4.1Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. οἶμαι καὶ σέ, εἰ καὶ νέος εἶ, πολλὰ προσεξευρήσειν οἷς ἔγραψα · οὐ γὰρ ἐργώδης ἡ μίμησις κατὰ τὴν τῆς εὑρέσεως ὑφήγησιν. ἂν δέ τί σε ὄνομα ὡς παρειμένον ἐπέλθῃ, μὴ πάνυ θαυμάσῃς. 4.2ἴσως μὲν γὰρ αὐτὸ κα- κἂν εἰδὼς εἴην παρεικώς, ἀλλ’ὡς οὐκ ἐπαινῶν · εἰ δὲ καὶ διέλαθέ με, εὖ ἴσθ’ὅτι πολλὰ καὶ ὧν πάνυ ἴσμεν, ἔστιν ὅτ’ἐπὶ τὴν μνήμην οὐκ ἀπαντᾷ, ὅπου καὶ τὰ τῶν οἰκετῶν ὀνόματα, ἃ οὐκ ἂν φαῖμεν ὡς οὐκ ἴσμεν, ἐκπίπτει πολλάκις χρῃζόντων καλεῖν. καὶ τί δεῖ τοῦτο θαῦμα οἴεσθαι, ὅπου γε καὶ τῶν σκευῶν τις “ἔστιν ἃ ἔχων ἐν χεροῖν ὡς οὐκ ἔχων ζητεῖ”. ὅρα δὴ εἴ τις ἄλλος τῶν νῦν Ἑλλήνων εὗρε τοσαῦτα καὶ ἐν τοσούτοις. ἔρρωσο κύριε. 4.7περὶ τοίνυν ἐπιστημῶν καὶ τῶν ἀπ’αὐτῶν τεχνῶν ἐν τούτῳ ῥητέον. ἐπιστήμη, ἐπιστημοσύνη, γνῶσις, ἀλήθεια, κατανόησις, διάσκεψις, θεωρία, ἐμπειρία, τέχνη, εὐτεχνία, ὀρθοδοξία. καὶ τὰ ὀνόματα ἐπιστήμων, ἐπιστημονικός, γνωστικός, γνωμονικός, θεωρητικός, διαγνωστικός, ἔμπειρος, τεχνίτης, τεχνικός · ὁ γὰρ δοξαστικὸς κοινὸν καὶ ἐπὶ τοῦ τὰ ψευδῆ δοξάζοντος, ὁ δ’ἀληθὴς καὶ ὁ φιλαλήθης καὶ ἄλλο τι δηλοῖ, ὁ δὲ κατανοητικὸς εὐτελές. τὰ δ’ἐπιρρήματα ἐπιστημονικῶς, καὶ παρ’Ὁμήρῳ ἐπισταμένως, γνωστικῶς, γνωμονικῶς, θεωρητικῶς, ἐμπείρως, τεχνικῶς · 4.8τὸ γὰρ δοξαστικῶς ἀμφίβολον. ῥήματα δ’ἐπίστασθαι, ἐπιστῆναι ὡς Πλάτων, γνῶναι, γνωρίσαι, θεωρῆσαι καταθεωρῆσαι, περιαθρῆσαι, κατανοῆσαι, διασκέψασθαι · ἀπὸ γὰρ τῶν λοιπῶν οὐκ ἔστι ῥῆμα πλὴν τοῦ δοξάσαι, ᾧ ἴσως προσθετέον τὸ ὀρθῶς δοξάσαι ἢ ὀρθῇ δόξῃ χρήσασθαι ἢ ὑγιεῖ ἢ ἀληθεῖ ἢ ἀπλανεῖ ἢ ἀσφαλεῖ. 4.9τὸ δὲ τεχνάσαι ἑτέρας χρείας. τούτοις δὲ τα- τἀναντία ἀνεπιστημοσύνη, ἄγνοια, ἀγνωσία · Ἀντιφῶν δ’ἐπὶ τούτου καὶ ἀγνωμοσύνην λέγει. ψεῦδος, ἄνοια · τὸ γὰρ ἀνοησία καὶ ἀθεαμοσύνη σκληρά, ἀπειρία δὲ καὶ ἀτεχνία καὶ ψευδοδοξία καὶ δοκησισοφία Πλάτωνος καὶ εἰκὸς καὶ εἰκασία καὶ εἰκών. καὶ τὰ ὀνόματα ἀνεπιστήμων, ἀγνώμων, ἄνους, ἀνόητος, ἀνοηταίνων, ἀθεάμων, ἀθέατος, ἄπειρος, ἄτεχνος, δοκησίσοφος, ὡς Ἀντιφῶν ἔφη, εἰκαστής, εἰκαστικός · καὶ μέντοι καὶ δοκησίνους, ὃν καὶ δοκησιδέξιον Καλλίας εἴρηκεν ὁ κωμικός. 4.10καὶ τὰ ἐπιρρήματα ἀνεπιστημόνως, ἀγνωμόνως, ψευδῶς, ἀνοήτως, ἀθεάτως τὸ γὰρ ἀθεαμόνως βιαιότερον ἀπείρως, ἀτέχνως, εἰκαστικῶς, ὁμοιωτικῶς. καὶ δόξῃ ψευδεῖ χρῆσθαι, σφαλερᾷ, πεπλανημένῃ. ῥήματα δ’οὐκ ἔστιν ὅτι μὴ τὸ εἰκάζειν. ἐκ δ’ἐπιστήμης ἀρετή, ἀνδραγαθία, καλοκαγαθία, δεξιότης, σοφία, φιλοσοφία, φιλολογία, φρόνησις, σύνεσις, νοῦς, λογισμός, σωφροσύνη, καρτερία, ἐγκράτεια, ἀνδρεία, εὐθυμία, εὐρωστία, δικαιοσύνη, δικαιοπραγία, εὐσέβεια, ὁσιότης, εὐγνωμοσύνη, ἐπιείκεια, μεγαλοψυχία, μεγαλογνωμοσύνη, φιλανθρωπία, μεγαλοπρέπεια. 4.11καὶ τὰ ὀνόματα καλοκάγαθος, σοφός, φιλόσοφος, φιλόλογος, φρόνιμος, συνετός, εὔνους ὁ γὰρ νοήμων ποιητικόν δεξιός, εὐμαθής, πολυμαθής, λελογισμένος, σώφρων, καρτερός, καρτερικός, ἐγκρατής, ἀνδρεῖος, εὔθυμος, εὔρωστος, δίκαιος, εὐσεβής, ὅσιος, φιλάνθρωπος, ἐπιεικής, μεγαλόψυχος, μεγαλογνώμων, μεγαλοπρεπής. καὶ τὰ ἐπιρρήματα σοφῶς, φιλοσόφως, φιλολόγως, φρονίμως, συνετῶς, εὔνως, λελογισμένως, ἐμφρόνως, καρτερῶς, καρτερικῶς, ἐγκρατῶς, ἀνδρείως, εὐθύμως, εὐρώστως, δικαίως, ὁσίως, εὐσεβῶς, φιλανθρώπως, ἐπιεικῶς, μεγαλοψύχως, μεγαλογνωμόνως, μεγαλοπρεπῶς. 4.12ῥήματα δὲ μόνα φιλοσοφεῖν, φρονεῖν, συνιέναι, νοεῖν, λογίζεσθαι, σωφρονεῖν, καρτερεῖν, ἀνδρίζεσθαι, δικαιοπραγεῖν, εὐσεβεῖν, εὐγνωμονεῖν, φιλανθρωπεύεσθαι. τὰ δ’ἐναντία κακία, πονηρία, μοχθηρία, φαυλότης φλαυρότης δὲ σκληρόν, σκαιότης, ἀπαιδευσία, πανουργία, ἀμαθία, μισολογία, ἄνοια, ἀφροσύνη, ἀσυνεσία, ἀξυνεσία, ἀκολασία, ἀκρασία, ἀσέλγεια, ἀνανδρία, θρασύτης, δειλία, ἀρρωστία, ἀδικία, ἀδικοπραγία, ἀνοσιότης, ἀγνωμοσύνη, ἀνεπιείκεια, μικροψυχία ἡ γὰρ μικρογνωμοσύνη δυσχερὲς πρὸς τὴν ἀκοήν, ἀσέβεια, δυσσέβεια, μισανθρωπία, ἀπανθρωπία, μικροφροσύνη, μικροπρέπεια. 4.13καὶ τὰ ὀνόματα κακός, πονηρός, μοχθηρός, ἡμιμόχθηρος, φαῦλος, φλαῦρος, σκαιός, ἀπαίδευτος, ἄσοφος, εἰ καὶ μὴ ἔστιν ἡ ἀσοφία, πανοῦργος, ἀμαθής, μισολόγος, ἄνους, ἀνόητος, ἀλόγιστος, εἰ καὶ τὴν ἀλογιστίαν οὐ προσετέον, ἄφρων, ἀξύνετος, ἀσύνετος, ἀκρατής, ἀσελγής, ἀκόλαστος, ἄνανδρος, θρασύς, δειλός, ἄρρωστος, ἄδικος, ἀνόσιος, ἀγνώμων, ἀνεπιεικής, μικρόψυχος, ἀσεβής, δυσσεβής, μισάνθρωπος, μικρόφρων, ὀλιγόφρων, ἢ κατὰ Ξενοφῶντα μικροπρεπής. 4.14καὶ τὰ ἐπιρρήματα μοχθηρῶς, φαύλως, φλαύρως · τὸ γὰρ πονηρῶς εὐτελές, σκαιῶς δὲ καὶ ἀπαιδεύτως, ἀσόφως, πανούργως, ἀμαθῶς, μισολόγως, ἀνοήτως, ἀλογίστως, ἀφρόνως · 4.15μικροφρόνως γὰρ καὶ ὀλιγοφρόνως ἀτοπώτερα, κάλλιον δὲ μικροπρεπῶς. ῥήματα δ’ἀπὸ τῶν πλείστων οὐκ ἔστιν, ἀλλὰ μόνα ταῦτα · πονηρεύεσθαι, πανουργεῖν, μισολογεῖν, ἀνοηταίνειν, ἀμαθαίνειν · τὸ δ’ἀφραίνειν ποιητικώτερον. ἀντὶ μέντοι ῥημάτων τοῖς ἐπιρρήμασι χρηστέον τὸ ἔχειν αὐτοῖς προστιθέντα, οἷον σκαιῶς ἔχειν, μοχθηρῶς ἔχειν καὶ τὰ λοιπά, καὶ κατ’ἄλλην κλίσιν συναπτέον αὐτοῖς τὴν ἔχων μετοχήν, οἷον ἀμαθῶς ἔχων καὶ σκαιῶς ἔχων, καί που καὶ σκαιῶς διακείμενος, καὶ ἐπὶ πάντων ὁμοίως. 4.16εἴδη δ’ἐπιστημῶν ἢ τεχνῶν τῶν ἐλευθεριωτέρων γραμματική, διαλεκτική, ῥητορική ἡ αὐτὴ καὶ πολιτικὴ καὶ σοφιστική, ποιητική, μουσική, ἀστρονομία, γεωμετρία, ἀριθμητική, στατική, ἰατρική. καὶ τὰ ἀπ’αὐτῶν ὀνόματα γραμματιστὴς καὶ γραμματικός, ῥήτωρ ῥητορικός ὁ αὐτὸς καὶ πολιτικός σοφιστής σοφιστικός, ποιητής ποιητικός, μουσικός, ἀστρονόμος ἀστρονομικός, γεωμέτρης γεωμετρικός, ἀριθμητικός, στατικός, ἰατρός ἰατρικός. καὶ τὰ ἐπιρρήματα γραμματικῶς, πολιτικῶς, ῥητορικῶς, σοφιστικῶς, ποιητικῶς, μουσικῶς, ἀστρονομικῶς, γεωμετρικῶς, ἀριθμητικῶς, στατικῶς, ἰατρικῶς. 4.17καὶ ἀπὸ μὲν τοῦ γραμματικοῦ ῥῆμα οὐκ ἔστιν, εἰ μὴ λόγῳ τὸ γραμματικὸν εἶναι, ῥητορεύειν δέ. καὶ πολιτικὸν εἶναι · οὐ δὲ γὰρ τούτῳ ῥῆμα ὑπόκειται. καὶ σοφιστὴν εἶναι · οὐ δὲ γὰρ τὸ σοφιστεύειν ἐν χρήσει κεκριμένῃ, ἀλλ’ἴσως ἀντὶ τούτου τὸ παιδεύειν, δοκεῖ δ’ἐπὶ πάντων κοινὸν εἶναι. ἀπὸ δὲ τοῦ ποιητοῦ τὸ ποιεῖν · ἀλλὰ καὶ τοῦτο διὰ τὴν ἐπὶ πολλῶν χρῆσιν ἀμφίβολον, εἰ μή τις αὐτῷ προσθείη τὸ ποιήματα. παρόμοια δ’ἄν τις καὶ περὶ τοῦ μουσικοῦ φαίη. γεωμετρεῖν δ’ἂν εἴποι τις καὶ ἀστρονομεῖν καὶ ἀριθμεῖν καὶ ἱστάναι καὶ ἰᾶσθαι. 4.18καὶ ἐπὶ μὲν τοῦ γραμματιστοῦ ῥητέον διδάσκειν γράμματα, συλλαβὰς συμπλέκειν, γράφειν, ἀναγινώσκειν, προγράφειν ὑπογράφειν προσπαραγράφειν, τῷ γραφείῳ παραγράφειν, τῇ παραγραφίδι, ἀποστοματίζειν. καὶ δελτίον δὲ τῶν ἐν γραμματιστοῦ, καὶ πυξίον καὶ πυξίδιον ἔστι γὰρ παρ’Ἀριστοφάνει το- τοὔνομα καὶ δέλτος. καὶ Ἡρόδοτος μὲν λέγει “δελτίον δίπτυχον,” οἱ δ’Ἀττικοὶ “γραμματεῖον δίθυρον,” καὶ θύρας τὰς πτύχας ἄχρι δύο, εἶτα πτύχας, καὶ τρίπτυχον καὶ πολύπτυχον. 4.19Ὅμηρος δὲ πίνακα πτυκτὸν εἴρηκεν. γραμματεῖον δὲ παρὰ τοῖς Ἀττικοῖς καὶ ἐν ᾧ ἀργύριον ἀπέκειτο, ὃ καὶ “γραμματεῖον Βοιώτιον” ἐκάλουν · οἱ δὲ νεώτεροι αὐτὸ καὶ ἀργυροθήκην ὠνόμαζον. Ἀπολλοδώρου δὲ τοῦ Γελῴου καὶ δρᾶμα ἔστιν ὁ Γραμματειδιοποιός. Ἡρόδοτος μέντοι “γραμματιστὴν τῶν ἐν Σάι ἱερῶν χρημάτων” εἴρηκεν ἀντὶ γραμματέως. Ἀριστοφάνης δὲ παίζει ἐν Θεσμοφοριαζούσαις λέγων ἡ γραμματεύς. ἔστι δ’εἰπεῖν ἐπὶ τοῦ γραμματιστοῦ καὶ τὰ τοῦ Δημοσθένους “τὰ βάθρα σπογγίζειν καὶ τὸ μέλαν τρίβειν καὶ τὸ παιδαγωγεῖον κορεῖν”. τὸ δὲ παιδαγωγεῖον καὶ διδασκαλεῖον καὶ φωλεὸν ἐκάλουν οἱ παλαιοί. 4.20ἐπὶ δὲ τοῦ ῥήτορος εἴποις ἂν δεινὸς εἰπεῖν, ὑπέρδεινος πάνδεινος, σοφὸς εἰπεῖν, πάνσοφος, δεξιός, περιττός, συνεχής, πυκνός, πρόχειρος, εὔρους, ῥᾴδιος, πολύς, ἄφθονος, ἐπιμελής, ἀκριβής ἠκριβωμένος, ἐσκεμμένος περιεσκεμμένος, Ἕλλην, Ἀττικός, πολυγνώμων, πολύνους, πολυλόγος, εὔγλωττος, εὔφωνος, βραχυλόγος, σύντομος, σαφής, σφοδρός, πολιτικός, ἰσχυρός, δυνατός, ἔντονος, βίαιος, ῥαγδαῖος, πιθανός, ἡδύς, ἐπαγωγός, γλυκύς, ἀφειδής, εὐθυρρήμων, ἐλεγκτικός, παρρησιαστικός, ἀνυπόστολος, τεχνίτης, ἔντεχνος, βαθὺς τὴν γνώμην, πικρός, εὐνοικός, θυμικός, θυμοῦ γέμων, χολῆς μεστός, παροξυντικός, “πολλῷ ῥέων,” δίκην ποταμοῦ ῥέων, κατὰ χιόνα τὴν συνέχειαν, οἷος ἐγεῖραι θυμόν, ὀργὴν πραῧναι, οἶκτον ἐπισπάσασθαι, ἔλεον ἐκκαλέσασθαι, παρακρούσασθαι, ἐξαπατῆσαι, παραγαγεῖν, παρακροῦσαι, παραπεῖσαι, φενακίσαι, σοφίσασθαι, παρενεγκεῖν, παρασῦραι, κλεῖσαι, συγκλεῖσαι, συγχέαι τὴν γνώμην, συνταράξαι τὸν λογισμόν, δάκρυον προκαλέσασθαι, παρακρουστικός, φενακιστικός, πειστικός, παραπειστικός, ἀπατητικός. 4.22καὶ τὰ πράγματα δεινότης, σοφία, δεξιότης, συνέχεια, πυκνότης, εὔροια, ῥᾳστώνη, πλῆθος, ἀφθονία, ἐπιμέλεια, ἀκρίβεια, σκέψις, περίσκεψις, ἑλληνισμός, ἀττικισμός, πολυγνωμοσύνη, πολύνοια, πολυλογία, εὐγλωττία, εὐφωνία, ἀφθονία, βραχυλογία, συντομία, σαφήνεια, σφοδρότης, ἰσχύς, δύναμις, βία, ῥαγδαιότης, πιθανότης, ἡδονή, γλυκύτης, εὐρημοσύνη, τέχνη, κακοήθεια, πικρία, πειθώ, φενακισμός, ἀπάτη ἐξαπάτη, παροξυσμός, δεινολογία, οἰκτρολογία, ταπεινολογία. 4.23ἱκανότης δ’εἴρηκε Λυσίας ἐν τῷ κατὰ Πανταλέοντος ἐπὶ τοῦ ἱκανοῦ λέγειν, ὥστ’ἐκ τούτου εἴποι τις ἂν καὶ ἱκανῶς καὶ ἱκανός. ἀπὸ δὲ τῶν παραλειφθέντων οὐκ ἔστιν ὀνόματα τοῦ πράγματος. τὰ δ’ἐπιρρήματα δεινῶς, σοφῶς, πανσόφως, δεξιῶς, περιττῶς, συνεχῶς, πυκνῶς, προχείρως, εὔρως, ῥᾳδίως · τὸ δὲ πολλῶς βίαιον, ἀφθόνως δέ, ἐπιμελῶς, ἀκριβῶς ἠκριβωμένως, ἐσκεμμένως περιεσκεμμένως, ἑλληνικῶς, ἀττικῶς, πολυγνωμόνως, πολύνως. 4.24τὸ δὲ πολυλόγως παραιτητέον, εὐγλώττως δέ, εὐφώνως · καὶ τὸ βραχυλόγως ὑπερβᾶσι τὸ συντόμως ῥητέον. σαφῶς, σφοδρῶς, ἰσχυρῶς, δυνατῶς, βιαίως, ῥαγδαίως, πιθανῶς, ἡδέως, γλυκέως, ἐπαγωγῶς, εὐθυρρημόνως, ἀνυποστόλως, τεχνικῶς ἐντέχνως, κακοήθως, πικρῶς, φενακιστικῶς, παροξυντικῶς, ἀπατητικῶς ἐξαπατητικῶς. ῥήματα δ’οὐκ ἔστιν ὅτι μὴ δεινῶσαι, ἐπιμεληθῆναι, ἀκριβῶσαι, ἐσκέφθαι περιεσκέφθαι, ἑλληνίσαι, ἀττικίσαι, νοῆσαι περινοῆσαι, σφοδρύνασθαι, ἰσχῦσαι, δυνηθῆναι, βιάσασθαι, πεῖσαι, ἡδῦναι ἐφηδῦναι, γλυκᾶναι, τεχνάσαι, φενακίσαι, παροξῦναι, ἀπατῆσαι ἐξαπατῆσαι. 4.25ἔνια δὲ τούτων κοινὰ καὶ πρὸς ἕτερα. εἴποι δ’ἄν τις ῥήτωρ ῥητορικός, λεκτικός, πολιτικός, ἐλεγκτικός, σύμβουλος συμβουλευτικός, νομοθέτης νομοθετικός, δημαγωγός δημαγωγικός, δημηγόρος δημηγορικός, βουληφόρος, βουληγόρος, πρεσβευτής πρεσβευτικός, δικανικός, συνηγορικός, συνήγορος, κατήγορος, πανηγυρικός, ἐγκωμιαστικός, ψεκτικός. 4.26συμβουλή συμβουλία, νομοθεσία, δημαγωγία, πρεσβεία πρέσβευσις, δίκη, διαδικασία ἐπιδικασία, ἀντιδικία, συνηγορία, συναγόρευσις, κατηγορία, δημηγορία, βουληγορία, πανήγυρις, ἐγκώμιον, ψόγος. καὶ συμβουλευτικῶς, νομοθετικῶς, δημαγωγικῶς, δημηγορικῶς, πρεσβευτικῶς, δικανικῶς, συνηγορικῶς, πανηγυρικῶς, ἐγκωμιαστικῶς, ψεκτικῶς. καὶ εἰπεῖν, λέξαι, φράσαι, ῥῆσιν ἀποτεῖναι, λόγον ἐξενεγκεῖν, λόγον διαπεράνασθαι, εἶραι, συνεῖραι ἀπνευστὶ περιόδους, ἀντίθετα, ἀντιστάσεις, παρισώσεις ἀπισώσεις, κύκλους, περιαγωγάς, νοήματα ἐννοήματα, ἐνθυμήματα. 4.27συμβουλεῦσαι, παραινέσαι, ὑφηγήσασθαι εἰσηγήσασθαι, διδάξαι, πεῖσαι, γνώμην ἀποφήνασθαι, δόξαν ἐξενεγκεῖν, ψήφισμα γράψαι, δόγμα συνθεῖναι, νόμον θέσθαι, νόμον εἰσενεγκεῖν, νομοθετῆσαι νομοθετήσασθαι, δημαγωγῆσαι, δημηγορῆσαι, βουληγορῆσαι, συνηγορῆσαι τῷ δήμῳ, πιθανὸν εἶναι, τὸν δῆμον παραστήσασθαι, οἰκειώσασθαι, προσαγαγέσθαι, προσεταιρίσασθαι, διὰ χειρὸς ἔχειν, ὑπήκοον ποιήσασθαι, κατήκοον, χειροήθη, τιθασόν · 4.28τιθασεῦσαι, ἐκτιθασεῦσαι, καταπεῖσαι, ὑπαγαγεῖν, ὑπαγαγέσθαι, παντὸς εἶναι πιθανώτερον, κηλῆσαι, πρεσβεῦσαι, διακονήσασθαι, ὑπηρετῆσαι, πλανηθῆναι. εἴποις δ’ἂν τὴν πρεσβείαν ἔκδημον πολιτείαν, ἐπισφαλῆ, ἐπίπονον, πολυπλανῆ, ἐπικίνδυνον, οὐκ ἀταλαίπωρον, οὐκ ἀπράγμονα, ἐν περιόδῳ πλάνους ἔχουσαν, ταλαιπωρίας, πόνον, πράγματα, σφάλματα. δι’ὧν ἔστι πόρους ἐξευρεῖν, ἀργυρολογῆσαι, φορολογῆσαι, χρήματα συναθροίσασθαι, συλλέξαι, συστῆσαι συστήσασθαι, συναγαγεῖν, εἰσπρᾶξαι, συνεισενεγκεῖν, συμφορῆσαι, κτήσασθαι, προσκτήσασθαι, προσποιήσασθαι, περιποιήσασθαι · 4.29συμμάχους προσαγαγέσθαι, οὐκ ὄντας κατακτήσασθαι, τοὺς ὄντας βεβαιώσασθαι · πολεμίους κακῶσαι, ἡμερῶσαι, πραῧναι, καταπλῆξαι, φοβῆσαι, ταράξαι, διαταράξαι, δεδίξασθαι · εἰρήνην συνθέσθαι, συνθήκας ποιήσασθαι, σπονδάς, ὁμολογίας, φιλίας, συμμαχίαν, ἰσοτέλειαν, ἰσοπολιτείαν · 4.30τὸ γὰρ ὁμαιχμίαν μοχθηρόν, ὁρκίσαι δὲ καὶ ὅρκους ἐπαγαγεῖν, δοῦναι, λαβεῖν, ἀπολαβεῖν. συνηγορῆσαι, συναγορεῦσαι, συνειπεῖν, συναγωνίσασθαι, συνεξετασθῆναι, συμπροθυμηθῆναι, συνδικῆσαι, συγκινδυνεῦσαι, ὑπεραπολογήσασθαι, ὑπερδικῆσαι, βοηθῆσαι, συμπρᾶξαι, συλλαβεῖν, συνεπιλαβεῖν, ἐπικουρῆσαι, ὑπερκινδυνεῦσαι, προδικῆσαι, προστῆναι, συνεισελθεῖν, ἀντειπεῖν, ἀντιδικῆσαι, ἀντεξετασθῆναι, ἀνταγωνίσασθαι, κατηγορῆσαι, κατειπεῖν, ἐξελέγξαι. 4.31πανηγυρίσαι, δημαγωγῆσαι, πανηγυρικοὺς λόγους ἐξενεγκεῖν, πανδήμους λόγους εἰπεῖν, δημοτελεῖς λόγους παρασχέσθαι, ἐπαγωγούς, ἡδεῖς, γλυκεῖς, τερπνούς, κεχαρισμένους, δημοτερπεῖς, ὀχλοτερπεῖς, πρὸς ἡδονὴν πεποιημένους, πρὸς πλῆθος ἡρμοσμένους, ἐγκωμιάσαι, ἐπαινέσαι, λαμπρῦναι, ἀπολαμπρῦναι, φαιδρῦναι, ἐκφαιδρῦναι, κοσμῆσαι, καλλωπίσαι, κατακοσμῆσαι, συστῆσαι, γνωρίσαι, ἐπευφημῆσαι. 4.32καὶ τὰ ὀνόματα ἐγκώμιον, ἔπαινος, σεμνολογία, λαμπρότης, φαιδρότης, κόσμος, καλλωπισμός, σύστασις, γνωρισμός, εὐφημία. τὰ δ’ἐναντία ψέξαι, κακίσαι, αἰσχῦναι, καθυβρίσαι, λοιδορῆσαι, διαβαλεῖν, ἐλέγξαι, φαυλίσαι, διασῦραι, καταγελάσαι, χλευάσαι διαχλευάσαι, φλαυρίσαι καὶ ἀποφλαυρίσαι, κωμῳδῆσαι, τωθάσαι, κακῶς εἰπεῖν, ὀνειδίσαι, ὄνειδος προστρίψασθαι, ὄνειδος ἐπενεγκεῖν, αἰσχύνῃ περιβαλεῖν. 4.33καὶ τὰ πράγματα ψόγος, αἰσχύνη, κακισμός, ὕβρις, λοιδορία, διαβολή, ἔλεγχος, κακηγορία, κατάγελως, ὀνειδισμός, χλευασία χλευασμός, κωμῳδία, τωθασμός. καὶ μέρη μὲν τοῦ ῥητορικοῦ λόγου προοίμιον, διήγησις, πίστις, ἀπόδειξις, ἔλεγχος, παραδείγματα, ὁμοιώσεις, παραβολαί, ἐπιχειρήματα, ἐνθυμήματα, ὑπερβολαί, δεινώσεις δεινολογίαι, φράσεις ἐκφράσεις, οἰκτρολογίαι, παραδηλώσεις ὑποδηλώσεις, ἐπίλογοι. 4.34ἔπαινος δὲ ῥήτορος καὶ δημαγωγοῦ εὔνους, φιλόπολις, φιλόδημος, δημοτικός, νομικός, νόμιμος, δημοκρατικός, πιστός, ἀξιόπιστος, συμφέρων, ὠφέλιμος, χρήσιμος, πόριμος ποριστής, προαγωγὸς τοῦ δήμου, προστάτης τῶν νόμων, φύλαξ τῆς ἐλευθερίας, προαγωνιστὴς τῆς δημοκρατίας, συναγωνιστής, ἄδωρος ἀδωροδόκητος, ἄπρατος, ἀδιάφθορος, συνέχων τὴν πολιτείαν, συνδέων, συμφυλάττων, τηρῶν διατηρῶν, φυλάττων διαφυλάττων. καὶ τὰ ῥήματα ἀπ’αὐτῶν. πρᾶγμα δ’ἀπὸ τῶν πλείστων οὐκ ἔστιν, ὅτι μὴ εὔνοια, δημοκρατία, πίστις, πόρος, πορισμός, προστασία · ἀγωνισμὸς γὰρ καὶ φυλακὴ καὶ τήρησις λέγονται καὶ πρὸς ἕτερα. 4.35ψόγος δέ · παράνομος, προδότης, ὀλιγαρχικός, πεπραμένος, δωροδόκος δεδωροδοκημένος, δεδεκασμένος, ἀδόκιμος, κίβδηλος, παράσημος, αὐτόμολος, ἄπιστος, βλαβερός, ζημιώδης, ἐπιζήμιος, νόμοις ἐχθρός, καταλύων τὴν δημοκρατίαν, συγχέων τὰ καθεστηκότα, οὐκ ἀρεσκόμενος τοῖς καθεστηκόσιν, δυσχεραίνων, δυσμεναίνων, ἀνατρέπων τὴν πολιτείαν, λύων ἀναλύων καταλύων, συνταράττων, μεθιστάς, παρακινῶν, μεταβάλλων, μετατιθείς, παρατρέπων, νεωτερίζων, ἐκνεωτερίζων, παρανεωτερίζων, νεωτεριστής νεωτεριστικός, μισόπολις, μισόδημος, ὀλιγαρχικός, πρὸς ἀργύριον ῥέπων, πρὸς ἀργύριον βλέπων, παλίμπρατος, συκοφάντης, δικορράφος, φιλοπράγμων πολυπράγμων, κακοπράγμων, ὡς Ὑπερείδης ἔφη, καταπολιτευόμενος τὸν δῆμον, ὑποπολιτευόμενος τοῖς ἐχθροῖς, προτείνων τὴν χεῖρα, λέγων ἐπὶ χρήμασι, παλιγκάπηλος, πεπρακὼς ἑαυτόν, πρὸς ἀργύριον λέγων, μισθοῦ φθεγγόμενος, μη δ’ἂν ῥῆμα προῖκα εἰπών, πρὸς λῆμμα βλέπων, πρὸς ἀργύριον κεχηνώς, μηδὲν μέρος ἔχων ἄπρατον, εὔωνος, ῥᾴδιος, πρόσοδον τὴν πολιτείαν πεποιημένος · 4.37ὕπουλος, δολερός, ἐπίβουλος, κακοήθης, ἀπατεών, ἐπιβουλεύων, ἐπηρεάζων, δημεύων, δημοκόπος, πρὸς χάριν λέγων, πρὸς ἡδονὴν δημηγορῶν, παρὰ τῇ κιγκλίδι ζῶν ἀεί, παρὰ τὸν δρύφακτον ποιούμενος τὸν βίον, παρὰ τὴν κλεψύδραν, δημοχαριστής, λοιμὸς δήμου, καὶ ὅλως πολλὰ λόγῳ εἴποι τις ἂν καὶ ἐπαινῶν καὶ ψέγων. 4.38τὰ δὲ τοῦ πράγματος ὀνόματα προδοσία, παρανομία, αὐτομολία, πρᾶσις, δωροδοκία, δεκασμός, κιβδηλία, ἀπιστία, βλακεία, ζημία, κατάλυσις, σύγχυσις, ἀνατροπή, λύσις, βλάβη, μετάστασις, κίνησις, μεταβολή, νεωτεροποιία νεωτερισμός, συκοφαντία, πολυπραγμοσύνη φιλοπραγμοσύνη, δόλος, ἐπιβουλή, ἀπάτη, κακοήθεια, ἐπηρεασμός, δήμευσις, δημοκοπία, ὧν τὰ πλείω καὶ πρὸς ἕτερα. ἔστι δ’ἐξ ἐνίων καὶ ἐπαινοῦντι καὶ ψέγοντι ἐπιρρήματα. 4.39φιλόσοφος, διαλεκτικός, θεωρητικός, παιδευτικός, προτρεπτικός, διδασκαλικός, τὰς ψυχὰς ἐξιώμενος, ἐπανορθούμενος τὰ τῆς γνώμης ἀρρωστήματα, ἐπὶ τὴν ἀρετὴν ἄγων, ἐπὶ τὴν ἀρετὴν ἀγωγός, οἷος θυμὸν κοιμίσαι, ἐπιθυμίας πραῧναι, ἡδονὰς ῥυθμίσαι, φιλοχρηματίαν συμμετρῆσαι, τῦφον συστεῖλαι, ἀλαζονείαν κολάσαι, ἀκολασίαν νουθετῆσαι, ἀσέλγειαν σωφρονίσαι · νουθετικός, σωφρονιστικός, σωφρονιστής. 4.40ὄργανα δὲ φιλοσοφίας τρόπος καὶ λόγος, ὁ μὲν τῷ παραδείγματι τοῦ βίου παιδεύων, ὁ δὲ λόγος προσαγόμενος καὶ διδάσκων · οὗ μέρη πρότασις, ἐπαγωγή, συλλογισμός, νουθεσία, νουθέτησις, ὀνειδισμός, προτροπή, διδασκαλία. καὶ βίος πολιτικὸς ὁ καὶ πρακτικός, λογικὸς ὁ καὶ παιδευτικός, θεωρητικὸς ὁ καὶ φυσικός. τὸν δ’ἐναντίον τούτῳ ἀφιλόσοφον ἂν εἴποις, ἐκ τοῦ Πλάτωνος Τιμαίου λαβὼν το- τοὔνομα. 4.41σοφιστής, διδάσκαλος, παιδευτής, ἐξηγητής, ὑφηγητής, ἡγεμών. σοφιστικός, διδασκαλικός, παιδευτικός, ἐξηγητικός, ὑφηγητικός, ἡγεμονικός. διδάσκων, παιδεύων, ἐξηγούμενος ὑφηγούμενος ἡγούμενος · οὐ μὴν καὶ σοφιστεύων εἴποις ἄν. τοὺς δὲ τοιούτους, ὥσπερ καὶ τοὺς φιλοσόφους, ἐκάλουν φροντιστάς, καὶ τὰ διδασκαλεῖα οὐ παιδαγωγεῖα μόνον καὶ φωλεοὺς ἀλλὰ καὶ φροντιστήρια. 4.42τὰ δὲ πράγματα διδασκαλία, παίδευσις, ἐξήγησις ὑφήγησις, ἡγεμονία, ἀγωγή, σοφιστική · οὐ γὰρ σοφιστεία, παιδευτικὴ δὲ τέχνη καὶ ἐξηγητικὴ καὶ ὑφηγητικὴ καὶ ἡγεμονική. καὶ τὰ ἐπιρρήματα σοφιστικῶς, διδασκαλικῶς, παιδευτικῶς, ἡγεμονικῶς · τὸ γὰρ ἐξηγητικῶς καὶ ὑφηγητικῶς τραχέα. ἔστι δ’ἀπὸ τούτων ῥήματα, ἀφ’ὧν καὶ μετοχαί. εἴποις δ’ἂν ἐπ’αὐτῶν τὸ μισθοὺς λαμβάνειν, πράττειν εἰσπράττειν πράττεσθαι εἰσπράττεσθαι, αἰτεῖν, ἀπαιτεῖν, ἄρνυσθαι, προσίεσθαι, μισθαρνεῖν μισθοφορεῖν, ἀργυρολογεῖν ἀργυρίζεσθαι, χρηματίζεσθαι ἐκχρηματίζεσθαι, καρποῦσθαι ἐκκαρποῦσθαι, πιπράσκειν τὰ μαθήματα, διατίθεσθαι, πωλεῖν, ἀποδίδοσθαι, ἀντικαταλλάττεσθαι πρὸς ἀργύριον, δωροδοκεῖν, φορολογεῖν, δασμολογεῖν, ἐπὶ μισθῷ διδάσκειν, ἐπὶ χρήμασιν, εἰσπράττεσθαι παρὰ τῶν μαθητῶν φόρους, ἐρανίζεσθαι συνερανίζειν, ἀθροίζειν, συλλέγειν. 4.43εἴποις δ’ἂν τοὺς μὲν μείζους σοφιστὰς μεγαλομίσθους, δημοτελεῖς, πανδήμους, παγκοίνους, τοὺς δ’ἐλάττους ὀλιγομίσθους, εὐτελεῖς · Ἰσοκράτης δ’αὐτοὺς κέκληκεν “ἀγελαίους σοφιστάς”. 4.44τοὺς δὲ μαθητὰς ὀνομάσαις ἂν καὶ φοιτητάς, ἑταίρους, συνουσιαστάς, ὁμιλητάς, ἀκροατάς, ὑπηκόους κατηκόους ξυνηκόους · καὶ τὴν ἀγέλην τῶν μαθητῶν, τὸν δῆμον, τὸν χορόν, τοὺς χορευτάς, τὴν πανήγυριν, τὴν σύνοδον, τὴν συλλογήν, τὸν σύλλογον · τοὺς περὶ τὸν σοφιστὴν ἔχοντας, τοὺς περὶ αὐτὸν ἐσπουδακότας, τοὺς κατεχομένους τῷ σοφιστῇ, τοὺς παιδευομένους, τοὺς ἀκροωμένους, τοὺς διδασκομένους. καὶ τὰ πράγματα μάθησιν, φοίτησιν, ἑταιρίαν, συνουσίαν, ὁμιλίαν, ἀκρόασιν, χορείαν, σπουδήν, κατοχήν. 4.45καὶ τὰ ῥήματα μανθάνειν, φοιτᾶν συμφοιτᾶν, συνεῖναι, ὁμιλεῖν, ὑπακούειν, ἀκροᾶσθαι, ἐπακούειν κατακούειν συνακούειν, ἀγελάζεσθαι συναγελάζεσθαι, ἀγείρεσθαι συναγείρεσθαι, συνιέναι, συλλέγεσθαι, σπουδάζειν συσπουδάζειν, παιδεύεσθαι, διδάσκεσθαι. αὐτοὶ δ’ἀλλήλων εἶεν ἂν συμφοιτηταί, ὡς Πλάτων ἔφη, συνερασταί, συμμαθηταί, σύννομοι, σύντροφοι, ἑταῖροι. καὶ τὰ λοιπὰ μετοχαῖς ἂν εἴποις καὶ οὐκ ὀνόμασιν, οἷον οἱ συμφοιτήσαντες, οἱ συμπαιδευθέντες, καὶ τὰ τοιαῦτα. 4.46τὸ δὲ διδόναι μισθούς ἐστιν εἰσφόρειν ἀποφέρειν, καταβάλλειν, κατατιθέναι, τελεῖν συντελεῖν, δωροφορεῖν, δασμοφορεῖν, πραχθῆναι μισθόν, ἐπὶ μισθῷ μαθεῖν, ἐπὶ δώροις, ἐπὶ χρήμασιν, ἐπὶ πολλῷ ἔμμισθον πεποιῆσθαι τὴν ἀκρόασιν, ἐν τέλει, οὐκ ἐξ ἀτελείας μαθεῖν, οὐκ ἀμισθὶ μαθεῖν. ὁ δὲ μισθὸς ἀργύριον, χρήματα, φορά καταφορά, τέλος, εἰσφορά, τέλεσμα, εἴσπραξις. 4.47ὧν ἔνια φαίης ἂν ἐπ’ἀμφοῖν, καὶ τῆς ἀπαιτήσεως καὶ τῆς καταθέσεως, τὴν μὲν αἴτησιν λέγων καὶ εἴσπραξιν καὶ πρόσοδον καὶ χρηματισμὸν καὶ ἀργυρισμὸν καὶ δωροδοκίαν καὶ λῆψιν καὶ εἴσοδον καὶ συλλογήν, τὸ δὲ καταθεῖναι δόσιν καὶ ἐπίδοσιν καὶ καταβολὴν καὶ δωροφορίαν. ὅστις δὲ βούλοιτο κακίζειν σοφιστήν, τούτῳ ὑπάρχει λέγειν γόης, ἀπατεών, ἐπίβουλος, ἀπατητικός ἐξαπατητικός, δολερός, ὕπουλος, ποικίλος, πολύτροπος, παλίμβολος, ἐγκρυφίας, ἐπίσκιος, πολλαπλοῦς τὸ Πλάτωνος, κρυψίνους, γοητευτικός, κακοῦργος, πανοῦργος, ψεύστης, πεπλασμένος καταπεπλασμένος, καὶ κατὰ Πλάτωνα πολυχρώματος, “κάπηλος” καπηλικός, μεταβολεύς μεταβλητικός, “ἔμμισθος θηρευτὴς νέων,” θηρευτικός, μίσθαρνος μισθοφόρος, κόλαξ κολακευτικός, θώψ, θεραπευτής θεραπευτικός. 4.49τὰ δὲ ῥήματα σοφίζεσθαι, γοητεύειν, ἀπατᾶν ἐξαπατᾶν, παρακρούεσθαι, παράγειν, παρατρέπειν, ποικίλλειν, κακουργεῖν, φενακίζειν, πανουργεῖν, δολοῦν, τεχνάζειν, ψεύδεσθαι, καταπεπλάσθαι, καπηλεύειν, μεταβάλλεσθαι, θηρᾶν θηρεύειν, μισθαρνεῖν μισθοφορεῖν, κολακεύειν ὑπερκολακεύειν, θεραπεύειν ὑπερθεραπεύειν, ὑπιέναι, ὑπάγεσθαι, ὑπέρχεσθαι, ὑποτρέχειν, ὑποπίπτειν, ὑποκεῖσθαι, κατεπᾴδειν, κατακηλεῖν, καταθέλγειν, φαρμάττειν, φαρμακεύειν, θωπεύειν, ὑποθεῖν, ταπεινοῦν ἑαυτόν, ὑποβάλλειν. 4.50τὰ δὲ πράγματα γοητεία, ἀπάτη, ἐπιβουλή ἐπιβουλία, ἐξαπάτη, ποικιλία, πολυτροπία, κακουργία, ῥᾳδιουργία, πονηρία, πανουργία, ψευδολογία, καπηλεία, πρᾶσις, μεταβολή, μισθαρνία μισθοφορία, θήρα, κολακεία, θεραπεία, θωπεία, παράκρουσις, παραγωγή, παρατροπή, φενακισμός, ὑποδρομή, ὑπαγωγή, ταπεινότης · ἀπὸ μὲν γὰρ ἐνίων οὐκ ἔστιν ὄνομα τοῦ πράγματος, σοφιστεία δὲ βάρβαρον, καὶ ταπείνωσις εὐτελές, καὶ δόλωσις τραχύ. 4.51τὰ δ’ἐπιρρήματα γοητευτικῶς, πανούργως, κακούργως, δολερῶς, ἀπατητικῶς, ποικίλως, ἐπιβούλως, ἐπισκίως, κρυψίνως, ὑπούλως, πολυτρόπως, παλιμβόλως, καπηλικῶς, μεταβλητικῶς, μισθαρνικῶς μισθοφορικῶς, καταπεπλασμένως, πεπλασμένως, θηρευτικῶς, κολακικῶς κολακευτικῶς, θεραπευτικῶς, παρακρουστικῶς, φενακιστικῶς, ταπεινῶς, ὑποπεπτωκότως. 4.52ποιητής ποιητικός, ᾠδός ᾠδικός, μέτρων συνθέτης, εἰς μέτρα ἐπίπνους, εἰς ᾠδὰς ἔνθεος, κάτοχος ἐκ μουσῶν, μουσομανῶν, ἐμμανὴς εἰς ποίησιν, μυθολογικός, παραλλάττων ἐπὶ ποιήμασιν, εἰς μέτρα κεκινημένος, ἐνθουσιῶν ἐπὶ ποιήμασιν, καὶ ὅσα ἂν ἄλλα εἴποι τις ἐπὶ τοῦ ἐνθέως διακειμένου. τὰ δὲ ποιήματα καὶ ᾠδαὶ καὶ ᾄσματα καὶ μέτρα καὶ λόγοι ἔμμετροι, ἔπη ἡρῷα, ἑξάμετρα, ῥαψῳδία, ἐλεγεῖα, πεντάμετρα, ἐπιγράμματα, ἴαμβοι, ἰαμβεῖα, τρίμετρα, τετράμετρα, ἀνάπαιστα, μέλη χορικά, στροφή, ἀντίστροφος, ἐπῳδός, ὕμνοι, παιᾶνες, προσόδια, δαφνηφορικά, τριποδηφορικά, διθύραμβοι, ἰθυφαλλικά, ὠσχοφορικά, παροίνια, ἰόβακχοι, ὑπορχήματα, θρίαμβοι, ἐπιλήνια, ἐπιλοίμια, παρθένεια, ἐπιθαλάμια, ἐγκώμια, ἐπίνικοι, σκολιά, θρῆνοι, σίλλοι, κωμῳδία, τραγῳδία, πάροδος, στάσιμον, ἐμμέλεια, κομματικά, ἔξοδος, εὐκτικά, ἐμβατήρια, ὑμέναιος, νόμοι, προοίμια, προνόμια, προαύλια, ἴουλοι, οὐλαμοί, οὔπιγγοι, λίνος, ἐπιμύλιος ᾠδὴ ἱμαλίς καὶ ἱμαῖος, ὁ δ’ᾄδων ἱμαοιδός. 4.54βώριμος δὲ Μαριανδύνων γεωργῶν ᾆσμα, ὡς Αἰγυπτίων μανέρως, καὶ λιτυέρσας Φρυγῶν. ἀλλ’Αἰγυπτίοις μὲν ὁ Μανέρως γεωργίας εὑρετής, Μουσῶν μαθητής, Λιτυέρσας δὲ Φρυξίν · οἱ δ’αὐτὸν Μίδου παῖδα εἶναι λέγουσιν, εἰς ἔριν δ’ἀμητοῦ προκαλούμενον μαστιγῶσαι τοὺς ἐνδιδόντας, βιαιοτέρῳ δ’ἀμήτῃ περιπεσόντα αὐτὸν θάνατον παθεῖν. οἱ δ’Ἡρακλέα γεγενῆσθαι τὸν ἀποκτείναντα αὐτὸν λέγουσιν. 4.55ᾔδετο δ’ὁ θρῆνος περὶ τὰς ἅλως κατὰ τὸ θέρος ἐπὶ Μίδου παραμυθίᾳ. ὁ δὲ Βώριμος ἦν Ἰόλα καὶ Μαριανδύνου ἀδελφός, Οὐπίου βασιλέως παῖς, ἐν θήρᾳ νέος ὥρᾳ θέρους ἀποθανών · τιμᾶται δὲ θρηνώδει περὶ τὴν γεωργίαν ᾄσματι. ἦν δέ τι καὶ ἀλῆτις ᾆσμα ταῖς αἰώραις προσᾳδόμενον, Θεοδώρου ποίημα τοῦ Κολοφωνίου. καί τι καὶ ἐπιλήνιον αὔλημα ἐπὶ βοτρύων θλιβομένων, καὶ ἕτερον πτιστικόν, ὡς Φρύνιχος ἐν Κωμασταῖς φησιν ὁ κωμικός · ἐγὼ δὲ νῷν δὴ τερετιῶ τι πτιστικόν καὶ Νικοφῶν ἐν τοῖς Χειρογάστορσιν ἀλλ’ἴθι προσαύλησον σὺ νῷν πτισμόν τινα. 4.56καὶ ἐρετικὰ δή τιν’αὐλήματα καὶ ποιμενικά. Ἐπίχαρμος δὲ καὶ πυκτικόν τι μέλος αὐλεῖσθαί φησι, Πλάτων δ’ὁ κωμικὸς καὶ συβωτικόν · † ὅτι δ’ἂν ἡ συβώτρια, μη δ’ἀγαθὴ γένοιτό μοι. ἔχειν δοκεῖ μοι δακτύλους αὐλητικούς. Τυρρηνοὶ δὲ τῷ Ἀριστοτέλους λόγῳ οὐ πυκτεύουσιν ὑπ’αὐλῷ μόνον, ἀλλὰ καὶ μαστιγοῦσι καὶ ὀψοποιοῦσιν. 4.57μουσικῇ δὲ προσήκοι ἂν καὶ τὰ προειρημένα καὶ μουσικός, μουσουργός, μουσουργικός, μουσουργεῖν, καὶ εὐμουσία, ἀμουσία, εὐμούσως, ἀμούσως, μουσικῶς, εὔμουσος, ἄμουσος. καὶ μέλος, ἐμμέλεια, ἐμμελής, ἐμμελῶς, πολυμελῶς, ἐκμελής, ἀμελής, ἐκμελῶς, ἀμελῶς, πλημμελῶς, πλημμελές, πλημμέλεια, πλημμελεῖν, ἐπὶ δὲ μέλει ἁρμονία, ῥυθμός, κροῦμα, βάσις. τὴν δ’ἁρμονίαν ἁρμογὴν Εὔπολις εἴρηκεν · ταύτην ἐγὼ ζητῶν πάλαι τὴν ἁρμογήν. 4.58ὀνόματα δ’ἀπ’αὐτῆς ἁρμόζον, ἁρμόζειν, ἡρμοσμένον, εὐάρμοστον, ἐναρμόνιον, καὶ τὸ ἐναντίον ἀνάρμοστον, καὶ τὸ Πλάτωνος ἀναρμοστεῖν, ὡς καὶ ἀπὸ ῥυθμοῦ εὔρυθμος, εὐρυθμία, ῥυθμίζειν, εὐρύθμως, καὶ ἀρρύθμως, ἀρρυθμία, ἀρρυθμεῖν. κιθαρῳδία, λυρῳδία, αὐλῳδία. τὰ δ’ὄργανα τὰ κρουόμενα εἴποις ἂν καὶ πληττόμενα, ἐπιψαλλόμενα, ἔγχορδα, πρόσχορδα, προσῳδά, τὰ δ’ἐμπνεόμενα, καταπνεόμενα, ὑποπνεόμενα, ἐμφυσώμενα. ὧν εἴδη τῶν μὲν κρουομένων λύρα, κιθάρα, βάρβιτον τὸ δ’αὐτὸ καὶ βαρύμιτον χέλυς, ψαλτήριον, τρίγωνα, σαμβῦκαι, πηκτίδες, φόρμιγγες, φοῖνιξ, σπάδιξ, λυροφοινίκιον, ἰαμβύκη, κλεψίαμβος, παρίαμβος, σκινδαψός. 4.59ἐπιγόνειον δὲ κέκληται μὲν ἀπὸ τοῦ εὑρόντος, ὁ δ’Ἐπίγονος ἦν γένει μὲν Ἀμβρακιώτης τιμῇ δὲ Σικυώνιος, πρῶτος ἐπικρούσας ἄνευ πλήκτρου. τὸ δ’ἐπιγόνειον ἔχει χορδὰς τετταράκοντα, ὥσπερ τὸ σιμικὸν πέντε καὶ τριάκοντα. 4.60μονόχορδον δέ, Ἀράβων τὸ εὕρημα. τρίχορδον, ὅπερ Ἀσσύριοι πανδοῦραν ὠνόμαζον · ἐκείνων δ’ἦν καὶ τὸ εὕρημα. πεντάχορδον · Σκυθῶν μὲν τὸ εὕρημα, καθῆπται δ’ἱμᾶσιν ὠμοβοΐνοις, αἰγῶν δὲ χηλαὶ τὰ πλῆκτρα. ψιθύρα δέ, τὸ μὲν εὕρημα Λιβυκόν, μάλιστα δὲ Τρωγλοδυτῶν, τὸ δὲ σχῆμα τετράγωνον. ἔνιοι δὲ τὴν ψιθύραν τὴν αὐτὴν εἶναι τῷ ἀσκάρῳ ὀνομαζομένῳ νομίζουσιν. 4.61τὸ δ’ἦν πλινθίον πηχυαῖον, ἔχον διειλκυσμένα πηνία, ἃ περιστρεφόμενα ἦχον ἐποίει κροτάλῳ παραπλήσιον. μαγάδιν δ’ὀνομάζει μὲν Ἀνακρέων, τὴν δ’εὕρεσιν αὐτῆς Θρᾳξὶ Κάνθαρος προστίθησιν. ἀλλὰ μὴν καὶ νάβλας μνημονεύει Φιλήμων · ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ’ἢ νάβλαν τινά. καὶ πήληξ δ’οὐ μόνον ὁ τῆς περικεφαλαίας λόφος, ἀλλὰ καὶ ὄργανόν τι ψαλτήριον. 4.62μέρη δὲ τῶν ὀργάνων νευραί, χορδαί, λίνα, μίτοι, τόνοι, πήχεις, ἀγκῶνες, κέρατα, κόλλοπες, ἠχεῖα, πλῆκτρον, χορδότονον. καὶ δόνακα δέ τινα ὑπολύριον οἱ κωμικοὶ ὠνόμαζον ὡς πάλαι ἀντὶ κεράτων ὑποτιθέμενον ταῖς λύραις · ὅθεν καὶ Σοφοκλῆς εἴρηκεν ὑφῃρέθη σου κάλαμος ὡσπερεὶ λύρας. οἱ δὲ τεχνῖται λυρῳδοί, κιθαρῳδοί, κιθαρισταὶ κιθαρίστριαι, ψάλται ψάλτριαι. 4.63καὶ τὰ ῥήματα λυρίζειν, κιθαρίζειν, ψάλλειν, ὑποβάλλειν καὶ ὡς Ἀριστοφάνης βαρβιτίζειν. καὶ κρέκειν δέ, καὶ κρεγμὸς τὸ πρᾶγμα. προσᾴδειν, ἐπᾴδειν, ὑπᾴδειν, συνᾴδειν, ἀπᾴδειν. κρούματα, πρόσχορδα ᾄσματα, πολύχορδον, ἁρμονία, ἐναρμόνιον, παναρμόνιον, πολυαρμόνιον, ἀνάρμοστον, ἀναρμοστία, ἀναρμοστεῖν. ῥυθμὸς ἄρρυθμος, ἀρρυθμεῖν · Πλάτων γάρ ἐστιν ὁ ὀνομάζειν οὕτω δοκῶν, ὥσπερ καὶ Κριτίᾳ τὰς πρὸς κιθάραν ᾠδὰς προσῳδίας ἀρέσκει καλεῖν. 4.64Ἀριστοφάνης δὲ μελῳδὸς καὶ προσῳδὸς εἴρηκε, καὶ λεπτόφωνος καὶ βαρύφωνος, καὶ “φωνάριον ᾠδικὸν καὶ καμπτικόν”, καὶ ᾀσματοκάμπτας. τὸ δ’ᾆσμα καὶ ᾀσμάτιον Πλάτων εἴρηκεν ὁ κωμικός. ὁ δ’ὄργανα τοιαῦτα συμπηγνὺς ὀνομάζεται λυροποιός. 4.65ἁρμονίαι δὲ Δωρὶς Ἰὰς Αἰολὶς αἱ πρῶται, καὶ Φρύγιος δὲ καὶ Λύδιος, καὶ αἱ ἀπὸ τούτων, καὶ Λοκρική · Φιλοξένου τὸ εὕρημα. νόμοι δ’οἱ Τερπάνδρου ἀπὸ μὲν τῶν ἐθνῶν ὅθεν ἦν, Αἰόλιος καὶ Βοιώτιος, ἀπὸ δὲ ῥυθμῶν ὄρθιος καὶ τροχαῖος, ἀπὸ δὲ τρόπων ὀξὺς καὶ τετραοίδιος, ἀπὸ δ’αὐτοῦ καὶ τοῦ ἐρωμένου Τερπάνδρειος καὶ Καπίων. σφάλλονται δ’οἱ καὶ ἀπόθετον προστιθέντες αὐτῷ καὶ σχοινίωνα · οὗτοι γὰρ αὐλητικοί. τὸ μέντοι σιφνιάζειν καὶ χιάζειν, τὸ περιέργοις μέλεσι χρῆσθαι, ἀπὸ Δημοκρίτου τοῦ Χίου καὶ Φιλοξενίδου τοῦ Σιφνίου, ὃς καὶ Ὑπερτονίδης ἐκαλεῖτο. 4.66καὶ Φρῦνιν δὲ τὸν Κάμωνος μέλεσι πολυκαμπέσι, τοῖς ὑπὸ τῶν κωμῳδῶν δυσκολοκάμπτοις κληθεῖσι, κεχρῆσθαι λέγουσιν. τὸ μέντοι τῶν ψιλῶν κιθαριστῶν ὄργανον, ὃ καὶ Πυθικὸν ὀνομάζεται, δακτυλικόν τινες κεκλήκασιν. νόμοι δ’αὐτῶν Διὸς Ἀθηνᾶς Ἀπόλλωνος. ἴαμβοι, ἰαμβίδες παριαμβίδες. μέρη δὲ τοῦ κιθαρῳδικοῦ νόμου, Τερπάνδρου κατανείμαντος, ἑπτά · ἀρχά, μεταρχά, κατατροπά, μετακατατροπά, ὀμφαλός, σφραγίς, ἐπίλογος. 4.67τὰ δ’ἐμπνεόμενα ὄργανα τὸ μὲν σύμπαν αὐλοὶ καὶ σύριγγες · καὶ “καλαμίνην σύριγγα” εἴρηκεν Ἀριστοφάνης καὶ ἀπὸ μὲν αὐλῶν αὐλεῖν, ὑπαυλεῖν, προσαυλεῖν, καταυλεῖν, παραυλεῖν, αὔλημα, ἔναυλον, ἔξαυλον, ἐξηυλημένος. καὶ πολύφθογγος αὐλός, πολύφωνος, πολυκαμπής, πολυμελπής · Πλάτων δὲ καὶ πολύχορδον εἴρηκε τὸν αὐλόν. 4.68ἐπὶ δ’αὐλῶν ἐμφυσᾶν καὶ ἐμπνεῖν φαίης ἂν ἢ καταπνεῖν, καὶ καταπέμπειν τὸ πνεῦμα εἰς τὸν αὐλὸν ὑποπιμπλαμέναις ταῖς γνάθοις, ὑποιδούσαις, ἐξεστηκυίαις, προπετέσι, προπιπτούσαις, ὑπωγκωμέναις, πνεύματος πλήρεσι, τῶν ὀφθαλμῶν τραχυνομένων, ὑβριζόντων, ἐξαιμασσομένων, ἢ ἀπράγμονι τῷ προσώπῳ, ἀβασανίστῳ, ἀγνοοῦντι τὴν κάθοδον τοῦ πνεύματος · 4.69καὶ γὰρ τοιαῦτα ἔστιν εἰπεῖν, εἰ αὐλητὴν ἐπαινοίης ῥοθίῳ μὲν τῷ φυσήματι χρώμενον, διὰ δὲ μέγεθος καὶ τόνον καὶ ἰσχὺν πνεύματος οὐκ ἐνοχλοῦντα τὸ πρόσωπον εἰς ἀταξίαν. ἐπὶ δὲ σύριγγος εἴποις ἂν παράγειν ἐπ’αὐτῆς τὸ στόμα καὶ παραφέρειν, καὶ διασπείρειν τὸ πνεῦμα. ἡ μὲν οὖν σύριγξ καλάμων συνθήκη λίνῳ καὶ κηρῷ συνδεθεῖσα, ἥ γ’αὐτοσχέδιος, αὐλοὶ πολλοί, ἕκαστος ὑφ’ἑκάστῳ κατὰ μικρὸν ὑπολήγοντες εἰς τὸν ἐλάχιστον ἀπὸ τοῦ μεγίστου, κατὰ μὲν τὰ στόματα τῶν αὐλῶν ἀπισωμένοι, ἐκ δὲ τα- θατέρου μέρους ὑπ’ἀλλήλοις δι’ἀνισότητα ὑφεστηκότες, ὡς ὄρνιθος πτέρυγι τὸ σχῆμα προσεοικέναι. τούτῳ δὲ κατὰ τὸ ἔμπαλιν ἔχων ὁ τυρρηνὸς αὐλός, ἀντεστραμμένῃ σύριγγι παρεοικώς, χαλκοῦς μέν ἐστιν ὁ κάλαμος, κάτωθεν δ’ὑποπνεόμενος, φύσαις μὲν ὁ ἐλάττων, ὕδατι δ’ὁ μείζων ἀναθλιβομένῳ καὶ αὔραν πνεύματος ἀφιέντι. 4.70πολύφωνός τις οὗτος αὐλός ἐστιν, καὶ ὁ χαλκὸς ἔχει τὸ φθέγμα ἰταμώτερον. τῶν δ’ἄλλων αὐλῶν τὰ μέρη γλῶττα καὶ τρυπήματα καὶ βόμβυκες καὶ ὅλμοι καὶ ὑφόλμια. καὶ φορβειὰ δὲ προσήκει τοῖς αὐλοῦσι, καὶ τὸν τῇ φορβειᾷ κατειλημμένον ἔλεγον ἐμπεφορβειωμένον. 4.71ὁ δὲ τοὺς αὐλοὺς ἐργαζόμενος αὐλοποιός, καὶ ἀπὸ μέρους γλωττοποιός, καὶ αὐλοτρύπης κατὰ τὴν κωμῳδίαν. ἡ δ’ὕλη τῶν αὐλῶν κάλαμος ἢ χαλκὸς ἢ λωτὸς ἢ πύξος ἢ κέρας ἢ ὀστοῦν ἐλάφου, ἢ δάφνης τῆς χαμαιζήλου κλάδος τὴν ἐντεριώνην ἀφῃρημένος. ὁ δὲ τοῖς αὐλοῖς χρώμενος αὐλητὴς καὶ κεραύλης κατὰ τὸν Ἀρχίλοχον, τριηραύλης, αὐλητρίς. εἴποις δ’ἂν αὐλητὴν ἐπαινῶν σοφός, ἐμμελής, δεξιός. ἀλλὰ ταῦτα μὲν κα- κἂν ἐπὶ τῆς ἄλλης ῥηθείη μουσικῆς · 4.72ὃ δ’ἔστιν ἴδιον, εὔπνους, μέγα φυσῶν, μέγα πνέων, ἁδρόν, ἔντονον, ἰσχυρόν, ῥόθιον, βίαιον, ἡδύπνουν · τὸ γὰρ λιγύπνουν ποιητικόν. γλυκὺ δὲ πνεῦμα, λιγυρόν, γοερόν, ἐπαγωγόν, γοῶδες, θρηνῶδες. τὸ δὲ πνεῦμα καὶ φύσημα καὶ αὔλημα. ἀπόδεξαι καὶ τὴν αὐλητοῦ εὐχειρίαν καὶ τὴν ταχυχειρίαν καὶ τὴν εὐχέρειαν. κοινὰ δὲ τὰ πλείω τούτων καὶ πρὸς τὸν αὐλόν. ἐκεῖνος δ’οὐ μόνον εὔπνους ἀλλὰ καὶ εὔγλωττος εὔστομος πυκνὸς συνεχής, ὥσπερ ὁ μὲν φαῦλος αὐλητὴς ἄπνους ἀσθενὴς ἀηδὴς ἀγλευκής, ὁ δὲ φαῦλος αὐλὸς καὶ ἄγλωττος καὶ ἄφθογγος, ἀραιός, διάβροχος, ἔξαυλος · 4.73καὶ ἐξηυλημέναι γλῶτται αἱ παλαιαί. αὔλημα δ’ὄρθιον, ἀφ’οὗ καὶ νόμος ὄρθιος, στερεόν, πλῆρες, ἐμμελές, μονόκωλον, πολύτροπον, προσαγωγόν, εὐκαμπές, πολύκαμπτον, γοῶδες, θρηνητικόν, ὀξύ, λιγυρόν, πομπικόν, παροξυντικόν, ἐνόπλιον, πυρριχιστικόν, καὶ σπονδεῖον, τροχαῖον, γαμήλιον, παροίνιον. 4.74αὐλῶν δ’εἴδη πλάγιος, λώτινος, Λιβύων τὸ εὕρημα · πλαγίαυλον δ’αὐτὸν Λίβυες καλοῦσιν. ἔλυμος τὴν μὲν ὕλην πύξινος, τὸ δ’εὕρημα Φρυγῶν · κέρας δ’ἑκατέρῳ τῶν αὐλῶν ἀνανεῦον πρόσεστιν, αὐλεῖ δὲ τῇ Φρυγίᾳ θεῷ. ἱπποφορβός · Λίβυες μὲν οἱ σκηνῖται τοῦτον εὗρον, χρῶνται δ’αὐτῷ πρὸς τὰς ἵππων νομάς. ἡ δ’ὕλη δάφνη τοῦ φλοιοῦ γυμνωθεῖσα · τῆς γὰρ ἐντεριώνης ἐξαιρεθείσης ὀξὺν ἦχον ποιεῖ καὶ τῶν ἵππων τῇ ὀξύτητι καθικνούμενον. 4.75μόναυλος · μέμνηται μὲν αὐτοῦ Σοφοκλῆς ἐν Θαμύριδι, τὸ δ’εὕρημά ἐστιν Αἰγυπτίων, αὐλεῖ δὲ μάλιστα τὸ γαμήλιον. λέγεται δὲ καὶ Φρύγας εὑρεῖν μόναυλον θρηνητικόν, ᾧ κεχρῆσθαι τοὺς Κᾶρας παρ’ἐκείνων λαβόντας · θρηνῶδες δὲ τὸ αὔλημα τὸ Καρικόν. θήρειος αὐλός · Θηβαῖοι μὲν αὐτὸν ἐκ νεβροῦ κώλων εἰργάσαντο, χαλκήλατος δ’ἦν τὴν ἔξωθεν ὄψιν. 4.76καὶ κέρατι μὲν αὐλεῖν Τυρρηνοὶ νομίζουσιν. γίγγρας δὲ μικρός τις αὐλίσκος γοώδη καὶ θρηνητικὴν φωνὴν ἀφιείς, Φοῖνιξ μὲν ὢν τὴν εὕρεσιν, πρόσφορος δὲ μούσῃ τῇ Καρικῇ. ἡ δὲ Φοινίκων γλῶττα Γίγγραν τὸν Ἄδωνιν καλεῖ, καὶ τούτῳ ὁ αὐλὸς ἐπωνόμασται. Σκύθαι δέ, καὶ μάλιστα τούτων Ἀνδροφάγοι καὶ Μελάγχλαινοι καὶ Ἀριμασποί, ἀετῶν καὶ γυπῶν ὀστοῖς αὐλητικῶς ἐμπνέουσιν. 4.77ἡ δ’ἐκ καλάμων σῦριγξ Κελτοῖς προσήκει καὶ τοῖς ἐν Ὠκεανῷ νησιώταις. παρὰ δ’Αἰγυπτίοις πολύφθογγος αὐλός, Ὀσίριδος εὕρημα, ἐκ καλάμης κριθίνης. ἐκλήθησαν δ’αὐλοὶ καὶ κιθαριστήριοι, μεσοκόποι, πυκνοί, δίοποι, ἡμίοποι, σύριγγες, τέλειοι, ὑπόπτεροι. καὶ Ἀθηνᾶ δ’εἶδος αὐλοῦ, ᾧ μάλιστα Νικωφελῆ τὸν Θηβαῖον εἰς τὸν τῆς Ἀθηνᾶς νόμον κεχρῆσθαι λέγουσι. καὶ ἰδοῦθοι δ’αὐλῶν εἶδος. 4.78καὶ ἁρμονία μὲν αὐλητικὴ δωριστὶ καὶ φρυγιστὶ καὶ Λύδιος καὶ Ἰωνικὴ καὶ σύντονος λυδιστί, ἣν Ἄνθιππος προσεξεῦρεν · μέλος δὲ Καστόριον μὲν τὸ Λακωνικὸν ἐν μάχαις, ὑπὸ τὸν ἐμβατήριον ῥυθμόν, Ἱεράκιον δὲ τὸ Ἀργολικόν, ὃ ταῖς ἀνθεσφόροις ἐν Ἥρας ἐπηύλουν. νόμοι δ’Ὀλύμπου καὶ Μαρσύου Φρύγιοι καὶ Λύδιοι, ὁ δὲ Σακάδα νόμος Πυθικός, οἱ δ’Εὐίου κύκλιοι, καὶ Ὀλύμπου ἐπιτυμβίδιοι. 4.79καὶ νόμος δ’ἦν Ἱεράκιος εἷς · ὁ δ’Ἱέραξ νέος μὲν ἐτελεύτα, Ὀλύμπου δ’ἦν οἰκέτης καὶ μαθητὴς καὶ ἐρώμενος. καὶ Κλονᾶ δὲ νόμοι αὐλητικοὶ ἀπόθετόςτε καὶ σχοινίων. τὸ δὲ σπονδεῖον μέλος εἴποις ἂν ἐπιβώμιον, καὶ ἄλλο τελεστήριον, καὶ ἄλλο κουρητικόν. τὸ δὲ νηνίατον ἔστι μὲν Φρύγιον, Ἱππῶναξ δ’αὐτοῦ μνημονεύει. 4.80ἦν δέ τι καὶ ὀδοντισμὸς εἶδος αὐλήσεως. καὶ τέως μὲν τέτταρα τρυπήματα εἶχεν ὁ αὐλός · πολύτρητον δ’αὐτὸν ἐποίησε Διόδωρος ὁ Θηβαῖος, πλαγίας ἀνοίξας τῷ πνεύματι τὰς ὁδούς. καὶ τὸ μὲν γαμήλιον αὔλημα δύο ἦσαν αὐλοί, μείζων ἅτερος, συμφωνίαν μὲν ὑποδηλοῦντες, μείζω δ’εἶναι χρῆναι τὸν ἄνδρα. οἱ δὲ παροίνιοι σμικροὶ μέν, ἴσοι δ’ἄμφω · τὴν γὰρ ἰσότητα συμποσίῳ πρέπειν. 4.81ἥρμοττον δὲ πρὸς ὕμνους μὲν οἱ σπονδειακοί, πρὸς παιᾶνας δ’οἱ Πυθικοί · τελείους δ’αὐτοὺς ὠνόμαζον, ηὔλουν δὲ τὸ ἄχορον αὔλημα, τὸ Πυθικόν, οἱ δὲ χορικοὶ διθυράμβοις προσηύλουν. καὶ τοῖς μὲν παρθενίοις αὐλοῖς παρθένοι προσεχόρευον, τοῖς δὲ παιδικοῖς παῖδες προσῇδον · οἱ δ’ὑπερτέλειοι προσεφθέγγοντο ἀνδρῶν χοροῖς. κιθαριστήριοι δὲ καὶ το- τοὔνομα διότι κιθάραις προσηύλουν διδάσκει. παράτρητοι δὲ θρήνοις ἥρμοττον, ὀξὺ καὶ νωθὲς πνέοντες. 4.82τῶν δὲ βομβύκων ἔνθεον καὶ μανικὸν τὸ αὔλημα, πρέπον ὀργίοις. ἔνιοι δὲ καὶ ἐμβατηρίους αὐλοὺς ὠνόμασαν τοὺς ἐπὶ τοῖς προσοδίοις, καὶ δακτυλικοὺς τοὺς ἐπὶ τοῖς ὑπορχήμασιν · οἱ δὲ ταῦτα οὐκ αὐλῶν ἀλλὰ μελῶν εἶναι εἴδη λέγουσιν, ὑποθεάτρους δ’αὐλοὺς τοὺς ἐπὶ τοῖς νόμοις τοῖς αὐλητικοῖς ἐκάλεσαν. οἱ δὲ Σύριοι θρασύ τι καὶ εὔτολμον ἐμπνεῖν δοκοῦσιν. γίγγλαρος δὲ μικρός τις αὐλίσκος Αἰγύπτιος, μοναυλίᾳ πρόσφορος. καὶ σκυτάλια μέντοι μικρῶν αὐλίσκων το- τοὔνομα. 4.83μέρη δ’αὐλημάτων κρούματα, συρίγματα, τερετισμοί τερετίσματα, νίγλαροι. τὰ δὲ πρῶτα τῶν αὐλητῶν μαθήματα πεῖρα καὶ γρόνθων. Ἀθήνησι δὲ καὶ συναυλία τις ἐκαλεῖτο · συμφωνία τις αὕτη τῶν ἐν Παναθηναίοις συναυλούντων. οἱ δὲ τὴν συναυλίαν εἶδος προσαυλήσεως οἴονται ὡς τὴν αὐλῳδίαν. καὶ μὴν ἴαμβοί γε καὶ παριαμβίδες νόμοι κιθαριστήριοι, οἷς καὶ προσηύλουν. 4.84τοῦ δὲ Πυθικοῦ νόμου τοῦ αὐλητικοῦ μέρη πέντε, πεῖρα κατακελευσμὸς ἰαμβικὸν σπονδεῖον καταχόρευσις. δήλωμα δ’ἐστὶν ὁ νόμος τῆς τοῦ Ἀπόλλωνος μάχης πρὸς τὸν δράκοντα. καὶ ἐν μὲν τῇ πείρᾳ διορᾷ τὸν τόπον, εἰ ἄξιός ἐστι τοῦ ἀγῶνος · ἐν δὲ τῷ κατακελευσμῷ προκαλεῖται τὸν δράκοντα, ἐν δὲ τῷ ἰαμβικῷ μάχεται. ἐμπεριείληφε δὲ τὸ ἰαμβικὸν καὶ τὰ σαλπιστικὰ κρούματα καὶ τὸν ὀδοντισμὸν ὡς τοῦ δράκοντος ἐν τῷ τετοξεῦσθαι συμπρίοντος τοὺς ὀδόντας. τὸ δὲ σπονδεῖον δηλοῖ τὴν νίκην τοῦ θεοῦ. ἐν δὲ τῇ καταχορεύσει ὁ θεὸς τὰ ἐπινίκια χορεύει. 4.85εἰ δὲ καὶ ἡ σάλπιγξ τοῖς αὐλοῖς προσήκει, τὸ μὲν εὕρημα Τυρρηνικόν, τὸ δὲ σχῆμα εὐθεῖάτε καὶ καμπύλη, ἡ δ’ὕλη χαλκὸς καὶ σίδηρος, ἡ δὲ γλῶττα ὀστίνη. εἴποις δ’ἂν τὸ φθέγμα τῆς σάλπιγγος καὶ φωνὴν καὶ ἦχον καὶ βόμβον καὶ θόρυβον καὶ κτύπον, ὄρθιον, ἐρρωμένον, ῥωμαλέον, βαρύ, σεμνόν, σφοδρόν, φρικῶδες, ἐμβριθές, στερεόν, βίαιον, τραχύ, ἐκπληκτικόν, ταραχῶδες, πολεμιστήριον, καὶ ἐμπολέμιον. 4.86μέρη δὲ τοῦ πολεμιστηρίου σαλπίγματος ἐξορμητικόν, ἐφ’οὗ ἔλεγον τὸ σημῆναι τῇ σάλπιγγι, καὶ ὑπεσήμηναν αἱ σάλπιγγες, ἐξώτρυναν, ἐξήγειραν, ἐξανήγειραν · καὶ παρακελευστικὸν τὸ κατὰ τὴν τῆς μάχης συμβολήν, ἀνακλητικὸν δὲ τὸ ἐκ τῆς μάχης ἀνακαλοῦν, ἀναπαυστήριον δὲ τὸ καταζευγνύντων ἐπίφθεγμα. ἔστι δέ τι καὶ πομπικὸν ἐπὶ πομπαῖς καὶ ἱερουργικὸν ἐπὶ θυσίαις Αἰγυπτίοιςτε καὶ Ἀργείοις καὶ Τυρρηνοῖς καὶ Ῥωμαίοις. 4.87καὶ ὁ μὲν τῇ σάλπιγγι χρώμενος καλεῖται σαλπιγκτής, τὸ δὲ ῥῆμα σαλπίζειν, ὁ δ’ἐπὶ τοῖς ἱεροῖς ἱεροσαλπιγκτής · ἄμεινον δὲ τὸ ἱερὸς σαλπιγκτής, διαλυσάντων το- τοὔνομα. καὶ Μένανδρος δέ τινας καλεῖ λῃστοσαλπιγκτάς. εἰ δὲ δεῖ ἀγλευκεῖ ὄντι τῷ ὀργάνῳ παραμῖξαι γλυκύτητα ἱστορίας, παρῆλθε μὲν εἰς τοὺς ἀγῶνας ἡ σάλπιγξ ἐκ τῆς ἐμπολεμίου μελέτης, ἐφ’ἑκάστῃ δὲ τῇ κλήσει τῶν ἀγωνιστῶν ἐπιφθέγγεται ἐκ τοιᾶσδε τῆς αἰτίας. 4.88Ἕρμων ἦν κωμῳδίας ὑποκριτής · λαχὼν δὲ μετὰ πολλοὺς ὁ μὲν ἀπῆν τοῦ θεάτρου, τῆς φωνῆς ἀποπειρώμενος, τῶν δὲ πρὸ αὐτοῦ πάντων ἐκπεσόντων Ἕρμωνα μὲν ὁ κῆρυξ ἀνεκαλεῖτο, ὁ δ’οὐχ ὑπακούσας, ζημίᾳ πληγείς, εἰσηγήσατο τοῦ λοιποῦ τῇ σάλπιγγι τοὺς ἀγωνιστὰς ἀνακαλεῖν. καὶ τὸ μὲν † Ἐπιστάδην † τὸν σαλπιγκτὴν παραφέρειν εἰς πεντήκοντα στάδια τῇ σάλπιγγι διικνούμενον, ὥσπερ καὶ Μόλοκρον ἐπὶ τοῦ Φιλοπάτορος αὐλήσαντα δύο σάλπιγξιν, ἴσως ἕωλον · 4.89Ἀγλαῒς δ’ἡ Μεγαλοκλέους σάλπιγγι ὑπερερρωμένως ἐχρήσατο ἀγωνιστηρίῳτε καὶ πομπικῇ. καὶ μὴν ὅ γε Μεγαρεὺς Ἡρόδωρος ὁπότε σαλπίζοι, χαλεπὸν ἦν αὐτῷ πλησιάζειν πληττομένους διὰ μέγεθος πνεύματος · ἑπτακαίδεκα δὲ περιόδους ἀνείλετο τῶν στεφανιτῶν ἀγώνων. ἦν δὲ μέγεθος μὲν τεττάρων πήχεων, ὑπέστρωτο δ’ἄρκτου δοράν, καὶ λεοντῆν ἐπεβέβλητο. ἓξ δὲ χοίνικας ἄρτου ἐσιτεῖτο, ὀκτὼ δὲ μνᾶς κρεῶν, οἴνου δὲ δύο ἔπινε χοᾶς. 4.90ἐπλήρου δὲ τῷ πνεύματι τὰ μέγιστα τῶν στρατοπέδων, εἰ καὶ ἐκ μηκίστου φθέγξαιτο. περιεῖπε δ’αὐτὸν ἐν τοῖς μάλιστα ὁ πολιορκητὴς Δημήτριος. καί ποτε ὁ μὲν τείχει προσέφερέ τινα μηχανήν, ἡ δ’ἦν ἀπειθήςτε καὶ ἐπαχθής. καὶ τοίνυν ὁ μὲν Ἡρόδωρος δύο ὄργανα λαβὼν στερρὸν ἐνέπνευσε τοῖς ὀργάνοις, τὰ δὲ τοσοῦτον μένος τοῖς στρατιώταις ἐνέπνευσεν ὥστε ῥύμη πολλὴ καὶ δρόμος προσεγένετο τῇ μηχανῇ. 4.91τὸ δὲ κηρύκων γένος ἱερὸν μὲν Ἑρμοῦ, κατεκήρυττε δ’ἡσυχίαν ἔντ’ἀγῶσι καὶ ἱερουργίαις, καὶ σπονδὰς περιήγγελλε καὶ ἐκεχειρίαν ἐπήγγελλε καὶ τοὺς ἀγωνιστὰς ἀνεκήρυττεν. καὶ ἦν ἀγώνισμα σάλπιγγος πρεσβύτερον. εἰς δὲ φιλοτιμίαν τῶν ἐπ’αὐτῷ προελθόντων οἵτε καλούμενοι πόδες συνετέθησαν, ἔλεγχον ἔχοντες εἰς μῆκος πνεύματος · καὶ ἡ τῶν περὶ τοὺς νεὼς οἰκοδομημάτων ἔκδοσις σαφηνείας τινὸς δεομένη. 4.92πρότερον δ’Ὀλυμπίασι τῶν ἐπιχωρίων κηρυττόντων, οἳ ταῖς ἱερουργίαις ὑποδιηκονοῦντο, πρῶτος τῶν ξένων ἠγωνίσατο τὰ Ὀλύμπια Ἀρχίας Ὑβλαῖος, καὶ τρεῖς ὀλυμπιάδας ἐφεξῆς ἐνίκα. ἐνίκα δὲ καὶ Πυθοῖ, καὶ εἰκών τις ἦν αὐτῷ Πυθικὴ καὶ ἐπίγραμμα Ὑβλαίῳ κήρυκι τόδ’Ἀρχίᾳ Εὐκλέος υἱῷ δέξαι ἄγαλμ’εὔφρων Φοῖβ’ἐπ’ἀπημοσύνῃ, ὃς τρὶς ἐκάρυξεν τὸν Ὀλυμπίᾳ αὐτὸς ἀγῶνα, οὔθ’ὑπὸ σαλπίγγων οὔτ’ἀναδείγματ’ἔχων. ἀπὸ μὲν δὴ τοῦ κήρυκος ὀνόματα κήρυγμα, κηρυκεία ἐπικηρυκεία, κηρύκειον, καὶ κηρυκεία τέλους τινὸς ὄνομα. 4.93κηρύττειν, ἐπικηρυκεύσασθαι, ἀκήρυκτος πόλεμος, ἐπικηρύττειν τινὶ χρήματα καὶ ἀντεπικηρύττειν, προκηρῦξαι πόλεμον, κατακηρῦξαι ἐκεχειρίαν, κατακηρῦξαι ἡσυχίαν, ὃ καὶ κατακελεῦσαι λέγουσιν. ἀνακηρῦξαι ἀγωνιστήν, κηρῦξαί τινα τῶν ἀγωνιστῶν, ἀποκηρῦξαι υἱωνὸν ἢ υἱόν. τὸ μέντοι ὄνομα “ὁ ἀποκήρυκτος” οὐκ ἔστιν ἐν χρήσει τῇ παλαιᾷ, Θεόπομπος δ’αὐτῷ κέχρηται ὁ συγγραφεύς · 4.94ἀλλ’οὐδὲν Θεοπόμπῳ σταθμητὸν εἰς ἑρμηνείας κρίσιν. τὸ δ’ἔργον αὐτὸ τῶν κηρύκων κηρυκεῦσαι ἔλεγον, καὶ Ἰσαῖός που λέγει κηρυκευσάτω. προκηρῦξαι δ’ἐστὶ τὸ προκαλέσασθαι ὑπὸ κήρυκος, καὶ ὑποκηρύξασθαι τὸ προειπεῖν ἡσυχίαν ἢ καὶ ἐπαγγείλασθαί τι δημοσίᾳ · προκηρυκευσάμενοι, ὡς Ἰσαῖος εἴρηκεν. τάχα δ’ἄν τις τοὺς κήρυκας καὶ ἑρμηνέας καὶ σπονδοφόρους καὶ ἐκεχειροφόρους καὶ ἀγγέλους ὀνομάσειεν. τὸ δὲ φθέγμα αὐτῶν μέγα, ἁδρόν, ὑψηλόν, πρόμηκες ἐπίμηκες, σαφές, ἀρτίστομον, συνεχές, διηνεκές, ἀποτάδην φθεγγόμενον, ἀπνευστί, καὶ τα- τἆλλα ὅσα ἐν τοῖς περὶ φωνῆς εἴρηται. 4.95εἰ δὲ καὶ ὄρχησις μέρος μουσικῆς, ῥητέον ὀρχηστής ὀρχηστικός, ὀρχήσασθαι ὑπορχήσασθαι κατορχήσασθαι ἐξορχήσασθαι, ὀρχήματα ὑπορχήματα. τάχα δὲ καὶ Ὀρχομενὸς παρὰ τὴν τῶν Χαρίτων ὄρχησιν, ὡς Εὐφορίων Ὀρχομενὸν Χαρίτεσσιν ἀφαρέσιν ὀρχηθέντα. ἐπορχούμενος. ὀρχήστρα, ὀρχηστρίς, ὀρχηστοδιδάσκαλος. σχηματίσασθαι, σχηματοποιήσασθαι. εὐσχημοσύνη, εὐρυθμία, εὐαρμοστία. 4.96νεῦσαι συναπονεῦσαι, μορφάσαι, παραγαγεῖν τὴν κεφαλήν, διενεγκεῖν, περιενεγκεῖν, περιαγωγῇ χρήσασθαι, τῶν χειρῶν περιαγωγῇ, πηδῆσαι, πυρριχίσαι · πυρρίχη ἐνόπλιος ὄρχησις. εἴποις δ’ἂν ὀρχηστὴν κοῦφον, ἐλαφρόν, πηδητικόν, ἁλτικόν, εὐάρμοστον, εὔρυθμον, εὐσχήμονα πολυσχήμονα, ὑγρόν, ἐναργῆ, ἐνδεικτικόν, δηλωτικόν, ἐπιδεικτικόν, παντοδαπόν, εὐτράπελον, εὔτρεπτον, δημοτερπῆ ὀχλοτερπῆ, δημαγωγικόν, ῥᾴδιον, πρόχειρον, εὔκολον, ὑγρομελῆ, εὐκαμπῆ, λυγιστικόν, ἐπικλώμενον, ἐξυγραινόμενον, ταχύχειρα ταχύπουν, εὐκέφαλον, εὔφορον ἰσόφορον, εὔτακτον · 4.97καὶ τὰ πράγματα κουφότητα, ἐλαφρότητα, πήδημα, ἅλμα, εὐαρμοστίαν, εὐρυθμίαν, εὐσχημοσύνην, ὑγρότητα, ἐναργότητα, ἔνδειξιν, δήλωσιν, ἐπίδειξιν, πανήγυριν, τέρψιν, ῥᾳστώνην, εὐκολίαν, λυγισμόν, κάμψιν, παραγωγήν, παραφοράν, εὐχειρίαν ὀξυχειρίαν ταχυχειρίαν, εὐποδίαν, εὐφορίαν ἰσοφορίαν, εὐταξίαν. 4.98καὶ τὰ ῥήματα κουφισθῆναι, ἐλαφρίσασθαι, πηδῆσαι, παραδηλῶσαι, ἐπιδείξασθαι ἐνδείξασθαι παρενδείξασθαι παρεπιδείξασθαι, λυγίσαι τὸ σῶμα, κάμψαι, κλάσαι. καὶ τὰ ἐπιρρήματα ὀρχηστικῶς, εὐσχημόνως πολυσχημόνως, εὐρύθμως, εὐαρμόστως, ὑγρῶς, ἐναργῶς, ἐνδεικτικῶς, δηλωτικῶς, ἐπιδεικτικῶς, πανηγυρικῶς, τερπνῶς, ῥᾳδίως, εὐκόλως, εὐφόρως ἰσοφόρως, εὐτάκτως · τὰ γὰρ ἀπὸ τῶν ἄλλων τραχέα. 4.99εἴδη δ’ὀρχημάτων ἐμμέλεια τραγική, κόρδακες κωμικοί, σίκιννις σατυρική. ἐνόπλιοι ὀρχήσεις πυρρίχητε καὶ τελεσιάς, ἐπώνυμοι δύο Κρητῶν ὀρχηστῶν, Πυρρίχουτε καὶ Τελεσίου. ἐκαλεῖτο δέ τι καὶ ξιφισμὸς καὶ ποδισμός, καὶ διαρρικνοῦσθαι, ὅπερ ἦν τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. ἦν δὲ καὶ κῶμος εἶδος ὀρχήσεως καὶ τετράκωμος, Ἡρακλέους ἱερὰ καὶ πολεμική. 4.100ἦν δὲ καὶ κωμαστικὴ μάχην καὶ πληγὰς ἔχουσα, καὶ ἡδύκωμος ἡδίων, καὶ κνισμὸς καὶ ὄκλασμα · οὕτω γὰρ ἐν Θεσμοφοριαζούσαις ὀνομάζεται τὸ ὄρχημα τὸ Περσικὸν καὶ σύντονον. τὴν δ’αὐτὴν καὶ ὑγρὰν ὠνόμαζον. καὶ φαλλικὸν ἐπὶ Διονύσῳ, καὶ καλλίνικος ἐφ’Ἡρακλεῖ. καὶ κολαβρισμὸς Θρᾴκιον ὄρχημα καὶ Καρικόν · ἦν δὲ καὶ τοῦτο ἐνόπλιον. καὶ βαυκισμὸς Βαύκου ὀρχηστοῦ κῶμος ἐπώνυμος, ἁβρά τις ὄρχησις καὶ τὸ σῶμα ἐξυγραίνουσα καὶ στρόβιλος. 4.101μακτρισμὸς δὲ καὶ ἀπόκινος καὶ ἀπόσεισις καὶ ἴγδις ἀσελγῆ εἴδη ὀρχήσεων ἐν τῇ τῆς ὀσφύος περιφορᾷ. ὁ δὲ μόθων φορτικὸν ὄρχημα καὶ ναυτικόν. τὴν δὲ γέρανον κατὰ πλῆθος ὠρχοῦντο, ἕκαστος ὑφ’ἑκάστῳ κατὰ στοῖχον, τὰ ἄκρα ἑκατέρωθεν τῶν ἡγεμόνων ἐχόντων, τῶν περὶ Θησέα πρῶτον περὶ τὸν Δήλιον βωμὸν ἀπομιμησαμένων τὴν ἀπὸ τοῦ λαβυρίνθου ἔξοδον. καὶ διποδία δ’ὄρχημα Λακωνικόν. 4.102ἦν δὲ καὶ γίγγρας πρὸς αὐλὸν ὄρχημα, ἐπώνυμον τοῦ αὐλήματος. ἑκατερίδες δὲ καὶ θερμαυστρίδες ἔντονα ὀρχήματα, τὸ μὲν χειρῶν κίνησιν ἀσκοῦν, ἡ δὲ θερμαυστρὶς πηδητικόν. τὰ δ’ἐκλακτίσματα γυναικῶν ἦν ὀρχήματα · ἔδει δ’ὑπὲρ τὸν ὦμον ἐκλακτίσαι. καὶ βίβασις δέ τι ἦν εἶδος Λακωνικῆς ὀρχήσεως, ἧς καὶ τὰ ἆθλα προυτίθετο οὐ τοῖς παισὶ μόνον ἀλλὰ καὶ ταῖς κόραις · ἔδει δ’ἅλλεσθαι καὶ ψαύειν τοῖς ποσὶ πρὸς τὰς πυγάς, καὶ ἠριθμεῖτο τὰ πηδήματα, ὅθεν καὶ ἐπὶ μιᾶς ἦν ἐπίγραμμα χείλιά † ποκα † βίβαντι, πλεῖστα δὴ τῶν πήποκα. 4.103τὰς δὲ πινακίδας ὠρχοῦντο οὐκ οἶδα εἴτ’ἐπὶ πινάκων εἴτε πίνακας φέροντες · τὸ γὰρ κερνοφόρον ὄρχημα οἶδ’ὅτι λίκνα ἢ ἐσχαρίδας φέροντες · κέρνα δὲ ταῦτα ἐκαλεῖτο. τὸ δ’Ἰωνικὸν Ἀρτέμιδι ὠρχοῦντο Σικελιῶται μάλιστα. τὸ δ’ἀγγελικὸν ἐμιμεῖτο σχήματα ἀγγέλων. ὁ δὲ μορφασμὸς παντοδαπῶν ζῴων ἦν μίμησις. ἦν δέ τι καὶ σκώψ, τὸ δ’αὐτὸ καὶ σκωπίας, εἶδος ὀρχήσεως ἔχον τινὰ τοῦ τραχήλου περιφορὰν κατὰ τὴν τοῦ ὄρνιθος μίμησιν, ὃς ὑπ’ἐκπλήξεως πρὸς τὴν ὄρχησιν ἁλίσκεται. 4.104ὁ δὲ λέων ὀρχήσεως φοβερᾶς εἶδος. ἦν δέ τινα καὶ Λακωνικὰ ὀρχήματα, διὰ Μαλέας · Σειληνοὶ δ’ἦσαν, καὶ ὑπ’αὐτοῖς Σάτυροι ὑπότρομα ὀρχούμενοι. καὶ ἴθυμβοι ἐπὶ Διονύσῳ, καὶ καρυάτιδες ἐπ’Ἀρτέμιδι. καὶ βαρυλλικά, τὸ μὲν εὕρημα Βαρυλλίχου, προσωρχοῦντο δὲ γυναῖκες Ἀρτέμιδι καὶ Ἀπόλλωνι. οἱ δ’ὑπογύπωνες γερόντων ὑπὸ βακτηρίαις τὴν μίμησιν εἶχον · οἱ δὲ γύπωνες ξυλίνων κώλων ἐπιβαίνοντες ὠρχοῦντο, διαφανῆ ταραντινίδια ἀμπεχόμενοι. καὶ μὴν Ἐσχάρινθον ὄρχημα ἐπώνυμον ἦν τοῦ εὑρόντος αὐλητοῦ, τυρβασίαν δ’ἐκάλουν τὸ ὄρχημα τὸ διθυραμβικόν, μιμητικὴν δὲ δι’ἧς ἐμιμοῦντο τοὺς ἐπὶ τῇ κλοπῇ τῶν ἑώλων κρεῶν ἁλισκομένους. 4.105λομβρότερον δ’ἦν ὃ ὠρχοῦντο γυμνοὶ σὺν αἰσχρολογίᾳ. ἦν δὲ καὶ τὸ σχιστὰς ἕλκειν σχῆμα ὀρχήσεως χωρικῆς, ἔδει δὲ πηδῶντα ἐπαλλάττειν τὰ σκέλη. καὶ μὴν τραγικῆς ὀρχήσεως σχήματα σιμὴ χείρ, καλαθίσκος, χεὶρ καταπρανής, ξύλου παράληψις, διπλῆ, θερμαυστρίς, κυβίστησις, παραβῆναι τὰ τέτταρα. ὁ δὲ τετράκωμος, τὸ τῆς ὀρχήσεως εἶδος, οὐκ οἶδα εἴ τι προσῆκον ἦν τοῖς Ἀθήνησι τετρακώμοις, οἳ ἦσαν Πειραιεῖς Φαληρεῖς Ξυπεταίονες Θυμοιτάδαι. 4.106τούτοις δ’ἂν προσήκοι χορός, χορευτής, χοροποιία, χοροστασία, χορικὸν μέλος, χορεῦσαι, συγχορευτής, χορηγός, χορηγία, χορήγιον ὁ τόπος οὗ ἡ παρασκευὴ τοῦ χοροῦ. πρόσχορον δ’Ἀριστοφάνης τὴν συγχορεύουσαν κέκληκεν · τὴν δ’αὐτὴν καὶ συγχορεύτριαν. ἡγεμὼν χοροῦ, κορυφαῖος χοροῦ, χορολέκτης, χοροποιός, διδάσκαλος ὑποδιδάσκαλος, χοροδιδάσκαλος, δεξιοστάτης ἀριστεροστάτης, δευτεροστάτης τριτοστάτης, καὶ τὴν γυναῖκα δὲ τριτοστάτιν Ἀριστοφάνης καλεῖ. 4.107παιδικὸς χορός, ἀνδρικός, κωμικός, τραγικός. καὶ ἡμιχόριον δὲ καὶ διχορία καὶ ἀντιχόρια. ἔοικε δὲ τα- ταὐτὸν εἶναι ταυτὶ τὰ τρία ὀνόματα · ὁπόταν γὰρ ὁ χορὸς εἰς δύο μέρη τμηθῇ, τὸ μὲν πρᾶγμα καλεῖται διχορία, ἑκατέρα δ’ἡ μοῖρα ἡμιχόριον, ἃ δ’ἀντᾴδουσιν, ἀντιχόρια. τριχορίαν δὲ Τύρταιος ἔστησε, τρεῖς Λακώνων χορούς, καθ’ἡλικίαν ἑκάστην, παῖδας ἄνδρας γέροντας. ἐπὶ δὲ χοροῦ καὶ συμφωνία καὶ συνῳδία καὶ συναυλία. 4.108καὶ ἡ μὲν εἴσοδος τοῦ χοροῦ πάροδος καλεῖται, ἡ δὲ κατὰ χρείαν ἔξοδος ὡς πάλιν εἰσιόντων μετάστασις, ἡ δὲ μετὰ ταύτην εἴσοδος ἐπιπάροδος, ἡ δὲ τελευταία ἔξοδος ἄφοδος. καὶ ἐπεισόδιον δ’ἐν δράμασι πρᾶγμα πράγματι συναπτόμενον. καὶ μέλος δέ τι ἐξόδιον, ὃ ἐξιόντες ᾖδον. μέρη δὲ χοροῦ στοῖχος καὶ ζυγόν. καὶ τραγικοῦ μὲν χοροῦ ζυγὰ πέντε ἐκ τριῶν καὶ στοῖχοι τρεῖς ἐκ πέντε · 4.109πεντεκαίδεκα γὰρ ἦσαν ὁ χορός. καὶ κατὰ τρεῖς μὲν εἰσῄεσαν, εἰ κατὰ ζυγὰ γίνοιτο ἡ πάροδος · εἰ δὲ κατὰ στοίχους, ἀνὰ πέντε εἰσῄεσαν. ἔσθ’ὅτε δὲ καὶ καθ’ἕνα ἐποιοῦντο τὴν πάροδον. ὁ δὲ κωμικὸς χορὸς τέτταρες καὶ εἴκοσιν ἦσαν οἱ χορευταί, ζυγὰ ἕξ, ἕκαστον δὲ ζυγὸν ἐκ τεττάρων, στοῖχοι δὲ τέτταρες, ἓξ ἄνδρας ἔχων ἕκαστος στοῖχος. ὁπότε μὴν ἀντὶ τετάρτου ὑποκριτοῦ δέοι τινὰ τῶν χορευτῶν εἰπεῖν ἐν ᾠδῇ, παρασκήνιον καλεῖται τὸ πρᾶγμα, ὡς ἐν Ἀγαμέμνονι Αἰσχύλου · 4.110εἰ δὲ τέταρτος ὑποκριτής τι παραφθέγξαιτο, τοῦτο παραχορήγημα ὀνομάζεται, καὶ πεπρᾶχθαί φασιν αὐτὸ ἐν Μέμνονι Αἰσχύλου. τὸ δὲ παλαιὸν ὁ τραγικὸς χορὸς πεντήκοντα ἦσαν, ἄχρι τῶν Εὐμενίδων Αἰσχύλου · πρὸς δὲ τὸν ὄχλον αὐτῶν τοῦ πλήθους ἐκπτοηθέντος συνέστειλεν ὁ νόμος εἰς ἐλάττω ἀριθμὸν τὸν χορόν. 4.111τῶν δὲ χορικῶν ᾀσμάτων τῶν κωμικῶν ἕν τι καὶ ἡ παράβασις, ὅταν ἃ ὁ ποιητὴς πρὸς τὸ θέατρον βούλεται λέγειν, ὁ χορὸς παρελθὼν λέγῃ. ἐπιεικῶς δ’αὐτὸ ποιοῦσιν οἱ κωμῳδοποιηταί, τραγικὸν δ’οὐκ ἔστιν · ἀλλ’Εὐριπίδης αὐτὸ πεποίηκεν ἐν πολλοῖς δράμασιν. ἐν μέν γε τῇ Δανάῃ τὸν χορὸν τὰς γυναῖκας ὑπὲρ αὑτοῦ τι ποιήσας παρᾴδειν, ἐκλαθόμενος ὡς ἄνδρας λέγειν ἐποίησε τῷ σχήματι, τῆς λέξεως τὰς γυναῖκας. καὶ Σοφοκλῆς δ’αὐτὸ ἐκ τῆς πρὸς ἐκεῖνον ἁμίλλης ποιεῖ σπανιάκις, ὥσπερ ἐν Ἱππόνῳ. 4.112τῆς μέντοι παραβάσεως τῆς κωμικῆς ἑπτὰ ἂν εἴη μέρη, κομμάτιον παράβασις μακρὸν στροφὴ ἐπίρρημα ἀντίστροφος ἀντεπίρρημα, ὧν τὸ μὲν κομμάτιον καταβολή τίς ἐστι βραχέος μέλους, ἡ δὲ παράβασις ὡς τὸ πολὺ μὲν ἐν ἀναπαίστῳ μέτρῳ, εἰ δ’οὖν καὶ ἐν ἄλλῳ, ἀνάπαιστα τὴν ἐπίκλην ἔχει. τὸ δ’ὀνομαζόμενον μακρὸν ἐπὶ τῇ παραβάσει βραχὺ μελύδριόν ἐστιν, ἀπνευστὶ ᾀδόμενον. τῇ δὲ στροφῇ ἐν κώλοις προᾳσθείσῃ τὸ ἐπίρρημα ἐν τετραμέτροις ἐπάγεται. καὶ τῆς ἀντιστρόφου τῇ στροφῇ ἀντᾳσθείσης, τὸ ἀντεπίρρημα τελευταῖον ὂν τῆς παραβάσεώς ἐστι τετράμετρα, οὐκ ἐλάττω τὸν ἀριθμὸν τοῦ ἐπιρρήματος. 4.113εἰσὶ δ’ἀπὸ τούτων καὶ ὑποκριταὶ καὶ ὑπόκρισις καὶ ἀντίκρισις, καὶ ὑποκρίνασθαι τὰ ἰαμβεῖα, διαθέσθαι, σχηματίσασθαι, ῥῆσιν διαπεράνασθαι, ῥῆσιν ἀποτεῖναι, εἶρα ὑπορχήσασθαι, ἐνδείξασθαι παρενδείξασθαι, νεῦσαι, χλευάσαι, μορφάσαι. στιχομυθεῖν δ’ἔλεγον τὸ παρ’ἓν ἰαμβεῖον ἀντιλέγειν, καὶ τὸ πρᾶγμα στιχομυθίαν. 4.114εἴποις δ’ἂν βαρύστονος ὑποκριτής, βομβῶν περιβομβῶν, ληκυθίζων, λαρυγγίζων, φαρυγγίζων · βαρύφωνος δὲ καὶ λεπτόφωνος καὶ γυναικόφωνος καὶ στρηνόφωνος, καὶ ὅσα σὺν τούτοις ἄλλα, ἐν τοῖς περὶ φωνῆς προείρηται. ἀναζυγῶσαι δὲ τὸ φθέγμα ἔλεγον, καὶ καταπεπνῖχθαι τὸ φθέγμα. καὶ Ἀριστοφάνης πού φησι φθέγξαι σὺ τὴν φωνὴν ἀνατειχίσας ἄνω. ὁ δ’αὐτὸς καὶ φθέγμα κεκράτηκεν. 4.115καὶ σκευὴ μὲν ἡ τῶν ὑποκριτῶν στολή ἡ δ’αὐτὴ καὶ σωμάτιον ἐκαλεῖτο σκευοποιὸς δ’ὁ προσωποποιός · καὶ ἔστιν εἰπεῖν πρόσωπον προσωπεῖον προσωπίς, μορμολυκεῖον, γοργόνειον. καὶ τὰ ὑποδήματα κόθορνοι μὲν τὰ τραγικὰ καὶ ἐμβάδες, ἐμβάται δὲ τὰ κωμικά. 4.116καὶ ἐσθῆτες μὲν τραγικαὶ ποικίλον οὕτω γὰρ ἐκαλεῖτο ὁ χιτών τὰ δ’ἐπιβλήματα ξυστίς, βατραχίς, χλανίς, χλαμὺς διάχρυσος, χρυσόπαστος, στατός, φοινικίς, τιάρα, καλύπτρα, μίτρα · ἀγρηνόν τὸ δ’ἦν πλέγμα ἐξ ἐρίων δικτυῶδες περὶ πᾶν τὸ σῶμα, ὃ Τειρεσίας ἐπεβάλλετο ἤ τις ἄλλος μάντις κόλπωμα, ὃ ὑπὲρ τὰ ποικίλα ἐνεδύοντο οἱ Ἀτρεῖς καὶ οἱ Ἀγαμέμνονες καὶ ὅσοι τοιοῦτοι, ἐφαπτίς, συστρεμμάτιόν τι πορφυροῦν ἢ φοινικοῦν, ὃ περὶ τὴν χεῖρα εἶχον οἱ πολεμοῦντες ἢ οἱ θηρῶντες. ὁ δὲ κροκωτὸς ἱμάτιον · 4.117Διόνυσος δ’αὐτῷ ἐχρῆτο καὶ μασχαλιστῆρι ἀνθινῷ καὶ θύρσῳ. οἱ δ’ἐν δυστυχίαις ὄντες ἢ λευκὰ δυσπινῆ εἶχον, μάλιστα οἱ φυγάδες, ἢ φαιὰ ἢ μέλανα ἢ μήλινα ἢ γλαύκινα · ῥάκια δὲ Φιλοκτήτου καὶ Τηλέφου ἡ στολή. καὶ νεβρίδες δὲ καὶ διφθέραι καὶ μάχαιραι καὶ σκῆπτρα καὶ δόρατα καὶ τόξα καὶ φαρέτρα καὶ κηρύκεια καὶ ῥόπαλα καὶ λεοντῆ καὶ παντευχία μέρη τραγικῆς ἀνδρείας σκευῆς. 4.118γυναικείας δὲ συρτὸς πορφυροῦς, παράπηχυ λευκὸν τῆς βασιλευούσης · τῆς δ’ἐν συμφορᾷ ὁ μὲν συρτὸς μέλας, τὸ δὲ περίβλημα γλαύκινον ἢ μήλινον. ἡ δὲ σατυρικὴ ἐσθὴς νεβρίς, αἰγῆ, ἣν καὶ ἰξαλῆν ἐκάλουν καὶ τραγῆν, καί που καὶ παρδαλῆ ὑφασμένη, καὶ τὸ θήραιον τὸ Διονυσιακόν, καὶ χλανὶς ἀνθινή, καὶ φοινικοῦν ἱμάτιον, καὶ χορταῖος, χιτὼν δασύς, ὃν οἱ Σειληνοὶ φοροῦσιν. κωμικὴ δὲ ἐσθὴς ἐξωμίς · ἔστι δὲ χιτὼν λευκὸς ἄσημος, κατὰ τὴν ἀριστερὰν πλευρὰν ῥαφὴν οὐκ ἔχων, ἄγναπτος. 4.119γερόντων δὲ φόρημα ἱμάτιον, καμπύλη · φοινικὶς ἢ μελαμπόρφυρον ἱμάτιον φόρημα νεωτέρων. πήρα βακτηρία διφθέρα ἐπὶ τῶν ἀγροίκων. καὶ πορφυρᾷ δ’ἐσθῆτι χρῶνται οἱ νεανίσκοι, οἱ δὲ παράσιτοι μελαίνῃ ἢ φαιᾷ, πλὴν ἐν Σικυωνίῳ λευκῇ, ὅτε μέλλει γαμεῖν ὁ παράσιτος. τῇ δὲ τῶν δούλων ἐξωμίδι καὶ ἱματίδιόν τι πρόσκειται λευκόν, ὃ ἐγκόμβωμα λέγεται ἢ † ἐπίρρημα †. τῷ δὲ μαγείρῳ διπλῆ ἄγναπτος ἡ ἐσθής. ἡ δὲ γυναικῶν ἐσθὴς κωμικῶν, ἡ μὲν τῶν γραῶν μηλίνη ἢ ἀερίνη, πλὴν ἱερειῶν · ταύταις δὲ λευκή. 4.120αἱ δὲ μαστροποὶ ἢ μητέρες ἑταιρῶν ταινίδιόν τι πορφυροῦν περὶ τῇ κεφαλῇ ἔχουσιν. ἡ δὲ τῶν νέων λευκὴ ἢ βυσσίνη, ἐπικλήρων δὲ λευκὴ κροσσωτή. πορνοβοσκοὶ δὲ χιτῶνι βαπτῷ καὶ ἀνθινῷ περιβολαίῳ ἤσθηνται, ῥάβδον εὐθεῖαν φέροντες · ἄρεσκος καλεῖται ἡ ῥάβδος. τοῖς δὲ παρασίτοις πρόσεστι καὶ στλεγγὶς καὶ λήκυθος, ὡς τοῖς ἀγροίκοις λαγωβόλον. ἐνίαις δὲ γυναιξὶ καὶ παράπηχυ καὶ συμμετρία, ὅπερ ἐστὶ χιτὼν ποδήρης, ἁλουργὴς κύκλῳ. 4.121ἐπεὶ δὲ καὶ τὸ θέατρον οὐ μικρὸν μέρος ἐστὶ τῶν μουσικῶν, αὐτὸ μὲν ἂν εἴποις θέατρον καὶ Διονυσιακὸν θέατρον καὶ Ληναϊκόν, καὶ τὸ πλῆθος θεατάς. Ἀριστοφάνης δὲ συνθεάτριαν εἴρηκεν, ὥστ’οὐ θεατὴν μόνον εἴποις ἂν ἀλλὰ καὶ θεάτριαν, κατὰ δὲ Πλάτωνα καὶ θεατροκρατίαν. τοὺς δ’ἀναβασμοὺς καὶ βάθρα καὶ ἕδρας καὶ ἑδώλια, καὶ ἑδωλιάζειν τὸ συγκαθίζειν. πρῶτον δὲ ξύλον ἡ προεδρία, μάλιστα μὲν δικαστηρίων, ἐφ’ὧν καὶ τὸν πρῶτον καθίζοντα πρωτόβαθρον Φερεκράτης εἴρηκεν ὁ κωμῳδοδιδάσκαλος · 4.122ἴσως δ’ἂν καὶ ἐπὶ θεάτρου κατὰ κατάχρησιν λέγοις. τὸ μέντοι τὰ ἑδώλια ταῖς πτέρναις κατακρούειν πτερνοκοπεῖν ἔλεγον · ἐποίουν δὲ τοῦτο, ὁπότε τινὰ ἐκβάλοιεν, ἐφ’οὗ καὶ τὸ κλώζειν καὶ τὸ συρίττειν. ἐκαλεῖτο δέ τι καὶ βουλευτικὸν μέρος τοῦ θεάτρου καὶ ἐφηβικόν. ἔξεστι δὲ καὶ τὸ παραπέτασμα αὐλαίαν καλεῖν, Ὑπερείδου εἰπόντος ἐν τῷ κατὰ Πατροκλέους. “οἱ δ’ἐννέα ἄρχοντες εἱστιῶντο ἐν τῇ στοᾷ, περιφραξάμενοί τι μέρος αὐτῆς αὐλαίᾳ”. 4.123μέρη δὲ θεάτρου πυλὶς καὶ ψαλὶς καὶ κατατομή, κερκίδες, σκηνή, ὀρχήστρα, λογεῖον, προσκήνιον, παρασκήνια, ὑποσκήνια. καὶ σκηνὴ μὲν ὑποκριτῶν ἴδιον, ἡ δ’ὀρχήστρα τοῦ χοροῦ, ἐν ᾗ καὶ ἡ θυμέλη, εἴτε βῆμά τι οὖσα εἴτε βωμός. ἐπὶ δὲ τῆς σκηνῆς καὶ ἀγυιεὺς ἔκειτο βωμὸς ὁ πρὸ τῶν θυρῶν, καὶ τράπεζα πέμματα ἔχουσα, ἣ θεωρὶς ὠνομάζετο ἢ θυωρίς. ἐλεὸς δ’ἦν τράπεζα ἀρχαία · ἐφ’ἣν πρὸ Θέσπιδος εἷς τις ἀναβὰς τοῖς χορευταῖς ἀπεκρίνατο. 4.124τὸ δ’ὑποσκήνιον κίοσι καὶ ἀγαλματίοις ἐκεκόσμητο πρὸς τὸ θέατρον τετραμμένοις, ὑπὸ τὸ λογεῖον κείμενον. τριῶν δὲ τῶν κατὰ τὴν σκηνὴν θυρῶν ἡ μέση μὲν βασίλειον ἢ σπήλαιον ἢ οἶκος ἔνδοξος ἢ πᾶν τοῦ πρωταγωνιστοῦντος τοῦ δράματος, ἡ δὲ δεξιὰ τοῦ δευτεραγωνιστοῦντος καταγώγιον · ἡ δ’ἀριστερὰ τὸ εὐτελέστατον ἔχει πρόσωπον ἢ ἱερὸν ἐξηρημωμένον, ἢ ἄοικός ἐστιν. 4.125ἐν δὲ τραγῳδίᾳ ἡ μὲν δεξιὰ θύρα ξενών ἐστιν, εἰρκτὴ δ’ἡ λαιά. τὸ δὲ κλισίον ἐν κωμῳδίᾳ παράκειται παρὰ τὴν οἰκίαν, παραπετάσματι δηλούμενον. καὶ ἔστι μὲν σταθμὸς ὑποζυγίων, καὶ αἱ θύραι αὐτοῦ μείζους δοκοῦσι, καλούμεναι κλισιάδες, πρὸς τὸ καὶ τὰς ἁμάξας εἰσελαύνειν καὶ τὰ σκευοφόρα. ἐν δ’Ἀντιφάνους Ἀκεστρίᾳ καὶ ἐργαστήριον γέγονεν · φησὶ γοῦν † εἰ γὰρ ἔστιν ἐργαστήριον οἰκίας † τὸ κλίσιον πρότερόν ποτ’ἦν τοῖς ἐξ ἀγροῦ βουσὶ σταθμός καὶ τοῖς ὄνοις, πεποίηκεν ἐργαστήριον. 4.126παρ’ἑκάτερα δὲ τῶν δύο θυρῶν τῶν περὶ τὴν μέσην ἄλλαι δύο εἶεν ἄν · μηχαναὶ δ’ἑκατέρωθεν, πρὸς αἷς αἱ περίακτοι συμπεπήγασιν, ἡ μὲν δεξιὰ τὰ ἔξω πόλεως δηλοῦσα, ἡ δ’ἑτέρα τὰ ἐκ πόλεως, μάλιστα τὰ ἐκ λιμένος · καὶ θεούςτε θαλαττίους ἐπάγει, καὶ πάνθ’ὅσα ἐπαχθέστερα ὄντα ἡ μηχανὴ φέρειν ἀδυνατεῖ. εἰ δ’ἐπιστραφεῖεν αἱ περίακτοι, ἡ δεξιὰ μὲν ἀμείβει τόπον, ἀμφότεραι δὲ χώραν ὑπαλλάττουσιν. τῶν μέντοι παρόδων ἡ μὲν δεξιὰ ἀγρόθεν ἢ ἐκ λιμένος ἢ ἐκ πόλεως ἄγει · 4.127οἱ δ’ἀλλαχόθεν πεζοὶ ἀφικνούμενοι κατὰ τὴν ἑτέραν εἰσίασιν. εἰσελθόντες δὲ κατὰ τὴν ὀρχήστραν ἐπὶ τὴν σκηνὴν ἀναβαίνουσι διὰ κλιμάκων · τῆς δὲ κλίμακος οἱ βαθμοὶ κλιμακτῆρες καλοῦνται. εἴη δ’ἂν τῶν ἐκ θεάτρου καὶ ἐκκύκλημα καὶ μηχανὴ καὶ ἐξώστρα καὶ σκοπὴ καὶ τεῖχος καὶ πύργος καὶ φρυκτώριον καὶ διστεγία καὶ κεραυνοσκοπεῖον καὶ βροντεῖον καὶ θεολογεῖον καὶ γέρανος καὶ αἰῶραι καὶ καταβλήματα καὶ ἡμικύκλιον καὶ στροφεῖον καὶ χαρώνιοι κλίμακες καὶ ἀναπιέσματα. 4.128καὶ τὸ μὲν ἐκκύκλημα ἐπὶ ξύλων ὑψηλὸν βάθρον, ᾧ ἐπίκειται θρόνος · δείκνυσι δὲ τὰ ὑπὸ σκηνὴν ἐν ταῖς οἰκίαις ἀπόρρητα πραχθέντα. καὶ τὸ ῥῆμα τοῦ ἔργου καλεῖται ἐκκυκλεῖν. ἐφ’οὗ δ’εἰσάγεται τὸ ἐκκύκλημα, εἰσκύκλημα ὀνομάζεται. καὶ χρὴ τοῦτο νοεῖσθαι καθ’ἑκάστην θύραν, ἵν’ᾖ καθ’ἑκάστην οἰκίαν. ἡ μηχανὴ δὲ θεοὺς δείκνυσι καὶ ἥρως τοὺς ἐν ἀέρι Βελλεροφόντας ἢ Περσέας, καὶ κεῖται κατὰ τὴν ἀριστερὰν πάροδον, ὑπὲρ τὴν σκηνὴν τὸ ὕψος. ὃ δ’ἐστὶν ἐν τραγῳδίᾳ μηχανή, τοῦτο καλοῦσιν ἐν κωμῳδίᾳ κράδην. 4.129δῆλον δ’ὅτι συκῆς ἐστι μίμησις · κράδην γὰρ τὴν συκῆν καλοῦσιν οἱ Ἀττικοί. τὴν δ’ἐξώστραν τα- ταὐτὸ τῷ ἐκκυκλήματι νομίζουσιν. ἡ σκοπὴ δὲ πεποίηται κατασκόποις ἢ τοῖς ἄλλοις ὅσοι προσκοποῦσιν, καὶ τὸ τεῖχος καὶ ὁ πύργος ὡς ἀφ’ὕψους ἰδεῖν. τὸ δὲ φρυκτώριον τῷ ὀνόματι δηλοῖ τὸ ἔργον. ἡ δὲ διστεγία ποτὲ μὲν ἐν οἴκῳ βασιλείῳ διῆρες δωμάτιον, οἷον ἀφ’οὗ ἐν Φοινίσσαις ἡ Ἀντιγόνη βλέπει τὸν στρατόν, ποτὲ δὲ καὶ κέραμος, ἀφ’οὗ βάλλουσι τῷ κεράμῳ · 4.130ἐν δὲ κωμῳδίᾳ ἀπὸ τῆς διστεγίας πορνοβοσκοί τι κατοπτεύουσιν ἢ γρᾴδια ἢ γύναια καταβλέπει. κεραυνοσκοπεῖον δὲ καὶ βροντεῖον, τὸ μέν ἐστι περίακτος ὑψηλή · τὸ δὲ βροντεῖον, ὑπὸ τῇ σκηνῇ ὄπισθεν ἀσκοὶ ψήφων ἔμπλεοι διωγκωμένοι φέρονται κατὰ χαλκωμάτων. ἀπὸ δὲ τοῦ θεολογείου ὄντος ὑπὲρ τὴν σκηνὴν ἐν ὕψει ἐπιφαίνονται θεοί, ὡς ὁ Ζεὺς καὶ οἱ περὶ αὐτὸν ἐμ Ψυχοστασίᾳ. ἡ δὲ γέρανος μηχάνημά ἐστιν ἐκ μετεώρου καταφερόμενον ἐφ’ἁρπαγῇ σώματος, ᾧ κέχρηται Ἠὼς ἁρπάζουσα τὸ σῶμα τὸ Μέμνονος. 4.131αἰώρας δ’ἂν εἴποις τοὺς κάλως, οἳ κατήρτηνται ἐξ ὕψους ὡς ἀνέχειν τοὺς ἐπὶ τοῦ ἀέρος φέρεσθαι δοκοῦντας ἥρως ἢ θεούς. τὰ καταβλήματα δ’ὑφάσματα ἢ πίνακες ἦσαν ἔχοντες γραφὰς τῇ χρείᾳ τῶν δραμάτων προσφόρους · κατεβάλλετο δ’ἐπὶ τὰς περιάκτους ὄρος δεικνύντα ἢ θάλατταν ἢ ποταμὸν ἢ ἄλλο τι τοιοῦτον. τῷ δ’ἡμικυκλίῳ τὸ μὲν σχῆμα ὄνομα, ἡ δὲ θέσις κατὰ τὴν ὀρχήστραν, ἡ δὲ χρεία δηλοῦν πόρρω τινὰ τῆς πόλεως τόπον ἢ τοὺς ἐν θαλάττῃ νηχομένους, ὥσπερ καὶ τὸ στροφεῖον, ὃ τοὺς ἥρως ἔχει τοὺς εἰς τὸ θεῖον μεθεστηκότας, ἢ τοὺς ἐν πελάγει ἢ πολέμῳ τελευτῶντας. 4.132αἱ δὲ χαρώνιοι κλίμακες, κατὰ τὰς ἐκ τῶν ἑδωλίων καθόδους κείμεναι, τὰ εἴδωλα ἀπ’αὐτῶν ἀναπέμπουσιν. τὰ δ’ἀναπιέσματα, τὸ μέν ἐστιν ἐν τῇ σκηνῇ ὡς ποταμὸν ἀνέλκειν ἢ τοιοῦτόν τι πρόσωπον, τὸ δὲ περὶ τοὺς ἀναβασμούς, ἀφ’ὧν ἀνέβαινον Ἐρινύες. 4.133ἀλλὰ μὴν καὶ πρόσωπα τὰ μὲν τραγικὰ εἴη ἂν τάδε, ξυρίας ἀνήρ, λευκός, σπαρτοπόλιος, μέλας ἀνήρ, ξανθὸς ἀνήρ, ξανθότερος ἀνήρ. οὗτοι μὲν γέροντες, ὁ μὲν ξυρίας πρεσβύτατος τῶν γερόντων, λευκὸς τὴν κόμην · προσκείμεναι τῷ ὄγκῳ αἱ τρίχες. ὄγκος δέ ἐστι τὸ ὑπὲρ τὸ πρόσωπον ἀνέχον εἰς ὕψος λαβδοειδὲς τῷ σχήματι. τὸ δὲ γένειον ἐν χρῷ κουρίας ἐστὶν ὁ ξυρίας, ἐπιμήκης ὢν τὰς παρειάς. 4.134ὁ δὲ λευκὸς ἀνὴρ πᾶς μέν ἐστι πολιός, βοστρύχους δ’ἔχει περὶ τῇ κεφαλῇ καὶ γένειον πεπηγὸς καὶ προπετεῖς ὀφρῦς καὶ παράλευκον τὸ χρῶμα · ὁ δ’ὄγκος βραχύς. ὅ γε μὴν σπαρτοπόλιος δηλοῖ μὲν τὴν τῶν πολιῶν φύσιν, μέλας δ’ἐστὶ καὶ ὕπωχρος. ὁ δὲ μέλας ἀνήρ, ἀπὸ μὲν τῆς χροιᾶς το- τοὔνομα, οὖλος δὲ καὶ τὰ γένεια καὶ τὴν κόμην, τραχὺς δὲ τὸ πρόσωπον, καὶ μέγας ὁ ὄγκος. 4.135ὁ δὲ ξανθὸς ἀνὴρ ξανθοὺς ἔχει βοστρύχους καὶ ὄγκον ἥττω, καὶ ἔστιν εὔχρως. ὁ δὲ ξανθότερος τὰ μὲν ἄλλα ὅμοιος, ὕπωχρος δὲ μᾶλλον, καὶ δηλοῖ νοσοῦντας. τὰ δὲ νεανίσκων πρόσωπα πάγχρηστος, οὖλος, πάρουλος, ἁπαλός, πιναρός, δεύτερος πιναρός, ὠχρός, πάρωχρος. ὁ μὲν πάγχρηστος πρεσβύτατος τῶν νεανίσκων, ἀγένειος, εὔχρως, μελαινόμενος ὁρᾶται · δασεῖαι καὶ μέλαιναι αἱ τρίχες. 4.136ὁ δ’οὖλος ξανθὸς ὑπέρογκος · αἱ τρίχες τῷ ὄγκῳ προσπεπήγασιν · ὀφρῦς ἀνατέταται, βλοσυρὸς τὸ εἶδος. ὁ δὲ πάρουλος τα- τἆλλα ἐοικὼς τῷ πρὸ αὐτοῦ μᾶλλον νεανίζει. ὁ δ’ἁπαλὸς βοστρύχοις ξανθός, λευκόχρως, φαιδρός, πρέπων θεῷ καλῷ. ὁ δὲ πιναρὸς ὀγκώδης, ὑποπέλιδνος, κατηφής, δυσπινής, ξανθῇ κόμῃ ἐπικομῶν. ὁ δὲ δεύτερος πιναρὸς τοσούτῳ τοῦ προτέρου ἰσχνότερος ὅσῳ καὶ νεαρώτερος. 4.137ὁ δ’ὠχρὸς σφριγανός ἐστι ταῖς σαρξὶ καὶ περίκομος, ὑπόξανθος, νοσώδης τὴν χροιάν, οἷος εἰδώλῳ ἢ τραυματίᾳ πρέπειν. ὁ δὲ πάρωχρος τὰ μὲν ἄλλα οἷος ὁ πάγχρηστος, ὠχριᾷ δ’ὡς δηλοῦν νοσοῦντα ἢ ἐρῶντα. τὰ μέντοι θεραπόντων πρόσωπα διφθερίας, σφηνοπώγων, ἀνάσιλλος. ὁ μὲν διφθερίας ὄγκον οὐκ ἔχων περίκρανον δ’ἔχει καὶ τρίχας ἐκτενισμένας λευκάς, πρόσωπον ὕπωχρόντε καὶ ὑπόλευκον, καὶ μυκτῆρα τραχύν, ἐπισκύνιον μετέωρον, ὀφθαλμοὺς σκυθρωπούς · 4.138ὕπωχρος δ’ἐστὶ καὶ τὸ γένειον προπαλέστερος. ὁ δὲ σφηνοπώγων ἀκμάζει, καὶ ὄγκον ὑψηλὸν ἔχει καὶ πλατύν, κοιλαινόμενον ἐν τῇ περιφορᾷ · ξανθός, τραχύς, ἐρυθρός, πρέπων ἀγγέλῳ. ὁ δ’ἀνάσιλλος ὑπέρογκος ξανθός · ἐκ μέσου ἀνατέτανται αἱ τρίχες · ἀγένειός ἐστιν, ὑπέρυθρος. καὶ οὗτος ἀγγέλλει. τὰ δὲ γυναικῶν πρόσωπα πολιὰ κατάκομος, γρᾴδιον ἐλεύθερον, γρᾴδιον οἰκετικόν, μεσόκουρον, διφθερῖτις, κατάκομος ὠχρά, μεσόκουρος ὠχρά, μεσόκουρος πρόσφατος, κούριμος παρθένος, ἑτέρα κούριμος, κόρη. 4.139ἡ μὲν πολιὰ κατάκομος ὑπὲρ τὰς ἄλλας τήντε ἡλικίαν καὶ τὴν ἀξίωσιν, λευκόκομος, μετρία τὸν ὄγκον, ὕπωχρος · πάλαι δὲ παράχρωμος ἐκαλεῖτο. τὸ δ’ἐλεύθερον γρᾴδιον ὑπόξανθον τὴν χροιάν, μικρὸν ὄγκον ἔχον · μέχρι τῶν κλειδῶν αἱ τρίχες · ὑποφαίνει συμφοράν. τὸ δ’οἰκετικὸν γρᾴδιον περίκρανον ἐξ ἀρνακίδων ἀντὶ τοῦ ὄγκου ἔχει, καὶ ῥυσόν ἐστι τὰς σάρκας. τὸ δ’οἰκετικὸν μεσόκουρον, βραχὺς ὄγκος, χρόα λευκή, πάρωχρος, οὐ πάντα πολιόν. 4.140ἡ δὲ διφθερῖτις νεωτέρατ’ἐκείνης καὶ ὄγκον οὐκ ἔχει. ἡ δὲ κατάκομος ὠχρὰ μέλαινα τὴν κόμην, βλέμμα λυπηρόν, τὸ δὲ χρῶμα ἐκ τοῦ ὀνόματος. ἡ δὲ μεσόκουρος ὠχρὰ ὁμοία τῇ κατακόμῳ, πλὴν ὅσα ἐκ μέσου κέκαρται. ἡ δὲ μεσόκουρος πρόσφατος τὴν μὲν κουρὰν ἔχει κατὰ τὴν πρὸ αὐτῆς, οὐκέτι δὲ τὴν ὠχρότητα. ἡ δὲ κούριμος παρθένος ἀντὶ ὄγκου ἔχει τριχῶν κατεψηγμένων διάκρισιν, καὶ βραχέα ἐν κύκλῳ περικέκαρται, ὕπωχρος δὲ τὴν χροιάν. 4.141ἡ δ’ἑτέρα κούριμος παρθένος τα- τἆλλα ὁμοία πλὴν τῆς διακρίσεως καὶ τῶν κύκλῳ βοστρύχων, ὡς ἐκ πολλοῦ δυστυχοῦσα. ἡ δὲ κόρη νεαρὸν πρόσωπον, οἵα ἂν Δανάη γένοιτο ἢ ἄλλη παιδίσκη. τὰ δ’ἔκσκευα πρόσωπα Ἀκταίων ἐστὶ κερασφόρος, ἢ Φινεὺς τυφλός, ἢ Θάμυρις τὸν μὲν ἔχων γλαυκὸν ὀφθαλμὸν τὸν δὲ μέλανα, ἢ Ἄργος πολυόφθαλμος, ἢ Εὐίππη ἡ Χείρωνος ὑπαλλαττομένη εἰς ἵππον παρ’Εὐριπίδῃ, ἢ Τυρὼ πελιδνὴ τὰς παρειὰς παρὰ Σοφοκλεῖ τοῦτο δ’ὑπὸ τῆς μητρυιᾶς Σιδηροῦς πληγαῖς πέπονθεν ἢ Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ ἄκομος, ἢ Ἀμυμώνη, ἢ ποταμὸς ἢ ὄρος, ἢ Γοργώ, ἢ Δίκη ἢ Θάνατος ἢ Ἐρινὺς ἢ Λύσσα ἢ Οἶστρος ἢ Ὕβρις, ἢ Κένταυρος ἢ Τιτὰν ἢ Γίγας ἢ Ἰνδὸς ἢ Τρίτων, τάχα δὲ καὶ Πόλις καὶ † Πρίαμος καὶ Πειθὼ καὶ Μοῦσαι καὶ Ὧραι καὶ Μιθάκου Νύμφαι καὶ Πλειάδες καὶ Ἀπάτη καὶ Μέθη καὶ Ὄκνος καὶ Φθόνος. 4.142ἀλλὰ ταῦτα μὲν ἂν εἴη καὶ κωμικά, σατυρικὰ δὲ πρόσωπα Σάτυρος πολιός, Σάτυρος γενειῶν, Σάτυρος ἀγένειος, Σειληνὸς πάππος. τα- τἆλλα ὅμοια τὰ πρόσωπα, πλὴν ὅσοις ἐκ τῶν ὀνομάτων αἱ παραλλαγαὶ δηλοῦνται, ὥσπερ καὶ ὁ Παπποσείληνος τὴν ἰδέαν ἐστὶ θηριωδέστερος. 4.143τὰ δὲ κωμικὰ πρόσωπα τὰ μὲν τῆς παλαιᾶς κωμῳδίας ὡς τὸ πολὺ τοῖς προσώποις ὧν ἐκωμῴδουν ἀπεικάζετο ἢ ἐπὶ τὸ γελοιότερον ἐσχημάτιστο, τὰ δὲ τῆς νέας πάππος πρῶτος, πάππος δεύτερος, ἡγεμὼν πρεσβύτης, πρεσβύτης μακροπώγων ἢ ἐπισείων, Ἑρμώνιος, σφηνοπώγων, Λυκομήδειος, πορνοβοσκός, Ἑρμώνιος δεύτερος. οὗτοι μὲν γέροντες, ὁ μὲν πρῶτος πάππος πρεσβύτατος, ἐν χρῷ κουρίας, ἡμερώτατος τὰς ὀφρῦς, εὐγένειος, ἰσχνὸς τὰς παρειάς, τὴν ὄψιν κατηφής, λευκὸς τὸ χρῶμα, τὸ μέτωπον ὑπόφαιδρος. 4.144ὁ δ’ἕτερος πάππος ἰσχνότερος καὶ ἐντονώτερος τὸ βλέμμα καὶ λυπηρός, ὕπωχρος, εὐγένειος, πυρσόθριξ, ὠτοκαταξίας. ὁ δ’ἡγεμὼν πρεσβύτης στεφάνην τριχῶν περὶ τὴν κεφαλὴν ἔχει, ἐπίγρυπος, πλατυπρόσωπος, τὴν ὀφρὺν ἀνατέταται τὴν δεξιάν. ὁ δὲ πρεσβύτης μακροπώγων καὶ ἐπισείων στεφάνην τριχῶν περὶ τὴν κεφαλὴν ἔχει, εὐπώγων δ’ἐστὶ καὶ οὐκ ἀνατέταται τὰς ὀφρῦς, νωθρὸς δὲ τὴν ὄψιν. ὁ δ’Ἑρμώνιος ἀναφαλαντίας, εὐπώγων, ἀνατέταται τὰς ὀφρῦς, τὸ βλέμμα δριμύς. 4.145ὁ δὲ σφηνοπώγων ἀναφαλαντίας, ὀφρῦς ἀνατεταμένος, ὀξυγένειος, ὑποδύστροπος. ὁ δὲ Λυκομήδειος οὐλόκομος, μακρογένειος, ἀνατείνει τὴν ἑτέραν ὀφρύν, πολυπραγμοσύνην παρενδείκνυται. ὁ δὲ πορνοβοσκὸς τα- τἆλλα μὲν ἔοικε τῷ Λυκομηδείῳ, τὰ δὲ χείλη ὑποσέσηρε καὶ συνάγει τὰς ὀφρῦς, καὶ ἀναφαλαντίας ἐστὶν ἢ φαλακρός. ὁ δὲ δεύτερος Ἑρμώνιος ἀπεξυρημένος ἐστὶ καὶ σφηνοπώγων. 4.146τὰ δὲ τῶν νεανίσκων πάγχρηστος νεανίσκος, μέλας νεανίσκος, οὖλος νεανίσκος, ἁπαλός, ἄγροικος, ἐπίσειστος, δεύτερος ἐπίσειστος, κόλαξ, παράσιτος, εἰκονικός, Σικελικός. ὁ μὲν πάγχρηστος ὑπέρυθρος, γυμναστικός, ὑποκεχρωσμένος, ῥυτίδας ὀλίγας ἔχων ἐπὶ τοῦ μετώπου καὶ στεφάνην τριχῶν, ἀνατεταμένος τὰς ὀφρῦς. ὁ δὲ μέλας νεανίσκος νεώτερος, καθειμένος τὰς ὀφρῦς, πεπαιδευμένῳ ἢ φιλογυμναστῇ ἐοικώς. 4.147ὁ δ’οὖλος νεανίσκος μᾶλλον νέος, ὑπέρυθρος τὸ χρῶμα · αἱ δὲ τρίχες κατὰ το- τοὔνομα · ὀφρῦς ἀνατέταται, καὶ ῥυτὶς ἐπὶ τοῦ μετώπου μία. ὁ δ’ἁπαλὸς νεανίσκος, τρίχες μὲν κατὰ τὸν πάγχρηστον, πάντων δὲ νεώτατος, λευκός, σκιατροφίας, ἁπαλότητα ὑποδηλῶν. τῷ δ’ἀγροίκῳ τὸ μὲν χρῶμα μελαίνεται, τὰ δὲ χείλη πλατέα καὶ ἡ ῥὶς σιμή, καὶ στεφάνη τριχῶν. τῷ δ’ἐπισείστῳ, στρατιώτῃ ὄντι καὶ ἀλαζόνι καὶ τὴν χροιὰν μέλανι καὶ μελαγκόμῃ, ἐπισείονται αἱ τρίχες, ὥσπερ καὶ τῷ δευτέρῳ ἐπισείστῳ, ἁπαλωτέρῳ ὄντι καὶ ξανθῷ τὴν κόμην. 4.148κόλαξ δὲ καὶ παράσιτος μέλανες, οὐ μὴν ἔξω παλαίστρας, ἐπίγρυποι, εὐπαθεῖς · τῷ δὲ παρασίτῳ μᾶλλον κατέαγε τὰ ὦτα, καὶ φαιδρότερός ἐστιν, ὥσπερ ὁ κόλαξ ἀνατέταται κακοηθέστερον τὰς ὀφρῦς. ὁ δ’εἰκονικὸς ἔχει μὲν ἐνεσπαρμένας τὰς πολιὰς καὶ ἀποξυρᾶται τὸ γένειον, εὐπάρυφος δ’ἐστὶ καὶ ξένος. ὁ δὲ Σικελικὸς παράσιτός ἐστι τρίτος. τὰ δὲ δούλων πρόσωπα κωμικὰ πάππος, ἡγεμὼν θεράπων, κάτω τριχίας, θεράπων οὖλος, θεράπων Μαίσων, θεράπων Τέττιξ, ἡγεμὼν ἐπίσειστος. 4.149ὁ μὲν πάππος μόνος τῶν θεραπόντων πολιός ἐστι, καὶ δηλοῖ ἀπελεύθερον. ὁ δ’ἡγεμὼν θεράπων σπεῖραν ἔχει τριχῶν πυρρῶν, ἀνατέταται τὰς ὀφρῦς, συνάγει τὸ ἐπισκύνιον, τοιοῦτος ἐν τοῖς δούλοις οἷος ὁ ἐν τοῖς ἐλευθέροις πρεσβύτης ἡγεμών. ὁ δὲ κάτω τριχίας ἀναφαλαντίας ἐστὶ καὶ πυρρόθριξ, ἐπηρμένος τὰς ὀφρῦς. ὁ δ’οὖλος θεράπων δηλοῖ μὲν τὰς τρίχας, εἰσὶ δὲ πυρραὶ ὥσπερ καὶ τὸ χρῶμα · καὶ ἀναφαλαντίας ἐστὶ καὶ διάστροφος τὴν ὄψιν. 4.150ὁ δὲ Μαίσων θεράπων φαλακρὸς πυρρός ἐστιν. ὁ δὲ θεράπων Τέττιξ φαλακρὸς μέλας, δύο ἢ τρία βοστρύχια μέλανα ἐπικείμενος, καὶ ὅμοια ἐν τῷ γενείῳ, διάστροφος τὴν ὄψιν. ὁ δ’ἐπίσειστος ἡγεμὼν ἐοίκοι ἂν τῷ ἡγεμόνι θεράποντι πλὴν περὶ τὰς τρίχας. τὰ δὲ γυναικῶν πρόσωπα εἴη τοιαῦτα · γρᾴδιον ἰσχνὸν ἢ λυκαίνιον, γραῦς παχεῖα, γρᾴδιον οἰκουρὸν ἢ οἰκετικὸν ἢ ὀξύ. τὸ μὲν λυκαίνιον ὑπόμηκες · ῥυτίδες λεπταὶ καὶ πυκναί · 4.151λευκόν, ὕπωχρον, στρεβλὸν τὸ ὄμμα. ἡ δὲ παχεῖα γραῦς παχείας ἔχει τὰς ῥυτίδας ἐν εὐσαρκίᾳ καὶ ταινίδιον τὰς τρίχας περιλαμβάνον. τὸ δ’οἰκουρὸν γρᾴδιον σιμόν · ἐν ἑκατέρᾳ τῇ σιαγόνι ἀνὰ δύο ἔχει γομφίους. νέων δὲ γυναικῶν πρόσωπα λεκτική, οὔλη, κόρη, ψευδοκόρη, ἑτέρα ψευδοκόρη, σπαρτοπόλιος λεκτική, παλλακή, ἑταιρικὸν τέλειον, ἑταιρίδιον ὡραῖον, διάχρυσος ἑταίρα, διάμιτρος ἑταίρα, λαμπάδιον, ἄβρα περίκουρος, θεραπαινίδιον παράψηστον. 4.152ἡ μὲν λεκτικὴ περίκομος · ἡσυχῇ παρεψησμέναι αἱ τρίχες, ὀρθαὶ ὀφρύες, χρόα λευκή. ἡ δ’οὔλη λεκτικῆς τῇ τριχώσει παραλλάττει. ἡ δὲ κόρη διάκρισιν ἔχει παρεψησμένων τῶν τριχῶν, καὶ ὀφρῦς ὀρθὰς μελαίνας, καὶ λευκότητα ὕπωχρον ἐν τῇ χροιᾷ. ἡ δὲ ψευδοκόρη λευκοτέρα τὴν χροιάν, καὶ περὶ τὸ βρέγμα δέδεται τὰς τρίχας, καὶ ἔοικε νεογάμῳ. ἡ δ’ἑτέρα ψευδοκόρη διαγινώσκεται μόνῳ τῷ ἀδιακρίτῳ τῆς κόμης. 4.153ἡ δὲ σπαρτοπόλιος λεκτικὴ δηλοῖ τῷ ὀνόματι τὴν ἰδέαν, μηνύει δ’ἑταίραν πεπαυμένην τῆς τέχνης. ἡ δὲ παλλακὴ ταύτῃ μὲν ἔοικε, περίκομος δ’ἐστίν. τὸ δὲ τέλειον ἑταιρικὸν τῆς ψευδοκόρης ἐστὶν ἐρυθρότερον, καὶ βοστρύχους ἔχει περὶ τὰ ὦτα. τὸ δ’ἑταιρίδιον ἀκαλλώπιστόν ἐστι, ταινιδίῳ τὴν κεφαλὴν περιεσφιγμένον. ἡ δὲ διάχρυσος ἑταίρα πολὺν ἔχει τὸν χρυσὸν περὶ τῇ κόμῃ. 4.154ἡ δὲ διάμιτρος μίτρᾳ ποικίλῃ τὴν κεφαλὴν κατείληται · τὸ δὲ λαμπάδιον ἰδέα τριχῶν πλέγματός ἐστιν εἰς ὀξὺ ἀπολήγοντος, ἀφ’οὗ καὶ κέκληται. ἡ δ’ἄβρα περίκουρος θεραπαινίδιόν ἐστι περικεκαρμένον, χιτῶνι μόνῳ ὑπεζωσμένῳ λευκῷ χρώμενον. τὸ δὲ παράψηστον θεραπαινίδιον διακέκριται τὰς τρίχας, ὑπόσιμον δ’ἐστὶ καὶ δουλεύει ἑταίραις, ὑπεζωσμένον χιτῶνα κοκκοβαφῆ. 4.155ἐκ δ’ἀστρονομίας ὀνόματα ἀστρονομική, ἀστρονόμος, ἀστρονομεῖν, ἀστρονομικός ἀστρονομικῶς ἀστρονομικώτατος, μετεωρολογία, μετεωρολόγος, μετεωρολογικός μετεωρολογικῶς, φυσιολογία, φυσικός φυσικῶς, ἄστρων κατανόησις. ἄστρα, ἀστέρες. ἄστρων στάσεις, εἴδη ἰδέαι, σχήματα. ἀστέρων δρόμος, περίοδος, περιδρομή, περιφορά, περιαγωγή, ἀποστάσεις, ἐγγύτητες, διαστήματα · 4.156φῶς, ἔλλαμψις, ἔκλαμψις, αὐγή, αἴγλη, ἀστραπή, ἄστρα ἀπλανῆ, στάσιμα, ἀμετάθετα, ἀκίνητα, μόνιμα, ἑστηκότα, βιαιότερον γὰρ τὸ ἀφόρητα · πλανώμενα καὶ ὡς Πλάτων πλανητά, φορητά, φερόμενα, περιφόρητα, περιφερόμενα, φαινόμενα, περιιόντα, θέοντα περιθέοντα, στρεφόμενα, περιστρεφόμενα, κυκλούμενα, εἱλούμενα περιειλούμενα, περιαγόμενα. καὶ τὰ ἀπ’αὐτῶν πράγματα μονή, στάσις τὰ γὰρ ἀπὸ τῶν ἄλλων φαυλότερα καὶ πλάνη, φορά περιφορά, ὁδός περίοδος, δρόμος περιδρομή, στροφή περιστροφή, κύκλος κύκλωσις, εἵλησις περιείλησις, περιαγωγή. 4.157ἡλίου μέτρα, σελήνης σχήματα · μηνοειδής, ἀμφίκυρτος, διχότομος, πανσέληνος. ἀνατολή ἀνοχή, δύσις δυσμή, ἑσπέρα, ἄρκτος, μεσημβρία. ἀνατέλλειν, ἀνίσχειν, ἀνέχειν, ἀναλάμπειν, ἀναβαίνειν, ἀναφαίνειν προφαίνεσθαι, δύειν δύεσθαι καταδύεσθαι, κάτω ῥέπειν, κατακλίνεσθαι ἀποκλίνειν, μεσημβριάζειν, ὑπὲρ κεφαλῆς ἑστάναι · τὸ γὰρ μεσουρανεῖν Αἰγυπτίων. Ὅμηρος δ’αὐτὸ σεμνῶς λέγει ἦμος δ’ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει. 4.158λέγοις δ’ἂν καὶ κλίνοντος εἰς τὰ μεσημβρινὰ τοῦ θεοῦ, καὶ τοῦ ἄστρου μεσημβριάζοντος, τοῦ ἄστρου περιφλέγοντος, τοῦ ἀέρος ὑπὸ μεσοῦσαν τὴν ἡμέραν περιζέοντος. οὐρανός, κόσμος. κύκλος, ζῶναι, ζῷα τὰ ἐν τῷ κύκλῳ, ἃ οἱ πολλοὶ ζῴδια καλοῦσιν, ἀφ’ὧν καὶ ζῳδιακὸν κύκλον καί που καὶ ζώνην ἔμπυρον διάπυρον, φλογώδη, περιφλεγῆ, περιπεφλεγμένην, ἣν καὶ διακεκαυμένην ὀνομάζουσιν. 4.159τὴν δὲ κατεψυγμένην ἂν εἴποις κρυώδη κρυμώδη, ψυχράν, σκιεράν κατάσκιον, ἄπυρον, ἀνήλιον. Πλειάδας, Ὑάδας, Ὠρίωνα, ἄρκτους, ἀρκτοῦρον, ὄφιν, ὀφιοῦχον, ἐν γόνασιν, στέφανον, θυμιατήριον, ἀστέρα Σείριον, καὶ τὰ πολυθρύλητα ἐν τῷ κύκλῳ ζῴδια, καθ’ὧν οἱ ἀστέρες περιπολεύονται, ἀστέρες κομῆται πωγωνίαι, δοκίδες, λαμπάδες, βόθυνοι, γαλαξίας κύκλος, ἶρις, νέφη, ἀστραπαί, βρονταί, σκηπτοί, στρόβιλοι. ταῦτα γὰρ πάντα καὶ ὁ περὶ τούτων λόγος ἀστρονομίᾳ ἂν προσήκοι. 4.160ἔκ γε μὴν γεωμετρίας γεωμέτρης, γεωμετρική γεωμετρεῖν, γεωμετρικός γεωμετρικῶς, γεωμετρικώτατα. γῆς ἀναμέτρησις, νομή, κλῆρος, κληρουχία, διαίρεσις, διανομή. διάγραμμα, σημεῖον, γραμμὴ εὐθεῖα, ἐπιφάνεια, ἐπίπεδος, γωνία, εὐθύγραμμος, κάθετος, περιφερής. σχήματα εὐθύγραμμα, πολύγωνα τρίγωνα τετράγωνα, ἰσόπλευρα, ἑτερομήκη, ἀμβλεῖα, γωνία, ὀξεῖα. 4.161ὀρθή, ὄρθιον σχῆμα, κύκλος, ἐπίπεδον, κέντρον, διάμετρος, ἡμικύκλιον, εὐθύγραμμα, σχῆμα τρίπλευρον τετράπλευρον πολύπλευρον. τρίγωνον ἰσοσκελές ἑτεροσκελές σκαληνόν, ὀρθογώνιον ἀμβλυγώνιον ὀξυγώνιον. στερεομετρία, πλευραί, ἰσόμηκες τετράγωνον, πρόμηκες ἑτερόμηκες, βάθος ἔχον, ἀβαθές. εἰκοσάεδρον καὶ ὅσα τοιαῦτα. ἴσον ἴσῳ, ἰσοῦν ἀνισοῦν, ἰσάκις, ἰσοστάσιον. σφαῖρα, πολυγώνιον, πόλος, γνώμων, ῥόμβος, στρογγύλον, περιφερές, ῥομβοειδές. δυνάμεις, δίπους τρίπους τετράπους, ἄχρι τῆς ἑπτακαιδεκάποδός φησιν ὁ Πλάτων, ἡμιπόδια. εὐθύ, καμπύλον. τραπέζια, παράλληλοι εὐθεῖαι, παρὰ τὰ μέρη, ἀναλογία, τὰ πρὸς ἀξίαν. 4.162ἐκ δ’ἀριθμητικῆς ἀριθμός, ἀριθμεῖν διαριθμεῖν ἐπαριθμεῖν παραριθμεῖν, καταριθμεῖν καταριθμεῖσθαι, συναριθμεῖν. ἰσάριθμα, ἐνάριθμα, ἀναρίθμητα, ἀνήριθμα ἀνεξαρίθμητα. ἐξαριθμεῖσθαι, ἀνηριθμησάμην, ἐξαριθμήσομαι διαριθμήσομαι, διαριθμηθέν. ἀριθμητικός ἀριθμητικῶς, ἀριθμητικώτατος. ἀριθμὸς ἄρτιος, περιττός, ἀρτιοπέρισσος, περισσάρτιος, ἀρτιάκις ἄρτιος. 4.163λογισμός, λογίζεσθαι, λογιστικός λογιστικῶς λογιστικώτατος, συλλογίζεσθαι συλλογισμός, ἐπιλογίζεσθαι, ἀναλογισμός ἀναλογίζεσθαι. πλῆθος, παμπληθές πολυπληθές, ἰσοπληθία, πολυπληθία ὡς Δημοσθένης καὶ Ὑπερείδης. πάμπολλα πάμπολυ, πάνσμικρον ὡς Πλάτων. πολλαχόθεν, πανταχόθεν, πάντοθεν · Ἀριστοφάνης δ’ἔφη καὶ πλεισταχόθεν. πολλὰ δὲ τὰ ἀπὸ τούτων ἐκ τόπου καὶ εἰς τόπον καὶ ἐν τόπῳ σχήματα. 4.164ὀλιγότης, ὀλίγον, ἐλάχιστον, ὀλίγιστον, πλέον πλεῖον, πλειόνως, πλείους, πλεονάζειν, πλειστηριάζειν, ἔλαττον ἐλάττων, ἐλαττονάκις. πολλαπλάσιον πολλαπλασίων, πολλαπλασιόνως πολλαπλασίως, πολλαπλασιάζειν. πλεονασμός. ἀμύθητα. ἴσον ἴσῳ, ἰσάκις, ἀπισοῦν, ἰσότης, ἴσωσις. τετράγωνος ἀριθμός, τετραγωνίζειν. ἑτερομήκης ἀριθμός, τέλειος ἀριθμός, μονάς, δυὰς καὶ τὰ ἐφεξῆς. διπλάσιος διπλασίων, διπλασιάζειν, καὶ ὁμοίως ἐπὶ τῶν ἐφεξῆς ἀριθμῶν · διπλασιασμὸν δ’Ἀντιφῶν εἶπεν. ἡμιόλιος, ἐπίτριτος ἐπόγδοος, καὶ ὅσα τοιαῦτα, ἥμισυ, ἡμισυτέταρτον. 4.165διατέμνειν τὸν ἀριθμόν, δίχα τέμνειν, δίχα διαλαμβάνειν, διαιρεῖν, διαχωρίζειν, διακρίνειν, διαμερίζειν. πολλοστημόριον, τριτημόριον, τεταρτημόριον, πεμπτημόριον ὡς οἱ περὶ τὸν Πλάτωνα · ἑκτήμοροι δ’οἱ πελάται παρὰ τοῖς Ἀττικοῖς. ἀπέραντον. πρόσθεσις ἀριθμοῦ, ἀφαίρεσις. ἄτομος ἀριθμός. δίς, δεκάκις δωδεκάκις μυριάκις καὶ τὰ ὅμοια. μυρίανδρος, μυριοφόρος ὡς Θουκυδίδης, ὡς δὲ Δείναρχος μυριαγωγῆσαι. καὶ τὸ δίδραχμοι ὁπλῖται καὶ τριακοντάδραχμοι πυροί, καὶ παρὰ Κριτίᾳ διδραχμιαῖοι. 4.166ἐκ δὲ μετρητικῆς μετρεῖν, ἀπομετρεῖν ἀπομετρεῖσθαι, ἐπιμετρεῖν ἐπιμετρεῖσθαι, προμετρεῖν ἐκμετρεῖν παραμετρεῖν, μετρητικῶς. γεωμετρία, γεωμετρικόν. ἄμετρον ἔκμετρον, σύμμετρον ἀσύμμετρον, μέτρησις καὶ ὡς Δημοσθένης τῇ μετρήσει. μέτρον, μετριότης, μετρητόν, μεμετρημένην διαμεμετρημένην ἡμέραν, διεμετροῦντο τὸν σῖτον, μετριάζειν. καὶ προμετρητὰς Ὑπερείδης καὶ προσμετρεῖν Ἰσαῖος. 4.167προμετρητόν. καὶ μετρητικὸν Δείναρχος. δίμετρον τρίμετρον ἐπίμετρον, συμμεμετρημένως, καὶ συμμετρίας Ἀντιφῶν, καὶ Ἰσαῖος ἐκμετρηθείς, καὶ Δείναρχος “μετρονόμου τοῦ ἐπὶ τῶν μέτρων,” καὶ δυσμέτρητον Ἀντιφῶν, καὶ μετρητὰς οἴνου Δημοσθένης. καὶ τοὺς μὲν πολλοὺς ἀμέτρους Ξενοφῶν κέκληκεν, τὸ δ’ἄνευ μέτρου ἄμετρον Πλάτων, καὶ τὴν ἐν τῷ ποδὶ πρὸς τὴν λύραν ἀμετρίαν. 4.168μέτρων δ’ὀνόματα μέδιμνος ἡμιμέδιμνος, χοῖνιξ τριχοίνικον πενταχοίνικον, καπίθη ὡς Ξενοφῶν, ἀρτάβη ὡς Ἡρόδοτος. ἡ δ’ἄδδιξ μέτρον τετραχοίνικον, μάρις δ’ἑξακότυλον, κοτύλη δὲ τὸ τρίτον τῆς χοίνικος. ὁ δὲ μέδιμνος χοίνικες ὀκτὼ καὶ τεσσαράκοντα, ὁ δ’ἡμιμέδιμνος τέσσαρες καὶ εἴκοσιν, ὁ δὲ τριτεὺς ἑκκαίδεκα, ἑκτεὺς δ’ὀκτώ, ἡμίεκτον τέτταρες. οὐ μόνον δ’ἡ κοτύλη ὑγρῶν ἦν καὶ ξηρῶν μέτρον, ὡς πολλαχόθεν ἡ κωμῳδία ὑποδηλοῖ, ἀλλὰ καὶ κόφινος μέτρον Βοιώτιον ἄμφω μετροῦν · 4.169Στράττις γοῦν φησὶν ἐν τῷ Κινησίᾳ τὰ δ’ἄλφιθ’ὑμῖν πῶς ἐπώλουν; τεττάρων δραχμῶν μάλιστα τὸν κόφινον. τί λέγεις; μέτρῳ ἐχρῶντο κοφίνῳ; ἢ G4 τοῦτ’αὔθ’ὅτι οἴνου κόφινος, δυνάμενος τρεῖς χόας † πυρρῶν † ταῖς κοφίναις τα- ταὐτὰ ταῦτα δυνάμενος. κύπρον δὲ τὸ οὕτω καλούμενον μέτρον εὕροις ἂν παρ’Ἀλκαίῳ ἐν δευτέρῳ μελῶν, καὶ ἡμίκυπρον παρ’Ἱππώνακτι ἐν τῷ πρώτῳ τῶν ἰάμβων. καὶ κοτύλη, ἀμφορεύς, χοεύς. κρουσιμετρεῖν, καὶ παρακρουσιχοίνικος ἐν τῇ κωμῳδίᾳ, κρουσιμετρῶν. 4.170ἰσοχειλῆ, ἐπιχειλῆ, ἐπίμεστα · ἔστι δ’ἰσοχειλῆ μὲν τὰ πλήρη, ἐπιχειλῆ δὲ τὰ κατωτέρω τοῦ χείλους, ἐπίμεστα δὲ τὰ ὑπέρπλεα. ἐπὶ δὲ τῶν ξηρῶν μέτρων τὰ οὐκ ἀπεψημένα · τὸ δ’ἀποψῶν ἐργαλεῖον ἀπομάκτρα ἢ σκυτάλη ἢ περιστροφίς. ἡμιδεές, ἡμιπλήρωτον, ἡμίπλεων, ἐνδεές · ὑπερδεᾶ δὲ τὰ λίαν ἐνδεᾶ. ἔστι δὲ μετρητικῆς καὶ τὸ μέγα σμικρόν, πάμμεγα πάμμικρον, πάμμηκες πρόμηκες ὑπέρμηκες, σύμμετρον ὑπέρμετρον, καὶ πάλιν ἔμπλεων κατάπλεων ὑπέρπλεων, καὶ πούς, πῆχυς, παλαιστή, δοχμή, πυγών, ὀργυιά, καὶ ὅσα ἐπὶ τῶν ἀνθρωπίνων μελῶν ἐστὶ προειρημένα. καὶ πεντάπουν καὶ ἑπτακαιδεκάπουν καὶ πεντάπηχυ καὶ ὅσα τοιαῦτα, ὁμοίως δὲ κανὼν καὶ στάθμη. 4.171ἀπὸ δὲ στατικῆς στῆσαι στήσασθαι, ἱστάναι ἵσταται, στησάμενος, ἀποστῆσαι ἀποστήσασθαι, συστῆσαι, ἀντιστήσασθαι ἀντιστῆσαι, εὐθῦναι, ἀνελκύσαι, τεῖναι · τοιοῦτον γάρ ἐστι τὸ Ὁμηρικόν καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα. στατικός στατικῶς, στατήρ, ἰσοστάσιον. ζυγά, τρυτάνη, πλάστιγγες, σταθμά, τάλαντα, κανών, ζυγός, ὁλκή, καθέλκειν, ἄγειν Δημοσθένης γάρ πού φησιν “ὃς ἦγε τριακοσίους δαρεικούς” βαρύνειν, ῥέπειν ῥοπή, βαρύτης βάρος, ἐλαφρότης, καταφέρειν ἀναφέρειν, ἄχθος ἐπαχθές, κοῦφον κουφότης, ὄγκος, ἰσόρροπον ἰσορρόπως ἰσορροπία, ἑτερόρροπον ἑτερορρόπως ἑτερορροπία, ἀντίρροπον · 4.172βιαζόμενος δ’ἂν εἴποις καὶ ἀντίθετον. κλίνειν ἀποκλίνειν, καταβαρεῖς εἶναι τὰς πλάστιγγας, ἐπιθεῖναι ταῖς πλάστιγξιν, ἀντιθεῖναι τὰ ἱστάμενα. καὶ σηκώματα ὡς Ὑπερείδης, καὶ βαρύσταθμα ὡς Ἀριστοφάνης. καὶ ἀνασηκωθῆναι δὲ λέγοιτ’ἂν τὸ προσθεῖναι τῷ ἀναφερομένῳ εἰς τὴν πρὸς τὸ βαρῦνον ἰσορροπίαν. 4.173τὰ δ’ὀνομαζόμενα σταθμία ἐστὶ σταθμά, στάσιμα ὠνόμασεν ἐν Ὑῒ Κηφισόδωρος ὁ κωμικός. στατῆρα δ’οἱ τῆς κωμῳδίας ποιηταὶ τὴν λίτραν λέγουσιν · τὴν μὲν γὰρ λίτραν εἰρήκασιν οἱ Σικελικοὶ κωμῳδοί, δίκελλαν δὲ πενταστάτηρον Σωσικράτης ἐν Παρακαταθήκῃ τὴν πεντάλιτρον. ὁ δὲ χρυσοῦς στατὴρ δύο ἦγε δραχμὰς Ἀττικάς, τὸ δὲ τάλαντον τρεῖς χρυσοῦς. καὶ μὴν οἵ γε Δωριεῖς ποιηταὶ τὴν λίτραν ποτὲ μὲν νόμισμά τι λεπτὸν λέγουσιν, οἷον ὅταν Σώφρων ἐν τοῖς γυναικείοις μίμοις λέγῃ “ὁ μισθὸς δεκάλιτρον” καὶ πάλιν ἐν τοῖς ἀνδρείοις “σῶσαι δ’οὐ δὲ τὰς δύο λίτρας δύναμαι,” ποτὲ δὲ σταθμόν τινα, ὡς Δεινολόχος ἐν Μηδείᾳ “τετρωκονταλίτρους τινὶ νεανίσκῳ πέδας”. 4.174Ἀριστοτέλης δ’ἐν μὲν Ἀκραγαντίνων πολιτείᾳ προειπὼν ὡς ἐζημιοῦντο πεντήκοντα λίτρας, ἐπάγει “ἡ δὲ λίτρα δύναται ὀβολὸν Αἰγιναῖον,” ἐν δ’Ἱμεραίων πολιτείᾳ φησὶν ὡς οἱ Σικελιῶται τοὺς μὲν δύο χαλκοῦς διζᾶντα καλοῦσι, τὸν δ’ἕνα οὐγκίαν, τοὺς δὲ τρεῖς τριᾶντα, τοὺς δ’ἓξ ἡμίλιτρον, τὸν δ’ὀβολὸν λίτραν, τὸν δὲ Κορίνθιον στατῆρα δεκάλιτρον, ὅπερ δέκα ὀβολοὺς δύναται. 4.175ἔνιοι δὲ καὶ τῶν Ἀθήνησι κωμῳδούντων τῶν νέων, οἷον Φιλήμων ἐν Σικελικῷ καὶ Ποσείδιππος ἐν Γαλάτῃ, λίτρας μνημονεύουσιν. καὶ ἕβδομον δ’ἡμιτάλαντον καὶ τρίτον ἡμιτάλαντον καὶ τὰ τοιαῦτα στατικῇ ἂν προσήκοι, ὥσπερ καὶ ἡ κρεωστάθμη. 4.176κοινὰ δ’ἐστὶ γεωμετρίᾳ ἀριθμητικῇ μετρητικῇ στατικῇ, τῇ μὲν ἔλαττον τῇ δὲ μᾶλλον προσήκοντα, πρῶτον μὲν αὐτὸ τὸ μᾶλλον καὶ τὸ ἧττον, ἔπειτα νομή διανομή νεῖμαι, χωρίσαι χωρισμός, διακρῖναι διάκρισις, διελεῖν διαίρεσις, μοῖρα μόριον, μέρος μερίς, μεριστός, μερίζειν μερισάμενος μεμερισμένα ἐμερίσω, μεριστάς, ἀντιμοιρεῖ ἰσομοιρεῖ, ἄμοιρος, διμοιρία διμοιρίτης, ἀμέριστον, τριτημόριον μοιρολογχῆσαι ὡς Ἀντιφῶν. δάσασθαι, δασμός, δατητάς. 4.177ἀπὸ δ’ἰατρικῆς ἰατρός ἰατρεία, ἴασις, ἰάσασθαι ἐξιάσασθαι, ἰώμενος, ἰάσιμος ἀνίατος, ἰάματα · καὶ ὁ μισθὸς ἰατρεῖα, καὶ τὸ ἐργαστήριον ἰατρεῖον. θεραπεύειν, θεραπεία. ἀκέσασθαι ἐξακέσασθαι, ἀκεστής, ἀκήματα ὡς Ὅμηρος καὶ πανακῆ φάρμακα, καὶ ἐξακούμενος. ἐπιμέλεια, κομιδή, νοσηλεία, νοσηλεῦσαι ἐκνοσηλεῦσαι, νοσοκομῆσαι, νοσοτροφία. ἀρρωστεῖν, ἀρρώστημα, ἀρρωστία · ὑγίεια, ὑγιαίνειν, ὑγιής. δίαιτα, διαίτησις. 4.178τάχα δ’ἂν ἰατρῷ προσήκοι καὶ κρίσιμος ἡμέρα · Μένανδρος γὰρ περὶ τῆς ἑβδόμης λέγων φησί κρίσιμος γὰρ αὕτη γίνεται. τομή, τεμεῖν ἐκτεμεῖν. ἐμπρῆσαι, καῦσις, καῦσαι. φαρμακεία, φαρμακοποσία · τὸ δὲ φαρμάξαι ἀμφίβολον ὥσπερ ὁ φαρμακεύς, καὶ ἡ φαρμακὶς ἐπὶ τῶν βλαπτόντων μᾶλλον ἀκούεται. πλήρωσις κένωσις, πληρῶσαι κενῶσαι, ἴσχειν ἰσχαίνειν. στῆσαι ῥεῦμα, ἐπισχεῖν, προκαλέσασθαι ἐκκαλέσασθαι, ἐπισπάσασθαι, ἐφελκύσασθαι. τὸ δὲ κενῶσαι διὰ καθάρσεως καὶ ἐξινῶσαι λέγουσιν, καὶ ἐξινωμένον ἡ κωμῳδία τὸν κεκαθαρμένον φησίν, ὡς ἐκ τῶν ἰνῶν φερομένης τῆς χολῆς · 4.179τὸν δ’αὐτὸν καὶ ὑπερινωμένον φασὶ καὶ ὑπέρινον. κατευθῦναι τὸ ἐκχωρῆσαν ἄρθρον ἠπίως, πράως. παιώνια φάρμακα, ἀλεξιφάρμακα, ἀλεξητήρια, λυτήρια, ἐλατήρια τὰ κενοῦντα, ἴσχαιμα. σχάσαι φλέβα, λῦσαι φλέβα, διελεῖν σάρκα, διατεμεῖν σάρκα, ἀμύξαι σάρκα, ἀνοῖξαι σάρκα, ἐπιγράψαι. ἐξελεῖν ὀστοῦν, ἐξαρθρῶσαι, ἀποτεθραυσμένον παρατεθραυσμένον, ξέσαι ὀστοῦν, ἀποξέσαι, κολλῆσαι, κολάσαι, τὸ ἀνοιδαῖνον συστεῖλαι. 4.180πάσαι φάρμακα, ἐπιθεῖναι φάρμακα, ἐπιπάσαι. καθᾶραι τὸ ῥερυπωμένον. καὶ δίαιτα δὲ καὶ διαιτῆσαι ἰατρικὸν ἔργον, καὶ καταντλεῖν καὶ καταβρέχειν καὶ καταιονᾶν, καὶ αἰόνησις καὶ καταιόνησις, καὶ καταπλάσαι καὶ ἐπιπλάσαι, καὶ ἐναλεῖψαι καὶ ἐπιγράψαι. Ἀριστοφάνης δ’ἐν τῷ Γήραι φησίν ὀφθαλμιάσας πέρυσιν εἶτ’ἔσχον κακῶς κα- κἄπειθ’ὑπαλειφόμενος παρ’ἰατρῷ εἰπεῖν δ’ἔστι καὶ τὸ πῦον, πυῶδες, μυξῶδες ὑγρόν, μελιτῶδες, αἱματῶδες. 4.181καὶ ἐργαλεῖα μὲν ἰατρῶν σμίλη, ψαλίς, τομεύς, ὠτογλυφίς, μήλη, ὑπογραφίς, βελόνη, ξυστήρ, ὀδοντοξέστης, ὀδοντάγρα, εὐδίαιον. καὶ μηλῶσαι τὸ τὴν μήλην καθεῖναι, ὅθεν καὶ Φρύνιχος ὁ κωμικός ἔμει καταμηλῶν · φλέγματος γὰρ εἶ πλέως. ἦ που δὲ καὶ δεσμά, καὶ τελαμῶνες καὶ μότα καὶ μοτῶσαι καὶ μότωσις καὶ μοτωθείς. καὶ παρ’Ἀριστοφάνει ἐπίδεσμα, καὶ κατάπλασμα ἐν Γηρυτάδῃ, καὶ ὀθόνιον τὸ ἐπίδεσμον. καὶ τελαμῶνα δ’ἂν εἴποις σινδονίτην, καὶ φάρμακον καταπλαστὸν κατὰ Ἀριστοφάνην, ἀφ’οὗ καὶ τὸ καταπλασθὲν εἴρηκεν · 4.182τὸ γὰρ περιαπτὸν ἀλεξιφάρμακον. καὶ ποδοστράβη δ’ἡ τὰ στρέμματα κατευθύνουσα ἐν τῇ κωμῳδίᾳ ἐργαλεῖον ἰατρικόν. καὶ λεκάνη, ἧς τὸν πυθμένα Ἄλεξις πτερνίδα καλεῖ. καὶ μαχαίρια δ’ἐκάλουν οἱ νέοι κωμῳδοὶ † ἐν οἷς ἀπέσχαζον · οὕτω γὰρ ἔλεγον τὸ ἀμύσσειν, ὃ οἱ νῦν κατασχάζειν. 4.183καὶ μὴν καὶ σικύα ἕν τι τῶν ἐργαλείων, ὡς Κράτης ὁ κωμικός ἀλλὰ σικύαν ποτιβαλῶ σοι κα- καἴ κα λῇς ἀποσχάσω. καὶ κηρωτὴν δ’ἂν εἴποις ἐπὶ τῶν ἰατρικῶν, Ἀριστοφάνους εἰπόντος ὀθόνια, κηρωτὴν παρασκευάζεται. ἐν δ’Ἀντιφάνους Τραυματίᾳ καὶ ταῦτα τῶν ἰατρικῶν σκευῶν · κατεσκευασμένος λαμπρότατον ἰατρεῖον εὐχάλκοις πάνυ λουτηρίοισιν, ἐξαλείπτροις, κυλιχνίσι, σικύαισιν, ὑποθέτοισιν. 4.184νοσημάτων δ’ὀνόματα κεφαλαλγία, κεφαλαία, ἡμικραίρα, κάρος, καρηβαρία, ἴλιγγος, σκοτοδινίασις, κεφαλαλγὲς νόσημα, καρηβαρικόν, κεφαλαλγεῖν, καρηβαρεῖν, ἑτερεγκεφαλᾶν, ἰλιγγιᾶν, σκοτοδινιᾶν. ὀφθαλμία ὀφθαλμιᾶν. τάχα δὲ καὶ τὸ κοιλοφθαλμιᾶν, οὐκ ἴδιον μὲν γινόμενον ἐν ὀφθαλμοῖς νόσημα, συμβαῖνον δὲ κοιλαίνεσθαι τοὺς ὀφθαλμοὺς ἐξ ἄλλου νοσήματος. οὐ δ’ὑδατοπωτῶν οὐ δὲ κοιλοφθαλμιῶν φησὶν ὁ Κρατῖνος · 4.185Φρύνιχος δ’ὁ κωμικὸς καὶ τὴν κοιλοφθαλμίαν εἴρηκεν. ἄργεμος, λήμη λημᾶν γλαμᾶν, ἀμβλυώττειν ἀμβλυωπία. ὠταλγία, κατεᾶχθαι τὰ ὦτα, κυψελίδος εἶναι ἔμπλεα, ἑλκῶν, ὑγρότητος. κατάρρους, κόρυζα κορυζᾶν, πταρμός πτάρνυσθαι. στομαλγία στομαλγεῖν, ἡλκῶσθαι τὸ στόμα. γλωσσαλγία γλωσσαλγεῖν · λέγοιτο γὰρ ἂν καὶ ἐπὶ τῶν κατὰ γλῶτταν ἑλκῶν. παροιδαίνειν τὰ παρίσθμια, σταφυλητομία. βήξ, λύξ, βήττειν, λύττειν, ἐφ’ὧν τὸ ἀνακογχυλιάσαι. 4.186ἔμπυος, ὑπόπυος. ὕφαιμος ἄναιμος, ἄνικμος, ὑπέρπλεως, ἐξαιμῶν, αἱμόρροια, αἱμόρρυσις. φρίκη, ψυγμός ψῦξις, φρίξ, φρίττειν, ἐψῦχθαι κατεψῦχθαι, ῥῖγος, ἠπίαλος. τοὺς δ’ἀεὶ ῥιγῶντας οἱ παλαιοὶ ῥιγωσιβίους ἔλεγον, οὓς οἱ νῦν δυσρίγους. Ἀριστοφάνης δ’ἐν Βαβυλωνίοις δύσριγος εἴρηκεν. πυρετός, φλεγμονὴ πυρετοῦ, καταβολή, περίοδος. θέρμα καὶ πῦρ Ἀριστοφάνης ἔφη · ὁ δ’ἔχων θέρμαν καὶ πῦρ ἧκεν. 4.187εἶδος δὲ πυρετοῦ καὶ καῦσος. φῦσα, διάρροια, ἄκρατος δυσεντερία. καρδιώττειν, σπληνιᾶν, λιθιᾶν, περιπνευμονιᾶν. νεφρῖτις, πλευρῖτις, ἐπηλυσία. καὶ στραγγουρία ὡς Ἀριστοφάνης ἐν Κωκάλῳ. ἀπόστασις, ὕδερος ὑδεριᾶν, ὄγκος, ἐξωγκῶσθαι ὑπωγκῶσθαι ὑπερωγκῶσθαι. ὠχρός, ὠχρίασις. ἴκτερος, ἰκτεριᾶν. φθόη, φθίσις, φθίνειν, τῆξις, φθινὰς νόσος, τηκεδών, ἐκτετηκέναι, ἐξερρινῆσθαι κατερρινῆσθαι. ὀστοῦ θραῦσις, κλάσις. ὀστοῦν κατεᾶχθαι, συντετρῖφθαι. 4.188ἄρθρον ἐκχωρῆσαι, ἄρθρον παραιωρεῖσθαι. πηρός, πήρωσις, πεπηρῶσθαι. χωλός, χωλεία, ἀποκεχωλῶσθαι. Εὔπολις δὲ καὶ τὸν τὴν χεῖρα πεπηρωμένον χωλὸν εἴρηκεν · ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρ’εὖ σφόδρα. οὗ τὸ ἐναντίον ἐπὶ ποδὸς Ἀριστοφάνης κυλλόν · τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς; τὸν ὀφθαλμὸν ἐκκεκόφθαι, ἐξορωρύχθαι, κεκενῶσθαι, ἀπεσβέσθαι τὴν γλήνην. τὴν κλεῖν κατεαγέναι. τραύματα τραυματίας, τετρῶσθαι · 4.189καὶ “τραυματισθεισῶν τῶν νεῶν” ἐκ μεταφορᾶς φησι Θουκυδίδης, ὥστ’εἴη ἂν καὶ τὸ τραυματίζεσθαι. ἐπιπολῆς τετρῶσθαι, διὰ βάθους, διαμπάξ, διαμπερές. καίριον τραῦμα, καιρία πληγή, σῦριγξ, ἕλκος, ὠτειλή, οὐλή. ποδάγρα, ποδαγρᾶν, ποδαλγία ποδαλγεῖν, καὶ ἀνὴρ ποδαλγής. τάχα δ’ἂν τοῖς ἰατρικοῖς προσήκοι τὸ ἀλγεῖν, ἀλγεινόν ἐπαλγές, ὀδυνᾶσθαι ὀδυνηρόν ἐπώδυνον, ἀφ’οὗ καὶ ὀδυνήφατα φάρμακα Ὅμηρος. καὶ σφύζειν καὶ σφακελίζειν σφαδᾴζειν καὶ σφακελισμός, σφαδᾳσμός, καὶ ὅσα ἄλλα ὑπὸ τῶν ἰατρῶν ὠνόμασται. 4.190νοσήματα ἔξωθεν ἐπιφαινόμενα τοῖς σώμασι φλεγμονή, οἴδημα, ἐκφύσημα, σκλήρωμα. ἕλκος, καθαρὸν ἕλκος, ἀπόστημα. ἀκάθαρτον ἕλκος, ἐσχάρα, διεφθορὸς ἕλκος, ἐφελκίς. καλεῖται δὲ καὶ κρότων. μελιτηρὰ ὑγρασία. ἐλαιώδης, ὅταν ἕλκος ᾖ περὶ τὰ νεῦρα. καλεῖται δὲ καὶ ῥεῦμα ὕδωρ, ὅ ἐστιν ὑδατώδης ἰχώρ, ὅταν ἤδη τὰ ἕλκη καθαίρηται. δοθιὴν φῦμα περιφερές, ἀπόστημα μικρόν, πυῶδες κατὰ τὴν τομήν. τέρμινθος φῦμα φλύκταιναν ἔχον. 4.191φύγετρον φῦμα περὶ βουβῶνα μετὰ πυρετοῦ. φλυκτὶς φλύκταινα ἐπιμήκης, μάλιστα περὶ βουβῶνας καὶ μασχάλας. ὑπόνομον ἕλκος, ὃ καὶ βάθος ἔχει καὶ κόλπους. ὑπερσαρκοῦν ἕλκος. ἀφρῶδες ἕλκος, ᾧ ἐπανθεῖ λευκότης τις ἢ μελανία. τύλωσις, ὅταν σκληρὸν ᾖ καὶ λευκότερον ἢ ὑποπέλιδνον τὸ ἕλκος. μυδὼν σὰρξ σομφή. σῦριγξ ἕλκος στενὸν πρόμηκες, ἔσωθεν μὲν μυξώδει σαρκὶ ἔξωθεν δὲ τυλώδει κατειλημένον. 4.192ἄνθραξ ἐσχάρα ὑποπέλιδνος ἢ λευκὴ ἢ ὕπωχρος, φλύκταιναν ἔχουσα καὶ ἐρύθημα καὶ ἀλγηδόνα σύντονον. τερηδὼν ὀστῶν φθορὰ ἀπροφάσιστος, μάλιστα περὶ τὴν κεφαλήν. ἀχὼρ ἕλκος περὶ τὰ τετριχωμένα, οὗ τὸ ὑγρὸν φθείρει τὰς τρίχας. πιτυρίασις ἐοικός τι πιτύροις · συνίσταται δ’ὅπου τρίχες. ἀλωπεκία ψίλωσις τριχῶν ἀπροφάσιστος, μάλιστα περὶ τὴν κεφαλήν. ὄφις ψίλωσις τριχῶν περιλαμβάνουσα τὴν κεφαλὴν στεφάνου δίκην, μάλιστα δ’ἐπὶ παιδίων, ἔσθ’ὅτε καὶ τὰ ὄμματα φθείρουσα. 4.193ἀλφὸς μέλας ἐπιδρομὴ σκιώδης ἐπιπόλαιος εὐίατος · ἀλφὸς λευκὸς λευκότης ἐπιτρέχουσα τῇ ἐπιδερματίδι αὐχμηρὰ δυσίατος. λεύκη, ὅταν ἐπιτείνῃ ἡ λευκότης καὶ φύσῃ τρίχωσιν λευκήν · εἰ δὲ κεντήσειας, ὕφαιμος, δυσίατος, ἔστιν ὅτε ὑπέρυθρος. ἐπανθεῖ δ’αὐτὸ τοῖς χείλεσιν οἷον ἁλὸς ἄχνη. λειχὴν ἄγριος, τραχύς, δυσίατος, ἀνώμαλος. λέπρα λειχῆνες τραχεῖς, πολλοί, ἑλκώδεις, λεπιδωτοί, ὑπόπυρροι ἢ ὑπέρυθροι ἢ ὑπόλευκοι, δυσίατοι · 4.194φθείρουσι δὲ καὶ τοὺς ὄνυχας. ψώρα ἑλκώδης, ὑπέρυθρος, ἐξανθήσεις ἔχουσα ἐν αὑτῇ. ψυδράκια πυώδη ἐξανθήματα, αὐτόματα, ἑλκώδη ἐν ἐπιφανείᾳ. ὑπέρυθρον ῥεῦμα, δυσώδης διάθεσις, ὑγρασίαν ἀφιεῖσα. ἔφηλις πάθος ἐν προσώπῳ, ὑποπέλιδνος ἐπιδρομή, ἀφανίζουσα τὸ κατὰ φύσιν χρῶμα. ἴονθοι ἀνθήματα ψυδρακίοις ἐοικότα περὶ τῷ προσώπῳ, σημεῖον ἀκμῆς, ψυδράκια μικρά, φλύκταιναι ὑπόπυοι. φακὸς ὅμοιόν τι τῷ ὀσπρίῳ, συγγενὲς ἢ ἐπιγενές. θύμος ὑπέρυθρος ἔκφυσις, τραχεῖα, ἔναιμος, δυσαφαίρετος, μάλιστα περὶ αἰδοῖα καὶ δακτύλιον καὶ παραμήρια, ἔστι δ’ὅτε καὶ ἐν προσώπῳ. 4.195ἀκροχορδὼν ἀπὸ μὲν τῆς ῥίζης λεπτὴ ἔκφυσις, περὶ δὲ τὸ ἄκρον παχυνομένη, μάλιστα ἐπὶ παιδίων. μυρμηκία ἔκφυσις στερεὰ καὶ τραχεῖα, τυλώδης, ἔναιμος, περὶ τὰ ἄκρα καὶ τὰ ἔσω τῆς χειρός. ἧλος συστροφὴ τυλώδης περιφερὴς ὕπωχρος, ἡλοειδής ὅτι ἄνωθεν μὲν εὐρύνεται, περὶ δὲ τὴν σάρκα ἀποστενοῦται, μάλιστα περὶ τὰ ἴχνη. 4.196χειρώνιον ἕλκος χρόνιον, δυσούλωτον, χείλη σκληρά, τυλώδης σάρξ, ὑποπέλιδνος, ἐν κνήμαις καὶ ποσίν. λεπὶς τοῖς ἐν πεδίῳ ἕλκεσιν ὁμοία τῇ θαλαττίᾳ ἐπιπήγνυται, ἣν δεῖ τῆς θεραπείας προαφελεῖν. κιρσὸς ἢ κριξὸς οἴδημα φλεβῶν περὶ κνήμας, ποδὸς πεδίον, ἐπιγάστριον, μηρούς, ὄσχεον · καλεῖται δὲ καὶ ἰξία ἀπὸ τῶν ἐν ταῖς πίτυσι τῆς πίττης ὁμοίων συστροφῶν, ἀφ’ὧν καὶ ὁ ἰξός. ἀγκύλη σκληρότης τυλώδης ἐν ἄρθροις, μάλιστα ἐν δακτύλοις χειρῶν κατὰ τὸ ἐντός · ἐπικάμπτει δὲ τοὺς δακτύλους, γίνεται δ’ἔστιν ὅτε καὶ περὶ ἀγκῶνας καὶ γόνατα. 4.197ἐπινυκτὶς φλύκταινα ὑποπέλιδνος ὕφυγρος ἔναιμος, περὶ κνήμας καὶ πόδας ἐν νυκτὶ γινομένη. γαγγλίον ἀπόστημα ἄπονον, ὑπὸ λευκῷ καὶ νευρώδει χιτῶνι · ἔνεστι δ’αὐτῷ ὑγρὸν ἀθερῶδες ἢ τρίχια ἢ ἑλμίνθια, γίνεται δὲ περὶ ἄρθρα καὶ κεφαλήν. μελικηρὶς ἀπόστημα ἔχον μελιτῶδες ὑγρόν, ἐν ἀγκῶσι καὶ γόνασι, πολλάκις δὲ καὶ ἐν ἄλλοις ἄρθροις καὶ περὶ στόματι. 4.198χάλαζα συστροφαὶ βουβωνοειδεῖς ὑπὸ τῷ δέρματι, κατὰ κύαμον Αἰγύπτιον, ἐπαλγεῖς προσαψαμένῳ. καρκίνωμα σκλήρωμα μετὰ φλεγμονῆς ἐπαλγές, ἔστιν ὅτε ἑλκούμενον, ὑπέρυθρον ἢ πελιδνόν · συμπεφύκασι δ’αὐτῷ ὡς τὸ πολὺ φλέβες ἢ τρίχες · αἱμορραγοῦν, ἀθεράπευτον. κρυπτὸν καρκίνωμα, ὅταν μὴ ᾖ ὑπερφανές, τὰ δ’ἄλλα ὅμοιον. χηλαὶ ἢ φύσιγγες ῥαγάδες πτερνῶν ποδῶν αἰδοίου. 4.199παρουλὶς οὔλων ἀπόστασις, ἐπουλὶς ὑπὸ τὸν σωφρονιστῆρα ἐπίφυσις. ὑπογλωττὶς ἀπόστασις ὑπὸ γλώττῃ. αὖον ἀπόστασις περὶ τὴν ἔκφυσιν τοῦ στομάχου, κατὰ τὸ ἄνω τῆς φάρυγγος μέρος, κνησμώδης πρὶν ῥαγῆναι. συνάγχη φλεγμονὴ περὶ ἐπιγλωσσίδα καὶ φάρυγγα σύντονος ὀδυνηρά · κυνάγχη πνιγμὸς ὑπὸ νύκτα γινόμενος ἐπενεχθέντος ἐπὶ βρόγχον ὑγροῦ παχέος καὶ γλίσχρου, μάλιστα ἐπὶ παιδίων. 4.200ἀγχόνη πυώδης ἀπόστασις μεταξὺ ἐπιγλωττίδος καὶ ῥίζης γλώττης. παρίσθμια φλεγμονὴ περὶ τὰ μῆλα καὶ ἕλκωσις καὶ ἀπόστασις. ἄφθα ἕλκωσις ἐπιπολῆς λευκαίνουσα γλῶτταν ἢ παρίσθμια ἢ κίονα ἢ φάρυγγα, ἔσθ’ὅτε μέντοι καὶ μελαίνουσα · πλεονάζει δ’ἐπὶ παιδίων. σταφυλὴ περὶ τὸν κίονα μηκυνομένη καὶ ὠχριῶσα, ῥαγὶ παραπλήσιος. σῦκον σὰρξ ἑλκώσει ἐπανθοῦσα, ἄνωθεν πλατυνομένη, ἐπίπονος, βουβῶνας ἐγείρουσα. 4.201τηνεσμὸς βαρύτης καὶ φλεγμονὴ ἀνοιδαίνοντος τοῦ δακτυλίου, μυξώδη ὑγρὰ ἢ αἱματώδη καταφέρουσα · ποιεῖ δὲ καὶ δυσουρίαν. κηρίον περὶ τῷ στήθει ἢ τοῖς νώτοις ἀπόστημα φλεγμαῖνον, πολύστομον, ἀφιὲν μελιτῶδες ὑγρόν, ἔχον ἐν τῷ βάθει σάρκα ὕπωχρον διεφθαρμένην. χοιράδες περὶ σιαγόσι καὶ τραχήλῳ καὶ μασχάλαις καὶ βουβῶσιν, ἀδέσιν ἐοικυῖαι φλεγμοναί, εἰς πῦον τρεπόμεναι. 4.202χίμετλα γίνεται μὲν ὑπὸ κρύους ἐπὶ δακτύλοις καὶ ἴχνεσι ποδῶν καὶ χερσί, μάλιστα ἐπὶ παιδίων, ἑλκώδεις φλεγμοναί. ἐρυσίπελας μώλωψ ἐρυθρὸς ἐπίπονος ἔμπυρος, ἔσθ’ὅτε καὶ φλυκταινώδης. ἱδρῶα ἐξανθήματα θερινά. βουβὼν περὶ βουβῶνας οἴδημα μετὰ φλεγμονῆς. αἱμορροῒς γίνεται μὲν κατὰ τὴν ἕδραν ἐντός, ἔστι δ’ὁμοία μόροις ὠμοῖς · πολλάκις δὲ καὶ ὑπεροχῆς ἄνευ γίνεται ῥαγὰς αἱμορραγοῦσα. τυφλὴ αἱμορροῒς οἴδημα λεῖον ἐρυθρόν, ἐντὸς τῆς ἕδρας, οὕτω κληθὲν ἐπεὶ ἔσθ’ὅτε οὐχ αἱμορροεῖ. 4.203κονδύλωμα περὶ τὴν στεφάνην τοῦ δακτυλίου εὐίατον οἴδημα. συκαῖ περὶ τὴν ἕδραν κονδυλώματα μεγάλα, οὐκ ἐπίπονα. ἐντεροκήλη ὀλίσθημα ἐντέρου εἰς τὸν ὄσχεον, εἰς ὄγκον αἰρόμενον · ὑδροκήλη περὶ τα- θατέρῳ τῶν διδύμων ὑδατώδης συλλογή, μεταξὺ τοῦ δευτέρου καὶ τετάρτου ὑμένος · πωροκήλη πώρωμα περὶ τὸν ὄσχεον ἐξ ἀποστήματος, σαρκοκήλη σκιρώδης καὶ παχεῖα ἐπ’ὀσχέῳ διάθεσις. 4.204στεάτωμα πιμελῆς παραρροὴ ὑπὸ τῷ δέρματι. λοιμώδη ἕλκη περὶ τὰ παρίσθμια καὶ τὴν σταφυλήν. ἐσχάρωσις νομὴ δύσχρους, εἰς τὴν φάρυγγα καὶ τὴν ἀρτηρίαν καὶ τὸν στόμαχον καταφερομένη μετὰ τοῦ ἀνοιδαίνειν τὸν τράχηλον. περιγραφὴ περί τι μέρος τοῦ σώματος στενότης ἄπονος, μέλαινα ὑπέρυθρος ἢ πελιδνή, ψιλὴ ἢ τετριχωμένη. πῶλυψ σὰρξ ῥινὶ ἐπιφυομένη, μυξῶδες ὑγρὸν ἀφιεῖσα, ἐπιφράττουσα τὴν ἀναπνοήν. ὄζαινα ἕλκωσις ἐν τῷ βάθει τῶν μυκτήρων μέχρι τῶν καλουμένων ἡθμοειδῶν σαρκῶν, πυῶδες καὶ δυσῶδες ὑγρὸν ἀφιεῖσα, τὴν αἴσθησιν ἐμποδίζουσα. 4.205δρακόντιον ἐκ τῶν περὶ κνήμαις καὶ μηροῖς ἑλκῶν ἐκπῖπτόν τι νευρῶδες ἐφθαρμένον, σπανίως μὲν τοῖς ἄλλοις ἐπιγινόμενον, Αἰθίοψι δ’ἐνοχλοῦν. κέρατα ἐν τῷ τόπῳ τῶν κεράτων περὶ τὸ μέτωπον πωρώδεις ἐκφύσεις περὶ τὸ δέρμα. ἕρπην ψυδράκια φλεγμαίνοντα καὶ νύττοντα, μάλιστα περὶ τραχήλῳ καὶ πλευραῖς νεμόμενα, ἔσθ’ὅτε δὲ καὶ περὶ χερσὶ καὶ ποδῶν ἴχνεσιν. 4.206ἑρπηστικὸν ἕλκος ἐνοχλεῖ μὲν πρεσβυτῶν κνήμαις καὶ ποσίν, ἔσθ’ὅτε δὲ καὶ μηροῖς καὶ χερσίν · ἔστι δ’ὑποπέλιδνον καὶ νέμεται καὶ φλεγμαίνει. φαγέδαινα ἕλκωσις ἄχρι τῶν ὀστῶν διαδιδοῦσα ταχείᾳ νομῇ μετὰ φλεγμονῆς, ἰχῶρας δυσώδεις ἀφιεῖσα καὶ πρὸς θάνατον ῥέπουσα. θηρίωμα γίνεται μὲν ἕλκος περὶ ἀνδρῷα αἰδοῖα, ἔστι δ’ὅτε καὶ περὶ δακτύλους καὶ ἀλλαχοῦ, αἷμα πολὺ καὶ μέλαν καὶ δυσῶδες ἀφιέν, μετὰ μελανίας τὴν σάρκα ἐσθίον. 4.207σηπεδὼν ἕλκους νομὴ λευκοῦ ὑπώχρου δυσώδους · μάλιστα δ’ἐνοχλεῖ τῷ στόματι, ὡς ἔσθ’ὅτε καὶ τοὺς ὀδόντας καὶ τὰ ὀστᾶ ἀφιστάναι, γίνεται δὲ καὶ ἐπὶ μηρῶν καὶ ἄλλων μερῶν. γάγγραινα · οὕτω καλεῖται τῶν μελῶν τὸ νεκρούμενον σὺν ἕλκει ἢ χωρὶς ἕλκους, μετὰ φλεγμονῆς καὶ ἐρυθήματος ἀπολευκαινόμενον, εἶτα μελαινόμενον καὶ εἰς ἀναισθησίαν μεθιστάμενον. 4.208μαῖα, μαιεία, μαίευσις · καὶ μαιευτικὴ ἡ τέχνη καὶ ἡ γυνή, καὶ τὸ ῥῆμα μαιεύειν καὶ μαιεύεσθαι, καὶ τὸ ἐπίρρημα μαιευτικῶς. ἀμβλίσκουσι δὲ τὸ ἀμβλίσκειν ποιοῦσι φησὶν ὁ Πλάτων. ἀμβλωθρίδιον φάρμακον, τικτικὸν φάρμακον. ὠκυτόκιον, ἀτόκιον. λοχεύειν ἐκλοχεύειν · λοχεία ἡ τοῦ τεκεῖν ἐπιμέλεια. “διδοῦσαι φαρμάκια αἱ μαῖαι ταῖς δυστοκούσαις” ὁ Πλάτων λέγει · δυστοκεῖν δυστοκία, εὐτοκεῖν εὐτοκία εὐτοκοῦσα, κυΐσκειν κυΐσκεσθαι, ὠδίνειν, τίκτειν. πρωτοτόκοι γυναῖκες, πρωτότοκοι παῖδες, καὶ πρωτόγονοι ὁμοίως · ἄτοκοι δὲ καὶ ἄγονοι καὶ ἄλοχοι ὡς Πλάτων, καὶ στερίφαι καὶ στεῖραι. ὀμφαλητομία, ἐμβρυοτομία, καὶ τὸ ἐργαλεῖον ὀμφαλιστήρ.