Herodian

History of the Empire from the Death of Marcus, 6

6.1

6.1.1ὁποίῳ μὲν δὴ τέλει νέος Ἀντωνῖνος ἐχρήσατο, ἐν τοῖς προειρημένοις δεδήλωται · παραλαβόντος δὲ τὴν ἀρχὴν Ἀλεξάνδρου τὸ μὲν σχῆμα καὶ τὸ ὄνομα τῆς βασιλείας ἐκείνῳ περιέκειτο, μέντοι διοίκησις τῶν πραγμάτων καὶ τῆς ἀρχῆς οἰκονομία ὑπὸ ταῖς γυναιξὶ διῳκεῖτο, ἐπίτε τὸ σωφρονέστερον καὶ σεμνότερον πάντα μετάγειν ἐπειρῶντο.

6.1.2καὶ πρῶτον μὲν τῆς συγκλήτου βουλῆς τοὺς δοκοῦντας καὶ ἡλικίᾳ σεμνοτάτους καὶ βίῳ σωφρονεστάτους ἑκκαίδεκα ἐπελέξαντο συνέδρους εἶναι καὶ συμβούλους τοῦ βασιλέως · οὐ δέ τι ἐλέγετο ἐπράττετο, εἰ μὴ κἀκεῖνοι αὐτὸ ἐπικρίναντες σύμψηφοι ἐγένοντο. ἤρεσκέτε τῷ δήμῳ καὶ τοῖς στρατοπέδοις, ἀλλὰ καὶ τῇ συγκλήτῳ βουλῇ, τὸ σχῆμα τῆς βασιλείας ἐκ τυραννίδος ἐφυβρίστου ἐς ἀριστοκρατίας τύπον μεταχθέν.

6.1.3πρῶτον μὲν οὖν τὰ ἀγάλματα τῶν θεῶν, ἅπερ ἔτυχεν ἐκεῖνος κινήσας καὶ μεταγαγών, ἔπεμψαν ἐς τοὺς ἀρχαίους καὶ ἰδίους ναούςτε καὶ σηκούς · τούςτε ὑπ’ἐκείνου ἀλόγως, ἐφ’οἷς εὐδοκιμήκεσαν ἁμαρτήμασιν, ἐς τιμὰς καὶ ἐξουσίας προαχθέντας τῶν δοθέντων ἀφείλοντο, ἑκάστους κελεύσαντες ἐς τὴν προτέραν αὑτῶν ἐπανιέναι τῆς ἀξίας αἵρεσιν.

6.1.4τάςτε πράξεις ἁπάσας καὶ τὰς διοικήσεις, τὰς μὲν πολιτικὰς καὶ ἀγοραίους ἐνεχείρισαν τοῖς ἐπὶ λόγοις εὐδοκιμωτάτοις καὶ νόμων ἐμπείροις, τὰς δὲ στρατιωτικὰς τοῖς ἐξετασθεῖσίτε καὶ εὐδοκιμήσασιν ἐν εὐτάκτοιςτε καὶ πολεμικαῖς πράξεσιν. ἐπὶ πολὺ δ’οὕτω τῆς ἀρχῆς διοικουμένης, μὲν Μαῖσα πρεσβῦτις ἤδη οὖσα ἀνεπαύσατο τοῦ βίου, ἔτυχέτε βασιλικῶν τιμῶν, καὶ ὡς νομίζουσι Ῥωμαῖοι, ἐξεθειάσθη ·

6.1.5 δὲ Μαμμαία μόνη τῷ παιδὶ καταλειφθεῖσα ὁμοίως αὐτοῦ ἄρχειντε καὶ κρατεῖν ἐπειρᾶτο. ἤδητε ὁρῶσα ἐν ἀρχῇ τὸν υἱὸν νεανίαν γενόμενον, καὶ δεδοικυῖα μὴ ἄρα ἡλικία ἀκμάζουσα ὑπηρετούσης ἀδείαςτε καὶ ἐξουσίας ἔς τι τῶν γενικῶν ἁμαρτημάτων ἐξοκείλῃ, πανταχόθεν ἐφρούρει τὴν αὐλήν, οὐ δέ τινα εἴα προσιέναι τῷ μειρακίῳ τῶν ἐπὶ φαύλῳ βίῳ διαβεβλημένων, μή πως τὸ ἦθος διαφθαρείη, προκαλεσαμένων αὐτοῦ τῶν κολάκων τὰς ὀρέξεις ἀκμαζούσας ἐς αἰσχρὰς ἐπιθυμίας.

6.1.6δικάζειν οὖν αὐτὸν ἔπειθε συνεχέστατα καὶ ἐπὶ πλεῖστον τῆς ἡμέρας, ὡς ἂν ἀσχολούμενος περὶ τὰ κρείττονα καὶ τῇ βασιλείᾳ ἀναγκαῖα μὴ ἔχοι καιρὸν ἐς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. ὑπῆρχε δέ τι καὶ φυσικὸν ἦθος πρᾶον καὶ ἥμερον τῷ Ἀλεξάνδρῳ ἔςτε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές, ὡς ἐδήλωσε καὶ τῆς ἡλικίας προχωρούσης.

6.1.7ἐς τεσσαρεσκαιδέκατον γοῦν ἐλάσας τῆς βασιλείας ἔτος ἀναιμωτὶ ἦρξεν, οὐ δέ τις εἰπεῖν ἔχει ὑπ’ἐκείνου φονευθέντα. καίτοι τινῶν μεγίσταις αἰτίαις · ὑποπεσόντων, ὅμως ἐφείσατο ὡς μὴ φονεῦσαι, οὐ ῥᾳδίως τοῦτο ἄλλου βασιλέως τῶν καθ’ἡμᾶς ποιήσαντος παραφυλάξαντος μετὰ τὴν Μάρκου ἀρχήν. ὑπ’Ἀλεξάνδρου δ’οὐκ ἄν τις εἰπεῖν ἔχοι μνημονεῦσαι ἐν ἔτεσι τοσούτοις ἀκρίτως φονευθέντα.

6.1.8ᾐτιᾶτο δὲ καὶ τὴν μητέρα καὶ πάνυ ἤσχαλλεν ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον καὶ περὶ τοῦτο ὑπερφυῶς ἐσπουδακυῖαν. προσποιουμένη γὰρ ἀθροίζειν αὐτὰ ἵνα ἔχοι τοῖς στρατιώταις ἀφθόνως καὶ ῥᾳδίως Ἀλέξανδρος χαρίζεσθαι, ἰδίᾳ ἐθησαύριζε · καὶ διέβαλλεν ἔσθ’ὅπῃ τοῦτο τὴν ἀρχήν, αὐτοῦ ἄκοντόςτε καὶ ἀσχάλλοντος οὐσίας τινῶν καὶ κληρονομίας ἐξ ἐπηρείας ὑφαρπασάσης ἐκείνης.

6.1.9ἠγάγετο δ’αὐτῷ καὶ γυναῖκα τῶν εὐπατριδῶν, ἣν συνοικοῦσαν καὶ ἀγαπωμένην μετὰ ταῦτα τῶν βασιλείων ἐδίωξεν · ἐνυβρίζουσάτε καὶ βασίλισσα εἶναι θέλουσα μόνη, φθονοῦσάτε τῆς προσηγορίας ἐκείνῃ, ἐς τοσοῦτον προεχώρησεν ὕβρεως ὡς τὸν πατέρα τῆς κόρης, καίτοι ὑπ’Ἀλεξάνδρου γαμβροῦ ὄντος πάνυ τιμώμενον, μὴ φέροντα τὴν Μαμμαίαν ἐνυβρίζουσαν αὑτῷτε καὶ τῇ θυγατρὶ αὑτοῦ, φυγεῖν ἐς τὸ στρατόπεδον, τῷ μὲν Ἀλεξάνδρῳ χάριν εἰδότα ἐφ’οἷς ἐτιμᾶτο, τὴν δὲ Μαμμαίαν αἰτιώμενον ἐφ’οἷς ὑβρίζετο.

6.1.10ἐκείνη δὲ ἀγανακτήσασα αὐτόντε ἀναιρεθῆναι ἐκέλευσε, καὶ τὴν κόρην ἐκβληθεῖσαν τῶν βασιλείων ἐς Λιβύην ἐφυγάδευσε. ταῦτα δὲ ἐπράττετο ἄκοντόςτε καὶ ἀναγκαζομένου τοῦ Ἀλεξάνδρου · ἦρχε γὰρ αὐτοῦ καὶ ὑπερβαλλόντως μήτηρ, καὶ πᾶν τὸ κελευόμενον ἐκεῖνος ἐποίει. τοῦτο δ’ἄν τις μόνον ἔσχεν ἐγκαλέσαι αὐτῷ, ὅτι δὴ ὑπὸ περιττῆς πραότητος καὶ αἰδοῦς πλείονος ἐχρῆν τῇ μητρί, ἐν οἷς ἀπηρέσκετο, ὅμως ἐπείθετο.

6.2

6.2.1ἐτῶν μὲν οὖν τρισκαίδεκα οὕτως, ὅσον ἐπ’αὐτῷ, τὴν βασιλείαν ἀμέμπτως διῴκησε · τῷ δὲ τεσσαρεσκαιδεκάτῳ ἔτει αἰφνιδίως ἐκομίσθη γράμματα τῶν κατὰ Συρίαντε καὶ Μεσοποταμίαν ἡγεμόνων, δηλοῦντα ὅτι Ἀρταξέρξης Περσῶν βασιλεὺς μετὰ τὸ Παρθυαίους καθελεῖν καὶ τῆς κατὰ τὴν ἀνατολὴν ἀρχῆς παραλῦσαι, Ἀρτάβανόντε τὸν πρότερον καλούμενον μέγαν βασιλέα καὶ δυσὶ διαδήμασι χρώμενον ἀποκτεῖναι, πάντατε τὰ περίοικα βάρβαρα χειρώσασθαι καὶ ἐς φόρου συντέλειαν ὑπαγαγέσθαι, οὐχ ἡσυχάζει οὐ δ’ἐντὸς Τίγριδος ποταμοῦ μένει, ἀλλὰ τὰς ὄχθας ὑπερβαίνων καὶ τοὺς τῆς Ῥωμαίων ἀρχῆς ὅρους Μεσοποταμίαντε κατατρέχει καὶ Σύροις ἀπειλεῖ, πᾶσάντε τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ καὶ διαιρουμένην Αἰγαίῳτε καὶ τῷ πορθμῷ τῆς Προποντίδος, Ἀσίαντε πᾶσαν καλουμένην προγονικὸν κτῆμα ἡγούμενος τῇ Περσῶν ἀρχῇ ἀνακτήσασθαι βούλεται, φάσκων ἀπὸ Κύρου τοῦ πρώτου τὴν ἀρχὴν ἐκ Μήδων ἐς Πέρσας μεταστήσαντος μέχρι Δαρείου τοῦ τελευταίου Περσῶν βασιλέως, οὗ τὴν ἀρχὴν Ἀλέξανδρος Μακεδὼν καθεῖλε, πάντα μέχρις Ἰωνίας καὶ Καρίας ὑπὸ σατράπαις Περσικοῖς διῳκῆσθαι ·

6.2.2προσήκειν οὖν αὐτῷ Πέρσαις ἀνανεώσασθαι πᾶσαν ὁλόκληρον, ἣν πρότερον ἔσχον, ἀρχήν.

6.2.3τοιαῦτα τοίνυν δηλωσάντων καὶ ἐπιστειλάντων τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἡγεμόνων, πρὸς τὴν αἰφνίδιον καὶ παρ’ἐλπίδα κομισθεῖσαν ἀγγελίαν οὐ μετρίως Ἀλέξανδρος ἐταράχθη, καὶ μάλιστα εἰρήνῃ ἐκ παίδων ἐντραφεὶς καὶ τῇ κατὰ τὴν πόλιν ἀεὶ σχολάσας τρυφῇ. τὰ μὲν οὖν πρῶτα ἔδοξεν αὐτῷ κοινωσαμένῳ τοῖς φίλοις πρεσβείαν πέμψαι καὶ διὰ γραμμάτων κωλῦσαι τὴν ὁρμὴν καὶ ἐλπίδα τοῦ βαρβάρου.

6.2.4ἔλεγε δὲ τὰ γράμματα δεῖν μένειντε αὐτὸν ἐν τοῖς τῶν ἰδίων ὅροις καὶ μὴ καινοτομεῖν μη δὲ ματαίαις αἰωρούμενον ἐλπίσι μέγαν ἐγείρειν πόλεμον, ἀγαπητῶντε ἔχειν ἕκαστον τὰ αὑτοῦ · μη δὲ γὰρ ὁμοίαν ἔσεσθαι μάχην αὐτῷ πρὸς Ῥωμαίους οἵαν σχεῖν πρὸς τοὺς γειτνιῶντας καὶ ὁμοφύλους βαρβάρους. ὑπεμίμνησκε δὲ τὰ γράμματα τῶντε τοῦ Σεβαστοῦ καὶ τῶν Τραϊανοῦ Λουκίουτε καὶ Σεβήρου κατ’αὐτῶν τροπαίων. τοιαῦτα μὲν δή τινα Ἀλέξανδρος ἐπιστείλας ᾤετο πείσειν φοβήσειν ἐς τὸ ἡσυχάζειν τὸν βάρβαρον ·

6.2.5 δ’οὐδέν τι φροντίζων τῶν ἐπεσταλμένων, ὅπλοις ἀλλ’οὐ λόγοις οἰόμενος δεῖν τὰ πράγματα διοικεῖσθαι, ἐνέκειτο ἄγων καὶ φέρων τὰ Ῥωμαίων ἅπαντα, κατατρέχωντε καὶ καθιππεύων Μεσοποταμίαν λείαςτε ἀπήλαυνε, καὶ τὰ ἐπικείμενα στρατόπεδα ταῖς ὄχθαις τῶν ποταμῶν προασπίζοντάτε τῆς Ῥωμαίων ἀρχῆς ἐπολιόρκει. φύσει δ’ὢν ἀλαζών, καὶ ταῖς παρ’ἐλπίδας εὐπραγίαις ἐπαιρόμενος, πάντα ῥᾳδίως χειρώσασθαι προσεδόκα.

6.2.6ἦν δὲ αὐτὸν τὰ ἀναπείθοντα οὐ μικρὰ ἐς ἐπιθυμίαν ἀρχῆς μείζονος. πρῶτος γὰρ Περσῶν ἐτόλμησε τῇ Παρθυαίων ἀρχῇ ἐπιθέσθαι Πέρσαιςτε τὴν βασιλείαν ἀνανεώσασθαι. μετὰ γὰρ Δαρεῖον τὸν ὑπ’Ἀλεξάνδρου τοῦ Μακεδόνος τῆς ἀρχῆς παραλυθέντα, παμπλείστοις ἐν ἔτεσι Μακεδόνες μὲν καὶ οἱ Ἀλεξάνδρου διάδοχοι τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἐθνῶν καὶ κατ’Ἀσίαν ἅπασαν, νειμάμενοι κατὰ χώρας, ἐβασίλευσαν.

6.2.7ἐκείνων δὲ πρὸς ἀλλήλους διαφερομένων, πολέμοιςτε συνεχέσι τῆς Μακεδόνων δυνάμεως ἐξασθενούσης, πρῶτος Ἀρσάκης λέγεται, τὸ γένος Παρθυαῖος, ἀναπεῖσαι τοὺς ἐπέκεινα βαρβάρους ἀποστῆναι Μακεδόνων · περιθέμενόςτε τὸ διάδημα ἑκόντων Παρθυαίων καὶ τῶν προσχώρων βαρβάρων αὐτόςτε ἐβασίλευσε, καὶ τοῖς ἐξ ἐκείνου τοῦ γένους ἐπὶ πλεῖστον παρέμενεν ἀρχή, μέχρις Ἀρταβάνου τοῦ καθ’ἡμᾶς γενομένου, ὃν Ἀρταξέρξης ἀποκτείνας Πέρσαις τὴν ἀρχὴν ἀνεκτήσατο, τάτε γειτνιῶντα ἔθνη βάρβαρα χειρωσάμενος ῥᾳδίως ἤδη καὶ τῇ Ῥωμαίων ἀρχῇ ἐπεβούλευσεν.

6.3

6.3.1ὡς δὲ τῷ Ἀλεξάνδρῳ ἐδηλώθη διατρίβοντι ἐν τῇ Ῥώμῃ τὰ κατὰ τὰς ἀνατολὰς ὑπὸ τοῦ βαρβάρου τολμώμενα, οὐκ ἀνασχετὰ ἡγούμενος, καλούντων δὲ αὐτὸν καὶ τῶν ἐκεῖσε ἡγεμόνων, ἀσχάλλων μὲν καὶ παρὰ γνώμην, ὅμως δ’ἔσχε περὶ ἔξοδον. ἔκτε οὖν αὐτῆς Ἰταλίας καὶ τῶν ὑπὸ Ῥωμαίοις πάντων ἐθνῶν λογάδες ἐς τὴν στρατιὰν ἠθροίζοντο, ὅσοι σώματος εὐεξίᾳ καὶ ἡλικίας ἀκμῇ ἐς μάχην ἐπιτήδειοι ἐνομίζοντο.

6.3.2κίνησίςτε μεγίστη πᾶσι τοῖς ὑπὸ Ῥωμαίοις ἐγένετο, δυνάμεως ἰσορρόπου ἀθροιζομένης πρὸς τὸ ἀγγελλόμενον τῶν ἐπιτρεχόντων βαρβάρων πλῆθος. δ’Ἀλέξανδρος ἀθροίσας τοὺς ἐν Ῥώμῃ στρατιώτας, ἐξελθεῖντε πάντας κελεύσας ἐς τὸ σύνηθες πεδίον, ἐπὶ βήματος ἀνελθὼν ἔλεξε τοιάδε.

6.3.3ἐβουλόμην μέν, ἄνδρες συστρατιῶται, τοὺς συνήθεις πρὸς ὑμᾶς ποιεῖσθαι λόγους, δι’ὧν αὐτόςτε ἐκοσμούμην δημηγορῶν ὑμᾶςτε ἀκούοντας εὔφραινον · εἰρήνης γὰρ πολυετοῦς ἀπολαύσαντες εἴ τι καινὸν νῦν ἀκούοιτε, ἴσως ἂν ὡς παρ’ἐλπίδα λεχθέντι ἐκπλαγείητε.

6.3.4χρὴ δ’ἄνδρας γενναίουςτε καὶ σώφρονας εὔχεσθαι μὲν ὑπάρχειν τὰ βέλτιστα, φέρειν δὲ τὰ προσπίπτοντα · τῶν μὲν γὰρ δι’ἡδονῆς πραττομένων ἀπόλαυσις γλυκεῖα, τῶν δ’ἐξ ἀνάγκης κατορθουμένων ἔνδοξος ἀνδρεία. καὶ τὸ μὲν ἄρχειν ἀδίκων ἔργων οὐκ εὐγνώμονα ἔχει τὴν πρόκλησιν, τὸ δὲ τοὺς ἐνοχλοῦντας ἀποσείεσθαι ἔκτε τῆς ἀγαθῆς συνειδήσεως ἔχει τὸ θαρραλέον, καὶ ἐκ τοῦ μὴ ἀδικεῖν ἀλλ’ἀμύνεσθαι ὑπάρχει τὸ εὔελπι.

6.3.5Ἀρταξέρξης ἀνὴρ Πέρσης, τὸν ἑαυτοῦ δεσπότην Ἀρτάβανον ἀποκτείνας τήντε ἀρχὴν ἐς Πέρσας μεταστήσας, ἀλλὰ καὶ τῶν ἡμετέρων ὅπλων καταθαρρήσας καὶ τῆς Ῥωμαίων δόξης καταφρονήσας, πειρᾶται κατατρέχειν καὶ λυμαίνεσθαι τὰ τῆς ἡμετέρας ἀρχῆς κτήματα. τοῦτον ἐπειράθην τὸ μὲν πρῶτον γράμμασι καὶ πειθοῖ παῦσαι τῆς ἀπλήστου μανίας καὶ τῆς ἀλλοτρίων ἐπιθυμίας · δὲ βαρβάρῳ φερόμενος ἀλαζονείᾳ οὔτε μένειν οἴκοι βούλεται, προκαλεῖταίτε ἡμᾶς ἐς μάχην.

6.3.6μὴ δὴ μέλλωμεν μη δὲ ὀκνῶμεν, ἀλλ’οἱ μὲν πρεσβύτεροι ὑμῶν ὑπομνήσατε ἑαυτοὺς τροπαίων μετὰ Σεβήρου καὶ Ἀντωνίνου τοῦ πατρὸς ἠγείρατε πολλάκις κατὰ βαρβάρων, οἱ δ’ἐν ἀκμῇ ὄντες δόξης καὶ κλέους ἐπιθυμήσαντες δείξατε ὅτι ἄρα καὶ εἰρήνην ἄγειν πράως καὶ μετ’αἰδοῦς ἐπίστασθε καὶ τὰ πολεμικὰ τῆς χρείας ἀπαιτούσης γενναίως κατορθοῦτε.

6.3.7τὸ δὲ βάρβαρον πρὸς μὲν τὰ ὑπείκοντα καὶ ὀκνοῦντα θρασύνεται, τῷ δ’ἀντιπίπτοντι οὐκέθ’ὁμοίως ἀντέχει, ἐπεὶ μὴ ἐκ συστάσεως αὐτοῖς μάχη κατὰ τῶν ἀντιπάλων ὑπισχνεῖται τὸ εὔελπι, ἀλλ’ἐξ ἐπιδρομῆς φυγῆς κερδαίνειν νομίζουσιν ὅπερ ἂν σχῶσι δι’ἁρπαγῆς. ἡμῖν δὲ καὶ τὸ εὔτακτον ἅμα τῷ κοσμίῳ ὑπάρχει, καὶ νικᾶν αὐτοὺς ἀεὶ δεδιδάγμεθα.

6.4

6.4.1τοιαῦτά τινα εἰπόντα τὸν Ἀλέξανδρον πᾶς στρατὸς ἀνευφήμησε, προθυμίαντε πᾶσαν ἐς τὸ πολεμεῖν ὑπισχνεῖτο. δ’ἐπιδοὺς αὐτοῖς χρήματα μεγαλοφρόνως, εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἔξοδον ἐκέλευσε. κατελθώντε ἐς τὴν σύγκλητον βουλήν, καὶ τοῖς προειρημένοις ὅμοια διαλεχθείς, ἐπήγγειλε τὴν ἔξοδον.

6.4.2καταλαβούσης δὲ τῆς ὡρισμένης ἡμέρας θύσαςτε τὰς ἐπὶ ταῖς ἐξόδοις νενομισμένας ἱερουργίας, παραπεμφθείςτε ὑπὸ τῆς συγκλήτου καὶ παντὸς τοῦ δήμου, τῆς Ῥώμης ἀπῆρεν, ἐπιστρεφόμενος ἀεὶ πρὸς τὴν πόλιν καὶ δακρύων. ἀλλ’οὐ δὲ τῶν δημοτῶν ἦν τις ὃς ἀδακρυτὶ παρέπεμπεν αὐτόν · πόθον γὰρ ἑαυτοῦ τῷ πλήθει ἐμπεποιήκει ἀνατραφείςτε ὑπ’αὐτοῖς καὶ μετρίως ἄρξας τοσούτων ἐτῶν.

6.4.3μετὰ πολλῆς δὲ σπουδῆς ποιησάμενος τὴν πορείαν, τάτε Ἰλλυρικὰ ἔθνη καὶ στρατόπεδα ἐπελθών, πλείστηντε δύναμιν κἀκεῖθεν ἀθροίσας, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ δὲ γενόμενος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυε, γυμνάζωντε τοὺς στρατιώτας καὶ τὰ πολεμικὰ ἀσκῶν.

6.4.4ἔδοξε δὲ αὐτῷ πρεσβείαν πάλιν πέμψαι πρὸς τὸν Πέρσην καὶ περὶ εἰρήνης καὶ φιλίας διαλέγεσθαι · ἤλπιζε γὰρ αὐτὸν πείσειν φοβήσειν αὐτὸς παρών. δὲ βάρβαρος τοὺς μὲν πρέσβεις τῶν Ῥωμαίων ἀπέπεμψεν ἀπράκτους, αὐτὸς δὲ ἐπιλεξάμενος τετρακοσίους Περσῶν τοὺς μεγίστους, ἐσθῆσίτε πολυτελέσι καὶ χρυσῷ κεκοσμημένους ἵππωντε καὶ τόξων παρασκευῇ, πρέσβεις ἔπεμψε δὴ πρὸς τὸν Ἀλέξανδρον, καταπλήξειν οἰηθεὶς τοὺς Ῥωμαίους τῇτε ὄψει καὶ τῷ σχήματι τῶν Περσῶν.

6.4.5ἔλεγε δ’ πρεσβεία ὅτι δὴ κελεύει μέγας βασιλεὺς Ἀρταξέρξης ἀφίστασθαι Ῥωμαίουςτε καὶ τὸν ἄρχοντα αὐτῶν Συρίαςτε ἁπάσης Ἀσίαςτε τῆς Εὐρώπῃ ἀντικειμένης, ἐᾶσαι δὲ ἄρχειν Πέρσας μέχρις Ἰωνίαςτε καὶ Καρίας καὶ ὅσα Αἰγαίῳ καὶ Πόντῳ ἔθνη διαιρεῖται · εἶναι γὰρ αὐτὰ Περσῶν προγονικὰ κτήματα.

6.4.6τοιαῦτά τινα τῶν τετρακοσίων πρέσβεων ἀπαγγειλάντων, κελεύει Ἀλέξανδρος τοὺς τετρακοσίους συλληφθῆναι, καὶ παρελόμενος πάσης τῆς περικειμένης σκευῆς ἐς Φρυγίαν ἐξέπεμψε, δοὺς κώμαςτε οἰκεῖν καὶ χώραν γεωργεῖν, τοσαύτην αὐτοῖς ἐπιθεὶς τιμωρίαν ὡς οἴκαδε μὴ ἐπανελθεῖν · ἀποκτεῖναι γὰρ ἀνόσιον καὶ οὐ πάνυ ἀνδρεῖον ἡγήσατο μήτε μαχομένους καὶ τὰ κελευσθέντα ὑπὸ τοῦ ἑαυτῶν δεσπότου ἀγγείλαντας.

6.4.7τούτων δὴ οὕτω πραττομένων, παρασκευαζομένουτε τοῦ Ἀλεξάνδρου καὶ διαβῆναι τοὺς ποταμοὺς ἔςτε τὴν βάρβαρον γῆν τὸν στρατὸν διαγαγεῖν, ἐγένοντό τινες καὶ ἀποστάσεις στρατιωτῶν, ἀπότε Αἰγύπτου ἐληλυθότων, ἀλλὰ μὴν καὶ τῶν κατὰ Συρίαν, καινοτομῆσαί τινα ἐπιχειρησάντων περὶ τὴν βασιλείαν · οἳ ταχέως φωραθέντες ἐκολάσθησαν. ἀλλὰ καί τινα τῶν στρατοπέδων μετέστησεν Ἀλέξανδρος ἐς ἕτερα χωρία, ἐπιτηδειότερα δοκοῦντα εἶναι πρὸς τὸ κωλύειν τὰς τῶν βαρβάρων ἐπιδρομάς.

6.5

6.5.1τούτων δὴ αὐτῷ διοικηθέντων, τῆςτε στρατιᾶς παμπληθοῦς συνειλεγμένης, ὅτε δὴ ἀντίπαλα καὶ ἰσόρροπα ᾠήθη εἶναι τὰ ἑαυτοῦ στρατεύματα τῷ πλήθει τῶν βαρβάρων, σκεψάμενος σὺν τοῖς φίλοις ἔνειμε τὸ στρατιωτικὸν ἐς τρεῖς μοίρας, καὶ τὴν μὲν μίαν ἐκέλευσε πρὸς τὰ ἀρκτῷα μέρη ἀφορῶσαν, δι’Ἀρμενίας ἐπελθοῦσαν φιλίου Ῥωμαίοις δοκούσης, κατατρέχειν τὴν Μήδων χώραν ·

6.5.2τὴν δὲ ἑτέραν ἔπεμψε πρὸς τὰ ἑῷα μέρη τῆς βαρβάρου γῆς βλέπουσαν, ἔνθα συρρέοντας τὸν Τίγρητα καὶ τὸν Εὐφράτην ἕλη πυκνότατα ὑποδέχεσθαι λέγουσι, καὶ λανθάνειν ποταμῶν ἐκείνων μόνων διὰ τοῦτο τὰς ἐκβολάς · τὴν δὲ τρίτην μοῖραν καὶ γενναιοτάτην τοῦ στρατοῦ αὐτὸς ἔχων ὑπέσχετο ἐπάξειν τοῖς βαρβάροις κατὰ μέσην τὴν πορείαν. οὕτω γὰρ ᾤετο διαφόροις ἐφόδοις ἀφυλάκτωςτε καὶ ἀπροόπτως αὐτοῖς ἐπελεύσεσθαι, καὶ τὸ πλῆθος τῶν Περσῶν ἀεὶ πρὸς τοὺς ἐπιόντας διαιρούμενον ἀσθενέστερόντε ἔσεσθαι καὶ ἀτακτότερον μαχεῖσθαι.

6.5.3οὐ γὰρ δὴ μισθοφόροις χρῶνται στρατιώταις οἱ βάρβαροι ὥσπερ Ῥωμαῖοι, οὐ δὲ στρατόπεδα ἔχουσι συνεστῶτα καὶ μένοντα, πολέμου τέχναις ἐγγεγυμνασμένα · ἀλλὰ πᾶν τὸ πλῆθος τῶν ἀνδρῶν, ἔσθ’ὅπῃ καὶ τῶν γυναικῶν, ἐπὰν κελεύσῃ βασιλεύς, ἀθροίζεται. διαλυθέντος δὲ τοῦ πολέμου ἕκαστος ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται, τοσοῦτον ἀποκερδήσας ὅσα ἂν ἐξ ἁρπαγῆς αὐτῷ περιγένηται.

6.5.4τόξοιςτε καὶ ἵπποις οὐκ ἐς τὸ πολεμεῖν μόνον χρῶνται ὥσπερ Ῥωμαῖοι, ἀλλ’ἐκ παίδων σὺν αὐτοῖς ἀναστρέφονται καὶ θηρῶντες διαιτῶνται, οὔτε τὰς φαρέτρας ποτὲ ἀποτιθέμενοι οὔτε τῶν ἵππων ἀποβαίνοντες, ἀεὶ δὲ αὐτοῖς χρώμενοι κατὰ πολεμίων κατὰ θηρίων. Ἀλέξανδρος μὲν οὖν, ὡς ᾤετο, ἄριστα βεβούλευτο ·

6.5.5ἔσφηλε δὲ αὐτοῦ τὴν γνώμην τύχη. τὸ μὲν γὰρ πεμφθὲν δι’Ἀρμενίας στρατιωτικόν, μόλις καὶ χαλεπῶς ὑπερβαλὸν τὰ τῆς χώρας ὄρη τραχύτατάτε ὄντα καὶ κρημνωδέστατα (πλὴν ἔτι θέρους ὄντος ἀνεκτὴν εἶχε τὴν πορείαν), ἐμβαλὸν ἐς τὴν Μήδων χώραν ἐπόρθειτε αὐτὴν καὶ πολλὰς ἐνέπρησε κώμας λείαντε ἀπήγαγεν. δὲ Πέρσης μαθὼν ἐπήμυνε κατὰ δύναμιν, ἀπείργειν δὲ τοὺς Ῥωμαίους οὐ πάνυ τι ἐδύνατο ·

6.5.6τραχεῖα γὰρ οὖσα χώρα τοῖς μὲν πεζοῖς καὶ τὴν βάσιν εὐπαγῆ καὶ τὴν πορείαν εὐμαρῆ παρεῖχεν, δ’ἵππος τῶν βαρβάρων ὑπὸ τῆς τῶν ὀρῶν τραχύτητος ὁμοῦ καὶ πρὸς δρόμον ἐπείχετο καὶ καθιππεύειν ἐπιέναι ἐκωλύετο. ἧκον δέ τινες ἀγγέλλοντες τῷ Πέρσῃ ὡς ἄρα φαίνοιτο Ῥωμαίων στρατὸς ἕτερος ἐν τοῖς ἑῴοις μέρεσι Παρθυαίων, τάτε πεδία κατατρέχουσι.

6.5.7διόπερ φοβηθεὶς ἐκεῖνος μὴ τὰ ἐν Πάρθοις ῥᾳδίως λυμηνάμενοι ἐς Πέρσας ἐμβάλωσι, καταλιπών τινα δύναμιν, ὅσην αὐτάρκη ᾤετο ῥύεσθαι Μηδίαν, αὐτὸς σὺν παντὶ τῷ στρατῷ ἐς τὰ ἑῷα μέρη ἠπείγετο. δὲ τῶν Ῥωμαίων στρατιὰ τὴν πορείαν ἀμελέστερον ἐποιεῖτο μήτε τινὸς φαινομένου μήτε ἀνθεστῶτος, ἤλπιζέτε τὸν Ἀλέξανδρον σὺν τρίτῃ μοίρᾳ, γενναιοτάτῃ οὔσῃ καὶ μεγίστῃ, ἐς μέσους ἐμβεβληκέναι τοὺς βαρβάρους, κἀκείνους ἀνθελκομένους ἀεὶ πρὸς τὸ ἐνοχλοῦν σχολαιτέραν αὑτοῖς καὶ ἀδεεστέραν παρέξειν τὴν ἔφοδον.

6.5.8προείρητο γὰρ πᾶσι τοῖς στρατοῖς ὑπερτρέχειν, καὶ τόπος ὥριστο ἐς ὃν αὐτοὺς συνελθεῖν ἔδει, πάντα τὰ ἐμπίπτοντα καὶ ἐν μέσῳ χειρουμένους. ἔσφηλε δὲ αὐτοὺς Ἀλέξανδρος μήτε εἰσαγαγὼν τὸν στρατὸν μήτε εἰσελθών, διὰ δέος, ἵνα μὴ δὴ αὐτὸς κινδυνεύοι ψυχῇ καὶ σώματι ὑπὲρ τῆς Ῥωμαίων ἀρχῆς, τῆς μητρὸς ἐπισχούσης γυναικείᾳ δειλίᾳ καὶ ὑπερβαλλούσῃ φιλοτεκνίᾳ.

6.5.9ἤμβλυνε γὰρ αὐτοῦ τὰς πρὸς ἀνδρείαν ὁρμάς, πείθουσα δεῖν ἄλλους ὑπὲρ αὐτοῦ κινδυνεύειν, ἀλλὰ μὴ αὐτὸν παρατάττεσθαι · ὅπερ τὸν εἰσελθόντα Ῥωμαίων στρατὸν ἀπώλεσεν. γὰρ Πέρσης σὺν πάσῃ τῇ δυνάμει ἐπελθὼν οὐ προσδοκῶντος τοῦ στρατοῦ, ἐκπεριελθὼν καὶ ὥσπερ σαγηνεύσας, πανταχόθεντε τοξεύων, διέφθειρε τὴν δύναμιν τῶν Ῥωμαίων, ὀλίγωντε πρὸς πολλοὺς ἀνθίστασθαι μὴ δυναμένων, καὶ ἀεὶ τὰ γυμνὰ ἑαυτῶν, ἐς ἐτοξεύοντο, φραττόντων τοῖς ὅπλοις · ῥύεσθαι γὰρ αὐτοῖς τὰ σώματα, οὐ μάχεσθαι ἀγαπητὸν ἦν ·

6.5.10ἔστε δὴ πάντες ἐς τὸ αὐτὸ συναλισθέντες καὶ τῇ τῶν ἀσπίδων προβολῇ ὥσπερ τειχίσαντες ἀπεμάχοντο ἐν σχήματι πολιορκίας, καὶ πανταχόθεν βαλλόμενοι καὶ τιτρωσκόμενοι, ἀντισχόντες ἐς ὅσον ἐνεδέχετο ἀνδρείως, τὸ τελευταῖον πάντες διεφθάρησαν. μεγίστητε αὕτη συμφορὰ καὶ οὐ ῥᾳδίως μνημονευθεῖσα Ῥωμαίους ἐπέσχε, δυνάμεως μεγίστης διαφθαρείσης, γνώμῃ καὶ ῥώμῃ μηδεμιᾶς τῶν ἀρχαίων ἀποδεούσης · τόντε Πέρσην ἐς ἐλπίδα μειζόνων πραγμάτων ἐτύφωσε τηλικούτων ἔργων εὐπραγία.

6.6

6.6.1ὡς δὲ ταῦτα τῷ Ἀλεξάνδρῳ ἐδηλώθη χαλεπῶς νοσοῦντι εἴτε διὰ δυσθυμίαν εἴτε διὰ τὴν τοῦ ἀέρος ἀήθειαν, αὐτόςτε δυσφόρως ἤνεγκε, καὶ λοιπὸς στρατὸς ἠγανάκτησε πρὸς τὸν Ἀλέξανδρον καὶ ἐχαλέπαινεν, ὅτι δὴ ψευσαμένου αὐτοῦ καὶ μὴ τηρήσαντος τὰ συνθήματα προδοθείη εἰσελθὼν στρατός.

6.6.2πλὴν Ἀλέξανδρος μήτε τὴν νόσον φέρων καὶ τὸ πνιγῶδες τοῦ ἀέρος, τοῦτε στρατοῦ παντὸς νοσοῦντος, καὶ μάλιστα τῶν Ἰλλυρικῶν στρατιωτῶν, οἳ ὑγρῷ καὶ χειμερίῳ ἀέρι ἐνειθισμένοι τροφάςτε πλείονας συνήθως εἰσφερόμενοι χαλεπῶς νοσοῦντες διεφθείροντο, ἐπανελθεῖντε ἐς τὴν Ἀντιόχειαν ἐβουλεύσατο, καὶ πέμψας τὸν ἐν Μηδίᾳ στρατὸν ἐπανελθεῖν ἐκέλευσεν.

6.6.3ἐκεῖνος μὲν στρατὸς ἐπανιὼν πλεῖστος ἐν τοῖς ὄρεσι διεφθάρη, καὶ ἠκρωτηριάσθησαν οὐκ ὀλίγοι ἐν δυσχειμέρῳ χώρᾳ, ὡς ὀλίγους πάνυ ἐκ πολλῶν ἐπανελθεῖν · τὸ δὲ σὺν αὑτῷ πλῆθος Ἀλέξανδρος ἐς τὴν Ἀντιόχειαν ἐπανήγαγε, πολλῶν καὶ ἐξ ἐκείνης τῆς μοίρας ἀπολωλότων, ὡς μεγίστην ἐνεγκεῖν δυσθυμίαν τῷ στρατῷ καὶ Ἀλεξάνδρῳ ἀδοξίαν, σφαλέντι καὶ γνώμῃ καὶ τύχῃ, καὶ τῶν τριῶν μοιρῶν τοῦ στρατοῦ ὧν ἔνειμε τὸ πλεῖστον ἀποβαλόντι διαφόροις συμφοραῖς, νόσῳ πολέμῳ κρύει.

6.6.4γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ Ἀλέξανδρος αὐτόςτε ῥᾳδίως ἐπερρώσθη τῷ εὐψυχεῖ καὶ ἐνύδρῳ τῆς πόλεως μετὰ τὸν ἐν Μεσοποταμίᾳ ξηρὸν αὐχμόν, τούςτε στρατιώτας ἀνεκτᾶτο, καὶ ἐφ’οἷς λελύπηντο παρεμυθεῖτο μεγαλοδωρίᾳ χρημάτων · τοῦτο γὰρ μόνον ἐς εὐνοίας ἀνάκτησιν στρατιωτῶν ἐνόμιζε φάρμακον. δύναμίντε ἤθροιζε καὶ παρεσκεύαζεν ὡς δὴ πάλιν ἐπάξων Πέρσαις, εἰ ἐνοχλοῖεν καὶ μὴ ἡσυχάζοιεν.

6.6.5ἀπηγγέλλετο δὲ καὶ Πέρσης λύσας τὴν δύναμιν καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀποπέμψας. εἰ γὰρ καὶ ἐκ τοῦ κρείττονος ὑπέρτεροι ἐδόκουν γεγενῆσθαι οἱ βάρβαροι, πλὴν ὅμως ἐτετρύχωντο ταῖςτε κατὰ Μηδίαν πολλάκις γενομέναις συμβολαῖς τῇτε ἐν Παρθίᾳ μάχῃ, πολλῶν μὲν πεσόντων παμπλείστων δὲ τετρωμένων. οὐ γὰρ ἀνάνδρως οἱ Ῥωμαῖοι ἡττήθησαν, ἀλλὰ καὶ αὐτοὶ τοὺς πολεμίους ἔσθ’ὅπῃ κακώσαντες, παρὰ τοῦτο δὲ ἀπολόμενοι παρ’ὅσον πλήθει ἐλάττους εὑρέθησαν, ὡς σχεδὸν ἰσαρίθμου γενομένου τοῦ ἑκατέρωθεν πεσόντος στρατοῦ τὸ περιλειφθὲν τῶν βαρβάρων πλήθει ἀλλ’οὐ δυνάμει δοκεῖ νενικηκέναι.

6.6.6δεῖγμα δὲ τοῦτο οὐ μικρὸν τῆς τῶν βαρβάρων κακώσεως · ἐτῶν γοῦν τριῶν τεττάρων ἡσύχασαν οὐ δ’ἐν ὅπλοις ἐγένοντο. ἅπερ μανθάνων Ἀλέξανδρος καὶ οὗτος ἐν τῇ Ἀντιοχείᾳ διέτριβεν · εὐθυμότερος δὲ καὶ ἀδεέστερος γενόμενος ἀνειμένης αὐτῷ τῆς περὶ τὰ πολεμικὰ φροντίδος, ταῖς τῆς πόλεως ἐσχόλαζε τρυφαῖς.

6.7

6.7.1οἰομένου δὲ αὐτοῦ τὰ ἐν Πέρσαις ἐν εἰρήνῃ μὲν συγκείμενα ἡσυχάζειν, ἔχειν δὲ ἀνακωχὴν καὶ μέλλησιν τῷ βαρβάρῳ πρὸς τὸ πάλιν ἐπάγειν τὸν στρατόν, ὃς ἅπαξ διαλυθεὶς οὐ ῥᾳδίως ἠθροίζετο ἅτε μὴ συντεταγμένος μη δὲ συνεστώς, ἀλλ’ὄχλος μᾶλλον στρατὸς ὑπάρχων, καὶ τῶν ἐπισιτισμῶν αὐτοῖς τοσούτων ὄντων ὅσον ἂν ἕκαστος ἀφικνούμενος πρὸς τὸ ἑαυτοῦ χρειῶδες ἐπενέγκηται, καὶ δυσαποσπάστωςτε καὶ δυσόκνως καταλειπόντων τέκνα καὶ γυναῖκας καὶ τὴν οἰκείαν χώραν, αἰφνιδίως ἄγγελοίτε καὶ γράμματα ἐτάραξε τὸν Ἀλέξανδρον καὶ ἐς μείζονα φροντίδα ἐνέβαλεν, ἐπιστειλάντων αὐτῷ τῶν ἐμπεπιστευμένων τὴν Ἰλλυρίδος ἡγεμονίαν ὅτι ἄρα Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβαίνοντες τὴν Ῥωμαίων πορθοῦσιν ἀρχὴν καὶ τὰ ἐπὶ ταῖς ὄχθαις στρατόπεδα ἐπικείμενα πόλειςτε καὶ κώμας πολλῇ δυνάμει κατατρέχουσιν, εἴητε οὐκ ἐν ὀλίγῳ κινδύνῳ τὰ Ἰλλυρικὰ ἔθνη ὁμοροῦντα καὶ γειτνιῶντα Ἰταλίᾳ ·

6.7.3δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας καὶ τοῦ στρατοῦ παντὸς ὃς ἦν σὺν αὐτῷ. δηλωθέντα δὴ ταῦτα τόντε Ἀλέξανδρον ἐτάραξε καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκτε ὧν πεπόνθεσαν Πέρσαις μαχόμενοι, ἔκτε ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ἕκαστοι ὑπὸ Γερμανῶν ἀπολωλότας. ἠγανάκτουν οὖν, καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ ὡς τὰ ὑπὸ ταῖς ἀνατολαῖς δι’ἀμέλειαν δειλίαν προδεδωκότα, πρόςτε τὰ ἀρκτῷα μέλλοντα καὶ ὀκνοῦντα.

6.7.4ἦν δὲ καὶ αὐτῷ δέος τῷ Ἀλεξάνδρῳ τοῖςτε συνοῦσι φίλοις ἤδη καὶ περὶ αὐτῆς Ἰταλίας. οὐ γὰρ ὅμοιον ἡγοῦντο τὸν ἐκ Περσῶν κίνδυνον οἷον ἐκ Γερμανῶν · οἱ μὲν γὰρ ὑπὸ ταῖς ἀνατολαῖς κατοικοῦντες, μακρᾷ γῇ καὶ θαλάττῃ πολλῇ διῃρημένοι, τὴν Ἰταλῶν χώραν μόλις ἀκούουσι, τὰ Ἰλλυρικὰ δὲ ἔθνη στενὰ ὄντα καὶ οὐ πολλὴν ἔχοντα τὴν ὑπὸ Ῥωμαίοις γῆν, παρὰ τοσοῦτον ὁμόρους καὶ γείτονας ποιεῖ Γερμανοὺς Ἰταλιώταις.

6.7.5ἐπαγγέλλει δὴ ἄκων μὲν καὶ ἀσχάλλων τὴν ἔξοδον · πλὴν τῆς ἀνάγκης αὐτὸν καλούσης, καταλιπώντε δύναμιν ὅσην αὐτάρκη ᾤετο ῥύεσθαι τὰς Ῥωμαίων ὄχθας, τάτε στρατόπεδα καὶ τὰ φρούρια ἐπιμελέστερον τειχίσας καὶ πληρώσας ἕκαστα τοῦ ὡρισμένου στρατοῦ, αὐτὸς ἐς Γερμανοὺς ἠπείγετο ἅμα τῷ λοιπῷ πλήθει.

6.7.6ἀνύσας δὲ τὴν ὁδὸν μετὰ πολλῆς σπουδῆς ἐπέστη ταῖς τοῦ Ῥήνου ὄχθαις, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκευάζετο, τόντε ποταμὸν ναυσὶ διελάμβανεν, ὧν πρὸς ἀλλήλας συνδεθεισῶν γεφυρωθέντα εὐμαρῆ τὴν διάβασιν τοῖς στρατιώταις παρέξειν ᾤετο. μέγιστοι γὰρ δὴ οὗτοι ποταμῶν ὑπ’ἄρκτῳ ῥέουσι, Ῥῆνόςτε καὶ Ἴστρος, μὲν Γερμανοὺς δὲ Παίονας παραμείβων · οἳ θέρους μὲν ναυσίπορον ἔχουσι τὸ ῥεῖθρον διὰ βάθοςτε καὶ πλάτος, τοῦ δὲ χειμῶνος παγέντες ὑπὸ τοῦ κρύους ἐν πεδίου σχήματι καθιππεύονται.

6.7.7ἀντιτυπὲς δὲ οὕτω καὶ στερρὸν γίνεται τό ποτε ῥεῖθρον ὡς μὴ μόνον ἵππων ὁπλαῖς καὶ ποσὶν ἀνθρώπων ἀντέχειν, ἀλλὰ καὶ τοὺς ἀρύσασθαι θέλοντας μὴ κάλπεις ἐπ’αὐτῷ μη δὲ κοῖλα σκεύη φέρειν, πελέκεις δὲ καὶ δικέλλας, ἵν’ἐκκόψαντες γυμνόντε σκεύους ἀράμενοι τὸ ὕδωρ φέρωσιν ὥσπερ λίθον.

6.7.8φύσις μὲν δὴ τῶν ποταμῶν αὕτη · δὲ Ἀλέξανδρος Μαυρουσίουςτε πλείστους καὶ τοξοτῶν ἀριθμὸν πολὺν ἐπαγόμενος ἀπὸ τῆς ἀνατολῆς ἔκτε τῆς Ὀσροηνῶν χώρας, καὶ εἴ τινες Παρθυαίων αὐτόμολοι χρήμασιν ἀναπεισθέντες ἠκολουθήκεσαν αὐτῷ βοηθήσοντες, ἐξήρτυε δὴ Γερμανοῖς ἀντιτάξων. μάλιστα γὰρ τοιοῦτος στρατὸς ὀχληρὸς ἐκείνοις γίνεται, τῶντε Μαυρουσίων πόρρωθεν ἀκοντιζόντων καὶ τὰς ἐπιδρομὰς τάςτε ἀναχωρήσεις κούφως ποιουμένων, τῶντε τοξοτῶν ἐς γυμνὰς τὰς κεφαλὰς αὐτῶν καὶ σώματα ἐπιμήκη ῥᾷστα καὶ πόρρωθεν κατὰ σκοποῦ τοξευόντων […] ἐπέθεόντε πρὸς τὴν συστάδην μάχην ἀντιτυπεῖς, καὶ ἰσόρροποι πολλάκις Ῥωμαίοις ἐγένοντο.

6.7.9Ἀλέξανδρος μὲν ἐν τούτοις ἦν · πλὴν ἔδοξεν αὐτῷ πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ περὶ εἰρήνης διαλέγεσθαι. πάντατε ὑπισχνεῖτο παρέξειν ὅσων δέονται, καὶ χρημάτων ἀφειδῶς ἔχειν. τούτῳ γὰρ μάλιστα Γερμανοὶ πείθονται, φιλάργυροίτε ὄντες καὶ τὴν εἰρήνην ἀεὶ πρὸς Ῥωμαίους χρυσίου καπηλεύοντες · ὅθεν Ἀλέξανδρος ἐπειρᾶτο ὠνήσασθαι μᾶλλον τὰς πρὸς αὐτοὺς σπονδὰς διὰ πολέμου κινδυνεύειν.

6.7.10οἱ μέντοι στρατιῶται χαλεπῶς ἔφερον διατριβῆςτε ματαίας ἐγγινομένης, καὶ μηδέν τι γενναῖον πρόθυμον ἐς τὸ πολεμεῖν παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ’ἡνιοχείαις καὶ τρυφαῖς προσέχοντος, δέον ἐπεξελθεῖν καὶ τιμωρήσασθαι Γερμανοὺς

6.8

6.8.1ἐπὶ τοῖς τετολμημένοις. ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος τῶν ἐνδοτάτω Θρᾳκῶν καὶ μιξοβαρβάρων, ἀπό τινος κώμης, ὡς ἐλέγετο, πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ τῆς ἡλικίας γενόμενος διὰ μέγεθος καὶ ἰσχὺν σώματος ἐς τοὺς ἱππεύοντας στρατιώτας καταταγείς, εἶτα κατ’ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης ἐλθὼν διὰ πάσης τάξεως στρατιωτικῆς, ὡς στρατοπέδωντε ἐπιμέλειαν τῶν ἐθνῶντε ἀρχὰς πιστευθῆναι.

6.8.2τὸν δὴ Μαξιμῖνον τοῦτον διὰ τὴν προειρημένην στρατιωτικὴν ἐμπειρίαν Ἀλέξανδρος ἐπέστησε πάσῃ τῇ τοῦ στρατοῦ νεολαίᾳ, ὡς ἀσκοίητε αὐτοὺς τὰ στρατιωτικὰ καὶ ἐς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. δὲ μετὰ πάσης ἐπιμελείας ποιούμενος τὰ ἐγκεχειρισμένα εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο, οὐ μόνον διδάσκων αὐτοὺς τὰ ποιητέα, ἀλλὰ καὶ τοῖς ἔργοις πάντων προηγούμενος, ὡς μὴ μαθητὰς εἶναι μόνον ἀλλὰ καὶ ζηλωτὰς καὶ μιμητὰς τῆς ἐκείνου ἀνδρείας.

6.8.3ἔτιτε καὶ δώροις αὐτοὺς καὶ παντοδαπαῖς τιμαῖς ᾠκειώσατο. ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τοῦ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον ὡς ὑπὸ τῆςτε μητρὸς ἀρχόμενον, καὶ διοικουμένων τῶν πραγμάτων ὑπ’ἐξουσίᾳτε καὶ γνώμῃ γυναικός, ῥᾳθύμωςτε καὶ ἀνάνδρως τοῖς πολεμικοῖς προσφερομένου ἐκείνου. ὑπεμίμνησκον δὲ ἀλλήλους τῶντε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν ἀνδρεῖον μη δὲ νεανικὸν παρέχοιτο ἐς Γερμανοὺς ἐλθών.

6.8.4ὄντες οὖν καὶ ἄλλως πρὸς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι ἀκερδέςτε ἤδη πάσης προανηλωμένης φιλοτιμίας, τὸ δὲ μέλλον καὶ προσιὸν ἔςτε τὸ κερδαλέον αὑτοῖς εὔελπι καὶ τῷ κτωμένῳ παρὰ προσδοκίαν τίμιόντε καὶ περισπούδαστον, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δὲ αὐτοκράτορα καὶ σεβαστὸν τὸν Μαξιμῖνον, συστρατιώτηντε αὑτῶν ὄντα καὶ σύσκηνον, ἔςτε τὸν παρόντα πόλεμον δι’ἐμπειρίαν καὶ ἀνδρείαν ἐπιτήδειον δοκοῦντα.

6.8.5ἀθροισθέντες οὖν ἐς τὸ πεδίον ὡπλισμένοι ὡς δὴ ἐπὶ τὰ συνήθη γυμνάσια, προελθόντα καὶ ἐπιστάντα αὐτοῖς τὸν Μαξιμῖνον, εἴτε ἀγνοοῦντα τὸ πραττόμενον εἴτε καὶ λάθρᾳ τοῦτο προκατασκευάσαντα, πορφύραν ἐπιβαλόντες βασιλικὴν αὐτοκράτορα ἀναγορεύουσιν.

6.8.6 δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο καὶ τὴν πορφύραν ἀπερρίπτει · ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτενεῖν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸ μέλλον προελόμενος ἀνεδέξατο τὴν τιμήν, πολλάκις αὐτῷ πρότερον, ὡς ἔλεγε, χρησμῶν καὶ ὀνειράτων τὴν τοσαύτην τύχην προειρηκότων, εἰπὼν πρὸς τοὺς στρατιώτας ὅτι ἄκων μὲν καὶ οὐ βουλόμενος ἀναδέχεται, πειθόμενος τῇ ἐκείνων βουλήσει, παραγγέλλει δ’αὐτοῖς ἔργῳ βεβαιῶσαι τὰ δόξαντα ἀραμένουςτε τὰ ὅπλα σπεύδειν ἐπιστῆναι τῷ Ἀλεξάνδρῳ ἀγνοοῦντι, τὴν φήμην φθάσαντας, ἵν’ἐκπλήξαντες τοὺς συνόντας ἐκείνῳ στρατιώτας καὶ φρουροὺς τοῦ σώματος πείσαιεν ὁμογνωμονῆσαι ῥᾷστα βιάσαιντο ἀπαρασκεύους τῷ μηδὲν προσδοκᾶν.

6.8.8ὡς δ’αὐτοὺς ἐς εὔνοιαν καὶ προθυμίαν πάνυ προεκαλέσατο, τάτε σιτηρέσια ἐπεδιπλασίασε, νομάςτε καὶ δόσεις μεγίστας ὑπέσχετο, τιμωρίαςτε καὶ κηλῖδας πάσας αὐτοῖς ἀνῆκεν, ἐπίτε τὴν πορείαν ἐξήγαγεν · οὐ πολὺ δ’ἀφειστήκει τὸ χωρίον ἔνθα ἐσκήνου Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῷ.

6.9

6.9.1ὡς δ’ἀπηγγέλη τὰ περὶ τοῦ Μαξιμίνου, Ἀλέξανδρος ἐν μεγίστῃ ταραχῇ γενόμενος καὶ τῷ παραδόξῳ τῆς ἀγγελίας ἐκπλαγείς, προπηδήσας τῆς βασιλείου σκηνῆς ὥσπερ ἐνθουσιῶν, δακρυρροῶν καὶ τρέμων τοῦτε Μαξιμίνου ὡς ἀπίστου καὶ ἀχαρίστου κατηγόρει, πάσας τὰς ἐς ἐκεῖνον εὐεργεσίας κατατεθείσας πρὸς αὑτοῦ διηγούμενος, τούςτε νεανίας ᾐτιᾶτο ὡς προπετῶς καὶ ἐπιόρκως ταῦτα τετολμηκότας, δώσειντε πάντα ὑπισχνεῖτο ὧν δέοιντο, καὶ ἐπανορθώσεσθαι εἴ τι μέμφοιντο.

6.9.2οἱ δὲ σὺν αὐτῷ στρατιῶται ἐκείνης τῆς ἡμέρας εὐφημήσαντες αὐτὸν παρέπεμψαν, ὑποσχόμενοι παντὶ σθένει προασπίσειν αὐτοῦ.

6.9.3τῆς νυκτὸς δὲ διαδραμούσης, κατὰ τὸ περίορθρον ἀγγειλάντων τινῶν ὅτι δὴ Μαξιμῖνος πρόσεισι κόνιςτε πόρρωθεν ἐγειρομένη φαίνεται βοῆςτε ἦχος πλήθους ἐξακούεται, πάλιν προελθὼν ἐς τὸ πεδίον Ἀλέξανδρος, συγκαλέσαςτε τοὺς στρατιώτας, ἐδεῖτο προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο καὶ ὑφ’ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεσαν, πάνταςτε ἐς οἶκτον καὶ ἔλεον προκαλούμενος ὁπλίζεσθαι ἐκέλευσεν καὶ ἐξελθόντας ἀντιτάττεσθαι.

6.9.4οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ’ὀλίγους δὲ ἀνεχώρουν οὐ δ’ὅπλα λαβεῖν ἤθελον. οἳ δέ τινες τὸν ἔπαρχόντε τοῦ στρατοῦ καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν, πρόφασιν ποιούμενοι αἰτίους τῆς ἀποστάσεως γεγενῆσθαι. οἳ δὲ τὴν μητέρα ἐμέμφοντο ὡς φιλάργυρον καὶ τὰ χρήματα ἀποκλείουσαν, διάτε μικρολογίαν καὶ τὸ πρὸς τὰς ἐπιδόσεις ὀκνηρὸν τοῦ Ἀλεξάνδρου μεμισημένου.

6.9.5καὶ μέχρι μέν τινος τοιαῦτα διαφόρως βοῶντες προσέμενον · ὡς δὲ τοῦ Μαξιμίνου στρατὸς ἤδητε ἐν ὄψεσιν ἦν, καὶ βοῶντες οἱ νεανίαι προυκαλοῦντο τοὺς συστρατιώτας καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ ἀνδρὶ γενναίῳ καὶ σώφρονι συστρατιώτῃτε ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ, πεισθέντες οἱ στρατιῶται τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ, αὐτοκράτωρτε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται.

6.9.6 δὲ Ἀλέξανδρος τρέμων καὶ λιποψυχῶν μόλις ἐς τὴν σκηνὴν ἐπανέρχεται · τῇτε μητρὶ περιπλακείς, καὶ ὥς φασιν, ἀποδυρόμενόςτε καὶ αἰτιώμενος ὅτι δι’ἐκείνην ταῦτα πάσχει, ἀνέμενε τὸν φονεύσοντα. δὲ Μαξιμῖνος ὑπὸ παντὸς τοῦ στρατοῦ σεβαστὸς προσαγορευθεὶς πέμπει χιλιάρχην ἑκατοντάρχαςτέ τινας τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα καὶ εἴ τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ.

6.9.7οἳ δὲ ἀφικόμενοι καὶ ἐπιπηδήσαντες τῇ σκηνῇ αὐτόντε ἀναιροῦσι καὶ τὴν μητέρα καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι καὶ τίμιοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν λαθεῖν δυνηθέντων, οὓς πάντας μετ’οὐ πολὺ Μαξιμῖνος συλλαβὼν ἀπέκτεινεν.

6.9.8τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, βασιλεύσαντα ἔτεσι τεσσαρεσκαίδεκα, ὅσον πρὸς τοὺς ἀρχομένους, ἀμέμπτως καὶ ἀναιμωτί · φόνωντε γὰρ καὶ ὠμότητος ἀκρίτωντε ἔργων ἀλλότριος ἐγένετο, ἔςτε τὸ φιλάνθρωπον καὶ εὐεργετικώτερον ἐπιρρεπής. πάνυ γοῦν ἂν Ἀλεξάνδρου βασιλεία εὐδοκίμησεν ἐς τὸ ὁλόκληρον, εἰ μὴ διεβέβλητο αὐτῷ τὰ τῆς μητρὸς ἐς φιλαργυρίαντε καὶ μικρολογίαν.