History of the Empire from the Death of Marcus, 7
7.1.1τίνι μὲν βίῳ Ἀλέξανδρος ἐχρήσατο τέλειτε ὁποίῳ βασιλεύσας ἐτῶν τεσσαρεσκαίδεκα, ἐν τοῖς προειρημένοις ἐδηλώσαμεν · ὁ δὲ Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος, ἔκτε πραείας καὶ πάνυ ἡμέρου βασιλείας ἐς τυραννίδος ὠμότητα μετάγειν πάντα ἐπειρᾶτο, δυσμένειαν ἑαυτῷ συνειδώς, ὅτι πρῶτος ἐξ εὐτελείας τῆς ἐσχάτης ἐς τοσαύτην τύχην ἤλασε.
7.1.2φύσει δὲ ἦν τὸ ἦθος, ὥσπερ καὶ τὸ γένος, βάρβαρος · τότε φονικὸν πάτριον ἔχων καὶ ἐπιχώριον, πρόνοιαν ἐποιεῖτο δι’ὠμότητος τὴν ἀρχὴν βεβαιῶσαι, δεδιὼς μή τι τῇ συγκλήτῳ καὶ τοῖς ὑπηκόοις εὐκαταφρόνητος γένηται, οὐκ ἐς τὴν παροῦσαν αὐτοῦ τύχην ἀφορῶσιν, ἀλλ’ἐς τὰ τῆς γεννήσεως εὐτελῆ σπάργανα. τεθρύλητο γὰρ παρὰ πᾶσι καὶ διεβέβλητο, ὅτι δὴ ποιμαίνων ἐν τοῖς Θρᾳκίοις ὄρεσιν, ἐπιδούςτε αὑτὸν διὰ μέγεθος καὶ ἰσχὺν σώματος ἐς εὐτελῆ καὶ ἐπιχώριον στρατείαν, ὑπὸ τῆς τύχης ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν κεχειραγώγητο.
7.1.3εὐθέως οὖν τούςτε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ σύνεδροί ὑπὸ τῆς συγκλήτου βουλῆς ἐπιλεχθέντες, ἀπεσκευάσατο, καὶ οὓς μὲν ἐς τὴν Ῥώμην ἀπέπεμψε, τινὰς δὲ ἐπὶ προφάσει διοικήσεως ἀπεσείσατο, μόνος εἶναι βουλόμενος ἐν τῷ στρατῷ καὶ μηδένα αὑτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς κρείττονα, ἀλλ’ἵν’ὥσπερ ἐξ ἀκροπόλεως, μηδενὸς αὐτῷ παρόντος ᾧ νέμειν αἰδῶ ἀνάγκην ἔχοι, τοῖς τῆς τυραννίδος ἔργοις σχολάζοι.
7.1.4τήντε θεραπείαν πᾶσαν, ἣ συγγεγόνει τῷ Ἀλεξάνδρῳ τοσούτων ἐτῶν, τῆς βασιλείου αὐλῆς ἀπέπεμψε. τοὺς δὲ πλείστους αὐτῶν καὶ ἀπέκτεινεν, ἐπιβουλὰς ὑποπτεύων · ᾔδει γὰρ ἀλγοῦντας ἐπὶ τῇ ἐκείνου ἀναιρέσει. ἔτι δὲ καὶ μᾶλλον αὐτὸν ἐς ὠμότητα καὶ τὴν πρὸς ἅπαντας ὀργὴν προυκαλέσατο συνωμοσία τις διαβληθεῖσα κατ’αὐτοῦ συγκροτουμένη, πολλῶντε ἑκατοντάρχων συμπνεόντων καὶ τῶν ἀπὸ τῆς βουλῆς ἁπάντων.
7.1.5Μάγνος τις ὄνομα ἦν τῶν εὐπατριδῶντε καὶ ὑπατευκότων · οὗτος διεβλήθη συνάγειν κατ’αὐτοῦ χεῖρα, καὶ στρατιώτας τινὰς πείθειν ἐς αὑτὸν τὴν ἀρχὴν μετάγειν. ἡ δὲ συσκευὴ τοιαύτη τις ἐλέγετο ἔσεσθαι. γεφυρώσας τὸν ποταμὸν ὁ Μαξιμῖνος ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι ·
7.1.6ἅμα γὰρ τῷ τὴν ἀρχὴν παραλαβεῖν εὐθέως πολεμικῶν ἔργων ἤρξατο, καὶ διὰ σώματος μέγεθος καὶ ἰσχὺν στρατιωτικὴν καὶ ἐμπειρίαν πολεμικὴν δοκῶν ἐπιλελέχθαι ἔργοις τὴν δόξαν καὶ τὴν τῶν στρατιωτῶν ὑπόληψιν ἐπιστοῦτο, τήντε Ἀλεξάνδρου μέλλησιν καὶ τὴν πρὸς τὰ πολεμικὰ ἔργα δειλίαν ἐλέγχειν ἐπειρᾶτο εἰκότως κατεγνωσμένην. ἀσκῶντε οὖν καὶ γυμνάζων τοὺς στρατιώτας οὐ διέλειπεν, αὐτόςτε ἐν ὅπλοις ὢν καὶ τὸν στρατὸν παρορμῶν.
7.1.7τότε τοίνυν τὴν γέφυραν ζεύξας ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι. ὁ δὲ Μάγνος ἐλέγετο στρατιωτῶν οὐκ ὀλίγους, ἀλλὰ τοὺς ἐξοχωτάτους καὶ μάλιστα τοὺς τὴν φρουρὰν τῆς γεφύρας καὶ τὴν ἐπιμέλειαν πεποιημένους, ἀναπεῖσαι μετὰ τὸ διαβῆναι τὸν Μαξιμῖνον λύσαντας τὴν γέφυραν προδοῦναι τοῖς βαρβάροις, οὐχ ὑπαρχούσης αὐτῷ ἐπανόδου · πλάτει γὰρ καὶ βάθει μέγιστος ὁ ποταμὸς ῥέων ἄβατος αὐτῷ ἐγίνετο, οὔτε νεῶν οὐσῶν ἐν ταῖς πολεμίαις ὄχθαις τῆςτε γεφύρας λυθείσης.
7.1.8ἡ μὲν τῆς ἐπιβουλῆς φήμη τοιαύτη ἐγένετο, εἴτε ἀληθὴς ὑπάρξασα εἴτε ὑπὸ τοῦ Μαξιμίνου συσκευασθεῖσα · ἀκριβὲς δὲ εἰπεῖν οὐ ῥᾴδιον, ἐπεὶ ἔμενεν ἀνεξέλεγκτος. μήτε γὰρ κρίσεώς τινι μεταδοὺς μήτε ἀπολογίας, πάντας οὓς ὑπώπτευεν αἰφνιδίως συναρπασθέντας ἀφειδῶς ἐφόνευσεν.
7.1.9ἐγένετο δέ τις καὶ Ὀσροηνῶν τοξοτῶν ἀπόστασις, οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ, περιτυχόντες τῶν ἀπὸ ὑπατείας καὶ φίλων Ἀλεξάνδρου τινί (Κυαρτῖνος δὲ ἦν ὄνομα, ὃν Μαξιμῖνος ἐκπέμψας ἦν τοῦ στρατοῦ) ἁρπάσαντες ἄκοντα καὶ οὐδὲν προειδότα στρατηγὸν ἑαυτῶν κατέστησαν, πορφύρᾳτε καὶ πυρὶ προπομπεύοντι, ὀλεθρίοις τιμαῖς, ἐκόσμησαν, ἐπίτε τὴν ἀρχὴν ἦγον οὔ τι βουλόμενον.
7.1.10ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ αἰφνιδίως ἀνῃρέθη ὑπὸ τοῦ συνόντος αὐτῷ καὶ δοκοῦντος φίλου, τῶντε Ὀσροηνῶν πρότερον ἡγουμένου (Μακεδὼν ἦν ὄνομα αὐτῷ), καίτοι τῆς ἁρπαγῆς καὶ τῆς ἀποστάσεως ἀρχηγοῦ τοῖς Ὀσροηνοῖς γενομένου · ὃς οὐδεμίαν αἰτίαν ἔχθρας οὔτε μίσους ἔχων ἀπέκτεινεν αὐτὸς ὃν ἥρπασέτε καὶ ἀνέπεισεν, οἰόμενόςτε μεγάλα χαρίζεσθαι τῷ Μαξιμίνῳ τὴν κεφαλὴν ἀποτεμὼν ἐκόμισεν.
7.1.11ὃ δὲ ἥσθη μὲν ἐπὶ τῷ ἔργῳ, στερηθεὶς δὲ πολεμίου, ὡς ᾤετο, ἐκεῖνον μέν, καίτοι μεγάλα ἐλπίζοντα καὶ δοκοῦντα ἀμοιβῆς ἐξαιρέτου τεύξεσθαι, ἀπέκτεινεν ὡς καὶ τῆς ἀποστάσεως γεγονότα ἀρχηγὸν καὶ ἀποκτείναντα ὃν αὐτὸς ἄκοντα ἀνέπεισεν, ἄπιστόντε γενόμενον περὶ τὸν φίλον.
7.1.12τοιαῦται μὲν δή τινες αἰτίαι ἔτι μᾶλλον ἐς τραχύτητα καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχήν, καὶ πρότερον οὕτω πεφυκυῖαν. ἦν δὲ καὶ τὴν ὄψιν φοβερώτατος, καὶ μέγιστος τὸ σῶμα, ὡς μὴ ῥᾳδίως αὐτῷ τινὰ μήτε Ἑλλήνων τῶν σωμασκούντων μήτε βαρβάρων τῶν μαχιμωτάτων ἐξισοῦσθαι.
7.2.1διοικήσας δὲ τὰ προειρημένα, πάντατε τὸν στρατὸν ἀναλαβών, καὶ διαβὰς ἀφόβως τὴν γέφυραν, εἴχετο τῆς πρὸς τοὺς Γερμανοὺς μάχης. μέγα δέ τι πλῆθος καὶ σχεδὸν ἅπασαν τὴν Ῥωμαίων δύναμιν σὺν ἑαυτῷ εἰσήγαγε, Μαυρουσίωντε ἀκοντιστῶν ἀριθμὸν πάμπλειστον καὶ τοξοτῶν Ὀσροηνῶντε καὶ Ἀρμενίων, ὧν ἦσαν οἳ μὲν ὑπήκοοι οἳ δὲ φίλοι καὶ σύμμαχοι, καὶ εἴ τινες Παρθυαίων ἢ χρήμασι πεισθέντες καὶ αὐτομολήσαντες ἢ ληφθέντες αἰχμάλωτοι Ῥωμαίοις ἐδούλευον.
7.2.2τὰ δὲ πλήθη ταῦτα τοῦ στρατοῦ καὶ πρότερον ὑπὸ Ἀλεξάνδρου ἤθροιστο, ηὐξήθη δ’ὑπὸ τοῦ Μαξιμίνου καὶ ἐς πολεμικὴν ἄσκησιν συγκεκρότητο. μάλιστα δὲ οἱ ἀκοντισταὶ καὶ οἱ τοξόται πρὸς τὰς Γερμανῶν μάχας ἐπιτήδειοι δοκοῦσιν, ἐπιτρέχοντέςτε αὐτοῖς κούφως οὐ προσδοκῶσι καὶ ἀναχωροῦντες ῥᾳδίως.
7.2.3γενόμενος δὲ ἐν τῇ πολεμίᾳ Μαξιμῖνος πολλὴν γῆν ἐπῆλθεν, οὐδενὸς αὐτῷ ἀνθεστῶτος, ἀλλὰ τῶν βαρβάρων ἀνακεχωρηκότων. ἐδῄουτε οὖν πᾶσαν τὴν χώραν, μάλιστα τῶν ληίων ἀκμαζόντων, τάςτε κώμας ἐμπιπρὰς διαρπάζειν ἐδίδου τῷ στρατῷ. εὐμαρέστατα γὰρ τὸ πῦρ ἐπινέμεται τάςτε πόλεις αὐτῶν ἃς ἔχουσι, καὶ τὰς οἰκήσεις ἁπάσας ·
7.2.4λίθων μὲν γὰρ παρ’αὐτοῖς ἢ πλίνθων ὀπτῶν σπάνις, ὗλαι δ’εὔδενδροι, ὅθεν ξύλων οὔσης ἐκτενείας συμπηγνύντες αὐτὰ καὶ ἁρμόζοντες σκηνοποιοῦνται. ὁ δὲ Μαξιμῖνος ἐπὶ πολὺ μὲν προυχώρησε, πράττωντε τὰ προειρημένα καὶ λείας ἀπελαύνων, διδούςτε τὰς ἀγέλας τῷ στρατῷ αἷς περιετύγχανον.
7.2.5οἱ δὲ Γερμανοὶ ἀπὸ μὲν τῶν πεδίων, καὶ εἴ τινες ἦσαν χῶραι ἄδενδροι, ἀνακεχωρήκεσαν, ἐν δὲ ταῖς ὕλαις ἐκρύπτοντο περίτε τὰ ἕλη διέτριβον, ὡς ἐκεῖ τὰς μάχας καὶ τὰς ἐφόδους ποιοῖντο, τῆς συνεχείας τῶν φυτῶν ἀπασχολούσης ἐς ἑαυτὴν τὰ βέλη καὶ τὰ ἀκόντια τῶν πολεμίων, τοῦτε ἀγχιβαθοῦς τῶν ἑλῶν Ῥωμαίοις μὲν δι’ἄγνοιαν τῶν τόπων ἐπισφαλοῦς ἐσομένου, ἑαυτοῖς δὲ δι’ἐμπειρίαν τῆς χώρας ἐγνωκόσι τὰ ἄβατα καὶ ἀντιτυπῆ τῶν τόπων ἐς γόνυτε βρεχομένοις διατρέχειν ῥᾳδίου.
7.2.6εἰσὶ δὲ καὶ πρὸς τὸ νήχεσθαι γεγυμνασμένοι ἅτε μόνῳ λουτρῷ τοῖς ποταμοῖς χρώμενοι. περὶ ἐκεῖνα οὖν μάλιστα τὰ χωρία αἱ συμβολαὶ ἐγίνοντο · ἔνθα καὶ γενναιότατα αὐτὸς ὁ βασιλεὺς τῆς μάχης ἦρξεν. ἐπὶ γάρ τινι ἕλει μεγίστῳ, τῶν μὲν Γερμανῶν ἐς αὐτὸ ἀναχωρούντων ἐς φυγήν, ἐς δίωξιν δὲ Ῥωμαίων ἐπεισελθεῖν ὀκνούντων, πρῶτος ὁ Μαξιμῖνος ἅμα τῷ ἵππῳ ἐμβαλὼν ἐς τὸ ἕλος, καίτοι ὑπὲρ γαστέρα τοῦ ἵππου βρεχομένου, τοὺς ἀνθεστῶτας ἐφόνευσε βαρβάρους, ὡς τὸν λοιπὸν στρατὸν αἰδεσθέντα προδοῦναι μαχόμενον ὑπὲρ αὐτῶν βασιλέα τολμῆσαίτε καὶ τοῖς ἕλεσιν ἐπεισελθεῖν, πολὺ δέ τι πλῆθος ἑκατέρωθεν πεσεῖν, καὶ Ῥωμαίων μὲν […] τῶν δὲ βαρβάρων σχεδὸν τὴν τότε παροῦσαν δύναμιν, ἀριστεύοντος αὐτοῦ, ὡς τότε ἕλος σωμάτων πληρωθῆναι, τήντε λίμνην αἵματι κερασθεῖσαν πεζομαχοῦντι στρατῷ ναυμαχίας ὄψιν παρασχεῖν.
7.2.8ταύτην τὴν μάχην καὶ τὴν ἀριστείαν αὑτοῦ οὐ μόνον διὰ γραμμάτων τῇτε συγκλήτῳ καὶ τῷ δήμῳ ἐδήλωσεν, ἀλλὰ καὶ γραφῆναι κελεύσας μεγίσταις εἰκόσιν ἀνέθηκε πρὸ τοῦ βουλευτηρίου, ἵνα μὴ μόνον ἀκούειν τὰ γενόμενα ἀλλὰ καὶ βλέπειν ἔχωσι Ῥωμαῖοι. τὴν δ’εἰκόνα ὕστερον καθεῖλεν ἡ σύγκλητος μετὰ τῶν λοιπῶν αὐτοῦ τιμῶν. γεγόνασι δὲ καὶ ἕτεραι συμβολαί, ἐν αἷς ὡς αὐτουργόςτε καὶ αὐτόχειρ τῆς μάχης ἀριστεύωντε πανταχοῦ ἐπῃνεῖτο.
7.2.9πολλοὺς δὲ χειρωσάμενος αὐτῶν αἰχμαλώτους καὶ λείαν ἀπελάσας, χειμῶνος ἤδη καταλαμβάνοντος ἐπανῆλθεν ἐς Παίονας, ἔντε Σιρμίῳ διατρίβων, τῇ μεγίστῃ ἐκεῖ πόλει δοκούσῃ, τὰ πρὸς τὴν εἴσοδον ἐς τὸ ἔαρ παρεσκευάζετο. ἠπείλει γάρ (καὶ ποιήσειν ἔμελλεν) ἐκκόψειντε καὶ ὑποτάξειν τὰ μέχρις ὠκεανοῦ Γερμανῶν ἔθνη βάρβαρα.
7.3.1τὰ μὲν οὖν πολεμικὰ τοιοῦτος ἦν · καὶ ἐς δόξαν ἤρθη ἂν ἡ πρᾶξις αὐτοῦ, εἰ μὴ τοῖς οἰκείοις καὶ τοῖς ὑπηκόοις βαρύτερος ἐγεγόνει καὶ φοβερώτερος. τί γὰρ ἦν ὄφελος βαρβάρων ἀναιρουμένων, πλειόνων γινομένων φόνων ἐν αὐτῇτε Ῥώμῃ καὶ τοῖς ὑπηκόοις ἔθνεσιν; ἢ λείας ἀπάγειν τῶν ἐχθρῶν, γυμνοῦντα καὶ τὰς οὐσίας ἀφαιρούμενον τῶν οἰκείων;
7.3.2ἄνεσίςτε γὰρ πᾶσα, μᾶλλον δὲ καὶ πρόκλησις δέδοτο συκοφάνταις ἐς τὸ ἐπηρεάζειν καὶ κινεῖν πράγματα προγονικά, εἰ τύχοι, καὶ ἄγνωστα καὶ ἀνεξέλεγκτα. μόνοντέ τις κληθεὶς ἐς δικαστήριον ὑπὸ συκοφάντου εὐθέως ἡττημένος ἀπῄει καὶ τῶν ὑπαρχόντων πάντων στερηθείς.
7.3.3ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς ἐχθὲς πλουσιωτάτους τῆς ἐπιούσης μεταιτοῦντας · τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία ἐπὶ προφάσει τῆς περὶ τοὺς στρατιώτας χρημάτων συνεχοῦς χορηγίας. ἦν δὲ καὶ τοῖς ὠσὶ κοῦφος ἐς διαβολάς, ἡλικίαςτε καὶ ἀξιώματος ἀφειδῶς ἔχων. πλείστους γοῦν τῶν ἔθνη καὶ στρατόπεδα πεπιστευμένων, μετὰ ὑπατείας τιμὴν ἢ δόξαν ἐπὶ τροπαίοις προσγενομένην, ἐκ μικρᾶς καὶ εὐτελοῦς διαβολῆς ἀναρπάστους ἐποίει, καὶ ἐκέλευέτε ἄνευ ὑπηρεσίας μόνους ὀχήμασιν ἐπιτεθέντας ἄγεσθαι νύκτωρ καὶ μεθ’ἡμέραν ὁδεύοντας ἐξ ἀνατολῶν ἢ δύσεως, εἰ τύχοι, ἀπότε μεσημβρίας ἐς Παίονας, ἔνθα διέτριβε ·
7.3.4σκύλας δὲ καὶ ὑβρίσας φυγαῖς ἢ θανάτοις ἐζημίου. ἐς ὅσον μὲν οὖν τοὺς καθ’ἕνα ταῦτα ἐπράττετο καὶ μέχρις οἰκείων ἔμενεν ἡ συμφορά, οὐ πάνυ τι τοῖς δήμοις τῶν πόλεων ἢ τοῖς ἔθνεσι διέφερε ·
7.3.5τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοηθῶν καὶ φαύλων ἔσθ’ὅτε καὶ εὐφραίνει φθόνῳ τῶν κρειττόνων καὶ εὐτυχούντων. ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων ἐς πενίαν περιστήσας, ἃ δὴ μικρὰ καὶ ὀλίγα οὐ δ’αὐτάρκη τῇ αὑτοῦ βουλήσει ᾤετο, μετῆλθεν ἐπὶ τὰ δημόσια, καὶ εἴ τινα ἦν χρήματα πολιτικὰ ἐς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἀθροιζόμενα εἴτε θεάτροις ἢ πανηγύρεσιν ἀνακείμενα, ἐς ἑαυτὸν μετῆγε, ναῶντε ἀναθήματα θεῶντε ἀγάλματα καὶ ἡρώων τιμάς, καὶ εἴ τις ἦν κόσμος δημοσίου ἔργου ἢ καλλώπισμα πόλεως ἢ ὕλη νόμισμα ποιῆσαι δυναμένη, πᾶν ἐχωνεύετο.
7.3.6ὅπερ καὶ μάλιστα τοὺς δήμους ἐλύπησε, πένθοςτε δημόσιον ἐνεποίει δίχα μάχης καὶ ἄνευ ὅπλων ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν καὶ χεῖρας ἀνατείνειν καὶ τοὺς νεὼς φρουρεῖν, ἑτοίμωςτε ἔχειν πρότερον ἀναιρεθέντας πρὸ τῶν βωμῶν πεσεῖν ἢ σκῦλα τῶν πατρίδων ἰδεῖν. ἐντεῦθεν δὴ καὶ μάλιστα κατάτε πόλεις καὶ κατὰ ἔθνη διοίδαινον τῶν ὄχλων αἱ ψυχαί. ἀπηρέσκοντότε καὶ οἱ στρατιῶται τοῖς πραττομένοις, ὀνειδιζόντων αὐτοῖς ἐπιφθόνως συγγενῶντε καὶ οἰκείων ὡς δὴ δι’αὐτοὺς ταῦτα πράττοντος τοῦ Μαξιμίνου.
7.4.1αἰτίαι μὲν δὴ τοιαῦται, οὔτι γε ἄλογοι, ἐς μῖσος καὶ ἀπόστασιν τοὺς ὄχλους παρώξυνον · καὶ πάντες μὲν εὔχοντο καὶ θεοὺς τοὺς ἀδικουμένους ἐπεκάλουν, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἔστε συμπληρουμένης αὐτῷ τριετοῦς βασιλείας ἐκ μικρᾶς καὶ εὐτελοῦς προφάσεως, οἷα τυραννίδος σφάλματα, πρῶτοι ὅπλα ἐκίνησαν ἔςτε ἀπόστασιν εὐσταθῶς ὥρμησαν Λίβυες, ἐξ αἰτίας τοιᾶσδε.
7.4.2ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα, καὶ μετὰ πάσης ὠμότητος καταδίκαςτε ἐποιεῖτο καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. ἐκεῖνόςτε γάρ, οὓς ᾔδει ἁρμόζοντας τῇ ἑαυτοῦ γνώμῃ, ἐπελέγετο · οἵτε προεστῶτες τοῦ ταμιείου τότε, εἰ καὶ σπανίως χρηστοὶ ἐμπεπτώκεσαν, τόντε κίνδυνον προῦπτον ἔχοντες καὶ τὴν ἐκείνου φιλοχρηματίαν εἰδότες, ἄκοντες ὅμως τοὺς λοιποὺς ἐμιμοῦντο.
7.4.3ὁ τοίνυν κατὰ τὴν Λιβύην ἐπίτροπος τοῖςτε ἄλλοις πᾶσι βιαίως προσεφέρετο, καὶ νεανίσκους τινὰς τῶν παρ’ἐκείνοις εὖ γεγονότων καὶ πλουσίων καταδίκαις περιβαλὼν εἰσπράττειν τὰ χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴωντε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀφαιρεῖσθαι. ἐφ’οἷς ἀλγήσαντες οἱ νεανίσκοι τὰ μὲν χρήματα αὐτῷ ἀποδώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν · συνωμοσίαν δὲ ποιησάμενοι, πάνταςτε οὓς ᾔδεσαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας ἀναπείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν οἰκέτας, ξύλατε καὶ πελέκεις ἐπιφέρεσθαι.
7.4.4οἳ δὲ πεισθέντες κελεύουσι τοῖς δεσπόταις πρὸ τῆς ἕω συνῆλθον ἐς τὴν πόλιν, κρύπτοντες ὑπὸ ταῖς ἐσθῆσιν ἃ ἔφερον αὐτοσχεδίου πολέμου ὅπλα. μέγα δέ τι πλῆθος ἠθροίσθη · φύσει γὰρ πολυάνθρωπος οὖσα ἡ Λιβύη πολλοὺς εἶχε τοὺς τὴν γῆν γεωργοῦντας.
7.4.5ἅμα δὲ τῷ παραδραμεῖν τὸ περίορθρον προελθόντες οἱ νεανίσκοι τὸ μὲν πλῆθος τῶν οἰκετῶν κελεύουσιν αὑτοῖς ἕπεσθαι ὡς ὄντας μέρος τοῦ λοιποῦ ὄχλου, προστάξαντες τότε ἀποκαλύπτειν ἃ ἔφερον ὅπλα καὶ γενναίως ἀνθεστάναι, εἴ τινες ἢ στρατιωτῶν ἢ δημοτῶν αὐτοῖς ἐπίοιεν ἔκδικοι τοῦ γενησομένου ἔργου ·
7.4.6αὐτοὶ δὲ λαβόντες ἐγχειρίδια ὑποκόλπια προσίασι τῷ ἐπιτρόπῳ ὡς δὴ περὶ τῆς ἀποδόσεως τῶν χρημάτων διαλεξόμενοι, προσπεσόντεςτε αἰφνιδίως οὐ προσδοκῶντα παίσαντες φονεύουσι. τῶν δὲ περὶ αὐτὸν στρατιωτῶν γυμνωσάντων τὰ ξίφη τῷτε φόνῳ ἐπεξελθεῖν θελόντων, οἱ ἐκ τῶν ἀγρῶν κατεληλυθότες προβαλόμενοι τάτε ξύλα καὶ τοὺς πελέκεις, ὑπερμαχόμενοι τῶν δεσποτῶν, τοὺς ἀνθεστῶτας ῥᾳδίως
7.5.1ἐτρέψαντο. οὕτω δὴ προχωρήσαντος τοῦ ἔργου, οἱ νεανίσκοι ἅπαξ ἐν ἀπογνώσει γενόμενοι μόνην ᾔδεσαν ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν, εἰ τὰ τολμηθέντα αὑτοῖς αὐξήσαιεν ἔργοις μείζοσι καὶ κοινωνὸν τοῦ κινδύνου τὸν ἡγούμενον τοῦ ἔθνους παραλάβοιεν, πᾶντε τὸ ἔθνος ἀναπείσαιεν ἐς ἀπόστασιν · ὅπερ ᾔδεσαν πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι.
7.5.2σὺν παντὶ τοίνυν τῷ πλήθει ἤδη μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν. Γορδιανὸς μὲν ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθυπατείαν λαχών, πρεσβύτης δὲ ἐς ἔτος ἤδη περί που ὀγδοηκοστὸν ἐληλακώς, πολλῶν δὲ πρότερον ἄρξας ἐθνῶν ἔντε πράξεσι μεγίσταις ἐξετασθείς. ὅθεν αὐτόντε ἡδέως ὑποδέξεσθαι τὴν ἀρχὴν ᾤοντο ὥσπερ κορυφαῖον τέλος τῶν προγενομένων πράξεων, τήντε σύγκλητον καὶ τὸν Ῥωμαίων δῆμον ἀσμένως δέξεσθαι ἄνδρα εὖ γεγονότα καὶ ἐκ πολλῶν ἡγεμονιῶν ὥσπερ κατ’ἀκολουθίαν ἐπὶ τοῦτο ἐλθόντα.
7.5.3συνέβαινε δὲ ἐκείνης τῆς ἡμέρας, ἧς ταῦτα ἐπράττετο, οἴκοι τὸν Γορδιανὸν διατρίβειν ἡσυχάζοντα, δεδωκότα τοῖς καμάτοις ἀνάπαυλαν ἀργίαντε ταῖς πράξεσιν. οἱ δὲ νεανίσκοι ξιφήρεις σὺν παντὶ τῷ πλήθει, βιασάμενοι τοὺς ταῖς αὐλείαις ἐφεστῶτας, εἰσπηδήσαντες καταλαμβάνουσιν αὐτὸν ἐπί τινος σκιμποδίου ἀναπαυόμενον, περιστάντες δὲ χλαμύδι πορφυρᾷ περιβάλλουσι σεβασμίαιςτε τιμαῖς προσαγορεύουσιν.
7.5.4ὃ δὲ τῷ παραδόξῳ τοῦ πράγματος ἐκπλαγείς, ἐνέδραν καὶ συσκευὴν ἐξ ἐπιβουλῆς καθ’ἑαυτοῦ νομίζων, ῥίψας ἀπὸ τοῦ σκίμποδος ἐς γῆν ἑαυτὸν ἐδεῖτο φείδεσθαι γέροντος μηδὲν αὐτοὺς ἀδικήσαντος, σώζειν δὲ τὴν πίστιν καὶ τὴν εὔνοιαν τῷ βασιλεύοντι. ἐπεὶ δὲ οἳ μὲν ξιφήρεις ἐνέκειντο, ἐκεῖνος δὲ ὑπὸ δέους καὶ ἀγνοίας οὐκ ᾔδει τὸ πεπραγμένον οὐ δὲ τὸ τῆς παρούσης τύχης αἴτιον, εἷς τῶν νεανίσκων, ὃς ἦν αὐτῶν γένει καὶ δυνάμει λόγων προύχων, τοὺς λοιποὺς κατασιγάσας ἡσυχάζειντε προστάξας, ἔχων πρόκωπον τὴν δεξιὰν ἔλεξε πρὸς αὐτὸν τοιάδε.
7.5.5“δύο κινδύνων προκειμένων, τοῦ μὲν παρόντος τοῦ δὲ μέλλοντος, καὶ τοῦ μὲν ἤδη προδήλου τοῦ δὲ ἐν ἀμφιβόλῳ τύχῃ, ἑλέσθαι σε δεῖ σήμερον σώζεσθαι μεθ’ἡμῶν καὶ πιστεῦσαι σεαυτὸν ἐλπίδι κρείττονι, ᾗ πάντες πεπιστεύκαμεν, ἢ τεθνάναι ἤδη πρὸς ἡμῶν. εἰ μὲν οὖν τὰ παρόντα ἕλοιο, πολλὰ τὰ ἐφόδια ἐς ἀγαθὰς ἐλπίδας, τότε Μαξιμίνου παρὰ πᾶσι μῖσος, πόθοςτε τυραννίδος ὠμῆς ἀπαλλάξεως, καὶ ἐν ταῖς προγενομέναις πράξεσιν εὐδοκίμησις, ἔντε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ” “γνῶσις οὐκ ἄσημος καὶ τιμὴ ἔνδοξος ἀεί.
7.5.6ἀντειπόντι δέ σοι καὶ μὴ συμπνεύσαντι ἡμῖν σήμερον τέλος ἐπικείσεται · ἀπολούμεθα δὲ καὶ αὐτοί, εἰ δέοι, προαπολέσαντες σέ. ἔργον γὰρ ἡμῖν τετόλμηται μείζονος ἀπογνώσεως δεόμενον · κεῖται γὰρ ὁ τῆς τυραννίδος ὑπηρέτης, καὶ δίκας ὠμότητος παρέσχε φονευθεὶς ὑφ’ἡμῶν. ἐφ’οἷς ἢν μὲν ἡμῖν συνάρῃ καὶ κοινωνὸς τῶν κινδύνων γένῃ, αὐτόςτε τῆς ἐν βασιλείᾳ τιμῆς ἀπολαύσεις, τότε ἡμῖν προκείμενον ἔργον ἐπανεθήσεται καὶ οὐ κολασθήσεται”.
7.5.7τοιαῦτά τινα λέγοντος τοῦ νεανίσκου οὐκ ἀνασχόμενον τὸ λοιπὸν πλῆθος, συνδραμόντων ἤδη καὶ πάντων τῶν κατὰ τὴν πόλιν ἐπειδὴ διεφοίτησεν ἡ φήμη, σεβαστὸν Γορδιανὸν ἀναγορεύει. παραιτούμενος δὲ καὶ γῆρας προϊσχόμενος ἐκεῖνος, ἄλλως δὲ φιλόδοξος ὤν, οὐ δὲ ἀηδῶς ὑπέστη, ἑλόμενος μᾶλλον τὸν μέλλοντα κίνδυνον ἢ τὸν παρόντα, ἔντε γήραι ἐσχάτῳ οὐ πάνυ τι δεινὸν νομίζων, εἰ δέοι, ἐν βασιλικαῖς τιμαῖς καὶ τελευτῆσαι.
7.5.8πᾶν δὴ τὸ Λιβύων ἔθνος εὐθέως ἐδεδόνητο, καὶ τὰς μὲν τοῦ Μαξιμίνου τιμὰς καθῄρουν, εἰκόσι δὲ καὶ ἀνδριᾶσι Γορδιανοῦ τὰς πόλεις ἐκόσμουν, τῷτε κυρίῳ αὐτοῦ ὀνόματι προσθέντες Ἀφρικανὸν ἐκάλεσαν ἀφ’ἑαυτῶν · οὕτω γὰρ Λίβυες οἱ ὑπὸ μεσημβρίαν τῇ Ῥωμαίων φωνῇ καλοῦνται.
7.6.1ὁ δὲ Γορδιανὸς ἐνδιατρίψας τῇ Θύστρῳ, ἔνθα ταῦτα ἐπράχθη, ἡμερῶν τινῶν, ἤδη φέρων βασιλέως ὄνομα καὶ σχῆμα, ἀπάραςτε τῆς Θύστρου ἐς τὴν Καρχηδόνα ἠπείχθη, ἣν ᾔδει μεγίστηντε οὖσαν καὶ πολυάνθρωπον, ἵν’ὥσπερ ἐν Ῥώμῃ πάντα πράττῃ · ἡ γὰρ πόλις ἐκείνη καὶ δυνάμει χρημάτων καὶ πλήθει τῶν κατοικούντων καὶ μεγέθει μόνης Ῥώμης ἀπολείπεται, φιλονεικοῦσα πρὸς τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρου πόλιν περὶ δευτερείων.
7.6.2εἵπετο δὲ αὐτῷ πᾶσα ἡ βασιλικὴ πομπή, τῶν μὲν στρατιωτῶν, οἵτινες ἦσαν ἐκεῖ, καὶ τῶν κατὰ τὴν πόλιν ἐπιμηκεστέρων νεανίσκων ἐν σχήματι τῶν κατὰ τὴν Ῥώμην δορυφόρων προϊόντων · αἵτε ῥάβδοι ἐδαφνηφόρουν, ὅπερ ἐστὶ σύμβολον ἐς τὸ διαγνῶναι τὰς βασιλικὰς ἀπὸ τῶν ἰδιωτικῶν, τὸ δὲ πῦρ προεπόμπευεν, ὡς ὄψιν καὶ τύχην ἔχειν πρὸς ὀλίγον, ὥσπερ ἐν εἰκόνι, τῆς Ῥώμης τῶν Καρχηδονίων τὴν πόλιν.
7.6.3ὅτε Γορδιανὸς γράμματάτε πάμπλειστα ἐκπέμπει πρὸς ἕκαστον τῶν κατὰ τὴν Ῥώμην πρωτεύειν δοκούντων, τοῖςτε τῆς συγκλήτου δοκιμωτάτοις ἐπιστέλλει, ὧν ἦσαν αὐτῷ πλεῖστοι φίλοιτε καὶ συγγενεῖς. ἐποίησε δὲ καὶ δημόσια γράμματα πρόςτε τὸν Ῥωμαίων δῆμον καὶ τὴν σύγκλητον, δι’ὧν τήντε Λιβύων ἐδήλου ἐς ἑαυτὸν σύμπνοιαν, τῆςτε Μαξιμίνου ὠμότητος κατηγόρει σφοδρότατα εἰδὼς μισουμένην, αὐτόςτε πᾶσαν πραότητα ὑπισχνεῖτο, συκοφάνταςτε πάντας φυγαδεύων καὶ παλινδικίαν διδοὺς τοῖς ἀδίκως κατακριθεῖσι, τούςτε φυγάδας ἐς τὰς πατρίδας ἐπανάγων ·
7.6.4τοῖς δὲ στρατιώταις ὑπέσχετο ἐπίδοσιν χρημάτων ὅσην οὐδεὶς πρότερον, τῷτε δήμῳ νομὰς ἐπήγγειλε. προυνοήσατο δὲ τοῦ πρότερον ἀναιρεθῆναι τὸν κατὰ τὴν Ῥώμην τῶν στρατοπέδων προεστῶτα · Βιταλιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον ᾔδει τραχύτατα καὶ ὠμότατα πράττοντα, φίλτατόντε ὄντα καὶ καθωσιωμένον τῷ Μαξιμίνῳ.
7.6.5ὑποπτεύων οὖν μὴ τοῖς πραττομένοις γενναίως ἀντιστῇ καὶ τῷ ἐκείνου φόβῳ μηδεὶς αὐτῷ συνάρηται, πέμπει τὸν ταμίαν τοῦ ἔθνους, νεανίσκον φύσει εὔτολμον καὶ τὸ σῶμα οὐκ ἀγεννῆ καὶ τὴν ἡλικίαν ἀκμάζοντα, πρόθυμόντε ἐς τὸν ὑπὲρ ἑαυτοῦ κίνδυνον, παραδοὺς αὐτῷ ἑκατοντάρχας καὶ στρατιώτας τινάς, οἷς ἔδωκε κατασεσημασμένα γράμματα ἐν πτυκτοῖς πίναξι, δι’ὧν τὰ ἀπόρρητα καὶ κρυπτὰ ἀγγέλματα τοῖς βασιλεῦσιν ἐπιστέλλεται.
7.6.6κελεύει δὲ αὐτοῖς πρὸ τῆς ἕω ἐς τὴν Ῥώμην κατελθοῦσιν ἐπιστῆναι ἔτι δικάζοντι καὶ ἀνακεχωρηκότι τῷ Βιταλιανῷ ἐν τῷ τοῦ δικαστηρίου οἰκίσκῳ, ἔνθα μόνος τὰ ἀπόρρητα καὶ κρυπτὰ δοκοῦντα ὑπὲρ σωτηρίας τοῦ βασιλέως ἠρεύνατε καὶ ἐξήταζε, δηλῶσαίτε ὅτι φέρουσι γράμματα πρὸς Μαξιμῖνον ἀπόρρητα, ἐπὶ τοῦτότε παρ’αὐτοῦ πεμφθῆναι ὑπὲρ ἀσφαλείας τοῦ βασιλέως ·
7.6.7προσποιήσασθαι δὲ βούλεσθαι καὶ διαλεχθῆναι αὐτῷ ἰδιαίτερον ἀπαγγεῖλαίτε τὰ ἐντεταλμένα · διασχολουμένῳ δὲ ἐκείνῳ περὶ τὴν τῶν σφραγίδων ἐπίγνωσιν προσποιουμένους ὡς δὴ ἐροῦντάς τι, οἷς εἶχον ὑποκολπιδίοις ξίφεσι φονεῦσαι. ἅπερ πάντα προυχώρησεν ὡς ἐκέλευσεν. ἔτι γὰρ νυκτὸς οὔσης, ὥσπερ ἐκεῖνος εἰώθει πρὸ ἡμέρας προϊέναι, ἐπέστησαν αὐτῷ ἰδιάζοντι, μη δὲ πολλοῦ πλήθους παρόντος ·
7.6.8οἳ μὲν γὰρ οὐ δὲ προεληλύθεσαν, οἳ δὲ προσαγορεύσαντες πρὸ ἡμέρας ἀνακεχωρήκεσαν. ἡσυχίαςτε οὖν οὔσης ὀλίγωντε πρὸ τοῦ οἰκίσκου, δηλώσαντες αὐτῷ τὰ προειρημένα ῥᾳδίως εἰσεδέχθησαν · ἐπιδόντες δὲ τὰ γράμματα, ἐκείνου ταῖς σφραγῖσι τὰς ὄψεις ἐπιβάλλοντος προβαλόντες τὰ ξιφίδια καὶ παίσαντες φονεύουσιν, ἔχοντέςτε αὐτὰ πρόκωπα προπηδῶσιν.
7.6.9οἱ δὲ παρόντες ἐκπλαγέντες ἀνεχώρησαν, οἰόμενοι Μαξιμίνου τὴν κέλευσιν εἶναι · καὶ γὰρ ἐποίει τοῦτο πολλάκις καὶ περὶ τοὺς δοκοῦντας εἶναι φιλτάτους. κατελθόντες δὲ διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ προτιθέασι τὰ πρὸς τὸν δῆμον τοῦ Γορδιανοῦ γράμματα, τοῖςτε ὑπάτοις καὶ τοῖς λοιποῖς τὰ ἐπεσταλμένα διδόασι · διασκεδάννυταίτε ὑπ’αὐτῶν φήμη ὡς ἄρα
7.7.1καὶ Μαξιμῖνος εἴη ἀνῃρημένος. ὡς δὲ διεφοίτησε ταῦτα, εὐθέως πᾶς ὁ δῆμος ὥσπερ ἐνθουσιῶν διέθει πανταχοῦ · καὶ πάντες μὲν γὰρ ὄχλοι κοῦφοι πρὸς τὰ καινοτομούμενα, ὁ δὲ Ῥωμαίων δῆμος ἐν πλήθει μεγίστῳ καὶ ποικίλῳ συγκλύδωντε ἀνθρώπων πολὺ καὶ ῥᾴδιον ἔχει τὸ τῆς γνώμης εὐκίνητον.
7.7.2ἀνδριάντες οὖν καὶ εἰκόνες τιμαίτε πᾶσαι τοῦ Μαξιμίνου κατεσπῶντο, καὶ τὸ κρυπτὸν πρότερον διὰ φόβον μῖσος ἀδεὲς καὶ αὐτεξούσιον γενόμενον ἀκωλύτως ἐξεχεῖτο. ἥτε σύγκλητος συνελθοῦσα πρὶν τὸ ἀκριβὲς εἰδέναι περὶ τοῦ Μαξιμίνου, ἐκ τῆς παρούσης τύχης τὰ μέλλοντα πιστεύσαντες τὸν Γορδιανὸν ἅμα τῷ υἱῷ σεβαστοὺς ἀναγορεύουσι, τὰς δὲ τοῦ Μαξιμίνου τιμὰς ἀνατρέπουσι.
7.7.3συκοφάνταιτε οὖν καὶ οἱ γενόμενοι τινῶν κατήγοροι ἢ ἔφευγον ἢ ὑπὸ τῶν ἀδικηθέντων ἀνῃροῦντο, ἐπίτροποίτε καὶ δικασταὶ οἱ τῆς ἐκείνου ὠμότητος ὑπηρέται συρέντες ὑπὸ τοῦ ὄχλου ἐς τοὺς ὀχετοὺς ἐρριπτοῦντο. φόνοςτε οὐκ ὀλίγος ἐγένετο καὶ μηδὲν ἀδικησάντων ἀνθρώπων · δανειστὰς γὰρ ἑαυτῶν ἢ καὶ ἀντιδίκους ἐν πράγμασιν ἀγοραίοις, καὶ εἴ τις πρός τινα βραχεῖαν αἰτίαν εἶχε μίσους, ἐπαναβαίνοντες ταῖς οἰκήσεσιν ἀπροσδοκήτως, ἐπηρεάζοντες ὡς συκοφάντας ἐσύλησάντε καὶ ἐφόνευσαν.
7.7.4ἐν προσχήματι ἐλευθερίας ἀδείαςτε εἰρηνικῆς ἔργα πολέμου ἐμφυλίου ἐγίνετο, ὡς καὶ τὸν τῆς πόλεως ἐπάρχοντα μετὰ πράξεις πολλὰς ὑπατικάς (Σαβῖνος δὲ ἦν ὄνομα αὐτῷ), βουλόμενον κωλῦσαι τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου τελευτῆσαι. καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν, ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου φόβῳ τοῦ Μαξιμίνου πάντα ἔπραττεν ἐς τὸ ἀποστῆσαι αὐτοῦ τὰ ἔθνη.
7.7.5πρεσβεῖαι τοίνυν πανταχοῦ πρὸς πάντας ἡγουμένους ἐξεπέμφθησαν, ἐπιλεχθέντων ἀνδρῶν ἔκτε τῆς συγκλήτου αὐτῆς καὶ τοῦ ἱππικοῦ τάγματος οὐκ ἀδοκίμων, γράμματάτε πρὸς πάντας τὴν Ῥωμαίων καὶ τῆς συγκλήτου γνώμην δηλοῦντα, προτρέποντάτε τοὺς μὲν ἡγουμένους συναίρεσθαι τῇ κοινῇ πατρίδι καὶ συνεδρίῳ βουλεύουσι, τὰ δ’ἔθνη πείθεσθαι Ῥωμαίοις, ὧν δημόσιον ἄνωθεν τὸ κράτος ἐστίν, αὐτάτε φίλα καὶ ὑπήκοα ἐκ προγόνων.
7.7.6οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, καὶ τὰ ἔθνη ἀποστήσαντες ῥᾳδίως μίσει τῆς Μαξιμίνου τυραννίδος, τούςτε ἐκεῖσε πράττοντας, εἰ τὰ Μαξιμίνου φρονοῖεν, ἀποκτείναντες προσέθεντο Ῥωμαίοις · ὀλίγοι δέ τινες ἢ διεχρήσαντο τοὺς ἐλθόντας πρέσβεις ἢ μετὰ φρουρᾶς πρὸς ἐκεῖνον παρέπεμψαν, οὓς συλλαμβάνων ὠμῶς ἐκόλαζεν.
7.8.1τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιντε καὶ γνώμην τοιαῦτα ἦν · ὡς δ’ἀπηγγέλη τῷ Μαξιμίνῳ τὰ πεπραγμένα, σκυθρωπόςτε ἦν καὶ ἐν μεγάλαις φροντίσι, προσεποιεῖτότε αὐτῶν καταφρονεῖν. τῆς μὲν οὖν πρώτης καὶ δευτέρας ἡμέρας ἔνδον ἔμεινεν ἡσυχάζων καὶ τοῖς φίλοις περὶ τοῦ πρακτέου κοινούμενος.
7.8.2τὸ δὲ στρατόπεδον πᾶν τὸ σὺν αὐτῷ οἵτε ἐπέκεινα πάντες ἄνθρωποι ἔγνωσαν μὲν τὰ διαγγελθέντα, καὶ διοίδαινον πᾶσιν αἱ ψυχαὶ τηλικούτων ἔργων εὐτόλμῳ καινοτομίᾳ, οὐ δέ τις πρός τινα ἔλεγέ τι οὔτ’εἰδέναι τι προσεποιεῖτο · τοσοῦτος γὰρ ἦν ὁ Μαξιμίνου φόβος ὡς μηδὲν αὐτὸν λανθάνειν, παραφυλάττεσθαι δὲ πάντων οὐ μόνον τὰ διὰ φωνῆς καὶ γλώττης προφερόμενα ἀλλὰ καὶ τὰ δι’ὄψεως νεύματα.
7.8.3ὁ μέντοι Μαξιμῖνος συγκαλέσας πάντα τὸν στρατὸν ἐς τὸ πρὸ τῆς πόλεως πεδίον, προελθώντε τῆς τρίτης ἡμέρας ἀνελθώντε ἐπὶ τὸ βῆμα, ἐπιφερόμενος τὸ βιβλίον ὅπερ ἦσαν αὐτῷ συντάξαντές τινες τῶν φίλων, ἐξ ἀναγνώσεως ἔλεξε τοιάδε.
7.8.4“ἄπιστα μὲν οἶδα καὶ παράδοξα λέξων πρὸς ὑμᾶς, ὡς δὲ ἐγὼ οἴομαι, οὐ θαύματος ἀλλὰ χλεύης καὶ γέλωτος ἄξια. ὅπλα ἐφ’ὑμᾶς καὶ τὴν ὑμετέραν ἀνδρείαν οὐ Γερμανοὶ αἴρονται, οὓς πολλάκις ἐνικήσαμεν, οὐ Σαυρομάται οἱ περὶ εἰρήνης ἑκάστοτε ἱκετεύοντες · Πέρσαιτε οἱ πάλαι Μεσοποταμίαν κατατρέχοντες νῦν ἡσυχάζουσιν, ἀγαπητῶς ἔχοντες τὰ ἑαυτῶν, δόξηςτε τῆς ὑμετέρας ἐν τοῖς ὅπλοις ἀρετῆς, πείρᾳ τῶν ἐμῶν πράξεων, ἃς ἔγνωσαν ὅτε τῶν ἐπὶ ταῖς ὄχθαις στρατοπέδων ἡγούμην, ἀνεχούσης” “αὐτούς.
7.8.5ἀλλὰ γάρ (μή τι ἄρα καὶ καταγέλαστον εἰπεῖν) Καρχηδόνιοι μεμήνασι, καὶ πρεσβύτην ἄθλιον, ἐν ἐσχάτῳ γήραι παραφρονοῦντα, πείσαντες ἢ βιασάμενοι ὥσπερ ἐν πομπαῖς παίζουσι βασιλείαν, τίνι θαρροῦντες στρατῷ, παρ’οἷς ἐς τὴν τοῦ ἡγουμένου ὑπηρεσίαν ἀρκοῦσι ῥαβδοῦχοι; ποῖα φέροντες ὅπλα, παρ’οἷς οὐδὲν πλὴν δορατίων οἷς πρὸς θηρία μονομαχοῦσι; τὰ πολεμικὰ αὐτοῖς γυμνάσια χοροὶ καὶ” “σκώμματα καὶ ῥυθμοί.
7.8.6μη δέ τινα ὑμῶν ἐκπληττέτω τὰ κατὰ Ῥώμην ἀγγελθέντα. Βιταλιανὸς μὲν ἀνῃρέθη δόλῳ καὶ ἀπάτῃ ληφθείς, τοῦ δὲ Ῥωμαίων δήμου τὸ κοῦφον καὶ εὐμετάβολον οὐκ ἀγνοεῖτε καὶ μέχρι βοῆς θρασύ · εἰ δύο ἢ τρεῖς ὁπλίτας ἴδοιεν μόνον, ὑπ’ἀλλήλων ὠθούμενοίτε καὶ πατούμενοι, φεύγων ἕκαστος τὸν ἴδιον κίνδυνον τοῦ κοινοῦ ἀμελῶς” “ἔχει.
7.8.7εἰ δὲ καὶ τὰ τῆς συγκλήτου τις ὑμῖν διήγγειλε, μὴ θαυμάζετε εἰ τὸ μὲν ἡμέτερον σῶφρον τραχὺ αὐτοῖς δοκεῖ, τὸ δ’ὁμότροπον ἐν ἀκολάστῳ βίῳ ἐκείνου προτιμᾶται, καὶ τὰ μὲν ἀνδρεῖα καὶ σεμνὰ τῶν ἔργων φοβερὰ προσαγορεύουσι, τὰ δ’ἀνειμένα καὶ ἐκβεβακχευμένα ὡς ἥμερα δι’ἡδονῆς ἔχουσι · διόπερ πρὸς τὴν ἐμὴν ἀρχὴν οὖσαν ἐπιστρεφῆ καὶ κόσμιον ἀλλοτρίως διάκεινται, ἥσθησαν δὲ τῷ Γορδιανοῦ ὀνόματι,” “οὗ τὸν διαβεβλημένον βίον οὐκ ἀγνοεῖτε.
7.8.8πρὸς τούτους καὶ τοὺς τοιούτους ἡμῖν ὁ πόλεμος, εἴ τις οὕτως αὐτὸν καλεῖν βούλοιτο. ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὡς οἱ πλεῖστοι καὶ σχεδὸν πάντες, εἰ μόνον Ἰταλίας ἐπιβαίημεν, ἱκετηρίους θαλλοὺς καὶ τέκνα προτείναντες ὑποστρώσουσιν αὑτοὺς τοῖς ἡμετέροις ποσίν, οἱ δὲ λοιποὶ διὰ δειλίαν καὶ φαυλότητα φεύξονται, ὡς ὑπάρξαι ἐμοίτε ὑμῖν καὶ τὰ ἐκείνων πάντα δοῦναι, ὑμῖντε ἀδεῶς λαβοῦσι καρποῦσθαι”.
7.8.9τοιαῦτά τινα εἰπών, βλάσφημάτε πολλὰ ἐς τὴν Ῥώμην καὶ τὴν σύγκλητον δι’ὧν παρεφθέγγετο ἀπορρίψας, ταῖςτε διὰ χειρὸς ἀπειλαῖς καὶ τραχέσι προσώπου νεύμασιν ὡς πρὸς παρόντας ὀργισθείς, ἐπαγγέλλει τὴν ἐπ’Ἰταλίαν ἔξοδον. διανείμαςτε αὐτοῖς πάμπλειστα χρήματα, μιᾶς ἡμέρας διαλιπών, τῆς ὁδοῦ εἴχετο, πολύ τι πλῆθος ἐπαγόμενος στρατοῦ, τήντε ὑπὸ Ῥωμαίοις δύναμιν.
7.8.10εἵπετο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ εὐκαταφρόνητος ἀριθμός, οὓς τοῖς ὅπλοις κεχείρωτο ἢ πείσας ἐς φιλίαν καὶ συμμαχίαν ἐπῆκτο, μηχαναίτε καὶ πολεμικὰ ὄργανα, καὶ ὅσα πρὸς τοὺς βαρβάρους ἰὼν ἐπεφέρετο. αὐτὸς μὲν σχολαιτέραν τὴν ὁδοιπορίαν ἐποιεῖτο διὰ τὴν τῶν ὀχημάτων καὶ ἐπιτηδείων πανταχόθεν συγκομιδήν ·
7.8.11αἰφνιδίου γὰρ γενομένης τῆς ἐπ’Ἰταλίαν ὁδοῦ, οὐκ ἐκ προνοίας, ὥσπερ εἰώθει, ἀλλ’ἐξ αὐτοσχεδίου καὶ ἐπειγούσης ὑπηρεσίας τὰ χρειώδη τῷ στρατῷ ἠθροίζετο. ἔδοξεν οὖν αὐτῷ προπέμψαι τὰς τῶν Παιόνων φάλαγγας · ἐκείνοις γὰρ μάλιστα ἐπίστευεν, οἵπερ αὐτὸν καὶ πρῶτοι ἀνεῖπον βασιλέα ἐθελονταίτε ὑπὲρ αὐτοῦ κινδυνεύειν ὑπισχνοῦντο. ἐκέλευσεν οὖν αὐτοῖς φθάσαι τὴν λοιπὴν δύναμιν καὶ τὰ ἐν Ἰταλίᾳ χωρία προκαταλαβεῖν.
7.9.1καὶ οἱ μὲν περὶ τὸν Μαξιμῖνον ὡδοιπόρουν, ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἠλπίκεσαν τὰ πράγματα ἐχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα, τῶν ἀπὸ συγκλήτου, ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις, Νομάδων δὲ καλουμένων. τὸ δὲ ἔθνος στρατοπέδοις πέφρακτο διὰ τὸ περικείμενον πλῆθος Μαυρουσίων τῶν βαρβάρων, ὡς ἂν ἐπέχοι αὐτῶν τὰς ἐξ ἐπιδρομῆς ἁρπαγάς.
7.9.2εἶχεν οὖν ὑφ’ἑαυτῷ δύναμιν οὐκ εὐκαταφρόνητον στρατιωτικήν. πρὸς δὴ τὸν Καπελλιανὸν τοῦτον ὁ Γορδιανὸς ἀπεχθῶς διέκειτο ἄνωθεν ἔκ τινος ἀγοραίου διαφορᾶς. τότε τοίνυν ἐν τῷ τῆς βασιλείας γενόμενος ὀνόματι διάδοχόντε αὐτῷ ἔπεμψε καὶ τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν.
7.9.3ὃ δὲ πρόςτε ταῦτα ἀγανακτήσας, τῷτε Μαξιμίνῳ καθωσιωμένος, ὑφ’οὗ καὶ τὴν ἡγεμονίαν πεπίστευτο, πάντα τὸν στρατὸν συναθροίσας ἀναπείσαςτε Μαξιμίνῳ τηρεῖν τὴν πίστιν καὶ τὸν ὅρκον, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα δύναμιν ἄγων μεγίστηντε καὶ γενναίων ἀνδρῶν ἡλικίαις ἀκμάζουσαν, καὶ παντοδαπῇ ὅπλων παρασκευῇ ἐξηρτυμένην, ἐμπειρίᾳτε πολεμικῇ καὶ τῆς πρὸς τοὺς βαρβάρους μάχης συνηθείᾳ ἑτοίμην πρὸς μάχας.
7.9.4ὡς δὲ ἀπηγγέλη τῷ Γορδιανῷ ὁ στρατὸς προσιὼν τῇ πόλει, αὐτόςτε ἐν ἐσχάτῳ δέει ἦν, οἵτε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοι ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ τὸ εὔελπι τῆς νίκης εἶναι, πανδημεὶ πάντες ἐξίασιν ὡς δὴ τῷ Καπελλιανῷ ἀντιταξόμενοι. Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης, ὥς τινές φασιν, ἅμα τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν τοῦ Μαξιμίνου, οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον ἰσόρροπον, ἀνήρτησεν ἑαυτὸν βρόχῳ ·
7.9.5κρυπτομένης δὲ αὐτοῦ τῆς τελευτῆς τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα δὴ τοῦ πλήθους εἵλοντο. γενομένης δὲ συμβολῆς οἱ μὲν Καρχηδόνιοι ὄχλῳ πλείους ἦσαν, ἄτακτοι δὲ καὶ πολεμικῶν ἔργων ἀπαίδευτοι ἅτε ἐν εἰρήνῃ βαθείᾳ τεθραμμένοι ἑορταῖςτε καὶ τρυφαῖς σχολάζοντες ἀεί, γυμνοίτε ὅπλων καὶ ὀργάνων πολεμικῶν.
7.9.6ἕκαστος δὲ ἐπεφέρετο οἴκοθεν ἢ ξιφίδιον ἢ πέλεκυν δοράτιάτε ἐκ κυνηγεσίων · βύρσαςτε τὰς ἐμπεσούσας περιτεμόντες καὶ ξύλα καταπρίσαντες ἐς τὰ παρατυχόντα σχήματα, ὡς ἕκαστος ἐδύνατο, πρόβλημα τοῦ σώματος ἐποιεῖτο. οἱ δὲ Νομάδες ἀκοντισταίτε εὔστοχοι καὶ ἱππεῖς ἄριστοι, ὡς καὶ χαλινῶν ἄνευ ῥάβδῳ μόνῃ τὸν δρόμον τῶν ἵππων κυβερνᾶν.
7.9.7ῥᾷστα οὖν ἐτρέψαντο τῶν Καρχηδονίων τὸ πλῆθος, οἵπερ οὐχ ὑπομείναντες αὐτῶν τὴν ἐμβολήν, πάντα ῥίψαντες ἔφυγον · ὠθούμενοι δὲ ὑπ’ἀλλήλων καὶ πατούμενοι, πλείους ὑπὸ τοῦ οἰκείου πλήθους ἐφθάρησαν ἢ πρὸς τῶν πολεμίων. ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀπώλετο οἵτε περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μήτε νεκρῶν ἀναίρεσιν πρὸς ταφὴν γενέσθαι δυνηθῆναι μήτε τὸ τοῦ νέου Γορδιανοῦ σῶμα εὑρεθῆναι.
7.9.8οἱ μὲν γὰρ φεύγοντες, ὅσοιτε ἦσαν εἰσρυέντες ἐς τὴν Καρχηδόνα ὅσοιτε λαθεῖν ἠδυνήθησαν, σκεδασθέντες ἐς πᾶσαν τὴν πόλιν, οὖσαν μεγίστηντε καὶ πολλήν, ὀλίγοι ἐκ πολλῶν ἐσώθησαν · τὸ δὲ λοιπὸν πλῆθος περὶ ταῖς πύλαις στενοχωρούμενον, παρεισδῦναι σπουδάζοντος ἑκάστου, βαλλόμενόντε ὑπὸ τῶν ἀκοντιστῶν καὶ τιτρωσκόμενον ὑπὸ τῶν ὁπλιτῶν διεφθείρετο.
7.9.9πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶντε καὶ παιδίων, ὧν ἐν ὄψει οἱ φίλτατοι ἀπώλοντο. ἕτεροι δέ φασιν, ὡς δὴ ταῦτα οἴκοι μεμενηκότι διὰ γῆρας τῷ πρεσβύτῃ Γορδιανῷ ἀπηγγέλη ὅτε Καπελλιανὸς εἰσελαύνων ἐς τὴν Καρχηδόνα ἐδηλώθη, ἐν ἀπογνώσει δὲ πάντων γενόμενος, εἰσελθὼν μόνος ἐς τὸν οἰκίσκον ὡς δὴ καθευδήσων, ἐξαρτήσας ἧς ἐπεφέρετο ζώνης τὸν τράχηλον ἐν βρόχῳ, τοῦ βίου ἀνεπαύσατο.
7.9.10τοιούτῳ μὲν δὴ τέλει Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνιτε βασιλείας τελευτήσας · ὁ δὲ Καπελλιανὸς ἐς Καρχηδόνα εἰσελθὼν πάνταςτε τοὺς πρωτεύοντας ἀπέκτεινεν, εἴ τινες καὶ ἐσώθησαν ἐκ τῆς μάχης, ἐφείδετότε οὔτε ἱερῶν συλήσεως οὔτε χρημάτων ἰδιωτικῶντε καὶ δημοσίων ἁρπαγῆς.
7.9.11ἐπιώντε τὰς λοιπὰς πόλεις ὅσαι τὰς Μαξιμίνου τιμὰς καθῃρήκεσαν, τοὺς μὲν ἐξέχοντας ἐφόνευε, τοὺς δὲ δημότας ἐφυγάδευεν, ἀγρούςτε καὶ κώμας ἐμπιπράναι λεηλατεῖντε τοῖς στρατιώταις ἐπέτρεπε, προσποιούμενος μὲν τιμωρίαν εἰσπράττειν ἐφ’οἷς ἐς Μαξιμῖνον ἡμαρτήκεσαν, λανθανόντως δὲ εὔνοιαν ἑαυτῷ παρὰ τῶν στρατιωτῶν μνώμενος, ἵν’εἴ τι πταίσειεν τὰ Μαξιμίνου πράγματα, αὐτὸς ἔχων δύναμιν εὐνοοῦσαν τῆς ἀρχῆς ἀντιποιήσαιτο.
7.10.1τὰ μὲν δὴ κατὰ τὴν Λιβύην ἐν τούτοις ἦν · ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτή, ἐν πολλῇ ταραχῇ καὶ ἀφασίᾳ ὅτε δῆμος ἦν ἥτε σύγκλητος μάλιστα, τετελευτηκότος ἐς ὃν ἠλπίκεσαν · ᾔδεσαν γὰρ […] αὐτὸν οὔτε φεισόμενον τινός · ὃς γὰρ καὶ φύσει ἀλλοτρίως καὶ ἀπεχθῶς πρὸς αὐτοὺς διέκειτο, τότε καὶ ἐπ’εὐλόγοις αἰτίας ὡς ὁμολογουμένοις ἐχθροῖς εἰκότως ὠργίζετο.
7.10.2ἔδοξεν οὖν συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, ἅπαξτε ἀναρρίψαντας κίνδυνον πόλεμον ἄρασθαι, προστησαμένους ἑαυτῶν χειροτονηθέντας βασιλέας, οὓς ἠθέλησαν μερίσαι τὴν ἀρχήν, ὡς μὴ παρ’ἑνὶ οὖσα ἡ ἐξουσία ἐς τυραννίδα πάλιν ἐξοκείλῃ. συνῆλθον οὖν οὐκ ἐς τὸ σύνηθες συνέδριον ἀλλ’ἐς τὸν τοῦ Διὸς νεὼν τοῦ Καπετωλίου, ὃν σέβουσι Ῥωμαῖοι ἐν ἀκροπόλει.
7.10.3συγκλείσαντες οὖν αὑτοὺς ἐν τῷ σηκῷ μόνους, ὥσπερ ὑπὸ μάρτυρι τῷ Διὶ καὶ συνέδρῳ ἐπισκόπῳτε τῶν πραττομένων, ἐπιλεξάμενοι τῶν ἐν ἡλικίᾳ καὶ ἀξιώματι προυχόντων οὓς ἐδοκίμαζον κατὰ ψηφοφορίαν, ἐχόντων καὶ ἄλλων ψήφους, διακριθεισῶντε καὶ τοῦ πλείστου τῆς γνώμης Μάξιμόντε καὶ Βαλβῖνον ἀνειπόντος αὐτοκράτορας ἐποίησαν.
7.10.4τούτων δ’ἦν ὁ μὲν Μάξιμος ἔντε πολλαῖς στρατοπέδων ἀρχαῖς γενόμενος, τῆςτε Ῥωμαίων πόλεως ἔπαρχος καταστὰς ἀνεπιστρόφωςτε ἄρξας, καὶ ἐν ὑπολήψει παρὰ τοῖς ὄχλοις φρενῶντε καὶ ἀγχινοίας καὶ βίου σώφρονος, ὁ δὲ Βαλβῖνος γενόμενος μὲν εὐπατρίδης, ἐς δευτέραν δὲ ὑπατείαν ἐληλακὼς ἐθνῶντε ἡγησάμενος ἀμέμπτως, τὸ δ’ἦθος ἁπλούστερος.
7.10.5τῆς οὖν χειροτονίας ἐκείνους ἀνειπούσης σεβαστοίτε ἀνηγορεύθησαν, καὶ πάσαις ταῖς βασιλικαῖς τιμαῖς ἡ σύγκλητος διὰ δόγματος αὐτοὺς ἐκόσμησεν. ὁ δὲ δῆμος τούτων ἐν τῷ Καπετωλίῳ πραττομένων, εἴτε ὑποβαλόντων τινῶν Γορδιανοῦ φίλων καὶ οἰκείων εἴτε γνόντες ὑπὸ φήμης, παρειστήκεσαν ταῖς πύλαις, φράξαντες πᾶσαν τὴν ἐς τὸ Καπετώλιον ἄνοδον τῷ πλήθει τῶν ὄχλων, λίθουςτε καὶ ξύλα ἐπεφέροντο, ἀντιπράττοντες τοῖς ὑπὸ τῆς συγκλήτου ἐψηφισμένοις, καὶ μάλιστα τὸν Μάξιμον παραιτούμενοι ·
7.10.6ἦρξέτε γὰρ στερρότερον τῆς πόλεως, πολύτε τὸ ἐπιστρεφὲς ἔσχε πρὸς τοὺς φαύλους καὶ κούφους τῶν ὄχλων. ὅθεν δεδιότες ἀπηρέσκοντο αὐτῷ, ἐβόωντε καὶ ἠπείλουν ἀποκτενεῖν αὐτούς · ἠξίουν γὰρ τοῦ Γορδιανοῦ γένους βασιλέα αἱρεθῆναι, τότε τῆς αὐτοκρατορικῆς ὄνομα ἀρχῆς ἐκείνῳ τῷ οἴκῳ καὶ ὀνόματι μεῖναι.
7.10.7ὁ δὲ Βαλβῖνος καὶ Μάξιμος ἐκ τοῦ ἱππικοῦ τάγματος τοὺς νεανίας πάντας, στρατιώταςτε οἳ ἐν Ῥώμῃ διέτριβον, περιστήσαντες ἑαυτοῖς ξιφηφόρους προελθεῖν τοῦ Καπετωλίου ἐβιάζοντο, ὑπὸ δὲ πλήθους λίθων καὶ ξύλων ἐκωλύθησαν, ἔστε δὴ ὑποβαλόντος τινὸς αὐτοὶ τὸν δῆμον ἐσοφίσαντο. ἦν τι παιδίον νήπιον, τῆς Γορδιανοῦ θυγατρὸς τέκνον, τῷ πάππῳ ὁμώνυμον.
7.10.8πέμψαντες τοίνυν τῶν σὺν αὑτοῖς τινὰς κελεύουσι τὸ παιδίον κομισθῆναι. οἳ δὲ εὑρόντες αὐτὸ ἀθῦρον οἴκοι, ἀράμενοι ἐπὶ τῶν ὤμων, διὰ μέσου τοῦ πλήθους, δεικνύντες τοῖς ὄχλοις Γορδιανοῦτε ἔγγονον λέγοντες καὶ τῇ αὐτοῦ προσηγορίᾳ ἀποκαλοῦντες, ἀνάγουσιν ἐς τὸ Καπετώλιον εὐφημούμενον ὑπὸ τοῦ δήμου καὶ φυλλοβολούμενον.
7.10.9τῆςτε συγκλήτου Καίσαρα αὐτὸ ἀποδειξάσης, ἐπειδὴ διὰ τὴν ἡλικίαν οὐχ οἷόςτε ἦν προΐστασθαι τῶν πραγμάτων, τῆςτε ὀργῆς ὁ δῆμος ἐπαύσατο, ἠνέσχοντότε προελθεῖν ἐς τὴν βασίλειον αὐλήν.
7.11.1συνέβη δὲ κατὰ τοὺς αὐτοὺς χρόνους πταῖσμα ὀλέθριον τῇ Ῥωμαίων πόλει, ἀρχὴν καὶ πρόφασιν λαβὸν ἐξ εὐτόλμου θράσους δύο ἀνδρῶν τῶν ἀπὸ συγκλήτου. συνεληλύθεσαν γὰρ ἐς τὸ βουλευτήριον πάντες σκεψόμενοι περὶ τῶν καθεστώτων ·
7.11.2μαθόντες δ’οἱ στρατιῶται οὓς ἐν τῷ στρατοπέδῳ Μαξιμῖνος καταλελοίπει (ἤδη γὰρ πρὸς ἄφεσιν τῆς στρατείας ὄντες καὶ δι’ἡλικίαν οἴκοι μεμενηκότες) ἦλθον μέχρι τῆς εἰσόδου τῆς συγκλήτου, βουλόμενοι τὸ πραττόμενον μαθεῖν, ὅπλων μὲν γυμνοί, ἐν λιταῖς δὲ ἐσθῆσι καὶ ἐφεστρίσιν, ἑστήκεσαν δὲ μετὰ τοῦ λοιποῦ δήμου.
7.11.3καὶ οἱ μὲν ἄλλοι πρὸ τῶν θυρῶν ἔμενον, δύο δέ τινες ἢ τρεῖς περιεργότερον ἐπακοῦσαι τῶν βουλευομένων θελήσαντες ἐς τὸ συνέδριον εἰσῆλθον, ὡς τὸν ἱδρυμένον βωμὸν τῆς νίκης ὑπερβῆναι τούτους. τῆς δὲ συγκλήτου ἀνὴρ ἀπὸ ὑπατείας μὲν νεωστί, Γαλλικανὸς ὄνομα, Καρχηδόνιος δὲ τὸ γένος, καὶ ἕτερος στρατηγικὸς τὸ ἀξίωμα, Μαικήνας καλούμενος, οὐδέν τι προσδοκῶντας τοὺς στρατιώτας, ἔχοντας δὲ τὰς χεῖρας ὑποκαθειμένας ταῖς ἐφεστρίσι, παίουσι πληγαῖς κατακαρδίοις, ξίφεσιν οἷς ἐπεφέροντο ὑποκολπίοις ·
7.11.4πάντες γὰρ διὰ τὴν οὖσαν στάσιντε καὶ ταραχήν, οἳ μὲν φανερῶς οἳ δὲ καὶ κρύβδην, ἐξιφηφόρουν, ἀμυντήρια δῆθεν φέροντες ἑαυτῶν διὰ τοὺς αἰφνιδίως ἐπιβουλεύοντας ἐχθρούς. τότε δὴ οἱ στρατιῶται πληγέντες καί πως ἀπροσδοκήτως προβαλεῖν οὐ δυνηθέντες πρὸ τοῦ βωμοῦ ἔκειντο.
7.11.5οἱ δὲ λοιποὶ στρατιῶται τοῦτο θεασάμενοι, ἐκπλαγέντες τῷ πάθει τῶν συστρατιωτῶν, φοβηθέντες τοῦ δήμου τὸ πλῆθος ἄνευτε ὅπλων ὄντες ἔφυγον. ὁ δὲ Γαλλικανὸς ἐκδραμὼν τῆς συγκλήτου ἐς τὸν δῆμον μέσον, δεικνύςτε τὸ ξίφος καὶ τὴν χεῖρα ᾑμαγμένην, διεκελεύετο διώκειν καὶ φονεύειν τοὺς ἐχθροὺς μὲν συγκλήτου καὶ Ῥωμαίων φίλους δὲ καὶ συμμάχους Μαξιμίνου.
7.11.6ὁ δὲ δῆμος ῥᾷστα πεισθεὶς τὸν μὲν Γαλλικανὸν εὐφήμει, τοὺς δὲ στρατιώτας ὡς ἐδύναντο διώκοντες ἔβαλλον λίθοις. οἳ δὲ φθάσαντες, ὀλίγων τινῶν καὶ τρωθέντων, ἐς τὸ στρατόπεδον καταφυγόντες καὶ τὰς πύλας κλείσαντες, ὅπλα δὲ ἀναλαβόντες, ἐφρούρουν τὸ τεῖχος τοῦ στρατοπέδου. ὁ δὲ Γαλλικανὸς ἅπαξ τολμήσας ἔργον τηλικοῦτον, ἐμφύλιον πόλεμον καὶ ὄλεθρον μέγαν ἤγειρε τῇ πόλει.
7.11.7τάςτε γὰρ δημοσίας ἀποθήκας τῶν ὅπλων, εἴ τινες ἦσαν πρὸς πομπὴν μᾶλλον ἢ μάχην ἐπιτήδειοι, ἀναρρῆξαι τοὺς ὄχλους ἔπεισε, τότε σῶμα ἕκαστον φράττεσθαι ὡς οἷόςτε ἦν · τάτε τῶν μονομάχων καταγώγια ἀνοίξας ἐξήγαγε τοῖς οἰκείοις ὅπλοις ἕκαστον ἐξηρτυμένον. ὅσατε ἦν ἐν οἰκίαις ἢ ἐργαστηρίοις δόρατα ἢ ξίφη πελέκειςτε, πάντα διηρπάζετο.
7.11.8ὅτε δῆμος ἐνθουσιῶν πᾶν τὸ ἐμπῖπτον ὕλης ἀξιομάχου ἐργαλεῖον ὅπλον ἐποιεῖτο. ἀθροισθέντες οὖν ἐπῆλθον τῷ στρατοπέδῳ, καὶ ὡς πολιορκήσοντες αὐτὸ δῆθεν προσέβαλλόντε ταῖς πύλαις καὶ τοῖς τείχεσιν. οἱ δὲ στρατιῶται μετὰ πολλῆς ἐμπειρίας ὡπλισμένοι […]τε τὰς ἐπάλξεις καὶ τὰς ἀσπίδας, τόξοιςτε αὐτοὺς βάλλοντες καὶ δόρασι μακροῖς ἀπείργοντες τοῦ τείχους ἀπεδίωκον.
7.11.9ὡς δὲ καμὼν ὁ δῆμος οἵτε μονομάχοι τιτρωσκόμενοι ἤδη καὶ ἑσπέρας προσιούσης ἀπελθεῖν ἠθέλησαν, θεασάμενοι αὐτοὺς οἱ στρατιῶται ἀπεστραμμένους καὶ τὰ νῶτα δεδωκότας ἀπιόνταςτε ἀμελέστερον, οἰομένους μὴ τολμήσειν ἐπεξελθεῖν ὀλίγους πλήθει τοσούτῳ, ἀνοίξαντες αἰφνιδίως τὰς πύλας ἐπέδραμον τῷ δήμῳ, καὶ τούςτε μονομάχους ἀπέκτειναν, τοῦτε δήμου μέγα τι πλῆθος ἀπώλετο ὠθούμενον. οἳ δὲ τοσοῦτον διώξαντες ὅσον μὴ πολύ τι τοῦ στρατοπέδου ἀποστῆναι, πάλιν ἐπανῆλθον ἐντόςτε τοῦ τείχους ἔμενον.
7.12.1ἐντεῦθεν μείζων ἡ ὀργὴ τοῦτε δήμου καὶ τῆς συγκλήτου ἐγένετο. στρατηγοίτε οὖν κατελέγοντο ἔκτε πάσης Ἰταλίας λογάδες, ἥτε νεολαία πᾶσα ἠθροίζετο, ὅπλοιςτε αὐτοσχεδίοις καὶ τοῖς προστυχοῦσιν ὡπλίζετο. τούτων δὴ τὸ μὲν πλεῖστον μέρος ὁ Μάξιμος σὺν αὑτῷ ἀπήγαγεν ὡς δὴ Μαξιμίνῳ πολεμήσων · οἱ δὲ λοιποὶ ἔμειναν, ὡς τὴν πόλιν φρουροῖέντε καὶ προασπίζοιεν αὐτῆς.
7.12.2ἑκάστοτε οὖν τῷ τείχει τοῦ στρατοπέδου ἐγίνοντο προσβολαί, ἔπραττον δὲ οὐδὲν προμαχομένων ἄνωθεν τῶν στρατιωτῶν · οἳ δὲ βαλλόμενοι καὶ τιτρωσκόμενοι κακῶς ἀπηλλάγησαν. ὁ δὲ Βαλβῖνος οἴκοι μένων διάταγμάτε προθεὶς ἱκέτευε τὸν δῆμον ἐς διαλλαγὰς χωρῆσαι, τοῖςτε στρατιώταις ὑπισχνεῖτο ἀμνηστίαν, ἄνεσίντε πάντων ἐδίδου ἁμαρτημάτων.
7.12.3ἀλλ’οὐδετέρους ἔπειθε, τὸ δὲ δεινὸν ἑκάστοτε ηὔξετο, τοῦ μὲν τοσούτου δήμου ἀπαξιοῦντος ὑπ’ὀλίγων καταφρονηθῆναι, τῶν δὲ στρατιωτῶν ἀγανακτούντων ὅτι δὴ ταῦτα ὑπὸ Ῥωμαίων ὡς ὑπὸ βαρβάρων πάσχουσι. τὸ δὴ τελευταῖον, ἐπειδὴ τειχομαχοῦντες οὐδὲν ἔπραττον, ἔδοξε τοῖς στρατηγοῖς ἐκκόψαι πάντας τοὺς εἰσρέοντας ἐς τὸ στρατόπεδον ἀγωγοὺς ὕδατος, σπάνειτε ποτοῦ καὶ ἐνδείᾳ ῥείθρων αὐτοὺς παραστήσασθαι.
7.12.4προσπεσόντες οὖν πᾶν τὸ ὕδωρ τοῦ στρατοπέδου ἐς ἕτερα ῥεῖθρα μετωχέτευον, ἐκκόπτοντες καὶ εἰσφράττοντες τὰς ἐς τὸ στρατόπεδον εἰσόδους αὐτοῦ. οἱ δὲ στρατιῶται ὁρῶντες τὸν κίνδυνον καὶ ἐν ἀπογνώσει γενόμενοι, τὰς πύλας ἀνοίξαντες ἐπεξῆλθον · μάχηςτε καρτερᾶς γενομένης καὶ φυγῆς τῶν δημοτῶν ἐπὶ πολὺ τῆς πόλεως διώκοντες οἱ στρατιῶται προύβησαν.
7.12.5ἐπεὶ δὲ οἱ ὄχλοι ταῖς συστάδην μάχαις ἡττώμενοι, ἀναπηδῶντες ἐς τὰ δωμάτια τῷτε κεράμῳ βάλλοντες αὐτοὺς καὶ λίθων βολαῖς τῶντε ἄλλων ὀστράκων ἐλυμαίνοντο, ἐπαναβῆναι μὲν αὐτοῖς δι’ἄγνοιαν τῶν οἰκήσεων οὐκ ἐτόλμησαν οἱ στρατιῶται, κεκλεισμένων δὲ τῶν οἰκιῶν καὶ τῶν ἐργαστηρίων ταῖς θύραις, καὶ εἴ τινες ἦσαν ξύλων ἐξοχαί (πολλαὶ δὲ αὗται κατὰ τὴν πόλιν), πῦρ προσετίθεσαν.
7.12.6ῥᾷστα δὲ διὰ πυκνότητα τῶν συνοικιῶν ξυλείαςτε πλῆθος ἐπάλληλον μέγιστον μέρος τῆς πόλεως τὸ πῦρ ἐνεμήθη, ὡς πολλοὺς μὲν ἐκ πλουσίων ποιῆσαι πένητας, ἀποβαλόντας θαυμαστὰ καὶ ἀμφιλαφῆ κτήματα, ἔντε προσόδοις πλουσίαις καὶ ἐν ποικίλῃ πολυτελείᾳ τίμια.
7.12.7πλῆθόςτε ἀνθρώπων συγκατεφλέχθη, φυγεῖν μὴ δυνηθέντων διὰ τὸ τὰς ἐξόδους ὑπὸ τοῦ πυρὸς προκατειλῆφθαι. οὐσίαιτε ὅλαι πλουσίων ἀνδρῶν διηρπάγησαν, ἐγκαταμιξάντων ἑαυτοὺς τοῖς στρατιώταις πρὸς τὸ ἁρπάζειν κακούργων καὶ εὐτελῶν δημοτῶν. τοσοῦτον δὲ μέρος τῆς πόλεως τὸ πῦρ ἐλυμήνατο ὡς μηδεμίαν τῶν μεγίστων πόλεων ὁλόκληρον δύνασθαι τῷ μέρει ἐξισωθῆναι.
7.12.8καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην τοιαῦτα ἦν, ὁ δὲ Μαξιμῖνος ἀνύσας τὴν ὁδοιπορίαν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, θύσαςτε ἐπὶ τῶν μεθορίων βωμῶν τῆς ἐπ’Ἰταλίαν εἰσβολῆς εἴχετο, ἐκέλευσέτε πάντα τὸν στρατὸν ἐν ὅπλοις εἶναι καὶ μετ’εὐταξίας προχωρεῖν.
7.12.9τὴν μὲν οὖν Λιβύης ἀπόστασιν καὶ τὸν κατὰ τὴν Ῥώμην ἐμφύλιον πόλεμον, τάτε Μαξιμίνῳ πραχθέντα καὶ τὴν ἐς Ἰταλίαν ἄφιξιν αὐτοῦ ἐδηλώσαμεν · τὰ δὲ ἑπόμενα ἐν τοῖς ἑξῆς λεχθήσεται.