History of the Empire from the Death of Marcus, 8
8.1.1τὰ μὲν δὴ Μαξιμίνῳ πραχθέντα μετὰ τὴν Γορδιανοῦ τελευτήν, ἥτε εἰς Ἰταλίαν ἄφιξις αὐτοῦ, Λιβύηςτε ἀπόστασις καὶ ἡ ἐν Ῥώμῃ τῶν στρατιωτῶν πρὸς τὸν δῆμον διαφορὰ ἐν τοῖς πρὸ τούτων λέλεκται · ὁ δὲ Μαξιμῖνος ἐπιστὰς τοῖς ὅροις προύπεμψε σκοποὺς τοὺς ἐρευνήσοντας μή τινες ἐνέδραι ἐν κοιλάσιν ὀρῶν ἢ λόχμαις ὕλαιςτε κρύφιοι εἶεν.
8.1.2αὐτόςτε καταγαγὼν ἐς τὸ πεδίον τὸν στρατόν, τὰς μὲν τῶν ὁπλιτῶν φάλαγγας ἐς τετράγωνα ἔταξε σχήματα, ἐπιμήκεις μᾶλλον ἢ βαθείας, ὡς ἂν πλεῖστον τοῦ πεδίου διαλάβοιεν · τὰ δὲ σκευοφόρα πάντα κτήνητε καὶ ὀχήματα ἐν μέσῳ τάξας, αὐτὸς ἅμα τοῖς δορυφόροις ὀπισθοφυλακῶν εἵπετο.
8.1.3ἑκατέρωθεν δὲ παρέθεον αἵτε τῶν καταφράκτων ἱππέων ἶλαι καὶ Μαυρούσιοι ἀκοντισταὶ τοξόταιτε οἱ ἀπὸ τῆς ἀνατολῆς. καὶ Γερμανῶν ἱππέων μέγα τι πλῆθος ἐπήγετο συμμάχους · ἐκείνους γὰρ μάλιστα προυβάλλετο, ἵν’ἐκδέχωνται τῶν πολεμίων τὰς πρώτας ἐμβολάς, θυμοειδεῖς ὄντες καὶ εὔτολμοι ἐν ἀρχομένῃ μάχῃ, εἰ δ’ἄρα καὶ κινδυνεύειν δέοι, εὐκαταφρόνητοι ὡς βάρβαροι.
8.1.4ὡς δὲ πᾶν τὸ πεδίον διῆλθεν ὁ στρατὸς μετ’εὐκοσμίαςτε καὶ εὐταξίας, ἐπέστησαν πρώτῃ Ἰταλίας πόλει ἣν καλοῦσιν Ἡμᾶν οἱ ἐπιχώριοι · πρόκειται δὲ αὕτη ἐπ’ἀκροτάτῳ πεδίῳ ἱδρυμένη πρὸ τῆς ὑπωρείας τῶν Ἄλπεων. ἔνθα ὑπαντώμενοι τῷ Μαξιμίνῳ οἱ προφύλακες καὶ σκοποὶ τοῦ στρατοῦ ἤγγειλαν κενὴν ἀνθρώπων εἶναι τὴν πόλιν, πανδημείτε πεφευγέναι ἐμπρήσαντας τὰς θύρας ἱερῶντε καὶ οἰκιῶν, πάντατε, ὅσα ἦν ἐν τῇ πόλει ἢ τοῖς ἀγροῖς, ἃ μὲν ἐκφορήσαντας ἃ δὲ καταπρήσαντας, καὶ μήτε ὑποζυγίοις μήτε ἀνθρώποις καταλελεῖφθαι τροφάς.
8.1.5ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοὺς δήμους τοῦτο ποιήσειν οὐχ ὑπομένοντας τὴν ἔφοδον αὐτοῦ · ὁ δὲ στρατὸς ἤχθετο εὐθὺς ἐν ἀρχῇ λιμοῦ πειρώμενος. διανυκτερεύσαντες οὖν οἳ μὲν ἐν τῇ πόλει ἐν ἀθύροις καὶ κεναῖς πάντων οἰκίαις, οἳ δ’ἐν τῷ πεδίῳ, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπὶ τὰς Ἄλπεις ἠπείγοντο, ἅπερ ὄρη ὑπερμήκη ὥσπερ τεῖχος Ἰταλίας ἡ φύσις ἤγειρεν, ὑπερνεφῆ μὲν τὸ ὕψος, ἐπιμήκιστα δέ, ὡς πᾶσαν Ἰταλίαν διειληφότα καθήκειν ἐν μὲν τοῖς δεξιοῖς Ἰταλίας μέρεσιν ἐς τὸ Τυρρηναῖον πέλαγος, ἐν δὲ τοῖς λαιοῖς ἐς τὸν Ἰόνιον κόλπον.
8.1.6σκέπεται δὲ ὕλαις δασείαις καὶ πυκναῖς, τὰς δὲ διεξόδους ἐστένωται ἢ διὰ κρημνοὺς ἐς βάθος μέγιστον ἀπερρωγότας ἢ διὰ πετρῶν τραχύτητα · στενωποὶ γάρ εἰσι χειροποίητοι, μετὰ πολλοῦ καμάτου τοῖς πάλαι Ἰταλιώταις εἰργασμένοι. μετὰ δέους οὖν πολλοῦ διῄει ὁ στρατός, ἐλπίζοντες τάςτε ἄκρας κατειλῆφθαι πεφράχθαιτε τὰς διόδους ἐς κωλύμην τῆς αὐτῶν διαβάσεως. ἤλπιζον δὲ καὶ ἐδεδοίκεσαν εἰκότα, τῶν χωρίων
8.2.1τεκμαιρόμενοι τὴν φύσιν. ὡς δὲ διέβησαν ἀκωλύτως μηδενὸς ἐμποδὼν γενομένου, καταβαίνοντες ἐς τὸ ἰσόπεδον ἤδη ἀνεθάρρησάντε καὶ ἐπαιάνισαν · ῥᾷστάτε αὑτῷ πάντα προχωρήσειν ὁ Μαξιμῖνος ἤλπισεν Ἰταλῶν μη δὲ ταῖς δυσχωρίαις τεθαρρηκότων, ἔνθα ἢ κρύπτειν ἑαυτοὺς καὶ σώζειν ἠδύναντο ἢ δι’ἐνέδρας ἐπιβουλεῦσαι, μάχεσθαίτε ἄνωθεν ἐξ ὑπερκειμένων χωρίων.
8.2.2γενομένων δὲ αὐτῶν ἐν τῷ πεδίῳ, οἱ σκοποὶ ἀπήγγειλαν πόλιν Ἰταλίας τὴν μεγίστην, Ἀκυληίαν δὲ καλουμένην, κεκλεῖσθαι, τὰς δὲ προπεμφθείσας φάλαγγας τῶν Παιόνων προθύμως μὲν τειχομαχῆσαι, πολλάκις δὲ προσβαλούσας ἀνύειν οὐδέν, ἀπαγορεύειν δὲ καὶ ἀναχωρεῖν βαλλομένους λίθοιςτε καὶ δόρασι τόξωντε πλήθει. ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς τῶν Παιόνων ὡς ἀμελέστερον μαχομένους, αὐτὸς σὺν τῷ στρατῷ ἠπείγετο, ἐλπίζων ῥᾷστα αἱρήσειν τὴν πόλιν.
8.2.3ἡ δὲ Ἀκυληία καὶ πρότερον μέν, ἅτε μεγίστη πόλις, ἰδίου δήμου πολυάνθρωπος ἦν, καὶ ὥσπερ τι ἐμπόριον Ἰταλίας ἐπὶ θαλάττῃ προκειμένη καὶ πρὸ τῶν Ἰλλυρικῶν ἐθνῶν πάντων ἱδρυμένη τάτε ἀπὸ τῆς ἠπείρου διὰ γῆς ἢ ποταμῶν κατακομιζόμενα παρεῖχεν ἐμπορεύεσθαι τοῖς πλέουσι, τάτε ἀπὸ θαλάττης τοῖς ἠπειρώταις ἀναγκαῖα, ὧν ἡ παρ’ἐκείνοις χώρα διὰ χειμῶνος οὐκ ἦν εὔφορος, ἀνέπεμπεν ἐς τὴν ἄνω γῆν · πρὸς οἶνόντε μάλιστα πολύγονον χώραν γεωργοῦντες ἀφθονίαν ποτοῦ παρεῖχον τοῖς ἄμπελον μὴ γεωργοῦσιν.
8.2.4ἔνθεν πολύ τι πλῆθος ἐπεδήμει οὐ πολιτῶν μόνον ἀλλὰ ξένωντε καὶ ἐμπόρων. τότε δὲ μᾶλλον ἐπολυπλασιάσθη τὸ πλῆθος, τῶν ὄχλων πάντων ἐξ ἀγρῶν ἐκεῖσε συρρεόντων, πολίχναςτε καὶ κώμας τὰς περικειμένας καταλιπόντων, πιστευσάντων δὲ αὑτοὺς τῷτε μεγέθει τῆς πόλεως καὶ τῷ προβεβλημένῳ τείχει, ὃ παλαιότατον ἐκ τοῦ πλείστου μέρους πρότερον μὲν κατερήριπτο, ἅτε μετὰ τὴν Ῥωμαίων ἀρχὴν μηκέτι τῶν ἐν Ἰταλίᾳ πόλεων ἢ τειχῶν ἢ ὅπλων δεηθεισῶν, μετειληφυιῶν δὲ ἀντὶ πολέμων εἰρήνην βαθεῖαν καὶ τῆς παρὰ Ῥωμαίοις πολιτείας κοινωνίαν ·
8.2.5πλὴν τότε ἡ χρεία ἤπειξε τὸ τεῖχος ἀνανεώσασθαι τάτ’ἐρείπια ἀνοικοδομῆσαι, πύργουςτε καὶ ἐπάλξεις ἐγεῖραι. τάχιστα οὖν φράξαντες τῷ τείχει τὴν πόλιν, τάςτε πύλας κλείσαντες, πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρτε καὶ μεθ’ἡμέραν ἱδρυμένοι τοῖς προσιοῦσιν ἀπεμάχοντο. ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα εἶχον διὰ φροντίδος ἄνδρες δύο, ἀπὸ ὑπατείας μέν, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου · ὧν ὃ μὲν Κρισπῖνος ὃ δὲ Μηνίφιλος ἐκαλεῖτο.
8.2.6καὶ μετὰ πολλῆς προνοίας τάτε ἐπιτήδεια πάμπλειστα εἰσεκομίσαντο, ὡς ἐκτένειαν εἶναι, εἰ καὶ ἐπιμηκεστέρα γένοιτο πολιορκία. ἦν δὲ καὶ ὕδατος ἀφθονία φρεατιαίου · πολλὰ γὰρ τὰ ὀρύγματα ἐν τῇ πόλει · ποταμόςτε παραρρεῖ τὸ τεῖχος, ὁμοῦ παρέχωντε προβολὴν τάφρου καὶ χορηγίαν ὕδατος.
8.3.1τὰ μὲν οὖν ἐν τῇ πόλει οὕτω παρεσκεύαστο · τῷ δὲ Μαξιμίνῳ ἐπειδὴ ἀπηγγέλη φρουρουμένη καὶ κεκλεισμένη γενναίως ἡ πόλις, ἔδοξε πέμψαι ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσαιεν αὐτοὺς ἀνοῖξαι τὰς πύλας. ἦν δὲ ἐν τῷ στρατῷ χιλίαρχος ᾧ πατρὶς μὲν ἡ Ἀκυληία ἦν, τέκνατε καὶ γυνὴ οἰκεῖοίτε πάντες ἔνδον ἀπεκέκλειντο.
8.3.2τοῦτον οὖν ἔπεμψε σὺν ἑτέροις ἑκατοντάρχαις, ἐλπίσας ῥᾷστα πείσειν ὡς πολίτην. ἀφικόμενοι δὲ οἱ πρέσβεις ἔλεγον ὅτι ἄρα κελεύει Μαξιμῖνος ὁ κοινὸς βασιλεὺς ὅπλα μὲν αὐτοὺς καταθέσθαι ἐν εἰρήνῃ, φίλον δὲ ἀντὶ πολεμίου δέχεσθαι, σπονδαῖς δὲ μᾶλλον καὶ θυσίαις σχολάζειν ἢ φόνοις, μη δὲ περιορᾶν πατρίδα μέλλουσαν ἄρδην καὶ ἐκ θεμελίων ἀπόλλυσθαι, ἐνὸν αὐτοῖςτε σώζεσθαι καὶ τὴν πατρίδα σώζειν, διδόντος αὐτοῖς χρηστοῦ βασιλέως ἀμνηστίαν συγγνώμηντε τῶν ἁμαρτηθέντων · οὐ γὰρ αὐτοὺς αἰτίους γεγενῆσθαι ἀλλ’ἄλλους.
8.3.3οἱ μὲν οὖν πρέσβεις τοιαῦτά τινα κάτω παρεστῶτες ἐβόων, ὡς ἐξάκουστα εἴη · ὁ δὲ πλεῖστος δῆμος τῷ τείχει καὶ τοῖς πύργοις ἐφεστώς, πλὴν τῶν τὰ λοιπὰ μέρη φρουρούντων, ἐπήκουεν ἡσυχάζων τῶν λεγομένων.
8.3.4ὁ δὲ Κρισπῖνος φοβηθεὶς μή πως ἅτε ὄχλος ταῖς ὑποσχέσεσιν ἀναπεισθείς, εἰρήνηντε ἀντὶ πολέμου ἑλόμενος, ἀνοίξῃ τὰς πύλας, περιθέων τὸ τεῖχος ἐδεῖτο καὶ ἐλιπάρει μένειντε θαρραλέως καὶ ἀντέχειν γενναίως, μη δὲ προδιδόναι τὴν πρὸς τὴν σύγκλητον καὶ Ῥωμαίων δῆμον πίστιν, σωτῆρας δὲ καὶ προμάχους Ἰταλίας πάσης ἀναγραφῆναι, μὴ πιστεύειν δὲ ὑποσχέσεσι τυράννου ἐπιόρκουτε καὶ ἀπατεῶνος, μη δὲ χρηστοῖς λόγοις δελεασθέντας ὀλέθρῳ προύπτῳ παραδοθῆναι, ἐνὸν πιστεῦσαι πολέμου ἀμφιβόλῳ τύχῃ ·
8.3.5πολλάκις γὰρ καὶ ὀλίγοι πλειόνων περιεγένοντο, καὶ δοκοῦντες ἀσθενέστεροι καθεῖλον τοὺς ἐν ὑπολήψει ἀνδρείας μείζονος · μη δ’ἐκπλήττεσθαι τῷ πλήθει τοῦ στρατοῦ. “οἱ μὲν γὰρ ὑπὲρ ἄλλου μαχόμενοι καὶ τῆς παρ’ἑτέρῳ ἐσομένης εὐδαιμονίας, εἴπερ γένοιτο, μετριάζουσιν ἐν τῷ προθύμῳ τῆς μάχης, εἰδότες ὡς τῶν μὲν κινδύνων αὐτοὶ μεθέξουσι, τὰ δὲ μέγιστα καὶ κορυφαῖα τῆς νίκης ἄλλος καρπώσεται” ·
8.3.6“τοῖς δὲ ὑπὲρ τῆς πατρίδος μαχομένοις καὶ παρὰ τῶν θεῶν ἐλπίδες κρείττους, ἐπειδὴ οὐ τὰ ἄλλων λαβεῖν ἀλλὰ τὰ αὑτῶν σώζειν εὔχονται. τότε ἐς τὰς μάχας πρόθυμον οὐκ ἐξ ἄλλου κελεύσεως ἀλλ’ἐξ οἰκείας ἀνάγκης ἔχουσιν, ἐπεὶ καὶ τῆς νίκης πᾶς ὁ” “καρπὸς αὐτοῖς περιγίνεται”.
8.3.7τοιαῦτά τινα λέγων ὁ Κρισπῖνος καὶ πρὸς ἑκάστους καὶ κοινῇ, φύσει μὲν καὶ ἄλλως αἰδέσιμος ὤν, ἔντε τῇ Ῥωμαίων φωνῇ εὐπρόσφορος ἐν λόγοις, ἐπιεικῶςτε αὐτῶν προεστώς, ἔπεισε μένειν ἐν τοῖς προκειμένοις, τούςτε πρέσβεις ἀπράκτους ἀπιέναι ἐκέλευσεν. ἐλέγετο δὲ τῇ ἐνστάσει τοῦ πολέμου ἐμμεμενηκέναι πολλῶν ἔνδον ὄντων περὶ θυτικήντε καὶ ἡπατοσκοπίαν ἐμπείρων, τάτε ἱερὰ αἴσια ἀπαγγελλόντων · μάλιστα γὰρ τῇ σκέψει ταύτῃ πιστεύουσιν Ἰταλιῶται.
8.3.8καὶ χρησμοὶ δέ τινες ἐδίδοντο ὡς δὴ τοῦ ἐπιχωρίου θεοῦ νίκην ὑπισχνουμένου · Βέλιν δὲ καλοῦσι τοῦτον, σέβουσίτε ὑπερφυῶς, Ἀπόλλωνα εἶναι ἐθέλοντες. οὗ καὶ τὴν εἰκόνα ἔλεγόν τινες τῶν Μαξιμίνου στρατιωτῶν φανῆναι πολλάκις ἐν ἀέρι ὑπὲρ τῆς πόλεως μαχομένην.
8.3.9ὅπερ εἴτε ἀληθῶς ἐφαντάσθη τισίν, ἢ καὶ βουλομένοις μὴ ἀσχημονεῖν τοσοῦτον στρατὸν πρὸς ὄχλον δημοτῶν πολὺ ἐλάττονα μὴ ἀντισχόντα, δοκεῖν δὲ ὑπὸ θεῶν ἀλλὰ μὴ ὑπὸ ἀνθρώπων νενικῆσθαι, εἰπεῖν οὐχ ἔχω · τὸ δὲ παράδοξον τῆς ἀποβάσεως ποιεῖ πάντα πιστεῦσαι.
8.4.1πλὴν τῶν πρέσβεων ἀπράκτων πρὸς Μαξιμῖνον ἐπανελθόντων, ὀργῇ καὶ θυμῷ χρώμενος πλείονι μᾶλλον ἠπείγετο. ἐπεὶ δὲ ἐγένετο πρός τινι ποταμῷ μεγίστῳ, ἀπέχοντι τῆς πόλεως σημεῖα ἑκκαίδεκα, τὸ ῥεῖθρον εὗρε διάτε μεγίστου βάθους καὶ πλάτους φερόμενον ·
8.4.2τῶν γὰρ ὑπερκειμένων ὀρῶν τὰς δι’ὅλου τοῦ χειμῶνος παγείσας χιόνας λύουσα ἡ τοῦ ἔτους ὥρα παμμεγέθη τὸν χειμάρρουν εἰργάζετο. ἄπορος οὖν ἦν ἡ διάβασις τῷ στρατῷ · τὴν γὰρ γέφυραν, ἔργον μέγα καὶ κάλλιστον ὑπὸ τῶν πάλαι βασιλέων γεγενημένον ἐκ τετραπέδων λίθων, πυλίσι κατ’ὀλίγον αὐξανομέναις ὑπειλημμένον, διῃρήκεσαν καὶ καταλελύκεσαν οἱ Ἀκυλήσιοι. οὔτε οὖν γεφύρας οὔσης οὔτε νεῶν ὁ στρατὸς ἐν ἀφασίᾳ καθειστήκει.
8.4.3Γερμανοὶ δέ τινες οὐκ εἰδότες τῶν Ἰταλιωτῶν ποταμῶν τὰ σφοδρὰ καὶ καταρρηγνύμενα ῥεύματα, οἰόμενοι δὲ σχολαίτερα ἐπινήχεσθαι τοῖς πεδίοις ὥσπερ παρ’αὐτοῖς (διὸ καὶ πήγνυται ῥᾳδίως, μὴ σφοδρῶς κινουμένου τοῦ ῥεύματος), ἐπεισπηδήσαντες ἅμα τοῖς ἵπποις διανήχεσθαι εἰθισμένοις, παρενεχθέντες ἀπώλοντο.
8.4.4δύο μὲν οὖν ἢ τριῶν ἡμερῶν σκηνοποιησάμενος ὁ Μαξιμῖνος, τάφρου τῷ στρατῷ περιβληθείσης μή τινες ἐπέλθοιεν, ἔμεινεν ἐπὶ τῇ καθ’αὑτὸν ὄχθῃ, σκεψόμενος ὅπως τὸν ποταμὸν γεφυρώσῃ. ἐπεὶ δὲ ξύλων ἦν ἀπορία καὶ νεῶν, ἃς ἔδει ζευχθείσας γεφυρῶσαι τὸ ῥεῖθρον, ὑπέβαλόν τινες τῶν τεχνιτῶν πολλὰ εἶναι κενὰ οἰνοφόρα σκεύη περιφεροῦς ξύλου ἐν τοῖς ἐρήμοις ἀγροῖς, οἷς ἐχρῶντο μὲν πρότερον οἱ κατοικοῦντες ἐς ὑπηρεσίαν ἑαυτῶν, ὡς παραπέμπειν τὸν οἶνον ἀσφαλῶς τοῖς δεομένοις · ἅπερ ὄντα κοῖλα δίκην νεῶν, ἀλλήλοις συνδεθέντα ἐπινήξεσθαι μὲν ἔμελλεν ὥσπερ σκάφη, μὴ παρενεχθήσεσθαι δὲ διάτε τοῦ δεσμοῦ τὸ ἐπάλληλον, φρυγάνωντε ἄνωθεν ἐπιβληθέντων, χοῦτε τῆς γῆς μετρίως ἐς αὐτὰ σωρευθέντος χειρὶ πολλῇ καὶ σπουδῇ.
8.4.5ἐφεστῶτος οὖν αὐτοῦ διαβὰς ὁ στρατὸς ἐπὶ τὴν πόλιν ἐχώρει. καὶ τὰ μὲν οἰκοδομήματα τῶν προαστείων ἔρημα εὕρισκον, ἀμπέλους μέντοι καὶ δένδρα πάντα ἐξέκοπτον, ἃ δὲ ἐνεπίμπρασαν, καὶ τὴν πρότερον τοῖς χωρίοις ὑπάρχουσαν ὥραν κατῄσχυνον. δένδρων γὰρ στοίχοις ἴσοις ἀμπέλωντε πρὸς ἀλλήλας δέσει πανταχόθεν ἠρτημένων ἐν ἑορτῆς σχήματι, στεφάνῳ ἄν τις τὴν χώραν κεκοσμῆσθαι ἐτεκμήρατο · ἅπερ πάντα ῥιζόθεν ἐκκόψας ὁ στρατὸς ἐπὶ τὰ τείχη ἠπείγετο.
8.4.6κεκμηκότι δὲ αὐτῷ προσβαλεῖν εὐθέως οὐκ ἔδοξε · μείναντες δὲ ἔξω τοξεύματος καὶ διαιρεθέντες κατὰ λόχους καὶ φάλαγγας περὶ πᾶν τὸ τεῖχος, ὡς ἑκάστοις κατὰ μέρος προστέτακτο, μιᾶς ἡμέρας ἀναπαυσάμενοι, τοῦ λοιποῦ εἴχοντο τῆς πολιορκίας. μηχανάςτε οὖν παντοίας προσέφερον, καὶ τειχομαχοῦντες παντὶ σθένει οὐδὲν παρέλειπον εἶδος πολιορκίας.
8.4.7πολλῶν δὲ καὶ σχεδὸν ἑκάστης ἡμέρας γινομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύσαντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης τειχομαχοῦντες ἀντεῖχον οἱ Ἀκυλήσιοι, νεὼς μὲν καὶ οἰκίας ἀποκλείσαντες, πανδημεὶ δὲ ἅμα παισὶ καὶ γυναιξὶν ἄνωθεν ἐξ ἐπάλξεώντε καὶ πύργων ἀπομαχόμενοι · οὐ δέ τις οὕτως ἦν ἄχρηστος ἡλικία ὡς μὴ μετέχειν τῆς ὑπὲρ τῆς πατρίδος μάχης.
8.4.8τὰ μὲν γὰρ προάστεια, καὶ εἴ τι τῶν πυλῶν ἔξωθεν ἦν, ὑπὸ τοῦ Μαξιμίνου στρατοῦ κατέστραπτο, τῇτε ξυλείᾳ τῶν οἰκοδομημάτων ἐς τὰς μηχανὰς κατεκέχρηντο. ἐβιάζοντο δὲ τοῦ τείχους κα- κἂν μέρος τι καθελεῖν, ἵν’ἐπεισελθὼν ὁ στρατὸς πάντατε διαρπάσῃ καὶ κατασκάψας τὴν πόλιν μηλόβοτον καὶ ἔρημον τὴν χώραν καταλείπῃ · οὐ δὲ γὰρ ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν εὐπρεπῆ καὶ ἔνδοξον ἔσεσθαι, μὴ τῆς πρώτης ἐν Ἰταλίᾳ πόλεως ἀντιστάσης καθαιρεθείσης.
8.4.9ὑποσχέσεσίτε οὖν δωρεῶν καὶ δεήσεσιν αὐτόςτε καὶ ὁ υἱὸς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες ἵπποις ἐποχούμενοι, τὸν στρατὸν ἀνέπειθον λιπαροῦντες ἐς προθυμίαντε ἐγείροντες. οἱ δὲ Ἀκυλήσιοι λίθοιςτε ἔβαλλον ἄνωθεν, καὶ κιρνῶντες θείῳτε καὶ ἀσφάλτῳ πίτταν ἔλαιόντε, κοίλοις σκεύεσιν ἐμβαλόντες λαβὰς ἐπιμήκεις ἔχουσι καὶ πυρώσαντες, ἅμα τῷ προσπελάζειν τοῖς τείχεσι τὸν στρατὸν κατεσκεδάννυσαν, καταχέοντες ὄμβρου δίκην ὁμοθυμαδόν.
8.4.10φερομένη δὲ ἡ πίσσα σὺν οἷς προείρηται, δυομένητε διὰ τῶν γεγυμνωμένων μερῶν τοῦ σώματος, ἐς πᾶν ἐχεῖτο, ὥστε τοὺς θώρακας αὐτοὺς πεπυρωμένους ἀπορρίπτειν καὶ τὰ λοιπὰ ὅπλα, ὧν ὁ σίδηρος ἐθερμαίνετο, τάτε ἐκ βυρσῶντε καὶ ξύλων ἐφλέγετο καὶ συνείλκετο. ἦν γοῦν ἰδεῖν γεγυμνωμένους τοὺς στρατιώτας αὐτοὺς ὑφ’ἑαυτῶν, καὶ σκύλων ὄψιν ὅπλα παρεῖχεν ἐρριμμένα, σοφίᾳ τέχνης ἀλλ’οὐκ ἀνδρείᾳ μάχης περιῃρημένα. ἔκτε τοῦ τοιούτου πάμπλειστον πλῆθος τοῦ στρατοῦ τάςτε ὄψεις ἐπηροῦτο καὶ τὸ πρόσωπον ἠκρωτηριάζετο, καὶ εἴ τι γυμνὸν ἦν τοῦ σώματος. ἀλλὰ μὴν καὶ ταῖς μηχαναῖς προσαγομέναις δᾷδας ἐπέβαλλον ὁμοίως πίσσῃ καὶ ῥητίνῃ δεδευμένας ἐπίτε τῷ ἄκρῳ βελῶν ἀκίδας ἐχούσας · αἳ ἀναφθεῖσαι φερόμεναι, ἐμπαγεῖσαι ταῖς μηχαναῖς καὶ προσπεφυκυῖαι ῥᾳδίως αὐτὰς κατέφλεγον.
8.5.1τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης · χρόνου δὲ ἐγγινομένου ὅτε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγίνετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο · οὓς γὰρ ἠλπίκεσαν μηδεμίαν ὑπομενεῖν προσβολήν, τούτους εὕρισκον οὐκ ἀντέχοντας μόνον ἀλλὰ καὶ ἀνθεστῶτας.
8.5.2οἱ δὲ Ἀκυλήσιοι ἐπερρώννυντότε καὶ πάσης ἐνεπίμπλαντο προθυμίας, τῇτε συνεχείᾳ τῆς μάχης πεῖραν καὶ θάρσος ὁμοῦ προσλαμβάνοντες κατεφρόνουν τῶν στρατιωτῶν, ὡς καὶ ἀποσκώπτειν ἐς αὐτούς, ἐνυβρίζειντε τῷ Μαξιμίνῳ περινοστοῦντι, ἔςτε αὐτὸν καὶ τὸν παῖδα ἀπορρίπτειν δυσφήμους καὶ αἰσχρὰς βλασφημίας, ἐφ’αἷς ἐκεῖνος κινούμενος ὀργῆς μᾶλλον ἐνεπίμπλατο.
8.5.3χρῆσθαι δὲ κατὰ τῶν πολεμίων οὐ δυνάμενος, ἐκόλαζε τοὺς πλείστους τῶν ἡγουμένων τῶν ἰδίων στρατιωτῶν ὡς ἀνάνδρως καὶ ῥᾳθύμως προσφερομένους τῇ τειχομαχίᾳ. ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσόςτε καὶ ὀργή, παρὰ δὲ τῶν ἀντιπάλων πλείων ἡ καταφρόνησις. συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πάντα ὑπάρχειν ἔκπλεα καὶ ἐπιτηδείων ἀφθονίαν, ἐκ πολλῆς παρασκευῆς ἐς τὴν πόλιν πάντων σεσωρευμένων ὅσα ἦν ἀνθρώποις καὶ κτήνεσιν ἐς τροφὰς καὶ ποτὰ ἐπιτήδεια · ὁ δὲ στρατὸς πάντων ἦν ἐν σπάνει, τῶντε καρποφόρων δένδρων ἐκκεκομμένων καὶ τῆς γῆς ὑπ’αὐτοῦ δεδῃωμένης.
8.5.4μένοντες δὲ ὑπὸ σκηναῖς αὐτοσχεδίοις, οἱ δὲ πλεῖστοι ὑπὸ γυμνῷ τῷ ἀέρι, ὄμβρωντε καὶ ἡλίου ἠνείχοντο, λιμῷτε διεφθείροντο, μη δὲ ἐπεισάκτου τροφῆς αὐτοῖςτε καὶ ὑποζυγίοις εἰσκομιζομένης. πανταχόθεν γὰρ τὰς τῆς Ἰταλίας ὁδοὺς παραφράξαντες ἦσαν οἱ Ῥωμαῖοι τειχίωντε ἐγέρσεσι καὶ πυλίδων ἀσκήσεσιν.
8.5.5ἄνδραςτε ὑπατευκότας ἐξέπεμψεν ἡ σύγκλητος σὺν ἐπιλέκτοις καὶ λογάσιν ἀπ’Ἰταλίας πάσης ἀνδράσιν, ἵν’αἰγιαλοίτε πάντες καὶ λιμένες φρουρῶνται καὶ μηδενὶ ἔκπλους συγχωρῆται, ὡς ἄπυστα καὶ ἄγνωστα εἶναι Μαξιμίνῳ τὰ ἐν Ῥώμῃ πραττόμενα · αἵτε λεωφόροι ὁδοὶ καὶ ἀτραποὶ πᾶσαι ἐφυλάττοντο ὡς μηδένα διαβαίνειν. συνέβαινε δὲ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν αὐτὸν πολιορκεῖσθαι, ἐπεὶ μήτε τὴν Ἀκυληίαν ἑλεῖν ἐδύνατο, μήτε ἀποστὰς ἐκεῖθεν ἐπὶ τὴν Ῥώμην χωρῆσαι διάτε νεῶν καὶ ὀχημάτων ἀπορίαν · ἅπαντα γὰρ προκατείληπτο καὶ συνεκέκλειστο.
8.5.6φῆμαι δὲ μείζους ἐξ ὑποψίας ἀληθείας διεδίδοντο, ὅτι πᾶς ὁ δῆμος ὁ Ῥωμαίων ἐν ὅπλοις εἴη, Ἰταλίατε πᾶσα συμπεπνεύκοι, πάντατε ἔθνη Ἰλλυρικὰ καὶ βάρβαρα τάτε ὑπ’ἀνατολαῖς καὶ μεσημβρίαις στρατὸν ἀγείροι, μιᾷτε γνώμῃ καὶ ψυχῇ ὁμοίως Μαξιμῖνος μεμίσηται. ὅθεν ἐν ἀπογνώσει ἦσαν καὶ πάντων σπάνει οἱ στρατιῶται, σχεδὸν καὶ ὕδατος αὐτοῦ.
8.5.7ὃ γὰρ ἦν μόνον ἐκ τοῦ παραρρέοντος ποταμοῦ ποτόν, αἵματι καὶ φόνοις μεμιασμένον ἐπίνετο · οἵτε γὰρ Ἀκυλήσιοι τοὺς ἐν τῇ πόλει τελευτῶντας οὐκ ἔχοντες ὅπως θάψωσιν, ἐς τὸν ποταμὸν ἀπερρίπτουν, οἵτε ἐν τῷ στρατῷ φονευόμενοι ἢ διαφθειρόμενοι νόσῳ ἐδίδοντο τῷ ῥεύματι, οὐκ ἐχόντων αὐτῶν τὰ πρὸς ταφὰς ἐπιτήδεια.
8.5.8παντοδαπῆς οὖν ἀπορίας καὶ δυσθυμίας τὸν στρατὸν κατεχούσης, αἰφνιδίως ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶντε πλείστων ἐς τὰς σκηνὰς καὶ τὰ ἐγκεχειρισμένα τῆς φρουρᾶς χωρία ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον ὄρος Ἀλβανόν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο μὲν χρονίου καὶ ἀπεράντου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ μεμισημένου.
8.5.9τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ αὐτοῦ περὶ μέσην ἡμέραν, συναραμένων δὲ αὐτοῖς καὶ τῶν φρουρούντων δορυφόρων τάςτε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ προελθόντα τῆς σκηνῆς, ὡς δὴ ἄρα διαλέξαιτο αὐτοῖς, οὐκ ἀνασχόμενοι ἀναιροῦσι. φονεύουσι δὲ καὶ τὸν ἔπαρχον τοῦ στρατοῦ πάνταςτε τοὺς ἐκείνῳ θυμήρεις φίλους · ῥίψαντέςτε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν καὶ πατεῖν εἴασαν κυσίτε καὶ ὄρνισι βοράν. τοῦ δὲ Μαξιμίνου καὶ τοῦ παιδὸς τὰς κεφαλὰς ἐς τὴν Ῥώμην ἔπεμψαν. τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ
8.6.1ἐχρήσαντο, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες · ὁ δὲ στρατὸς πᾶς ὡς ἐπύθετο τὰ γενόμενα, ἔντε ἀφασίᾳ ἦσαν καὶ οὐ πάνυ τι τῷ πραχθέντι πάντες ἠρέσκοντο, καὶ μάλιστά γε οἱ Παίονες καὶ ὅσοι βάρβαροι Θρᾷκες, οἳ καὶ τὴν ἀρχὴν αὐτῷ ἐγκεχειρίκεσαν. πλὴν τοῦ ἔργου ἅπαξ γεγονότος ἄκοντες μέν, ἔφερον δέ · ἀνάγκητε ἦν συνήδεσθαι τοῖς πραχθεῖσιν ὑποκρινομένοις.
8.6.2καταθέμενοίτε τὰ ὅπλα ἐν εἰρηνικῷ σχήματι προσῄεσαν τοῖς τείχεσι τοῖς Ἀκυλησίων, ἀγγέλλοντες τὸν φόνον τοῦ Μαξιμίνου · τὰς δὲ πύλας ἀνοίγειν ἠξίουν, δέχεσθαίτε φίλους τοὺς χθὲς ἐχθρούς. οἱ δὲ τῶν Ἀκυλησίων στρατηγοὶ τὰς μὲν πύλας ἀνοῖξαι οὐκ ἐπέτρεψαν, προθέντες δὲ τὰς εἰκόνας Μαξίμου καὶ Βαλβίνου Γορδιανοῦτε Καίσαρος στεφάνοις καὶ δάφναις κεκοσμημένας αὐτοίτε εὐφήμουν, καὶ τοὺς στρατιώτας ἠξίουν γνωρίσαι καὶ ἀνειπεῖν εὐφημῆσαίτε τοὺς ὑπὸ Ῥωμαίων καὶ συγκλήτου ἀναδειχθέντας αὐτοκράτορας.
8.6.3Γορδιανοὺς δὲ ἔλεγον ἐκείνους ἐς οὐρανὸν καὶ θεὸν ἀνακεχωρηκέναι. προύθεσάντε ὑπὲρ τῶν τειχῶν ἀγοράν, ὤνιον παρέχοντες τροφῶντε παντοδαπῶν καὶ ποτῶν ἀφθονίαν, ἐσθῆτόςτε καὶ ὑποδημάτων, καὶ ὅσα ἐδύνατο παρέχειν ἐς χρῆσιν ἀνθρώποις πόλις εὐδαιμονοῦσα καὶ ἀκμάζουσα.
8.6.4ὅθεν καὶ μᾶλλον ἐξεπλάγη ὁ στρατός, συνεὶς ὅτι τοῖς μὲν πάντα αὐτάρκη ἦν, εἰ καὶ ἐπὶ πλέον πολιορκοῖντο, αὐτοὶ δὲ ἐν σπάνει πάντων τῶν ἐπιτηδείων θᾶττον ἂν διεφθάρησαν ἢ εἷλον πάντα ἔχουσαν πόλιν. ὁ δὲ στρατὸς ἔμενε παρὰ τοῖς τείχεσιν, ἔχων τὰ χρειώδη, ἅπερ ἀπὸ τῶν τειχῶν ἐλάμβανον, ὅσα ἕκαστος ἐβούλετο · διελέγοντότε ἀλλήλοις. καὶ ἦν εἰρήνης μὲν καὶ φιλίας διάθεσις, σχῆμα δὲ ἔτι πολιορκίας, τῶν τειχῶν κεκλεισμένων καὶ τοῦ στρατοῦ περὶ αὐτὰ διαιτωμένου.
8.6.5τὰ μὲν οὖν κατὰ τὴν Ἀκυληίαν ἐν τούτοις ἦν · οἱ δ’ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες ἀπὸ τῆς Ἀκυληίας ὡδοιπόρησάντε μετὰ πάσης ἐπείξεως, καὶ ἐπιφοιτῶσιν αὐτοῖς τὰς λοιπὰς πόλεις αἱ πύλαι ἀνοίγνυντο, καὶ δαφνηφοροῦντες αὐτοὺς οἱ δῆμοι ὑπεδέχοντο. ὡς δὲ διέπλευσαν τάςτε λίμνας καὶ τὰ τενάγη μεταξὺ Ἀλτίνου καὶ Ῥαβέννης, περιέτυχον Μαξίμῳ αὐτοκράτορι διατρίβοντι ἐν Ῥαβέννῃ, ἔνθα τούςτε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ τῆς Ἰταλίας λογάδας ἤθροιζεν.
8.6.6ἀφῖκτο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ ὀλίγη συμμαχία, πεμφθεῖσα ὑπ’αὐτῶν κατ’εὔνοιαν ἣν εἶχον πρὸς αὐτὸν ἄνωθεν, ἐξ οὗπερ ἦν αὐτῶν ἐπιμελῶς ἄρξας. παρασκευάζοντι οὖν αὐτῷ τὴν δύναμιν ὡς πολεμήσουσαν τῷ Μαξιμίνου στρατῷ προσίασιν οἱ ἱππεῖς τὴν κεφαλὴν τοῦτε Μαξιμίνου καὶ τοῦ παιδὸς φέροντες, νίκηντε καὶ εὐπραγίαν ἀγγέλλοντες, ὅτιτε ἄρα ὁ στρατὸς τὰ Ῥωμαίων φρονεῖ, καὶ σέβει αὐτοκράτορας οὓς ἡ σύγκλητος ἐποίησε.
8.6.7τούτων δὲ παρ’ἐλπίδα ἀγγελθέντων θυσίαιτε βωμοῖς εὐθὺς προσήγοντο, καὶ νίκην ἐπαιώνιζον πάντες ἣν ἀκονιτὶ ἐνίκησαν · ὁ δὲ Μάξιμος καλλιερήσας ἐκπέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην ἀγγελοῦντάςτε τὰ πραχθέντα τῷ δήμῳ καὶ τὴν κεφαλὴν κομίσοντας. ἐπεὶ δὲ ἀφίκοντο εἰσέπεσόντε ἐς τὴν πόλιν δεικνύντες τὴν κεφαλὴν τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη, οὐ δ’εἰπεῖν ἔστι λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν.
8.6.8οὔτε γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούςτε καὶ τὰ ἱερὰ ἠπείγετο, οὔτε τις ἔμενεν οἴκοι, ἀλλ’ὥσπερ ἐνθουσιῶντες ἐφέροντο συνηδόμενοίτε ἀλλήλοις καὶ ἐς τὸν ἱππόδρομον συνθέοντες ὥσπερ ἐκκλησιάζοντες χωρίῳ. ὁ δὲ Βαλβῖνος καὶ αὐτὸς ἑκατόμβας ἔθυεν, ἀρχαίτε πᾶσαι καὶ σύγκλητος, ἕκαστόςτε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον ὑπερευφραίνοντο · ἔςτε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες δαφνηφόροι διεπέμποντο.
8.7.1καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην ἑορτῆς εἶχεν οὕτως, ὁ δὲ Μάξιμος ἀπὸ τῆς Ῥαβέννης ἄρας ἐπέστη Ἀκυληίᾳ, διαβὰς τὰ τενάγη, ἅτε ὑπὸ Ἠριδανοῦ ποταμοῦ πληρούμενα καὶ τῶν περικειμένων ἑλῶν ἑπτὰ στόμασιν ἐς θάλατταν ἐκχεῖται · ἔνθεν καὶ τῇ φωνῇ καλοῦσιν οἱ ἐπιχώριοι Ἑπτὰ πελάγη τὴν λίμνην ἐκείνην.
8.7.2εὐθὺς οὖν οἱ Ἀκυλήσιοι τὰς πύλας ἀνοίξαντες ὑπεδέχοντο, αἵτε ἀπὸ Ἰταλίας πόλεις πρεσβείας ἔπεμπον τῶν πρωτευόντων παρ’αὐτοῖς ἀνδρῶν, οἳ λευχειμονοῦντες καὶ δαφνηφόροι θεῶν πατρίων ἕκαστοι προσεκόμιζον ἀγάλματα καὶ εἴ τινες ἦσαν στέφανοι χρυσοῦ ἐξ ἀναθημάτων, εὐφήμουντε καὶ ἐφυλλοβόλουν τὸν Μάξιμον. ὁ δὲ στρατὸς ὁ τὴν Ἀκυληίαν πολιορκήσας προσῄει καὶ αὐτὸς ἐν εἰρηνικῷ σχήματι δαφνηφόρος, οὐκ ἐξ ἀληθοῦς μὲν διαθέσεως πᾶς, προσποιήτῳ δὲ εὐνοίᾳ καὶ τιμῇ διὰ τὴν παροῦσαν ἐξ ἀνάγκης τῆς βασιλείας τύχην.
8.7.3οἱ πλεῖστοι γὰρ αὐτῶν ἠγανάκτουν καὶ λανθανόντως ἤλγουν τὸν μὲν ὑπ’αὐτῶν ἐπιλεχθέντα βασιλέα καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ συγκλήτου ᾑρημένους. ὁ δὲ Μάξιμος ἐν τῇ Ἀκυληίᾳ γενόμενος πρώτης μὲν καὶ δευτέρας ἡμέρας ἱερουργίαις ἐσχόλαζε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν συγκαλέσας ἐς τὸ πεδίον πάντα τὸν στρατόν, βήματόςτε αὐτῷ κατασκευασθέντος, ἔλεξε τοιάδε.
8.7.4“ὅσον μὲν ὑμᾶς ὤνησε μεταγνόνταςτε καὶ τὰ Ῥωμαίων φρονήσαντας, πείρᾳ μεμαθήκατε, ἀντὶ πολέμου μὲν εἰρήνην ἔχοντες πρὸς θεοὺς οὓς ὀμωμόκατε, καὶ νῦν φυλάσσοντες τὸν στρατιωτικὸν ὅρκον, ὅς ἐστι τῆς Ῥωμαίων ἀρχῆς σεμνὸν μυστήριον. χρὴ δὲ ὑμᾶς καὶ τοῦ λοιποῦ διὰ παντὸς τούτων ἀπολαύειν, τὰ πιστὰ τηροῦντας Ῥωμαίοιςτε καὶ συγκλήτῳ καὶ αὐτοκράτορσιν ἡμῖν, οὓς ἐξ εὐγενείας καὶ πολλῶν πράξεων καὶ μακρᾶς διαδοχῆς ὥσπερ κατ’ἀκολουθίαν ἐπὶ τοῦτο ἀναβάντας κρίναντες ὁ δῆμος καὶ ἡ” “σύγκλητος ἐπελέξατο.
8.7.5οὐ γὰρ ἑνὸς ἀνδρὸς ἴδιον κτῆμα ἡ ἀρχή, ἀλλὰ κοινὸν τοῦ Ῥωμαίων δήμου ἄνωθεν, καὶ ἐν ἐκείνῃ τῇ πόλει ἡ τῆς βασιλείας ἵδρυται τύχη · ἡμεῖς δὲ διοικεῖν καὶ διέπειν τὰ τῆς ἀρχῆς σὺν ὑμῖν ἐγκεχειρίσμεθα. ταῦτα δὲ μετ’εὐταξίαςτε καὶ κόσμου τοῦ πρέποντος, αἰδοῦςτε καὶ τιμῆς πρὸς τοὺς ἄρχοντας, ὑμῖν μὲν εὐδαίμονα καὶ πάντων ἀνενδεῆ παρέξει βίον, τοῖς δ’ἄλλοις πᾶσιν ἀνθρώποις κατάτε ἔθνη καὶ κατὰ πόλεις εἰρήνην καὶ πρὸς τοὺς ἡγουμένους πειθώ. βιώσεσθέτε καὶ κατὰ γνώμην ἐν τοῖς” “οἰκείοις, οὐκ ἐν ἀλλοδαπῇ κακοπαθοῦντες.
8.7.6ὑπὲρ δὲ τοῦ καὶ τὰ βάρβαρα ἡσυχάζειν ἔθνη, διὰ φροντίδος ἡμεῖς ἕξομεν. δύο μὲν γὰρ ὄντων βασιλέων εὐμαρέστερον καὶ τὰ ἐν τῇ Ῥώμῃ διοικήσεται καὶ εἴ τι ἐπὶ τῆς ἀλλοδαπῆς ἐπείγοι, πρὸς τὴν χρείαν ἀεί του πρὸς τὰ καλοῦντα ῥᾳδίως παρόντος. μη δέ τις ὑμῶν οἰέσθω τῶν πεπραγμένων εἶναί τινα μνήμην, εἴτε ὑφ’ἡμῶν (ἐκελεύεσθε γάρ) εἴτε ὑπὸ Ῥωμαίων ἢ τῶν ἄλλων ἐθνῶν, οἳ ἀδικούμενοι ἀπέστησαν · ἀλλὰ γὰρ ἔστω πάντων ἀμνηστία, καὶ σπονδαὶ φιλίας βεβαίου, εὐνοίαςτε καὶ εὐκοσμίας πίστις αἰώνιος”.
8.7.7τοιαῦτά τινα εἰπὼν ὁ Μάξιμος, νομάςτε χρημάτων μεγαλοφρόνως αὐτοῖς ἐπαγγείλας, ὀλίγων ἡμερῶν διατρίψας ἐν τῇ Ἀκυληίᾳ τὴν ἐς Ῥώμην ἐπάνοδον συγκροτεῖ. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν ἔςτε τὰ ἔθνη καὶ τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν ἐς τὴν Ῥώμην σύντε τοῖς δορυφόροις, οἳ τὴν βασίλειον φρουροῦσιν αὐλήν, σύντε τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις.
8.7.8ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι · ἐθάρσει γὰρ αὐτῶν τῇ εὐνοίᾳ ἅτε καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. εἰσιόντι δὲ αὐτῷ ἐς τὴν Ῥώμην ὅτε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥτε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντας ὑπεδέχοντο.
8.8.1ἦρχον δὲ τοῦ λοιποῦ τῆς πόλεως μετὰ πάσης εὐκοσμίαςτε καὶ εὐταξίας, ἰδίᾳτε καὶ δημοσίᾳ πανταχοῦ εὐφημούμενοι · ἔχαιρέτε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας αὐτοκράτορσιν. οἱ μέντοι στρατιῶται διοίδαινον τὰς ψυχάς, καὶ οὔτε ταῖς εὐφημίαις τοῦ δήμου ἠρέσκοντο, ἐβαροῦντότε αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν ὅτι ἄρα ἔχοιεν ἐκ συγκλήτου βασιλέας.
8.8.2ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες τῷ Μαξίμῳ ἔντε τῇ Ῥώμῃ διατρίβοντες · ἀντιπάλους γὰρ ἕξειν ἤλπιζον, εἴ τι τολμῷεν, καὶ ἐφεδρεύειν αὑτοῖς ὑπώπτευον, εἴ τινι δόλῳ ἀποζωσθεῖεν, ἐκεῖνοι δὲ ἅτε παρόντες ῥᾳδίως ὑποκατασταῖεν · τότε Σεβήρου ὑπόδειγμα, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέζωσεν, εἰσῄει αὐτούς.
8.8.3ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπετωλίων, πάντωντε περὶ τὴν πανήγυριν καὶ τὰς θέας ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες, ὁρμῇ δὲ ἀλόγῳ χρησάμενοι, ἀνῆλθον ὁμοθυμαδὸν ἐς τὰ βασίλεια, τοῖςτε πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον.
8.8.4συνέβαινε δὲ κα- κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, ἀλλ’οἵα περ μοναρχίας ἐπιθυμία καὶ τὸ ἀκοινώνητον ἐν ταῖς ἐξουσίαις, ἕκαστος πρὸς αὑτὸν τὴν δύναμιν ἀνθεῖλκεν, ὁ μὲν Βαλβῖνος κατ’εὐγένειαν καὶ διπλῆν προάγουσαν ὑπατείαν πρωτεύειν ἀξιῶν, ὁ δὲ Μάξιμος διάτε τὸ ἔπαρχος τῆς πόλεως γεγονέναι καὶ ἔχειν ὑπολήψεις ἐμπειρίας πραγμάτων · ἑκατέρωθέντε εὐγενεῖς καὶ εὐπατρίδαι καὶ γένους πλῆθος αὔταρκες ἐς ἐπιθυμίαν μοναρχίας ἔπειθεν.
8.8.5ὅπερ αὐτοῖς καὶ μάλιστα γέγονεν ἀπωλείας αἴτιον. ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι ἐπ’ὀλέθρῳ αὐτῶν τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους, ὄντας ἐν Ῥώμῃ, αὐτάρκεις ἐσομένους ἀντιστῆναι τοῖς ἐπιβουλεύουσιν. ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι καθ’αὑτοῦ καὶ σόφισμα (ᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας) ἐκώλυε, φάσκων οὐκ ἐς κωλύμην οὐ δ’ἐς ἀντίστασιν αὐτοὺς τῶν πραιτωριανῶν ἀφίξεσθαι, ἀλλ’ἐς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν μοναρχίαν.
8.8.6ἐν ᾧ δὲ περὶ τούτων διαφέρονται, εἰσδραμόντες οἱ στρατιῶται ὁμοθυμαδὸν ἅπαντες, ἐκστάντων αὐτοῖς τῶν περὶ τὰς αὐλείους εἰσόδους φυλαττόντων, ἁρπάζουσι τοὺς πρεσβύτας, περιρρήξαντες δὲ ἃς εἶχον περὶ τοῖς σώμασιν ἐσθῆτας λιτὰς ἅτ’οἴκοι διατρίβοντες, γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξέλκουσι μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως · παίοντέςτε καὶ ἀποσκώπτοντες τοὺς ἀπὸ συγκλήτου βασιλέας, γενείωντε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις ταῖς τοῦ σώματος λώβαις ἐμπαροινοῦντες, διὰ μέσης τῆς πόλεως ἐπὶ τὸ στρατόπεδον ἀπῆγον, οὐ θελήσαντες οὐ δ’ἐν τοῖς βασιλείοις ἀποκτεῖναι ἀλλὰ ζῶσιν ἐνυβρίσαι, ἵν’ἐπὶ πλέον ὧν πάσχουσιν αἴσθοιντο.
8.8.7ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοί, λαβόντες ὅπλα, ἠπείγοντο ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους φονεύουσιν ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας. καὶ καταλιπόντες τὰ σώματα ἐρριμμένα ἐπὶ τῆς λεωφόρου, ἀράμενοι δὲ τὸν Γορδιανὸν Καίσαρα ὄντα, αὐτοκράτοράτε ἀναγορεύσαντες, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον, βοῶντέςτε πρὸς τὸν δῆμον ὅτι ἄρα εἴησαν ἀπεκτονότες οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόντε ἐπελέξαντο ἐκείνουτε ἀπόγονον καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο, ἔχοντες αὐτὸν ἀπελθόντες ἐς τὸ στρατόπεδον, συγκλείσαντες τὰς πύλας ἡσύχαζον. οἱ δὲ Γερμανοὶ μαθόντες ἀνῃρημένουςτε καὶ ἐρριμμένους ὧν χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων, ἐπανῆλθον ἐς τὸ ἑαυτῶν καταγώγιον.
8.8.8τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο ἀναξίῳτε ἅμα καὶ ἀνοσίῳ σεμνοὶ καὶ λόγου ἄξιοι πρεσβῦται, εὐγενεῖςτε καὶ κατ’ἀξίαν ἐπὶ τὴν ἀρχὴν ἐληλυθότες · ὁ δὲ Γορδιανὸς περὶ ἔτη που γεγονὼς τρισκαίδεκα αὐτοκράτωρτε ἀνεδείχθη καὶ τὴν Ῥωμαίων ἀρχὴν ἀνεδέξατο.