History of the Empire from the Death of Marcus, 5
5.1.1ὅπως μὲν δὴ ὁ Ἀντωνῖνος ἦρξέτε καὶ ἐτελεύτησε, δεδήλωται ἐν τῷ πρὸ τούτου συγγράμματι · γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ ὁ Μακρῖνος ἐπιστέλλει τῷτε δήμῳ Ῥωμαίων καὶ τῇ συγκλήτῳ, λέγων τοιάδε.
5.1.2“ἐν εἰδόσι μὲν ὑμῖν τοῦτε βίου μου τὴν ἐξ ἀρχῆς προαίρεσιν τοῦτε τρόπου τὸ πρὸς χρηστότητα ἐπιρρεπές, καὶ τὸ πρᾶον τῆς διοικηθείσης πρότερον πράξεως, οὐ πολύ τι ἐξουσίας καὶ δυνάμεως βασιλικῆς ἀποδεούσης, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς τοῖς ἐπάρχουσι τῶν στρατοπέδων πεπίστευται, περιττὸν νομίζω μακρηγορεῖν. ἴστε γάρ με καὶ οἷς ἐκεῖνος ἔπραττεν οὐκ ἀρεσκόμενον, καὶ προκινδυνεύσαντα ὑμῶν ἐν οἷς πολλάκις ταῖς τυχούσαις διαβολαῖς πιστεύων ἀφειδῶς ὑμῖν” “προσεφέρετο.
5.1.3κα- κἀμὲ μὲν κακῶς ἠγόρευε, καὶ δημοσίᾳ πολλάκις τὸ μέτριόν μου καὶ πρὸς τοὺς ἀρχομένους φιλάνθρωπον διαβάλλων καὶ διασκώπτων ἐς ῥᾳθυμίαν καὶ τρόπων χαυνότητα · κολακείαις δὲ χαίρων, καὶ τοὺς εἰς ὠμότητα παροξύνοντας τῷτε θυμῷ τὸ ἐνδόσιμον αὐτοῦ διδόντας τήντε ὀργὴν διαβολαῖς ἐγείροντας εὔνους καὶ πιστοὺς ἐδοκίμαζε φίλους. ἐμοὶ” “δὲ ἐξ ἀρχῆς τὸ πρᾶον καὶ μέτριον προσφιλές.
5.1.4τὸν γοῦν πρὸς Παρθυαίους πόλεμον, μέγιστόντε ὄντα καὶ ἐφ’ᾧ πᾶσα Ῥωμαίων ἐσάλευεν ἀρχή, κατελύσαμεν καὶ ἐν οἷς ἀνδρείως παραταξάμενοι οὐδέν τι ἡττήμεθα, καὶ ἐν οἷς σπείσαντες μετὰ πολλῆς δυνάμεως ἐλθόντα μέγαν βασιλέα πιστὸν φίλον ἀντ’ἐχθροῦ δυσμάχου ἐποιήσαμεν. ἐμοῦ δὲ κρατοῦντος ἐν ἀδείᾳτε καὶ ἀναιμωτὶ πάντες βιώσονται, ἀριστοκρατίατε” “μᾶλλον ἢ βασιλεία νομισθήσεται.
5.1.5μη δέ τις ἀπαξιούτω ἢ τύχης πταῖσμα νομιζέτω, ὅτι δὴ ὄντα με ἐκ τῆς ἱππάδος τάξεως ἐπὶ τοῦτο ἤγαγε. τί γὰρ ὄφελος εὐγενείας, εἰ μὴ χρηστὸς καὶ φιλάνθρωπος συνοικεῖ τρόπος; τὰ μὲν γὰρ τῆς τύχης δῶρα καὶ ἀναξίοις περιπίπτει, ἡ δὲ τῆς ψυχῆς ἀρετὴ ἰδίαν ἑκάστῳ δόξαν περιτίθησιν. εὐγένεια δὲ καὶ πλοῦτος καὶ ὅσα τοιαῦτα μακαρίζεται μέν, οὐκ ἐπαινεῖται δέ, ὡς παρ’” “ἄλλου δοθέντα ·
5.1.6ἐπιείκεια δὲ καὶ χρηστότης ἅμα τῷ θαυμάζεσθαι καὶ τῶν ἐπαίνων τὴν ἀναφορὰν ἐς αὐτόν τινα ἔχει τὸν κατορθοῦντα. τί γοῦν ὑμᾶς ὤνησεν ἡ Κομμόδου εὐγένεια ἢ Ἀντωνίνου ἡ πατρῴα διαδοχή; οἱ μὲν γὰρ ὥσπερ ὄφλημα κληρονομίας εἰληφότες ἀποχρῶνταίτε καὶ ἐνυβρίζουσιν ὡς ἄνωθεν ἰδίῳ κτήματι · οἱ δὲ παρ’ὑμῶν λαβόντες χάριτόςτε ἀιδίου εἰσὶ χρεῶσται καὶ πειρῶνται ἀμείψασθαι τοὺς” “εὐεργεσίαις προειληφότας.
5.1.7καὶ τῶν μὲν εὐπατριδῶν βασιλέων τὸ εὐγενὲς ἐς ὑπεροψίαν ἐκπίπτει καταφρονήσει τῶν ὑπηκόων ὡς πολὺ ἐλαττόνων · οἱ δὲ ἐκ μετρίων πράξεων ἐπὶ τοῦτο ἐλθόντες περιέπουσιν αὐτὸ ὡς καμάτῳ κτηθέν, αἰδῶτε καὶ τιμὴν ἀπονέμουσιν,” “ἣν εἰώθεσαν, τοῖς ποτὲ κρείττοσιν.
5.1.8ἐμοὶ δὲ σκοπὸς μηδέν τι πράττειν ἄνευ τῆς ὑμετέρας γνώμης, κοινωνούςτε καὶ συμβούλους ἔχειν τῆς τῶν πραγμάτων διοικήσεως. ὑμεῖς δὲ ἐν ἀδείᾳ καὶ ἐλευθερίᾳ βιώσεσθε, ὧν ἀφῃρέθητε μὲν ὑπὸ τῶν εὐπατριδῶν βασιλέων, ἀποδοῦναι δὲ ὑμῖν ἐπειράθησαν πρότερον μὲν Μάρκος ὕστερον δὲ Περτίναξ, ἐξ ἰδιωτικῶν σπαργάνων ἐπὶ τοῦτο ἐλθόντες. γένους γὰρ ἔνδοξον ἀρχὴν αὐτὸν παρασχεῖν καὶ τῷ ὑστέρῳ γένει ἄμεινον ἢ κλέος προγονικὸν παραλαμβάνοντα τρόπου φαυλότητι καταισχῦναι”.
5.2.1ἀναγνωσθείσης δὲ τῆς τοιαύτης ἐπιστολῆς, εὐφημεῖτε αὐτὸν ἡ σύγκλητος καὶ τὰς σεβασμίους τιμὰς πάσας ψηφίζεται. οὐχ οὕτω δὲ εὔφραινε πάντας ἡ Μακρίνου διαδοχή, ὡς ὑπερήδοντότε καὶ πανδημεὶ ἑώρταζον ἐπὶ τῇ Ἀντωνίνου ἀπαλλαγῇ. ἕκαστόςτε ᾤετο, μάλιστα τῶν ἐν ἀξιώσει τινὶ ἢ πράξει καθεστώτων, ξίφος ἀποσεσεῖσθαι τοῖς αὐχέσιν ἐπαιωρούμενον.
5.2.2συκοφάνταιτε ἢ δοῦλοι, ὅσοι δεσπότας κατήγγελλον, ἀνεσκολοπίσθησαν · ἥτε Ῥωμαίων πόλις καὶ σχεδὸν πᾶσα ἡ ὑπὸ Ῥωμαίους οἰκουμένη καθαρθεῖσα πονηρῶν ἀνθρώπων, τῶν μὲν κολασθέντων τῶν δὲ ἐξωσθέντων, εἰ δέ τινες καὶ ἔλαθον, δι’εὐλάβειαν ἡσυχαζόντων, ἐν ἀδείᾳ πολλῇ καὶ εἰκόνι ἐλευθερίας ἐβίωσαν ἐκείνου τοῦ ἔτους οὗ μόνου ὁ Μακρῖνος ἐβασίλευσε.
5.2.3τοσοῦτον δὲ ἥμαρτεν ὅσον μὴ διέλυσεν εὐθέως τὰ στρατόπεδα καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀπέπεμψεν, αὐτόςτε ἐς τὴν Ῥώμην ποθοῦσαν ἠπείχθη, τοῦ δήμου ἑκάστοτε καλοῦντος μεγάλαις βοαῖς, ἐν δὲ τῇ Ἀντιοχείᾳ διέτριβε γένειόντε ἀσκῶν, βαδίζωντε πλέον τοῦ δέοντος ἠρεμαίως, βραδύτατάτε καὶ μόλις τοῖς προσιοῦσιν ἀποκρινόμενος ὡς μη δ’ἀκούεσθαι πολλάκις διὰ τὸ καθειμένον τῆς φωνῆς.
5.2.4ἐζήλου δὲ ταῦτα ὡς δὴ Μάρκου ἐπιτηδεύματα, τὸν δὲ λοιπὸν βίον οὐκ ἐμιμήσατο, ἐπεδίδου δὲ ἑκάστοτε ἐς τὸ ἁβροδίαιτον, ὀρχηστῶντε θέαις καὶ πάσης μούσης κινήσεώςτε εὐρύθμου ὑποκριταῖς σχολάζων, τῆςτε τῶν πραγμάτων διοικήσεως ἀμελῶς ἔχων. προῄειτε πόρπαις καὶ ζωστῆρσι χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις πεποικιλμένοις κεκοσμημένος, τῆς τοιαύτης πολυτελείας παρὰ τοῖς Ῥωμαίων στρατιώταις οὐκ ἐπαινουμένης, βαρβάρου δὲ μᾶλλον καὶ θηλυπρεποῦς εἶναι δοκούσης.
5.2.5ἅπερ ὁρῶντες οἱ στρατιῶται οὐ πάνυ τι ἀπεδέχοντο, ἀπηρέσκοντότε αὐτοῦ τῷ βίῳ ὡς ἀνειμένῳ μᾶλλον ἢ κατ’ἄνδρα στρατιωτικόν · παραβάλλοντες δὲ τὴν μνήμην τῇ Ἀντωνίνου διαίτῃ ἐπιστρεφεῖτε καὶ στρατιωτικῇ γενομένῃ, κατεγίνωσκον τῆς Μακρίνου πολυτελείας.
5.2.6ἔτιτε ἠγανάκτουν αὐτοὶ μὲν ὑπὸ σκηναῖς καὶ ἐν ἀλλοδαπῇ διαιτώμενοι, ἔσθ’ὅτε καὶ σπανίζοντες τῶν ἐπιτηδείων, ἔςτε τὰ ἑαυτῶν οὐκ ἐπανιόντες εἰρήνης εἶναι δοκούσης · ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν χλιδῇ καὶ τρυφῇ διαιτώμενον, ἀφηνιάζοντες ἤδη πρὸς ἀλλήλους αὐτὸν κακῶς ἠγόρευον, προφάσεώςτε ὀλίγης λαβέσθαι εὔχοντο ἐς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν.
5.3.1ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐντρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις ἐς ἃ ἐβούλοντο τῆς τύχης παρασχούσης.
5.3.2Μαῖσα ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου καλουμένης οὕτω πόλεως ἐν Φοινίκῃ · ἀδελφὴ δὲ ἐγεγόνει Ἰουλίας τῆς Σεβήρου μὲν γυναικὸς Ἀντωνίνου δὲ μητρός. παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τῇ βασιλείῳ διέτριψεν αὐλῇ χρόνου πολυετοῦς, παρ’ὃν Σεβῆρόςτε καὶ Ἀντωνῖνος ἐβασίλευσαν. τὴν δὴ Μαῖσαν ταύτην ὁ Μακρῖνος, μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν Ἀντωνίνου δὲ ἀναίρεσιν, προσέταξεν ἐς τὴν πατρίδα ἐπανελθοῦσαν ἐν τοῖς οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς. πλείστων δὲ ἦν χρημάτων ἀνάπλεως ἅτε μακρῷ χρόνῳ βασιλικῇ ἐξουσίᾳ ἐντεθραμμένη.
5.3.3ἐπανελθοῦσα δὲ ἡ πρεσβῦτις διέτριβεν ἐν τοῖς ἑαυτῆς. ἦσαν δὲ αὐτῇ θυγατέρες δύο · Σοαιμὶς μὲν ἡ πρεσβυτέρα ἐκαλεῖτο, ἡ δὲ ἑτέρα Μαμμαία. παῖδες δὲ ἦσαν τῇ μὲν πρεσβυτέρᾳ Βασσιανὸς ὄνομα, τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός. ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ ἀνετρέφοντο, ὁ μὲν Βασσιανὸς περὶ ἔτη γεγονὼς τεσσαρεσκαίδεκα, ὁ δὲ Ἀλεξιανὸς δεκάτου ἔτους ἐπιβεβηκώς.
5.3.4ἱέρωντο δὲ αὐτοὶ θεῷ ἡλίῳ · τοῦτον γὰρ οἱ ἐπιχώριοι σέβουσι, τῇ Φοινίκων φωνῇ Ἐλαιαγάβαλον καλοῦντες. νεὼς δὲ αὐτῷ μέγιστος κατεσκεύαστο αὐτοῦ, χρυσῷ πολλῷ καὶ ἀργύρῳ κεκοσμημένος λίθωντε πολυτελείᾳ. θρησκεύεται δὲ οὐ μόνον πρὸς τῶν ἐπιχωρίων, ἀλλὰ καὶ πάντες οἱ γειτνιῶντες σατράπαιτε καὶ βασιλεῖς βάρβαροι φιλοτίμως πέμπουσι τῷ θεῷ ἑκάστου τοῦ ἔτους πολυτελῆ ἀναθήματα.
5.3.5ἄγαλμα μὲν οὖν, ὥσπερ παρ’Ἕλλησιν ἢ Ῥωμαίοις, οὐδὲν ἕστηκε χειροποίητον, θεοῦ φέρον εἰκόνα · λίθος δέ τις ἔστι μέγιστος, κάτωθεν περιφερής, λήγων ἐς ὀξύτητα · κωνοειδὲς αὐτῶ σχῆμα, μέλαινάτε ἡ χροιά. διιπετῆτε αὐτὸν εἶναι σεμνολογοῦσιν, ἐξοχάςτέ τινας βραχείας καὶ τύπους δεικνύουσιν, εἰκόνατε ἡλίου ἀνέργαστον εἶναι θέλουσιν, οὕτω βλέποντες.
5.3.6τούτῳ δὴ τῷ θεῷ ὁ Βασσιανὸς ἱερωμένος (ἅτε γὰρ πρεσβυτέρῳ ἐκείνῳ ἐγκεχείριστο ἡ θρησκεία) προῄειτε σχήματι βαρβάρῳ, χιτῶνας χρυσοϋφεῖς καὶ ἁλουργεῖς χειριδωτοὺς καὶ ποδήρεις ἀνεζωσμένος, τάτε σκέλη πάντα σκέπων ἀπ’ὀνύχων ἐς μηροὺς ἐσθῆσιν ὁμοίως χρυσῷ καὶ πορφύρᾳ πεποικιλμέναις · τήντε κεφαλὴν ἐκόσμει στέφανος λίθων πολυτελῶν χροιᾷ διηνθισμένος.
5.3.7ἦν δὲ τὴν ἡλικίαν ἀκμαῖος καὶ τὴν ὄψιν τῶν κατ’αὐτὸν ὡραιότατος μειρακίων πάντων. ἐς τὸ αὐτὸ δὴ συνιόντων κάλλους σώματος, ἡλικίας ἀκμῆς, ἁβροῦ σχήματος, ἀπείκασεν ἄν τις τὸ μειράκιον Διονύσου καλαῖς εἰκόσιν.
5.3.8ἱερουργοῦντα δὴ τοῦτον, περίτε τοῖς βωμοῖς χορεύοντα νόμῳ βαρβάρων ὑπότε αὐλοῖς καὶ σύριγξι παντοδαπῶντε ὀργάνων ἤχῳ, περιεργότερον ἐπέβλεπον οἵτε ἄλλοι ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται, εἰδότες γένους ὄντα βασιλικοῦ, καὶ τῆς ὥρας αὐτοῦ πάντων τὰς ὄψεις ἐς ἑαυτὴν ἐπιστρεφούσης.
5.3.9ἐγειτνίαζε δὲ τῇ πόλει ἐκείνῃ τότε μέγιστον στρατόπεδον, ὃ τῆς Φοινίκης προήσπιζεν · ὕστερον δὲ μετηνέχθη, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. φοιτῶντες οὖν οἱ στρατιῶται ἑκάστοτε ἐς τὴν πόλιν, ἔςτε τὸν νεὼν ἰόντες θρησκείας δὴ χάριν, τὸ μειράκιον ἡδέως ἔβλεπον. ἦσαν δέ τινες ἐξ αὐτῶν καὶ πρόσφυγες οἰκεῖοίτε τῆς Μαίσης, πρὸς οὓς ἐκείνη θαυμάζοντας τὸν παῖδα, εἴτε πλασαμένη εἴτε καὶ ἀληθεύουσα, ἐξεῖπεν ὅτι ἄρα Ἀντωνίνου υἱός ἐστι φύσει, τῇ δὲ ὑπολήψει ἄλλου δοκοίη ·
5.3.10ἐπιφοιτῆσαι γὰρ αὐτὸν ταῖς θυγατράσιν αὐτῆς νέαιςτε οὔσαις καὶ ὡραίαις, καθ’ὃν καιρὸν ἐν τοῖς βασιλείοις σὺν τῇ ἀδελφῇ διέτριβεν. ὅπερ ἐκεῖνοι ἀκούσαντες, τοῖς συστρατιώταις κατ’ὀλίγον ἀπαγγέλλοντες διαβόητον ἐποίησαν τὴν φήμην, ὡς ἐς πᾶν χωρῆσαι τὸ στρατιωτικόν.
5.3.11τῇ δὲ Μαίσῃ ἐλέγετο σωροὺς εἶναι χρημάτων, ἐκείνην δὲ ἑτοίμως πάντ’ἂν προέσθαι τοῖς στρατιώταις, εἰ τὴν βασιλείαν τῷ γένει ἀνανεώσαιτο. ὡς δὲ συνέθεντο νύκτωρ, εἰ κατέλθοιεν λαθόντες, ἀνοίξειν τὰς πύλας καὶ δέξεσθαι πᾶν τὸ γένος ἔνδον βασιλέατε καὶ υἱὸν ἀποδείξειν Ἀντωνίνου, ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις, ἑλομένη πάντα κίνδυνον ἀναρρῖψαι μᾶλλον ἢ ἰδιωτεύειν καὶ δοκεῖν ἀπερρῖφθαι · νύκτωρτε λάθρᾳ τῆς πόλεως ὑπεξῆλθε σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις.
5.3.12καταγαγόντωντε αὐτοὺς τῶν προσφυγόντων στρατιωτῶν γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατοπέδου ῥᾷστα ὑπεδέχθησαν · εὐθέωςτε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσαν, τῇτε πορφυρᾷ χλαμύδι περιβαλόντες εἶχον ἔνδον. πάντα δὲ τὰ ἐπιτήδεια καὶ παῖδας καὶ γυναῖκας, ὅσατε εἶχον ἐν κώμαις ἢ ἀγροῖς τοῖς πλησίον, εἰσκομίσαντες, τάςτε πύλας ἀποκλείσαντες, παρεσκεύαζον ἑαυτοὺς ὡς, εἰ δέοι, ὑπομενοῦντες πολιορκίαν.
5.4.1ὡς δὲ ταῦτα ἀπηγγέλη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ διατρίβοντι, ἥτε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα ὅτιτε Ἀντωνίνου υἱὸς εὑρέθη καὶ ὅτι ἡ Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι, πάντα τὰ λεγόμενα καὶ ἐνδεχόμενα καὶ ἀληθῆ πιστεύσαντες εἶναι τὰς ψυχὰς ἐξεπτόηντο.
5.4.2ἐνῆγε δ’αὐτοὺς καὶ ἀνέπειθεν ἐς πραγμάτων καινοτομίαν τότε Μακρίνου μῖσος καὶ τὸ Ἀντωνίνου τῆς μνήμης πάθος, καὶ πρό γε ἁπάντων ἡ τῶν χρημάτων ἐλπίς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν πρὸς τὸν νέον Ἀντωνῖνον. ὁ δὲ Μακρῖνος καταφρονῶν τοῦ πράγματος ὡς παιδαριώδους, χρώμενόςτε τῇ συνήθει ῥᾳθυμίᾳ, αὐτὸς μὲν οἴκοι μένει, πέμπει δὲ ἕνα τῶν ἀρχόντων τοῦ στρατοπέδου, δύναμιν δοὺς ὅσην ᾤετο ῥᾷστα ἐκπορθήσειν τοὺς ἀφεστῶτας.
5.4.3ὡς δ’ἦλθεν Ἰουλιανός (τοῦτο γὰρ ἦν ὄνομα τῷ ἐπάρχῳ) καὶ προσέβαλε τοῖς τείχεσιν, ἔνδοθεν οἱ στρατιῶται ἀνελθόντες ἐπίτε τοὺς πύργους καὶ τὰς ἐπάλξεις τόντε παῖδα τῷ ἔξωθεν πολιορκοῦντι στρατῷ ἐδείκνυσαν, Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βαλάντιάτε χρημάτων μεστὰ δέλεαρ προδοσίας αὐτοῖς ἐδείκνυσαν.
5.4.4οἳ δὲ πιστεύσαντες Ἀντωνίνουτε εἶναι τέκνον καὶ ὁμοιότατόν γε (βλέπειν γὰρ οὕτως ἤθελον) τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσι καὶ πέμπουσι τῷ Μακρίνῳ, αὐτοὶ δὲ πάντες ἀνοιχθεισῶν αὐτοῖς τῶν πυλῶν ἐς τὸ στρατόπεδον ἐδέχθησαν. οὕτως ἡ δύναμις αὐξηθεῖσα οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ ἀλλὰ καὶ πρὸς τὸ συστάδην καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιόχρεως · ἔτιτε καὶ τῶν αὐτομόλων τὸ πλῆθος ἑκάστοτε, εἰ καὶ κατ’ὀλίγους προσιόν, τὴν δύναμιν ηὔξησεν.
5.4.5ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπυνθάνετο, ἀθροίσας πάντα ὃν εἶχε στρατόν, ἐπῄει ὡς δὴ πολιορκήσων τοὺς ἐκείνῳ προσκεχωρηκότας. ὁ δὲ Ἀντωνῖνος, οὐκ ἀναμενόντων τῶν σὺν αὐτῷ στρατιωτῶν πολιορκηθῆναι, θαρρησάντων δὲ μετὰ πάσης προθυμίας ἐξελθεῖντε καὶ ὑπαντώμενοι τῷ Μακρίνῳ ἐκ παρατάξεως ἀγωνίζεσθαι, ἐξάγει τὴν αὑτοῦ δύναμιν.
5.4.6συμμίξαντα δὲ ἀλλήλοις τὰ στρατόπεδα Φοινίκηςτε καὶ Συρίας ἐν μεθορίοις, οἱ μὲν ὑπὲρ τοῦ Ἀντωνίνου προθύμως ἠγωνίζοντο, δεδιότες, εἰ ἡττηθεῖεν, τὴν ἐφ’οἷς ἔδρασαν τιμωρίαν ἀναδέξασθαι · οἱ δὲ σὺν τῷ Μακρίνῳ ῥᾳθυμότερον προσεφέροντο τῷ ἔργῳ, ἀποδιδράσκοντες καὶ μετιόντες πρὸς τὸν Ἀντωνῖνον.
5.4.7ἅπερ ὁρῶν ὁ Μακρῖνος, φοβηθείςτε μὴ παντάπασι γυμνωθεὶς τῆς δυνάμεως αἰχμάλωτόςτε ληφθεὶς αἰσχίστως ὑβρισθείη, ἔτι τῆς μάχης συνεστώσης, ἑσπέρας ἤδη προσιούσης, ἀπορρίψας τὸ χλαμύδιον καὶ εἴ τι σχῆμα βασιλικὸν περιέκειτο, λαθὼν ἀποδιδράσκει σὺν ὀλίγοις ἑκατοντάρχαις, οὓς πιστοτάτους ᾤετο, τὸ γένειον ἀποκειράμενος, ὡς μὴ γνωρίζοιτο, ἐσθῆτάτε ὁδοιπορικὴν λαβὼν καὶ τὴν κεφαλὴν ἀεὶ σκέπων.
5.4.8νύκτωρτε καὶ μεθ’ἡμέραν ὡδοιπόρει, φθάνων τὴν φήμην τῆς ἑαυτοῦ τύχης, τῶντε ἑκατοντάρχων μεγάλῃ σπουδῇ τὰ ὀχήματα ἐπειγόντων, ὡς ἂν ὑπὸ Μακρίνου ἔτι βασιλεύοντος ἐπί τινα σπουδαῖα πεμφθέντων. ὃ μὲν οὖν ἔφυγεν, ὡς εἴρηται · ὁ δὲ στρατὸς ἑκατέρωθεν ἐμάχοντο, ὑπὲρ τοῦ Μακρίνου οἱ σωματοφύλακες καὶ δορυφόροι, οὓς δὴ πραιτωριανοὺς καλοῦσιν, οἳ γενναίως ἀνθεστήκεσαν παντὶ τῷ ἄλλῳ στρατῷ ἅτε ὄντες μέγιστοίτε καὶ ἐπίλεκτοι · τὸ δὲ ἐπίλοιπον πᾶν πλῆθος ὑπὲρ τοῦ Ἀντωνίνου ἠγωνίζοντο.
5.4.9ὡς δὲ ἐπὶ πολὺ τὸν Μακρῖνον οὐκ ἔβλεπον οἱ ὑπὲρ αὐτοῦ μαχόμενοι οὐ δὲ τὰ τῆς βασιλείας σύμβολα, διηπόρουν δὴ ποῦ ποτὲ ἄρα εἴη, πότερον ἐν τῷ πλήθει τῶν κειμένων ἢ ἀποδρὰς ᾤχετο, ἠγνόουντε πῶς χρήσονται τῷ πράγματι · οὔτε γὰρ μάχεσθαι ἤθελον ὑπὲρ τοῦ μὴ παρόντος, παραδοῦναίτε αὑτοὺς ἐκδότους καὶ ὥσπερ αἰχμαλώτους ᾐδοῦντο.
5.4.10ὡς δὲ παρὰ τῶν αὐτομόλων ἐπύθετο Ἀντωνῖνος τὴν τοῦ Μακρίνου φυγήν, πέμψας κήρυκας διδάσκει αὐτοὺς ὅτι μάτην ὑπὲρ ἀνάνδρου καὶ φυγάδος μάχονται, ἄδειάντε καὶ ἀμνηστίαν ἐνόρκως ὑπισχνεῖται, καλεῖτε καὶ αὑτὸν δορυφορήσοντας. οἳ μὲν οὖν πεισθέντες προσεχώρησαν, ὁ δὲ Ἀντωνῖνος πέμπει τοὺς διώξοντας τὸν Μακρῖνον πολὺ προκεχωρηκότα.
5.4.11ἐν Καλχηδόνι γοῦν τῆς Βιθυνίας κατελήφθη, νοσῶν χαλεπώτατα ὑπότε τῆς συνεχοῦς ὁδοιπορίας συντετριμμένος. ἔνθα αὐτὸν αὐτὸν εὑρόντες ἔν τινι κρυπτόμενον προαστείῳ οἱ διώκοντες τὴν κεφαλὴν ἀπέτεμον. ἐλέγετο δὲ σπεύδειν ἐς τὴν Ῥώμην, θαρρῶν τῇ τοῦ δήμου περὶ αὐτὸν σπουδῇ. περαιούμενον δ’αὐτὸν ἐς τὴν Εὐρώπην διὰ τοῦ στενοῦ τῆς Προποντίδος πορθμοῦ, ἤδητε τῷ Βυζαντίῳ προσπελάζοντα, φασὶν ἀντιπνοίᾳ χρήσασθαι, ἐπανάγοντος αὐτὸν τοῦ πνεύματος ἐς τὴν τιμωρίαν.
5.4.12παρὰ τοσοῦτον μὲν δὴ Μακρῖνος οὐκ ἐξέφυγε τοὺς διώξαντας, τέλειτε ἐχρήσατο αἰσχρῷ ὕστερον θελήσας ἐς τὴν Ῥώμην ἀνελθεῖν, δέον ἐν ἀρχῇ τοῦτο ποιῆσαι · ὁμοῦ δὲ ἔπταισε καὶ γνώμῃ καὶ τύχῃ. τέλει μὲν δὴ τοιούτῳ Μακρῖνος ἐχρήσατο, συναναιρεθέντος αὐτῷ καὶ τοῦ παιδός, ὃν ἦν ποιήσας
5.5.1Καίσαρα, Διαδουμενιανὸν καλούμενον · ἐπεὶ δὲ ὅτε στρατὸς πᾶς μετελθὼν πρὸς τὸν Ἀντωνῖνον προσεῖπε βασιλέα, τάτε τῆς ἀρχῆς ὑπεδέξατο, διοικηθέντων αὐτῷ κατὰ τὴν ἀνατολὴν τῶν ἐπειγόντων ὑπότε τῆς μάμμης καὶ τῶν συνόντων φίλων (αὐτὸς γὰρ ἦν νέοςτε τὴν ἡλικίαν, πραγμάτωντε καὶ παιδείας ἄπειρος), οὐ πολλοῦ χρόνου διατρίψας εἶχε περὶ ἔξοδον, σπευδούσης μάλιστα τῆς Μαίσης ἐς τὰ συνήθη ἑαυτῇ βασίλεια Ῥώμης.
5.5.2ὡς δὲ τῇτε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ τὰ πραχθέντα ἐδηλώθη, δυσφόρως μὲν πάντες ἤκουσαν, ὑπήκουον δὲ ἀνάγκῃ τοῦ στρατοῦ ταῦτα ᾑρημένου. κατεγίνωσκόντε τοῦ Μακρίνου ῥᾳθυμίαντε καὶ τρόπων χαυνότητα, αἴτιόντε οὐκ ἄλλον ἀλλ’ἢ αὐτὸν ἑαυτῷ γεγενῆσθαι ἔλεγον. ὁ δὲ Ἀντωνῖνος ἀπάρας τῆς Συρίας ἐλθώντε ἐς τὴν Νικομήδειαν ἐχείμαζε, τῆς ὥρας τοῦ ἔτους οὕτως ἀπαιτούσης.
5.5.3εὐθέωςτε ἐξεβακχεύετο, τήντε ἱερωσύνην τοῦ ἐπιχωρίου θεοῦ, ᾗ ἐντέθραπτο, περιεργότερον ἐξωρχεῖτο, σχήμασίτε ἐσθῆτος πολυτελεστάτοις χρώμενος, διάτε πορφύρας χρυσοῦ ὑφάσμασι περιδεραίοιςτε καὶ ψελίοις κοσμούμενος, ἐς εἶδος δὲ τιάρας στεφάνην ἐπικείμενος χρυσῷ καὶ λίθοις ποικίλην τιμίοις.
5.5.4ἦντε αὐτῷ τὸ σχῆμα μεταξὺ Φοινίσσης ἱερᾶς στολῆς καὶ χλιδῆς Μηδικῆς. Ῥωμαϊκὴν δὲ ἢ Ἑλληνικὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο, ἐρίου φάσκων εἰργάσθαι, πράγματος εὐτελοῦς · τοῖς δὲ Σηρῶν ὑφάσμασι μόνοις ἠρέσκετο. προῄειτε ὑπὸ αὐλοῖς καὶ τυμπάνοις, τῷ θεῷ δῆθεν ὀργιάζων.
5.5.5ἡ δὲ Μαῖσα ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειντε λιπαροῦσα ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαίων στολὴν μέλλοντάτε ἐς τὴν πόλιν ἀφίξεσθαι καὶ ἐς τὴν σύγκλητον εἰσελεύσεσθαι, μὴ ἀλλοδαπὸν ἢ παντάπασι βάρβαρον τὸ σχῆμα ὀφθὲν εὐθὺς λυπήσῃ τοὺς ἰδόντας, ἀήθειςτε ὄντας καὶ οἰομένους τὰ τοιαῦτα καλλωπίσματα οὐκ ἀνδράσιν ἀλλὰ θηλείαις πρέπειν.
5.5.6ὃ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μη δ’ἄλλῳ τινὶ πεισθείς (οὐ δὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπουςτε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων), βουλόμενος ἐν ἔθει γενέσθαι τῆς τοῦ σχήματος ὄψεως τήντε σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων, ἀπόντοςτε αὑτοῦ πεῖραν δοθῆναι πῶς φέρουσι τὴν ὄψιν τοῦ σχήματος, εἰκόνα μεγίστην γράψας παντὸς ἑαυτοῦ, οἷος προϊώντε καὶ ἱερουργῶν ἐφαίνετο, παραστήσαςτε ἐν τῇ γραφῇ τὸν τύπον τοῦ ἐπιχωρίου θεοῦ, ᾧ δὴ καλλιερῶν ἐγέγραπτο, πέμψαςτε ἐς τὴν Ῥώμην, ἐκέλευσεν ἐν τῷ μεσαιτάτῳ τῆς συγκλήτου τόπῳ ὑψηλοτάτῳτε τὴν εἰκόνα ἀνατεθῆναι ὑπὲρ κεφαλῆς τοῦ ἀγάλματος τῆς νίκης, ὡς συνιόντες ἐς τὸ βουλευτήριον λιβανωτόντε θυμιῶσιν ἕκαστος καὶ οἴνου σπένδωσι.
5.5.7προσέταξέτε πάντας τοὺς Ῥωμαίων ἄρχοντας, καὶ εἴ τινες δημοσίας θυσίας ἐπιτελοῦσι, πρὸ τῶν ἄλλων θεῶν οὓς δὴ καλοῦσιν ἱερουργοῦντες, ὀνομάζειν τὸν νέον θεὸν Ἐλαιαγάβαλον. ὡς δὲ ἐς τὴν Ῥώμην ἀφίκετο τῷ προειρημένῳ σχήματι, οὐδὲν παράδοξον εἶδον οἱ Ῥωμαῖοι, τῇ γραφῇ ἐνειθισμένοι.
5.5.8δοὺς δὲ τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμωςτε καὶ πολυτελῶς ἐπιτελέσας παντοδαπὰς θέας, νεώντε μέγιστον καὶ κάλλιστον κατασκευάσας τῷ θεῷ, βωμούςτε πλείστους περὶ τὸν νεὼν ἱδρύσας, ἑκάστοτε προϊὼν ἕωθεν ἑκατόμβαςτε ταύρων καὶ προβάτων πολὺ πλῆθος κατέσφαττε τοῖςτε βωμοῖς ἐπετίθει, παντοδαποῖς ἀρώμασι σωρεύων, οἴνουτε τοῦ παλαιοτάτου καὶ καλλίστου πολλοὺς ἀμφορέας τῶν βωμῶν προχέων, ὡς ῥεῖθρα φέρεσθαι οἴνουτε καὶ αἵματος μεμιγμένου.
5.5.9περίτε τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων, γύναιάτε ἐπιχώρια ἐχόρευε σὺν αὐτῷ, περιθέοντα τοῖς βωμοῖς, κύμβαλα ἢ τύμπανα μετὰ χεῖρας φέροντα · περιειστήκειν δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. τὰ δὲ σπλάγχνα τῶν ἱερουργηθέντων τάτε ἀρώματα ἐν χρυσοῖς σκεύεσιν ὑπὲρ κεφαλῆς οὐκ οἰκέται δή τινες ἢ εὐτελεῖς ἄνθρωποι ἔφερον, ἀλλ’οἵτ’ἔπαρχοι τῶν στρατοπέδων καὶ οἱ ἐν ταῖς μεγίσταις πράξεσιν, ἀνεζωσμένοι μὲν χιτῶνας ποδήρεις καὶ χειριδωτοὺς νόμῳ Φοινίκων, ἐν μέσῳ φέροντες μίαν πορφύραν ·
5.5.10ὑποδήμασι δὲ λίνου πεποιημένοις ἐχρῶντο, ὥσπερ οἱ κατ’ἐκεῖνα τὰ χωρία προφητεύοντες. ἐδόκει δὲ τιμὴν μεγίστην νέμειν οἷς ἐκοινώνει τῆς ἱερουργίας.
5.6.1πλὴν καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξωντε καὶ πλουσίων, διαβληθέντας αὐτῷ ὡς ἀπαρεσκομένους καὶ σκώπτοντας αὐτοῦ τὸν βίον. ἠγάγετο δὲ γυναῖκα τὴν εὐγενεστάτην Ῥωμαίων, ἣν σεβαστὴν ἀναγορεύσας μετ’ὀλίγον χρόνον ἀπεπέμψατο, ἰδιωτεύειν κελεύσας καὶ τῶν τιμῶν παρελόμενος.
5.6.2μετ’ἐκείνην δὲ προσποιησάμενος ἐρᾶν, ἵνα δὴ καὶ τὰ τῶν ἀνδρῶν πράττειν δοκοίη, παρθένου τῇ Ῥωμαίων Ἑστίᾳ ἱερωμένης ἁγνεύειντε πρὸς τῶν ἱερῶν νόμων κελευομένης καὶ μέχρι τέλους τοῦ βίου παρθενεύεσθαι, ἀποσπάσας αὐτὴν τῆς Ἑστίας καὶ τοῦ ἱεροῦ παρθενῶνος γυναῖκα ἔθετο, ἐπιστείλας τῇ συγκλήτῳ καὶ παραμυθησάμενος ἀσέβημάτε καὶ ἁμάρτημα τηλικοῦτον, φήσας ἀνθρώπινόν τι πεπονθέναι πάθος · ἔρωτι γὰρ τῆς κόρης ἑαλωκέναι, ἁρμόζοντάτε καὶ σεβάσμιον εἶναι γάμον ἱερέωςτε καὶ ἱερείας. πλὴν καὶ ταύτην αὖ μετ’οὐ πολὺ ἀπεπέμψατο, τρίτην δὲ πάλιν ἠγάγετο, ἀναφέρουσαν τὸ γένος ἐς Κόμμοδον.
5.6.3ἔπαιζε δὲ γάμους οὐ μόνον ἀνθρωπείους, ἀλλὰ καὶ τῷ θεῷ, ᾧ ἱεράτευε, γυναῖκα ἐζήτει · καὶ τῆςτε Παλλάδος τὸ ἄγαλμα, ὃ κρυπτὸν καὶ ἀόρατον σέβουσι Ῥωμαῖοι, ἐς τὸν ἑαυτοῦ θάλαμον μετήγαγε · καὶ μὴ κινηθὲν ἐξ οὗπερ ἦλθεν ἀπὸ Ἰλίου, εἰ μὴ ὅτε πυρὶ κατεφλέχθη ὁ νεώς, ἐκίνησεν οὗτος, καὶ πρὸς γάμον δὴ ἐς τὴν βασίλειον αὐλὴν τῷ θεῷ ἀνήγαγε.
5.6.4φήσας δὲ ἀπαρέσκεσθαι αὐτὸν ὡς πάντα ἐν ὅπλοις καὶ πολεμικῇ θεῷ, τῆς Οὐρανίας τὸ ἄγαλμα μετεπέμψατο, σεβόντων αὐτὸ ὑπερφυῶς Καρχηδονίωντε καὶ τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων. φασὶ δὲ αὐτὸ Διδὼ τὴν Φοίνισσαν ἱδρύσασθαι, ὅτε δὴ τὴν ἀρχαίαν Καρχηδόνα πόλιν ἔκτισε, βύρσαν κατατεμοῦσα. Λίβυες μὲν οὖν αὐτὴν Οὐρανίαν καλοῦσι, Φοίνικες δὲ Ἀστροάρχην ὀνομάζουσι, σελήνην εἶναι θέλοντες.
5.6.5ἁρμόζειν τοίνυν λέγων ὁ Ἀντωνῖνος γάμον ἡλίου καὶ σελήνης τότε ἄγαλμα μετεπέμψατο καὶ πάντα τὸν ἐκεῖθεν χρυσόν, χρήματάτε πάμπλειστα τὴν θεὸν ἐς προῖκα δὴ ἐπιδοῦναι ἐκέλευσε. κομισθέντε τὸ ἄγαλμα συνῴκισε δὴ τῷ θεῷ, κελεύσας πάντας τοὺς κατὰ Ῥώμην καὶ Ἰταλίαν ἀνθρώπους ἑορτάζειν παντοδαπαῖςτε εὐφροσύναις καὶ εὐωχίαις χρῆσθαι δημοσίᾳτε καὶ ἰδίᾳ ὡς δὴ γαμούντων θεῶν.
5.6.6κατεσκεύασε δὲ καὶ ἐν τῷ προαστείῳ νεὼν μέγιστόντε καὶ πολυτελέστατον, ἐς ὃν ἑκάστου ἔτους κατῆγε τὸν θεὸν ἀκμάζοντος θέρους. πανηγύρειςτε παντοδαπὰς συνεκρότει, ἱπποδρόμουςτε κατασκευάσας καὶ θέατρα, διάτε ἡνιοχείας καὶ πάντων θεαμάτωντε καὶ ἀκροαμάτων πλείστων εὐωχούμενον τὸν δῆμον καὶ παννυχίζοντα εὐφραίνειν ᾤετο. τόντε θεὸν αὐτὸν ἐπιστήσας ἅρματι χρυσῷτε καὶ λίθοις τιμιωτάτοις πεποικιλμένῳ κατῆγεν ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον.
5.6.7τὸ δὲ ἅρμα ἦγεν ἑξάπωλον, ἵππων λευκῶν μεγίστωντε καὶ ἀσπίλων, χρυσῷ πολλῷ καὶ φαλάροις ποικίλοις κεκοσμημένων, τάςτε ἡνίας κατεῖχεν · οὐδέπω δὲ τοῦ ἅρματος ἄνθρωπος ἐπέβαινεν, αὐτῷ δὲ περιέκειντο ὡς ἡνιοχοῦντι δὴ τῷ θεῷ. ὁ δ’Ἀντωνῖνος ἔθεε πρὸ τοῦ ἅρματος ἀναποδίζων ἐς το- τοὐπίσω, ἔςτε τὸν θεὸν ἀποβλέπων καὶ τοὺς χαλινοὺς ἀντέχων τῶν ἵππων · πᾶσάντε τὴν ὁδὸν ἤνυε τρέχων ἔμπαλιν ἑαυτοῦ ἀφορῶντε ἐς τὸ πρόσθεν τοῦ θεοῦ.
5.6.8πρόςτε τὸ μὴ πταῖσαι αὐτὸν ἢ διολισθαίνειν, οὐχ ὁρῶντα ὅπου βαίνει, γῆτε ἡ χρυσίζουσα παμπλείστη ὑπέστρωτο, οἵτε προασπίζοντες ἑκατέρωθεν ἀντεῖχον, τῆς ἀσφαλείας τοῦ τοιούτου δρόμου προνοούμενοι. ὁ δὲ δῆμος ἑκατέρωθεν παρέθει μετὰ παντοδαπῆς δᾳδουχίας, στεφάνους καὶ ἄνθη ἐπιρριπτοῦντες · ἀγάλματάτε πάντων θεῶν, καὶ εἴ τι πολυτελὲς ἀνάθημα τίμιον, ὅσατε τῆς βασιλείας σύμβολα ἢ πολυτελῆ κειμήλια, οἵτε ἱππεῖς καὶ στρατὸς πᾶς προεπόμπευον τοῦ θεοῦ.
5.6.9μετὰ δὲ τὸ καταγαγεῖν αὐτὸν καὶ ἱδρῦσαι ἐν τῷ ναῷ τάςτε προειρημένας θυσίας καὶ πανηγύρεις ἐπετέλει, πύργουςτε μεγίστους καὶ ὑψηλοτάτους κατασκευάσας, ἀνιώντε ἐπ’αὐτοῖς, ἐρρίπτει τοῖς ὄχλοις, ἁρπάζειν πᾶσιν ἐπιτρέπων, ἐκπώματάτε χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάςτε καὶ ὀθόνας παντοδαπάς, ζῷάτε πάντα, ὅσα ἥμερα ὅσα ἀτίθασα, πλὴν χοίρων · τούτων γὰρ ἀπείχετο Φοινίκων νόμῳ.
5.6.10ἐν δὴ ταῖς ἁρπαγαῖς πολλοὶ διεφθείροντο, ὑπότε ἀλλήλων πατούμενοι καὶ τοῖς δόρασι τῶν στρατιωτῶν περιπίπτοντες, ὡς τὴν ἐκείνου ἑορτὴν πολλοῖς φέρειν συμφοράν. αὐτὸς δὲ ἐβλέπετο πολλάκις ἡνιοχῶν ἢ ὀρχούμενος · οὐ δὲ γὰρ λανθάνειν ἤθελεν ἁμαρτάνων. προῄειτε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθραίνων, φύσειτε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν.
5.7.1ὁρῶσα δὲ ταῦτα ἡ Μαῖσα, ὑποπτεύουσάτε τοὺς στρατιώτας ἀπαρέσκεσθαι τῷ τοιούτῳ τοῦ βασιλέως βίῳ, καὶ δεδοικυῖα μή τι ἐκείνου παθόντος πάλιν ἰδιωτεύῃ, πείθει αὐτόν, κοῦφον ἄλλως καὶ ἄφρονα νεανίαν, θέσθαι υἱὸν Καίσαράτε ἀποδεῖξαι τὸν ἑαυτοῦ μὲν ἀνεψιὸν ἐκείνης δὲ ἔγγονον ἐκ τῆς ἑτέρας θυγατρὸς Μαμμαίας, εἰποῦσα αὐτῷ κεχαρισμένα, ὡς ἄρα χρὴ ἐκεῖνον μὲν τῇ ἱερωσύνῃ καὶ θρησκείᾳ σχολάζειν τοῦ θεοῦ, βακχείαις καὶ ὀργίοις τοῖςτε θείοις ἔργοις ἀνακείμενον, εἶναι δὲ ἕτερον τὸν τὰ ἀνθρώπεια διοικοῦντα, ἐκείνῳ δὲ παρέξοντα τῆς βασιλείας τὸ ἀνενόχλητόντε καὶ ἀμέριμνον ·
5.7.2μὴ δεῖν τοίνυν ξένον ζητεῖν μη δ’ἀλλότριον, ἀλλὰ τῷ ἀνεψιῷ ταῦτα ἐγχειρίσαι.
5.7.3μετονομάζεται δὴ ὁ Ἀλεξιανός, καὶ Ἀλέξανδρος καλεῖται, παραχθέντος αὐτῷ τοῦ παππῴου ὀνόματος ἐς τὸ τοῦ Μακεδόνος ὡς πάνυτε ἐνδόξου καὶ τιμηθέντος ὑπὸ τοῦ δοκοῦντος πατρὸς ἀμφοτέρων εἶναι · τὴν γὰρ Ἀντωνίνου τοῦ Σεβήρου παιδὸς μοιχείαν ἀμφότεραι αἱ Μαίσης θυγατέρες αὐτήτε ἡ πρεσβῦτις ἐσεμνύνετο πρὸς τὸ τοὺς στρατιώτας στέργειν τοὺς παῖδας, υἱοὺς ἐκείνου δοκοῦντας εἶναι.
5.7.4ἀποδείκνυται δὴ Καῖσαρ ὁ Ἀλέξανδρος, ὕπατόςτε σὺν αὐτῷ Ἀντωνίνῳ. κατελθώντε ἐς τὴν σύγκλητον ταῦτα ἐκύρωσε, γελοιότατα ψηφισαμένων πάντων ἃ ἐκελεύοντο, πατέρα μὲν ἐκεῖνον δοκεῖν ἔτη γεγονότα περί που ἑκκαίδεκα, τὸν Ἀλέξανδρον δὲ υἱὸν τοῦ δωδεκάτου ἐπιβαίνοντα. ὡς δὲ Καῖσαρ ὁ Ἀλέξανδρος ἀπεδείχθη, ὁ Ἀντωνῖνος αὐτὸν ἐβούλετο τὰ ἑαυτοῦ παιδεύειν ἐπιτηδεύματα, ὀρχεῖσθαίτε καὶ χορεύειν τῆςτε ἱερωσύνης κοινωνεῖν καὶ σχήμασι καὶ ἔργοις ὁμοίοις.
5.7.5ἡ δὲ μήτηρ αὐτὸν ἡ Μαμμαία ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν βασιλεῦσιν ἔργων, διδασκάλους δὲ πάσης παιδείας λάθρᾳ μετεπέμπετο, τοῖςτε σώφροσιν αὐτὸν ἤσκει μαθήμασι, παλαίστραιςτε καὶ ἀνδρῶν γυμνασίοις εἴθιζε, παιδείαντε τὴν Ἑλλήνων καὶ Ῥωμαίων ἐπαίδευεν. ἐφ’οἷς Ἀντωνῖνος πάνυ ἤσχαλλε, καὶ μετεγίνωσκε θέμενος αὐτὸν υἱὸν καὶ κοινωνὸν τῆς ἀρχῆς.
5.7.6τούςτε οὖν διδασκάλους αὐτοῦ πάντας ἀπεσόβει τῆς βασιλείου αὐλῆς, τινάςτε αὐτῶν τοὺς ἐνδοξοτάτους οὓς μὲν ἀπέκτεινεν οὓς δὲ ἐφυγάδευσεν, αἰτίας · γελοιοτάτας ἐπιφέρων, ὡς διαφθείροιεν αὐτῷ τὸν δοκοῦντα υἱόν, οὐκ ἐπιτρέποντες χορεύειν ἢ βακχεύεσθαι, σωφρονίζοντες δὲ καὶ τὰ ἀνδρῶν διδάσκοντες. ἐς τοσοῦτον δὲ ἐξώκειλε παρανοίας ὡς πάντα τὰ ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰς μεγίστας τῶν βασιλικῶν πράξεων, καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆσαι ὀρχηστήν τινα γεγονότα καὶ δημοσίᾳ ἐν τῷ Ῥωμαίων θεάτρῳ ὀρχησάμενον, ὅτε ἦν νέος ·
5.7.7πάλιν δὲ ἕτερον ὁμοίως τῆς σκηνῆς βαστάσας, παιδείας τῶν νέων καὶ εὐκοσμίας τῆςτε ὑποστάσεως τῶν ἐς τὴν σύγκλητον βουλὴν ἢ τὸ ἱππικὸν τάγμα κατατασσομένων προέστησεν. ἡνιόχοιςτε καὶ κωμῳδοῖς καὶ μίμων ὑποκριταῖς τὰς μεγίστας τῶν βασιλείων πίστεων ἐνεχείρισε. τοῖς δὲ δούλοις αὑτοῦ ἢ ἀπελευθέροις, ὡς ἔτυχεν ἕκαστος ἐπ’αἰσχρῷ τινὶ εὐδοκιμήσας, τὰς ὑπατικὰς τῶν ἐθνῶν ἐξουσίας ἐνεχείρισε.
5.8.1πάντων δὲ οὕτω τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵτε ἄλλοι πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο καὶ ἐδυσφόρουν · ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλλωπιζόμενον περιεργότερον ἢ κατὰ γυναῖκα σώφρονα, περιδεραίοις δὲ χρυσίνοις ἐσθῆσίτε ἁπαλαῖς ἀνάνδρως κοσμούμενον, ὀρχούμενόντε οὕτως ὡς ὑπὸ πάντων ὁρᾶσθαι.
5.8.2ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους ἐν παιδὶ κοσμίως καὶ σωφρόνως ἀνατρεφομένῳ. ἐφρούρουντε αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. ἥτε μήτηρ Μαμμαία οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ’ἐκείνου πεμπομένων · ὀψοποιοῖςτε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο οὐ τοῖς βασιλικοῖς καὶ ἐν κοινῇ ὑπηρεσίᾳ τυγχάνουσιν, ἀλλὰ τοῖς ὑπὸ τῆς μητρὸς ἐπιλεχθεῖσι πιστοτάτοιςτε εἶναι δοκοῦσιν.
5.8.3ἐδίδου δὲ καὶ χρήματα λανθάνουσα διανέμεσθαι τοῖς στρατιώταις κρύβδην, ὅπως αὐτῶν τὴν πρὸς τὸν Ἀλέξανδρον εὔνοιαν καὶ διὰ χρημάτων, ἐς ἃ μάλιστα ἀποβλέπουσιν, οἰκειώσηται. ταῦτα δὴ ὁ Ἀντωνῖνος πυνθανόμενος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ · ἀλλὰ τὰς ἐπιβουλὰς πάσας ἀπεῖργέτε καὶ ἐκώλυεν ἡ κοινὴ μάμμη ἀμφοτέρων Μαῖσα, γυνὴ καὶ ἄλλως ἐντρεχὴς καὶ τῇ βασιλείῳ αὐλῇ πολλῶν ἐτῶν ἐνδιαιτηθεῖσα, ἅτε τῆς Σεβήρου γυναικὸς Ἰουλίας ἀδελφὴ γενομένη καὶ τὰ πάντα σὺν αὐτῇ ἐν τοῖς βασιλείοις διατρίψασα.
5.8.4οὐδὲν οὖν αὐτὴν ἐλάνθανε τῶν ὑπὸ τοῦ Ἀντωνίνου βουλευομένων, φύσειτε χαύνου τὸν τρόπον ὄντος, καὶ ἀφειδῶς πάντα καὶ φανερῶς ἃ ἐβουλεύετο λέγοντος καὶ πράττοντος. ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ οὐ προεχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα, καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος ἐτιμᾶτο.
5.8.5οἱ δὲ στρατιῶται ἐπεζήτουντε αὐτόν, καὶ ἠγανάκτουν ὅτι δὴ τῆς ἀρχῆς παραλυθείη. διεσκέδασε δὲ ὁ Ἀντωνῖνος καὶ φήμην ὡς τοῦ Ἀλεξάνδρου τεθνήξεσθαι μέλλοντος, ἐποιεῖτότε ἀπόπειραν ὅπως οἴσουσιν οἱ στρατιῶται τὸ θρυλούμενον. οἳ δ’ἐπεὶ μήτε τὸν παῖδα ἔβλεπον ὑπότε τῆς φήμης τὰς ψυχὰς ἐτρώθησαν, ἀγανακτήσαντες οὔτε τὴν συνήθη φρουρὰν ἔπεμψαν τῷ Ἀντωνίνῳ, κατακλείσαντέςτε αὑτοὺς ἐν τῷ στρατοπέδῳ τὸν Ἀλέξανδρον ἐν ἱερῷ ἠξίουν ἰδεῖν.
5.8.6ὁ δ’Ἀντωνῖνος ἐν δέει πολλῷ γενόμενος, παραλαβὼν τὸν Ἀλέξανδρον, συγκαθεσθεὶς αὐτῷ ἐν τῷ βασιλικῷ φορείῳ, ὅπερ διὰ χρυσοῦ πολλοῦ καὶ λίθων τιμίων πεποίκιλτο, κατῆλθεν ἐς τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάνδρῳ. ὡς δὲ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο αὐτοὺς ἔςτε τὸν νεὼν τοῦ στρατοπέδου ἤγαγον, τὸν μὲν Ἀλέξανδρον ὑπερφυῶς ἠσπάζοντότε καὶ εὐφήμουν, τῷ δὲ Ἀντωνίνῳ ἀμελέστερον προσεφέροντο.
5.8.7ἐφ’οἷς ἐκεῖνος ἀγανακτῶν, καὶ διανυκτερεύσας ἐν τῷ ἱερῷ τοῦ στρατοπέδου, πάνυ ἤσχαλλε καὶ τοῖς στρατιώταις ὠργίζετο · ἐκέλευέτε τοὺς παρασήμους καὶ ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημήσαντας, τοὺς δὲ αἰτίους δῆθεν στάσεως καὶ θορύβου, συλλαμβάνεσθαι πρὸς τιμωρίαν.
5.8.8οἱ δὲ στρατιῶται ἐπὶ τούτῳ ἀγανακτήσαντες, ἄλλως μὲν μισοῦντες τὸν Ἀντωνῖνον καὶ ἀποσκευάσασθαι θέλοντες ἀσχημονοῦντα βασιλέα, τότε δὲ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον αὐτόντε καὶ τὴν μητέρα Σοαιμίδα (παρῆν γὰρ ὡς σεβαστήτε καὶ μήτηρ) ἀναιροῦσι, τούςτε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν ὑπηρέταιτε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων.
5.8.9τὰ δὲ σώματα τοῦτε Ἀντωνίνου καὶ τῆς Σοαιμίδος παρέδοσαν σύρειντε καὶ ἐνυβρίζειν τοῖς βουλομένοις · ἅπερ ἐπὶ πολὺ διὰ πάσης τῆς πόλεως συρέντατε καὶ λωβηθέντα ἐς τοὺς ὀχετοὺς ἀπερρίφθη τοὺς ἐς τὸν Θύμβριν ποταμὸν ῥέοντας.
5.8.10Ἀντωνῖνος μὲν οὖν ἐς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως ἅμα τῇ μητρὶ κατέστρεψεν · οἱ δὲ στρατιῶται αὐτοκράτορα τὸν Ἀλέξανδρον ἀναγορεύσαντες ἐς τὰ βασίλεια ἀνήγαγον, κομιδῇ νέον καὶ πάνυ ὑπὸ τῇ μητρὶ καὶ τῇ μάμμῃ παιδαγωγούμενον.