Herodian

History of the Empire from the Death of Marcus, 2

2.1

2.1.1ἀνελόντες δὲ τὸν Κόμμοδον οἱ ἐπιβουλεύσαντες, ὡς ἐν τῷ πρώτῳ συντάγματι τῆς ἱστορίας δεδήλωται, κρύψαιτε τὸ γενόμενον βουλόμενοι, ὡς ἂν τοὺς φυλάσσοντας τὴν βασίλειον αὐλὴν δορυφόρους λάθοιεν, εἱλήσαντες στρωμνῇ τινὶ εὐτελεῖ τὸ σωμάτιον καὶ καταδήσαντες, ἐπιθέντεςτε δυσὶν οἰκέταις τῶν πιστῶν ἑαυτοῖς, ἐκπέμπουσιν ὡς δή τι σκεῦος τῶν ἐκ τοῦ θαλάμου περιττῶν.

2.1.2οἱ δὲ φέροντες διὰ μέσων ἐκφέρουσι τῶν φυλάκων, ὧν οἳ μὲν ἀπὸ μέθης ἐκραιπάλων, οἳ δὲ ἐγρηγορότες κἀκεῖνοι ἐς ὕπνον κατεφέροντο κατεχούσαιςτε ταῖς χερσὶ τὰ δοράτια ἐπανεπαύοντο, οἳ δ’οὐ πάνυ τὸ ἐκφερόμενον τοῦ θαλάμου, τι ποτ’εἴη, ἐπολυπραγμόνουν, ἐπεὶ μη δὲ αὐτοῖς διέφερε ταῦτ’εἰδέναι. τὸ μὲν οὖν σῶμα τοῦ βασιλέως οὕτω κλαπὲν ἐκκομισθέντε τῆς αὐλείου θύρας νύκτωρ ὀχήματι ἐπιθέντες ἐς τὸ προάστειον ἀπέπεμψαν ·

2.1.3 δὲ Λαῖτος καὶ Ἔκλεκτος ἅμα τῇ Μαρκίᾳ τὸ πρακτέον ἐβουλεύοντο. ἔδοξε δὲ αὐτοῖς περὶ μὲν τοῦ θανάτου φήμην ἐγκατασπεῖραι, ὅτι δὴ αἰφνιδίως τετελευτήκοι ἀποπληξίας ἐπιπεσούσης · καὶ γὰρ ἐνδεχομένην πίστιν ἕξειν ᾤοντο τὴν φήμην προδιαβεβλημένης τῆς ἀκορέστου καὶ ὑπερβαλλούσης ἐκείνου τροφῆς. πρῶτον δὲ ἔδοξεν αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ καὶ σώφρονα τὸν διαδεξόμενον τὴν ἀρχήν, ὅπως αὐτοίτε σωθεῖεν καὶ ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειαν. καθ’ἑαυτοὺς δὴ ἀναλογιζόμενοι οὐδένα οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα.

2.1.4ἦν δὲ Περτίναξ τὸ μὲν γένος Ἰταλιώτης, ἐν δὲ πολλαῖς στρατιωτικαῖςτε καὶ πολιτικαῖς εὐδοκιμήσας πράξεσι, πολλὰ δὲ κατὰ Γερμανῶν καὶ τῶν ὑπὸ τὴν ἀνατολὴν βαρβάρων ἐγείρας τρόπαια, μόνοςτε περιλειφθεὶς τῶν σεμνῶν πατρῴων τῷ Κομμόδῳ φίλων · ὃν οὐκ ἀπέκτεινε, τῶν Μάρκου ἑταίρωντε καὶ στρατηγῶν ἐντιμότατον γενόμενον, διὰ σεμνότητα αἰδούμενος ὡς πένητα τηρήσας. ἦν γὰρ αὐτῷ καὶ τοῦτο μέρος τῶν ἐγκωμίων, ὅτι πλεῖστα πάντων ἐγχειρισθεὶς πάντων οὐσίαν εἶχεν ἐλάττονα.

2.1.5πρὸς δὴ τοῦτον τὸν Περτίνακα νυκτὸς ἀκμαζούσης πάντωντε ὕπνῳ κατειλημμένων ἀφικνοῦνται Λαῖτος καὶ Ἔκλεκτος, ὀλίγους τῶν συνωμοτῶν ἐπαγόμενοι. ἐπιστάντες δὲ αὐτοῦ κεκλεισμένης τῆς οἰκίας ταῖς θύραις διεγείρουσι τὸν φυλάττοντα. ἀνοίξας δὲ ἐκεῖνος καὶ θεασάμενος στρατιώτας ἐφεστῶτας καὶ Λαῖτον, ὃν ᾔδει ἔπαρχον ὄντα, ἐκπλαγεὶς καὶ ταραχθεὶς εἰσαγγέλλει.

2.1.6 δὲ ἥκειν αὐτοὺς κελεύει, δεινὰ προσδοκώμενα ἑαυτῷ ἑκάστοτε συμβήσεσθαι φάσκων. ἐν τοσαύτῃ γοῦν αὐτόν φασι μεῖναι ψυχῆς ἀταραξίᾳ ὡς μη δ’ἀναθορεῖν τοῦ σκίμποδος, μεῖναι δὲ ἐπὶ τοῦ σχήματος, καὶ τὸν Λαῖτον ἅμα τῷ Ἐκλέκτῳ εἰσελθόντα, καίτοι δοκοῦντα ἐπὶ φόνῳ ἥκειν, προσειπεῖντε, καὶ θαρροῦντι μη δὲ ὠχριάσαντι τῷ προσώπῳ πάλαι μέν φάναι καὶ πάσης νυκτὸς τόδε τὸ τέλος τοῦ βίου εἶχον δι’ἐλπίδος, μόνοςτε τῶν πατρῴων ἔτι περιλειπόμενος φίλων ἐθαύμαζον ἐπ’ἐμοὶ Κόμμοδον βραδύνοντα.

2.1.7τί δὴ μέλλετε; ὑμεῖςτε γὰρ δράσετε τὸ κεκελευσμένον, ἐγώτε πονηρᾶς ἐλπίδος καὶ φόβου συνεχοῦς ἀπαλλάξομαι. πρὸς ταῦτα Λαῖτος οὐ παύσῃ ἔφη ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων;

2.1.8οὐ γὰρ ἐπ’ὀλέθρῳ τῷ σῷ ἥδε ἡμῶν ἄφιξις, ἀλλ’ἐπὶ σωτηρίᾳ τῇτε ἡμῶν αὐτῶν καὶ τῆς Ῥωμαίων ἀρχῆς. κεῖται μὲν γὰρ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς δρᾶσαι διενοεῖτο, ταῦτα πρὸς ἡμῶν ἔπαθεν.

2.1.9ἡμεῖς δὲ ἥκομέν σοι τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ σωφροσύνῃ βίου μεγέθειτε ἀξιώματος καὶ ἡλικίας σεμνότητι, ποθούμενόντε καὶ τιμώμενον ὑπὸ τοῦ δήμου · ὅθεν κἀκείνοις εὐκταῖον καὶ ἡμῖν σωτήριον τὸ πραττόμενον ἔσεσθαι προσδοκῶμεν.

2.1.10πρὸς ταῦτα Περτίναξ οὐ παύσεσθε ἔφη χλευάζοντες πρεσβύτην, καὶ τοσαύτην μου δειλίαν κατεγνωκότες ὡς πρῶτον ἀπατῆσαι βούλεσθε, εἶθ’οὕτω φονεῦσαι; ἀλλὰ μήν ἔφη Ἔκλεκτος, ἐπεὶ λέγουσιν ἡμῖν οὐ πεπίστευκας, λαβὼν τουτὶ τὸ γραμματεῖον (γνωρίζεις δὲ τὴν Κομμόδου χεῖρα, οὔσης σοι τῆς ἀναγνώσεως ἐν συνηθείᾳ) ἀνάγνωθι ·

2.1.11οὕτω γὰρ γνώσῃ τίνατε κίνδυνον ἐφύγομεν, καὶ ὅτι μὴ σκῆψις ἀλλ’ἀλήθεια πρόσεστι τοῖς λεχθεῖσιν. ἐπιγνοὺς δὴ τὰ γεγραμμένα Περτίναξ, πεισθείςτε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα

2.2

2.2.1πυθόμενος τὰ πεπραγμένα ἐπιδίδωσιν ἑαυτόν. καὶ πρῶτον ἀρέσκει προελθεῖν ἐπὶ τὸ στρατόπεδον καὶ πεῖραν τῆς γνώμης τῶν στρατιωτῶν λαβεῖν · πείσειν δὲ αὐτοὺς Λαῖτος ὑπισχνεῖτο, ἐπείπερ αὐτῷ ἐπάρχῳ ὄντι μετρίαν ἀπένεμον αἰδῶ.

2.2.2συμπαραλαβόντες οὖν καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. ἤδη δὲ καὶ τὸ πλεῖστον τῆς νυκτὸς προκεχωρήκει, καὶ τῆς ἑορτῆς ἐνεστώσης πρὸ ἡμέρας πάντα ἐπράττετο. διαπέμπουσι δή τινας τῶν πιστῶν τοὺς διαβοήσοντας ὅτι Κόμμοδος τέθνηκε μέν, Περτίναξ δὲ ἐς τὸ στρατόπεδον βασιλεύσων ἄπεισι.

2.2.3διαδραμούσης δὲ τῆς φήμης πᾶς δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβακχεύετο, διέθεόντε, καὶ τοῖς οἰκείοις ἕκαστος χαίρων διήγγελλε, καὶ μάλιστα τοῖς ἐπ’ἀξιώσεως πλουσίοις · ἐκείνοις γὰρ καὶ ἐπιβουλεύοντα ᾔδεσαν τὸν Κόμμοδον. ἔθεόντε περίτε τὰ ἱερὰ καὶ βωμούς, χάριτας θεοῖς ὁμολογοῦντες.

2.2.4ἐβόων δὲ διάφορα, οἳ μὲν κεῖσθαι τὸν τύραννον λέγοντες, οἳ δὲ τὸν μονομάχον, ἄλλοι δὲ ἀπρεπέστερα βλασφημοῦντες · καὶ ὅσα πρότερον ἐπεῖχεν φόβος ῥήματα, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευθερίας ῥᾳδίως ἐλέγετο. πλεῖστον δὴ τοῦ δήμου συνέθει δρόμῳ ἐπὶ τὸ στρατόπεδον · ἠπείγοντο δὲ μάλιστα δεδιότες μή πως ἄρα οἱ στρατιῶται ὀκνηρότερον ὑπακούσωσι τῇ τοῦ Περτίνακος ἀρχῇ.

2.2.5ἐσομένην γὰρ σώφρονα μὴ πάνυ τι ἀποδέξασθαι τοὺς στρατιώτας προσεδόκων, τυραννίδι δουλεύειν εἰθισμένους, ἁρπαγαῖςτε καὶ βίαις ἐγγεγυμνασμένους. ἵν’οὖν αὐτοὺς ἐκβιάσοιντο ὑπακοῦσαι, πανδημεὶ συνῆλθον. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ, Λαῖτόςτε καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα · συγκαλέσαςτε τοὺς στρατιώτας Λαῖτος ἔλεξε τοιάδε.

2.2.6Κόμμοδος μὲν ἡμῖν βασιλεὺς τέθνηκεν ἀποπληξίᾳ, αἴτιος δὲ τοῦ τοιούτου θανάτου οὐκ ἄλλος ἀλλ’αὐτὸς αὑτῷ · συμβουλεύουσι γὰρ ἡμῖν τὰ ἄριστα ἀεὶ καὶ σωτήρια μὴ πειθόμενος, βιοὺς δὲ ὡς οὐκ ἀγνοεῖτε, ὑπὸ πλήθους ἀποπνιγεὶς διεφθάρη. τὸν μὲν οὖν κατέλαβε τέλος τὸ πεπρωμένον · οὐ δὲ γὰρ μία οὐ δ’ αὐτὴ πᾶσιν ἀνθρώποις θανάτου αἰτία, διάφοροι δὲ οὖσαι ἐς ἓν τέρμα βίου συντελοῦσιν.

2.2.7ἀλλ’ἀντ’ἐκείνου γὰρ ὑμῖν ἄγομεν ἡμεῖςτε καὶ δῆμος τῶν Ῥωμαίων ἄνδρα τὴν μὲν ἡλικίαν σεμνὸν τὸν δὲ βίον σώφρονα, ἀρετῆς δὲ τῆς ἐν ἔργοις ἔμπειρον · ὧν οἱ μὲν πρεσβύτεροι καὶ τῶν στρατιωτικῶν αὐτοῦ πράξεων ἐπειράθητε, οἱ δὲ λοιποὶ τῆς πόλεως ἐπάρχοντα τοσούτων ἐτῶν ἀεὶ διὰ τιμῆςτε καὶ θαύματος ἔσχετε.

2.2.8δίδωσίτε ὑμῖν τύχη οὐ βασιλέα μόνον ἀλλὰ καὶ πατέρα χρηστόν. εὐφρανεῖτε τοῦδε ἀρχὴ οὐχ ὑμᾶς μόνον τοὺς ἐνταυθοῖ δορυφοροῦντας, ἀλλὰ καὶ τοὺς ἐπὶ ταῖς ὄχθαις τῶν ποταμῶν καὶ τοὺς ἐπὶ τοῖς ὅροις τῆς Ῥωμαίων ἀρχῆς ἱδρυμένους, οἳ τὴν πεῖραν αὐτοῦ τῶν ἔργων φέρουσι διὰ μνήμης. τότε βάρβαρον οὐ χρήμασιν ἔτι θεραπεύσομεν, πείρᾳ δὲ ὧν πρὸς αὐτοῦ πεπόνθασι στρατηγοῦντος φόβῳ ὑποτάξονται.

2.2.9τοιαῦτα δὴ λέγοντος τοῦ Λαίτου, μὴ κατασχὼν ἑαυτὸν δῆμος, μελλόντων καὶ ὀκνούντων ἔτι τῶν στρατιωτῶν, σεβαστόντε ἀναγορεύει καὶ πατέρα καλεῖ πάσαιςτε γεραίρει εὐφημίαις. τότε καὶ οἱ στρατιῶται, οὐχ ὁμοίᾳ μὲν προθυμίᾳ, τῇ δὲ ἐκ τοῦ παρόντος πλήθους ἀνάγκῃ (καὶ γὰρ ἦσαν πανταχόθεν ὑπὸ τοῦ δήμου περιειλημμένοι, ὀλίγοιτε καὶ ἄνευ τῶν ὅπλων ὡς ἐν ἱερομηνίᾳ), πλὴν συνεξεβόησαν καὶ σεβαστὸν προσεῖπον τὸν Περτίνακα ·

2.2.10ἔςτε τὸ ἐκείνου ὄνομα τοὺς συνήθεις ὅρκους ὀμόσαντες καὶ θύσαντες, δαφνηφοροῦντες πᾶς δῆμος καὶ τὸ στρατιωτικόν, ἐπειδὴ προσῄει καὶ τὸ περίορθρον, ἐς τὴν βασίλειον αὐλὴν ἀνήγαγον τὸν Περτίνακα.

2.3

2.3.1 δὲ ἐπείπερ ἱδρύθη ἐν τῇ βασιλείῳ ἑστίᾳ, τῶντε στρατιωτῶν καὶ τοῦ δήμου, ὡς προείρηται, νύκτωρ ἀναγαγόντων, φροντίσι μεγίσταις τὴν γνώμην ἐταράττετο · πάνυτε αὐτόν, καίτοι δοκοῦντα ψυχῆς εἶναι ἐρρωμένης καὶ πρὸς πάντα ἀνδρεῖον, τὰ παρόντα ἐφόβει, οὐχ οὕτω προνοίᾳ τῆς ἑαυτοῦ σωτηρίας (κινδύνων γὰρ καὶ μειζόνων πολλάκις ἦν καταφρονήσας), ἐλογίζετο δὲ τήντε αἰφνίδιον τῆς τυραννίδος μεταβολὴν τήντε ἐν τῇ συγκλήτῳ βουλῇ τινῶν εὐγένειαν, οὓς ὑπώπτευεν οὐκ ἀνεξομένους μετὰ βασιλέα εὐγενέστατον τὴν ἀρχὴν μεταπεσοῦσαν ἐς ἄνδρα ἐξ ἰδιωτικοῦ καὶ ἀσήμου γένους ἐπὶ τοῦτο ἐλθόντα.

2.3.2εἰ γὰρ καὶ βίος αὐτῷ διὰ σωφροσύνην ἐπῃνεῖτο καὶ τὰ ἐν ταῖς στρατιωτικαῖς πράξεσιν ἦν εὐκλεῆ, ἀλλ’ὅσον εὐγενείας χάριν, πολὺ τῶν εὐπατριδῶν ἀπελείπετο. ἡμέρας οὖν καταλαβούσης κατῆλθεν ἐπὶ τὸ συνέδριον τῆς βουλῆς, οὔτε τὸ πῦρ ἐάσας ἑαυτοῦ προπομπεῦσαι οὔτε τι ἄλλο τῶν βασιλικῶν συμβόλων ἐς ὕψος ἀρθῆναι πρὶν μαθεῖν τὴν γνώμην τῆς συγκλήτου βουλῆς.

2.3.3ἐπεὶ δὲ αὐτὸν ἅμα τῷ ἐπιφανῆναι πάντες ὁμοθυμαδὸν εὐφήμησαν σεβάσμιόντε καὶ βασιλέα προσηγόρευσαν, δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο τῆς ἀρχῆς τὸ ἐπίφθονον, γῆράςτε προϊσχόμενος συγγνώμης ἐδεῖτο, εἶναίτε πολλοὺς εὐπατρίδας ἔφασκεν οἷς βασιλεία μᾶλλον ἁρμόζει · καὶ λαβόμενος τῆς χειρὸς Γλαβρίωνος εἷλκεν αὐτόν, καθίζεσθαι κελεύων ἐπὶ τοῦ βασιλείου θρόνου.

2.3.4ἦν δὲ ἐκεῖνος εὐγενέστατος μὲν πάντων τῶν εὐπατριδῶν (ἀνέφερε γοῦν ἐς Αἰνείαν τὸν Ἀφροδίτης καὶ Ἀγχίσου τὴν τοῦ γένους διαδοχήν), ἔτι δὲ καὶ τὴν ὕπατον ἀρχὴν τελέσας δεύτερον. δέ ἀλλ’αὐτός ἔφη ἐγώ, ὃν σὺ νομίζεις πάντων ἀξιώτατον, σοίτε τῆς ἀρχῆς παραχωρῶ, καὶ πᾶσαν τὴν ἐξουσίαν ἐγὼ · καὶ οἱ λοιποὶ πάντες ψηφιζόμεθά σοι διδόντες. τότε δὲ πάντων αὐτὸν ἐκβιασαμένων ἐκλιπαρησάντωντε, ὀκνῶν καὶ μόλις ἀνελθὼν ἐπὶ τὸν βασίλειον θρόνον ἔλεξε τοιάδε.

2.3.5τὸ πάνυ δεξιὸν ὑμῶν τῆς πρός με τιμῆς καὶ τὸ τῆς σπουδῆς ὑπερβάλλον ἐπίλεκτόντε ἐς πρόκρισιν τοσαύτης παρ’ὑμῖν εὐγενείας, οὐκ ἔχον κολακείας ὑποψίαν ἀλλὰ δεῖξιν καὶ πίστιν εὐνοίας, ἄλλῳ μὲν ἄν τῳ θάρσος καὶ προθυμίαν ἐνέβαλεν ἐς τὸ ἑτοίμως δέξασθαι τὰ ἐγκεχειρισμένα, ἐλπίδατε ῥᾳστώνης ὑπέφηνεν ἂν ὡς εὐμαρῶς τὴν ἀρχὴν διοίσοντι ἐν ἀρχομένοις οὕτως εὐνοοῦσιν ·

2.3.6ἐμοὶ δὲ ταῦτα μεγάλα ὄντα καὶ ἐξαίρετα τιμῆςτε αἴσθησιν ἐκπλήττει, δέοςτε καὶ ἀγῶνα οὐ μικρὸν ἐμποιεῖ. μεγάλων γὰρ εὐεργεσιῶν προϋπαρχουσῶν τὸ ἰσότιμον δυσέφικτον ἐν ταῖς ἀμοιβαῖς, καὶ μικρὰ μὲν λαβοῦσιν ἀντιδοῦναι μεῖζον οὐχ οὕτως εὐμαρὲς ὡς εὐχάριστον δοκεῖ, ὁπηνίκα δ’ἂν πρῶτός τι δράσας ἀγαθὸν ἀνυπέρβλητον κατάθηται χάριν, τὸ μὴ κατ’ἀξίαν ἀντιδοθὲν οὐχ οὕτω δυσπόριστον ὡς ἀναίσθητον ἅμα καὶ ἀχάριστον ὀνομάζεται.

2.3.7ὁρῶ δὴ οὐ τὸν τυχόντα μοι ἐπηρτημένον ἀγῶνα πρὸς τὸ ἄξιον ἐμαυτὸν παρασχεῖν τῆς τοσαύτης παρ’ὑμῶν τιμῆς. οὐ γὰρ ἐν τῇ καθέδρᾳ προεδρία, ἀλλ’ἐν τοῖς ἔργοις, εἴ τις αὐτὴν μὴ καταισχύνει. ὅσῳ δὲ τὰ γενόμενα ὡς φαῦλα μισεῖται, τοσούτῳ τὰ μέλλοντα ὡς ἀγαθὰ μεγάλως ἐλπίζεται. καὶ τὰ μὲν δεινὰ τῶν ἔργων ἀεὶ μνημονεύεται (τὸ γὰρ λυπῆσαν δυσαπάλειπτον), τὰ δὲ χρηστὰ ἅμα τῇ ἀπολαύσει καὶ τὴν περὶ αὑτῶν μνήμην συναναλίσκει, ἐπεὶ μὴ ὁμοίως εὐφραίνει ἐλευθερία ὡς λυπεῖ δουλεία, οὐ δέ τις ἀδεῶς τὰ ἑαυτοῦ ἔχων ἐν χάριτος μοίρᾳ τίθεται, τὰ ἴδια καρποῦσθαι νομίζων, δὲ τῶν οἰκείων στερηθεὶς αἰώνιον ἔχει τὴν μνήμην τοῦ λελυπηκότος.

2.3.8οὐ δ’εἴ τις ἐς τὸ κοινὸν χρηστὴ γένοιτο μεταβολή, αὐτός τι πλέον καρποῦσθαι νομίζει, ἐπεὶ τοῦ μὲν δημωφελοῦς καὶ κοινῇ διαφέροντος ὀλίγη τοῖς καθ’ἕνα φροντίς, τὸ δὲ καθ’αὑτὸν ἕκαστος εἰ μὴ κατὰ γνώμην προχωροίη, οὐδέν τι μέγα ὠφελεῖσθαι νομίζει.

2.3.9οἵτε εἰθισμένοι ταῖς τῆς τυραννίδος ἀκρίτοις καὶ ἀφειδέσι μεγαλοδωρίαις ἐντρυφᾶν τὴν ἐς τὸ σωφρονέστερον καὶ μεμετρημένον διὰ σπάνιν χρημάτων μεταβολὴν οὐ φιλοσώφρονα οὐ δὲ σύμμετρον καὶ κεκριμένην διοίκησιν ὀνομάζουσιν, ἀλλὰ μικρολογίαν καὶ ἀθλιότητα βίου ὀνειδίζουσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν μεγάλα καὶ ὡς ἔτυχε χαρίζεσθαι οὐκ ἂν περιγένοιτο εἰ μὴ ἐκ τοῦ ἁρπάζειν καὶ βιάζεσθαι, τὸ δὲ λογισμῷ πάντα καὶ κατ’ἀξίαν ἑκάστου νέμειν ἄνευ τοῦ δεινόν τι δρᾶσαι, μὴ παρέχον ἄδικον εὐπορίαν χρημάτων, διδάσκει φειδὼ σώφρονα τῶν καλῶς πορισθέντων.

2.3.10ταῦτα δὴ ὑμᾶς ἐγνωκότας χρὴ συναίρεσθαι, καὶ κοινὴν τῆς ἀρχῆς τὴν διοίκησιν νομίζοντας, ἀριστοκρατίαντε ἀλλ’οὐ τυραννίδα ὑπομενοῦντας, αὐτούςτε ἀγαθὰς ἔχειν ἐλπίδας καὶ πᾶσι τοῖς ἀρχομένοις ταῦτα ὑπισχνεῖσθαι.

2.3.11τοιαῦτα Περτίναξ εἰπὼν ὑπερῆσέτε τὴν σύγκλητον βουλήν, καὶ πρὸς πάντων εὐφημηθείς, πάσηςτε τιμῆς καὶ αἰδοῦς παρ’αὐτῶν τυχών, ἔςτε τὸν τοῦ Διὸς νεὼν καὶ τὰ λοιπὰ ἱερὰ πεμφθείς, τάςτε ὑπὲρ τῆς βασιλείας θυσίας τελέσας, ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν.

2.4

2.4.1ἐπεὶ δὲ διεφοίτησεν φήμη τῶντε λεχθέντων ὑπ’αὐτοῦ ἐν τῇ συγκλήτῳ καὶ τῶν πρὸς τὸν δῆμον γραφέντων, ὑπερήδοντο πάντες, σεμνὸν καὶ ἤπιον ἄρχοντα καὶ πατέρα, οὐ βασιλέα ἕξειν ἐλπίζοντες. τούςτε γὰρ στρατιώτας ἐκέλευσε παύσασθαι τῆς πρὸς τοὺς δημότας ὕβρεως καὶ μήτε πελέκεις φέρειν μετὰ χεῖρας μήτε παίειν τινὰ τῶν παριόντων, ἔςτε τὸ κόσμιον καὶ εὔτακτον μετάγειν πάντα ἐπειρᾶτο, ἔντε ταῖς προόδοις καὶ τοῖς δικαστηρίοις πρᾶον καὶ ἥμερον ἦθος ἐπεδείκνυτο.

2.4.2καὶ τῆς Μάρκου ἀρχῆς ζήλῳτε καὶ μιμήσει τοὺς μὲν πρεσβυτέρους ὑπομιμνήσκων εὔφραινε, τοὺς δ’ἄλλους πάντας ἐξ ὠμῆς καὶ ἐφυβρίστου τυραννίδος ἐς σώφρονα καὶ ἀμέριμνον βίον μεταχθέντας ῥᾷστα ἐς εὔνοιαν ᾠκειώσατο. τῆςτε ἡμέρου ἀρχῆς φήμη διαθέουσα πάντα ἔθνη καὶ πάντα στρατόπεδα, ὅσατε Ῥωμαίοις ὑπήκοα καὶ ὅσα φίλα, ἐκθειάζειν αὐτοῦ τὴν ἀρχὴν ἔπειθεν.

2.4.3ἀλλὰ μὴν καὶ τῶν βαρβάρων ὅσοι πρότερον ἀφηνίαζον ἐστασίαζον, φόβῳτε καὶ μνήμῃ τῆς ἐν ταῖς προτέραις αὐτοῦ στρατείαις ἀρετῆς, πίστειτε γνώμης ὅτι μηδένα ἑκὼν ἀδικήσει ποτέ, ἑκάστῳ τὸ κατ’ἀξίαν ἀπονέμων, χάριτος ἀπρεποῦς καὶ βίας ὠμῆς ἀλλότριος, ἑκόντες αὐτῷ προσεχώρουν. πρεσβεῖαίτε πανταχόθεν ἀφικνοῦντο, συνηδομένων ἁπάντων τῇ Ῥωμαίων ὑπὸ Περτίνακι ἀρχῇ.

2.4.4οἱ μὲν οὖν ἄλλοι πάντες ἄνθρωποι καὶ κοινῇ καὶ ἰδίᾳ τῷ εὐτάκτῳ καὶ ἡμέρῳ τῆς βασιλείας ἔχαιρον · δὲ πάντας εὔφραινε, τοῦτο μόνους ἐλύπει τοὺς ἐν τῇ Ῥώμῃ στρατιώτας, οἳ δορυφορεῖν εἰώθασι τοὺς βασιλέας. κωλυόμενοι γὰρ ἁρπάζειντε καὶ ὑβρίζειν, ἔςτε τὸ εὔτακτον καὶ κόσμιον ἀνακαλούμενοι, τὸ πρᾶον καὶ ἥμερον τῆς ἀρχῆς ὕβριν αὑτῶν καὶ ἀτιμίαν καθαίρεσίντε τῆς ἀνέτου ἐξουσίας νομίζοντες, τὴν τῆς ἀρχῆς οὐκ ἔφερον εὐταξίαν.

2.4.5ἀλλὰ τὰ μὲν πρῶτα κατ’ὀλίγον ὀκνηρούςτε καὶ ἀπειθεῖς αὑτοὺς τοῖς κελευομένοις παρεῖχον · τὸ δὲ τελευταῖον, οὐ δ’ὅλων μηνῶν δύο τῆς βασιλείας αὐτῷ προκεχωρηκυίας, ἐπιδειξαμένουτε ἐν ὀλίγῳ χρόνῳ πολλὰ σώφρονα καὶ χρηστὰ ἔργα, ἐλπίδωντε ἀγαθῶν τοῖς ἀρχομένοις ὑποφαινομένων, ἐβάσκηνε πάντα καὶ ἀνέτρεψε πονηρὰ τύχη, ἐκώλυσέτε θαυμαστὰ καὶ ἐπωφελῆ τοῖς ὑπηκόοις ἔργα ἐς τέλος ἀχθῆναι.

2.4.6πρῶτον μὲν γὰρ πᾶσαν τὴν κατ’Ἰταλίαν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀγεώργητόντε καὶ παντάπασιν οὖσαν ἀργὸν ἐπέτρεψεν, ὁπόσην τις βούλεται καὶ δύναται, εἰ καὶ βασιλέως κτῆμα εἴη, καταλαμβάνειν, ἐπιμεληθέντιτε καὶ γεωργήσαντι δεσπότῃ εἶναι · ἔδωκέτε γεωργοῦσιν ἀτέλειαν πάντων ἐς δέκα ἔτη, καὶ διὰ παντὸς δεσποτείας ἀμεριμνίαν.

2.4.7τοῖςτε βασιλικοῖς κτήμασιν ἐκώλυσεν αὑτοῦ τοὔνομα ἐπιγράφεσθαι, εἰπὼν αὐτὰ οὐκ ἴδια τοῦ βασιλεύοντος εἶναι, ἀλλὰ κοινὰ καὶ δημόσια τῆς Ῥωμαίων ἀρχῆς. τέλητε πάντα τὰ πρότερον ἐπὶ τῆς τυραννίδος ἐς εὐπορίαν χρημάτων ἐπινοηθέντα ἐπίτε ὄχθαις ποταμῶν καὶ λιμέσι πόλεων ἔντε ὁδῶν πορείαις, καταλύσας ἐς τὸ ἀρχαῖον καὶ ἐλεύθερον ἀφῆκεν.

2.4.8ἐμέλλησε δ’ἂν ἔτι καὶ πλείονα, ὥς γε τὰ τῆς προαιρέσεως ἐνεδείκνυτο, εὐεργετήσειν τοὺς ὑπηκόους, ἐπεὶ καὶ τοὺς συκοφάντας τῆς πόλεως ἦν διώξας καὶ τοὺς πανταχόθεν κολασθῆναι κελεύσας, τοῦ μηδένα ἐπηρεάζεσθαι μη δὲ ματαίοις ἐγκλήμασι περιπίπτειν προνοούμενος. ἐν ἀδείᾳτε καὶ μακαρίῳ βίῳ τε σύγκλητος μάλιστα καὶ οἱ λοιποὶ πάντες βιώσεσθαι προσεδόκων.

2.4.9οὕτω γὰρ μέτριος καὶ ἰσότιμος ἦν ὡς καὶ τὸν υἱὸν αὑτοῦ ἤδη μειράκιον ὄντα μη δὲ ἐς τὴν βασίλειον αὐλὴν ἀναγαγεῖν, ἀλλ’ἔντε τῇ πατρῴᾳ μένειν οἰκίᾳ, καὶ ἐς τὰ συνήθη προϊόντα διδασκαλεῖα καὶ γυμνάσια ἰδιωτεύοντα ὁμοίως τοῖς λοιποῖς παιδεύεσθαίτε καὶ πάντα πράττειν, οὐδαμοῦ τῦφον πομπὴν παρεχόμενον βασιλικήν.

2.5

2.5.1τοιαύτης δὲ εὐμοιρίας καὶ εὐταξίας κατεχούσης τὸν βίον, μόνοι οἱ δορυφόροι, ἀσχάλλοντες μὲν ἐπὶ τοῖς παροῦσι, ποθοῦντες δὲ τὰς ἐπὶ τῆς προγενομένης τυραννίδος ἁρπαγάςτε καὶ βίας ἔντε ἀσωτίαις καὶ κραιπάλαις, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα ὡς ὄντα αὐτοῖς βαρὺν καὶ ἐπαχθῆ, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς ἄνετον καὶ ἀκόλαστον παρέξοντα ἐξουσίαν.

2.5.2αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος ἀλλὰ πάντων ἐν ἡσυχίᾳ διατριβόντων, θυμῷ καὶ ἀλόγῳ ὁρμῇ ἐκ τοῦ στρατοπέδου δρόμῳ φερόμενοι αὐτοὶ ἡμέρας ἀκμαζούσης ἐπεισῆλθον τοῖς βασιλείοις, τάτε δόρατα διατεινάμενοι καὶ τὰ ξίφη σπασάμενοι.

2.5.3τῷ δὲ παραδόξῳ τοῦ ἔργου καὶ ἀνελπίστῳ οἱ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, ὀλίγοιτε πρὸς πολλοὺς καὶ ἄνοπλοι πρὸς ὡπλισμένους, οὐκ ἔμενον, ἀλλ’ἕκαστος ἣν ἐγκεχείριστο φρουρὰν λιπὼν ἐπὶ τῇ αὐλείῳ ἐπὶ ταῖς λοιπαῖς εἰσόδοις ἔφευγον. ὀλίγοι δέ τινες τῶν εὐνοούντων, διαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν τῇτε τοῦ δήμου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι.

2.5.4 δὲ καὶ τοῖς συμβουλεύουσιν αὐτῷ πρὸς τὸ παρὸν ὠφέλιμα μὴ πεισθείς, ἀπρεπῆ δὲ καὶ ἀνελεύθερα βασιλείαςτε ἀνάξια καὶ τῶν προβεβιωμένων αὑτῷ καὶ προπεπραγμένων νομίσας, φεύγειν μὲν λαθεῖν οὐκ ἠθέλησεν, ὁμόσε δὲ χωρήσας τῷ πράγματι προῆλθεν ὡς διαλεξόμενος αὐτοῖς, ἐλπίσας πείσειντε αὐτοὺς καὶ παύσειν τῆς ἀλόγου ἐς τὸ παρὸν ὁρμῆς.

2.5.5καὶ δὴ τοῦ δωματίου προελθών, ὑπαντώμενος αὐτοῖς πυνθάνεσθαίτε ἐπειρᾶτο τὰς αἰτίας τῆς ὁρμῆς, πείθειντε ἐπεχείρει μὴ ἐνθουσιᾶν, μένων καὶ τότε ἐν σώφρονι καὶ σεμνῷ σχήματι καὶ τηρῶν τὸ τοῦ βασιλέως ἀξίωμα, οὐδέν τι κατεπτηχότος οὐ δὲ ἀποδειλιῶντος καὶ ἱκετεύοντος σχῆμα ἐνδεικνύμενος.

2.5.6τὸ μὲν ἐμέ ἔφη πρὸς ὑμῶν ἀναιρεθῆναι οὐδέν τι μέγα βαρὺ πρεσβύτῃ ἐς μακρὸν γῆρας ἐνδόξως ἐλάσαντι · παντὶ γὰρ ἀνθρώπων βίῳ ἀνάγκη τέλος ἐπιτεθῆναι · τὸ δὲ ὑμᾶς, φύλακας καὶ φρουροὺς δοκοῦντας εἶναι τοῦ βασιλέως καὶ τοὺς ἔξωθεν κινδύνους ἀπείργοντας, αὐτοὺς γενέσθαι φονεῖς, καὶ μὴ μόνον ἐμφυλίῳ ἀλλὰ καὶ βασιλείῳ μιᾶναι τὰς δεξιὰς αἵματι, ὁρᾶτε μὴ πρὸς τὸ νῦν ἀνόσιον καὶ ὕστερον ὑμῖν ἐπικίνδυνον . οὐ γάρ τι ἐμαυτῷ σύνοιδα λυπήσαντι ὑμᾶς.

2.5.7εἰ δὲ καὶ ἐπὶ τῇ τοῦ Κομμόδου τελευτῇ δυσχεραίνετε, οὐδὲν παράδοξον, ἄνθρωπον ὄντα εἰ τελευτὴ κατέλαβεν. εἰ δὲ τοῦτο ἐξ ἐπιβουλῆς οἴεσθε γεγενῆσθαι, οὐκ ἐμὸν τὸ ἁμάρτημα · ἴστε γὰρ ἔξω πάσης ὄντα με ὑποψίας καὶ οὐδὲν ἧττον ὑμῶν ἀγνοοῦντα τὰ τότε πεπραγμένα, ὡς εἴ τι ὑποπτεύετε, ἑτέροις ἐπιφέρειν τὸ ἔγκλημα.

2.5.8ἀλλ’ὅμως κἀκείνου τελευτήσαντος οὐδὲν ὑμῖν τῶν εὐπρεπῶς καὶ κατ’ἀξίαν καὶ ἄνευ τοῦ βιάζεσθαί με ἁρπάζειν ἐνδεήσει. τοιαῦτά τινα λέγειν αὐτοῖς πειρώμενος ἤδη τινὰς αὐτῶν καὶ πείσειν ἔμελλε, καὶ οὐκ ὀλίγοι γε ἀποστραφέντες ἀνεχώρουν, σεμνοῦ βασιλέως γῆρας αἰδούμενοι · ἔτι δὲ λαλοῦντα τὸν πρεσβύτην ἐπιπεσόντες φονεύουσι.

2.5.9δράσαντέςτε οὕτως ὠμὸν ἔργον, δέει τῶν τετολμημένων φθάσαι θέλοντες τὴν τοῦ δήμου ἔφοδον, ἐπιστάμενοίτε ὅτι χαλεπῶς τὸ πλῆθος διοίσει τὰ πεπραγμένα, ἐς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες πάσας πύλαςτε καὶ εἰσόδους ἀποκλείσαντες ἐντὸς τείχους ἔμενον, φρουρὰς ἐπὶ τῶν πύργων καταστήσαντες, ὡς ἀμύνοιντο εἰ τῷ τείχει προσβάλλοι δῆμος. τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Περτίνακα,

2.6

2.6.1χρησάμενον βίῳ καὶ προαιρέσει οἷς προείρηται · ἐπειδὴ δὲ διεφοίτησεν ἐς τὸν δῆμον τοῦ βασιλέως ἀναίρεσις, ταραχήτε καὶ πένθος πάντας κατεῖχε, διέθεόντε ἐνθουσιῶσιν ἐοικότες, κίνησίςτε ἄλογος κατεῖχε τὸν δῆμον, ζητούντων τοὺς δράσαντας, μήτε δὲ εὑρεῖν μήτε ἀμύνασθαι δυναμένων.

2.6.2μάλιστάτε δεινῶς ἔφερον τὸ πεπραγμένον καὶ συμφορὰν κοινὴν ἐτήρουν οἱ τὴν σύγκλητον βουλὴν νέμοντες, πατέρατε ἤπιον καὶ χρηστὸν προστάτην ἀποβαλόντες. πάλιντε τυραννίδος ἦν δέος, ἐπεὶ τούτῳ χαίρειν τοὺς στρατιώτας ἤλπιζον.

2.6.3μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης οἱ μὲν δημόται ἕκαστος τὸ καθ’αὑτὸν δεδιὼς ὑπανεχώρει, οἵτε ἐν ἀξιώσεσιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως ἀπεδίδρασκον κτήματα, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν ·

2.6.4οἱ δὲ στρατιῶται ἐπεὶ τόντε δῆμον ἡσυχάζοντα ἔγνωσαν μήτε τινὰ τολμῶντα ἐπεξελθεῖν τῷ τοῦ βασιλέως αἵματι, ἔμενον μὲν ἐντὸς τοῦ τείχους κατακλείσαντες ἑαυτούς, ἀναγαγόντες δὲ τοὺς εὐφωνοτάτους ἑαυτῶν ἐπὶ τὸ τεῖχος προεκήρυττον ὤνιον τὴν βασιλείαν, τῷτε πλέον ἀργύριον δώσοντι ἐγχειριεῖν ὑπισχνοῦντο τὴν ἀρχὴν καὶ διὰ τῶν ὅπλων αὐτὸν ἀνάξειν ἀδεῶς ἐς τὴν βασίλειον αὐλήν.

2.6.5ἐπεὶ δὲ τὸ κήρυγμα διεφοίτησεν, οἱ μὲν σεμνότεροίτε καὶ εὐσταθέστεροι τῆς συγκλήτου βουλῆς, ὅσοιτε εὐπατρίδαι ἔτι πλούσιοι, λείψανα ὀλίγα τῆς Κομμόδου τυραννίδος, οὔτε προσῆλθον τῷ τείχει οὔτε ἀπρεπῆ καὶ ἐπονείδιστον χρήμασι κτήσασθαι τὴν ἀρχὴν ἠθέλησαν ·

2.6.6Ἰουλιανῷ δέ τινι, ἤδη μὲν τὴν ὕπατον τετελεκότι ἀρχήν, δοκοῦντι δὲ ἐν εὐπορίᾳ χρημάτων εἶναι, ἑστιωμένῳ δὴ περὶ δείλην ἑσπέραν διηγγέλη τὸ στρατιωτικὸν κήρυγμα παρὰ μέθην καὶ κραιπάλην · ἦν γὰρ καὶ τῶν ἐπὶ βίῳ μὴ σώφρονι διαβεβλημένων.

2.6.7πείθουσιν οὖν αὐτὸν τε γυνὴ καὶ θυγάτηρ καὶ τὸ τῶν παρασίτων πλῆθος ἀναθορόντα τοῦ σκίμποδος δραμεῖν ἐπὶ τὸ τεῖχος καὶ τὸ πραττόμενον μαθεῖν, παράτε πᾶσαν τὴν ὁδὸν συμβουλεύοντες ἐρριμμένην τὴν ἀρχὴν ἁρπάσαι, ἀφειδῶς δὲ χρημάτων ἔχοντα μεγαλοδωρίᾳ ἅπαντας ὑπερβαλεῖν, εἰ καί τινες ἀμφισβητοῖεν.

2.6.8ἐπεὶ τοίνυν τῷ τείχει προσῆλθεν, ἐβόατε πάντα δώσειν ὅσα βούλονται ὑπισχνούμενος, παρεῖναίτε αὑτῷ πάμπλειστα χρήματα καὶ θησαυροὺς χρυσοῦ καὶ ἀργύρου πεπληρωμένους ἔλεγε. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σουλπικιανός, καὶ αὐτὸς ἀνὴρ τῶν ὑπατευκότων, ἔπαρχόςτε τῆς πόλεως γενόμενος (πατὴρ δὲ ἦν τῆς Περτίνακος γυναικός), ἧκε τὴν ἀρχὴν ὠνούμενος.

2.6.9ἀλλὰ τοῦτον μὲν οὐ προσήκαντο φοβηθέντες οἱ στρατιῶται τὴν πρὸς τὸν Περτίνακα συγγένειαν, μή τις ἄρα δόλος εἴη ἐς τὸ ἐκδικηθῆναι τὸν ἐκείνου φόνον · καθέντες δὲ κλίμακα τὸν Ἰουλιανὸν ἐπὶ τὸ τεῖχος ἀνεβίβασαν. οὐ γὰρ πρότερον ἀνοῖξαι τὰς πύλας ἤθελον πρὶν τὴν ποσότητα μαθεῖν τῶν δοθησομένων χρημάτων.

2.6.10 δ’ἀνελθὼν τήντε Κομμόδου μνήμην αὐτοῖς καὶ τὰς τιμὰς καὶ τὰς εἰκόνας, ἃς σύγκλητος καθεῖλεν, ἀνανεώσεσθαι ὑπέσχετο, καὶ πάντων δώσειν ἐξουσίαν ὧν εἶχον ἐπ’ἐκείνου, ἑκάστῳτε στρατιώτῃ τοσοῦτον ἀργύριον ὅσον μήτε αἰτῆσαι μήτε λήψεσθαι προσεδόκησαν · τὰ δὲ χρήματα μὴ μελλήσειν, ἀλλ’οἴκοθεν ἤδη μεταπέμψεσθαι.

2.6.11τούτοις ἀναπεισθέντες οἱ στρατιῶται καὶ ταύταις ἀρθέντες ταῖς ἐλπίσιν αὐτοκράτοράτε τὸν Ἰουλιανὸν ἀναγορεύουσι, καὶ πρὸς τῷ οἰκείῳ καὶ ἐκ γένους ὀνόματι Κόμμοδον ἀξιοῦσιν ἀποκαλεῖσθαι. τάτε σημεῖα ἄραντες, καὶ τὰς ἐκείνου εἰκόνας ἀποκαταστήσαντες, προπέμπειν ἐπειρῶντο.

2.6.12θύσας δὲ Ἰουλιανὸς τὰς νενομισμένας καὶ βασιλείους ἐν τῷ στρατοπέδῳ θυσίας, προήγετο ὑπ’αὐτῶν πλέον τι τῆς συνηθείας δορυφορούμενος · ἅτε γὰρ βίᾳ καὶ παρὰ γνώμην τοῦ δήμου μετάτε αἰσχρᾶς καὶ ἀπρεποῦς διαβολῆς ὠνησάμενος τὴν ἀρχήν, εἰκότως ἐδεδίει τὸν δῆμον ὡς ἐναντιωσόμενον.

2.6.13ἀναλαβόντες οὖν τὰς πανοπλίας καὶ φράξαντες αὑτοὺς οἱ στρατιῶται ἐς φάλαγγος σχῆμα ὡς, εἰ δέοι, καὶ πολεμήσοντες, ἐν μέσοις αὑτοῖς ἔχοντες τὸν ἴδιον βασιλέα, ὑπέρτε τῆς κεφαλῆς αἰωροῦντες τὰς ἀσπίδας καὶ τὰ δόρατα, μή που καὶ λίθων τις βολὴ ἀπὸ τῶν δωμάτων ἐπὶ τῇ πομπῇ γένοιτο, ἀνήγαγον αὐτὸν ἐς τὰ βασίλεια, μηδενὸς τῶν δημοτῶν μήτε ἀντιστῆναι τολμῶντος μήτε μὴν εὐφημοῦντος ὥσπερ εἰώθασι προπέμπειν τοὺς βασιλέας · τοὐναντίον δὲ καὶ πόρρωθεν ἑστῶτες ἐβλασφήμουν καὶ κακῶς ἠγόρευον ἅτε χρημάτων ἀντικαταλλαξάμενον τὴν ἀρχήν.

2.6.14τότε δὲ καὶ πρῶτον ὑποδιεφθάρη τὰ τῶν στρατιωτῶν ἤθη, καὶ χρημάτων ἐδιδάχθησαν ἄπληστον καὶ αἰσχρὰν ἐπιθυμίαν καταφρόνησίντε τῆς πρὸς τοὺς ἄρχοντας αἰδοῦς. τὸ γὰρ μήτε τοῖς οὕτως ὠμῶς τετολμημένοις ἐν φόνῳ τῷ βασιλικῷ ἐπεξιέναι τινά, μήτε τὴν οὕτως ἀπρεπῶς ἐπὶ χρήμασι κηρυχθεῖσαν καὶ πραθεῖσαν ἀρχὴν εἶναι τὸν κωλύοντα, ἀρχηγὸν καὶ αἴτιον ἀπρεποῦς καὶ ἀπειθοῦς καταστάσεως καὶ ἐς τὰ ἐπιόντα ἐγένετο, ἀεὶ αὐτοῖς τῆς φιλοχρηματίας καὶ τῆς τῶν ἀρχόντων καταφρονήσεως καὶ μέχρις αἵματος αὐξηθείσης.

2.7

2.7.1 δ’οὖν Ἰουλιανὸς ἐπεὶ παρῆλθεν ἐς τὴν ἀρχήν, τρυφαῖς εὐθέως καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, ἐς δὲ τὸ ἁβροδίαιτον καὶ ἄσεμνον ἐπιδοὺς ἑαυτόν. εὑρίσκετότε καὶ τοὺς στρατιώτας ψευσάμενος καὶ ἀπατήσας τῷ μὴ δύνασθαι ἀποπληρῶσαι ὑπέσχητο ·

2.7.2οὔτε γὰρ οἴκοθεν ἦν τοσαῦτα αὐτῷ χρήματα ὅσα ἠλαζονεύσατο, οὔτε μὴν οἱ δημόσιοί τι θησαυροὶ εἶχον, ἀλλὰ πάντα προκεκένωτο τῇ Κομμόδου ἀσωτείᾳ καὶ ἀφειδέσι καὶ ἀκρίτοις ἀναλώμασιν. ἐκ δὲ ταύτης τῆς τόλμης καὶ τῆς αἰτίας οἵτε στρατιῶται σφαλέντες τῶν ἐλπίδων ὑπηγανάκτουν, τε δῆμος αἰσθόμενος τῆς γνώμης τῶν στρατιωτῶν εἶχον ἐν καταφρονήσει, ὡς προϊόντατε κακῶς ἀγορεύειν, ἐπ’αἰσχραῖςτε καὶ ἀμφιβόλοις ἡδοναῖς σκώπτειν.

2.7.3ἔςτε τὸν ἱππόδρομον, ὅπου μάλιστα τὸ πλῆθος συνιὸν ἐκκλησιάζει, τὸν Ἰουλιανὸν ἐβλασφήμουν, ἀρωγὸν δὲ τῇ Ῥωμαίων ἀρχῇ καὶ σεμνῆς βασιλείας προστάτην Νίγρον ἐπεκαλοῦντο, βοηθεῖντε αὐτὸν τὴν ταχίστην ἠξίουν ὡς ἐφύβριστα πάσχουσιν.

2.7.4ἦν δὲ Νίγρος τῶν μὲν πρὸ πολλοῦ ὑπατευσάντων, καθ’ὃν δὲ καιρὸν τὰ προειρημένα ἐν Ῥώμῃ ἐπράττετο, Συρίας ἡγεῖτο πάσης. πολλὴ δὲ ἦν καὶ μεγίστη ἀρχὴ τότε, τοῦτε Φοινίκων ἔθνους παντὸς καὶ τῆς μέχρις Εὐφράτου γῆς ὑπὸ τῇ Νίγρου ὄντων ἐξουσίᾳ.

2.7.5ἦν δὲ αὐτὸς τὴν μὲν ἡλικίαν ἤδη μετρίως προβεβηκώς, εὐδοκιμήσας δὲ ἐν πολλαῖς καὶ μεγάλαις πράξεσι. φήμητε περὶ αὐτοῦ διεφοίτα ὡς ἐπιεικοῦς καὶ δεξιοῦ καὶ τὸν τοῦ Περτίνακος βίον ζηλοῦντος · ὑφ’ὧν μάλιστα οἱ Ῥωμαῖοι ἐπείθοντο. ἐκάλουντε αὐτὸν συνεχῶς ἐν ταῖς τοῦ δήμου συνόδοις, καὶ βλασφημοῦντες τὸν Ἰουλιανὸν παρόντα ἐκεῖνον βασιλικαῖς φωναῖς εὐφήμουν ἀπόντα.

2.7.6διαγγελθείσης δὲ τῆς τοῦ δήμου Ῥωμαίων γνώμης καὶ τῆς ἐπαλλήλου ἐν ταῖς συνόδοις βοῆς, εἰκότως Νίγρος ἀναπεισθείς, ῥᾷστάτε αὑτῷ τὰ πράγματα ὑπακούσεσθαι προσδοκήσας, καὶ μάλιστα τῷ τὸν Ἰουλιανὸν ὑπότε τῶν περὶ αὐτὸν στρατιωτῶν ἀμελεῖσθαι διότι τὰς ὑποσχέσεις οὐκ ἐπλήρου τῶν χρημάτων, ὑπότε τοῦ δήμου καταφρονεῖσθαι ὡς ἀνάξιον ἧς ἐώνητο ἀρχῆς, ἐπιδίδωσιν αὑτὸν τῇ τῆς βασιλείας ἐλπίδι.

2.7.7καὶ τὰ μὲν πρῶτα κατ’ὀλίγους ἡγεμόναςτε καὶ χιλιάρχους τούςτε τῶν στρατιωτῶν ἐξέχοντας οἴκαδε μεταπεμπόμενος διελέγετο καὶ ἀνέπειθε, τὰ ἐκ τῆς Ῥώμης δηλούμενα φανερὰ ποιῶν, ὡς ἂν διαθέουσα φήμη ἔκπυστα καὶ γνώριμα ποιῇ τοῖςτε στρατιώταις καὶ τοῖς λοιποῖς κατὰ τὴν ἀνατολὴν ἀνθρώποις ·

2.7.8οὕτω γὰρ ῥᾷστα ἤλπιζε πάντας αὑτῷ προσχωρήσειν, πυνθανομένους ὅτι μὴ αὐτὸς ἐξ ἐπιβουλῆς μνᾶται τὴν ἀρχήν, ἀλλὰ καλούμενος καὶ βοηθήσων ἄπεισι Ῥωμαίοις δεομένοις. ἀνεπτόηντο δὲ πάντες καὶ μηδὲν μελλήσαντες προσέκειντο, ἐκλιπαροῦντες καὶ αὐτοὶ ἀντιλαμβάνεσθαι τῶν πραγμάτων.

2.7.9φύσει δὲ κοῦφον τὸ Σύρων ἔθνος, ἐς καινοτομίαντε τῶν καθεστηκότων ἐπιτήδειον. ἐνῆν δέ τις αὐτοῖς καὶ πόθος τοῦ Νίγρου, ἠπίωςτε ἄρχοντος ἅπασι, τὰ πλεῖστάτε αὐτοῖς συμπανηγυρίζοντος. φιλέορτοι δὲ φύσει Σύροι · ὧν μάλιστα οἱ τὴν Ἀντιόχειαν κατοικοῦντες, μεγίστην πόλιν καὶ εὐδαίμονα, σχεδὸν παρὰ πάντα τὸν ἐνιαυτὸν ἑορτάζουσιν ἔντε τῇ πόλει αὐτῇ καὶ κατὰ τὰ προάστεια.

2.7.10θέας τοίνυν αὐτοῖς συνεχῶς ἐπιτελῶν Νίγρος, περὶ ἃς μάλιστα ἐσπουδάκασι, καὶ διδοὺς ἄνεσιν ἐς τὸ ἑορτάζειν καὶ εὐφραίνεσθαι,

2.8

2.8.1ἅτε ποιῶν κεχαρισμένα, εἰκότως ἐτιμᾶτο. ἅπερ εἰδώς, καλέσας τούςτε πανταχόθεν στρατιώτας ἐς ῥητὴν ἡμέραν, τοῦτε λοιποῦ πλήθους συνελθόντος, βήματος αὐτῷ κατασκευασθέντος ἔλεξε τοιάδε ἀνελθών.

2.8.2τῆς μὲν ἐμῆς γνώμης τὸ πρᾶον καὶ πρὸς τὰ μεγάλα τῶν τετολμημένων εὐλαβὲς ἴσως ἐστὶν ὑμῖν πάλαι γνώριμον · οὐ δ’ἂν νῦν ἐς ὑμᾶς ἦλθον ταῦτα δημηγορήσων, εἰ ἐκ μόνης προαιρέσεως ἰδιωτικῆς καὶ ἀλόγου ἐλπίδος μείζονος ἐλπίδος ἐπιθυμίας ἀνεπειθόμην. ἀλλ’ἐμὲ καλοῦσι Ῥωμαῖοι, καὶ συνεχῶς βοῶντες ἐπείγουσιν ὀρέξαιτε χεῖρα σωτήριον καὶ οὕτω τὴν ἔνδοξον καὶ ἐνάρετον ἀπὸ προγόνων ἄνωθεν ἀρχὴν μὴ περιιδεῖν αἰσχρῶς ἐρριμμένην.

2.8.3ὥσπερ δὲ τὸ τοῖς τηλικούτοις ἐπιτολμᾶν οὐκ οὔσης εὐλόγου προφάσεως προπετὲς καὶ θρασύ, οὕτω καὶ τὸ πρὸς καλοῦντας καὶ δεομένους ὀκνηρὸν ἀνανδρίας ἅμα καὶ προδοσίας φέρει διαβολήν. διὸ παρῆλθον πευσόμενος ὑμῶν τίνα γνώμην ἔχοιτε καὶ τί πρακτέον ἡγοῖσθε, συμβούλοιςτε ὑμῖν καὶ κοινωνοῖς χρησόμενος περὶ τῶν καθεστώτων · τὸ γὰρ ἀποβησόμενον εἰ εὐτυχηθείη, κοινὴν ἐμοίτε καὶ ὑμῖν τὴν ἀπόλαυσιν παρέξει.

2.8.4οὐ φαῦλαι δὲ οὐ δὲ κοῦφαι καλοῦσιν ἐλπίδες, ἀλλ’τε Ῥωμαίων δῆμος, τὴν δεσποτείαν τῶν ἁπάντων ἔνειμαν θεοὶ καὶ τὴν βασιλείαν, τε ἀρχὴ σαλεύουσα καὶ παρὰ μηδενί πω βεβαίως ἱδρυμένη. ὅθεν ἡμῖν καὶ τὸ τῆς ἐπιχειρήσεως ἀσφαλές, ἔκτε τῆς τῶν καλούντων γνώμης καὶ ἐκ τοῦ μηδένα εἶναι τὸν ἀνθεστῶτα μη δὲ κωλύοντα, ὑπάρξει ·

2.8.5καὶ γὰρ οἱ τὰ ἐκεῖθεν ἀγγέλλοντές φασι μη δὲ τοὺς στρατιώτας, οἳ τὴν ἀρχὴν αὐτῷ χρημάτων ἀπέδοντο, πιστοὺς εἶναι ὑπηρέτας, μη δὲ πληρώσαντος ἐκείνου ὑπέσχετο. τίνα τοίνυν ἔχετε γνώμην, δηλώσατε.

2.8.6τοιαῦτά τινα εἰπόντος αὐτοῦ, εὐθέως τὸ στρατιωτικὸν πᾶν καὶ τὸ συνειλεγμένον πλῆθος αὐτοκράτοράτε ἀνεῖπε καὶ σεβαστὸν προσηγόρευσε · τήντε βασίλειον πορφύραν περιβαλόντες, καὶ τὰ λοιπὰ τῆς σεβασμίου τιμῆς ἐξ αὐτοσχεδίου παρασκευῆς ἀθροίσαντες, καὶ προπομπεύοντος τοῦ πυρός, ἔςτε τὰ ἱερὰ τῆς Ἀντιοχείας τὸν Νίγρον ἄγουσι καὶ ἐς τὴν ἑαυτοῦ οἰκίαν καθιστᾶσιν, οὐκέτι αὐτὴν ἰδιωτικὴν ἀλλὰ βασίλειον αὐλὴν νομίζοντες, πᾶσι κοσμήσαντες ἔξωθεν βασιλικοῖς συμβόλοις.

2.8.7ἐπὶ τούτοις δὴ Νίγρος πάνυ τὴν ψυχὴν εὐφραίνετο, ὠχυρῶσθαίτε αὑτῷ τὰ τῆς ἀρχῆς ἡγεῖτο διάτε τὴν τῶν Ῥωμαίων γνώμην καὶ τὴν περὶ αὐτὸν σπουδὴν τῶν ἀνθρώπων. ὡς γὰρ διιπταμένη φήμη πάντα ἐπῆλθεν ἔθνη ὅσα τὴν ἀντικειμένην ἤπειρον τῇ Εὐρώπῃ κατοικεῖ, οὐδείςτε ἦν ὃς οὐχ ἑκὼν ἐς τὸ ὑπακούειν αὐτῷ ἠπείγετο, πρεσβεῖαίτε ἀπ’ἐκείνων τῶν ἐθνῶν ἐς τὴν Ἀντιόχειαν ὡς πρὸς βασιλέα ὁμολογούμενον ἐστέλλοντο.

2.8.8οἵτε ἐπέκεινα Τίγριδος καὶ Εὐφράτου σατράπαι καὶ βασιλεῖς ἐπέστελλον συνηδόμενοι αὐτῷ, καὶ εἰ δέοιτο, βοηθείας ὑπισχνοῦντο. δὲ δώροιςτε αὐτοὺς μεγαλοπρεπῶς ἠμείβετο, καὶ ἐπὶ τῇ σπουδῇ καὶ ταῖς ὑποσχέσεσι χάριν γινώσκων ἔλεγε μὴ δεῖσθαι συμμάχων · τὴν γὰρ ἀρχὴν αὑτῷ βεβαίως ὠχυρῶσθαι, ἀναιμωτίτε ἄρξειν.

2.8.9ταύταις ἐπαιρόμενος ταῖς ἐλπίσιν ὑπτίαζέτε πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἐς τὸ ἁβροδίαιτον ἀνειμένος τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, ἑορταῖςτε καὶ θέαις ἐπιδιδοὺς ἑαυτόν. τῆςτε ἐς τὴν Ῥώμην ἀφόδου, ἐφ’ἣν μάλιστα ἐχρῆν σπεύδειν, ἠμέλει.

2.8.10τοῖς δὲ Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην καὶ φθάσαι οἰκειωσάμενον αὐτά, δὲ οὐ δὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων τοὺς ἐκεῖ στρατιώτας, εἴ ποτε καὶ μάθοιεν, ὁμογνώμονας ἔσεσθαι τῇτε Ῥωμαίων εὐχῇ καὶ τῇ τῶν κατὰ τὴν ἀνατολὴν στρατοπέδων γνώμῃ.

2.9

2.9.1ταῦτα δὲ αὐτοῦ διατυποῦντος καὶ κούφαις καὶ ἀδήλοις ἐπαιωρουμένου ἐλπίσι, διηγγέλλετο τὰ πραττόμενα ἔςτε Παίονας καὶ Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικόν, ταῖς ὄχθαις Ἴστρουτε καὶ Ῥήνου ἐπικείμενον, ἀπεῖργον τοὺς ἐπέκεινα βαρβάρους, φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν.

2.9.2ἡγεῖτο δὲ Παιόνων πάντων (ὑπὸ μιᾷ γὰρ ἦσαν ἐξουσίᾳ) Σεβῆρος, ἀνὴρ τὸ μὲν γένος Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷτε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνοιςτε ἀντέχων ῥᾷστα, νοῆσαίτε ὀξὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ταχύς.

2.9.3οὗτος τοίνυν παρὰ τῶν ἀγγελλόντων πυνθανόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν τοῦ δὲ δυσπραγίαν, […] ἐν τοῖς πράγμασιν. ἀνέπειθε δὲ αὐτὸν ὀνείρατα τοιαύτην τινὰ ἐλπίδα ὑποσημαίνοντα, χρησμοίτε καὶ ὅσα ἐς πρόγνωσιν τῶν μελλόντων σύμβολα φαίνεται · ἅπερ πάντα ἀψευδῆ καὶ ἀληθῆ τότε πιστεύεται ὅταν ἐς τὴν ἀπόβασιν εὐτυχηθῇ.

2.9.4τὰ μὲν οὖν πολλὰ ἱστόρησεν αὐτόςτε συγγράψας ἐν τῷ καθ’αὑτὸν βίῳ καὶ δημοσίαις ἀνέθηκεν εἰκόσι · τὸ δ’οὖν τελευταῖον καὶ μέγιστον, ὅπερ αὐτῷ καὶ τὴν ἐλπίδα πᾶσαν ὑπέφαινεν ὄναρ, οὐ δ’ἡμῖν παραλειπτέον.

2.9.5κατὰ γὰρ τὸν καιρὸν ὃν ἀπηγγέλη Περτίναξ παραλαβὼν τὴν ἀρχήν, μετὰ τὸ προελθεῖν καὶ θῦσαι Σεβῆρος καὶ τὸν ὑπὲρ τῆς Περτίνακος βασιλείας ὅρκον ἀφοσιώσασθαι ἐπανελθὼν ἐς τὴν οἰκίαν ἑσπέρας καταλαβούσης ἐς ὕπνον κατηνέχθη, μέγαν δὲ καὶ γενναῖον ἵππον βασιλικοῖς φαλάροις κεκοσμημένον ᾠήθη βλέπειν, φέροντα τὸν Περτίνακα ἐποχούμενον διὰ μέσης τῆς ἐν Ῥώμῃ ἱερᾶς ὁδοῦ.

2.9.6ἐπεὶ δὲ κατὰ τὴν τῆς ἀγορᾶς ἀρχὴν ἐγένετο, ἔνθα ἐπὶ τῆς δημοκρατίας πρότερον δῆμος συνιὼν ἐκκλησίαζεν, ᾠήθη τὸν ἵππον ἀποσείσασθαι μὲν τὸν Περτίνακα καὶ ῥῖψαι, αὐτῷ δὲ ἄλλως ἑστῶτι ὑποδῦναίτε αὐτὸν καὶ ἀράμενον ἐπὶ τοῖς νώτοις φέρειντε ἀσφαλῶς καὶ στῆναι βεβαίως ἐπὶ τῆς ἀγορᾶς μέσης, ἐς ὕψος ἄραντα τὸν Σεβῆρον ὡς ὑπὸ πάντων ὁρᾶσθαίτε καὶ τιμᾶσθαι. μένει δὲ καὶ ἐς ἡμᾶς ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦ ὀνείρατος εἰκὼν μεγίστη, χαλκοῦ πεποιημένη.

2.9.7οὕτω τοίνυν Σεβῆρος ἀρθεὶς τὴν γνώμην, ἐλπίζωντε θείᾳ προνοίᾳ ἐπὶ τὴν ἀρχὴν καλεῖσθαι, ἀπόπειραν ἐποιεῖτο τῆς τῶν στρατιωτῶν γνώμης, τὰ μὲν πρῶτα κατ’ὀλίγους ἡγεμόναςτε καὶ χιλιάρχας τούςτε ἐν τοῖς στρατοπέδοις ἐξέχοντας οἰκειούμενος, καὶ περὶ τῆς ἀρχῆς τῶν Ῥωμαίων διαλεγόμενος, ὡς παντάπασιν ἔρριπται οὐδενὸς ὄντος τοῦ γενναίως κατ’ἀξίαν αὐτὴν διοικοῦντος.

2.9.8διέβαλλε δὲ τοὺς ἐν Ῥώμῃ στρατιώτας ὡς ἀπίστους καὶ βασιλείῳ καὶ ἐμφυλίῳ αἵματι μιάναντας τὸν ὅρκον, ἔλεγέτε δεῖν ἐπαμῦναι καὶ ἐπεξελθεῖν τῷ Περτίνακος φόνῳ. ᾔδει δὲ πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν στρατιώτας μεμνημένους τῆς Περτίνακος ἡγεμονίας ·

2.9.9ὑπὸ γὰρ Μάρκῳ βασιλεύοντι πολλὰ ἐγείρας σὺν αὐτοῖς κατὰ Γερμανῶν τρόπαια, στρατηγόςτε καὶ ἡγεμὼν τῶν Ἰλλυρικῶν κατασταθείς, ἀνδρείαν μὲν πᾶσαν ἐν ταῖς μάχαις πρὸς τοὺς πολεμίους ἐπεδέδεικτο, εὔνοιαν δὲ καὶ χρηστότητα μετὰ σώφρονος καὶ ἐπιεικοῦς ἐξουσίας τοῖς ἀρχομένοις παρέσχητο, ὅθεν αὐτοῦ τὴν μνήμην τιμῶντες ἐπὶ τοῖς οὕτως ὠμῶς κατ’αὐτοῦ τετολμημένοις ἠγανάκτουν.

2.9.10ταύτης δὴ τῆς προφάσεως λαβόμενος Σεβῆρος εὐμαρῶς αὐτοὺς ἐφ’ ἐβούλετο ὑπηγάγετο, προσποιούμενος οὐχ οὕτω τῆς ἀρχῆς ἀντιποιεῖσθαι, οὐ δ’αὑτῷ τὴν ἐξουσίαν μνᾶσθαι, ὡς θέλειν ἐπεξελθεῖν τοιούτου βασιλέως αἵματι.

2.9.11ὥσπερ δὲ τὰ σώματα οἱ ἐκεῖσε ἄνθρωποι γενναιότατοίτέ εἰσι καὶ πρὸς μάχας ἐπιτήδειοι καὶ φονικώτατοι, οὕτω καὶ τὰς διανοίας παχεῖς καὶ μὴ ῥᾳδίως συνεῖναι δυνάμενοι, εἴ τι μετὰ πανουργίας δόλου λέγοιτο πράττοιτο. πιστεύσαντες γοῦν τῷ Σεβήρῳ προσποιουμένῳ χαλεπαίνειν καὶ θέλειν ἐπεξελθεῖν τῷ Περτίνακος φόνῳ ἐπέδοσαν αὑτούς, ὡς αὐτοκράτοράτε ἀποδεῖξαι καὶ τὴν ἀρχὴν ἐγχειρίσαι.

2.9.12 δ’ὡς ἔγνω τὴν τῶν Παιόνων γνώμην, διέπεμπε καὶ ἐς τὰ γειτνιῶντα ἔθνη καὶ πρὸς πάντας τοὺς ἄρχοντας τῶν ὑπ’ἄρκτῳ Ῥωμαίοις δουλευόντων ἐθνῶν, μεγάλαιςτε πάντας ὑποσχέσεσι καὶ ἐλπίσιν ἀναπείθων ῥᾳδίως ὑπηγάγετο.

2.9.13ἱκανώτατος δ’ἦν ἁπάντων ἀνθρώπων μάλιστα προσποιήσασθαίτε καὶ πιστώσασθαι εὔνοιαν, μήτε ὅρκου φειδόμενος, εἰ δέοι τούτου καταφρονῆσαι, ψευσάμενος πρὸς τὸ χρειῶδες, διάτε γλώττης προΐετο ὅσα μὴ ἔφερεν ἐπὶ γνώμης.

2.10

2.10.1θεραπεύσας οὖν διὰ γραμμάτων πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν […] ἅμα καὶ ἄρχοντας, προσηγάγετο αὐτούς. ἀθροίσας δὲ τοὺς πανταχόθεν στρατιώτας, Σεβῆρόντε Περτίνακα ἑαυτὸν ὀνομάσας, ὅπερ οὐ μόνον ἤλπιζε τοῖς Ἰλλυρικοῖς εἶναι κεχαρισμένον ἀλλὰ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων διὰ τὴν ἐκείνου μνήμην, συγκαλέσαςτε αὐτοὺς ἐς τὸ πεδίον, καὶ βήματος αὐτῷ ἀρθέντος ἀνελθὼν ἔλεξε τοιάδε.

2.10.2τὸ πιστὸν ὑμῶν καὶ πρόςτε θεοὺς σεβάσμιον, οὓς ὄμνυτε, πρόςτε βασιλέας τίμιον, οὓς αἰδεῖσθε, δεδηλώκατε δι’ὧν ἀγανακτεῖτε ἐφ’οἷς οἱ κατὰ τὴν Ῥώμην στρατιῶται, πομπῆς μᾶλλον ἀνδρείας ὑπηρέται, ἐτόλμησαν. κἀμοὶ δὲ δι’εὐχῆς ἐστί, πρότερον μὲν οὐ δ’ἄλλοτε ἀντιποιησαμένῳ τοιαύτης ἐλπίδος (ἴστε γάρ μου τὸ πρὸς τοὺς βασιλεύσαντας πειθήνιον), νῦν δὲ ἐπὶ τέλοςτε ἀγαγεῖν καὶ ἀνύσαι ταῦτα ἅπερ ὑμῖν ἐστὶ κεχαρισμένα, τήντε Ῥωμαίων ἀρχὴν μὴ περιιδεῖν ἐρριμμένην, πρότερον μὲν μέχρι Μάρκου σεμνοπρεπῶς διοικουμένη σεβάσμιος ἐφαίνετο, ἐς Κόμμοδον δὲ μεταπεσοῦσα, εἰ καί τινα ὑπ’ἐκείνου διὰ νεότητα ἐπλημμελεῖτο, ἀλλ’οὖν τῇ εὐγενείᾳ καὶ τῇ τοῦ πατρὸς μνήμῃ ἐπεσκιάζετο ·

2.10.3καὶ πλέον ἦν ἐν αὐτῷ τὸ ἐλεούμενον ἐφ’οἷς ἐσφάλλετο τὸ μισούμενον, ἐπεὶ τὰ πλεῖστα τῶν γινομένων οὐκ ἐς ἐκεῖνον ἀνεφέρομεν, ἀλλ’ἐς τοὺς περὶ αὐτὸν κόλακάςτε καὶ οὐ πρεπόντων ἔργων ὁμοῦ συμβούλουςτε καὶ ὑπηρέτας.

2.10.4ἐπεὶ δὲ ἐς σεμνὸν πρεσβύτην, οὗ τῆς ἀνδρείαςτε καὶ χρηστότητος ἔτι ταῖς ψυχαῖς ἡμῶν μνήμη ἐνέστακται, περιῆλθεν ἀρχή, οἳ δὲ οὐκ ἠνέσχοντο, ἀλλὰ τοιοῦτον ἄνδρα φόνῳ ἀπεσκευάσαντο. τὴν δὲ γῆς καὶ θαλάττης τοσαύτην ἀρχὴν ὠνησάμενός τις αἰσχρῶς πρόςτε τοῦ δήμου, ὡς ἀκούετε, μεμίσηται, πρόςτε τῶν ἐκεῖ στρατιωτῶν, οὓς ἐψεύσατο, οὐκέτι πιστεύεται.

2.10.5ὧν, εἰ καὶ ἔμελλον ὑπὲρ αὐτοῦ παρατάξασθαι μετ’εὐνοίας, καὶ πλήθει σύμπαντες καὶ καθ’ἕνα ἕκαστον εὐανδρίᾳ προύχετε, ἀσκήσειτε πολεμικῶν ἐγγεγύμνασθε ὑμεῖς μὲν ἀεὶ βαρβάροις ἀντιταττόμενοι, καὶ φέρειν πόνους πάντας πορείας, κρύουςτε καὶ θάλπους καταφρονεῖν, ποταμούςτε πηγνυμένους πατεῖν, καὶ πίνειν ὀρυττόμενον ἀλλ’οὐκ ἀνιμώμενον ὕδωρ εἰθισμένοι. θήραιςτε ἐγγεγύμνασθε, καὶ πάντως ὑμῖν ἐς ἀνδρείαν ὑπάρχει γενναῖα ἐφόδια, ὡς μη δὲ εἰ βουληθείη τις, δύνασθαι ὑμῖν ἀντιστῆναι.

2.10.6δοκίμιον δὲ στρατιωτῶν κάματος, ἀλλ’οὐ τρυφή, ᾗπερ ἐκεῖνοι ἐγκραιπαλῶντέςτε καὶ ἐναυξηθέντες οὐ δ’ἂν τῆς βοῆς ὑμῶν ἀνάσχοιντο, οὔτι γε τῆς μάχης. εἰ δέ τινες τὰ κατὰ Συρίαν ὑποπτεύοιεν πράγματα, ἐντεῦθεν ἂν τεκμήραιντο ἀσθενῆτε ὄντα καὶ φαύλας ἔχοντα τὰς ἐλπίδας, ὅπου μη δὲ προελθεῖν τῆς αὑτῶν χώρας ἐτόλμησαν, μη δέ τι περὶ τῆς ἐς Ῥώμην ἀφόδου βουλεύσασθαι ἐθάρρησαν, ἀγαπητῶς ἐκεῖ μένοντες, καὶ ἐφήμερον τρυφὴν κέρδος τῆς οὔπω βεβαίας ἀρχῆς νομίζουσιν.

2.10.7ἐπὶ μὲν γὰρ τὸ χαριέντως καὶ μετὰ παιδιᾶς ἀποσκῶψαι ἐπιτήδειοι Σύροι, καὶ μάλιστα οἱ τὴν Ἀντιόχειαν οἰκοῦντες, οὕς φασι περὶ τὸν Νίγρον ἐσπουδακέναι · τὰ δ’ἄλλα ἔθνη καὶ αἱ ἄλλαι πόλεις μέχρι νῦν τῷ μηδένα εὑρίσκεσθαι τὸν ἄξιον τῆς ἀρχῆς ἐσόμενον, σπάνει τοῦ μετ’ἀνδρείας καὶ σώφρονος διοικήσεως ἄρξοντος ἐκείνῳ δῆλον ὅτι προσποιοῦνται ὑπακούειν.

2.10.8εἰ δὲ τήντε Ἰλλυρικὴν δύναμιν ἅμα χειροτονήσασαν μάθοιεν, τότε ἡμέτερον ὄνομα πύθοιντο οὐκ ἄγνωστον οὐ δ’ἄσημον παρ’αὐτοῖς ὑπάρχον ἐξ ὧν ἡγεμονεύσαντες ἐκεῖσε διῳκήσαμεν, εὖ ἴστε, οὔτε ἐμοῦ ῥᾳθυμίαν ἀδρανίαν καταγνώσονται, οὔτε τὸ ὑμέτερον γενναῖον καὶ πρὸς τὰς μάχας ἐμβριθὲς ὑποστῆναι αἱρήσονται, καὶ σωμάτων μεγέθεσι καὶ πόνων ἀσκήσεσι ἐν τῇ συστάδην μάχῃ πολὺ ὑμῶν ἀπολείποντες.

2.10.9φθάσωμεν οὖν τὴν Ῥώμην προκαταλαβόντες, ἔνθα βασίλειος ἔστιν ἑστία · κἀκεῖθεν ὁρμώμενοι τὰ λοιπὰ εὐμαρῶς διοικήσομεν, θείαιςτε προρρήσεσι πιστεύοντες καὶ τῇ τῶν ὑμετέρων ἀνδρείᾳ ὅπλωντε καὶ σωμάτων. τοιαῦτα εἰπόντα τὸν Σεβῆρον εὐφημήσαντες οἱ στρατιῶται, καλοῦντες σεβαστὸν καὶ Περτίνακα, πᾶσαν

2.11

2.11.1ἐνεδείκνυντο προθυμίαν καὶ σπουδήν. δὲ Σεβῆρος μηδένα διδοὺς καιρὸν ἀναβολῆς, συσκευάσασθαίτε αὐτοὺς ὡς ἔνι μάλιστα εὐτελέστατα ἐκέλευσε, τήντε ἐς τὴν Ῥώμην ἔξοδον ἐπήγγειλε · νομάςτε αὐτοῖς διδοὺς καὶ ἐφόδια τῆς ὁδοιπορίας εἴχετο. συντόνῳ δὲ σπουδῇ καὶ γενναίοις πόνοις τὴν ὁδὸν ἐπετάχυνε, μήτε που ἐπιδιατρίβων, μήτε διδοὺς καιρὸν ἀναπαύλης, εἰ μὴ τοσοῦτον ὅσον ὀλίγον τοὺς στρατιώτας ἀναπνεύσαντας ἔχεσθαι τῆς ὁδοῦ.

2.11.2ἐκοινώνει δὲ τῶν καμάτων αὐτοῖς, σκηνῇτε χρώμενος εὐτελεῖ, καὶ σιτία καὶ ποτὰ προσφερόμενος οἷα καὶ πᾶσιν ὑπάρχειν ἠπίστατο · οὐδαμοῦ δὲ τρυφὴν ἐνεδείκνυτο βασιλικήν. ὅθεν καὶ μείζονα παρὰ τῶν στρατιωτῶν εὔνοιαν ἐπιστώσατο · οὐ γὰρ μόνον αὐτὸν συμπονοῦντα ἀλλὰ καὶ τῶν καμάτων ἄρχοντα οἱ στρατιῶται αἰδούμενοι μετὰ προθυμίας πάντα ἔπραττον.

2.11.3 δὲ τὴν Παιονίαν διαδραμὼν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, καὶ τὴν φήμην φθάσας πρότερον ὤφθη τοῖς ἐκεῖσε παρὼν βασιλεὺς ἀφιξόμενος ἠκούσθη. δέοςτε μέγα τὰς Ἰταλιώτιδας πόλεις κατελάμβανε πυνθανομένας τοσαύτην ἔφοδον στρατοῦ. οἱ γὰρ κατὰ τὴν Ἰταλίαν ἄνθρωποι, ὅπλων καὶ πολέμων πάλαι ἀπηλλαγμένοι, γεωργίᾳ καὶ εἰρήνῃ προσεῖχον.

2.11.4ἐς ὅσον μὲν γὰρ ὑπὸ δημοκρατίας τὰ Ῥωμαίων διῳκεῖτο καὶ σύγκλητος ἐξέπεμπε τοὺς τὰ πολεμικὰ στρατηγήσοντας, ἐν ὅπλοις Ἰταλιῶται πάντες ἦσαν καὶ γῆν καὶ θάλατταν ἐκτήσαντο, Ἕλλησι πολεμήσαντες καὶ βαρβάροις · οὐ δέ τι ἦν γῆς μέρος κλίμα οὐρανοῦ ὅπου μὴ Ῥωμαῖοι τὴν ἀρχὴν ἐξέτειναν.

2.11.5ἐξ οὗ δὲ ἐς τὸν Σεβαστὸν περιῆλθεν μοναρχία, Ἰταλιώτας μὲν πόνων ἀπέπαυσε καὶ τῶν ὅπλων ἐγύμνωσε, φρούρια δὲ καὶ στρατόπεδα τῆς ἀρχῆς προυβάλετο, μισθοφόρους ἐπὶ ῥητοῖς σιτηρεσίοις στρατιώτας καταστησάμενος ἀντὶ τείχους τῆς Ῥωμαίων ἀρχῆς · ποταμῶντε μεγέθεσι καὶ τάφρων ὀρῶν προβλήμασιν ἐρήμῳτε γῇ καὶ δυσβάτῳ φράξας τὴν ἀρχὴν ὠχυρώσατο.

2.11.6ὅθεν τὸν Σεβῆρον προσιόντα πυνθανόμενοι τότε μετὰ τοσούτου στρατοῦ εἰκότως ἐταράττοντο τῷ ἀήθει τοῦ πράγματος · οὔτε δὲ ἀντιστῆναι κωλῦσαι ἐτόλμων, ὑπήντων δὲ δαφνηφοροῦντες καὶ πύλαις ἀναπεπταμέναις ἐδέχοντο. δὲ τοσοῦτον ἀνεπαύετο ὅσον καλλιερῆσαίτε καὶ τοὺς δήμους προσειπεῖν, ἐς δὲ τὴν Ῥώμην ἠπείγετο.

2.11.7ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν, τοῦ μὲν Ἰλλυρικοῦ στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, ἐπεὶ μεμίσητο, οὔτε τοῖς στρατιώταις θαρρῶν, οὓς ἔψευστο. χρήματα δὴ πάντα ἀθροίζων τάτε αὑτοῦ καὶ παρὰ τῶν φίλων, καὶ εἴ τινα ἦν, ἐκ δημοσίων καὶ ἱερῶν τόπων λαμβάνων, τοῖς στρατιώταις διανέμειν ἐπειρᾶτο, ὡς ἂν κτήσαιτο τὴν εὔνοιαν αὐτῶν.

2.11.8οἳ δέ, καίτοι μεγάλα λαμβάνοντες, χάριν οὐκ ᾔδεσαν · ὄφλημα γὰρ αὐτὸν ἀποτίνειν ἀλλ’οὐ δωρεὰν διανέμειν ἐλογίζοντο. δὲ Ἰουλιανός, καίτοι συμβουλευόντων αὐτῷ τῶν φίλων ἐξαγαγεῖν τὸ στρατιωτικὸν καὶ τὰ στενὰ τῶν Ἄλπεων προκαταλαβεῖν μέγιστα ἐκεῖνα ὄρη, καὶ οἷα οὐκ ἄλλα ἐν τῇ καθ’ἡμᾶς γῇ, ἐν τείχους σχήματι περίκειται καὶ προβέβληται Ἰταλίας, καὶ τοῦτο μετὰ τῆς ἄλλης εὐδαιμονίας παρασχούσης τῆς φύσεως Ἰταλιώταις, ἔρυμα ἄρρηκτόντε καὶ […] αὐτῶν προβεβλῆσθαι, ἀπὸ τῆς ἀρκτῴας θαλάσσης ἐπὶ τὴν πρὸς μεσημβρίαν βλέπουσαν διῆκον.

2.11.9ἀλλ’οὐ δὲ τῆς πόλεως προελθεῖν Ἰουλιανὸς ἐτόλμα · διέπεμπέτε, τῶν στρατιωτῶν δεόμενος ὁπλίζεσθαίτε καὶ γυμνάζεσθαι, πρὸ δὲ τῆς πόλεως τάφρους διορύττειν. καὶ τὴν πρὸς Σεβῆρον μάχην ὡς ἐν τῇ πόλει ποιησόμενος παρεσκεύαζε · τούςτε ἐλέφαντας πάντας, οἳ ἐς πομπὴν ὑπηρετοῦσι Ῥωμαίοις, πύργους καὶ ἄνδρας φέρειν ἐπὶ τῶν νώτων ἐπαίδευεν, οἰόμενος οὕτως ἐκπλήξειν τούςτε Ἰλλυριούς, καὶ τὴν τῶν πολεμίων ἵππον διαταράξειν ὄψει καὶ μεγέθει θηρίων μὴ πρότερον αὐτοῖς ἑωραμένων. τότε δὴ πᾶσα πόλις ὅπλα εἰργάζετο καὶ τὰ πρὸς πόλεμον παρεσκευάζετο.

2.12

2.12.1μελλόντων δὲ τῶν Ἰουλιανοῦ στρατιωτῶν ἔτι καὶ τὰ πρὸς πόλεμον ἕτοιμα ποιούντων, ἀγγέλλεται Σεβῆρος ἤδη προσιών. καὶ πολὺ τοῦ στρατεύματος μέρος διασκεδάσας ἐκεῖνος κελεύει παρεισδύεσθαι ἐς τὴν πόλιν. οἳ δὲ κατὰ πάσας ὁδοὺς διανείμαντες αὑτούς, πολλοὶ δ’ἐς Ῥώμην νύκτωρ λανθάνοντες εἰσῄεσαν, τὰ ὅπλα ὑποκρύπτοντες, ἐν ἰδιωτῶν σχήματι.

2.12.2καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν τοῦ Ἰουλιανοῦ ἔτι ὑπτιάζοντος καὶ τὰ πραττόμενα ἀγνοοῦντος. ἐπεὶ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν ταραχῇ πολλῇ πάντες ἦσαν, καὶ δεδιότες τὴν δύναμιν τοῦ Σεβήρου τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρίαν, τοῦ δὲ Νίγρου μέλλησίντε καὶ ῥᾳθυμίαν · τὸν δὲ Σεβῆρον ἀκούοντες ἤδη παρόντα ἐθαύμαζον.

2.12.3 δὲ Ἰουλιανὸς πολλῇ καταλαμβανόμενος ἀφασίᾳτε καὶ ἀπορίᾳ, ὅπως χρήσεται τοῖς πράγμασιν οὐκ εἰδώς, ἀθροισθῆναι κελεύσας τὴν σύγκλητον καταπέμπει γράμματα, δι’ὧν ἐσπένδετο δὴ πρὸς τὸν Σεβῆρον καὶ αὐτοκράτορα ἀναδείξας κοινωνὸν τῆς βασιλείας ἐποιεῖτο. δὲ σύγκλητος ἐψηφίσατο μὲν ταῦτα, ὁρῶντες δὲ τὸν Ἰουλιανὸν ἀποδειλιῶντα καὶ ἐν ἀπογνώσει, τῷ Σεβήρῳ πάντες ἤδη προσετίθεντο.

2.12.4δύο δέ που τριῶν ἡμερῶν παραδραμουσῶν, ἐπείπερ ἤδη τὸν Σεβῆρον καὶ αὐτῇ τῇ πόλει ἐπιστησόμενον ἤκουον, καταφρονήσαντες τοῦ Ἰουλιανοῦ συνίασιν ἐς τὸ συνέδριον, τῶν ὑπάτων κελευσάντων, οἳ τὰ τῆς Ῥώμης διοικεῖν εἰώθασιν ὁπηνίκα ἂν τὰ τῆς βασιλείας μετέωρα .

2.12.5συνελθόντες τοίνυν περὶ τῶν πρακτέων ἐσκέπτοντο, τοῦ Ἰουλιανοῦ ἔτι ὄντος ἐν τῇ βασιλείῳ αὐλῇ καὶ τὰς παρούσας ὀδυρομένου τύχας, ἱκετεύοντόςτε ἐξομόσασθαι τὴν ἀρχὴν καὶ παραχωρῆσαι πάσης τῆς δυναστείας τῷ Σεβήρῳ.

2.12.6ὡς δὲ ἔμαθεν σύγκλητος τὸν Ἰουλιανὸν οὕτω κατεπτηχότα, τὴν δὲ δορυφόρον φρουρὰν διὰ δέος τοῦ Σεβήρου αὐτὸν ἐγκαταλιποῦσαν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδειχθῆναι δὲ μόνον αὐτοκράτορα τὸν Σεβῆρον · πρεσβείαντε πρὸς αὐτὸν ἐκπέμπουσιν ἀπὸ τῶν ἐν ἀρχαῖς ὄντων καὶ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας αὐτῷ προσφέρειν τὰς σεβασμίους τιμάς.

2.12.7ἐπὶ δὲ τὸν Ἰουλιανὸν εἷς τῶν χιλιαρχούντων ἀναπέμπεται, ἀποκτεῖναι ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. μὲν οὖν εὑρεθεὶς ἔρημόςτε καὶ ὑπὸ πάντων καταλειφθείς, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη · ἐπεὶ

2.13

2.13.1δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἤρθη καὶ ἐς μειζόνων πραγμάτων ἐλπίδα, καὶ σοφίσματι ἐχρήσατο, ὡς ἂν χειρώσαιτο καὶ αἰχμαλώτους τοὺς τὸν Περτίνακα ἀνῃρηκότας λάβοι. ἐπιστέλλει μὲν οὖν καὶ ἰδίᾳ λανθάνοντα γράμματα τοῖςτε χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις ὑπισχνούμενος μεγάλα, ὅπως πείσειαν τοὺς ἐν τῇ Ῥώμῃ στρατιώτας ὑπακούειν εὐπειθῶς τοῖς ὑπὸ τοῦ Σεβήρου κελευομένοις ·

2.13.2ἐκπέμπει δὲ καὶ κοινὴν ἐπιστολὴν πρὸς τὸ στρατόπεδον, κελεύων καταλιπεῖν μὲν ἐν τῷ στρατοπέδῳ πάντα, αὐτοὺς δὲ ἐξελθεῖν εἰρηνικῷ σχήματι, ὥσπερ εἰώθασι θύοντος ἑορτάζοντος βασιλέως προπομπεύειν, ὀμόσαιτε ἐς τὸ Σεβήρου ὄνομα, καὶ μετ’ἀγαθῶν ἐλπίδων ἐλθεῖν ὡς μέλλοντας τὸν Σεβῆρον δορυφορήσειν.

2.13.3πιστεύσαντες δὴ οἱ στρατιῶται τοῖς ἐπεσταλμένοις, πεισθέντεςτε ὑπὸ τῶν χιλιαρχούντων, τὰ μὲν ὅπλα κατέλιπον πάντα, αὐτοὶ δὲ ἐν μόναις ταῖς πομπικαῖς ἐσθῆσι δαφνηφοροῦντες ἠπείγοντο. ὡς δὲ πρὸς τῷ στρατοπέδῳ τοῦ Σεβήρου ἐγένοντο, ἠγγέλησάντε ἀφικόμενοι ἐς τὸ πεδίον, οὕτως αὐτοὺς Σεβῆρος συνελθεῖν κελεύει ὡς δὴ δεξιωσόμενος καὶ προσαγορεύσων.

2.13.4ὡς δὲ ἀνελθόντα αὐτὸν ἐπὶ τὸ βῆμα προσῆλθον ὁμοθυμαδὸν εὐφημήσοντες, πάντες ὑφ’ἑνὶ συνθήματι συλλαμβάνονται · προείρητο γὰρ τῷ τοῦ Σεβήρου στρατῷ, ὁπηνίκα ἂν στῶσιν ἐς τὸν βασιλέα ἀποβλέποντες μετέωρόντε τὴν γνώμην ἔχοντες, κυκλώσασθαι αὐτοὺς πολεμίῳ νόμῳ, καὶ τιτρώσκειν μὲν παίειν μηδένα, συνέχειν δὲ καὶ φρουρεῖν φράξαντας ἐν κύκλῳ τοῖς ὅπλοις, τάςτε διβολίας καὶ τὰ δόρατα ἐπισείειν, ὡς δέει τοῦ τρωθῆναι γυμνοίτε πρὸς ὡπλισμένους καὶ ὀλίγοι πρὸς πολλοὺς μὴ μάχοιντο.

2.13.5ἐπεὶ δὲ αὐτοὺς ὥσπερ σαγηνεύσας ἐντὸς τῶν ὅπλων δορυαλώτους εἶχε, μεγάλῃ βοῇ καὶ θυμοειδεῖ τῷ πνεύματι ἔλεξε πρὸς αὐτοὺς τοιάδε. ὅτι μὲν ὑμῶν καὶ σοφίᾳ κρείττους ἐσμὲν καὶ δυνάμει στρατοῦ καὶ συμμάχων πλήθει, ἔργῳ ὁρᾶτε · εἴληφθε γοῦν ῥᾳδίως, καὶ ἀκονιτί γε ἑαλώκατε. ἔστι δ’ἐν ἐμοὶ τι ποτ’ἂν ὑμᾶς δρᾶσαι θελήσω, καὶ πρόκεισθε ἤδη θύματα τῆς ἡμετέρας ἐξουσίας.

2.13.6εἰ μὲν οὖν ὑμεῖς πρὸς τὰ τετολμημένα τιμωρίαν ζητεῖτε, οὐ δ’ἔστιν εὑρεῖν δίκην τὴν ἐπιτεθησομένην ἀξίαν τῶν πεπραγμένων. σεμνὸν πρεσβύτην καὶ βασιλέα χρηστόν, ὃν ἐχρῆν σώζειν καὶ δορυφορεῖν, ἐφονεύσατε · τὴν Ῥωμαίων ἀρχὴν ἔνδοξον οὖσαν ἀεί, ἣν καὶ οἱ πρόγονοι δι’ἀνδρείας ἐναρέτου ἐκτήσαντο δι’εὐγένειαν διεδέξαντο, ταύτην αἰσχρῶς καὶ ἀτίμως ὥσπερ τι τῶν ἰδιωτικῶν κειμηλίων ἐπ’ἀργυρίῳ κατηλλάξασθε.

2.13.7ἀλλ’οὐ δ’αὐτόν, ὃν οὕτως ἄρχοντα εἵλεσθε, φυλάξαι σῶσαι ἐδυνήθητε, ἀνάνδρως δὲ προυδώκατε. ἐπὶ τηλικούτοις δὴ ἁμαρτήμασίτε καὶ τολμήμασι μυρίων ἄξιοι θανάτων, ἤν τις ὁρίσαι θέλῃ τὴν ἀξίαν τιμωρίαν, ἐστέ. ἀλλὰ τί μὲν χρὴ παθεῖν ὑμᾶς, ὁρᾶτε · ἐγὼ δὲ φείσομαι μὲν ὑμῶν ὡς μὴ φονεῦσαι, οὐ δὲ τὰς ὑμετέρας χεῖρας μιμήσομαι ·

2.13.8ἐπεὶ δὲ μήτε ὅσιον μήτε δίκαιον ἔτι βασιλέα ὑμᾶς δορυφορεῖν, καὶ ἐς τὸν ὅρκον ἀσεβήσαντας, καὶ ἐμφυλίῳ καὶ βασιλικῷ αἵματι τὰς δεξιὰς μιάναντας, τήντε πίστιν καὶ τὸ ἐχέγγυον τῆς φρουρᾶς προδόντας, τὰς μὲν ψυχὰς καὶ τὰ σώματα δῶρον τῆς ἐμῆς φιλανθρωπίας ἕξετε, τοῖς δὲ περιειληφόσιν ὑμᾶς στρατιώταις κελεύω ἀποζῶσαίτε ὑμᾶς, καὶ ἀποδύσαντας εἴ τινας περίκεισθε ἐσθῆτας στρατιωτικάς, γυμνοὺς ἀποπέμπειν.

2.13.9παραγγέλλωτε ὑμῖν ἀπιέναι ὡς πορρωτάτω τῆς Ῥώμης, ἀπειλῶτε καὶ διόμνυμαι καὶ προαγορεύω κολασθήσεσθαι κεφαλικῶς, εἴ τις ὑμῶν ἐντὸς ἑκατοστοῦ σημείου ἀπὸ τῆς Ῥώμης φανείη.

2.13.10ταῦτα κελεύσαντος αὐτοῦ, προσδραμόντες οἱ Ἰλλυρικοὶ στρατιῶται τάτε ξιφίδια περιαιροῦσιν αὐτῶν παρῃώρηντο τῷ ἀργύρῳ καὶ τῷ χρυσῷ ἐς πομπὴν κεκοσμημένα, τάςτε ζώνας καὶ τὰς ἐσθῆτας καὶ εἴ τι σύμβολον ἔφερον στρατιωτικόν, ἀφαρπάσαντες γυμνοὺς ἐξέπεμπον.

2.13.11οἳ δὲ ὑπεῖκον προδεδομένοι καὶ σοφίσματι ἑαλωκότες · τί γὰρ ἐνῆν δρᾶσαι γυμνοῖς πρὸς ὡπλισμένους καὶ ὀλίγοις πρὸς πολλούς; ἀπῄεσαν δὴ ὀδυρόμενοι, καὶ ἠγάπων μὲν τὴν δοθεῖσαν σωτηρίαν, μετεγίνωσκον δὲ ἐπὶ τῷ ἀνόπλους ἐλθεῖν, αἰσχρῶς καὶ ἐφυβρίστως ἑαλωκότες.

2.13.12ἐκέχρητο δὲ καὶ ἄλλῳ Σεβῆρος σοφίσματι · δεδιὼς γὰρ μὴ ἄρα μετὰ τὸ ἀποζωσθῆναι ἐν ἀπογνώσει γενόμενοι ἀναδράμωσιν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ ὅπλα ἀναλάβωσι, προύπεμψε λογάδας ἐπιλέκτους, ὅσους γενναιοτάτους ἠπίστατο, δι’ἑτέρων ὁδῶν καὶ ἀτραπῶν, ὡς λαθόντες τότε στρατόπεδον ἐπεισέλθοιεν ἀνδρῶν κενόν, καὶ τὰ ὅπλα καταλαβόντες, εἰ ἐπίοιεν, ἀποκλείσαιεν αὐτούς. δίκην μὲν δὴ ταύτην ἔδοσαν οἱ τοῦ Περτίνακος

2.14

2.14.1φονεῖς · δὲ Σεβῆρος σὺν παντὶ τῷ λοιπῷ στρατῷ ὡπλισμένῳ ἐς τὴν Ῥώμην ἀφικνεῖται, ἔκπληξίντε καὶ δέος ἅμα τῷ ὀφθῆναι τοῖς Ῥωμαίοις ἐνέβαλε τοῖς οὕτω τετολμημένοιςτε καὶ εὐτυχηθεῖσιν ἔργοις. δὲ δῆμος καὶ σύγκλητος δαφνηφοροῦντες ὑπεδέχοντο πρῶτον ἀνθρώπων καὶ βασιλέων ἀναιμωτίτε καὶ ἀκονιτὶ τοσαῦτα κατωρθωκότα.

2.14.2πάντα γὰρ ἐν αὐτῷ ἐθαυμάζετο, μάλιστα δὲ τὸ ἀγχίνουν τῆς γνώμης τότε τῶν πόνων γενναῖον καὶ τὸ ἐς τὰ τολμώμενα ἅμα τῷ θαρραλέῳ εὔελπι. ἐπεὶ τοίνυν τε δῆμος αὐτὸν ἀποδεξάμενος εὐφήμησεν τε σύγκλητος ἐπὶ ταῖς τῆς πόλεως εἰσόδοις προσηγόρευσεν, ἀνελθὼν ἐς τὸ τοῦ Διὸς τέμενος καὶ θύσας, ἔντε τοῖς λοιποῖς ἱεροῖς νόμῳ βασιλικῷ καλλιερήσας, ἀνῆλθεν ἐς τὰ βασίλεια.

2.14.3τῆς δὲ ἐπιούσης κατελθὼν ἐς τὴν σύγκλητον λόγους ἐπιεικεῖς πάνυ καὶ χρηστῶν ἐλπίδων μεστοὺς ἐποιεῖτο πρὸς πάντας, καὶ κοινῇ καὶ ἰδίᾳ δεξιούμενος, λέγων ἥκειν μὲν ἔκδικος τοῦ Περτίνακος φόνου, τὴν δ’ἀρχὴν παρέξειν καὶ εἴσοδον ἀριστοκρατίας, μήτε δὲ ἄκριτόν τινα φονευθήσεσθαι δημευθήσεσθαι, μήτε συκοφαντοῦντος ἀνέξεσθαι, ἀλλὰ βαρυτάτην εὐδαιμονίαν τοῖς ἀρχομένοις παρέξειν, καὶ πάντα πράξειν ἐς ζῆλον τῆς Μάρκου ἀρχῆς, ἕξειν δὲ τοῦ Περτίνακος οὐ μόνον τοὔνομα ἀλλὰ καὶ τὴν γνώμην.

2.14.4τοιαῦτά τινα λέγων ὑπηγάγετο τοὺς πλείστους ἐς εὔνοιαν καὶ πίστιν ὧν ὑπισχνεῖτο. ἦσαν δέ τινες τῶν πρεσβυτέρων καὶ γνωριζόντων αὐτοῦ τὸν τρόπον, οἳ προύλεγον λανθάνοντες ὅτι ἄρα εἴη ἀνὴρ πολύτροπός τις καὶ μετὰ τέχνης εἰδὼς προσφέρεσθαι πράγμασιν, ὑποκρίνασθαίτε καὶ προσποιήσασθαι πᾶν ὁτιοῦν ἱκανώτατος, ἔτι δ’ἀνύσαι καὶ τὸ χρειῶδες καὶ τὸ λυσιτελὲς αὑτῷ · ὅπερ καὶ ὕστερον ἔργῳ δέδεικται.

2.14.5διατρίψας οὖν ὀλίγον χρόνον Σεβῆρος ἐν τῇ Ῥώμῃ, καὶ νομὰς ἐπιδοὺς τῷ δήμῳ μεγαλοφρόνως, θέαςτε ἐπιτελέσας, τοῖςτε στρατιώταις πολλὰ δωρησάμενος, καὶ τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐς τὸ δορυφόρους εἶναι τῆς βασιλείας τόπῳ τῶν ἀπεζωσμένων, ἐπὶ τὴν ἀνατολὴν ἠπείγετο ·

2.14.6ἔτι γὰρ μέλλοντος καὶ ὑπτιάζοντος τοῦ Νίγρου, τῇτε Ἀντιοχείᾳ ἐντρυφῶντος, ἐπιστῆναι μη δὲ προσδοκώμενος ἤθελεν, ὅπως ἀπαράσκευον αὐτὸν λάβοι. τούςτε οὖν στρατιώτας ἐκέλευσε παρασκευάζεσθαι πρὸς τὴν ἔξοδον, συνεκρότειτε καὶ πανταχόθεν στράτευμα, ἔκτε τῶν κατὰ τὴν Ἰταλίαν πόλεων νεανίας μεταπεμπόμενος καὶ στρατεύων, εἴτέ τι ἦν ἐν τῷ Ἰλλυρικῷ τοῦ στρατιωτικοῦ λείψανον, κατελθὸν ἐπὶ Θρᾴκην ἐκέλευεν αὑτῷ συντυχεῖν.

2.14.7ἐξήρτυε δὲ καὶ στόλον ναυτικόν, καὶ πάσας τὰς κατὰ τὴν Ἰταλίαν τριήρεις ὁπλιτῶν πληρώσας ἐξέπεμπε. πολλήτε αὐτῷ καὶ παντοδαπὴ δύναμις μεγίστῳ τάχει συνεσκευάσθη · ᾔδει γὰρ οὐ μικρᾶς δυνάμεως δεόμενος πρὸς πᾶσαν τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ τὰ Νίγρου φρονοῦσαν. τὰ μὲν δὴ πρὸς τὸν πόλεμον γενναίως εὐτρέπιζεν,

2.15

2.15.1ἅτε δὲ ἀνὴρ προμηθήςτε καὶ νήφων ὑπώπτευε τὴν ἐν Βρεττανίᾳ δύναμιν πολλήντε οὖσαν καὶ μεγίστην ἀνδρῶντε μαχιμωτάτων. ἦρχε δ’αὐτῆς πάσης Ἀλβῖνος, ἀνὴρ τὸ μὲν γένος τῶν ἐκ τῆς συγκλήτου εὐπατριδῶν, ἐν πλούτῳ δὲ καὶ τρυφῇ ἐκ πατέρων ἀνατραφείς.

2.15.2τοῦτον τοίνυν ἠθέλησεν Σεβῆρος σοφίσματι προλαβὼν οἰκειώσασθαι, μή πως ἄρα τοιαῦτα ἔχων ἐναύσματα ἐς βασιλείας ἐπιθυμίαν, θαρρῶν πλούτῳ καὶ γένει δυνάμειτε στρατοῦ γνώσειτε τῇ παρὰ Ῥωμαίοις, ἐπιθῆται τοῖς πράγμασι καὶ τὴν Ῥώμην οὐ πολύ τι ἀφεστῶσαν ἐκείνου κατὰ τὴν ἀνατολὴν ἀσχοληθέντος ὑποποιήσηται.

2.15.3τιμῇ τοίνυν προσποιήτῳ δελεάζει τὸν ἄνθρωπον, καὶ ἄλλως μὲν ὄντα τὴν γνώμην χαῦνον καὶ ἁπλοϊκώτερον, τότε δὲ καὶ πολλὰ διὰ γραμμάτων ὀμόσαντι τῷ Σεβήρῳ πιστεύσαντα. Καίσαρα δὲ αὐτὸν ἀποδεικνύει, φθάσας αὐτοῦ τὴν ἐλπίδα καὶ τὴν ἐπιθυμίαν τῇ τῆς ἐξουσίας κοινωνίᾳ.

2.15.4ἐπιστέλλει δὲ αὐτῷ φιλικώτατα γράμματα δῆθεν, ἱκετεύων ἐπιδοῦναι αὑτὸν ἐς τὴν τῆς ἀρχῆς φροντίδα · δεῖσθαι γὰρ ἀνδρὸς εὐγενοῦς καὶ τοιούτου τήντε ἡλικίαν ἔτι ἀκμάζοντος αὐτὸν ὄντα πρεσβύτην καὶ ὑπὸ νόσου ἀρθρίτιδος ἐνοχλούμενον, τῶντε παίδων αὐτῷ ὄντων πάνυ νηπίων. οἷς πιστεύσας Ἀλβῖνος τὴν τιμὴν ὑπεδέξατο ἀσπαστῶς, ἀγαπήσας ἄνευ μάχης καὶ κινδύνου λαβεῖν ταῦτα ὧν ὠρέγετο.

2.15.5 δὲ Σεβῆρος καὶ πρὸς τὴν σύγκλητον τὰ αὐτὰ ἀνενεγκών, ὡς ἂν μᾶλλον αὐτὸν ἐς πίστιν ὑπαγάγοιτο, νομίσματάτε αὐτοῦ κοπῆναι ἐπέτρεψε, καὶ ἀνδριάντων ἀναστάσεσι ταῖςτε λοιπαῖς τιμαῖς τὴν δοθεῖσαν χάριν ἐπιστώσατο. ἐπεὶ δὲ αὐτῷ τὰ πρὸς τὸν Ἀλβῖνον διὰ σοφίας ἀσφαλῶς εἶχεν, οὐ δέ τι δέος ἦν ἀπὸ Βρεττανίας, τότε Ἰλλυρικὸν στράτευμα σὺν αὑτῷ πᾶν εἶχε, διῳκῆσθαι νομίζων πάντα λυσιτελῶς τῇ ἑαυτοῦ ἀρχῇ ἐπὶ τὸν Νίγρον ἠπείγετο.

2.15.6τῆς μὲν οὖν ὁδοιπορίας τοὺς σταθμούς, καὶ τὰ καθ’ἑκάστην πόλιν αὐτῷ λεχθέντα, καὶ σημεῖα θείᾳ προνοίᾳ δόξαντα πολλάκις φανῆναι, χωρίατε ἕκαστα καὶ παρατάξεις, καὶ τὸν τῶν ἑκατέρωθεν πεσόντων ἀριθμὸν στρατιωτῶν ἐν ταῖς μάχαις, ἱστορίαςτε πολλοὶ συγγραφεῖς καὶ ποιηταὶ μέτρων πλατύτερον συνέταξαν, ὑπόθεσιν ποιούμενοι πάσης τῆς πραγματείας τὸν Σεβήρου βίον.

2.15.7ἐμοὶ δὲ σκοπὸς ὑπάρχει ἐτῶν ἑβδομήκοντα πράξεις πολλῶν βασιλέων συντάξαντι γράψαι, ἃς αὐτὸς οἶδα. τὰ κορυφαιότατα τοίνυν καὶ συντέλειαν ἔχοντα τῶν κατὰ μέρος πεπραγμένων Σεβήρῳ ἐν τοῖς ἑξῆς διηγήσομαι, οὐδὲν οὔτε πρὸς χάριν ἐς ὕψος ἐξαίρων, ὥσπερ ἐποίησαν οἱ κατ’ἐκεῖνον γράψαντες, οὔτε παραλείπων εἴ τι λόγου καὶ μνήμης ἄξιον.