2.1Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. ὅσα μὲν παρὰ τοῖς τὴν ἀκριβῆ φωνὴν ἔχουσι τῶν ἀνθρώπου μελῶν ἦν εὑρεῖν, ταῦτα δὴ παρ’ἐκείνων ἕξειν ἔμελλον. πολλὰ δὲ καὶ οἱ τῷ περιπάτῳ συνήθεις ἐμήνυον ἡμῖν, αὐτοὶ τὰ παρ’αὑτῶν καὶ τὰ παρὰ τῶν ἰατρῶν ἀθροισάμενοι, παρ’ὧν καὶ ἡμεῖς τινὰ τούτων συνελέξαμεν · 2.2ὧν γὰρ μετὰ τὴν πεῖραν ἡ γνῶσις, τούτων ἡ χρεία παρὰ τῶν πείρᾳ γνόντων ἀναγκαία. ἔρρωσο. 2.5ἐρεῖς οὖν τὸ σύνηθες ἄνθρωπος, ἀνθρώπιον, ἀνθρωπίσκος, ἀνθρώπινον, ἀνθρωπικῶς, ἀνθρωπίνως, ἀνθρωπικόν, ἀνθρωποειδές. ἀνθρωπεία τέχνη, ὡς Θουκυδίδης, ἀνθρωπίνη φύσις, ὡς Πλάτων. ἀνθρωπίζεται, ὡς Ἀριστοφάνης. τὸ δὲ ἀνθρώπου δέρμα ἀνθρωπῆν Ἡρόδοτος καλεῖ. προσήκοι δ’ἂν ἀνθρώπῳ φιλάνθρωπος, φιλανθρωπία, φιλανθρώπως, φιλανθρωπεύεσθαι. τὸ δὲ ἐναντίον ἀπάνθρωπος, ἀπανθρωπία, ἀπανθρώπως · οὐ γὰρ καὶ ἀπανθρωπεύεσθαι, πολυάνθρωπος δὲ καὶ πολυανθρωπία καὶ ὀλιγανθρωπία. 2.6σπέρμα σπορά. σπεῖραι, ἀρόσαι, καταβαλεῖν τὸ σπέρμα, ὑποδέξασθαι, κυῆσαι, γεννῆσαι, τεκεῖν. ἔμβρυον, κύημα, ἀνεμιαῖον κύημα, τρόφιμον, βιώσιμον. τὸ δὲ κύημα καὶ κύος Ἀριστοφάνης κέκληκεν · ἥτις κύουσ’ἐφάνη κύος τοσουτονί. 2.7ἀμβλῶναι, ἀμβλωθρίδιον καὶ ἀμβλωθρίδιον φάρμακον, καὶ ἄμβλωσις, ὡς Λυσίας, καὶ ἄμβλωμα, ὡς Ἀντιφῶν, καὶ ἀμβλίσκειν, ὡς Πλάτων. γέννημα, γέννησις, ὡς Πλάτων. γονὴ ἡ γέννησις, ὡς Ξενοφῶν. τόκος, τίκτει, ἐπίτεξ, ἐπίφορος καὶ ἐπίτοκος · τοκῶσα δὲ εἶπε Κρατῖνος. ἀτόκιον φάρμακον, ἢ τικτικόν, ἢ ὠκυτόκια, ὡς Ἀριστοφάνης. 2.8βρέφος νεογενές, νεόγονον, ἀρτιγενές, ἀρτίγονον, πρωτότοκον, ἀρτίτοκον, πρωτόγονον, νήπιον, ἄρτι ἀπὸ γονῆς, ἄρτι ἐξ ἀμφιδρομίων. τὸ δὲ νεογιλλὸν Ἰσαῖος μὲν εἴρηκεν ἐν τῷ κατ’Ἀρεσαίχμου, ἐμὲ δ’οὐκ ἀρέσκει. ἄμεινον δ’αὐτοῦ τὸ παρ’Ἡροδότῳ νεογνόν · ἀλλὰ καὶ τοῦτο Ἰωνικόν. αὐτοετές, ἔτειον, διετές, καὶ τὰ ἐφεξῆς. ἔτι ἐν γάλακτι, ἐπιμάστιον, ἐπιμαστίδιον, ἄρτι ἀπὸ θηλῆς, ἄρτι ἀπὸ μαστοῦ. 2.9παιδίον, παιδάριον, παιδίσκος, παῖς, κόρος, ᾔθεος, οὔπω πρόσηβος, ἤδη πρόσηβος. καὶ ἀντίπαις ὑπὸ τῶν νέων κωμῳδῶν ἐκλήθη. Πλάτων δ’ὁ κωμικὸς καὶ παλλάκια εἴρηκεν · παῖδες, γέροντες, μειράκια, παλλάκια. ἔφηβος, ἄρτι ἐξ ἐφήβων · τοῦτον δὲ καὶ ἀφειμένον ὠνόμαζον, καὶ περυσινὸν ἔφηβον. ἄρτι ἡβάσκων. τόσα ἀφ’ἥβης γεγονὼς ἔτη · τὸ γὰρ πρωθήβης ποιητικόν. μειράκιον, μειρακίσκος, μειρακύλλιον. 2.10καὶ βούπαις παρ’Εὐπόλιδι. εἶτα ἀγένειος, λειογένειος, ἰούλῳ νέον ὑπανθῶν παρὰ τὰ ὦτα καθέρποντι ἢ περὶ τὴν ὑπήνην ἀνέρποντι, ὑπηνήτης, ἐν ἦρι τῆς ὥρας, ἐν ἀκμῇ, ἐν ἄνθει. παρηνθηκώς, παρηβηκώς, ἄφηβος, ἀφηβηκώς, ἀπηνθηκώς, ἐκ μειρακίων εἰς ἄνδρα παραγγείλας, ἀνδριζόμενος, ἐντελὴς τὴν ἡλικίαν, ἔνακμος, ἐν τῷ μεσεύοντι τῶν ἡλικιῶν, ἐν τῇ κορυφῇ τῶν καθ’ἡλικίαν ἀναβάσεων, εἰς ἀνδρῶν ἡλικίαν ὑπαλλάττων, γενειῶν, γενειάσκων, πώγωνος ὑποπιμπλάμενος, πωγωνίας, ὡς Κρατῖνος. προφερὴς δὲ λέγεται ὁ τῷ μὲν χρόνῳ νεώτερος, τῇ δὲ ὄψει δοκῶν πρεσβύτερος · σκληφρὸς δὲ ὁ ἐκείνῳ πεφυκὼς ὑπεναντίος, τοῦτον δὲ καὶ νεοειδῆ ἂν εἴποις. Θεόπομπος δὲ αὐτὸ ἐν Στρατιώτισιν ἐπὶ γυναικὸς εἴρηκεν ὁ κωμικός. 2.11νεανίσκος, νεανίας · ὁ γὰρ νέαξ, εἰ καὶ τῶν εἰρημένων ἐστίν, ἀλλὰ κωμικώτερον ἂν εἴη. τὸ δὲ τούτων πλῆθος νεολαία. εἶτα ἀνήρ, τὴν μάχιμον ἡλικίαν ἔχων, τὴν στρατεύσιμον ἡλικίαν ἔχων, τῶν ἐκ καταλόγου, ἀκμάζων, σφριγῶν. ἐκ τῆς ἀπομάχου ἡλικίας, ἐκ τῆς ἀμάχου, ἐκ τῆς ἀπολέμου, ἐκ τῆς ἀστρατεύτου, ὑπὲρ τὸν κατάλογον, ὑπὲρ τὰ ἑξήκοντα γεγονὼς ἔτη, δημηγόρου ἡλικίαν ἔχων, προπόλιος, ὑποπόλιος ὡς Δημοσθένης, μεσαιπόλιος, μεσῆλιξ, πολιός · 2.12τὸ γὰρ πολιοκρόταφος οὐ καθ’ἡμᾶς. ὠμογέρων, πρεσβύτης, ὅθεν καὶ πρεσβεῖα τὰ γέρα τὰ τοῖς πρεσβυτέροις διδόμενα. καὶ τὸ κατὰ πρέσβιν τὸ καθ’ἡλικίαν, ὃ καὶ πρεσβύτερον. καὶ πρεσβεύειν τὸ προτιμᾶν παρὰ Πλάτωνι, καὶ τὸ “οὐδέν ἐστι πρεσβύτερον” ἀντὶ τοῦ οὐδὲν τιμιώτερον. 2.13γέρων, προγήρως, γηραιός, ὡς Θουκυδίδης καὶ Ἀντιφῶν, ἐσχατογήρως, βαθυγήρως. καὶ γερουσία τὸ τῶν γερόντων συνέδριον, καὶ γεροντικὰ λουτρὰ παρὰ Πλάτωνι, καὶ γερόντειαι παλαῖστραι παρ’Ἀντιφάνει. τοὺς δὲ γέροντας καὶ γεραιτέρους Ξενοφῶν ἐκάλεσεν. Πλάτων δ’εἴρηκέ τινα καὶ γεροντοδιδάσκαλον. προσήκοι δ’ἂν τῷ γήραι καὶ τὸ γηροτροφεῖν, καὶ τὸ γηροτροφεῖσθαι, καὶ τὸ γηροκομεῖν, καὶ τὸ ἐγγηροτροφηθῆναι, καὶ γηροτρόφοι, καὶ ἐγγηρᾶναι καὶ καταγηρᾶναι. 2.14Ὑπερείδης δὲ καὶ γηροβοσκὸν εἴρηκε, καὶ Ἄλεξις γηροβοσκεῖα, Ξενοφῶν δὲ τὴν ἀγήρατον δόξαν, Ὑπερείδης δὲ τὸν ἀγήρατον χρόνον, Σοφοκλῆς δὲ τὸν ἀγήρω, καὶ Πλάτων τὸν ἀγήρω, καὶ Εὐριπίδης δὲ “κόσμον ἀγήρω”, Θουκυδίδης δὲ τὸν ἀγήρων, ὡς καὶ Εὐριπίδης τὴν ἀγήρων ἀρετήν, καὶ Δημοσθένης τιμὰς ἀγήρως. 2.15ἐρεῖς δὲ πολυετής, μακρόβιος, πολυχρόνιος, μακροβίοτος καὶ μακροχρόνιος · Πλάτων γὰρ ἐν Τιμαίῳ λέγει μακροχρονιώτερον. λέγοιτο δ’ἂν καθ’Ὑπερείδην καὶ “ἐπὶ γήρως ὀδῷ,” ἐπὶ δυσμαῖς τοῦ βίου, ὡς ὑποφέρεσθαι τὴν γλῶτταν, ὡς συγκεχύσθαι τὸ φθέγμα εἰς ἀσάφειαν, ὡς παράφορον εἶναι τὴν φωνήν, ὡς λελύσθαι τὼ χεῖρε, ὡς ἀκρατεῖς εἶναι διὰ γῆρας, ὡς ὑποτρέμειν τὼ πόδε, ὡς ὑπολισθαίνειν, ὡς εἶναι σφαλερούς, ἀβεβαίους, παραφόρους, ἀπαγεῖς, οὐ στασίμους, οὐκ εὐσταθεῖς. 2.16ἕπεται δὲ τούτοις καὶ τὰ κωμικὰ σκώμματα, Κρόνος, κρονικός, κρονόληρος, πρεσβύτερος Κρόνου, νωδογέρων, τυμβογέρων, μακκοῶν, παρανοῶν, παραγεγηρακώς, παραφρονῶν, παραλλάττων, ἐξεστηκὼς ὑπὸ γήρως, παρακεκινηκὼς ὑφ’ἡλικίας, ὑπὲρ τὰς ἐλάφους βεβιωκώς, ὑπὲρ τὰς κορώνας, ταῖς νύμφαις ἰσῆλιξ. 2.17ἐπὶ δὲ τῶν θηλειῶν τὰ μὲν πρῶτα τα- ταὐτὰ μέχρι τοῦ παιδάριον καὶ γὰρ τοῦτο κοινὸν ἀμφοῖν, θηλειῶντε καὶ ἀρρένων τὰ δ’ἐφεξῆς παιδίσκη, κόριον παρὰ Εὐπόλιδι ἐν Αἰξίν, κόρη, κορίσκη, κορίσκιον. τὸ γὰρ κοράσιον εἴρηται μέν, ἀλλὰ εὐτελές, ὥσπερ καὶ τὸ κορίδιον. καὶ πρᾶγμα δὲ κορικὸν τὸ παρθενικόν · ἀλλ’οὐ δὲ τοῦτο προσίεμαι. καὶ Φρύνιχος μὲν ὁ κωμικὸς τὰς νέας ἀφήλικας λέγει, ἦσαν δὲ καὶ γυναῖκες ἀφήλικες · Φερεκράτης δὲ τὴν γεραιτέραν ὡς ἀφηλικεστέραν, ὡς καὶ Κρατῖνος ἀφήλικα γέροντα. ἐρεῖς δὲ παρθένος ὡραία γάμου. 2.18Ἀριστοφάνης δὲ καὶ κυαμίζειν ἔφη τὰς ἀκμαζούσας · ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν, εἰσὶ δέ ἤδη πρὸς ἄνδρας ἐκπετήσιμοι σχεδόν. μεῖραξ, μειρακίσκη, ἄγαμος, ἐπίγαμος, νεόγαμος, γυνή, ἠνδρωμένη, ἀνδρὶ μεμιγμένη, νέα, ἀκμάζουσα, νεᾶνις, ἀφηβηκυῖα, παρηβηκυῖα, πρὸς γῆρας ῥέπουσα, γραῦς, καὶ ὡς Ἰσαῖος γεραιτέρα, γραῖα, καὶ ὡς Θεόπομπος ὁ κωμικὸς “πρεσβῦτις” φίλοινος, μεθύση, οἰνοκάχλη, κοχώνη. καὶ τὰ λοιπὰ τὰ αὐτὰ τοῖς ἄρρεσιν, οἷον ἐσχατογήρως, βαθυγήρως καὶ τὰ τοιαῦτα. 2.19ῥήματα δὲ τῶν προειρημένων κύειν, κυΐσκεσθαι ἐπὶ τῶν κυουσῶν γὰρ καὶ τοῦτο Πλάτων ἔταξεν, εἰπὼν ἐν Θεαιτήτῳ κυϊσκομένη καὶ τίκτουσα, κυεῖσθαι, γεννᾶσθαι, τίκτεσθαι. εἰς ἐφήβους τελεῖν. παιδεύεσθαι, τάχα δὲ καὶ τὸ παίζειν καὶ ἡ παιδεία καὶ τὸ παίδειον μάθημα παρὰ Πλάτωνι καὶ ὁ παιδαριώδης παρὰ Νικοχάρει, καὶ τὰ παιγνιώδη παρὰ Ξενοφῶντι, καὶ ἡ παιδαγωγία παρὰ Πλάτωνι. 2.20τούτοις ἂν προσήκοι ἡβᾶν, ἡβάσκειν, εἰς μειρακίων ἡλικίαν ἐξαλλάττειν, ἀκμάζειν, σφριγᾶν, νεάζειν, νεανιεύεσθαι · Ξενοφῶν δὲ καὶ νεανισκεύεσθαι ἔφη. τὸ δὲ τολμᾶν νεανιεύεσθαι Ἀριστοφάνης ἔφη, ἀφ’οὗ Λυσίας τὸ νεανιευόμενοι, καὶ νεανίαι. ἀνδρίζεσθαι δὲ Ἀριστοφάνης ἔφη, ἀνδροῦσθαι, καὶ ἀνδριζόμενοι Ὑπερείδης. ὅθεν ἀνδρείως, καὶ ἀνδρικῶς, ὡς Πλάτων, καὶ ὡς Ἰσαῖος ἀνδρικῷ χορῷ, καὶ ὡς Ἰσοκράτης ἀνδρωδῶς. ἐπαριθμεῖσθαι τῷ καταλόγῳ. 2.21εἶτα παρηβᾶν, ἀπανθεῖν, εἰς γῆρας προχωρεῖν, λευκαίνεσθαι τὴν τρίχα, πολιοῦσθαι, γηρᾶν, γηράσκειν, καταγηράσκειν, ἀσθενεῖν, ὑπονοστεῖν, παρολισθάνειν, ὑποτρέμειν, ἀκρατῶς ἔχειν αὑτοῦ, παρῃωρῆσθαι τὰ μέλη, λελύσθαι τὰ ἄρθρα, παραγηρᾶν, παρανοεῖν, ἀλλοφρονεῖν, παραλλάττειν, ἐξεστηκέναι, μαίνεσθαι, παραφρονεῖν. 2.22τὰ δὲ τῶν μερῶν ὀνόματα τρίχες, τρίχωσις, τρίχωμα, κόμη, χαίτη, λάχνη · χρηστέον γάρ ἐσθ’ὅτε τῷ ὀνόματι, κα- κἂν ᾖ ποιητικόν · αἱ γὰρ φόβαι καὶ ἔθειραι καὶ σμήριγγες καὶ ἕλικες τοῖς μέτροις δεδόσθωσαν. γίνεται δ’ἀπ’αὐτῶν ὀνόματα εὔθριξ, εὔτριχος, καλλίτριχος, εὐθύθριξ, καὶ ἀπότριχες οἱ ἄνηβοι. 2.23τετανόθριξ, οὐλοκάρηνος, καὶ οὐλότριχες παρ’Ἡροδότῳ. Ἀρχίλοχος δὲ ἀναστρέψας τρίχουλον εἴρηκεν. ἐν γὰρ τοῖς Ἀττικοῖς λόγοις οὐχ εὗρον ὄνομα δηλοῦν τὸ πᾶν χωρὶς εἰ μή τις λύσας εἴποι οὔλας τὰς τρίχας · οὐλόκομος μέντοι εἴρηται παρ’Ἀλέξιδι, καὶ παρὰ Φερεκράτει οὐλοκέφαλος. οὐλοκίκιννε δὲ Τελέσιλλα εἴρηκεν. τὸν δὲ τοιοῦτον στραβολοκόμαν Σοφοκλῆς ὠνόμασεν. μοχθηρὰ δὲ ἄμφω τὰ ὀνόματα. 2.24ἀπὸ μέντοι τριχῶν τριχίαι ἰχθύες καὶ τριχίδες, καὶ ὑστριχὶς ἡ μάστιξ, καὶ τριχοβρῶτες θηρίδιά τινα σινόμενα τὰς τρίχας, καὶ τρίχαπτον δὲ πλέγμα τι ἐκ τριχῶν. Φιλωνίδης δὲ καὶ “ὢ πολυτρίχου πώγωνος” εἴρηκεν. φαίη δ’ἄν τις εὔκομος, εὐκόμης, βαθυκόμης, ξανθοκόμης, μελαγκόμης, κομήτης, κομᾶν, ἐπικομᾶν, εὐχαίτης, βαθυχαίτης, ἀπὸ δὲ χαίτης καὶ τὸ ἀναχαιτίζειν. 2.25ἀνασεσυρμένην ἔχων τὴν κόμην, ἀναφρίττουσαν ὑπὲρ τὸ μέτωπον, τῷ μεταφρένῳ περιρρέουσαν, περικεχυμένην τῷ τένοντι, οὐκ ἐσφηκωμένην, οὐκ ἔνδετον, περισχιζομένην τῷ μετώπῳ ἢ τῷ μεταφρένῳ, τοῖς ὤμοις προσπαίζουσαν, ἐξηνεμωμένην κατὰ τῶν νώτων ἢ ἐπὶ τῶν νώτων. 2.26ψιλὸς τὴν κεφαλήν, ἀπεψιλωμένος τὰς τρίχας, ἀποσεσυλημένος τὴν χαίτην, ἄθριξ, ἄκομος τὴν κεφαλήν, ἀπερικάλυπτος, τὴν ἐκ φύσεως σκέπην τῆς κορυφῆς ἀποβαλλόμενος, τὸ ἐπὶ κεφαλῆς χρήσιμον περίττωμα ζημιωθείς, λειοκάρηνος, ἀπεξυρημένος, οἷον ἐν χρῷ κουρίας, κατὰ τὰ φυλλορροοῦντα τῶν δένδρων ἀπανθήσας ἢ τριχορρυήσας, φαλαντίας, ἀναφαλαντίας, φαλακρός, γυμνὸς τῶν τριχῶν, ψεδνὸς καθ’Ὅμηρον μέρη δὲ τῶν τριχῶν πλόκαμος, πλοκαμίς, ἀφ’ὧν καὶ πλόκαμοι παρὰ τοῖς ποιηταῖς αἱ τοῦ καπνοῦ περιστροφαί. 2.27βόστρυχος, ἀφ’οὗ καὶ τὸ διαβεβοστρυχωμένον παρ’Ἀρχιλόχῳ, καὶ παρὰ Ἀναξίλᾳ ἐβοστρύχιζον. καὶ εὐπλόκαμος καὶ εὐβόστρυχος ἀνὴρ ἅμα καὶ γυνή. Φερεκράτης δὲ ὦ ξανθοτάτοις βοτρύχοισι κομῶν ἔφη. 2.28κικίννους δὲ Ἀριστοφάνηςτε εἴρηκε καὶ Εὔπολις · τούτους δὲ καὶ παρωτίδας ὠνόμαζον. Κρατῖνος δὲ στημονίας κικίννους εἶπε τοὺς στήμονι ὁμοίους ὑπ’ἰσχνότητος. Φερεκράτης δὲ τοὺς γυναικείους πλοκάμους πλοκάδας καλεῖ. τὰς μέντοι συνεστραμμένας μετὰ ῥύπου τρίχας ἡ κωμῳδία στόρθυγγας καλεῖ. καὶ μὴν ὀπισθοκόμαι μὲν Εὐβοεῖς, ἀκροκόμαι δὲ Θρᾷκες λέγονται. 2.29κουρᾶς δὲ εἴδη κῆποςτε καὶ σκάφιον, καὶ πρόκοττα, καὶ περιτρόχαλα. τὴν δὲ πρόκοττάν φασιν εἶναι, ὅταν τις τὰ ἔμπροσθεν κομᾷ, τὰ πρὸ τῆς κοττίδος · οὕτω γὰρ οἱ Δωριεῖς καλοῦσι τὴν κεφαλήν. οἱ δὲ οὐ δὲ κουρὰν οἴονται εἶναι τὴν πρόκοτταν, ἀλλ’αὐτὰς τὰς ὑπὲρ τὸ μέτωπον τρίχας. ἔλεγον δὲ καὶ πρὸς φθεῖρα κείρεσθαι τὴν πένθιμον κουράν, ὡς Εὔβουλος ὁ κωμικός. ἐκαλεῖτο δέ τις καὶ “Ἑκτόρειος κόμη,” περὶ ἧς φησὶν Ἀναξίλας τὴν Ἑκτόρειον τὴν ἐφίμερον κόμην. 2.30Τίμαιος δὲ τὴν κουρὰν ταύτην προσεστάλθαι μὲν δεῖν περὶ τὸ μέτωπον λέγει, τῷ δὲ τραχήλῳ περικεχύσθαι. ἔτρεφον δέ τινες ἐκ πλαγίου κόμην ἢ κατόπιν ἢ ὑπὲρ τὸ μέτωπον ποταμοῖς ἢ θεοῖς, καὶ ὠνομάζετο πλοχμὸς ἢ σκόλλυς ἢ σειρὰ τριχῶν · τὴν γὰρ κοσύμβην οὐκ ἂν προσοίμην, ἀλλὰ τὸν Ἀττικὸν κρωβύλον. ἐκαλεῖτο δέ τι καὶ πηνήκη, καὶ προκόμιον προσθετόν, οὐ γυναιξὶ μόνον ἀλλὰ καὶ ἀνδρῶν τοῖς ἐνδεῶς εἰς κόμης λόγον πράττουσιν. 2.31τὸ δ’αὐτὸ καὶ ἔντριχον ὠνόμαζον. οἱ δὲ περὶ τὴν κόμην χειροτέχναι κομμωταί, καὶ κομμώτριαι αἱ γυναῖκες. οἱ δὲ καὶ κεροπλάστας αὐτοὺς ἐκάλεσαν, εἰ κέρας ἡ κόμη · ὃ καὶ Ὅμηρον δηλοῦν τινὲς ἔφασαν, εἰπόντα τὸν Πάριν “κέραι ἀγλαόν” ὅθεν καὶ παρὰ Σοφοκλεῖ ὀρθόκερως φρίκη, οἷον ὀρθόθριξ καὶ κέρας βοὸς τὴν τρίχα. εὐθετῆσαι δὲ ἔλεγον τὰς τρίχας, καὶ ὑπόσπειραν εἶδος τριχῶν πλέγματος, ὥσπερ καὶ σπεῖραν. οὐ μὴν οὐ δὲ ἡ τῶν κουρέων χειροτεχνία ἔξω τῆς κεφαλῆς. 2.32τούτους δὲ καὶ κορσωτῆρας ἐκάλουν. ὧν τὰ ἐργαλεῖα κτένες καὶ ξυρόν, οὗ τὴν θήκην ξυροδόκην Ἀριστοφάνης καλεῖ, καὶ μαχαιρίδας, ἃς καὶ κουρίδας ὠνόμαζον. διὰ τοῦτο καὶ κόρσας τινὲς ἐκάλεσαν τὰς τρίχας, διὰ τὸ κείρεσθαι. ἔλεγον δέ τι οἱ κωμῳδοὶ καὶ κείρεσθαι μιᾷ μαχαίρᾳ, ἐπὶ τῶν καλλωπιζομένων · τὴν δὲ μάχαιραν ταύτην καὶ ψαλίδα κεκλήκασιν. 2.33ἀκαρὲς μέντοι τὸ σμικρὸν λέγεται, ὃ διὰ τὴν σμικρότητα οὐκ ἔστι κεῖραι · καὶ ἀκαρὴς καιρός, καὶ “πλοῦς ἀκαριαῖος” ὁ βραχὺς παρὰ Δημοσθένει. κείρειν, κείρεσθαι, κουρά. καὶ ἀποκεκαρμένος, ὡς Ὑπερείδης, καὶ ἀποκαρτέον, ὡς Εὔπολις. καὶ κουριᾶν τὸ κομᾶν, ἀπὸ τοῦ δεῖσθαι κουρᾶς, ὥσπερ καὶ κουριῶν ὁ αὐχμῶν καὶ κομῶν. καὶ ἐν χρῷ κουρίαι οἱ ἐν χρωτὶ κεκαρμένοι. παρακόμους δὲ τοὺς κομῶντας Ἄμφις εἴρηκεν ὁ κωμικός, Φερεκράτης δὲ ἐν χρῷ κουριῶντας, ἢ ὅστις τοὺς Αὐτομόλους αὐτοῦ διεσκεύασεν. καὶ αὐχμεῖν δὲ τὴν κόμην ἔλεγον, ὡς Ὅμηρος αὐχμεῖς δὲ κακῶς καὶ ἀεικέα ἕσσαι · 2.34Φρύνιχος δὲ ὁ κωμικὸς αὐχμᾷς ἔφη. τὸν δὲ τοιοῦτον αὐχμηρὸν Ξενοφῶν κέκληκεν, ὡς Πλάτων αὐχμηρότατον. ἐπὶ δὲ τοῦ ἐναντίου Ὅμηρος αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα. ἐκτενισμένοι μὲν εἴρηκεν Ἀρχίλοχος, καὶ Ἀναξίλας ἡμεῖς δέ γ’ἐκτενίζομεν Τελέσιππον οἱ οἰκόσιτοι, Ἀριστοφάνης δὲ λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον, Σοφοκλῆς δὲ ἀκτένιστος. 2.35ἔλεγον δὲ καὶ κεφαλὴν περίθετον, ὡς Ἀριστοφάνης, καὶ ὡς ἂν εἴποιεν οἱ νῦν περιθέτην, καὶ πάλιν τὴν περίθετον κόμην. καὶ διεκτενίσθαι τὰς τρίχας, παραλελέχθαι δὲ τὸ τὰς περιττὰς ἀφῃρῆσθαι · ὅθεν καὶ παρὰ Φερεκράτει “ἄσμηκτος ἀπαράλεκτος”. καὶ παραπλέκειν τὰς τρίχας τὸ ἀναπλέκειν, καὶ “παραπεπλεγμένη Ἀθηνᾶ” ἡ ἀναπεπλεγμένη. καὶ ἑψήσασθαι δὲ τὴν κόμην τὸ καταχρῶσαι ἔλεγον · καὶ τὴν κόμην ἡψήσατο, καὶ ἑφθὴν τὴν κόμην καὶ ξανθίζεσθαι. καὶ μελαίνεσθαι τὴν κόμην, καὶ μέλασμα τὸ τῆς κόμης βάμμα. ὁ δὲ Ἀπόλλων ἀκειρεκόμης. ὑπόκειται δὲ τῇ κόμῃ κεφαλή, καὶ δέρμα ἐλαφρόντε καὶ κοῦφον ἐπιτέταται κατακεκεντημένον, ὡς φησὶν ὁ Πλάτων εἰς τριχῶν ἔκφυσιν, καὶ ὥσπερ φυτὰ τὰς τρίχας ἐπάρδον τῷ ἔνδοθεν πνεύματι. 2.36καὶ τὸ μὲν σύμπαν ὀστοῦν καλεῖται κεφαλῆς κύτος, ἥρμοσται δὲ ἐκ συμβολῶν αἳ καλοῦνται ῥαφαί, πριόνων δίκην ὠδοντωμένων κατὰ τὰς προβολάςτε καὶ κοιλότητας εἰς ἀλλήλας ἐνηρμοσμέναι. 2.37ὠνόμαζον δ’αὐτὰς ἰατρῶν παῖδες στεφανίτιδάςτε καὶ λαβδοειδεῖς καὶ λεπιδοειδεῖς καὶ ἄλλα τοιαῦτα ὀνόματα, καὶ ἐφιλονείκουν περὶ τοῦ πλήθους αὐτῶν, εἴτε πέντε χρὴ τὰς ῥαφὰς ἀριθμεῖν εἴτε πλείους εἴτε ἐλάττους, πάντων μὲν ὁμολογούντων ἐλάττους εἶναι τὰς τῶν γυναικείων κεφαλῶν ῥαφάς, Ἡροδότου δὲ φάσκοντος μετὰ τὸν ἐν Πλαταιαῖς φόνον ἐν τοῖς Περσικοῖς νεκροῖς εὑρεθῆναι κεφαλὴν μηδεμίαν ἔχουσαν ῥαφῆς συμβολήν. 2.38λέγει δέ που καὶ Ἄρατος ἐν τοῖς Ἰατρικοῖς ἤδη γάρ ποτ’ὄπωπα καρήατα πολλὰ μὲν αὕτως μεσσατίης κορυφῆς μούνῃ συνεερμένα ῥαμμῇ, πολλαὶ δ’ἀρραφέες κεφαλαὶ πάγεν ἀνθρώποισιν. τὴν μέντοι κεφαλὴν οἱ ποιηταὶ καὶ κώδειαν καλοῦσιν, ἀπὸ τῆς τοῦ μήκωνος κεφαλῆς ὀνομάσαντες. καλεῖται δὲ τὸ μὲν σύμπαν πόλος καὶ κρανίον, καὶ κόγχος παρὰ Λυκόφρονι τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον · 2.39παρὰ δὲ Ἀριστοφάνει σκάφιον, ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ. τὸ δ’ἔγκοιλον αὐτοῦ κορυφή, ὅπερ ἐν τοῖς Ὀρφικοῖς μέτροις ὀνομάζεται μεσόκρανον. καὶ μὴν καὶ στεφάνην καλοῦσι τὸ μέσον ἰνίουτε καὶ βρέγματος. τὸ δὲ ὑπὲρ τὸ μέτωπον βρέγμα καὶ βρεχμόν, τὸ δὲ προῦχον ὑπ’αὐτῷ μέτωπον, τὰ δὲ ἑκατέρωθεν κροτάφους, τὸ δὲ κατόπιν ἰνίον, ὅτι ἀπ’αὐτοῦ αἱ ἶνες ἐκπεφύκασιν. 2.40ἡ δὲ τελευταία τῶν τριχῶν περὶ τῇ κεφαλῇ περίοδος καὶ στεφάνη καὶ περίδρομος ἐπίκλην ἔχει. τὸ δὲ ὑπὸ ταῖς θριξὶ πᾶν κρανίον. τοὺς δὲ κροτάφους ἔνιοι καὶ κόρρας καλοῦσιν · καὶ τοῦτο εἶναι τὸ ἐπὶ κόρρης παίειν. καὶ Ὅμηρον δὲ αὑτοῖς νομίζουσι συμμαρτυρεῖν, εἰπόντα κόρσην · ἡ δ’ἑτέροιο διὰ κροτάφοιο πέρησεν. 2.41καὶ τὰ μὲν κεφαλῆς νοσήματα κεφαλαία καὶ κεφαλαλγία καὶ καρηβαρία καὶ ἡμικρανία, ἡμίκραιρα καὶ ἴλιγγος καὶ σκοτοδινίασις καὶ σκοτοδινία · Πλάτων δ’ἔφη “ἐσκοτώθην καὶ ἰλιγγίασα”. καὶ καρηβαρικὸν ποτὸν ἢ βρῶμα · τὸ δὲ τοῦτο ποιεῖν καροῦν Ἀντιφῶν φησίν. κεφαλαλγὲς σιτίον, ὡς “τὸν τοῦ φοίνικος ἐγκέφαλόν” φησιν ὁ Ξενοφῶν. καὶ καρηβαρικὸν τὸ πάθος Τηλεκλείδης. τὸ δὲ ὑπὸ μέθης τοῦτο πάσχειν καρηβαρᾶν Ἀριστοφάνης. τάχα δὲ καὶ τὸ καραδοκεῖν εἴη ἂν ἀπὸ τοῦ κάρα πεποιημένον, κυρίως ἐπὶ τῶν παραφερόντων τὴν κεφαλήν, ὡς μὴ βληθεῖεν. εἰρήκασι δὲ οἱ κωμικοὶ καὶ “κατωκάρα κρέμαται” καὶ “κραιπαλᾶν”. 2.42τὰ δὲ ἀπὸ κεφαλῆς ὀνόματα περικεφαλαία, παρεγκεφαλίς, ἐγκέφαλος, κεφάλαιον, ἐπικεφαλαιῶν, συγκεφαλαιώσασθαι, προσκεφάλαιον, κεφαλίδιον. ἐπὶ κεφαλὴν ὦσαι, ἐπὶ κεφαλὴν σπεύδειν, ὡς Ὑπερείδης. ἑτερεγκεφαλᾶν, ὡς Ἀριστοφάνης, τὸ παραφρονεῖν. κράνος δὲ ἀπὸ κρανίου, ὥσπερ δὴ καὶ ἐπίκρανον, περίκρανον · περίκρανον δὲ οἱ παλαιοὶ τὸ στέμμα ἐκάλουν, καὶ ποτίκρανον τὸ προσκεφάλαιον οἱ κωμικοί. 2.43κόρυς δὲ ἀπὸ κορυφῆς καὶ κορυφαία. καὶ μὴν ὀνομάζοιτ’ἄν τις εὐκέφαλος, ἢ ὀξυκέφαλος, ὃν Ὅμηρον καλεῖ φοξόν, ἢ μακροκέφαλος ὡς τὸ περὶ Λιβύην ἔθνος, ἢ κυνοκέφαλος ὡς τὸ ζῷον, ἢ εὐρυμέτωπος ὡς Ἀλκιβιάδης · ὁ δὲ τοιοῦτος καὶ μετωπίας ὀνομάζεται. σχινοκέφαλον δὲ Κρατῖνος τὸν Περικλέα εἶπεν. Πλάτων δὲ μῦθον ἀκέφαλον. ἐκλήθησαν δὲ καὶ δικόρυφοί τινες, οὓς καὶ μακροβίους νομίζουσιν. 2.44τὸ δὲ ἔνδον ἐν τῇ κεφαλῇ ἐγκέφαλος διπλοῦς κατὰ συμβολήν, εὐρυνόμενος κατὰ τὴν βάσιν τὴν ὄπισθεν, προνεύων εἰς τὸ πρόσθεν. περιειλήφασι δ’αὐτὸν μήνιγγες δύο, ἡ μὲν ἔνδοθεν ἐρυθροτέρα, ἡ δὲ ἔξωθεν στερεωτέρα · καλοῦνται δὲ καὶ εἰλαμίδες, ὅτι περὶ μυελὸν εἰλοῦνται. ὑπὸ δὲ τὴν τοῦ ἐγκεφάλου βάσιν ἡ παρεγκεφαλίς, μυελὸς ἐγκεφάλῳ προσόμοιος, πλὴν ὅσον ἐστὶ μᾶλλον ἐπίξανθος τὴν χροιάν. 2.45κάτεισι δὲ εἰς τὸν πρῶτον σφόνδυλον, ᾧ ἡ κεφαλὴ περιστρέφεται, καλεῖται δὲ καὶ ἐπικρανίς · καὶ ἀπ’αὐτῆς ὁ μυελὸς ἔοικεν εἰς τοὺς σφονδύλους ἐπιρρεῖν, ὁπόταν ὑπὸ τοῦ λεπτοτάτου καὶ καθαρωτάτου τῆς τροφῆς ὅτε ἐγκέφαλος καὶ ἡ παρεγκεφαλὶς τρέφηται. ὑγρὸς δέ ἐστιν ὁ τοῦ ἐγκεφάλου μυελὸς καὶ ἀπαγής, ἀλλ’οὐχ ὥσπερ ὁ τῶν ἄλλων ζῴων συνεστηκώς. 2.46τὸ δὲ ὑπὲρ τῇ κεφαλῇ μέτωπον καὶ μετώπιον, ἀφ’οὗ καὶ ἐν ἵπποις τὸ προμετωπίδιον, καὶ τὸ “μετωπηδὸν ἔταξαν τὰς ναῦς,” καὶ κατὰ μέτωπον, καὶ ἀντιμετώπους, καὶ μέτωπον τῆς φάλαγγος. καλεῖται δὲ καὶ τὸ ἐπὶ τοῦ μετώπου δέρμα προμετωπίδιον, αἱ δὲ ἐν αὐτῷ γραμμαὶ στολίδες καὶ ἀμαρυγαί. 2.47τὸ δὲ ὑπὸ τῷ μετώπῳ πρόσωπον, ὃ μόνον ἐπὶ τῶν ἀνθρώπων οὕτω καλοῦμεν · ἐπὶ γὰρ τῶν ζῴων προτομήν, ὡς ἐπὶ τῶν ὀρνίθων ῥύγχος καὶ ῥάμφος. ἀπὸ δὲ τοῦ προσώπου ὀνόματα εὐπρόσωπος, δυσπρόσωπος, ἀπρόσωπος. καὶ προσωπεῖον τὸ μορμολυκεῖον · τὸ δ’αὐτὸ καὶ προσωπίς. ἡ δὲ νέα κωμῳδία καὶ προσωποποιὸν εἴρηκεν ὃν ἡ ἀρχαία σκευοποιόν. 2.48καὶ προσωποῦττα δέ τι παρὰ τοῖς Ἀττικοῖς ὠνομάζετο χαλκοῦν ἀγγεῖον, ἐχίνῳ παραπλήσιον, περὶ τὸ στόμα ἔχον πρόσωπα λεόντων ἢ βοῶν, ἀφ’ὧν καὶ ὠνόμαστο. ἀποπροσωπίζεσθαι δὲ τὸ καθαίρειν τὸ πρόσωπον Φερεκράτης εἶπεν · οὐ δ’ἀποπροσωπίζεσθε κυάμοις. 2.49τοῦ δὲ προσώπου μέρη ὀφρύες. καὶ ὀφρύων γεῖσα αἱ προβολαί · καὶ “ὀφρύσιν ἀπογεισῶσαί” φησιν ὁ Ξενοφῶν. καὶ ὀφρύων τρίχωσις. καὶ ὀφρύες ἐπαιρόμεναι καὶ δασυνόμεναι. καὶ τὰς ὀφρῦς αἴρων ὁ ὑπερήφανος, καὶ πάλιν τὰς ὀφρῦς ἀνασπῶν ἢ τὰς ὀφρῦς αἰωρῶν ἢ τὰς ὀφρῦς ἀνέλκων, ἢ τὰς ὀφρῦς ἀνατείνων ὑπὲρ τὰ νέφη · καὶ τὰς ὀφρῦς συνάγων ὁ φροντιστής, τὰς ὀφρῦς συνέλκων. μεσόφρυον δὲ τὸ τῶν ὀφρύων μέσον, ὃ καὶ μετώπιον ὠνόμαζον. καὶ σύνοφρυς ἀνὴρ καὶ γυνή · 2.50τὸν δὲ τοιοῦτον μίξοφρυν Κρατῖνος καλεῖ. καὶ μὴν παρὰ τοῖς τραγῳδοῖς τὸ συνωφρυῶσθαι ἐπὶ τῶν λυπουμένων. ὁ δὲ κωμικὸς Ἀμειψίας τὸ νεύειν ὀφρυάζειν εἴρηκεν, ὅπερ Ὅμηρος “ὀφρύσι νευστάζων”. καὶ ὀφρύας καλοῦσι τὰ ἀνέχοντα τῆς γῆς. ἤδη δέ τινες τῶν ἰατρῶν τίλους ὠνόμασαν ταύτας τὰς τρίχας. καλοῦνται δ’ὀφρύων κεφαλαὶ μὲν τὰ πρὸς τῇ ῥινὶ μέρη, οὐραὶ δὲ τὰ πρὸς τοῖς κροτάφοις. 2.51ὀφθαλμοί, ὄμματα, ὄψις. καὶ τὰ ἀπ’αὐτῶν ὀνόματα εὐόφθαλμος καὶ εὐοφθαλμότερος, ὡς Ξενοφῶν, εὔοπτος, ὀξυωπής, ὀξυωπίας, ὀξυδερκής · ὀξυδερκέστατον δὲ Ἡρόδοτος λέγει. ἀμβλυωπία, ἀφ’ἧς ἀμβλυωπὸς παρ’Εὐριπίδῃ · ἀλλ’ἔστι ποιητικώτερον, βέλτιον δ’ὁ ἀμβλυώττων. ὀφθαλμία. παραβλώψ, φολκός, διάστροφος, στρεβλός · ὁ γὰρ στραβὸς ἰδιωτικόν, καὶ οἱ στράβωνες ἐν τῇ νέᾳ κωμῳδίᾳ. 2.52ἰλλὸς δὲ ὑπὸ τῶν ποιητῶν καλεῖται, καὶ ἰλλώπτειν ἐν τῇ κωμῳδίᾳ τὸ παραβλέπειν, καὶ κατιλλώπτειν τὸ καταβλέπειν ἐπὶ χλευασμῷ, καὶ δενδίλλειν. ὁμοίως τὸ “τὼ ὀφθαλμὼ παραβάλλειν”. λέγεται δὲ καὶ “ταυρηδὸν ὑποβλέπειν” · καὶ ἀναβλέπειν μὲν εἰς τὸν οὐρανόν, καταβλέπειν δ’εἰς τὴν γῆν, ἀντιβλέπειν δὲ τῷ ἡλίῳ καὶ ἀντωπεῖν. δυσωπεῖσθαι δὲ τὸ ὑποπτεύειν τι ἰδόντα. καὶ ὑπώπια τὰ ὑπὸ τοὺς ὦπας τῶν πληγῶν ἴχνη. 2.53καλεῖται δ’οὕτω καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ὀστᾶ, ἐφ’ὧν καὶ τὰ ἴχνη · ταῦτα δὲ καὶ ὑποφθάλμια παρ’ἐνίοις ὀνομάζεται. καὶ παρωπὶς ἡ καλουμένη προσωπὶς τῶν γυναικῶν, καὶ παρώπια τὰ παρὰ τοὺς ὦπας τῶν ἵππων προβλήματα, ἅ τινες κανθήλια καλοῦσιν. καὶ ὀπή, δι’ἧς ἔστιν ἰδεῖν. καὶ “ἐνώπια παμφανόωντά” φησιν Ὅμηρος τὰ ἐντὸς τῶν θυρῶν · παρὰ δὲ τοῖς τραγῳδοῖς “προνώπια” τὰ πρὸ τῶν θυρῶν · καὶ ἀνοπαῖα τὰ ἄνω, ἀπὸ τῶν ὠπῶν. 2.54καὶ Θουκυδίδης περιωπὴν τὴν περιάθρησιν. ὀπαίαν δὲ οἱ Ἀττικοὶ τὴν κεραμίδα ἐκάλουν, ἣ τὴν ὀπὴν ἔχει. Ἱπποκράτης δ’ὀφθαλμὸν ἰλλαίνειν φησὶ τὸν διάστροφον γινόμενον καὶ ἀνίλλωμα τὸ ἀνάβλεμμα. οἱ δὲ καὶ ἴλλους τοὺς ὀφθαλμοὺς ὠνόμασαν, καὶ τὸ σιλλαίνειν ἐπὶ χλευασμῷ σείειν τοὺς ὀφθαλμούς, ὅθεν καὶ τὸ χλευαστικὸν ποίημα σίλλος. ἔστι δ’ἀπὸ τούτων ὁρᾶν, προορᾶν, ὑφορᾶσθαι, καθορᾶν, ὁρατή, ὁρατά, ἀόρατα, καὶ ὡς Ἀντιφῶν τὸ ὁρῶν, καὶ ὁράματα ὡς Ξενοφῶν, καὶ ὡς Δημοσθένης, ὅραμα τὸ θέαμα · 2.55παρὰ δὲ Πλάτωνι καὶ ἀνόρατον ἐν Τιμαίῳ γέγραπται. παρορᾶν, παρεωρᾶσθαι, παρεωρακώς, ἐνορᾶν, ἐνεωρακώς, περιορᾶν, ὑπερορᾶν, ἐφορᾶν, ἔφοροι, καὶ “ἐφορωμένους” καὶ “ἐφορῶντας” ὡς Ξενοφῶν, καὶ “τῆς ἐφορείας” ὡς Λυσίας, ἐνορῶν καὶ συνορῶν. καὶ θέα καὶ θεᾶσθαι καὶ θέαμα καὶ θέατρον καὶ θεατὴς καὶ συνθεατής, καὶ θεωρὸς καὶ συνθεωρός, συνθεωρία καὶ θεωρία καὶ θεωρικὸν καὶ τὰ τοιαῦτα, ὅσ’ἂν ἀπὸ τοῦ θεᾶσθαι λέγηται · οἱ γὰρ Πυθῶδε θεωροὶ καὶ θεωρικὴ ὁδὸς καὶ θεωρὶς ναῦς ἀπὸ τοῦ πρὸς θεὸν ὀρούειν τοὺς ἐν αὐτῇ λέλεκται. 2.56ἀπὸ δὲ τῆς θέας θεατόν, ἀθέατον, ἀθεάτως, καὶ “οὐσία θεατή” φησιν ὁ Πλάτων, καὶ θεάτρια καὶ συνθεάτρια, ὡς ἡ παλαιὰ κωμῳδία. ἔστι δ’ἐκ τούτων καὶ τὸ βλέπειν, βλέμμα, ἀνάβλεμμα, παράβλεμμα, ἀπόβλεμμα παρὰ Φρυνίχῳ τῷ κωμικῷ. Ἀριστοφάνης δὲ καὶ βλέπος που λέγει καὶ βλέπησιν. ὑποβλέπειν, παραβλέπειν, ἐμβλέπειν, καταβλέπειν, ἀναβλέπειν, ἀντιβλέπειν, ἀποβλέπειν. Ξενοφῶν δὲ “τὰ ἀναβλέμματα” καὶ “ἀντιβλέψεις” εἶπεν. ἀποβλεπόμενοι δὲ καὶ ἀποβλεφθῆναι. καὶ περίβλεπτος παρὰ Ἰσοκράτει ὁ θαυμαστὸς καὶ ἔνδοξος · καὶ ἀποβλεφθῆναι ἐπὶ τοῦ θαυμασθῆναι Αἰσχίνης εἶπεν ὁ Σωκρατικός. 2.57ὄψις ἡ αἴσθησις καὶ τὰ ὄμματα, καὶ ὄψις ὁ ὄνειρος. ὄψομαι, ὀφθήσομαι, ὦμμαι ὡς Ἰσαῖος · Ἀντιφῶν δὲ καὶ τὸ ὀψόμενον εἶπε, καὶ τῇ ὄψει οἷον τοῖς ὀφθαλμοῖς, καὶ ὀπτήρ, καὶ ἄοπτα. εἴη δ’ἂν ἐκ τούτων ὑποψία καὶ ὑπεροψία καὶ ὑπερόψεσθαι, ὑπεροπτικός, ὑπεροπτικῶς, ὑπόπτως, ὑπερόπτης, αὐτόπτης, ὑπόπτης, καθύποπτος ὡς Ἀριστοφάνης, καχύποπτος ὡς Πλάτων, καὶ ἀνύποπτος ὡς Ξενοφῶν, καὶ ἀνυποπτότερος ὡς Λυσίας, καὶ ἄοπτα ὡς Ἀντιφῶν, καὶ ἀπερίοπτοι ὡς Θουκυδίδης. 2.58οὗτος δὲ καὶ πρόσοψιν καὶ πρόοψιν καὶ δίοψιν καὶ ἔποψιν εἴρηκεν, Ἡρόδοτος δὲ καὶ ἄποψιν. δυσωπούμενος. παρῶπται, παρόψονται, καὶ ὡς Ἰσοκράτης περιόπτους καὶ περιβλέπτους, καὶ ἀπόβλεπτος καὶ ἀποβλεπόμενος, καὶ αὐτόπτης, καὶ ὡς Ἀνδοκίδης σύνοπτον καὶ σύνοπτα, καὶ ὡς Ἰσαῖος εὐσύνοπτα, καὶ ὡς Δημοσθένης ἐπόπτας, καὶ ἐποπτεῦσαι δ’ἐν μυστηρίοις. καὶ ἀνεπόπτευτον Ὑπερείδης φησίν, καὶ διοπτεύειν Κριτίας καὶ Ἀντιφῶν, Ἀντιφῶν δὲ καὶ εἴσοπτοι, Δημοσθένης δὲ προῦπτον, Ἡρόδοτος δὲ κατόπτας, Ξενοφῶν δὲ ὀπτῆρας. 2.59εἴρηται δὲ καὶ ὀπτήρια τὰ δῶρα τὰ παρὰ τοῦ πρῶτον ἰδόντος τὴν νύμφην νυμφίου διδόμενα. ἐρεῖς δὲ καὶ ἀμβλὺ ὁρᾶν, ὀξὺ βλέπειν. καὶ ἐξωμματῶσθαί φησιν Ἀριστοφάνης τὸν Πλοῦτον ἐν Ἀσκληπιοῦ. καὶ βλέμμα εὔτονον, ἑστηκός, σῶφρον, ὑγιαῖνον, σεμνόν, ἀνδρῶδες, ἀνδρεῖον, ἀρρενωπόν, ἀπειλητικόν · 2.60καὶ τα- τἀναντία βλέμμα ὑγρόν, ἄνανδρον, θηλυκόν, θῆλυ, γυναικεῖον, θηλυπρεπές, ἀχρεῖον, ἀνατετραμμένον. Κτησίας δέ πού φησιν ἀναβάλλειν τὰ λευκὰ τῶν ὀφθαλμῶν τὸν Σαρδανάπαλλον. προσήκοι δ’ἂν τούτῳ τῷ μέρει τυφλός, τυφλούμενος, πεπηρωμένος τοὺς ὀφθαλμούς · ὡς ἐπὶ τὸ πολὺ γὰρ τὴν πήρωσιν μετὰ προσθήκης τῶν ὀφθαλμῶν λέγουσιν, ὡς ἄνευ τῆς προσθήκης ἄδηλον ὂν ποίου μέρους ἡ πήρωσις ἐστίν. ἀνάπηρος δ’ἐστὶν ὁ πᾶν τὸ σῶμα πεπηρωμένος, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Ἀρεσαίχμου “κατέλιπεν ἐν τῷ χωρίῳ γέροντας καὶ ἀναπήρους”. 2.61Ἀντιφῶν δ’ἐν τοῖς περὶ ἀληθείας καὶ ἀνάπηρα εἴρηκεν, Κρατῖνος δ’ἐν Πλούτῳ ἀναπηρίαν. τάχα δὲ καὶ τὸ ἔμπηρα τούτοις προσήκει καὶ τὸ ἄπηρα. προσθετέον δὲ τούτοις καὶ τάδε · γλαυκός, γλαυκιῶν, χαροπός. μελανόμματος, μυωπίας, μελανόφθαλμος, ἑτερόφθαλμος · τὸ γὰρ μονόφθαλμος παρ’Ἡροδότῳ ἐπὶ τῶν ἐκ φύσεως ἕν’ἐχόντων ὀφθαλμόν, οἷον Κυκλώπων καὶ Ἀριμασπῶν. 2.62ῥηθείη δ’ἂν τοὺς ὀφθαλμοὺς ἐξορύττειν, σβεννύναι, κενοῦν, κοιλαίνειν, βαθύνειν, σπαράττειν, ἐκ πυθμένων ἀνασπᾶν, ἀνέλκειν. καὶ ὀφθαλμὸς ὕφαιμος, ταραχώδης. κυλοιδιῶν καὶ κοιλόφθαλμος καὶ κοιλοφθαλμιῶν ὁ ἐξόφθαλμος καὶ ἐποφθαλμιῷεν οἷον φθονοῖεν. καὶ ἐποφθαλμιᾶν τὸ ἐπιθυμεῖν τινος, καὶ ὠφθαλμίασε τὸ ἐπεθύμησεν Ὑπερείδης. 2.63ὁ δὲ Πλάτων εἴρηκε φωσφόρα ὄμματα · λέγοιντο δ’ἂν ὀφθαλμοὶ λάμποντες, στίλβοντες, θυμοειδεῖς, πυρώδεις · μαρμαρυγὰς ἀφιέντες, αἴγλην, αὐγήν · ἡδεῖς, ἐπαγωγοί, ἐπέραστοι. καὶ τὸ ἀπ’αὐτῶν ἀπορρέον ἵμερος. τὸ δὲ λυόμενόντε καὶ καταρρέον δάκρυον, ἀφ’οὗ τὸ δακρῦσαι, ἀποδακρῦσαι, καταδακρῦσαι, φιλόδακρυς, πολύδακρυς, ἄδακρυς, ἀδακρυτί, καὶ ὁ παρὰ τοῖς ποιηταῖς ἀρίδακρυς. Ἰσοκράτης δέ φησιν ἀδακρύτους, καὶ Ὅμηρος “ἀδακρύτω ἔχεν ὄσσε,” δακρυρροοῦντα δὲ Ἄλεξις. 2.64ἐρεῖς δὲ καὶ κλαῦσαι, ἀνακλαῦσαι, ἀπέκλαιεν ὡς Ἡρόδοτος ἀνακλαύσασθαι, κλαυθμυρίσασθαι, κλαυθμυρισμός ὡς Ἰσαῖος, κλαυθμός · παρὰ δὲ Πλάτωνι καὶ κλαυθμονή. ἄκλαυτος δὲ παρ’Ὁμήρῳ καὶ Σοφοκλεῖ. δακρύων, κλαίων, κλαυθμυριζόμενος. κλαυσεῖσθαι δὲ οἱ κωμικοί. καὶ κλαυσιᾶν τὸ κλαῦσαι θέλειν, κλαιήσειν δὲ Δημοσθένης. παρὰ δὲ Ξενοφῶντι καὶ κλαυσίγελως · εἴληπται δ’ἐκ τοῦ παρ’Ὁμήρῳ “δακρυόεν γελάσασα”. 2.65νόσημα δ’ὀφθαλμῶν ὀφθαλμία καὶ “ἐπιτάραξις ὀμμάτων” παρὰ Πλάτωνι. λημᾶν καὶ γλαμᾶν. νυκτάλωψ, καὶ ἄργεμος τὸ καλούμενον λεύκωμα, καὶ ὁ τοῦτ’ἔχων ἄνθρωπος ἐπάργεμος. Ἀριστοφάνης δὲ σῦκα τὰ ἐπὶ τῶν ὀφθαλμῶν ἕλκη λέγει, σκνιπὸν δὲ τὸν ἀμυδρὸν βλέποντα Σιμωνίδης ὁ ἰαμβοποιός · ἢ τυφλὸς ἤ τις σκνιπὸς ἢ μέγα βλέπων. 2.66μέρη δ’ὀφθαλμοῦ βλέφαρα μὲν τὸ ἐπιπεταννύμενον δέρμα καὶ συγκλεῖον τοὺς ὀφθαλμούς, ἃ καὶ καλύμματα καλεῖται. ὧν τὰ ὑπεράνω σκύνια, ὅθεν καὶ ἐπισκύνια τὰ περὶ τὰς ὀφρῦς γεῖσα. καὶ κύλα δὲ καὶ ἀνάκυλα καὶ ἐπικυλίδες, ἀφ’ὧν καὶ τὸ κυλοιδιᾶν · οἱ δὲ κύλον μὲν τὸ κάτωθεν βλέφαρον, τὸ δ’ἄνωθεν ἐπικυλίδα ἢ κυλίδα. 2.67τὰς δ’ἐπὶ τῶν βλεφάρων γραμμάς, οἷον ῥυτίδας, ὠλίγγας οἱ ποιηταὶ λέγουσιν. ἐπὶ δὲ τῶν βλεφάρων τὸ μύσαι καὶ ἐπιμύσαι καὶ καταμύσαι, καὶ συμβαλεῖν τὰ βλέφαρα καὶ ἐπιβαλεῖν καὶ καταβαλεῖν καὶ προσβαλεῖν, καὶ κλεῖσαι καὶ ἐπικλεῖσαι καὶ συγκλεῖσαι. καὶ σκαρδαμύξαι λέγουσιν, καὶ Ξενοφῶν ἀσκαρδαμυκτί, καὶ Ἀριστοφάνης ἀσκαρδάμυκτος. καὶ συνελεῖν βλέφαρον τὸ κατανυστάσαι. 2.68μεμνῆσθαι δὲ χρὴ ὅτι Ἀριστοτέλης ἔφη μὴ δύνασθαι συνελθεῖν βλέφαρον ῥαγέν, ὥσπερ οὐ δὲ πόσθην οὐ δὲ γνάθον. βλεφαρίδες δ’αἱ ἐκπεφυκυῖαι τῶν βλεφάρων τρίχες, οὐ κόσμος τοῖς ὀφθαλμοῖς μόνον, ἀλλὰ καὶ κατὰ χρείαν ἔχουσαι τὴν προβολήν, ὡς τὰ προσπίπτοντα λυπηρὰ ἀποστέγοιεν, καὶ τὰς ὄψεις † κατευθύνουσαι μὴ ἐῷεν πλανᾶσθαι †. διὰ τοῦτο καὶ ὁ θεὸς ἰχθύσι μὲν οὐ δὲ βλεφάρων μετέδωκεν, ὄρνισι δὲ βλεφάρων μέν, οὐ μέντοι καὶ βλεφαρίδων, ἵπποις δὲ βλεφαρίδων μέν, ἀλλ’οὐχ ἑκατέρωθεν · 2.69τὰ γὰρ κάτω βλέφαρα ψιλὰ αὐτοῖς τριχῶν. ὅθεν καὶ Σίμων τοῦτο ὄνειδος τῆς ἀμαθίας Μίκωνι προήνεγκεν, ὅτι καὶ τὰς κάτω βλεφαρίδας προσέγραψεν ἵππου γραφῇ. ὧν δὲ μερῶν αἱ βλεφαρίδες ἐκπεφύκασι, καλοῦνται ἔλυτρα καὶ ἐντριχώματα καὶ ὀρχοὶ καὶ ταρσοί. 2.70ὀμμάτων δὲ τὸ μὲν ἐν μέσῳ μέλαν καλεῖται κόρη, ἧς ἡ αὐγὴ γλήνη, καὶ ὁ περιθέων αὐτὴν κύκλος γραμμὴ κυκλοτερὴς καὶ ἶρις, τὸ δὲ μετὰ τὴν κόρην λευκὸν ἅπαν σφενδόνη καὶ λογάς. τὰ μέρη δὲ τῶν ὀφθαλμῶν χιτῶνας ἐκάλεσαν οἱ ἰατροί. τέτταρες δ’εἰσὶ τὸν ἀριθμόν, καὶ τούτοις προσηγορίας ἔθεντο, τῷ μὲν ἐξωτάτω κερατοειδεῖ, ὅς ἐστι λευκός, στερεός, δυσδιαίρετος, νευρώδης, χονδρώδης, παχύς, διαφανής, τῷ δ’ὑπ’αὐτὸν δευτέρῳ ῥαγοειδεῖ, ὅς ἐστι δασύς, αἱματώδης, χοριοειδής, ἐκτετρημένος, τῷ δὲ τρίτῳ φακοειδεῖ καὶ κρυσταλλοειδεῖ καὶ ὑαλοειδεῖ, τῷ δὲ τετάρτῳ ἀραχνοειδεῖ καὶ ἀμφιβληστροειδεῖ. 2.71τά γε μὴν ἔγκοιλα τῶν ὀφθαλμῶν κόγχοι καλοῦνται, ὁ περὶ τοῖς βλεφάροις περίδρομος, ὥσπερ τῶν βλεφάρων τὰ ἑκατέρωθεν ἄκρα κανθοί, ὧν αἱ ῥίζαι ἐγκανθίδες. καὶ οἱ μὲν πρὸς τῇ ῥινὶ ῥαντῆρες καὶ πηγαί, ὅτι καὶ ἀπ’αὐτῶν τὸ δάκρυον ἔρχεται, οἱ δ’ὑπὸ τοὺς κροτάφους παρωπίαι. τὰ δὲ περὶ τῇ κόρῃ μέλανα πεσσοί · ὁ δ’ὑπὸ τὴν ἶριν κύκλος, ὁ τῷ λευκῷ προσιών, ἅλως. τὸ δὲ καταλῆγον τῶν λογάδων πρέμνον καλεῖται. ᾐὼν δὲ πᾶσα ἡ τῶν ὀφθαλμῶν περιγραφή. ῥὶς καὶ μυκτὴρ καὶ μυκτῆρες, καὶ παρὰ τοῖς ἰατροῖς ῥώθωνες · 2.72παρὰ δὲ Σοφοκλεῖ καὶ μύξαι οἱ μυκτῆρες κέκληνται, ὅθεν ἴσως καὶ ἐν τῇ κοινῇ χρήσει λύχνοι δίμυξοι, καὶ ἐν τῇ κωμῳδίᾳ τὸ προμύξαι τὸν λύχνον. ἀνατέτρηνται μέντοι οἱ μυκτῆρες δύο αὐλοῖς εἰς ὁλκὴν πνεύματος, καὶ εἰς τὸν ἐγκέφαλον ἀναδιδοῦσι τοῖς αὐλοῖς · ὁδὸν δ’εἰς τὴν ὑπερῴαν ἔχουσι, καθ’ἣν τρυπήμασιν εἰσρεῖτε καὶ ἐκρεῖ τὸ πνεῦμα. 2.73ῥινὸς δὲ σχήματα γρυπός, ἐπίγρυπος, ὃν βασιλικὸν οἴονται, σιμός, ὃν εὔχαριν νομίζουσιν · Πλάτων δὲ καὶ σιμοπρόσωπον εἴρηκεν ἐφ’ἵππου. καὶ ἀνασιμήνασθαι λέγουσι τὸ ὀσφραινόμενον τῷ σχήματι τῆς ῥινὸς μυσάξασθαι. ἐπὶ δὲ τοῦ σιμοῦ φαίης ἂν ὡς ἔστιν ἡ ῥὶς ἐκ μέσων κοίλη, ὥσπερ ἐπὶ τοῦ γρυποῦ ῥὶς καμπύλη. εὐθύρρις, ἐφ’οὗ τις ἂν εἴποι δικαία ῥίς, εὐθυτενής, ἐξ ἴσου τὸ πρόσωπον διακρίνουσα · 2.74παραπέμπει γὰρ καὶ εὐθύνει τοὺς ὀφθαλμοὺς τῇ καθ’ἑαυτὴν ἀνοχῇ. αἴσθησις δ’ἐστὶν ὀσφρήσεως, καὶ ἀέρος εἰσροή. λέγοις δ’ἂν ἀπὸ ῥινὸς εὔρινες, ἄρρινες, καὶ ῥινηλατεῖν τὸ τὰς ὀσμὰς ἕλκειν, καὶ ῥινηλάτην κύνα ἡ τραγῳδία. καὶ κατ’ἄλλην χρείαν ὀσφρᾶσθαι, τὰς ὀσμὰς ὑποδέχεσθαι, ἕλκειν τὰ ἀποφερόμενα πνεύματα τῇ ῥινί, τῇ εὐωδίᾳ εὐφραίνεσθαι, τὴν δυσωδίαν ἐκτρέπεσθαι, τὰ εὐώδη εἰδέναι. 2.75ἡ μὲν οὖν αἴσθησις ὄσφρησις καλεῖται, τὸ δὲ δι’αὐτῆς ὀσφρᾶσθαι, ὀσφρώμενος, ὀσμώμενος. καὶ ὀσμὴ πνεῦμα αὔρα, ὄζει ὄδωδεν · Ἀριστοφάνης δὲ καὶ ὀζήσει εἴρηκεν. πνεῖ εὐῶδες, καὶ εὔπνουν, καὶ εὔπνοια, εὐοσμία, εὔοσμον, δυσῶδες, ἀῶδες, δύσοσμον, δυσοσμία, δυσωδία, κακοσμία. ἡ γὰρ ὀδμὴ καὶ εὐοδμία δοκεῖ μὲν τοῖς πολλοῖς εἶναι καλὰ τὰ ὀνόματα, ἔστι δὲ ποιητικά, ἐν δὲ τοῖς καταλογάδην Ἰωνικὰ καὶ Αἰολικά · 2.76παρὰ μόνῳ δ’Ἀντιφῶντι ὀδμὰς καὶ εὐοδμίαν εὕροι τις ἄν. καὶ μὴν καὶ ὀσμυλία ἰχθύων τι γένος, ἡ ὑπὸ τῶν πολλῶν ὄζαινα καλουμένη · πολύποδος δ’ἐστὶν εἶδος, ἔχον μεταξὺ τῆς κεφαλῆς καὶ τῶν πλεκτανῶν αὐλὸν δυσῶδες πνεῦμα ἀφιέντα. τραπόμενον εἰς το- τοὖψον λαβεῖν ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια φησὶν Ἀριστοφάνης. καὶ μέντοι χρὴ λέγειν εἰσκρίνεται κατὰ τὰς ῥῖνας τὸ πνεῦμα, εἰσρεῖ, ἐκρεῖ, εἰσχεῖται, προχεῖται, εἰσπνέομεν, ἐκπνέομεν, εἰς τὸν ἀέρα ἀναπνέομεν. 2.77καὶ ἀναπνοὴ παρὰ Πλάτωνι · ἡ γὰρ παρὰ Θουκυδίδῃ πνοὴ ἐπὶ φυσήματος εἴρηται ἢ ἀνέμου. παρὰ δὲ Ξενοφῶντι μυκτῆρες εὐπνοώτεροι. διακρίνομεν δὲ τὰ πνεύματα, δοκιμάζοντες τὰς ὀσμάς, καὶ πνεῦμα εἰλικρινές. καὶ οἶνος ἀνθοσμίας καὶ εὐώδης. εὐῶδες δὲ καὶ τὸ ἐξ ἀρωμάτων πνεῦμα. ἡ δ’ἐν τοῖς τράγοις δυσωδία ὥσπερ καὶ ἡ ἐν ταῖς μασχάλαις, κινάβρα καλεῖται. καὶ γράσος δ’εἴρηται ἀλλαχοῦτε καὶ ἐν Πόλεσιν Εὐπόλιδος. 2.78νοσήματα δὲ ῥινῶν τὸ μὲν ἐκ ψύξεως κόρυζα καὶ κατάρρους, τὸ δὲ δυσίατον πουλύπους. τὸ ῥεῦμα μύξα κατὰ Ἱπποκράτην καὶ κόρυζα κατὰ τοὺς Ἀττικούς. καὶ τὸ ταύτην ἀφαιρεῖν ἀπομύττειν. τὸ δ’ἀπεμύττετο “ὕλιζε τὰς ῥῖνας” ἔφη Κρατῖνος · ἤδη δέ τινες τῶν κωμικῶν τὸ ἐπὶ κέρδει ἐξαπατᾶν ἀπομύττειν εἶπον. μυκτηρίζειν δὲ Λυσίας καὶ τὸ μυσάττεσθαι, ἀπὸ τοῦ τῷ μυκτῆρι ἐνδείκνυσθαι τὸ δυσχεραίνειν. γίνεται δὲ διὰ μυκτήρων καὶ τὸ ῥέγχειν. τὸν δ’εἴρωνα ἔνιοι μυκτῆρα καλοῦσιν, καὶ μυκτηρισμὸν τὴν ἐξαπάτην Μένανδρος. 2.79τῆς δὲ ῥινὸς μέρη, τὰ μὲν κοιλώματα θαλάμαι, μυκτῆρες, μυξωτῆρες, ὀχετεύματα. αὐτῆς δὲ τῆς ῥινὸς τὸ μὲν ὑπὸ τὰς ὀφρῦς ἠθμός, δι’οὗ διηθεῖται τὸ πνεῦμα, τὸ δὲ μέσον χόνδρος, τὰ δ’ἑκατέρωθεν ἐπὶ τὰ μῆλα νεύοντα ὀστώδη ῥινὸς ῥάχις. τὸ δὲ τὰ τρυπήματα διαιροῦν ὥσπερ τειχίον κίων καὶ διάφραγμα καὶ στυλίς · ἔνιοι δὲ τὸ μὲν ἔνδον διατειχίζον διάφραγμα ῥινός, τὸ δ’ὑπὲρ αὐτὸ προῦχον σαρκῶδες, ὡς ἐπὶ τὸ χεῖλος φέρον, κίονα. 2.80τὸ δ’ἀκρορρίνιον ὅλον σφαιρίον · καὶ τὰ μὲν ἔξωθεν τοῦ σφαιρίου ἑκατέρωθεν ἀπῆναι ἢ πτερύγια, τὰ δ’ἔνδοθεν μύξαιτε καὶ θαλάμαι, τὸ δὲ ἔδαφος αὐτῶν ληνοί. αἱ δ’ὑπὸ ῥινὶ τρίχες μύσταξ καὶ ὑπορρίνιον, καὶ προπωγώνιον ἡ πρώτη βλάστη · αἱ δὲ πρὸς τῷ κάτω χείλει πάππος, τὸ δ’ἐξ ἀμφοῖν ὑπήνη. 2.81καὶ μὴν ἐπί γε τὰ ὦτα ἀνιόντων, αἱ μὲν ὑπὲρ τὸ μέτωπον παρὰ τοὺς κροτάφους σάρκες μύες οἱ δὲ καὶ κέρατα αὐτοὺς ἐκάλεσαν τὰ δ’ὦτα καὶ ἀκοαί, τότε μέρος καὶ τὸ ἔργον. καὶ ἀκούειν, κατακούειν, ὑπακούειν, παρακούειν. ὑπήκοοι, κατήκοοι, εὐήκοοι, δυσήκοοι, ἀνήκοοι, ὀξυήκοοι, βαρυήκοοι, αὐτήκοοι, ἀξιάκουστον, ἀνηκουστεῖν, ἀνήκουστον ὡς Ξενοφῶν, ἀνηκόως, ἀνηκουστία, ἄκουσμα · 2.82Αἰσχίνης δ’ὁ ῥήτωρ καὶ ἀκρόαμα εἶπεν, ὥσπερ καὶ Ξενοφῶν. φαῦλον δ’ὁ Μενάνδρου ἀκουστὴς ἀντὶ τοῦ ἀκροατής. παρὰ δὲ Πλάτωνι ξυνήκοοι. καὶ εἰσακοῦσαι. καὶ “ἐπήκοος γενοῦ” ἐν εὐχῇ παρὰ τῷ κωμικῷ Φρυνίχῳ. κωφός, κωφότης. 2.83κυψέλη δὲ τὸ ἐμφράττον τὴν ἀκοὴν καὶ κυψελίς · πεφράχθαι τὰ ὦτα, καὶ ἐπιλαβεῖν τὰ ὦτα, καὶ ἐμπεπλῆσθαι τὴν ἀκοὴν τὸ ταῖν χεροῖν φραγῆναι καὶ ἐπισχεῖν. καὶ διατεθρύληκέ μου τὰ ὦτα. ἐπὶ δὲ τῶν ἐν γυμνασίοις πληγῶν τὰ ὦτα κατεαγέναι, καὶ ὠτοκάταξις. ὠτογλυφὶς δ’εἴρηται παρὰ Πλάτωνι τῷ κωμικῷ ἐν Συμμαχίᾳ · “ὠτογλυφίδα λαβοῦσα ἀνασκάλλεται”. ὁ δὲ φιλόσοφος Πλάτων ἀμφωτίδας λέγει · καὶ νεὼς δ’ἐπωτίδες ὀνομάζονται καὶ ἀμφωτίδες. ἐνώτια ὁ κόσμος ὁ ἐν τοῖς ὠσίν · 2.84τὰ δ’αὐτὰ καὶ ἐλλόβια καὶ ἑλικτῆρες. ἐκαλοῦντο δέ τινες ὦτα καὶ ὀφθαλμοὶ βασιλέως, οἱ τὰ λεγόμενα διαγγέλλοντες καὶ τὰ ὁρώμενα · ἀπὸ δὲ τῶν ὤτων τούτων τὸ ὠτακουστεῖν πεποίηται. Αἰσχίνης δ’ὁ Σωκρατικὸς καὶ ἐπ’ἀμφότερα τὰ ὦτα καθεύδειν λέγει. σκολιὸς δ’ὁ τῆς ἀκοῆς πόρος ὁ παραπέμπων τὴν φωνὴν εἰς τὰ περὶ τὴν ψυχήν. μετὰ δὲ τοὺς κροτάφους δύο ὀστῶν εἰσὶ πλαγίων συμβολαί, περιειληφότων τὰ ὦτα, ὀνομάζονται δὲ ζυγώματα καὶ καρκίνοι. 2.85τῶν γε μὴν ὤτων ἡ μὲν ἔξωθεν περιβολὴ κοχλίας, ἡ δ’ἔνδοθεν σκάφος. καὶ τὸ μὲν ἐπὶ τοὺς κροτάφους ἐπικλινὲς πτερύγιον, τὸ δὲ κάτω λοβός, τὸ δ’ἔνδον κυψέλη, ἀφ’ἧς ὁ ῥύπος κυψελίς, τὸ δὲ κοῖλον ἀστακός, τὸ δ’ὥσπερ ἔδαφος κρότων. τοῦ δὲ κοίλου τὸ μὲν ὑπὸ τὸ πέρας τοῦ κροτάφου ὑπανεστηκὸς εἰς τὸ ἔσω νεῦον τράγος, τὸ δ’ἀντικείμενον ἀντίτραγος, ὥσπερ καὶ τοῦ λοβοῦ τὸ μὲν προῦχον προλόβιον, τὸ δὲ περὶ τῇ κυψέλῃ τέττιξ, τὸ δ’ὑπὲρ τὸν τέττιγα τραχυνόμενον, ὅπερ ἐστὶ τῆς ἄνω περιφερείας πέρας, ἀντιλοβίς. 2.86καὶ τὸ μὲν πρὸς τῷ κροτάφῳ τοῦ τράγου ἀκόνη, ἡ δὲ περὶ τῇ κυψέλῃ κοιλότης ἐχινίσκος, τὸ δὲ κατὰ τὸ τρύπημα μέρος καμάρα, τὸ δ’ἐντὸς κύαρ. μήκων δὲ τὸ κατὰ τὴν ῥίζαν ὑπὸ τὸν λοβόν. ἡ δὲ πᾶσα περιαγωγὴ τοῦ ὠτὸς ὑπὸ τὸ πτερύγιον ἕλιξ, καὶ τὸ ἀνθεστηκὸς αὐτῇ ἀνθέλιξ, καὶ τὸ ὑπ’αὐτῇ κόγχη. ταῦτα μὲν δὴ ἰατροὶ προσεξεῦρον τὰ ὀνόματα · ὁ δ’Ἀριστοτέλης τὰ περὶ τὸ οὖς μέρη ἀνώνυμα ᾤετο πλὴν λοβοῦ. 2.87ῥινὸς δ’ἑκατέρωθεν ἀνέστηκεν ὑπὲρ τὰς παρειὰς τὰ καλούμενα μῆλα, ἥ ἐστιν ὑποφθάλμιος φρουρὰ τῶν ὀφθαλμῶν, ὡς διατειχίζοιντο εἰς ἀσφάλειαν ἄνωθεν μὲν ταῖς τῶν ὀφρύων προβολαῖς, κάτωθεν δὲ ταῖς τῶν μήλων ἀνοχαῖς. ὠνόμασται δὲ διὰ τὸ ἀνθεῖν ἐν ὥρᾳ. παρειαὶ δὲ καὶ γνάθοι ἂν καλοῖντο. καὶ ὄνομα μὲν ἀπὸ τῶν παρειῶν ὁ εὐπάρειος καὶ ἡ καλλιπάρειος. λέγοιντο δ’ἂν ἀνθοῦσαι παρειαί, εὐανθεῖς, ἐρυθαινόμεναι, λάμπουσαι, στίλβουσαι, ἐρυθριῶσαι, ὑποφαίνουσαι τὴν τῆς αἰδοῦς χροιάν, ὡς ὑπολάμπειν αὐταῖς τὸ ἦθος, ὡς ἐμφαίνεσθαι τὴν αἰδῶ. 2.88περὶ δὲ ταύταις ἡ μὲν πρώτη τριχῶν ἄνθη χνοῦς, ὅθεν καὶ τὸ χνοάζειν παρὰ τοῖς ποιηταῖς, καὶ ἴουλος παρὰ τὸ ἕρπειν, καὶ πώγων, ἐπειδὰν ὑποπλησθῇ. καὶ γένειον δὲ κατὰ χρῆσιν ὀνομάζεται, ὅθεν καὶ ὁ ἀγένειος, βαθυγένειος, εὐγένειος, μαδηγένειος, εἰ μὴ τραγικώτερον. παρὰ δὲ τοῖς ποιηταῖς καὶ εὐπώγων τις εἴρηται, ἀλλ’ἔστι σφόδρα εὐτελές. παρὰ δ’Ἴωνι τῷ τραγικῷ ἐν τῷ ἐπιγραφομένῳ Συνεκδημητικῷ καὶ σπανοπώγων τις ὀνομάζεται, δασυπώγων δ’ἐν ταῖς Θεσμοφοριαζούσαις Ἀριστοφάνους. καὶ πωγωνίας δέ, καὶ πώγωνες αἱ ἀκίδες παρὰ τοῖς ποιηταῖς, καὶ παρ’Ὁμήρῳ γλωχῖνες. ἐν δὲ τῇ τραγῳδίᾳ “πώγων πυρός” ἡ εἰς ὀξὺ ἀναδρομὴ τῆς φλογός. 2.89ἕποιτο δ’ἂν τούτοις χείλη, ὧν τὸ μὲν ἄνωθεν καλούμενον, τὸ δὲ κάτωθεν ὥσπερ καὶ αἱ ὑπ’αὐτὰ γένυες καὶ σιαγόνες, ὧν ἡ μὲν ὑπερκειμένη πᾶσι τοῖς ζῴοις πλὴν κροκοδείλων ἀκίνητος, ἡ δὲ ὑποκειμένη προσάγεται πρὸς κατεργασίαν τῆς τροφῆς, ἣ μόνοις κροκοδείλοις πέπηγεν. καὶ Ὅμηρος μὲν ἕρκος ὀδόντων τὰ χείλη καλεῖ, οἱ δὲ παλαιοὶ κωμικοὶ χελύνας. ἀπὸ δὲ χειλῶν τὰ μέτρα, ἰσοχειλῆ μὲν τὰ ἐπίμεστα, καὶ ἐπιχειλῆ τὰ ἐνδεᾶ, ὧν ὑπεραίρει τὸ χεῖλος · ἐπιχειλῆ δὲ καὶ τὰ ἐπιπόλαια πράγματα Ἀριστοφάνης εἶπεν. 2.90Εὔπολις δὲ καὶ νεὼς χείλη εἴρηκεν · † ἀνωροθία ἡ † παρὰ τὰ χείλη τῆς νεώς. τὸ δὲ συνάγειν τὰ χείλη μοιμύλλειν ἡ κωμῳδία καὶ μοιμυλλᾶν φησί, τὸ δὲ διακινεῖν τὰ χείλη διαμυλλαίνειν · καὶ γὰρ τὰ χείλη μύλλα προσαγορεύουσιν. ὀνομάζεται δ’αὐτῶν τὸ μὲν περὶ ὅλῳ τῷ στόματι κημός, ἡ δ’ἐν τῷ ἄνω χείλει κοιλότης φίλτρον, ἡ δὲ ἐν τῷ κάτω τύπος ἢ νύμφη. καὶ τὸ μὲν προῦχον αὐτῶν προχειλίδια, ἡ δ’εἰς ἄλληλα τῶν χειλῶν συμβολὴ προστόμιον, τὰ δ’ἑκατέρωθεν αὐτῶν ἐπὶ τὰς γνάθους καταλήγοντα χαλινοί. 2.91οἱ δὲ ὀδόντες ταῖς γένυσιν ἐμπεφύκασι δύο καὶ τριάκοντα, ἑκκαίδεκα ἑκατέρᾳ σιαγόνι ἐγγεγομφωμένοι. ὧν οἱ μὲν μέσοι τέτταρες καλοῦνται τομεῖς καὶ γελασῖνοι καὶ διχαστῆρες καὶ κτένες, τὸ μὲν ὅτι τέμνουσι τὴν τροφήν, τὸ δ’ὅτι γυμνοῦνται γελώντων, τὸ δ’ὅτι τὸ προσπεσὸν διαιροῦσι, τὸ δ’ὅτι κτείνουσιν ὃ ἂν λάβωσιν · οἱ δ’ἑκατέρωθεν ἐν ἑκατέρᾳ τῇ σιαγόνι δύο κυνόδοντες διὰ τὴν ὀξύτητα, ὡς τοῖς τῶν κυνῶν προσεικότες. 2.92καὶ οὗτοι μὲν μιᾶς ῥίζης ἐκπεφύκασιν, παράκεινται δὲ τούτοις ἐξηρτημένοι δύο ῥιζῶν οἱ γόμφιοι, πέντε ἑκατέρωθεν, ὧν τὸ προῦχον μύλαι διὰ τὸ λεαίνειν ἴσως τὴν τροφὴν ὡς ἡ σιτουργὸς μύλη · εἰσὶ δὲ πέντε τῶν τομέων ἑκατέρωθεν, τρισὶ ῥίζαις ἐγγεγομφωμένοι. μεθ’οὓς τελευταῖοι οἱ σωφρονιστῆρες εἰσὶν, ἑκατέρωθεν ὀψίγονοι μετ’εἰκοστὸν ἔτος ἀναφυόμενοι · 2.93κραντῆρας δ’αὐτοὺς ἄλλοιτε καὶ Ἀριστοτέλης καλεῖ, λέγων ἐνίοις καὶ μετ’ὀγδοηκοστὸν ἔτος αὐτοὺς ἀνασχεῖν. ἐν ἑκατέρᾳ δὲ τῇ σιαγόνι τοὺς ἴσους ἀνταριθμητέον. τῶν μέντοι μυλῶν τὸ μὲν πρὸς τῇ σαρκὶ βωμίσκον καλοῦσιν, τὸ δὲ λεαῖνον τὰ σιτία τραπέζας, τὰς δὲ κοιλότητας ὁλμίσκους, τὸ δὲ συναμφότερον φάτνας. καὶ σύμπας μὲν ὁ τῶν ὀδόντων στοῖχος φραγμὸς ὀνομάζεται, τούτου δὲ τὸ ὑπὸ τὰς γνάθους γαμφῆλαίτε καὶ σιαγόνες. 2.94αἱ δὲ περιειληφυῖαι σάρκες τοὺς ὀδόντας, οὖλα μὲν τὰ ἔξωθεν, ἔνουλα δὲ τὰ ἔνδον · αἱ δὲ μεταξὺ τῶν ὀδόντων ἁρμογαὶ ἁρμοί. φησὶ δ’Ἀριστοτέλης ἐλάττους μὲν εἶναι τοὺς γυναικῶν παρὰ τοὺς ἀνδρῶν ὀδόντας, τούτων δὲ ὅσοι μὲν πυκνοὺς ἔχουσι καὶ συνεχεῖς, μακροβίους εἶναι, τὸ δ’ἐναντίον ὁπόσοι ἀραιούς. εἰ δὲ δεῖ τι καὶ παραμῖξαι καὶ τῆς γλυκείας ἱστορίας πρὸς τὸ τῆς ἀκοῆς ἐπαγωγόν, Πύρρον μέν φασι τὸν Ἠπειρώτην τοὺς ὀδόντας εἶναί οἱ συμφυεῖς, ἓν ὀστοῦν γραμμαῖς ἐπιπολῆς εἰς ὀδόντων σχῆμα τετυπωμένον, τα- ταὐτὸν δὲ τοῦτο καὶ Εὐρυφυεῖ τῷ Κυρηναίῳ συμπεσεῖν. 2.95περὶ δὲ τὴν Ἀλκάθου κώμην ἐν Κύπρῳ Μήστορι τῷ Κυπρίῳ τοιοῦτον βρέφος τεχθὲν ἐκτεθῆναι τέρως ὑποψίᾳ, αἶγα δ’αὐτῷ μαστὸν παρασχεῖν, καὶ κληθῆναι τραφὲν τὸ μὲν πρῶτον Αἰγινόμαν αὖθις δὲ Εὐρυπτόλεμον, καὶ βασιλεῦσαι Κυπρίων. ὁ δὲ Νικοκλέους τοῦ Κυπρίου πατήρ, ᾧ τὰς παραινέσεις ὁ Ἀθηναῖος σοφιστὴς ἔγραψεν, τὸ μὲν ὄνομα αὐτῷ Τίμαρχος ἦν, διστοίχους δ’εἶχεν ἄρα τῷ Ἀριστοτέλους λόγῳ τοὺς ὀδόντας, κατὰ δὲ τὴν Ἴωνος τοῦ Χίου δόξαν τριστοίχους Ἡρακλῆς. 2.96ὀνόματα δ’ἐξ ὀδόντων “σίδηρος ὠδοντωμένος” ὁ πρίων, καὶ ὀδοντοφυεῖν τὰ βρέφη, καὶ τὸ τῶν ὀδοντοφυούντων πάθος ὀδοντοφυΐα, καὶ ὀδονταλγία. καὶ τὰ ἰατρῶν ἐργαλεῖα ὀδοντοξέστης καὶ ὀδοντάγρα. ὁ δὲ ὀδόντα μὴ ἔχων νωδός, ὡς Εὔβουλος λέγει καὶ Φρύνιχος ὁ κωμικός · ἀνόδοντα δ’αὐτὸν καλεῖ Φερεκράτης. ἡ δὲ ὀδόντας προύχοντας ἔχουσα προόδων καλεῖται. 2.97προσήκοι δ’ἂν τῷ στόματι τὸ χαίνειν, χανεῖν, κεχηνώς, ἀναχάσκειν παρὰ Ξενοφῶντι καὶ ἐγχανεῖν παρ’Ἀριστοφάνει. ἐκ τούτου δὲ καὶ ὁ κατάγελως καταχήνη εἴρηται παρὰ τοῖς κωμικοῖς. καὶ χάνος δὲ παρ’αὐτοῖς τὸ στόμα. τὸ μὲν δὴ ὑπὸ τοῖς χείλεσιν ἐκ τῆς κάτω σιαγόνος προῦχον ὀξύγενύςτε καὶ γένυς ὀνομάζεται, καὶ τὸ ὑπ’αὐτὸ σαρκῶδες ἀνθερεὼν ἀπὸ τοῦ θριξὶν ἀνθεῖν, κατ’ἐνίους δὲ λαυκανία, ἑτέρων λαυκανίαν καλούντων τὸ πρὸς ταῖς κλεισὶ κοῖλον. 2.98τὸ δὲ ἔνδον τῶν χειλῶν στόμα, ὥσπερ καὶ ἡ τῶν χειλῶν τομή. ὑπὸ δὲ ἐνίων καὶ † λογεῖον † κέκληται καὶ μάσταξ, ὃ καὶ Ὅμηρόν φασι δηλοῦν λέγοντα “ἀλλ’Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν”. καὶ μέντοι καὶ τὸ “μάστακ’ἐπεί κε λάβῃσι” μάστακί φασιν εἰρῆσθαι, ἵν’ᾖ ἐπειδὰν λάβῃ τῷ στόματι. τοῦ δὲ στόματος τὸ ὑπεράνω οὐρανὸς καὶ ὑπερῴα, ᾗ ἐπιτέταται δέρμα νευρῶδες, τοῖς ὀδοῦσιν ἔνδοθεν προσπεφυκός, ὥσπερ τοῖς παρισθμίοις τα- θάτερον αὐτοῦ μέρος. ἰσθμοῦ δὲ διὰ στενότητα τῆς φάρυγγος κληθείσης, τὰ ἑκατέρωθεν εἰκότως παρίσθμια ἤκουεν, καλοῦνται δὲ καὶ ἀντιάδες ἐκ τοῦ τόπου. 2.99τὸ δὲ ἐνδοτάτω κατηρτημένον ἀπὸ τῆς ὑπερῴας κίων καὶ κιονίς, περὶ ὃ σχίζεται τὸ ἀθρόον τοῦ ποτοῦτε καὶ τῆς τροφῆς, ὡς μὴ καταπνιγοίμεθα τῷ δαψιλεῖ τῆς ἐπιρροῆς. ὑπ’ἐνίων δὲ τοῦτο καὶ χόνδρος ἐκλήθη καὶ γαργαρεών ὑπερήρτηται δὲ στομάχουτε καὶ βρόγχου καὶ ἢν νοσήσασα φλεγμήνη ἢ καὶ εἰς ὠχρότητα ὑποτραπῇ, σταφυλὴ καλεῖται ἢ καὶ ὡς Ἀριστοτέλης σταφυλοφόρος. τὸ δὲ μετ’αὐτὴν πόλος. πᾶν δὲ τὸ στομάχου καὶ βρόγχου ὑπερκείμενον φάρυγξ καὶ φαρύγετρον ὀνομάζεται. 2.100τὰ δὲ ἐκ τοῦ στόματος ὀνόματα εὔστομος ἵππος καὶ αὐλὸς καὶ ᾆσμα, καὶ ἄστομος ἵππος καὶ αὐλὸς ὁ ἄγλωττος. καὶ ἀηδόνες παρὰ Σοφοκλεῖ εὐστομοῦσιν. εἴποις δ’ἂν καὶ λιμένος στόμα, καὶ ἄστομον καὶ εὔστομον λιμένα. Ὅμηρος δὲ καὶ πολέμου κέκληκε στόμα. ἔστι δὲ καὶ στομῶσαι λιμένατε καὶ σίδηρον · Ἀριστοφάνης δὲ στομῶσαι εἴρηκε τὸ λάλον ἀπεργάσασθαι. στόμιν δὲ ἵππον Αἰσχύλος εἴρηκε τὸν τραχύν. στόμιον δὲ καὶ χαλινοῦ τι μέρος, καὶ ὑποστόμιον · Καλλίας δὲ ὁ κωμικὸς καὶ μετάλλου στόμιον εἴρηκεν. 2.101πρόστομον δὲ ξίφος εἴρηται τὸ ἐστομωμένον καὶ τομόν · τὸ δὲ μαλακὸν καὶ ἄστομον ἀπρόστομον, ὡς Μάγνης ὁ κωμικός. στομώδη δὲ τὰ εὔστομα καὶ εὔφημα Σοφοκλῆς, στομοδόκον δὲ τὸν στωμύλον καὶ λάλον Φερεκράτης · καὶ ὁ στωμύλος δ’αὐτὸς καὶ ἡ στωμυλία ἐκ τοῦ στόματος παρῆκται. εἴρηκε δέ που Πλάτων καὶ στομαυλεῖν. καλεῖται δὲ καὶ τὸ ἐν στόματι νόσημα στομαλγία, καὶ ἡ φλυαρία οὕτως ἂν καλοῖτο καὶ εὐρύστομος ὁ ὧδε ἔχων στόματος. 2.102καὶ ἐπιστομίσαι τὸ ἐπισχεῖν λέγοντα. καὶ χαλκόστομον παρὰ τοῖς ποιηταῖς τὸ χαλκόπρωρον ἢ χαλκέμβολον. καὶ ἀναστομῶσαι τὰς τάφρους φησὶν Ἡρόδοτος καὶ Καλλίας ὁ κωμικός · τραυλὴ μέν ἐστιν, ἀλλ’ἀνεστομωμένη. ἀποστοματίζεσθαι δὲ τοὺς παῖδας Πλάτων που λέγει, οἷον ὑπὸ τῶν διδασκάλων ἐπερωτᾶσθαι τὰ μαθήματα ὡς ἀπὸ στόματος λέγειν. λέγεται δέ τι καὶ ἀπὸ στόματος εἰπεῖν ἐπὶ τοῦ ἀγράφου λόγου. καὶ “ἐξ ἑνὸς στόματος” Πλάτων που λέγει. 2.103καὶ μὴν τὸ μὲν ἀπορρέον τοῦ στόματος πτύσμα καὶ πτύαλον καὶ σίαλον, τὰ δὲ ἀπ’αὐτοῦ ὀνόματα πτύειν, ἀποπτύειν, καταπτύειν · κατάπτυστον, ἀπόπτυστον · Ἀνακρέων δὲ καὶ καταπτύστην εἴρηκεν. ἀρρωστήματα δὲ τῶν ἐντὸς στόματος βὴξ καὶ λὺγξ καὶ βράγχος καὶ βραγχᾶν καὶ ἕλκωσις καὶ φλεγμονὴ καὶ κυνάγχη καὶ συνάγχη. 2.104καὶ μὴν καὶ γλῶττα, τὸ κάλλιστον τῶν ἐν τῷ προσώπῳ μερῶν, ὑπὸ τὸ τῶν ὀδόντων ἕρκος καὶ προτείχισμα καθιδρυμένη, λόγουτε πηγὴ καὶ χορηγὸς καὶ γεύσεως γνώμων, διακρίνουσα τῶν χυμῶν ἕκαστον, τῇ μὲν ὑγρότητι τῆς ἔνδον ἐπιστροφῆς τὰς φωνὰς τυποῦσα, τῇ δ’ἀνανεύσει τὰς τροφὰς παραπέμπουσα, καλεῖται μὲν ὑπ’ἐνίων γεῦσις καὶ πλῆκτρον, τὸ μὲν ἀπὸ τοῦ ἔργου, τὸ δ’ὅτι πλήττουσα τὸν ἀέρα τὸν λόγον ἐργάζεται, πλέγμα δ’ἐστὶν ἐξ ὑμένων καὶ φλεβῶν σαρκῶδες ἀραιάτε καὶ εὐέλικτος, κάτωθεν μὲν λεία κατὰ το- τοὔδαφος τοῦ στόματος, ἄνωθεν δὲ τραχεῖα κατὰ τὸ πρὸς τὴν ὑπερῴαν μέρος, ὀξεῖα δὲ καθὸ συμμίσγει τῷ ἀέρι. 2.105καὶ τοῦτο μὲν καλεῖται προγλωσσίς, ἡ δὲ σὰρξ ἧς ἐκδέδεται πρὸς τὴν κάτω σιαγόνα συναπτομένη ἐπίκλην ὑπογλωσσίς ἐστιν. 2.106ἐξίσχουσα δὲ ἔνδοθεν ἐκ τῆς τοῦ στόματος κοιλότητος ἡ γλῶττα καὶ φλεψὶ συνδεδεμένη κατὰ τὴν ἔνδον ῥίζαν ἔχει σάρκα παραπλησίαν, οὐ μεγάλην, ἐοικυῖαν κιττοῦ πετάλῳ, τὴν μὲν πλατύτητα πρὸς τῇ γλώττῃ ἔχουσαν, τὴν δ’ὀξύτητα πρὸς τὸ εἴσω τοῦ στόματος μέρος ἐπεστραμμένην, καὶ τὴν ὁδὸν τῆς τροφῆς ἐπιφράττουσαν, ὡς μὴ ἀθρόα καταφέροιτο περὶ τουτὶ τὸ φράγμα κοπτομένη. καλεῖται δέ γε ἐπιγλωσσὶς ἥδε ἡ σάρξ. 2.107τῷ δὲ ὀνομαζομένῳ βρόγχῳ καὶ στομάχου τοῖς πρώτοις ἄκροις ἡ γλῶττα προσφυής ἐστιν, ἐκ τῶν ἐγκεφάλου μηνίγγων κατηρτημένη. καὶ τὸ πλέον τῆς εἰς τὴν γεῦσιν αἰσθήσεως ἔχει κατὰ τὸ πρὸς τῇ φάρυγγι μέρος, ὃ γεῦσιν καὶ κεφαλίνην καλοῦσιν, ὥσπερ τὰς ἑκατέρωθεν τῆς γλώττης κοιλότητας χηραμούς · οἱ δὲ παράσειρα προσαγορεύουσιν. ἔργα μὲν οὖν γλώττης γεῦσις καὶ φωνὴ καὶ λόγος, ὀνόματα δὲ ἀπὸ μὲν γλώττης εὔγλωττος καὶ εὐγλωττία, θρασυγλωττία καὶ γλωσσαλγία, καὶ δίγλωττος, πολύγλωττος, ἀλλόγλωσσος, ὁμόγλωσσος ὡς Ξενοφῶν. 2.108καὶ ὑπογλωττὶς στεφάνου τι εἶδος, καὶ ἐγγλωττογάστορες παρὰ τοῖς κωμικοῖς οἱ ἀπὸ τῆς γλώττης βιοῦντες. καὶ αὐλοῦ γλῶττα, καὶ γλωττοκομεῖον τὸ τὰς γλώττας ὑποδεχόμενον ἀγγεῖον, καὶ γλωττοποιὸς ὁ τεχνίτης, καὶ αὐλὸς ἄγλωττος · Ἀριστοφάνης δὲ ἄγλωττον τὸν εἰπεῖν ἀδύνατον ἔφη, Σοφοκλῆς δὲ ἄγλωττον τὸν βάρβαρον. 2.109ἀγλωττίαν δὲ Ἀντιφῶν εἴρηκεν · ὑπομόχθηρος δὲ ὁ ἀθυρόγλωσσος παρ’Εὐριπίδῃ. οἱ δὲ κωμικοὶ καταγλωττίζειν ἐν φιλήματι καὶ καταγλωττισμός · καὶ ἐπιγλωττωμένω οἷον λοιδορουμένω, καὶ παλίγγλωσσον τὸν δύσφημον, καὶ “οὐκ ἐπιγλωττήσομαι” ἤγουν οὐ λοιδορήσομαι. γλώττας δὲ τὰς τῶν ὑποδημάτων ἔλεγον, ὡς Αἰσχίνης ὁ Σωκρατικός. ἀλλὰ καὶ τὰς ποιητικὰς φωνὰς γλώττας ἐκάλουν, ὡς Ἀριστοφάνης · πρὸς ταύτας δ’αὖ λέξον Ὁμήρου γλώττας, τί † καλεῖται † κό ρυμβα. 2.110καὶ γλώσσης χαρακτῆρας ὡς Ἡρόδοτος, καὶ γλῶτταν Ἑλλάδα ἢ βάρβαρον, Περσίδα ἢ Ἀτθίδα, καὶ καθ’ἕκαστον ἔθνος καὶ πόλιν. καὶ ἀπὸ γλώττης εἰπεῖν τὸ ἀπὸ μνήμης καὶ μὴ τὰ γεγραμμένα. τὸ δὲ ἐπιγινόμενον τῇ γλώττῃ ἑλκύδριον ὀλοφλυκτὶς καλεῖται ἐν τοῖς Τιτανόπασι τοῖς Μυρτίλου. ἀπὸ δὲ γεύσεως γεύσασθαι, ἄγευστος, γεῦμα, γευστήριον. κρίνειν χυμοὺς ὀξεῖς, δριμεῖς, ὀδαξητικούς, πικρούς, ἁλμυρούς, ἁλυκούς Πλάτων γὰρ καὶ τῷ ἁλυκῷ ὀνόματι ἐν Τιμαίῳ κέχρηται δυσχερεῖς, ἀηδεῖς, γλυκεῖς, ἡδεῖς, εὐμενεῖς, ἐκλυσσῶντας. 2.111ἀπὸ δὲ φωνῆς φώνημα, εὔφωνος, ἄφωνος, ἔμφωνος · Φίλιστος δὲ καὶ δίφωνον λέγει. φώνησις, ἐπιφώνησις. σμικρόφωνος, μεγαλόφωνος, λαμπρόφωνος καὶ ὡς Δημοσθένης λαμπροφωνότατος, δύσφωνος, ἰσχνόφωνος, πολύφωνος, ἡδύφωνος, χαλκόφωνος, βαρβαρόφωνος, βαρύφωνος, ὁμόφωνος, γυναικόφωνος ὡς Ἀριστοφάνης, καὶ στενόφωνον ὄργανόν τι, καὶ καλλιφώνους ὑποκριτάς, καὶ στρηνόφωνος παρὰ Καλλίᾳ τῷ κωμικῷ. 2.112καὶ τὰ πράγματα εὐφωνία, ἀφωνία, σμικροφωνία, μεγαλοφωνία, λαμπροφωνία, πολυφωνία, ἡδυφωνία, δυσφωνία, καλλιφωνία · ἀπὸ γὰρ τῶν ἄλλων οὐκ ἔστιν εἰπεῖν τὰ πράγματα, πλὴν τὴν βαρυφωνίαν παρ’Ἀλέξιδι, ὥσπερ καὶ θρασυφωνίαν τὸ μὲν πρᾶγμα εἴποις ἄν, οὐκ ὂν τῆς Πλάτωνος θρασυξενίας ἀηδέστερον, τὸ δὲ ὄνομα θρασύφωνος βίαιον. 2.113καὶ γλυκυφωνίαν ἂν φαίης, οὐκ ἂν καὶ γλυκύφωνον προσειπών, καὶ ξενοφωνίαν, τὸν ξενόφωνον παρείς, καὶ συμφωνίαν · ὁ δὲ σύμφωνος πάνυ εὐτελές. καὶ τὴν διαφωνίαν ἐρεῖς, οὐ μὴν καὶ τὸ διάφωνον. τὰ δὲ ἐπιρρήματα εὐφώνως ὁμοφώνως, ἀφώνως, σμικροφώνως, μεγαλοφώνως, ἡδυφώνως · τὰ γὰρ ἀπὸ τῶν ἄλλων οὐ λεῖα πρὸς τὴν ἀκοήν. 2.114παρὰ δὲ Πλάτωνι συμφωνεῖ καὶ διαφωνεῖ. εἴποις δ’ἂν φωνὴν ὑψηλήν, ὑπέρογκον, λαμπράν, πλατεῖαν, βαρεῖαν, λευκήν, ἐκκεκαθαρμένην, ἡδεῖαν, ἐπαγωγόν, εὐμελῆ, εὐπειθῆ, εὐάγωγον, εὐκαμπῆ, εὐέλικτον, γλυκεῖαν, λιγυράν, σαφῆ, διαφανῆ, μέλαιναν, φαιάν, σμικράν, στενήν, δυσήκοον, ἀσαφῆ, συγκεχυμένην, ἐκμελῆ, ἀμελῆ, ἀνάγωγον, ἀπειθῆ, δυσκαμπῆ, τραχεῖαν, διεσπασμένην, ἀηδῆ, λυπηράν, βραγχώδη, χαλκίζουσαν, ὀξεῖαν. 2.117καὶ φθέγμα δὲ ὁμοίως κατὰ τὴν ὑφήγησιν τῶν προειρημένων, καὶ φθέγξασθαι, φθογγὴ καὶ φθόγγος, εὔφθογγος, ἄφθογγος. 2.118προσφθεγκτήρια πρὸ γάμων ἑορτή. καὶ πρόφθεγξις. καὶ τρυγεροὺς τὰ φθέγματα, ὡς ἔφη Πολύζηλος ὁ κωμικός · “ἀλλ’οὐ τρυγεροὺς τὰ φθέγματ’οὐ δὲ γλύξιδας”. ἀπὸ δὲ λόγου ὀνόματα λέγειν, καταλέγειν, κατάλογος, ὑπόλογος, ἐπίλογος, διάλογος. ἀπόλογος Ἀλκίνου ἐπὶ τῶν μακρῶν ῥήσεων. “ἀνάλογον τὰ φυόμενα φύεσθαι” Πλάτων ἐν τῷ περὶ ψυχῆς · ἐν δὲ τῷ Τιμαίῳ “ἀναλογιῶν” καὶ “ἀναλογίας”. 2.119καὶ Θουκυδίδης “πολὺν τὸν παράλογον” φησίν. καὶ παραλογίσασθαι, καὶ τὰ ἀμφίλογα λογίσασθαι, ἀντιλογίσασθαι, λογισταί, λογιστήριον, ἀλογίστως, ἀλόγιστον. ἀντιλογία, ἀπολογία, ἀπολογήσασθαι · Ἀντιφῶν δὲ καὶ ἀπελογήθη ἔφη. εὔλογον, εὐλόγως καὶ ὡς Ἰσοκράτης εὐλογωτέρως, εὐλογεῖν, εὐλογήσασθαι, εὐλογία, κακολογία ὡς Ὑπερείδης, κακολογεῖ ὡς Δημοσθένης, καὶ ἀλογία, αἰσχρολογία ὡς Ξενοφῶν. 2.120καὶ ὡς Πλάτων ἄλογα καὶ ἀδιανόητα. καὶ ὡς Θουκυδίδης ἀναλογισμός, καὶ ἀναλογίζεται ὡς Πλάτων. ὁ δ’αὐτὸς καὶ ἀντιλογικὴ τέχνη φησίν, Ἀντιφῶν δὲ ἀντιλογούμενοι, Θουκυδίδης δὲ “ὅρος οὐκ ἀντίλεκτος”. καὶ ἀλόγως, καὶ ἀξιολογώτατος. Ἀντιφῶν δὲ ἀπαρτιλογία, ὥσπερ καὶ Ἡρόδοτος. οὗτος δὲ καὶ ἐπαλιλλόγησε, κενολογήσω δὲ Εὔπολις, “ἵνα δὲ μὴ μακρολογῶ” Ὑπερείδης. 2.121ὁμολογία καὶ ὁμολογεῖν καὶ ὁμολογήματα ὡς Πλάτων, καὶ ὁμόλογον. φιλόλογος, πολυλόγος, μισόλογος, φιλολογία, βραχυλογία, βραδυλογία, πολυλογία, μισολογία, κουφολογία, ὑψηλολογία, ψευδολογία παρὰ Δημοσθένει, μακρολογία, μακρηγορία. λογοποιός, λογοποιία, λογοποιοῦσιν. ἀπελογίζετο. μυθολογία, διαμυθολογοῦντες. λογογραφία, λογογράφος, λογογραφικὴ ὡς ὁ Πλάτων. 2.122γενεαλογία, γενεαλογεῖν. ἀναμφιλόγως παρὰ Ξενοφῶντι. παρὰ δὲ Κριτίᾳ καὶ λογεὺς ὁ ῥήτωρ. οἱ δὲ “Περσῶν λόγιοι” παρ’Ἡροδότῳ, καὶ λογίμη πόλις. καὶ παρὰ Φαίδωνι λογάρια καὶ λογοποιήματα, παρὰ δὲ Θεοπόμπῳ τῷ κωμικῷ ὑπολογεῖν. λέξις, διάλεξις, διάλογος, διάλεκτος, διαλέγεσθαι, διαλεκτικὸς καὶ διαλεκτικῶς. καὶ λεκτικὸς παρὰ Δημοσθένει, καὶ λεκτικώτατος παρὰ Ξενοφῶντι. 2.123ἡ δὲ κωμῳδία λεπτολόγος εἴρηκε καὶ λεπτολογεῖν καὶ λεπτολογίαν. προσδιαλεγόμενος, προσδιαλέγεσθαι. πρόλογος, προλογεῖν. λογιστικὸς, λογιστικῶς. λογομύθιον. κακολόγος, κακήγορος, καὶ ὡς Ἀντιφῶν ἡδυλόγος καὶ μετριολόγος. μετεωρολόγος δὲ Πλάτων καὶ μετεωρολογῶν. 2.124μικρολόγον δὲ Ὑπερείδης μὲν τὸν εἰς ἀργύριον ἀνελεύθερον, Ἰσοκράτης δὲ τὸν μεμψίμοιρον. καὶ ταπεινολογία δὲ καὶ οἰκτρολογία καὶ ἐλεεινολογία τὰ τοῦ Πλάτωνος, τούτοις προσήκει. μικρολογεῖσθαι δὲ εἴρηκεν Εὔπολις, καὶ μικρολογήσωμεν Κρατῖνος, καὶ δεινολογεῖται Ἡρόδοτος. καὶ δεκατηλόγους δὲ καὶ πεντηκοστολόγους Δημοσθένης. Ὑπερείδης δὲ “διειλεγμένος” ἐπὶ ἀφροδισίων · 2.125Ἀριστοφάνης δὲ διαλέξασθαι ἔφη. κακηγορεῖν, κακολογεῖν. λέγεται δὲ καὶ λογοδαίδαλος, ἐλλόγιμος. Ἕρμιππος δὲ ὁ κωμικὸς καὶ περιλέγειν εἴρηκε τὸ περιέρχεσθαι τῷ λόγῳ καὶ οἷον περισσὰ λέγειν. καὶ τὸ λαλεῖν δὲ καὶ ὁ λάλος καὶ λαλίστερος, καὶ ἡ λαλιά, καὶ τὸ καταλαλεῖν παρὰ Ἀριστοφάνει καὶ ὁμοίως ἡ λάλησις, καὶ ἀπεριλάλητος Αἰσχύλος. 2.126τῶν δὲ τῆς γλώττης ἔργων τὰ ὀνόματα βοή, βοᾶν, ἐκβοᾶν, παραβοᾶν, καταβοᾶν, ἐπιβοᾶν. ἐπιβόητος, περιβόητος. περιβοήτως ὡς Αἰσχίνης, καὶ ὡς Θουκυδίδης καταβοή. μεγαλήγορος δὲ παρὰ Ξενοφῶντι, καὶ μεγαληγορεῖν καὶ μεγαληγορία. καὶ συνήγορος, συνηγορεῖν, συνηγορία, συναγορεύειν. προήγορος, προηγορεῖν, προαγορεύειν, προαγόρευσις, ἀναγόρευσις. 2.127καὶ δημηγόρος, δημηγορεῖν, δημηγορία. ἰσηγορία, κακηγορία, κακήγορος, κακηγορίστερος παρὰ Φερεκράτει, καὶ κακηγορίστατος παρὰ Ἐκφαντίδῃ. προσήγορος, εὐπροσήγορος, ἀπροσήγορος, δυσπροσήγορος, προσαγόρευσις, προσαγορεῦσαι, προσηγορία. ἀπειπεῖν, ἀπαγορεῦσαι · Ἰσαῖος δὲ ἀπειρηκὼς ἔφη οἷον ἀπολελαληκώς, Πλάτων δὲ ἀπόρρησιν τὴν ἀπαγόρευσιν καὶ ἀπαγορεύειν τὸ ἀποκαμεῖν · “ἀπορρηθὲν” δὲ “αὐτῷ” Δημοσθένης εἶπε τὸ ἀπαγορευθέν. 2.128“ὑπὸ δὲ γένους ἀπορρηθῆναι παντός” Πλάτων, οἷον ἀποκηρυχθῆναι. ἐκ δὲ τῶν αὐτῶν ἐστὶν εἰπεῖν, εἰπών, ἀπειπεῖν, ἀπειπών · ἐπανειπὼν ἀργύριον, οἷον ἐπικηρύξας. καὶ ῥητόν τι καὶ ἀπόρρητον, καὶ ῥῆσις καὶ ἀπόρρησις καὶ ἀνάρρησις καὶ διάρρησις καὶ πρόρρησις, καὶ ἀρρησία ἡ σιωπὴ παρὰ Νικοφῶντι, καὶ ῥῆμα καὶ πρόσρημα, καὶ πρόσρησις, καὶ ῥήτωρ, καὶ εὐρήμων καὶ κακορρήμων καὶ ἀρρήμων, καὶ ἐπίρρητος, καὶ μεγαλορρημοσύνη καὶ εὐρημοσύνη καὶ εὐθυρρημοσύνη. 2.129καὶ ὡς Δημοσθένης αἰσχρορρημοσύνη. ἀπειπεῖν, συνειπεῖν. διαρρήδην, διαφάδην. φῆσαι, συμφῆσαι, ἀποφῆσαι. καὶ φάσις · ἀπόφασις δὲ ἐπὶ διαιτητοῦ, ἣν καὶ γνῶσιν καλεῖ Δημοσθένης. καὶ ἀντίφῃς Πλάτων, καὶ ἀπόφησιν Ὅμηρος, καὶ ἀποφήνασθαι γνώμην οἱ ῥήτορες. 2.130κεφαλῇ γε μὴν ὑπόκειται τράχηλος. καλεῖται δὲ καὶ αὐχὴν καὶ δειρή, ὅθεν καὶ ὑποδερὶς τὸ ἐν τοῖς πρόσθεν τοῦ τραχήλου τελευταῖον. ἐφέστηκε δὲ σφονδύλοις ἑπτὰ ὁ τράχηλος, οὓς Ὅμηρος ἀστραγάλους καλεῖ, καὶ σφονδυλίωνα τὸν μυελὸν τὸν ἐν αὐτοῖς. ὀνομάζονται δὲ οἱ σφόνδυλοι καὶ στροφεῖς παρὰ τὴν ἐπ’αὐτοῖς τοῦ τραχήλου στροφήν, καὶ στρόφιγγες παρὰ Φερεκράτει. 2.131κατατείνουσι δὲ διὰ ῥάχεως, τὸν μυελὸν ἐξ ἐγκεφάλου διαφέροντες, ὃς μήνιγξίτε φράττεται καὶ νεύροις παραπέμπεται. τὸ δὲ πᾶν αὐτῶν σύστημα καλεῖται γύης. τῶν δὲ σφονδύλων ὁ μὲν πρῶτος, ὁ σὺν τῷ τραχήλῳ στρεφόμενος, ἐπιστροφεὺς ὀνομάζεται · Ἱπποκράτης δ’αὐτὸν καὶ ὀδόντα δοκεῖ καλεῖν. τοῖς δὲ πλαγίοις αὐτοῦ δύο κοιλότητες μία ἑκατέρωθεν ἔνεισιν, εἰς ἃς ἐνίζουσι ὑπὸ τὴν παρεγκεφαλίδα προύχουσαι προβολαὶ δύο, κεφαλῆς κορῶναι καλούμεναι. 2.132τῶν δὲ σφονδύλων ὁ δεύτερος ἀκίνητος ὢν ἄξων ὀνομάζεται, προβολὰς δὲ ἔχει δύο, μίαν ἑκατέρωθεν, τὴν μὲν τῷ πρώτῳ τὴν δὲ τῷ τρίτῳ τῶν σφονδύλων ἐνηρμοσμένας · καλοῦνται δὲ κάτοχοι. παραπλησίων δ’ὄντων τῶν ἐπὶ τούτοις τεττάρων ὁ τελευταῖος ὡς ἀχθοφορῶν ἄτλας ὀνομάζεται. 2.133τούτῳ δὲ ὑπηρείσθησαν ὠμοπλάται, καταλήγουσαι μὲν εἰς τὰς ἀκρωμίας, ὑπερείδουσαι δὲ τὰς κλεῖδας, ὧν τὸ μέν τι μέρος τοῖς σφονδύλοις ὑπὸ νεύρου τινὸς προσήρτηται, τὸ δὲ ὑπὸ τὸ στέρνον εἰς τὸν τράχηλον παύεται καὶ κατακλεὶς ὀνομάζεται. τὰς δ’ὠμοπλάτας εἰσὶν οἳ καὶ ἐπινωτίους καὶ πλάτας ἐκάλεσαν. κλειδῶν δὲ τὸ μὲν πρὸς ὠμοπλάταις ἐπωμίς, τὸ δὲ πρὸς τραχήλῳ παρασφαγίς, ὅτι τὸ κοῖλον, ᾗ διεστᾶσιν αἱ κλεῖδες, καλεῖται σφαγή, ὑπ’ἐνίων δὲ καὶ θυμός. 2.134ὑποκειμένης δὲ κατὰ τὴν κοιλότητα τῷ τραχήλῳ τῆς φάρυγγος ἔνδοθεν, τὸ ἔξωθεν ὑπὸ τὰς ὀργὰς ὑπὸ τοῦ φυσᾶσθαι πιμπράμενον καὶ ἀνοιδαῖνον πρηστὴρ ὀνομάζεται, τὸ δὲ ἐν μέσῳ πρηστήρωντε καὶ φάρυγγος ἀγκτήρ. ἀφ’οὗ τὸ μέχρι γενύων παρωτίδες, ὧν τὸ μέχρι κλειδῶν μέρος τέρθρον, ἡ δὲ ὄπισθεν κατὰ τὸν στροφέα σφόνδυλον κοιλότης ἐπισφαγὶς προσείρηται · καὶ ταύτην περιέχουσι τένοντες. 2.135τὸ δὲ μέχρι τέρθρων κύρτωμα παραλοφία, διότι λοφιὰν τὴν κατὰ νῶτον προβολὴν καλοῦσιν. ἡ μέντοι σύμπασα τοῦ αὐχένος περιαγωγὴ περίδειρον ὀνομάζεται. ὀνόματα δὲ ἐκ μὲν τραχήλου τὸ ἐκτραχηλίσαι καὶ εἰς τράχηλον ὦσαι, ἐκ δὲ αὐχένος ὑψαύχην καὶ ὑψαυχενεῖν. καὶ μεσαύχενας τοὺς ἀσκοὺς Ἀριστοφάνης κέκληκεν. βυσαύχην δὲ ἐκαλεῖτο ὁ τοὺς μὲν ὤμους ἀνέλκων τὸν δὲ αὐχένα συνέλκων, ὃν ἐπίβουλον Ἀριστοτέλης φυσιογνωμονεῖ · 2.136οἱ δὲ ἐριαύχενες σφόδρα ποιητικόν. ὑποτραχήλιον μὲν οὖν καλοῦσι τὸ ὑπὸ τοὺς αὐχένας, μεταξὺ ὠμοπλατῶν καταλῆγον ἐπὶ τὸ μετάφρενον, μετάφρενον δὲ τὸ ὑπ’αὐτὸ μέχρι μέσου νώτου, κατὰ τὸ τῶν φρενῶν διάζωμα. ὑπορραχὶς δέ ἐστιν ἡ μέχρις ὀσφύος κοιλότης. ἀπὸ δὲ ῥάχεως ὀνόματα ῥαχίζειν τὸ κόπτειν, καὶ ῥάχετρον τὸ μέσον τῆς ῥάχεως, καὶ ῥαχετρίσαι τὸ διακόψαι. 2.137καὶ μὴν ἐπί γε τὰς χεῖρας ἰοῦσι τὸ μὲν ὑπερέχον τοῦ βραχίονος ἀκρωμία καὶ ὤμου κεφαλὴ καὶ ἀκροκωλία καὶ ἐπωμίς. ἀπὸ δὲ ὤμου ὀνόματα καὶ ἡ ἐξωμὶς καὶ ἡ ἐξωμιδοποιία. ἵνα δὲ ἐνερείδεται τουτὶ τὸ ἄρθρον, ἐντύπωσις καλεῖται ἢ ὠμοκοτύλη. καὶ νεύροις μὲν κατήρτηται παρὰ πλευρὰς παραιωρουμένης τῆς χειρός, στάσης δὲ εἰς πυγμὴν ἐνιζάνει τῇ τῆς ἐντυπώσεως κοιλότητι. 2.138στρογγύλος δὲ ὢν ὁ βραχίων καὶ κεκλιμένος, ὅτι ἐστὶ τοῦ πήχεως βραχύτερος, ᾗ πρὸς τὸν ἀγκῶνα καταβαίνει, διευρύνεται. καλεῖται δὲ αὐτοῦ τὰ μὲν ἔξωθεν μύες, τὰ δ’ἔνδον παρωλένια, τὸ δὲ πρὸς τῷ ὤμῳ προῦχον βραχίονος κεφαλή, αἱ δὲ ὑπὸ τῇ ἀκρωμίᾳ κοιλότητες μασχάλαι, ἀφ’ὧν ὀνόματα ἀμφιμάσχαλος καὶ ἑτερομάσχαλος χιτών. 2.139ἡ δὲ μασχάλη ὑπὸ μὲν τῶν ἰδιωτῶν καλεῖται μάλη, ὑπὸ δὲ τῶν Ἀττικῶν οὐχί, ἀλλὰ τὸ ὑπὸ αὐτῇ φερόμενον ὑπὸ μάλης φέρεσθαι λέγουσιν. τὰ μέντοι παρωλένια καὶ ἀγκάλαι καὶ ἀγκαλίδες, καὶ εὐάγκαλον τὸ εὔφορον ἢ τὸ ἡδύ. ἴσως δὲ ἀπὸ τούτων καὶ ἀγκαλίδες οἱ τῶν ξύλων δεσμοί, καὶ ἀγκαλιδαγωγοὶ καὶ ἀγκαλιδηφόροι, καὶ τὸ ἐναγκαλίσασθαι καὶ προσαγκαλίσασθαι · καὶ παραγκαλίσασθαι τὸ τοὺς ἀγκαλιδηφόρους αὐτούς τι παραφορτίσασθαι. 2.140ὁ τοίνυν πῆχυς ἔχει ὀστᾶ δύο τὸ μὲν ὑπερογκότερον, τὸ δὲ βραχύτερον. καὶ ἵνα γε τῷ βραχίονι συνήρθρωται, τὸ μὲν πᾶν ἀγκὼν καλεῖται, ἀφ’οὗ γαλιάγκων παρ’Ἱπποκράτει, τὸ δὲ ἔξωθεν αὐτοῦ προῦχον ὀλέκρανον, ἀφ’οὗ καὶ τὸ ὀλεκρανίζειν παρὰ τοῖς κωμικοῖς. τὸν δὲ πῆχυν καὶ ὠλένην καλοῦσιν, ὅθεν καὶ ἡ Ἥρα λευκώλενος, καὶ ἀκρωλένια τὰ ἄκρα τοῦ πήχεως. οὗ τὸ μὲν ἄνωθεν ἐπίπηχυ, τὸ δὲ κάτωθεν ἀγοστός. 2.141ἔνιοι δὲ καὶ τὸ πρὸς τῇ ἀκρωμίᾳ ἄρθρον καὶ τὸ πρὸς τῷ ἀγκῶνι κορύνας καλοῦσιν, οἱ δὲ τόρμους ἢ κονδύλους. καὶ τοῦ πήχεως τὴν ὑπὸ τῷ βραχίονι συμβολὴν κατὰ μὲν τὴν ἔνδοθεν κοιλότητα ὀλέκρανον καλεῖσθαι νομίζουσιν, κατὰ δὲ τὴν ἔξωθεν προβολὴν ἀγκῶνα · τὸ γὰρ κορωνὸν ὁμῶς ἐστιν ἰατρικόν, ὀνομάζουσι δὲ τοῦτο καὶ κύβωλον. καὶ κύβιτον εἴποις ἂν ὡς Ἱπποκράτης · δοκεῖ δ’εἶναι Δωρικὸν το- τοὔνομα τῶν ἐν Σικελίᾳ Δωριέων, ὅθεν Ἐπίχαρμος καὶ τὸ παίειν τῷ ἀγκῶνι κυβιτίζειν λέγει. 2.142αὐτὴ δὲ ἡ συμβολὴ τοῦ πήχεως πρὸς τὸν βραχίονα βαθμὶς καλεῖται. τῶν μέντοι περὶ τῷ πήχει δύο ὀστῶν τὸ σμικρότερον κερκὶς ὀνομάζεται καὶ παραπήχειον, ὡς τοῦ μείζονος ἔχοντος τὴν τοῦ πήχεως προσηγορίαν, ὃ καὶ προπήχειόν τινες καλοῦσιν. οὗ τὸ πέρας καρπὸς ὀνομάζεται, συγκείμενον ἐξ ὀστῶν ὀκτώ. καὶ προκάρπιον μὲν καλεῖται τὸ πρὸ τοῦ καρποῦ τῷ δὲ καρπῷ καὶ προβολή τις ἀστραγάλῳ προσφερὴς συμπέφυκεν, μετακάρπιον δὲ τὸ πρὸ τῶν δακτύλων πλατυνόμενον, ἀφ’οὗ εἰς ἐκείνους ἡ χεὶρ σχίζεται. 2.143καὶ τὸ μὲν ἔνδοθεν τῆς χειρὸς σαρκῶδες, ἀπὸ τοῦ μεγάλου δακτύλου μέχρι τοῦ λιχανοῦ, καλεῖται θέναρ, τὸ δὲ ἔξωθεν ὀπισθέναρ, τὸ δὲ ἀπὸ τοῦ λιχανοῦ ἕως τοῦ μικροῦ δακτύλου ὑποθέναρ. τὸ δὲ μεταξὺ θέναρος καὶ ὑποθέναρος καὶ στήθους κοῖλον χειρὸς ὀνομάζεται, ὃ καὶ κοτύλην ἔνιοι καλοῦσιν. 2.144στῆθος δὲ τὸ μετὰ τὸ κοῖλον πρὸ τοῦ μετακαρπίου · τὸ δὲ στῆθος καὶ ἄνδηρον καλεῖται. ἔνιοι δὲ τὸ μὲν πρόσθιον τῆς δρακὸς πᾶν θέναρ οἴονται καλεῖσθαι, καὶ Ἱπποκράτης καὶ Ὅμηρος τοῦτο ὑποδηλοῦσιν, τὸ δὲ ἀντικείμενον πᾶν ὀπισθέναρ ἢ κτένας. καὶ προκάρπια καὶ δῶρα, καὶ τούτων τὰ μὲν πρὸς καρποῖς στήθη, τὰ δὲ πρὸς δακτύλοις ὑπόχηλα καὶ ταρσὸν καὶ κράτος. τῶν δὲ δακτύλων τὰ μὲν προύχοντα κατὰ τὰς συμβολὰς κόνδυλοι, ἀφ’ὧν καὶ ἡ πληγὴ κέκληται, τὰ δὲ ὑπ’αὐτοὺς ἄρθρα σκυταλίδες ἢ ὡς Ἀριστοτέλης φάλαγγες · 2.145τρεῖς δ’εἰσὶν ἑκάστῳ τῶν τεττάρων, δύο δὲ τῷ μείζονι. ὀνομάζονται δὲ οἱ δάκτυλοι μικρός, παράμεσος, μέσος, λιχανός, ἀντίχειρ ἢ μέγας. τὰ δ’ἐπὶ τῷ μετακαρπίῳ πρὸ τῶν κονδύλων μετακόνδυλα, ὧν τὰ μὲν κάτω ἄρθρα, τὰ δ’ὑπὸ ταῖς φάλαγξι ῥιζωνυχίαι · 2.146ἐξ αὐτῶν γὰρ αἱ τῶν ὀνύχων ἀρχαί. μεθ’ἃς ὄνυχες, ὑφ’οἷς τὰ νεῦρα παύεσθαι λέγουσιν · ὧν τὰ μὲν ὑπὸ τῷ ὄνυχι κρυπτά, τὰ δ’ἄνωθεν ἄργεμοι, τὰ δ’ἑκατέρωθεν παρωνυχίαι, τὰ δὲ μετ’αὐτὰς γωνίαι. τὸ δὲ πρὸς ταῖς ῥιζωνυχίαις λευκὸν ἀνατολή. καὶ τὰ μὲν ἐπιφαινόμενα τοῖς ὄνυξι νεφέλια, τὰ δ’ἔνδοθεν τῶν δακτύλων πέρατα ῥᾶγέςτε καὶ κορυφαί. ἀπὸ δὲ τῶν ὀνύχων ὀνυχίσασθαι καὶ ἀπονυχίσασθαι, ᾧ καὶ μᾶλλον χρηστέον, εἴρηται δὲ τὸ ἐξονυχίσασθαι, φαύλως δέ. τῆς μὲν οὖν ὅλης χειρὸς ὀστᾶ ἓξ καὶ εἴκοσιν εἶναί φησιν ὁ Σολεὺς Κλέαρχος, εἷς τῶν Ἀριστοτέλους μαθητῶν · 2.147ἀλλ’ἐὰν συγκλείσῃς τὴν χεῖρα, τὸ μὲν ἔξωθεν καλεῖται πυγμή, ἀφ’ἧς καὶ πύκτης, πυκτεύειν, ἐξεπύκτευσεν, πὺξ ἔπαισεν, πὺξ ἐπάταξεν, πὺξ ἔπληξεν · ἡ δὲ συνεχὴς τῶν χειρῶν συναγωγή, πυκνῶς εἰς πλῆθος ἐπιφερομένη, πίτυλος καλεῖται. τὸ δὲ ἔνδοθεν δράγμα, ἀφ’οὗ καὶ τὸ τῶν ἀσταχύων, καὶ δρὰξ καὶ δράκος, καὶ δράττεσθαι καὶ ἐπιδράττεσθαι. 2.148ἀπὸ δὲ τῆς χειρὸς εὔχειρ, θρασύχειρ, ἀρτίχειρ, εὐχειρία, θρασυχειρία, οὐ μὴν ἀρτιχειρία. χειρουργία, χειροτεχνία, χειροτέχνης · ὁ γὰρ χειρουργὸς εὐτελές, χειρουργεῖν δὲ καὶ χειροτεχνεῖν, καὶ χειρουργικὸς καὶ χειρουργικῶς, χειροτεχνικὸς καὶ χειροτεχνικῶς, χειρώσασθαι, ἐγχειρῆσαι, ἐγχείρημα, ἐπιχείρημα, ἐπιχείρησις. 2.149εὔχειρ, ταχύχειρ ὡς Κριτίας, καὶ ἀπ’αὐτῶν εὐχειρία, ταχυχειρία. καὶ χειροτεχνία ὡς Πλάτων. ὀξύχειρ γὰρ καὶ ὀξυχειρία, τὸ μὲν παρὰ Μενάνδρῳ εἴρηται, τὸ δὲ παρ’Ἀλέξιδι, καὶ πολυχειρία παρὰ Θουκυδίδῃ. ἐν χειρῶν νόμῳ ἀμύνασθαι, εἰς χεῖρας ἐλθεῖν, “εἰς τοὺς ὑπὸ χεῖρα τὴν ὀργὴν ἀφῆκεν”. χειραγωγός, χειραγωγεῖν. καὶ χεῖρα ὑπέχειν. τὸ κατὰ χειρὸς ὕδωρ χέρνιβα ἢ χέρνιβον Ὅμηρος, καὶ χερνίψασθαι, Φιλωνίδης δὲ καὶ χερνίμματα. 2.150Ἀριστοφάνης δὲ “ἀμεταχειρίστων τῶν κοινῶν” εἶπεν. ἀποχειροβιώτων δὲ Ξενοφῶν. χειρόμακτρον, χειρόνιπτρον. χεὶρ στρατιωτική, καὶ πολλῇ χειρί, καὶ χεὶρ δεξιὰ ἐπὶ χειροτεχνίας τινός, καὶ Πολυκλείτου χεὶρ τὸ ἄγαλμα, καὶ Ἀπελλοῦ χεὶρ ἡ γραφή. πολύχειρ καὶ πολυχειρία. χειροτονία, ἀντιχειροτονία, ἐπιχειροτονία, χειροτονεῖν, ἐπιχειροτονεῖν, ἀντιχειροτονεῖν, ἑκατόγχειρ, μακρόχειρ, εἴτε κατὰ Πολύκλειτον ὁ Ὑστάσπου Δαρεῖος, εἴτε κατὰ Ἀντιλέοντα Ξέρξης, εἴτε κατὰ τοὺς πλείστους Ὦχος ὁ ἐπικληθεὶς Ἀρταξέρξης, ἤτοι τὴν δεξιὰν ἔχων προμηκεστέραν ἢ τὴν ἀριστερὰν ἢ ἀμφοτέρας · 2.151οἱ δὲ ὅτι τὴν δύναμιν ἐπὶ πλεῖστον ἐξέτεινεν. ἀπὸ δὲ χειρῶν καὶ χειρῖδες παρὰ Ξενοφῶντι, καὶ χειριδωτοὶ χιτῶνες. καὶ χειροποίητον παρὰ Δημοσθένει, καὶ χειρώνακτες παρὰ Σοφοκλεῖ, καὶ χειρωναξία παρὰ Ἡροδότῳ, καὶ χειροήθεις παρὰ Δημοσθένει. 2.152Ὑπερείδης δ’ἐν τῷ ὑπὲρ Λυκόφρονος καὶ τὸ ὑπὸ τῶν πολλῶν ὀνομαζόμενον χειρόγραφον χεῖρα ὠνόμασεν, εἰπών “οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι”. ἔστι δὲ καὶ ναύμαχον ὅπλον χεὶρ σιδηρᾶ. χειροπέδας Ἡρόδοτος εἴρηκεν, Ἱππῶναξ δὲ χειρόχωλον τὸν τὴν χεῖρα πεπηρωμένον. χειρόδοτον δὲ δάνεισμα τὸ ἄνευ συμβόλου. καὶ χειρομάντεις αἱ ἐκ τῶν χειρῶν μαντευόμεναι. χειριᾶν δὲ ἐκάλουν τὸ κατερρῆχθαι τὰς χεῖρας ἢ ἀλγεῖν ἐκ κόπου, ὅθεν καὶ χειρόποδες οἱ τοὺς πόδας κατερρηγμένοι. 2.153χειρονομῆσαι δὲ τὸ ταῖν χεροῖν ἐν ῥυθμῷ κινηθῆναι · Ἡρόδοτος δὲ εἴρηκεν ἐπὶ Ἱπποκλείδου τοῦ Ἀθηναίου τοῖς ποσὶν ἐχειρονόμησεν, Κρατῖνος δὲ καὶ χειρονομησείοντας εἶπεν. καὶ ἀκροχειρισμὸς δέ τίς ἐστιν ἐν παγκρατίου μελέτῃ, καὶ ἀκροχειρίσασθαι. καὶ διαχειρίσαι χρήματα καὶ μεταχειρίσασθαι. καὶ διὰ χειρὸς ἔχειν τὴν πόλιν. καὶ αὐτοχειρία, αὐτοχειρί, αὐτόχειρ. 2.154τὸ γὰρ παρὰ Φιλίστῳ αὐτοχειρίσαντες παμμίαρον. ἀχείρωτον δὲ Σοφοκλῆς εἴρηκε τὸ ἀχειρούργητον, δυσχείρωτα δὲ Δημοσθένης, ἐγχειρίθετον Ἡρόδοτος, ἐγχειρητὴς δὲ καὶ ἐγχείρησις Ἀριστοφάνης, ἐπιχειρηταὶ δὲ Θουκυδίδης, καὶ ἐγχειρητικώτερος Ξενοφῶν, καὶ ἐγχειρήματα Δημοσθένης, καὶ ἐπιχειρήματα. ἐγχειρίδιον τὸ ξίφος Ξενοφῶν, Αἰσχύλος δὲ καὶ τὰς ἱκετηρίας. λέγοιτο δ’ἂν καὶ χεὶρ ἀκρατὴς ἢ ἐγκρατής, καὶ τὸ ἔργον αὐτῆς κρατεῖν, ἀντιλαμβάνεσθαι, καὶ τὸ πρᾶγμα ἀντίληψις καὶ ἀντιλαβή, καὶ λῆψις καὶ λαβή, καὶ ἀπρὶξ ἀντειλῆφθαι. 2.155ἔστι δ’ἀπὸ χειρῶν ἅψασθαι, ἁφὴ καὶ ὡς Πλάτων ἅψις, ἁπτόν, ἀναφές · τὸ γὰρ ἁφᾶσθαι ποιηταῖς δεδόσθω. ἀπὸ δὲ ἀγκώνων γαλιάγκων κατὰ Ἀριστοτέλην, καὶ ἀπὸ πήχεων εὔπηχυς, καλλίπηχυς, ῥοδόπηχυς, ὥσπερ ἀπὸ δακτύλων ῥοδοδάκτυλος. καὶ δακτύλιος καὶ δακτυλίδια τὰ γυναικεῖα, καὶ δακτυλιογλύφος καὶ δακτυλιογλυφία παρὰ Πλάτωνι. καὶ δακτυλοδεικτεῖται ὡς Δημοσθένης, καὶ ἐπὶ δακτύλων θεῖναι τὸ λογίσασθαι, καὶ δακτυλήθρας ὡς Ξενοφῶν. 2.156καὶ δάκτυλος ὁ ῥυθμός. καὶ τοὺς Ἰδαίους Δακτύλους κεκλῆσθαι λέγουσιν οἱ μὲν κατὰ τὸν ἀριθμόν, ὅτι κα- κἀκεῖνοι πέντε ἦσαν, οἱ δὲ κατὰ τὸ τῇ Ῥέᾳ πάνθ’ὑπουργεῖν, ὅτι καὶ οἱ τῆς χειρὸς δάκτυλοι τεχνῖταίτε καὶ πάντων ἐργάται. 2.157τῶν δὲ μέτρων ἔστι μέν τι καὶ δάκτυλος, δοχμὴ δὲ συγκλεισθέντες οἱ τέτταρες δάκτυλοι, τὸ δ’αὐτὸ καὶ παλαιστὴ θηλυκῶς καὶ παλαιστὴς ἀρρενικῶς, καὶ δῶρον, καὶ ἑκκαιδεκάδωρα τὰ ἑκκαιδεκαπάλαιστα. τὸ δὲ ἀπὸ καρποῦ ἕως ἄκρων δακτύλων, ἡ πᾶσα χείρ, ὀρθόδωρον. εἰ δὲ τοὺς δακτύλους ἀποτείνας ἀπὸ τοῦ μεγάλου πρὸς τὸν μικρότατον μετροῖς, σπιθαμὴ τὸ μέτρον. 2.158εἰ δὲ τὸν μέγαν δάκτυλον τῷ λιχανῷ ἀντιτείνας, τὸ μέτρον λιχάς. ἀπὸ δὲ ὀλεκράνου πρὸς τὸν μέσον δάκτυλον ἄκρον τὸ διάστημα πῆχυς. εἰ δὲ συγκάμψειας τοὺς δακτύλους ἀπ’ἀγκῶνος ἐπ’αὐτούς, πυγὼν τὸ μέτρον, εἰ δὲ συγκλείσειας, πυγμή. εἰ δ’ἄμφω τὰς χεῖρας ἐκτείνειας, ὡς καὶ τὸ στέρνον αὐταῖς συμμετρεῖν, ὀργυιὰ καλεῖται τὸ μέτρον. 2.159χειρῶν δὲ ἡ μὲν δεξιὰ κατὰ τὴν θέσιν, ἡ δὲ ἀριστερά, λαιά, σκαιά, εὐώνυμος. καὶ δεξιός, ἐπιδέξιος, δεξιῶς, ἐπιδεξίως, ἐπιδέξια · δηλοῖ δὲ τοῦτο παρὰ μὲν Πλάτωνι τὸ δεξιῶς “ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια,” παρὰ δὲ Λυσίᾳ τὸ ἐκ δεξιᾶς χειρός “εἰσιόντων πρὸς τῇ Νεμέᾳ ἕστηκεν ἐπιδέξια,” παρὰ δὲ Εὐπόλιδι προπόσεως σχῆμα “ὅταν δὲ δὴ πίνωσι τὴν ἐπιδέξια”. ἀμφιδέξιος, περιδέξιος. 2.160δεξιώσασθαι · Ξενοφῶν δὲ εἴρηκε καὶ δεξιωσάμενος. δεξίωσις, δεξιὰν δοῦναι ἢ λαβεῖν, δεξιὰν προτεῖναι, δεξιὰν ἐμβαλεῖν, “δεξιὰν πέμποντι βασιλεῖ” ὡς Ξενοφῶν. καὶ “μανθάνει τὰ δεξιά” οἷον τὰ σοφά, ὡς Ἀριστοφάνης. τὸ δὲ δεξίωμα ἐκ μόνων τῶν μέτρων. σκαιός, σκαιῶς ἀριστερός · τὸ δ’ἐπαρίστερος ἰδιωτικόν, τό γε μὴν ἀμφαρίστερος Ἀττικόν. 2.161τάχα δὲ καὶ ὁ ἀριστεροστάτης ἐν χορῷ προσήκοι ἂν τῇ ἀριστερᾷ, ὡς ὁ δεξιοστάτης τῇ δεξιᾷ. ἀλλὰ καὶ ἐν δεξιᾷ εἰσπλέοντι, καὶ ὁμοίως ἐν ἀριστερᾷ. ἀπὸ δὲ ὀνύχων ἄκρων ἀκρωνύχια τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν. προσήκοι δ’ἂν οἶμαι δακτύλοις καὶ τὰ ἄκρα, ἀκρότατα, ἀκρωλένια, ἀκρόδρυα, ἀκροχειρισμός, ἀκροκώλια, ἀκρώρεια, ἀκροθίνια, καὶ παρ’Εὐριπίδῃ ἠκροθινιαζόμην, καὶ ἀκροφύσιον καὶ ἀκροτελεύτιον παρὰ Θουκυδίδῃ, καὶ ὅσα ἄλλα ἐκ τῶν ἄκρων. 2.162ἀπό γε μὴν αὐχένος τὸ μὲν σύμπαν ἕως ἰσχίων θώραξ καὶ ὅλμος, τὸ δὲ ὑπὸ τὰς κλεῖδας στῆθος, οὗ τὰ ἐντὸς ἐντοσθίδια. καλεῖται δὲ καὶ προστηθίδια ἵππων ὅπλα. τὸ δὲ ἀπὸ θυμοῦ καταβαῖνον στέρνον, ὅθεν εὐρύστερνος καὶ εὔστερνος, καὶ προστερνίσασθαι καὶ προστερνίδια · καὶ στερνόμαντιν Σοφοκλῆς τὸν καλούμενον ἐγγαστρίμυθον. τὸ δὲ στηθῶν μέσον στηθύνιον. ἐπὶ δὲ τοῖς στέρνοις μαστοί, ἀφ’ὧν καὶ τὰ τῆς γῆς ὑπερέχοντα μαστοὶ κέκληνται. 2.163οἱ δὲ μαστοὶ καὶ τιτθοὶ καλοῦνται καὶ τιτθία, μάλιστα δὲ ἐπὶ γυναικῶν. τὸ δὲ ὑπ’αὐτοὺς προκάρδιον. ἀπὸ δὲ τιτθῶν τιτθαὶ αἱ θηλάζουσαι · θηλάζειν γὰρ καλεῖται τὸ τὸν μαστὸν ἐπισχεῖν, θηλάζεσθαι δὲ τὸ ἕλκειν τὸ γάλα ἐκ τῶν μαστῶν. τούτων δὲ θηλὴ τὸ ἄκρον, ὅθεν τὸ θηλάζειν καὶ θηλὴν ἐπισχεῖν. ὁ δὲ περὶ τῇ θηλῇ μελαινόμενος κύκλος φῶς, ἡ δὲ πρώτη τοῦ γάλακτος ὑπ’αὐτῷ πῆξις κύαμος, τὸ δὲ ὑποπιμπλάμενον τοῦ γάλακτος κόλπος καὶ ἄσκωμα. 2.164μόνα δὲ ἐν στήθεσιν ἔχει μαστοὺς ἄνθρωπος καὶ νυκτερὶς καὶ ἐλέφας. καὶ οὕτω μὲν ὁ Σολεύς · ὁ δὲ Σταγειρίτης τὸν ἐλέφαντα πρὸς τῷ στήθει φησίν, οὐκ ἐν τῷ στήθει τοὺς μαστοὺς ἔχειν. προκάρδιον δὲ τὸ ὑπὸ τῷ στήθει ἔγκοιλον μαλακὸν καὶ σαρκῶδες, κατὰ τὸ στόμα τῆς κοιλίας · ὑπόκειται δὲ τῷ χόνδρῳ τοῦ στήθους, ὅ ἐστιν ὀστοῦν ἐκπεφυκὸς τοῦ στήθους, ὃ καὶ ξιφοειδὲς καλεῖται. τὸ δὲ ὑπὸ τὸ στέρνον ἔγκοιλον, ὃ καλοῦσι σφαγήν, καὶ ἀντικάρδιον ὑπ’ἐνίων ὠνόμασται. 2.165καὶ δὴ τὸ μὲν ὑπὸ προκαρδίῳ χόνδρος, τὸ δὲ ὑπὸ τῷ χόνδρῳ ὑποχόνδριον. τούτοις δὲ πλευραὶ πρόσκεινται ὀκτώ, περιαγόμεναι εἰς τὰ νῶτα, μείζουςτε καὶ ἐλάττους, αἱ μὲν μείζους καλούμεναι γνήσιαι, αἱ δὲ ἐλάττους νόθαι, αἳ μάλιστα τῷ στήθει πλησιάζουσιν. 2.166τὸ δὲ ὑπὸ τὰς πλευρὰς ὀστῶν χήτει κενεὼν καλεῖται καὶ ζώνη, ἀφ’ἧς ὀνόματα ζώννυσθαι, ζῶμα, διάζωμα, καὶ ζωστήρ, καὶ ζώνη τι ὅπλον ὁμώνυμον τῷ μέρει · Ἀναξανδρίδης δὲ καὶ περιζώστραν εἴρηκεν ὡς δεῖ παχεῖαν τὴν περιζώστραν ἔχειν, δῆλον ὅτι τὴν ζώνην, ἣν Ῥωμαῖοι καλοῦσι φασκίαν. καὶ τὸ ζώννυσθαι δὲ καὶ διαζώννυσθαι ἐκ τούτων. καὶ ἡ μὲν περὶ τὰς πλευρὰς νόσος πλευρῖτις, ὥσπερ ἡ περὶ τὰ ἄρθρα ἀρθρῖτις, καὶ νεφρῖτις ἡ περὶ τοὺς νεφρούς. 2.167ἀλλὰ τὰ μὲν ὑπὸ μασχάλην πλευρὰ ὀνομάζεται, τὰ δὲ ὀστᾶ πλευραί, ὧν τὰ μέσα μεσοπλεύρια. ἑπτάπλευροι δὲ Λίγυες ἢ εἰσὶν ἢ καλοῦνται. καὶ τρίγωνόν τι ἰσόπλευρον ὀνομάζεται, καὶ παραπλευρίδια τὰ παρὰ ταῖς τῶν ἵππων πλευραῖς ὅπλα. καταλήγει δὲ εἰς τοὺς περὶ νῶτον σφονδύλους τὰ τῶν πλευρῶν ἄκρα, κα- κἀκείνοις ἐμπέπηγε κατὰ τὰς ἐκ πλαγίων κοιλότητας. δώδεκα δ’εἰσὶν ἑκατέρωθεν αἱ ξύμπασαι πλευραί, ὧν τινὲς μὲν τῷ στέρνῳ συνάπτονται, αἱ δὲ περὶ τὸν θώρακα παύονται, αὐταὶ ἑαυτὰς φέρουσαι. 2.168τὸ δ’ἀπὸ στέρνων ἐπ’αἰδοῖα κατὰ τὸν κενεῶνα καλεῖται κοιλία καὶ γαστήρ, ἀφ’ἧς προγάστωρ καὶ γάστρις, καὶ γαστριμαργία καὶ γαστρίμαργος καὶ γαστροβόρος, καὶ γαστρισμὸς καὶ γαστρίσαι. καὶ γαστρίδιον ἐν τῇ κωμῳδία, καὶ γάστρα τρίποδος παρ’Ὁμήρῳ. καὶ ὑπεγαστρίζετο τὸ ἐχόρταζεν ἡ κωμῳδία, καὶ ἐν γαστρὶ ἔχειν Ἡρόδοτος, καὶ ἐγγαστρίμαντις. τὸ δ’ὑπ’αὐτῇ στάχυς καλεῖται. 2.169τὸ δὲ κατὰ μέσην γαστέρα κοῖλον ὀμφαλὸς καὶ μεσομφάλιον, καὶ ὁ περὶ αὐτὸν τόπος γάγγαμον, ἐπεὶ νεύρων ἐστὶ πλέγμα, καθάπερ τὸ δικτυῶδες ὃ νῦν καλεῖται γάγγαμον ἢ ὡς οἱ πολλοὶ σαγήνη. ὀμφαλοῦ δὲ τὸ ἐν μέσῳ ἀκρομφάλιον, τὸ δὲ ὑπὲρ αὐτὸν ἐπομφάλιον. καὶ μεσόμφαλοι καλοῦνται πλακούντων τι εἶδος. καὶ ὀμφαλητόμος ἡ μαιεύτρια · καὶ ᾧ ἀποτέμνει τοὺς ὀμφαλοὺς τῶν βρεφῶν, ὀμφαλιστήρ. 2.170οἱ δὲ Ἀττικοὶ καὶ τὸν τῶν σύκων πυθμένα ὀμφαλὸν ὠνόμαζον. τὸ δὲ περὶ τῷ ὀμφαλῷ δέρμα γραῖα, ὅτι ῥυσούμενον γήρως σύμβολον γίνεται. τό γε μὴν ὑπὲρ τὸν ὀμφαλὸν μέρος εἴποις ἂν ἐπιγάστριον, ὅπερ ἥπατι καὶ σπληνὶ ἐπίκειται. τῷ δ’ἐπιγαστρίῳ οἱ κενεῶνες ὑπόκεινται, οὓς καὶ λαγόνας καλοῦσιν, ὥσπερ τὸ ὑπὸ τὸν ὀμφαλὸν πᾶν ἄχρι τῆς ὑπὲρ αἰδοῖα τριχώσεως ἦτρόντε καὶ ὑπογάστριον. ἀπὸ δὲ τοῦ ἤτρου καὶ ἠτριαῖα τεμάχη οἱ κωμῳδοὶ λέγουσιν. αὐτὴ δ’ἡ τρίχωσις ἥβητε καὶ ἐπίσιον. 2.171τὸ γὰρ ἐφήβαιον ἰατρῶν μόνων. τὸ δ’ὑπ’αὐτὰ αἰδοῖον. οὗ τὸ πρόμηκες, δι’οὗ τὸ ἐκ κύστεως ὑγρὸν ἐπιρρεῖ, καυλὸς ὀνομάζεται, καὶ στῆμα κατὰ τοὺς ἰατροὺς τὸ κατηρτημένον, τὸ δὲ μὴ ἐκκρεμάμενον αὐτοῦ ὑπόστημα καὶ κύστεως τράχηλος, ὥσπερ βάλανος τὸ τοῦ καυλοῦ ἄκρον · ἧς τὸ τρύπημα οὐρήθρα. πόσθη δὲ τὸ ἐπ’αὐτῇ δέρμα, ὡς ἀκροποσθία καὶ ἀκροπόσθιον τὸ πόσθης προῦχον. ᾧ δὲ τὴν πόσθην ἀπέδουν, τοῦτον τὸν δεσμὸν κυνοδέσμην ὠνόμαζον. 2.172τὸ δὲ τῶν ὄρχεων ἢ διδύμων ἀγγεῖον ὄσχεον, οὗ τὸ χαλώμενον λακόπεδον. τὸν δὲ ἀεὶ χαλαρῷ τούτῳ κεχρημένον λακοσχέαν Ἀθηναῖοι καλοῦσιν. τὰ μέντοι μεταξὺ ὑποστήματος καὶ ὀσχέου καὶ μηροῦ πλιχάδες καλοῦνται, ὅθεν καὶ τὸ διαβαίνειν οἱ ποιηταὶ ἀμφιπλίσσειν λέγουσι, καὶ τὸ περιβάδην ἀμφιπλίξ, ᾧ καὶ Σοφοκλῆς κατεχρήσατο ἐπὶ δρακόντων εἰπάν “θαιρὸν ἀμφιπλὶξ εἰληφότες,” οἷον περιβεβηκότες. 2.173καὶ Στράττις τὰ θυγάτρια περὶ τὴν λεκάνην ἅπαντα περιπεπλιγμένα, τουτέστι διηχότα τὰ σκέλη. καὶ παρ’Ὁμήρῳ δὲ τὸ διέβαινον · “αἳ δ’ἐὺ μὲν τρώχων, ἐὺ δ’ἐπλίσσοντο πόδεσσιν”. κρεμαστῆρες δὲ τὰ νεῦρα ἃ τοὺς διδύμους ἀνέχει. τὸ δὲ ῥαφῇ μὲν προσεοικός, ὑπὸ δὲ τὸν καυλὸν διὰ τοῦ ὀσχέου μέσου ὑπὸ τὸν ὀνομαζόμενον ταῦρον, ἀφ’οὗ καὶ ἀταύρωτος παρὰ τοῖς τραγῳδοῖς ἡ παρθένος, εἰς τὸν δακτύλιον καταλῆγον, περίνεος ὀνομάζεται ἢ τράμις ἢ ὄρρος. 2.174τῶν δὲ ὄρχεων τὸ μὲν ἄνω κεφαλή, τὸ δὲ κάτω πυθμήν · τὸ δὲ πᾶν τοῦτο αἰδοῖα, ὥσπερ καὶ τὰ γυναικῶν. ὧν τὸ μὲν σύμπαν κτεὶς καὶ ἐπίσιον, ἡ δὲ τομὴ σχίσμα. τὸ δὲ ἐν μέσῳ σκαῖρον σαρκίον νύμφη ἢ μύρτον ἢ ἐπίδερις ἢ κλειτορίς · καὶ κλειτορίζειν τὸ ψηλαφᾶν τὴν κλειτορίδα. τὰ δ’ἑκατέρωθεν σαρκώδη μυρτοχειλίδες ἢ κρημνοὶ ἢ πτερυγώματα. παραστάται δ’εἰσὶ πόροι ἀπὸ τῶν ὄρχεων εἰς τὸν οὐρητῆρα κατάγοντες καὶ ἐκπέμποντες τὸ σπέρμα. 2.175ἀπὸ δὲ τῶν εἰρημένων ὀνόματα, ἀπὸ μὲν γαστρὸς γαστρίς, γαστρίμαργος, γαστροβόρος, προγάστωρ, γαστρισμός. γαστρίζειν οὐ μόνον τὸ χορτάζειν λέγουσιν, ἀλλὰ καὶ τὸ πλήττειν εἰς τὴν γαστέρα, ὡς Ἀριστοφάνης ἐν Ἰππεῦσιν. Πλάτων δὲ ὁ κωμικὸς ἐπὶ τοῦ γαστριμάργου ἔπειτα δ’οὐδείς ἐστ’ἀνὴρ γαστρίστερος. τὸν δὲ Ψιττακὸν γάστρωνα ὁ Ἀλκαῖος καλεῖ. Ὅμηρος δὲ γάστρην μὲν τρίποδος πῦρ ἄμφεπεν. 2.176ἀπὸ δὲ καυλοῦ ἀπεκαύλισεν. ὁ δὲ πόσθης ἔρημος ἀπεσκολυμμένος · παρὰ δὲ τοῖς Αἰολεῦσιν ἐκαλεῖτο ἀπαιδοιῶσθαι τὸ ἀπεσκολύφθαι. τὸ μέντοι ἀνασπάσαι τὸ αἰδοῖον παρὰ τοῖς ἀρχαίοις κωμικοῖς ἀναστῦψαι καλεῖται · τὸ δ’ἐπεγείρειν αὐτὸ τοῖν χεροῖν ἀναφλᾶν καὶ ἀνακνᾶν Ἀριστοφάνης ἐν Ἀμφιαράῳ λέγει. ἐκαλεῖτο δὲ καὶ τύλος τὸ αἰδοῖον, ὅθεν καὶ Φερεκράτης τὸ γυμνοῦν αὐτὸ τῇ χειρὶ “ἀποτυλοῦν” εἶπεν. 2.177νῶτα τοίνυν ὑπ’αὐχένι κείμενα τὸ μὲν ἔγκυρτον ἔχει χελώνιον ὀνομαζόμενον, τὰ δ’ἑκατέρωθεν ὠμοπλατῶν πτερύγια, ὧν τὰ πλάγια μεταυχένια. τὸ δὲ μέσον νώτωντε καὶ τούτων μετάφρενον, περιεχουσῶν αὐτὸ τῶν ὠμοπλατῶν ὧν τὰ περὶ τῷ νώτῳ πλατυνόμενα τράπεζαι καλοῦνται, τὸ δ’ὑπ’αὐταῖς ῥάχις. ἧς τὸ μέσον ἐν τῷ νώτῳ κατὰ μῆκος ἄχρις ὀσφύος κοιλαινόμενον κρίσις, καὶ ταύτης τὸ καταλῆγον ἀντίστερνον. 2.178τὸ δ’ἀπὸ τῆς ῥάχεως ὀσφὺς τὸ μέχρι γλουτῶν. τὴν δὲ ῥάχιν ἔνιοι τῶν ποιητῶν ὠνόμασαν κλόνιν, ὥσπερ Ἀντίμαχος ὡς εἴτε κλόνιος τεθορυίης σφονδυλίων ἔξ. ἑπτακαίδεκα δέ εἰσιν οἱ σφόνδυλοι τὴν συγκαμπὴν τῇ ῥάχει παρέχοντες, δύο μὲν καὶ δέκα ῥάχεως, οὓς ὀναμάζουσι ῥάχεις, πέντε δὲ ὀσφύος · καὶ τὸν μὲν ὑπὸ τῷ ἄτλαντι καὶ τὴν ἐπ’αὐτῷ σάρκα λοφαδίαν ἢ λοφίαν, τὸν δὲ ὑπ’αὐτῷ μασχαλιστῆρα, τοὺς δὲ λοιποὺς πλευρίτας καλοῦσιν, τὸν δὲ δωδέκατον διαζωστῆρα. 2.179τὴν δὲ ὀσφῦν καὶ πρότμησιν ἐκάλουν, ἧς ἐνσφονδύλια μὲν τὰ ὀστᾶ, ὁ δὲ πρῶτος σφόνδυλος ἐκαλεῖτο νεφρίτης, ὡς ὁ τελευταῖος ἀσφαλτίτης. τὸ δὲ μέσον τῆς ὀσφύος ἄκνηστις, κυρίως μὲν ἐπὶ τῶν τετραπόδων · Ὅμηρος δὲ καὶ ἐπ’ἀνθρώπου κέχρηται λέγων “κατ’ἄκνηστιν μέσα νῶτα”. ἀπὸ δὲ νώτων ὀνόματα · κατὰ νώτου ἐπιγενέσθαι ἐν πολέμῳ, καὶ τὰ νῶτα δοῦναι, καὶ νωτίσαι παρὰ τοῖς ποιηταῖς τὸ κατὰ νώτου τι ἀπολιπεῖν. 2.180καὶ παρὰ Ξενοφῶντι “νωτοφόρος” ἡμίονος καὶ ὄνος · καὶ νωτεῖς δὲ τούτους ἐκάλουν, ὡς τοὺς ὑπὸ ζυγῷ ζυγίους. τὸν δὲ μαστιγίαν Ἀριστοφάνης νωτοπλῆγα ἐκάλεσεν. περὶ δὲ τοῖς νώτοις ἑπτὰ τραχύτητες ἀνεστᾶσιν, ὧν δύο μὲν αἱ μετὰ τὴν πρώτην ἄκανθαν ὀνομαζομένην καλοῦνται κυνόλοφα, κέρναι δὲ αἱ πλάγιοι δύο · αἱ δὲ λοιπαὶ κάτω προνεύουσιν. τῶν δὲ σφονδύλων ἄρρεν μὲν καλεῖται τὸ προῦχον καὶ ἐνερειδόμενον, θῆλυ δὲ τὸ ὑποδεχόμενον κοῖλον. τοὺς δὲ σφονδύλους τούτους Ῥιανὸς κύβους ὠνόμασεν αὐχένος ἐξ ὑπάτοιο κύβοις ἐπιτέλλεται ἰξύς. ἡ μέντοι διὰ τῶν σφονδύλων πορεία, δι’ἧς ὁ μυελὸς τέταται, σωλὴν καλεῖται καὶ ἱερὰ σῦριγξ. 2.181τῶν δὲ πλευρῶν αἱ μὲν μείζους γνήσιαι, αἱ δὲ ἐλάττους νόθαι, αἳ καὶ εἰσὶν ὑπὸ τῷ στήθει · μεθ’ἃς τὰ ἐνιδρυμένα ταῖς πλευραῖς σπλάγχνα ἐγκοίλια καλεῖται. καὶ ἐκ μὲν νώτων ἡ ἀνωτάτω πλευρὰ μεγίστη ὁρᾶται, ἐκ δὲ πλαγίων αἱ μέσαι. καὶ τὰ μὲν τῶν πλευρῶν ὀστᾶ σπάθαι · τούτων δὲ πλάται μὲν τὰ εὐρύτερα, ἃ καὶ ἀλλήλοις συμπέπηγεν, τὰ δὲ στενὰ κωπία, ἃ ῥάχει γειτονεῖ. 2.182καὶ αἱ μὲν πρῶται δύο τὴν ἐπίκλησιν ἔχουσιν ἀντίστροφοι, δύο δὲ αἱ μετὰ ταύτας στερεαί, δύο δ’ἐπὶ ταύταις στερνίτιδες · αἱ δ’ἐπὶ τοὺς χόνδρους καταλήγουσαι δύο παράσειροι, τέτταρες δὲ αἱ νόθαι μαλθακαί. ἵνα δὲ οἱ σφόνδυλοι καταλήγουσιν, ἱερὸν ὀστοῦν καλεῖται · καὶ ἄρχεται μὲν ἐξ εὐρύτητος ὑπὸ τὴν ῥάχιν, ἀποστενοῦται δὲ κατὰ τὸν κόκκυγα καλούμενον, ὃς καὶ σφονδύλιον καὶ ὀρροπύγιον ὀνομάζεται. οὗ τὸ ὑπεράνω ὀσφῦς καὶ ἰξύς, ὡς ζώνη τὸ κατ’αὐτὴν ἐν τοῖς πρόσθεν. 2.183τισὶ δὲ τὸ ἱερὸν ὀστοῦν τρητὸς κόκκυξ καλεῖται καὶ ἔστι πάντων μέγιστον. καὶ τὸ μὲν εἰς δακτύλιον νενευκὸς αὐτοῦ κορυφὴ καλεῖται, τὰ δὲ πλάγια ἰσχίατε καὶ σκάφια. ταῦτα δὲ ὀμφαλῷ μὲν ἀντίκειται, γλουτοῖς δὲ ἐπίκειται, οἳ καὶ κοχῶναι καὶ πυγαὶ προσαγορεύονται, καὶ προχῶναι παρ’Ἀρχίππῳ ἐν τῷ Ῥίνωνι καὶ ἰσχία μέν ἐστιν αἱ ἑκατέρωθεν μετὰ τὴν ὀσφῦν σαρκώδεις προβολαί, τὰ δ’ὑπερέχοντα ἀπὸ τούτων γλουτοὶ καὶ ἐφέδρανα, ἀφ’ὧν ἕδρα καθέδρα ἐνέδρα, ἐνεδρεύειν ἐφεδρεύειν, ἔφεδρος. 2.184ἀπὸ δὲ πυγῶν ὀνόματα εὔπυγος, καλλίπυγος, καταπύγων, καὶ καθ’Ἡσίοδον πυγοστόλος · οἱ δὲ Ἀττικοὶ καὶ τὸν μέσον τῆς χειρὸς δάκτυλον καταπύγονα ὠνόμαζον. οἱ δὲ ἐνδεῶς πυγῶν ἔχοντες λίσποι καὶ ὑπόλισποι καλοῦνται καὶ λισπόπυγοι, ἐφ’ᾧ μάλιστα Ἀθηναῖοι κωμῳδοῦνται. τὴν δὲ ὧδε ἔχουσαν καὶ διατράμιν Στράττις ὠνόμασεν. 2.185οἱ δὲ ἔνδοθεν κατὰ τὴν ὀσφῦν μύες καλοῦνται ψόαι καὶ νευρομῆτραι καὶ ἀλώπεκες · Κλέαρχος δὲ οὕτως ὀνομάζει τοὺς ἔξωθεν κατὰ τῆς ῥάχεως μῦς. κοτύλας δ’ἂν εἴποις τὰς τῶν περὶ τοῖς ἰσχίοις ὀστῶν κοιλότητας, αἳ τῇ κεφαλῇ τῶν μηρῶν εἰσὶν ἐνηρμοσμέναι. πλῆκτρον δὲ μηροῦ καλεῖται καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κοτύλῃ συνάπτει, αὐτὴ δὲ ἡ κεφαλὴ κοτυληδών. 2.186αἱ δὲ ὑπὸ τοὺς γλουτοὺς ἐπὶ τοὺς μηροὺς καταφερεῖς σάρκες ὑπογλουτίδες. τὰ δ’ἔμπροσθεν παρὰ τοὺς μηροὺς βουβῶνες, οἷς καὶ τὸ πάθος ὁ βουβὼν ἐπιγίνεται · καὶ τὸ βουβωνιᾶν ἐκεῖθεν, ὡς Καλλίας. καλεῖται δὲ καὶ τὸ νεῦρον τὸ συνέχον τὴν κοτύλην πρὸς τὸν μηρὸν ἰσχίον · ὁμώνυμον δ’ἐστὶν αὐτῷ καὶ τὸ ἄρθρον. καὶ τὸ μὲν τῇ κοτύλῃ συνηρμοσμένον ὀστοῦν στρογγύλον μηροῦ κεφαλή, μηρὸς δὲ τὸ ἀπὸ τούτου μέχρι γονάτων μέρος, ἀφ’οὗ εὔμηρος καλλίμηρος, μηριαῖα, παραμηριαῖα καὶ παραμηρίδια, καὶ ἡ Λάκαινα φανόμηρις. 2.187ἡ δὲ περὶ τῇ κεφαλῇ τοῦ μηροῦ τῶν ὀστῶν ἔκφυσις τροχαντὴρ ὀνομάζεται. μύες δὲ αἱ πρὸ τῶν ἄρθρων ἐν ταῖς κινήσεσιν ἐπανιστάμεναι σάρκες. 2.188τὰ δ’ἐντὸς τῶν μηρῶν παραμήρια, τὰ δὲ μεταξὺ αὐτῶν μεσομήρια. γόνυ δὲ ἡ μετὰ τοὺς μηροὺς συγκαμπή, ἀφ’οὗ καὶ τὸ γονατίζειν παρὰ Κρατίνῳ τῷ κωμῳδοποιῷ. λέγεται δέ τι καὶ καλάμου γόνυ, καὶ παρ’Ὁμήρῳ ἐπιγουνίς. γόνατος δὲ τὸ μὲν τῷ τοῦ μηροῦ τέλει συνηρμοσμένον κνήμης κεφαλή, τὸ δ’ἔξωθεν ἐπικείμενον πλατὺ καὶ περιφερὲς ὀστοῦν, ὥσπερ φράγμα τοῦ γόνατος, ἐπιγονατίςτε καὶ κόγχη καὶ κόγχος καὶ μύλη, κατὰ δὲ Ἱπποκράτην ἐπιμυλίς, κατὰ δὲ Ἱππώνακτα μυλακρίς. 2.189ἡ μέντοι κωμῳδία τὴν ἀλετρίδα μυλακρίδα καλεῖ ἢ ζῷόν τι ἐν τῷ μυλῶνι γινόμενον, ὡς Ἀριστοφάνης λέγει ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ, σκώληκας ἐσθίοντε καὶ μυλακρίδας. ὁ δὲ πρὸς τῷ γόνατι μῦς ἐπιγουνίς, ἡ δὲ κατόπιν ἀντικειμένη τῇ κόγχῃ κοιλότης ἰγνύη. 2.190κνήμη δὲ τὸ ἐπὶ τῷ γόνατι καὶ τῇ ἰγνύι πᾶν ἑκατέρωθεν. δύο δὲ ἔχει ὀστᾶ ἡ κνήμη, ἰσομήκη μέν, οὐ μὴν ἰσοπαχῆ · ὧν τὸ μὲν ἔξωθεν, ὅπερ ἐστὶν ἔλαττον, παρακνήμιον καλοῦμεν, τὸ δὲ ἔνδοθέντε καὶ μεῖζον προκνήμιον. τῆς δὲ κνήμης ἁπάσης τὸ μὲν πρόσθεν ἀντικνήμιον, τὸ δ’ὄπισθεν εἰς μῦν ἐπῃρμένον γαστροκνήμιον · ἔνιοι δ’ᾠήθησαν τὸ μὲν πρόσθεν κνήμην, τὸ δ’ὄπισθεν ἀντικνήμιον εἶναι. 2.191τὰ δ’ἀπὸ κνήμης ὀνόματα εὔκνημος καὶ κνημὶς καὶ “ἐυκνήμιδες Ἀχαιοί,” καὶ σκελίδες ὁλόκνημοι ἐν τῇ κωμῳδίᾳ, καὶ κνημοὶ ὀρῶν. τὰ δ’ἑκατέρωθεν τοῦ μείζονος ὀστοῦ, ὃ τὴν κνήμην φέρει κερκὶς καλούμενον, μικρὰ ὀστάρια, ἃ περόναι λέγονται καὶ παρακερκίδες, ταῦτα δὲ καὶ στήριγγες παρ’ἐνίοις καλοῦνται. τὸ δὲ πλατὺ νεῦρον, ὃ πρὸς τὴν πτέρναν παύεται ἀπὸ ἰγνύος ἀρξάμενον, τένων. 2.192τὸ δὲ ὑπὸ τῇ κνήμῃ μέρος καλεῖται σφυρὸν καὶ πέζα, ἀφ’ὧν ὀνόματα εὔσφυρος, καλλίσφυρος, εὔπεζος, ἀργυρόπεζος, “ἀργυρόπεζα Θέτις”. παρὰ δὲ τὴν πέζαν ἑκατέρωθεν προύχουσιν ἀστράγαλοι, εἰς οὓς αἱ περόναι καταλήγουσιν · οἱ δὲ ἀστραγάλους οὐ τὰ προύχοντα ἀλλὰ τὰ ἔνδον κρυπτόμενα ὑπὸ σφυρόν. ῥαιβοὺς δὲ καλοῦσιν οἷς καμπύλα εἰς τὸ ἔνδον τὰ σκέλη, βλαισοὺς δὲ οἷς τὸ ἀπὸ τῶν γονάτων εἰς τὸ ἔξω ἀπέστραπται · 2.193καὶ τὸ μὲν Ἀρχίλοχος, τὸ δὲ Ξενοφῶν λέγει. σκέλος μὲν δὴ πᾶν ὀνομαστέον τὸ ἐκ μηροῦ καὶ γόνατος καὶ κνήμης καὶ σφυροῦ καὶ ποδός · τὸ δ’ἐκ μηροῦτε καὶ κνήμης κῶλον καὶ κωλῆνα. ὀνόματα δ’ἀπ’αὐτῶν τὸ ὑποσκελίζειν, καὶ ὡς Ξενοφῶν κακοσκελής, καὶ σκελὶς ἡ νῦν καλουμένη πέρνα ἐν τῇ κωμῳδίᾳ, καὶ παρὰ Πλάτωνι “ἀσκελὲς καὶ ἄπουν” · 2.194τάχα δὲ καὶ ὁ σκελετὸς καὶ σκελετεύειν καὶ κατεσκελετευμένος ἀπὸ τῆς τῶν μερῶν τούτων ὡς πρὸς τὸ πᾶν σῶμα ἰσχνότητος. Μένανδρος δὲ καὶ περισκελίδας εἴρηκε φορεῖν τὰς κόρας. ἀσκωλιάζειν δὲ ἔλεγον τὸ τῷ ἑτέρῳ ποδὶ ἅλλεσθαι. ποὺς δὲ ὀνομάζεται τὸ μετὰ τοὺς ἀστραγάλους πᾶν · ἀφ’οὗ ὀνόματα εὔπους ὠκύπους ταχύπους καὶ ὡς Πλάτων ἀντίπους, εὐποδία ἀποδία, ποδωκία ποδώκης, ἀρτίπους καὶ ὡς Πλάτων παραποδισθῶμεν, καὶ Ξενοφῶν κακόποδας. 2.195καὶ δίπους καὶ τρίπους καὶ τὰ ἐφεξῆς, ὧν μόνον ὁ ὀκτώπους εἰδικώτερον ἐκφέρεται. τούτοις ἂν προσήκοι καὶ ἐμπόδια καὶ ἐμποδίσματα, ἐμποδίζειν, ἐμποδὼν ἵστασθαι, ἐπὶ πόδα ἀναχωρεῖν, καλόπους, ποδοκάκη, ποδάγρα, ποδαγρᾶν. Πλάτων δὲ καὶ τὰ “πολύποδα καὶ ἄποδα” εἴρηκεν. καὶ ὁ πολύπους δ’ἐκ τούτων ἂν εἴη καὶ ἡ χαμαίπους · ἐκάλουν δὲ οὕτω τὴν οὐκ ἐπὶ ζεύγους κομιζομένην νύμφην. 2.196ποδοστράβη, ποδόνιπτρον, ποδονιπτήρ, ποδεὼν ἀσκοῦ, ποδήρεις χιτῶνες, ποδαλγία ποδαλγής. ὁ δὲ κωμικὸς Πλάτων καὶ ποδάρια εἴρηκεν. καὶ ποδεῖα τοὺς περὶ τοῖς ποσὶ πίλους Κριτίας, ἅπερ Αἰσχύλος πέλλυτρα καλεῖ. λέγεται δέ τι καὶ περὶ πόδα, τὸ ἁρμόττον, ἀπὸ τῶν ὑποδημάτων. “ἀνεπόδιζον” δὲ “τὸν γραμματέα” Αἰσχίνης ὁ ῥήτωρ ἔφη ἐπὶ τοῦ πάλιν ἀναγινώσκειν ἐποίουν, καὶ ἀναποδιζόμενα Ἀντιφῶν τὰ πάλιν ἐξεταζόμενα. 2.197μέρη δὲ ποδὸς τὸ μὲν ἄνω πρὸ τῶν δακτύλων πεδίον ἢ ὄρος ἢ πολυόστεον, ἐξ ὀστῶν καὶ νεύρων συγκείμενον · οὗ τὸ ἔμπροσθεν μετὰ τοὺς δακτύλους ταρσός, τὸ δ’ἀπολῆγον τοῦ ποδὸς κατόπιν πτέρνα, ἀφ’ἧς καὶ τὸ πτερνοκοπεῖν, ὅπερ ἐστὶ τὸ ταῖς πτέρναις κτυπεῖν πρὸς τὰ ἑδώλια ἐν τοῖς θεάτροις, ὁπότε τινὰ θορυβοῖεν. καὶ πτερνίδες ἐν τῇ μέσῃ κωμῳδίᾳ καλοῦνται οἱ πυθμένες τῶν ἰατρικῶν λεκανίδων. 2.198τὸ δὲ κάτωθεν τὸ μὲν ὅλον τύλωμα, τούτου δὲ τὸ μὲν προῦχον ὑπὸ τοὺς δακτύλους στῆθος ποδὸς ἢ προστηθίς, τὸ δὲ μετὰ τὸ στῆθος κοῖλον ποδός. δάκτυλοι δὲ ποδὸς τὰς αὐτὰς ἐπὶ τοῖς μέρεσι προσηγορίας ἔχουσιν ἅσπερ οἱ τῶν χειρῶν. καὶ τὰ μὲν ὑπὸ τοὺς δακτύλους ῥήγματα χίμετλα ὀνομάζεται οἱ δὲ καὶ αὐτὸ τὸ μέρος οὗ ἐπιγίνεται, χίμετλον ὀνομάζεσθαι νομίζουσιν τὰ δὲ ὑπὲρ τοὺς δακτύλους κρούματα πταίσματα · 2.199Ἀριστοφάνης δὲ καὶ ἐπιπταίσματα αὐτὰ καλεῖ, τὸ μέντοι προσπταῖσαι ἐν τοῖς Σφηξὶ προσκόψαι εἴρηκεν. ποσὶ δ’ἂν προσήκοι καὶ τὸ ὑπόδημα, ὑποδεῖσθαι, ὑποδούμενος, ἀνυπόδητος, ἀνυποδησία, καὶ βάσιν δ’ἂν εἴποις τὸν πόδα, Πλάτωνος εἰπόντος “θεοῦ βάσεις ὑποτιθέντος πλείους” · ἀφ’οὗ καὶ τὸ βάσιμον καὶ τὸ ἄβατον. καὶ βάσις δὲ παρὰ τοῖς μουσικοῖς λέγεται τὸ τιθέναι τὸν πόδα ἐν ῥυθμῷ. 2.200καὶ βατὴρ ὁ οὐδὸς ἐφ’οὗ βαίνομεν, ὡς Ἀμειψίας ἐπ’αὐτὸν ἥκεις τὸν βατῆρα τῆς θύρας. καὶ βεβῶτας ὁ Πλάτωντε καὶ Ξενοφῶν λέγουσιν. καὶ “διαβατήρια” Ξενοφῶν ἱερά, καὶ ἀποβατήρια. καὶ διαβατὸς ποταμὸς καὶ ἄβατος Πλάτων, καὶ διαβιβᾶτε Δημοσθένης, καὶ διαβάτην Ἀριστοφάνης. καὶ ἐπιβασίαν τῇ δίκῃ Ὑπερείδης, καὶ “ἐπιβατεύων τοῦ Σμέρδιος ὀνόματος” Ἡρόδοτος. 2.201τῶν τοίνυν ἐντὸς ἀπὸ τῶν μετὰ τὴν ἐπιγλωττίδα τόπων αἱ μὲν ἑκατέρωθεν προύχουσαι σάρκες ἀντιάδες καὶ παρίσθμια καλοῦνται, αἱ δ’ὑπ’αὐτάς, ὅμοιαι μὲν τὴν ἐρυθρότητα, μείζους δὲ καὶ περιφερέστεραι, μῆλα. προσπεφύκασι δὲ κατὰ λεπτοὺς ὑμένας στομάχῳ, ὃν καὶ βρόγχον καὶ ἀρτηρίαν ἔνιοι καλοῦσιν, οἱ δὲ καὶ φάρυγγα. 2.202ταῖς γε μὴν ἀντιάσιν ὀστοῦν ὑπόκειται περιειληφὸς τὴν τοῦ βρόγχου κεφαλήν, καλούμενον ὑπ’ἐνίων ὑοειδές, ὅτι προσέοικε τῷ τοῦ γράμματος σχήματι · Ἡρόφιλος δ’αὐτό, διὰ τὸ παρεστηκέναι ταῖς ἀντιάσι, παραστάτην ὠνόμαζεν. ὁ δὲ στόμαχος πρόσκειται μὲν ἔνδοθεν τῇ ῥάχει, κατατείνει δ’εἰς πνεύμονα, ὀνομάζεται δὲ καὶ οἰσοφάγος, καὶ τὰ νεῦρα τὰ ἑκατέρωθεν αὐτοῦ τόνοι. ἔνθα δὲ κοιλίᾳ συνάπτει, καλεῖται τοῦτο στόμα κοιλίας. 2.203παρέοικε δὲ τὸ κάτω τοῦ στομάχου, καθὸ τῷ πνεύμονι ἐμβέβηκε, διὰ τὸ ἐκ στενότητος ἀνευρύνεσθαι κώδωνι σάλπιγγος. ἔστι μέντοι καὶ τὸ ὑπὸ τῇ γλώττῃ πρὸς τὴν ὑποδοχὴν τῶν ποτῶντε καὶ σιτίων τοῦ λοιποῦ μήκους πλατύτερον, εὐαίσθητον δ’αὐτοῦ τὸ πρὸς τῇ κοιλίᾳ καὶ νευρῶδες. ἔξωθεν δὲ σαρκώδης ἐστί, καθὸ τῷ βρόγχῳ γειτονεῖ, τὰ δ’ἔνδοθεν στρογγύλος ἀρτηριώδης. 2.204ἐπίκειται δ’ἀρτηρίᾳτε καὶ ταῖς ἀπὸ καρδίας εἰς ῥάχιν ἀνατεινούσαις φλεψίν. πλέγματα δ’αὐτὸν ποιεῖ τέτταρα, ἢ ὡς ἔνιοι τρία, φλέβες ἀρτηρίαι νεῦρα · τοὺς γὰρ ὑμένας ἐξαίρουσιν. καὶ ὄρνισι μὲν ὅμοιόν τι τούτῳ πρόσκειται, πρηγορεὼν καλούμενον, ἔνθα προαθροίζεται ἡ τροφή · τῶν δὲ μηρυκαζομένων τὴν πρώτην κοιλίαν ἤνυστρον καλοῦσιν. ὁ δὲ βρόγχος στομάχου προκείμενος, εἰς πνεύμονα ἀνανεύων, τῇ γλώττῃ καὶ τῷ στομάχῳ προσπέφυκεν, ἐρρίζωται δ’ἐν μέσῳ τῷ πνεύμονι, τῇ μὲν κατὰ τοὺς ὀπισθίους λοβοὺς ἐγκείμενος, οἳ τοῖς νώτοις προσίζουσιν, τῇ δὲ κατὰ τοὺς ὑπὸ τοῖς στέρνοις · 2.205σχίζεται γὰρ εἰς πλείους λεπτὰς ἀποφύσεις, αἳ καλοῦνται σήραγγέςτε καὶ βρόγχια καὶ ἀορταί. αὐτὸς δ’εἰς στρογγύλον εἶδος ἀποτετορνευμένος, ἐκ μὲν τοῦ κατόπιν τῷ στομάχῳ γειτνιῶν, ὥσπερ δ’ἐκ κύκλων πολλῶν συγκείμενος χιτῶνας καὶ οὗτος ἔχει τέτταρας, συμπεπλεγμένος ἐκ νεύρων φλεβῶν ἀρτηριῶν ὑμένων. 2.206Ὅμηρος μέντοι τὸν στόμαχον καὶ λαιμὸν καὶ λαυκανίαν καλεῖ, καὶ φησὶ “ψυχῆς ὤκιστον ὄλεθρον” εἶναι, ὅτι διαιρεθεὶς ἀπόλλυσι τὴν ὁδὸν τῆς τροφῆς. τὸν δὲ βρόγχον ἀσφάραγον καλῶν καὶ φωνῆς ὄντα πορείαν ἐπιστάμενος, ἄτμητον ἐπὶ Ἕκτορι τετήρηκεν, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. 2.207ἥ γε μὴν φάρυγξ στομάχου ἐστὶν ἀρχή, ὡς βρόγχου λάρυγξ, καὶ φαρύγεθρον · λαρυγγίζειν δ’εἴρηκε Δημοσθένης, ὅπερ οἱ παλαίτεροι φαρυγγίζειν. τὸ δ’ἔξω προῦχον αὐτοῦ περὶ τὸν τράχηλον γαργαρεὼν καὶ πρόλοβος. τοῦ δὲ στομάχου καταλήγοντος εἰς τὴν κοιλίαν, ὡς προύλεγον, ἡ τῆς κοιλίας εὐρυχωρία κεῖται κατὰ τὸ λαιὸν μέρος, τὸ μὲν στόμα κατὰ τὸν χόνδρον μέσον ἔχουσα, τὸ δὲ λοιπὸν σῶμα ὑπὸ τῷ διαφράγματι. 2.208τῆς δὲ κοιλίας ἐκπέφυκεν ἔντερον κατὰ τὰ δεξιὰ μᾶλλον νενευκός, τῇ ῥάχει μάλιστα προσκείμενον, ὃ καλεῖται πυλωρός · παραπέμπει δ’εἰς τὴν ὀνομαζομένην νῆστιν τὴν τροφήν, ἥ ἐστιν ἔκτοσθεν μὲν πλέγμα νευρῶδες, ἔντοσθεν δὲ καὶ σαρκῶδες αὐτῇ παραμέμικται. κεῖται δ’ὑπὸ τὴν νόθην πλευρὰν τὴν ἐν ἀριστεροῖς μέχρι τῆς λαγόνος παρήκουσαν, κενὸν δ’ἔστι διὰ παντὸς τοῦτο τὸ ἔντερον, ὅθεν καὶ νῆστις κέκληται. 2.209ταύτης δὲ τῆς νήστεως τὸ λεπτὸν ἔντερον ἐκπέφυκεν, ὑπὸ τὸν ὀμφαλὸν κείμενον ἕλιγμα, πάντα συμπληροῦν τὸν τόπον. λήγει δ’εἰς δύο τέλη, ὧν τὸ μὲν καλεῖται κόλον καὶ κάτω κοιλία, ἣν νειαίρην Ὅμηρος καλεῖ, κεῖται δ’ἐν δεξιοῖς, παρὰ τὸ ὑποχόνδριον · ἀφ’οὗ καὶ τὸ κολάζεσθαι καὶ κόλασις καὶ κολαστήρια, διὰ τὸ φέρειν τὸ ἐν αὐτῷ πάθος τοῖς σώμασιν ὀξείας τινὰς ἀλγηδόνας. 2.210τὸ δ’ἑτέρωθεν τῷ λεπτῷ ἐντέρῳ λήγοντι συνάπτον ὀνομάζεται τυφλὸν ἔντερον, τῇ μὲν ῥάχει προσιζάνον, κατὰ δὲ τὴν λαγόνα τὴν δεξιὰν κείμενον. καὶ τῷ μὲν κόλῳ τὸ ἀπευθυσμένον ὕπεστιν, ἀρχὸς δὲ κόλου τέλος καταλῆγον εἰς τὸν δακτύλιον, τῇ ὀσφύι προσπεφυκός. ὁ δὲ δακτύλιος ἐντέρου μὲν τέλος, ὁδὸς δὲ τῶν ἐκ κοιλίας περιττῶν, οὑτωσὶ μὲν ἰδεῖν μεμυκώς, ἐπὶ δὲ πλεῖστον ἀνοιγόμενος, ὃν οἱ μὲν σφιγκτῆρα οἱ δὲ στεφάνην καλοῦσιν. 2.211τὸ μέντοι μεσεντέριον ἔστι μὲν ὑμὴν ἐκ φλεβῶν καὶ νεύρων συμπλακείς, νεφροῖς δὲ καὶ κοιλίᾳ γειτνιᾷ, τὴν τροφὴν ἀναπέμπον εἰς τὸ ἧπαρ. ἀπὸ δ’ἐντέρου ὀνόματα δυσεντερία παρὰ Πλάτωνι καὶ λειεντερία παρ’Ἱπποκράτει, καὶ ἐντεριώνη τὸ ἐντὸς τῶν ῥάβδων, ὃ ἐξαίρουσιν οἱ βουλόμενοι κενῶσαι τὴν ῥάβδον εἰς σύριγγα ἢ αὐλὸν ἤ τι τοιοῦτον. 2.212ἐντερονείαν δὲ τὰ καλούμενα ἐγκοίλια τῶν νεῶν Ἀριστοφάνης ὠνόμασεν. ἐκ μὲν δὴ τοῦ περιφεροῦς τῆς κοιλίας ἐκπέφυκεν, αὐτήντε καὶ μέρος τοῦ ἄλλου ἐντέρου καλύπτον, τὸ ὀνομαζόμενον ἐπίπλοον · ὁ δ’ἀπὸ τῶν νεφρῶν ἐπὶ πάντα τὰ ἔντερα σχιζόμενος χιτὼν περιτόναιον καλεῖται. 2.213τοῦ δ’ἥπατος ἐν τοῖς δεξιοῖς κειμένου καὶ τὸ νεαρὸν αἷμα διὰ φλεβῶν ἐκ κοιλίας ὑποδεχομένου, τὰ μὲν πρὸς ταῖς φρεσὶ καὶ τῷ περιτοναίῳ κυρτά, τὰ δὲ κάτωθεν ἐπιψαύοντα τῆς γαστρὸς σιμὰ ὀνομάζεται. τὸ δὲ μέγιστον ἔργον ἥπατος διακρῖναι τὴν τροφὴν εἰς αἷμα καὶ χολήν, καὶ τῆς μὲν ἀγγεῖόν τι πληρῶσαι, ὃ ἔγκειται τῷ μεγίστῳ λοβῷ καὶ ὁμωνύμως τῷ ὑπ’αὐτῷ ὑγρῷ καλεῖται χολή, τὸ μὲν στενὸν αὐχένα καλούμενον ἔχουσα, τὸ δὲ πλῆρες πυθμένα. 2.214ἀπὸ δὲ χολῆς χολᾶν, μελαγχολᾶν, χολωθῆναι, ἐπίχολος, ὑπόχολος, χολέρα, χολημεσία, χολόβαφος, χολοβαφίνη · οὕτω γὰρ ἐπὶ τῶν πλασμάτων οἱ Ἀττικοὶ τὴν χρυσοειδῆ ἐκάλεσαν, ὡς ὑπόχολον τὸν μελαγχολῶντα. καὶ ἀκρόχολον δὲ καὶ ἀκροχολοῦντα Πλάτων λέγει. τὸ δ’αἷμα διὰ φλεβῶν εἰς πᾶν διασπείρεται τὸ σῶμα. 2.215ἀπὸ δ’αἵματος αἱμάξαι, αἱμάσσων, αἱματηρόν, ὕφαιμον, αἱματῶδες, αἷμα ἐμῶν, αἷμα σχάσαι τὸ λῦσαι φλέβα, “τῷ κέντρῳ ἐξαιμάσσειν,” καὶ ἔναιμον, καὶ ἐναιμῶδες παρὰ Ἀντιφῶντι, καὶ ἀναίμους δὲ καὶ ὀλιγαίμους. καλεῖται δὲ τοῦ ἥπατος τὸ μέν τι πύλαι, καθ’ἃς ὑποδέχεται τὸ αἷμα, ὅπερ διὰ μιᾶς φλεβὸς εἰς πάσας τὰς φλέβας ἀπ’αὐτῶν ἀναπέμπεται · τὸ δὲ λοβοὶ ἡπατίαι, καθάπερ οἱ τοῦ πνεύμονος πνευμονίαι. 2.216ἐπίκειται δ’αὐτῷ τὸ διάφραγμα, συγκείμενον ἐκ φλεβῶν, ὃ καὶ διαφράττει ἀπὸ τοῦ ἥπατος πνεύμονα καὶ καρδίαν. τὰ δ’ἀπ’αὐτοῦ ὀνόματα φράττειν, ἀποφράττειν, ἐμφράττειν, ἐπιφράττειν, φράγμα, φραγμός. τῷ δὲ διαφράγματι ἡ γαστὴρ ὑπόκειται, καὶ καλεῖται ἄνω κοιλία. ὑπέρκειται δ’αὐτοῦ ἡ καρδία, κόλπους ἔχουσα αἵματόςτε καὶ πνεύματος, ὧν τὸ μὲν ἐκπέμπει δι’ἀρτηριῶν, τὸ δὲ ἀναπέμπει διὰ φλεβῶν. 2.217οἱ δὲ κόλποι καλοῦνται κοιλίαι, ἡ μὲν ἀριστερὰ παχυτέρατε καὶ πνεύματος οὖσα ἄφεσις, ἡ δὲ δεξιὰ λεπτοτέρα μέν, ἐπὶ μείζονος δὲ τῆς εὐρυχωρίας, ἀφ’ἧς οἱ τοῦ αἵματος ὀχετοὶ φέρονται. κεῖται δ’ὑπὸ μαστὸν ἀριστερόν. ὄνομα δ’ἀπ’αὐτῆς εὐκάρδιος, καὶ καρδιώττειν · οὕτω δ’οἱ Δωριεῖς τὸ παρὰ Ξενοφῶντι βουλιμιᾶν καλοῦσιν. καλεῖται δέ τις καὶ περικάρδιος ὑμήν, ὁ διαφράττων τὸν θώρακα, ὃς καὶ χιτὼν ὀνομάζεται. 2.218ἡ μὲν δὴ βάσις τῆς καρδίας καλεῖται κεφαλή, τὸ δὲ προῦχον ὀξὺ πυθμήν, τὰ δ’ἑκατέρωθεν κοῖλα ὦτα. πρὸς δὲ τῇ κεφαλῇ τῆς καρδίας ὄπισθεν κατὰ τὸν ἕβδομον σφόνδυλον ἔστι τις σὰρξ ἀδένι ἐοικυῖα, ἣ καλεῖται θύμος. εἴποις δ’ἄν τινας καὶ τραχείας ἀρτηρίας αἳ κεῖνται πρὸ τοῦ στομάχου, δι’ὧν ὁ θώραξ ἀναφυσώμενος τῷ πνεύματι καὶ συνιζάνων εἰς τὸν πνεύμονα ἀναθλίβεται. 2.219ὁ δὲ πνεύμων κεῖται μὲν ὑπὲρ τὸ διάφραγμα, ὃ καλοῦσι καὶ φρένας, ὥσπερ τοὺς ἐν ταῖς πλευραῖς ὑμένας ὑπεζωκότας · τῇ δὲ τοῦ θώρακος εὐρυχωρίᾳ, ἣ καλεῖται κενὰ θώρακος, ὁ πνεύμων χρῆται πρὸς τὴν τοῦ πνεύματος ἐκροήν. ὀνομάζοις δ’ἂν ἀπ’αὐτοῦ πνεῖν, ἀναπνεῖν, ἀποπνεῖν, ἐκπνεῖν, διαπνεῖν, πνέων, ἀποπνέων, ἐκπνέων, διαπνέων, διαπνεόμενος, πνεῦμα, ἐμπνέων, ἐμπνεῖν, ἐπιπνέων, ἐπιπνεῖν, ἐπίπνους, εὔπνους, καταπνεόμενος, ἀναπνοή, περιπνευμονία, δύσπνοια, ἔμπνους, ἐπίπνοια, διάπνοια. 2.220περὶ μέντοι τὴν κοιλίαν κατὰ τὰ λαιὰ ὑπὸ τὸ διάφραγμα τὸν σπλῆνα κεῖσθαι συμβέβηκεν, ὃν ὁ Πλάτων ἐκμαγεῖον τοῦ ἥπατος γεγενῆσθαι φησίν · ἄλλην γὰρ οὐδεμίαν χρείαν παρέχεται. κεφαλὴ δ’αὐτοῦ τὸ παχύτατον ὀνομάζεται. λέγεται δὲ καὶ σπληνίον. ὄνομα δ’ἀπ’αὐτοῦ τὸ σπληνιᾶν, ὅπερ ἐστὶ τὸν σπλῆνα ἀλγεῖν. ἡ δὲ τῶν νεφρῶν θέσις, ἀφ’ὧν καὶ νεφρῖτις νόσος, ὑπὸ σπληνὶ καὶ ἥπατι, καθ’ἑτέραν τὴν λαγόνα τῶν νεφρῶν ἑκάτερος κείμενος, καὶ τὸ ἀπορρέον τοῦ σώματος ὑγρὸν εἰς κύστιν διηθῶν. 2.221ἥ γε μὴν κύστις κατὰ τὴν εὐρυχωρίαν τῶν πλατέων ὀστῶν κειμένη τὸ ὑγρὸν ἐφ’ἑαυτὴν συλλέγει. καὶ μὴν ἐπὶ γυναικῶν μέσον ἀρχοῦτε καὶ κύστεως κεῖται τὸ μητρῷον χωρίον, ὃ μήτραντε καλοῦσι καὶ ὑστέραν καὶ δελφύν, ἀφ’ἧς καὶ ἀδελφοὶ οἱ ἐν τῇ αὐτῇ μήτρᾳ συστάντες, ὡς ἄλοχος παρὰ τοῖς ποιηταῖς ἡ ἐπὶ τὸ αὐτὸ λέχος ἀναβαίνουσα καὶ ἄκοιτις ἡ τῆς αὐτῆς κοίτης μετέχουσα. 2.222Ἱπποκράτης δ’οὐ δελφὺν μόνον ἀλλὰ καὶ γονὴν τὴν μήτραν καλεῖ, ἐν ᾗ τότ’ἔμβρυον συνίσταται καὶ τρέφεται καὶ τὸ ἔμμηνον αἷμα συναθροίζεται. τῆς δὲ μήτρας αἱ ἐπὶ τὰ ἄνω καὶ τὰ πλάγια ἐκφύσεις κεραῖαι καλοῦνται καὶ πλεκτάναι, τὰ δ’ἑκατέρωθεν ὦμοι, καὶ τὸ ἄκρον αὐχὴν ἢ τράχηλος · οὗ στόμα ὁ πρῶτος πόρος, τὸ δ’ἐφεξῆς κοίλωμα γυναικεῖος κόλπος. δύο δὲ δὴ περὶ τῷ ἐμβρύῳ χιτῶνες εἰσίν, ὧν τὸν μὲν ἔνδοθεν λεπτότερον ὄντα καὶ μαλακώτερον ἀμνίον Ἐμπεδοκλῆς καλεῖ, τὸ δ’ἔξωθεν ἐπ’αὐτῷ, τὸ πρὸς τῇ ὑστέρᾳ, χόριον ὀνομάζεται, οὗ καὶ ὁ ὀμφαλὸς ἐκπέφυκεν. 2.223καὶ Ἀντιφῶν δ’εἴρηκεν “ἐν ᾧ τὸ ἔμβρυον αὐξάνεταίτε καὶ τρέφεται, καλεῖται χόριον”. οἱ δὲ παραπέμποντες ἐξ ἑκατέρων τῶν νεφρῶν τὸ οὖρον τόποι οὐράναιτε καὶ οὐρητῆρες καλοῦνται · 2.224ἡ δὲ τραγῳδία τὴν ἀμίδα οὐράνην ἐκάλεσεν. καλεῖται δέ τις καὶ περιτόναιος ὑμήν, τῷ παντὶ ὑπογαστρίῳ συμπεφυκώς, καὶ περιειληφὼς κοιλίαν καὶ ἔντερα καὶ πάντα τὸν ἀπὸ διαφράγματος τόπον μέχρι ἐπισίου. καὶ μὴν ἔκ γε τοῦ σπληνὸς ἕτερος ὑμὴν τοῦ προτέρου λεπτότερος ἐκπεφυκώς, ὑπὸ τὸ περιτόναιον κείμενος, τὰ ὑπὸ τῷ διαφράγματι περιειληφώς, ἐπίπλους ὀνομάζεται · Ἀντιφῶν δ’αὐτὸν καὶ ἀρρενικῶς καὶ οὐδετέρως καλεῖ. 2.225ἰατροὶ δὲ καὶ ἀδένας τινὰς καλοῦσιν · ὄγκοι δ’εἰσὶν ἐν μέσῳ σαρκὸς καὶ πιμελῆς συνιστάμενοι, μάλιστα περὶ βουβῶνάςτε καὶ μασχάλας καὶ σιαγόνας καὶ μεσεντέριον, περὶ ἃ καὶ αἱ χοιράδες συνίστανται. τῶν δὲ φλεβῶν ἡ κοίλη καλουμένη μεγίστητ’ἐστὶ καὶ ἀπὸ καρδίας ἄρχεται, καὶ πᾶσα τῷ ἥπατι προσπέφυκεν, δι’ἧς ἀπὸ τοῦ ἥπατος ἀνέλκει τὸ αἷμα ἡ καρδία. ὥσπερ καὶ τῶν ἀρτηριῶν ἣ μεγίστη καλεῖται, οὕτω καὶ ἔστι, καὶ κεῖται κατὰ τὴν ῥάχιν λαμβάνουσάτε τὸ πνεῦμα παρὰ καρδίας καὶ διασπείρουσα εἰς τὰς ἄλλας ἀρτηρίας, ὡς εἰς πᾶν διαδίδοσθαι τὸ σῶμα. 2.226σύγκειται μὲν δὴ ὁ πᾶς ἄνθρωπος ἐκ ψυχῆςτε καὶ σώματος, καὶ ἔστιν ἡ ψυχὴ πνεῦμα ἢ πῦρ ἢ αἷμα ἢ ὅ τι ἂν δοκῇ τοῖς σοφοῖς, μέρη δ’αὐτῆς νοῦς ἐπιθυμία θυμός. καὶ ὁ μὲν νοῦς καὶ λογισμὸς καὶ ἡγεμονικόν, εἴτε περὶ ἐγκεφάλῳ κατὰ Πυθαγόραν καὶ Πλάτωνα ἱδρυμένος, εἴτε ἐν παρεγκεφαλίδι ἢ μήνιγξιν, ὡς πολλοῖς τῶν ἰατρῶν δοκεῖ, εἴτε κατὰ τὸ μεσόφρυον, ὡς ἔλεγε Στράτων, εἴτε περὶ τὸ αἷμα, ὡς Ἐμπεδοκλῆςτε καὶ Ἀριστοτέλης, εἴτε περὶ τὴν καρδίαν, ὡς ἡ Στοά. 2.227θυμοῦ δὲ τόπος ἄντικρυς ἡ καρδία, καθάπερ ὁ περὶ τὸ ἧπαρ τόπος ἐπιθυμίας. καὶ ἀπὸ μὲν ψυχῆς ὀνόματα εὔψυχος ἔμψυχος ἄψυχος, εὐψύχως ἐμψύχως ἀψύχως, ψυχαγωγία ψυχαγωγεῖν, φιλόψυχος φιλοψυχεῖν, ἀναψύχων ἀποψύχων παραψύχων, παραψυχή. ἀπὸ δὲ νοῦ νόησις, διάνοια, περίνοια, εὔνοια, ἀγχίνοια, ἐπίνοια, ἔννοια, ὑπόνοια, πολύνοια, ἀπόνοια, διχόνοια, μετάνοια, παράνοια, ἄνοια, πρόνοια · 2.228καθὼς Ἀντιφῶν ἐπινόημα, καὶ ἀνοητία ὡς Ἀριστοφάνης καὶ διανόησις ὡς Πλάτων καὶ διανοήματα. καὶ τὰ ῥήματα νοεῖν, διανοεῖσθαι, περινοεῖν, εὐνοεῖν · 2.229τὸ δ’ἐπινοεῖν εὐτελέστερον, καὶ τὸ διχονοεῖν · διχογνωμεῖν γὰρ καὶ στασιάζειν καὶ διεστάναι καὶ ἐξεστασιάσθαι καὶ ἀπερρῆχθαι καὶ ἀπεσχίσθαι ἐπὶ τούτου ὡς ἀμείνω λέγουσιν, ὑπονοεῖν μέντοι καὶ μετανοεῖν καὶ παρανοεῖν. τὸ δ’ἀπονενοῆσθαι φαυλότερον, προνοεῖν δὲ καὶ ἀνοηταίνειν. καὶ τὰ ὀνόματα νοήμων, διανοητικὸς καὶ περινοητικός. καὶ εὔνους, καὶ εὐνοϊκὸς ὡς Ἰσαῖος, ἀγχίνους, πολύνους, ἀπονενοημένος, δύσνους, κακόνους, προνοητικός, ἄνους, ἀνόητος. 2.230ἀπὸ δὲ τῶν ἄλλων μετοχαῖς χρηστέον, Πλάτων δὲ καὶ ἀδιανόητα εἴρηκεν. τὰ δ’ἐπιρρήματα εὔνως, εὐνοϊκῶς, εὐνοϊκωτέρως ὡς Δημοσθένης, κακόνως, ἀνοήτως, ἀγχίνως, πολύνως, δύσνως · τὰ γὰρ ἀπὸ τῶν ἄλλων βιαιότερα. ἀπὸ δὲ θυμοῦ θυμοῦσθαι, θυμούμενος, θυμικός, θυμοειδής, ἄθυμος, εὔθυμος, εὐθυμία, ἀθυμία, ἀθυμῶν, ἀθυμοῦσιν ὡς Ἀντιφῶν, ἀθύμως ὡς Ἰσοκράτης, ἀθυμοτέρως ὡς Ἰσαῖος, θυμόσοφος, βαρύθυμος, ὀξύθυμος, καὶ ὀξυθυμίας, καὶ ὠξυθυμήθη παρ’Ἀριστοφάνει. 2.231τάχα δὲ καὶ τὸ εὐθυμεῖσθαι, καὶ ὀξυθύμια τὰ καθάρματα. ἐνθυμίαν δὲ καὶ ἐνθύμησιν Θουκυδίδης, καὶ “ἐνθυμιζόμενοι τὰς ἐν ταῖς μάχαις συμφοράς”. καὶ ἐνθυμήματα δὲ παρ’Ἰσοκράτει. ἀπὸ δ’ἐπιθυμίας ἐπιθυμεῖν, ἐπιθυμῶν, ἐπιθυμητικός, ἐπιθυμητικῶς, ἐπιθυμητής, καὶ ἐπιθύμημα ὡς παρὰ Πλάτωνι, καὶ ἐπιθύμησις κακῶν παρ’Ἰσαίῳ, καὶ ἐπιθυμήματα παρὰ Φιλυλλίῳ. 2.232τὸ δὲ σῶμα σύγκειται ἐξ ὀστῶν, χόνδρων, μυελοῦ, σαρκῶν, πιμελῆς, δέρματος, νεύρων, ἀρτηριῶν, φλεβῶν, ὑμένων, μηνίγγων. καὶ ἔστι τὰ μὲν ὀστᾶ στήριγγες τοῦ σώματος στερεαὶ καὶ ἀναίσθητοι καὶ ἄναιμοι, κινήσεως ὑπηρέτιδες. ὀνόματα δ’ἀπ’αὐτῶν ὀστώδης καὶ ἀνόστεος, ὀστέινος καὶ τὸ Ἀττικώτερον ὄστινος · ἡ δὲ νέα κωμῳδία καὶ ὀστοθήκην καὶ ὀστοκόπον λέγει. ὁ δὲ χόνδρος συγκείμενος ἐκ νεύρωντε καὶ ὀστῶν, καὶ ἑκατέρῳ τούτων ἐκ μέρους προσεοικώς, μάλιστα δοκεῖ εἶναι τῶν ὀστῶν τέλος. 2.233αἱ δὲ σάρκες ἐπίβλημα μαλακὸν λιπαρόν, ἐπιβεβλημένον τοῖς ὀστοῖς κάλλουςτε καὶ σκέπης εἵνεκα · ἀφ’ὧν ὀνομάζεται εὔσαρκος εὐσαρκία, πολύσαρκος πολυσαρκία. Ἀριστοφάνης δ’εἴρηκεν “ὡς οὐχ ἕτερον ἄνδρα σάρκινον,” Εὔπολις δὲ “σαρκίνη γυνή,” Ἡρόδοτος δὲ σαρκίσαι τὸ τοῦ δέρματος τὴν σάρκα ἀφελεῖν. ἡ δὲ πιμελὴ λευκὴ μέν ἐστι τὴν χρόαν, προσπέφυκε δὲ τῇ σαρκί, καὶ καλεῖται στέαρ, συνίσταται δὲ περὶ τοὺς ὑμένας μάλιστα. καὶ φαίης ἂν ἀπ’αὐτῆς πιμελώδης, περιπίμελος. 2.234νεῦρα δ’ἐστὶ σύνδεσμος ὀστῶν εἴκωντε καὶ τεινόμενος, ἀφ’ὧν καὶ αἱ νευραὶ κέκληνται. ταμιεύουσι δὲ μάλιστα τὰς κώλων κάμψειςτε καὶ ἐκτάσεις καὶ τὰς τῶν ἄρθρων συγκαμπάς. ὅθεν καὶ τὸ ἰσχύειν νεῦρα ἔχειν λέγουσι, καὶ τὰ χρήματα νεῦρα τῶν πραγμάτων Δημοσθένης φησίν · ὡς τὸ “ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα καὶ συμμάχους”. Θεόπομπος δ’ὁ κωμικὸς καὶ ἄνευρον εἴρηκεν · ἄπνους, ἄνευρος, ἀσθενής, ἀνέντατος. μυελὸς δ’ἐστὶν ὀστῶν πλήρωμα λευκὸν ὑπέρυθρον, μήνιγξιν ἀμπεχόμενον. αἱ δὲ μήνιγγες ἐκ νεύρων καὶ ὑμένων συμπλακεῖσαι τόντε περὶ ἐγκεφάλῳ καὶ παρεγκεφαλίδι μυελὸν καὶ τὸν διὰ σφονδύλων περιέχουσιν. 2.235ἀρτηρίαι δ’εἰσὶν ὁδοὶ πνεύματος ὡς φλέβες αἵματος. ἀπὸ δὲ τοῦ δέρματος ὀνόματα δορά, δέρις, δέρη καὶ δειρὰ διὰ τὸ ἐκεῖθεν τὰ ζῷα γυμνοῦσθαι τῆς δορᾶς. προσήκοι δ’ἂν δέρματι καὶ ταῦτα, ὑποδερίς, περιδερίς, δέραιον, περιδέραιον, δειράδες. κοινῇ δ’ἀπὸ σώματος ὀνόματα ἀσώματος, φιλοσώματος, εὐσώματος, φιλοσωματία, εὐσωματία, πολυσώματος, δοῦλα σώματα, σώματα οἰκεῖα, σωμασκία, σεσωμασκηκώς, σωματοφύλακες, σωματοειδές, σωμάτιον ἡ τῶν ὑποκριτῶν σκευή. 2.236αἱ τοίνυν αἰσθήσεις πέντε μέν εἰσιν, οὐκ ἐν ἑνὶ δὲ τόπῳ, ἀλλ’ἡ μὲν ὄσφρησις περὶ τὰς ῥῖνας ἐξετάζεται, ἡ δ’ὄψις περὶ τοὺς ὀφθαλμοὺς φαντάζεται, ἡ δ’ἀκοὴ περὶ τὰ ὦτα ἐνδιαιτᾶται, ἡ δὲ γεῦσις περὶ τὴν γλῶτταν εἴληται, ἡ δ’ἁφὴ περὶ ὅλον τὸ σῶμα πολιτεύεται. ἀπὸ δὲ τῆς αἰσθήσεως ὀνόματα αἰσθητόν ἀναίσθητον, αἰσθητικός, ἀναίσθητος, ἀναισθήτως, καὶ ὡς Πλάτων φησίν, ὁ αἰσθητής, οὕτως ὀνομάσας τὸν αἰσθανόμενον. καὶ αἰσθητικὰ μαθήματα. τὸ δ’ἔργον αἰσθάνεσθαι. τὸ δ’ἐναντίον τῇ αἰσθήσει ὄνομα ἀναισθησία.