἐχρῆν ἀπολογεῖσθαι, μήτ’ἀποβάθραν μήτ’ἄγκυραν εἰς τὴν γῆν βαλλόμενον.
8.121γνώριμα δικαστήρια Ἡλιαία, τὸ τρίγωνον, οὗ μέμνηται Δείναρχος, μέσον παράβυστον, μεῖζον παράβυστον · καὶ μείζονος μέμνηται Λυσίας · ἐν μέντοι τῷ παραβύστῳ οἱ ἕνδεκα ἐδίκαζον. τὸ Μητίχου κάλλιον, οὗ μνημονεύει Ἀνδροτίων. τὸ ἐπὶ Λύκῳ, ἀφ’οὗ καὶ Λύκου δεκάς · καὶ ἥρως δὲ ἵδρυτο αὐτόθι ἔχων τοῦ θηρίου μορφήν, πάλαι δ’ἐκεῖ συνῄεσαν οἱ συνδεκάζοντες τὰ δικαστήρια. τὸ δὲ Μητίχου δικαστήριον μέγα, οὕτω κληθὲν ἀπὸ ἀρχιτέκτονος Μητίχου.
8.122ἐδίκαζον δ’οἱ ὑπὲρ τριάκοντα ἔτη ἐκ τῶν ἐπιτίμων καὶ μὴ ὀφειλόντων τῷ δημοσίῳ. ὤμνυσαν δὲ ἐν Ἀρδήττῳ δικαστηρίῳ Ἀπόλλω πατρῷον καὶ Δήμητρα καὶ Δία βασιλέα · δὲ Ἄρδηττος Ἰλισσοῦ μέν ἐστι πλησίον, ὠνόμασται δὲ ἀπό τινος ἥρωος, ὃς στασιάζοντα τὸν δῆμον ὑπὲρ ὁμονοίας ὥρκισεν. δ’ὅρκος ἦν τῶν δικαστῶν, περὶ μὲν ὧν νόμοι εἰσί, κατὰ τοὺς νόμους ψηφιεῖσθαι, περὶ δὲ ὧν μὴ εἰσί, γνώμῃ τῇ δικαιοτάτῃ · ὀμοσάντων δὲ καὶ τῶν δικαζομένων, τὸ πᾶν ἐκαλεῖτο ἀμφιορκία.
8.123 Ἡλιαία πεντακοσίων · εἰ δὲ χιλίων δέοι δικαστῶν, συνίστατο δύο δικαστήρια, εἰ δὲ πεντακοσίων καὶ χιλίων, τρία. ψήφους δ’εἶχον χαλκᾶς δύο, τετρυπημένην καὶ ἀτρύπητον, καὶ κάδον, κημὸς ἐπέκειτο, δι’οὗ καθίετο ψῆφος. αὖθις δὲ δύο ἀμφορεῖς, μὲν χαλκοῦς δὲ ξύλινος, μὲν κύριος δ’ἄκυρος · τῷ δὲ χαλκῷ ἐπῆν ἐπίθημα μιᾷ ψήφῳ χώραν ἔχον […] οὗ ὕστερον μυστικῶς δικάζοντες ἦσαν ἐκ τῶν ἐπωπτευκότων. τὸ δὲ δικαστήριον περιεσχοινίζετο, τοῦ μὲν βασιλέως παραγγείλαντος, τῶν δὲ θεσμοθετῶν πληρούντων τὸ δικαστήριον.
8.124τὸ δὲ περισχοίνισμα ἀπὸ πεντήκοντα ποδῶν ἐγίνετο · καὶ οἱ ὑπηρέται ὑφειστήκεισαν, ὅπως μηδεὶς ἀνεπόπτευτος προσίῃ. αἱ μὲν οὖν τῶν δικαστηρίων θύραι κιγκλίδες ἐκαλοῦντο, ἃς οἱ Ῥωμαῖοι καγκελλωτὰς λέγουσιν · ἀνίστατο δὲ τὰ δικαστήρια, εἰ γένοιτο διοσημεῖα · ἐξηγηταὶ δ’ἐκαλοῦντο οἱ τὰ περὶ τῶν διοσημειῶν καὶ τὰ τῶν ἄλλων ἱερῶν διδάσκοντες.
8.125ἐφέται τὸν μὲν ἀριθμὸν εἷς καὶ πεντήκοντα, Δράκων δ’αὐτοὺς κατέστησεν ἀριστίνδην αἱρεθέντας · ἐδίκαζον δὲ τοῖς ἐφ’αἵματι διωκομένοις ἐν τοῖς πέντε δικαστηρίοις. Σόλων δ’αὐτοῖς προσκατέστησε τὴν ἐξ Ἀρείου πάγου βουλήν. κατὰ μικρὰ δὲ κατεγελάσθη τὸ τῶν ἐφετῶν δικαστήριον. δοκοῦσι δ’ὠνομάσθαι, ὅτι πρότερον τοῦ βασιλέως τοὺς ἐπ’ἀκουσίῳ φόνῳ κρινομένους ἐξετάζοντος Δράκων τοῖς ἐφέταις παρέδωκε τὴν κρίσιν, ἐφέσιμον ἀπὸ τοῦ βασιλέως πεποιηκώς.
8.126οἱ δὲ ναυτοδίκαι, οὗτοι ἦσαν οἱ τὰς τῆς ξενίας δίκας εἰσάγοντες. ὑβριστοδίκαι δὲ ἐκαλοῦντο, εἴ τι χρὴ Κρατερῷ πιστεύειν τῷ τὰ ψηφίσματα συναγόντι, οἱ μὴ βουλόμενοι τὰς δίκας εἰσαγαγεῖν · ἐπεπόλασε δὲ τὸ τοιοῦτον ἐν Σικελίᾳ. διαιτηταὶ δ’ἐκ τῶν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότων ἐκληροῦντο, καὶ ἐπεκληροῦντο αὐτοῖς αἱ δίαιται, καὶ ἀτιμία ἀφώριστο τῷ μὴ διαιτήσαντι τὴν ἐπικληρωθεῖσαν δίαιταν. διῄτων δ’ἐν ἱεροῖς. πάλαι δ’οὐδεμία δίκη πρὶν ἐπὶ διαιτητὰς ἐλθεῖν εἰσήγετο. ἔλεγον δὲ ἐπιτρέψαι δίαιταν, καὶ δίαιτα ἐκαλεῖτο ἐπιτροπή.
8.127 δ’ἔφεσις αὐτῶν εἰ εἰς δικαστήριον γένοιτο, εἰς ἐχῖνον τὰς ψήφους ἐμβαλόντες ἰδίᾳ ἑκατέρας τὰς τοῦ φεύγοντος καὶ διώκοντος κατεσημαίνοντο. ἐλάμβανον δὲ οἱ διαιτηταὶ δραχμὴν παρὰ τοῦ κρίνοντος, τὴν καλουμένην παράστασιν, ἐγγράψαντος αὐτοῦ ἐν γραμματείῳ τὸ ἔγκλημα καὶ τὸ τίμημα καὶ παραθέντος δραχμήν · ἐλάμβανον δὲ καὶ ἑτέραν ὑπὲρ τῆς ἀντωμοσίας.
8.128δέλτοι χαλκαῖ, αἷς ἦσαν πάλαι ἐντετυπωμένοι οἱ νόμοι οἱ περὶ τῶν ἱερῶν καὶ τῶν πατρίων. κύρβεις δὲ τρίγωνοι σανίδες πυραμοειδεῖς, οἷς ἦσαν ἐγγεγραμμένοι οἱ νόμοι. ἄξονες δὲ τετράγωνοι χαλκοῖ ἦσαν, ἔχοντες τοὺς νόμους. ἀπέκειντο δὲ οἵτε κύρβεις καὶ οἱ ἄξονες ἐν ἀκροπόλει πάλαι · αὖθις δ’ἵνα πᾶσιν ἐξῇ ἐντυγχάνειν, εἰς τὸ πρυτανεῖον καὶ τὴν ἀγορὰν μετεκομίσθησαν · διὰ τοῦτο ἔλεγον τὸν κάτωθεν νόμον ἀντιτιθέντες πρὸς τὴν ἀκρόπολιν.
8.129ὀνόματα δ’ἀπὸ διαιτητῶν διαιτητής δίαιτα, διαιτῆσαι διαιτῶν ἐδιῄτησεν ἀπεδιῄτησεν διαιτήσασθαι, καταδεδιῃτημένοι ἀποδεδιῃτημένοι, συνδιαιτητής συνδιαιτήσας καταδιαιτησάμενος οἱονεὶ ἐν διαίτῃ κρατήσας, συνδιαιτῆσαι · τὸ γὰρ συνδιαιτηθῆναι καὶ διαίτημα καὶ ἐνδιαίτημα ἑτέρας ἐστὶ χρείας. τιμήματα δ’ἦν τέτταρα, πεντακοσιομεδίμνων ἱππέων ζευγιτῶν θητῶν.
8.130οἱ μὲν ἐκ τοῦ πεντακόσια μέτρα ξηρὰ καὶ ὑγρὰ ποιεῖν κληθέντες · ἀνήλισκον δ’εἰς τὸ δημόσιον τάλαντον · οἱ δὲ τὴν ἱππάδα τελοῦντες ἐκ μὲν τοῦ δύνασθαι τρέφειν ἵππους κεκλῆσθαι δοκοῦσιν, ἐποίουν δὲ μέτρα τριακόσια, ἀνήλισκον δὲ ἡμιτάλαντον. οἱ δὲ τὸ ζευγήσιον τελοῦντες ἀπὸ διακοσίων μέτρων κατελέγοντο, ἀνήλισκον δὲ μνᾶς δέκα · οἱ δὲ τὸ θητικὸν οὐδεμίαν ἀρχὴν ἦρχον, οὐ δὲ ἀνήλισκον οὐδέν.
8.131Ἀνθεμίων δὲ Διφίλου καλλωπίζεται δι’ἐπιγράμματος ὅτι ἀπὸ τοῦ θητικοῦ τέλους εἰς τὴν ἱππάδα μετέστη, καὶ εἰκὼν ἔστιν ἐν ἀκροπόλει ἵππος ἀνδρὶ παρεστηκώς · καὶ τὸ ἐπίγραμμα Διφίλου Ἀνθεμίων τόνδ’ἵππον ἀνέθηκεν θεοῖς, θητικοῦ ἀντὶ τέλους ἱππάδ’ἀμειψάμενος. οἱ μέντοι πρὸ τῶν δικαστηρίων καὶ τῶν ἄλλων συνόδων οἱ δημόσιοι ὑπηρέται, οἷς ἐπέταττον ἀνείργειν τοὺς ἀκοσμοῦντας καὶ τοὺς μὴ δεῖ λέγοντας ἐξαιρεῖν, καὶ Σκύθαι ἐκαλοῦντο καὶ τοξόται καὶ σπευσίνιοι, ἀπὸ τοῦ πρώτου συντάξαντος τὴν περὶ αὐτοὺς ὑπηρεσίαν.
8.132τέλη δ’ἦν τὰ παρὰ τοῖς πεντηκοστολόγοις ἐλλιμενισταῖς · ταῦτα δ’ἐκαλεῖτο ἐλλιμένια καὶ ἐμπορικά. καὶ δεκατευτήρια δέ ποτε κατέστησαν, καὶ δεκάτη τὸ τέλος ἦν. καὶ ζευγήσιόν τι τέλος οἱ ζευγοτροφοῦντες ἐτέλουν. ἐνεκλησίαζον δὲ πάλαι μὲν ἐν τῇ Πυκνί · Πνὺξ δὲ ἦν χωρίον πρὸς τῇ ἀκροπόλει, κατεσκευασμένον κατὰ τὴν παλαιὰν ἁπλότητα, οὐκ εἰς θεάτρου πολυπραγμοσύνην.
8.133αὖθις δὲ τὰ μὲν ἄλλα ἐν τῷ Διονυσιακῷ θεάτρῳ, μόνας δὲ τὰς ἀρχαιρεσίας ἐν τῇ Πυκνί, ἀφ’ἧς τὸν τοῦ δήμου θόρυβον πυκνίτην φασὶν οἱ κωμικοί. ἐκάλουν δὲ τὴν προεδρίαν καὶ πρῶτον ξύλον, καὶ μάλιστα ἐν τῷ δικαστηρίῳ τὴν πρώτην καθέδραν. τὰ δ’ὑποστορνύμενα τοῖς δικασταῖς ἐπὶ τῶν ἑδρῶν ψιάθια ἰδίως ὠνομάζετο. ἀνδροφόνος, φονεύς, σφαγεύς, φαρμακεύς, φονῶν φονικός, μιαιφόνος · ἔκτεινεν, ἀνεῖλεν, ἐφόνευσεν, ἀπέσφαξεν, ἐδολοφόνησεν, ἐμιαιφόνησεν.
8.134ἐπὶ δὲ τούτου ἐναγής, μιαρός, παμμίαρος, αἵματι προσεχόμενος, αἵματος μεστός. τὸ δὲ πρᾶγμα φόνος, ἀναίρεσις, μιαιφονία, σφαγή. εἴη δ’ἂν ἐκ τῶν περὶ τὰ δικαστήρια κοινωνοί, κοινωνία, κοινωνικὰ χρήματα παρὰ Δημοσθένει · οἱ γὰρ κοινῶνες Ξενοφῶντος ἴδιον. καὶ ἀνέμητα χρήματα, καὶ κοινά ἐπίκοινα, οὐ διῃρημένα ·
8.135τὰ γὰρ ἀδιαίρετα εὐτελέστερον. καὶ τὸ ῥῆμα κοινωνῆσαι, καὶ κοινῶσαι τὰ χρήματα, μίξασθαι τὴν οὐσίαν, συνάψασθαι τὸν πλοῦτον, συνερανίσαι, συναγαγεῖν, ἀθροίσασθαι, συνενεγκεῖν εἰς ταὐτὸ τὴν οὐσίαν, συστήσασθαι, συμβαλεῖν καὶ κοινῇ κοινῶς, κοινωνικῶς, κοινωνικὸς ἀνὴρ καὶ ἀξιοκοινώνητος καὶ ἀκοινώνητος. τὰ δὲ ἐναντία διελέσθαι, διακληρώσασθαι, διαλαχεῖν, δάσασθαι, νείμασθαι, τὸ γὰρ ἀνανείμασθαι ἑτέρας χρείας, καὶ τὸ μερίσασθαι εὐτελέστερον, τὸ δὲ μοιρολογχεῖν τραγικώτερον.
8.136καὶ νέμησις οὐσίας, διαίρεσις, διακλήρωσις · γὰρ διαμερισμὸς ὑπόφαυλον καὶ δάτησις ὑπομόχθηρον, βέλτιον δ’ δασμός. καὶ οἱ διανεμόμενοι νεμηταὶ καὶ μερῖται καὶ μοιρόλογχοι, οἱ δὲ διανέμοντες δατηταί · καὶ εἰς δατητῶν αἵρεσιν ἔλεγον οἱ ῥήτορες. ὡς ἐπὶ τὸ πλεῖστον δὲ οἱ μοιρόλογχοι καὶ τὸ μοιρολογχεῖν ἐλέγετο ἐπὶ τῶν μετεχόντων κακουργήματος. ἐγγὺς δὲ τούτων κληροῦχοι, κληρουχοῦντες κατακληρουχοῦντες, κατανεμόμενοι, κατὰ κλήρους νεμόμενοι καὶ τὸ πρᾶγμα κληρουχία, καὶ τὸ ῥῆμα κληρουχεῖν κατακληρουχεῖν, καὶ κληρουχικὰ χρήματα ὡς Δημοσθένης.
8.137πρέσβεις πρεσβευταί, πρεσβεία πρέσβευσις, πρεσβεῦσαι, διαπρεσβεύσασθαι, ἐπιπρεσβεῦσαι, διαπρεσβεῦσαι, παραπρεσβεῦσαι, ἐπιπρεσβεύσασθαι, παραπρεσβεύσασθαι, μᾶλλον κέχρηται Δημοσθένης καὶ Πλάτων · παραπρεσβείας δ’ἦν κατ’αὐτῶν δίκη. δὲ πρεσβευτὴς εἴη ἂν καὶ ἄγγελος διάκονος · ἑτέρας δὲ χρείας κῆρυξ καὶ σπονδοφόρος.
8.138τὸ δὲ κηρύκειον φόρημα ἦν τῶν πρέσβεων, καὶ εἰς τὸ πρυτανεῖον ἐπὶ ξένια ἐκαλοῦντο εἴποι δ’ἄν τις τοὺς πρέσβεις ὑπαλλάττων τὴν πρεσβείαν · ὅθεν εἴρηται τὸ κήρυκι καὶ πρεσβείᾳ χρηματίζειν. καὶ τὰ ῥήματα πρεσβεῦσαι, διακονήσασθαι, ἀποπρεσβεύσασθαι, ἀντιπρεσβεῦσαι. ἀπὸ δὲ κηρύκων κηρῦξαι ἐρεῖς καὶ ἀποκηρῦξαι καὶ ἐπικηρῦξαι καὶ προκηρῦξαι, ἀνακηρῦξαι, ἀνειπεῖν καὶ ἀναγορεῦσαι, ἐπικηρυκεύσασθαι διακηρυκεύσασθαι ἐκεχειρίαν ἀπαγγεῖλαι.
8.139καὶ τὸ πρᾶγμα κήρυγμα κηρυκεία ἐπικηρυκεία, καὶ τὸ ἐναντίον ἀκήρυκτοι πόλεμοι καὶ ἀκηρυκτὶ ἐπιόντες. ἄσυλοι δ’ἦσαν, καὶ ἐξῆν αὐτοῖς πανταχόσε ἀδεῶς ἰέναι. ἀσυλία καὶ ἀσπονδία · σπονδοφορῆσαι, καὶ σπονδὰς ὑπενεγκεῖν, σπείσασθαι, σπονδὰς αἰτῆσαι · ἔνσπονδοι, ὑπόσπονδοι. χρυσῷ στεφάνῳ στεφανωθῆναι, θαλλῷ, ἀναγορευθῆναι, ἀνακηρυχθῆναι ἀναγγελθῆναι · καὶ τὰ πράγματα ἀναγόρευσις, ἀνακήρυξις, ἀνάρρησις, ἀναγγελία καὶ μὴν καὶ αἱ λοιπαὶ τιμαί, δωρεαί, γέρα, προτιμήσεις, χάριτες, σιτήσεις, σιτηρέσιον, σύσσιτον εἶναι, πορφύρα, προεδρία, χαλκοῦν ἑστάναι, ἀτέλεια, χρήματα, τοῖς δὲ ξένοις καὶ πολιτεία.
8.140συγγραφή, συνάλλαγμα, συμβόλαιον, γραμματεῖον, συνθήκη, ἔγγραφος, ὁμολογία ἔγγραφος. ἀπὸ δὲ τῆς συγγραφῆς τὸ συνεγράψατο, καὶ κατὰ συγγραφὴν ἐπόρνευσεν, καὶ ναυτικὴ συγγραφή · καὶ παρασυγγραφὴ παρὰ Δημοσθένει τὸ ἔξω τι ποιῆσαι τῶν ἐν τῇ συγγραφῇ συμβαθέντων. ἀπὸ δὲ συναλλάγματος συναλλάσσειν, ὥσπερ ἀπὸ συμβολαίου συμβαλεῖν συμβαλόντες. καὶ συμβόλαιον συμβεβλημένον ἤδη λέγουσι, καὶ ἔχθρας συμβόλαιον καὶ χαρᾶς συμβόλαιον καὶ φιλίας συμβόλαιον.
8.141δάνεισμα, χρεωφείλημα, ἔγγυον ναυτικόν, κατ’ἐκδόσεις, ἑτερόπλουν ἀμφοτερόπλουν, ἐπικίνδυνον, ἐπίτοκον ἄτοκον. παρισχοινίσαι τὰ ἱερὰ ἔλεγον ἐν ταῖς ἀποφράσι τὸ παραφράξαι, οἷον Πλυντηρίοις καὶ ταῖς τοιαύταις ἡμέραις · περισχοινίσαι δὲ τὸ δικαστήριον, ὁπότε περὶ μυστικῶν δικάζοιεν, ἵνα μὴ προσίῃ μηδεὶς ἀνεπόπτευτος ὤν.
8.142τρεῖς θεοὺς ὀμνύναι κελεύει Σόλων, ἱκέσιον καθάρσιον ἐξακεστῆρα. ἐντιμήσασθαί ἐστιν, ὅταν τις προῖκα διδοὺς τιμήσηται ὁπόσου δεῖ · ἀποτίμημα δ’ἐστὶν οἷον ὑποθήκη, κυρίως μὲν πρὸς τὴν προῖκα, ἤδη δὲ καὶ πρὸς τὰς μισθώσεις. καὶ τὸ ῥῆμα ἀποτιμήσασθαι. θεῖναι μὲν οἰκίαν ἐστὶ τὸ δοῦναι εἰς ὑποθήκην, θέσθαι δὲ τὸ λαβεῖν εἰς ὑποθήκην · καὶ τὸ μὲν ἔθηκεν τὸ δ’ἔθετο, καὶ ὁμοίως ὑπέθηκε καὶ ὑπέθετο. Ὑπερείδης δὲ ἐν τῷ πρὸς Χάρητα ἔφη ἀποδόμενος ἀντὶ τοῦ ὑποθείς.
8.143δίκαι δ’ἦσαν καὶ καθυφέσεως, καὶ ἔστιν εἰπεῖν καθυφῆκε καθυφήκατο, προύδωκεν ἐνέδωκεν, καταπροήκατο τὴν κατηγορίαν, κατεχαρίσατο, ἀπέδοτο, ἐξέδωκεν, ἀνείλετο τὴν γραφήν, διεγράφη διεγράψατο, ἐξέλιπε τὸν ἀγῶνα οὐκ ἐπεξελθών, ἐγκατέλιπεν, ἀπέστη ἐξέστη, κατὰ συνθήκας εἶπεν, ἐθελοκακῶν, ὑποχωρῶν, κατακλινόμενος, καὶ ὡς Ὑπερείδης κατηγόρησεν ἐνδόσιμα καὶ Δημοσθένης ὡσαύτως.
8.144ἔρανοι, ἐρανισταί, κοινὸν ἐρανιστῶν, ἐρανικαὶ δίκαι, ἐρανικὸς νόμος, ἐράνου φορά, ἐράνου καταβολή · κατενεγκεῖν τὸν ἔρανον, πληρώσασθαι τὸν ἔρανον, ἐκλιπεῖν τὴν φοράν. ἐοίκοιεν δ’ἂν τοῖς ἐρανισταῖς καὶ οἱ συμμορῖται, καὶ συμμορία καὶ τὸ παρ’Ὑπερείδῃ μετοικικῆς συμμορίας ταμίας. βουλὴ συνεκάθισε, συνῆλθε, συνέστη, συνελέγη, συνετάχθη, ἠθροίσθη συνήδρευσεν προήδρευσεν, ἐχρημάτισεν, ἐβούλευσεν προεβούλευσεν, βουλῆς ἦν ἕδρα, συναγηγερμένοι ἦσαν οἱ βουλευταί, εἰς ταὐτὸν ἦλθον, ἐπληρώθη τὸ βουλευτήριον, μεστὸν ἦν.
8.145ταῦτα καὶ περὶ δήμου ἄν τις εἴποι καὶ δικαστῶν. δημεῦσαι οὐσίαν, ἀπογράψαι, δημοσίᾳ ἀπογραφῆναι δημοσίαν ἀποφῆναι. ἀποστῆναι τῆς οὐσίας, ἐκστῆναι, παραστῆναι παραχωρῆσαι τῶν χρημάτων, τῶν ὄντων, τῶν ὑπαρχόντων, τοῦ κλήρου, τῶν πατρῴων, τῆς κτήσεως, τῆς περιουσίας, τῶν περιόντων ἁπάντων · ἄκληρον γενέσθαι τῶν πατρῴων.
8.146προθέσεις, ἐκφοραί, τρίτα ἔνατα τριακάδες, ἐναγίσματα, χοαί, τὰ νενομισμένα. ἐπαμήσασθαι τῆς γῆς, ὑφάπτειν τὴν πυράν. περίδειπνον, ταφή, ἐντάφια, μνῆμα, τάφος, χῶμα, στήλη, ἐλεγεῖον, ἐπίστημα, ληνοίτε καὶ σοροὶ καὶ πύελοι.
8.147βλάβη βλάβος βλάμμα, ζημία βλαβερά ἐπιβλαβής καὶ τὰ ὅμοια ἐπιζήμιος ζημιώδης, βλαβερῶς ἐπιβλαβῶς ἐπιζημίως · τὸ γὰρ ζημιωδῶς δύσφθεγκτον, εἰσενεγκεῖν ζημίαν, ἀποδοῦναι, διαλῦσαι, ἀποτῖσαι ἐκτῖσαι, καταθέσθαι καταθεῖναι.
8.148καὶ τὰ πράγματα εἰσφορά, ἀπόδοσις, διάλυσις, ἔκτισις, θέσις · εὐτελέστερα γὰρ τὰ λοιπά. ὀνόματα δὲ οὐκ ἔστιν οὐ δὲ ἐπιρρήματα. τὰ δ’ἐναντία εἰσπράττειν, ἐνεχυράζειν κατενεχυράζειν, ἀπαιτεῖν. καὶ τὸ πρᾶγμα εἴσπραξις, ἀπαίτησις · γὰρ κατενεχυρασμὸς φαῦλον ὄνομα. ἐρεῖς δὲ ἐκληρώθη τὸ δικαστήριον, ἐκάθισε ἐνεκληρώθη, συνέστη, συνῆλθε συνήδρευσεν, ἔκρινεν, ἐδίκασεν, ἔγνω, ψῆφον ἔθετο ἐψηφίσατο, γνῶσιν ἐξήνεγκεν, κατεψηφίσατο, κατέγνω, κατεδίκασεν, προσετίμησεν ἐπετίμησεν, ἐζημίωσεν, ἀπέγνω, ἀπεψηφίσατο, ἀφῆκεν, ἀπελύσατο, ἀπεδίκασεν.
8.149κλήρωσις κλῆρος, σύστασις, σύνοδος, γνῶσις κατάγνωσις, καταδίκη, κρίσις, διαψήφισις καταψηφισμός, τίμημα τίμησις προστίμημα ἐπιτίμιον, ζημία ζημίωμα ἐπιζημίωμα, ἐπιζήμιον, ὄφλημα, τιμωρία, ἐπιβολή, δίκη, ἄφεσις, ἀπαλλαγή.
8.150τιμᾶσθαι ἀντιτιμᾶσθαι ἀνθυποτιμᾶσθαι. ἀναστῆναι τοὺς δικαστάς, ἀπαναστῆναι, ἀπαλλαγῆναι τοῦ δικαστηρίου καὶ τῆς βουλῆς καὶ τοῦ δήμου. οὐκ εἶξα, οὐχ ὑπεχώρησα, οὐκ ἐνέδωκα, οὐκ ἐφοβήθην, οὐκ ἐξεπλάγην, οὐχ ὑποκατεκλίθην, οὐκ ἐξέστην, οὐκ ἐξετράπην, οὐκ ἐξηπατήθην, οὐ παρεκρούσθην, οὐχ ὑπήχθην, οὐ παρήχθην. ἐξιδιώσατο, προσηγάγετο, ὑπηγάγετο, κατεκτήσατο, κατηγωνίσατο.
8.151συμφρονεῖν, συμφωνεῖν, συννοεῖν, συμβουλεῦσαι, συνῆφθαι, συνηνῶσθαι, συγκεκρᾶσθαι ἀνακεκρᾶσθαι, μεμίχθαι, συνηρτῆσθαι, συνδεδέσθαι, ἐξηρτῆσθαι ἀλλήλων, εἰλῆφθαι, ἔχεσθαι, μίαν γνώμην ἔχειν, ἴσα βαίνειν, ἴσα πνεῖν, ἕνα θυμὸν ἔχειν, ἑνὶ θυμῷ χρῆσθαι, τοῖς αὐτοῖς χαίρειν, ταὐτὰ λυπεῖσθαι, ταὐτὰ φιλεῖν, ταὐτὰ μισεῖν, τῶν αὐτῶν ἔχεσθαι, ἕνα δῆμον εἶναι. καὶ τὰ πράγματα ὁμοφροσύνη, ὁμόνοια, ὁμογνωμοσύνη, ὁμολογία, συμφωνία ὁμοφωνία, ἀνάκρασις, σύνδεσμος.
8.152ταῦτα μόνα · γὰρ σύνδεσις σκληρόν, κἂν Πλάτωνος . τὰ δ’ἐναντία τούτων ἀπερρῆχθαι, ἀπερρίφθαι ἀπεσχίσθαι, ἀπηλλάχθαι, ταράσσεσθαι, θορυβεῖσθαι, νοσεῖν, ἀπ’ἀλλήλων ἀφεστάναι, διεστάναι, διαφωνεῖν, διχονοεῖν, διχοφρονεῖν, ἀλλοφρονεῖν, ἀπ’ἀλλήλων λελύσθαι, ἀπηρτῆσθαι, διακεκόφθαι κατὰ μοίρας, διακεχαράχθαι ἐπιδιακεχωρίσθαι μεμερίσθαι, διανενεμῆσθαι, διχογνωμονεῖν.
8.153καὶ τὰ πράγματα στάσις στασιασμός, διάστασις ἀπόστασις, ταραχή, θόρυβος, νόσος, διαφωνία, διχόνοια, διχοφροσύνη ἀλλοφροσύνη, διχογνωμοσύνη, διανομή, ἀπέχθεια · τὰ γὰρ ἄλλα φαυλότερα. ὀνόματα δ’οὐκ ἔστιν ὅτι μὴ στασιαστικός · γὰρ στασιώδης καὶ στασιαστὴς ὑπόφαυλα, καὶ τὸ ταραχῶδες εὐτελές, ὥσπερ καὶ θορυβώδης. ἀπὸ δὲ τῆς ἀπεχθείας φιλαπεχθήμων · τὸ γὰρ χωρὶς τῆς προσθήκης, οὐκ ἔστιν ἐν χρείᾳ τοὔνομα ἀπεχθήμων, ἀλλὰ μᾶλλον ἀπεχθής ·
8.154καὶ διχογνώμων βίαιον. ἐπιρρήματα δὲ στασιαστικῶς, ἐξεστασιασμένως, διχογνωμόνως, καὶ τὰ πράγματα θορυβῶδες καὶ ταραχῶδες · ἀμείνω γὰρ ταῦτα τῶν ἀπ’αὐτῶν ἐπιρρημάτων · ἀπὸ δὲ τῆς ἀπεχθείας ἀπεχθῶς καὶ φιλαπεχθημόνως. ὑποκρούειν, ὑποσκελίζειν, ἐμποδίζειν, ἐπιστομίζειν, ταράττειν, καταθορυβεῖν, ἐκκρούειν, ἐνοχλεῖν, διακόπτειν, ἐπέχειν καὶ ἀνέχειν, κατακρούειν, κατακολούειν, κατασιγάζειν, καταστασιάζειν, καταβοᾶν περιβοᾶν, καταθροεῖν, καταθρυλεῖν, ἀποστρέφειν τὴν γλῶτταν, ἐπιφράττειν τὸ στόμα, μόνον οὐκ ἀφαιρεῖσθαι τὴν φωνήν, ἐκκόπτειν, ἐξαιρεῖν, ἐμποδὼν ἵστασθαι, μόνον οὐ τὰς ἀκοὰς ἡμῶν ἐπιλαμβάνειν, ἐπέχειν, ἐπιφράττειν.
8.155ἐπῃνεῖτε, ἀπεδέχεσθε, προσίεσθε, ἠνείχεσθε, ἐχαίρετε, συνῃνεῖτε, ὁμογνώμονες ἦτε, ᾑρεῖσθε, ἐπενεύετε, ἐπεχειροτονεῖτε, ἐπεκυροῦτε, ἐπεψηφίζεσθε. θόλος ἐν συνεδείπνουν ἐφ’ἑκάστης ἡμέρας πεντήκοντα τῆς τῶν πεντακοσίων βουλῆς, πρυτανεύουσα φυλή. ἀτελὴς τῆς ἀτελείας τυχών, ἰσοτελὴς μέτοικος τιμηθεὶς μὴ ταὐτὰ τοῖς μετοίκοις τελεῖν, ὑποτελὴς πᾶς ὅτῳ μὴ τὸ ἀτελὲς ὑπῆρξεν ἐκ δωρεᾶς, συντελὴς σὺν ἄλλῳ λειτουργῶν.
8.156καὶ μὲν ἀτελὴς ἀφειμένος τῶν τελῶν, ἀπηλλαγμένος, ὃς ἐπανεῖται τὰ τέλη, ἔξω τοῦ τέλους, οὐ λειτουργῶν · καὶ τὸ πρᾶγμα ἀτέλεια, ἄφεσις, ἀπαλλαγή, ἀπραγμοσύνη, ἄνεσις · γὰρ ἀλειτουργησία εὐτελές, ἀλειτούργητον δὲ οὐσίαν Δείναρχος εἴρηκεν. δ’ἰσοτελὴς καὶ ἰσοπολίτης, ἰσότιμος καὶ ὁμότιμος, καὶ τοῦ μετοικίου ἀφειμένος · καὶ τὸ πρᾶγμα ἰσοτέλεια καὶ ἰσοπολιτεία καὶ ἰσοτιμία. δ’ὑποτελὴς καὶ ὑπεύθυνος τελῶν ὑποτελῶν, καταβάλλων, εἰσφέρων, λειτουργῶν, ἐπιδιδούς ·
8.157καὶ τὸ πρᾶγμα τέλος, καταβολή, εἰσφορά, λειτουργία, ἐπίδοσις. δὲ συντελὴς συντελῶν, συνεισφέρων, συνερανίζων, καταβαλλόμενος, συγκαταβάλλων, συγκατατιθείς, συνεπιδιδούς · καὶ τὰ ῥήματα ἀπὸ τούτων τῶν μετοχῶν, καὶ τὸ πρᾶγμα συντέλεια, συνεισφορά, συμβολή, ἔρανος.