Herodian

History of the Empire from the Death of Marcus, 3

3.1

3.1.1τὸ μὲν δὴ Περτίνακος τέλος καὶ Ἰουλιανοῦ καθαίρεσις, τε Σεβήρου ἐς τὴν Ῥώμην ἄφιξις, τε ἐπὶ Νίγρον ἔξοδος, ἐν τῷ πρὸ τούτου συγγράμματι δεδήλωται · δὲ Νίγρος, ἐπεὶ ἠγγέλη αὐτῷ μηδέν τι τοιοῦτον προσδεχομένῳ κατειληφὼς μὲν τὴν Ῥώμην Σεβῆρος, ὑπότε τῆς συγκλήτου αὐτοκράτωρ ἀναδειχθείς, ἄγων δὲ πάντα ἐπ’αὐτὸν τὸν Ἰλλυρικὸν στρατὸν πεζήντε καὶ ναυτικὴν δύναμιν ἄλλην, ἐν μεγίστῃ ταραχῇ ἦν, διέπεμπέτε κατὰ ἔθνη πρὸς τοὺς ἡγουμένους, τάςτε εἰσόδους πάσας καὶ λιμένας φυλάττεσθαι κελεύων.

3.1.2ἔπεμπε δὲ καὶ πρὸς τὸν βασιλέα Παρθυαίωντε καὶ Ἀρμενίων καὶ Ἀτρηνῶν, συμμάχους αἰτῶν. μὲν οὖν Ἀρμένιος ἀπεκρίνατο μηδετέρῳ συμμαχήσειν, ἀγαπητῶς δὲ τὰ ἑαυτοῦ φυλάξειν ἤδη προσιόντος Σεβήρου · δὲ Παρθυαῖος ἐπιστελεῖν ἔφη τοῖς σατράπαις δύναμιν ἀθροίζειν · οὕτω γὰρ εἴωθεν, ὁπηνίκα ἂν δεηθῇ στρατὸν συλλέγειν, τῷ μὴ ἔχειν μισθοφόρους καὶ συνεστὸς στρατιωτικόν.

3.1.3Ἀτρηνοὶ δὲ ἦλθον αὐτῷ τοξόται σύμμαχοι, πέμψαντος Βαρσημίου, ὃς τῶν τόπων ἐβασίλευε. τὸ δὲ λοιπὸν στρατιωτικὸν ἤθροιζεν ἐκ τῶν ἐκεῖ στρατοπέδων πᾶν. πλεῖστοι δὲ καὶ τῶν δημοτῶν τῆς Ἀντιοχείας, μάλιστα ὑπὸ κουφότητος νεανίαι καὶ τῆς περὶ τὸν Νίγρον σπουδῆς, ἐπέδοσαν αὑτοὺς ἐς στρατείαν, προπετῶς μᾶλλον ἐμπείρως τοῦτο ποιοῦντες.

3.1.4ἐκέλευε δὲ καὶ τοῦ Ταύρου ὄρους τὰ στενὰ καὶ κρημνώδη διαφράττεσθαι γενναίοις τείχεσίτε καὶ ἐρύμασι, πρόβλημα ὀχυρὸν νομίζων τῶν ἐν τῇ ἀνατολῇ ὁδῶν τὸ δύσβατον τοῦ ὄρους · γὰρ Ταῦρος μεταξὺ ὢν Καππαδοκίαςτε καὶ Κιλικίας διακρίνει τάτε τῇ ἄρκτῳ καὶ τὰ τῇ ἀνατολῇ ἔθνη προσκείμενα.

3.1.5προύπεμψέτε καὶ στρατιὰν προκαταληψομένην τὸ Βυζάντιον, πόλιν τῶν ἐπὶ Θρᾴκης μεγίστην τότε καὶ εὐδαίμονα, πλήθειτε ἀνδρῶν καὶ χρημάτων ἀκμάζουσαν · κειμένη γὰρ ἐπὶ τῷ στενωτάτῳ τῆς Προποντίδος πορθμῷ προσόδοις ταῖς ἀπὸ θαλάττης τελῶντε καὶ ἁλείας μεγάλως ὠφελεῖτο, γῆντε πολλὴν καὶ εὐδαίμονα κεκτημένη ἐξ ἑκατέρου τῶν στοιχείων πλεῖστα ἐκέρδαινεν.

3.1.6ὅθεν αὐτὴν οὖσαν δυνατωτάτην Νίγρος προκαταλαβεῖν ἠθέλησε, καὶ μάλιστα ἐλπίζων δύνασθαι κωλύειν τὴν ἀπὸ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν κατὰ τὸν πορθμὸν διάβασιν. περιτετείχιστότε γενναίῳτε καὶ μεγίστῳ πόλις τείχει, πεποιημένῳ μυλίτου λίθου ἐς τετράγωνον εἰργασμένου, τοσαύτῃτε συναφείᾳ καὶ κολλήσει ὡς μηδένα οἴεσθαι τὸ ἔργον σύνθετον, ἑνὸς δὲ λίθου πᾶν πεποιῆσθαι.

3.1.7ἔτι γοῦν καὶ νῦν τὰ μένοντα αὐτοῦ ἐρείπια καὶ λείψανα ἰδόντι θαυμάζειν ἔστι καὶ τὴν τέχνην τῶν τὴν ἀρχὴν κατασκευασάντων καὶ τὴν ἀλκὴν τῶν ὕστερον καθῃρηκότων. μὲν δὴ Νίγρος οὕτως ἐξήρτυε τὰ καθ’ἑαυτὸν

3.2

3.2.1προμηθέστατα καὶ ἀσφαλέστατα, ὡς ᾤετο · δὲ Σεβῆρος ὡς ἔνι μάλιστα σὺν τῇ στρατιᾷ ἠπείγετο, μηδὲν ῥᾳθυμίᾳ μη δ’ἀναπαύλῃ νέμων. μαθὼν δὲ τὸ Βυζάντιον προκατειλημμένον, καὶ εἰδὼς ὀχυρώτατα τετειχισμένον, ἐπὶ Κύζικον τὸν στρατὸν ἐκέλευσε διαβαίνειν.

3.2.2 δὲ τῆς Ἀσίας ἡγούμενος Αἰμιλιανός, τὴν πρόνοιαν καὶ στρατηγίαν Νίγρος ἐγκεχειρίκει, μαθὼν ἐπιόντα τὸν τοῦ Σεβήρου στρατὸν τὴν ἐπὶ Κύζικον καὶ αὐτὸς ἐτράπετο, ἄγωντε στρατιὰν πᾶσαν, ἣν αὐτὸς συνείλεκτο καὶ ἣν Νίγρος ἐπεπόμφει. ὡς δὲ συνέβαλεν ἑκατέρωθεν τὰ στρατεύματα, μάχαι καρτεραὶ γίνονται κατ’ἐκεῖνα τὰ χωρία, καὶ κρατεῖ τὸ Σεβήρου στράτευμα, φυγήτε καὶ τροπὴ καὶ φόνος πολὺς τῶν τοῦ Νίγρου στρατιωτῶν γίνεται, ὡς τῶν μὲν ἀνατολικῶν εὐθέως θραῦσαι τὴν ἐλπίδα, τῶν δὲ Ἰλλυριῶν ἐπιρρῶσαι.

3.2.3φασὶ δέ τινες προδοθέντα τὰ τοῦ Νίγρου πράγματα ὑπὸ Αἰμιλιανοῦ εὐθέως ἐν ἀρχῇ διαφθαρῆναι. διττὴν δὲ λέγουσι τῆς τοιαύτης προαιρέσεως τοῦ Αἰμιλιανοῦ τὴν αἰτίαν · οἳ μὲν γὰρ φθονοῦντα τῷ Νίγρῳ ἐπιβουλεῦσαι, ἀγανακτοῦντα ὅτι δὴ διάδοχος αὐτοῦ γενόμενος τῆς ἐν Συρίᾳ ἀρχῆς ἔμελλεν ἔσεσθαι κρείττων ἅτε βασιλεὺς καὶ δεσπότης, οἳ δέ φασιν αὐτὸν ἀναπεισθῆναι ὑπὸ τῶν παίδων ἐπιστειλάντων καὶ δεηθέντων ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, οὓς ἐν τῇ Ῥώμῃ εὑρὼν Σεβῆρος συλλαβὼν εἶχεν ἐν φρουρᾷ. ἐχρήσατο γὰρ καὶ τούτῳ σοφίσματι προμηθεστάτῳ.

3.2.4ἔθος ἦν τῷ Κομμόδῳ κατέχειν τοὺς παῖδας τῶν ἐς τὰ ἔθνη πεμπομένων ἡγεμόνων, ὡς ἔχοι ὅμηρα τῆςτε εὐνοίας αὐτῶν καὶ τῆς πίστεως. εἰδὼς τοίνυν τοῦτο Σεβῆρος, ἅμα τῷ βασιλεὺς ἀναδειχθῆναι, καὶ τοῦ Ἰουλιανοῦ ἔτι περιόντος, πέμψας λάθρᾳ διὰ φροντίδος ἔσχε τοὺς παῖδας αὑτῷ τῆς Ῥώμης ἐκκλαπέντας μὴ εἶναι ἐν ἑτέρου ἐξουσίᾳ.

3.2.5αὐτὸς δ’ἅμα τῷ τῆς Ῥώμης ἐπιβῆναι συλλαβὼν πάντας τοὺς τῶν ἡγεμόνων τῶν ὁτιδὴ πραττόντων κατὰ τὴν ἀνατολὴν καὶ πᾶσαν τὴν Ἀσίαν, φρουρᾷ δοὺς εἶχε σὺν αὑτῷ, ὅπως πόθῳ τῆς τῶν παίδων σωτηρίας οἱ ἡγεμόνες τὰ Νίγρου προδιδοῖεν, μένοντες ἐπὶ τῆς πρὸς ἐκεῖνον εὐνοίας φθάσωσί τι κακὸν παθεῖν διὰ τῆς τῶν παίδων ἀναιρέσεως δράσωσιν αὐτοί.

3.2.6γενομένης δὲ τῆς ἥττης κατὰ τὴν Κύζικον ἔφευγον οἱ τοῦ Νίγρου, ὡς ἕκαστος ἐδύνατο, σπεύδοντες, οἳ μὲν περὶ τὰς ὑπωρείας τῆς Ἀρμενίας, οἳ δὲ τὴν ἐπὶ Γαλατίαςτε καὶ Ἀσίας, φθάσαι θέλοντες τὸν Ταῦρον ὑπερβῆναι, ὡς ἐντὸς τοῦ ἐρύματος γένοιντο. δὲ τοῦ Σεβήρου στρατὸς περαιωθεὶς διὰ τῆς Κυζικηνῆς χώρας διαβάςτε ἐπὶ τὴν Βιθυνίαν ὅμορον οὖσαν ἠπείγετο.

3.2.7ὡς δὲ διέδραμε φήμη τῆς Σεβήρου νίκης, εὐθὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκείνοις στάσις καὶ διάφορος γνώμη ἐνέπεσε ταῖς πόλεσιν, οὐχ οὕτω τῇ πρὸς τοὺς πολεμοῦντας βασιλέας ἀπεχθείᾳ τινὶ εὐνοίᾳ ὡς ζήλῳ καὶ ἔριδι τῇ πρὸς ἀλλήλας φθόνῳτε καὶ καθαιρέσει τῶν ὁμοφύλων.

3.2.8ἀρχαῖον τοῦτο πάθος Ἑλλήνων, οἳ πρὸς ἀλλήλους στασιάζοντες ἀεὶ καὶ τοὺς ὑπερέχειν δοκοῦντας καθαιρεῖν θέλοντες ἐτρύχωσαν τὴν Ἑλλάδα. ἀλλὰ τὰ μὲν ἐκείνων γηράσαντα καὶ περὶ ἀλλήλοις συντριβέντα Μακεδόσιν εὐάλωτα καὶ Ῥωμαίοις δοῦλα γεγένηται · τὸ δὲ πάθος τοῦτο τοῦ ζήλου καὶ φθόνου μετῆλθεν ἐς τὰς καθ’ἡμᾶς ἀκμαζούσας πόλεις.

3.2.9κατὰ μὲν οὖν τὴν Βιθυνίαν εὐθὺς μετὰ τὰ ἐν Κυζίκῳ Νικομηδεῖς μὲν Σεβήρῳ προσέθεντο καὶ πρέσβεις ἔπεμπον, τήντε στρατιὰν ὑποδεχόμενοι καὶ πάντα παρέξειν ὑπισχνούμενοι, Νικαεῖς δὲ τῷ πρὸς Νικομηδέας μίσει τἀναντία ἐφρόνουν καὶ τὸν στρατὸν τοῦ Νίγρου ὑπεδέχοντο, εἴτέ τινες ἐκ τῶν φυγόντων κατέφευγον πρὸς αὐτούς, καὶ τοὺς πεμφθέντας ὑπὸ τοῦ Νίγρου φρουρεῖν Βιθυνίαν.

3.2.10ἑκατέρωθεν οὖν ἐκ τῶν πόλεων ὡς ἀπὸ στρατοπέδων ὁρμώμενοι συνέβαλον ἀλλήλοις, καὶ μάχης καρτερᾶς γενομένης πολὺ περιεγένοντο οἱ τοῦ Σεβήρου. φυγόντες δὲ οἱ τοῦ Νίγρου κἀκεῖθεν, ὅσοι περιελείφθησαν, ἐπὶ τὰ στενὰ τοῦ Ταύρου ἠπείγοντο, ἀποκλείσαντέςτε τὸ ἔρυμα ἐφύλαττον. δὲ Νίγρος φρουρὰν καταλιπὼν τοῦ ἐρύματος, ὡς ᾤετο, αὐτάρκη, ἐς τὴν Ἀντιόχειαν ἠπείγετο, στρατὸν ἀθροίζων καὶ χρήματα.

3.3

3.3.1 δὲ τοῦ Σεβήρου στρατὸς περαιωθεὶς διάτε Βιθυνίας καὶ Γαλατίας, ἐμβαλὼν ἐς Καππαδοκίαν, προσκαθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει, πράγματάτε εἶχεν οὐ μικρὰ δυσβάτου διὰ στενότητα καὶ τραχύτητα οὔσης τῆς ὁδοῦ, βαλλόντωντε αὐτοὺς ἄνωθεν λίθοις καὶ γενναίως ἀπομαχομένων τῶν ἐφεστώτων ταῖς ἐπάλξεσι τοῦ τείχους. ῥᾳδίως δὲ ὀλίγοι πολλοὺς ἐκώλυον ·

3.3.2τῆς γὰρ ὁδοῦ στενῆς οὔσης τὸ μὲν ἕτερον μέρος ὕψιστον ὄρος σκέπει, ἐπὶ θάτερα δὲ κρημνὸς βαθὺς τοῖς ἐκ τῶν ὀρῶν συρρέουσιν ὕδασι πόρος γίνεται · ὅπερ καὶ αὐτὸ πᾶν παρεπέφρακτο ὑπὸ τοῦ Νίγρου τοῦ πανταχόθεν κωλύεσθαι ἕνεκα τὴν δίοδον τοῦ στρατοῦ.

3.3.3κατὰ μὲν δὴ Καππαδοκίαν ταῦτα ἐπράττετο, ἐστασίασαν δὲ πρὸς ἀλλήλους τῷ αὐτῷ ζήλῳ καὶ Λαοδικεῖς μὲν κατὰ Συρίαν Ἀντιοχέων μίσει, κατὰ δὲ Φοινίκην Τύριοι Βηρυτίων ἔχθει · μαθόντεςτε τὸν Νίγρον πεφευγότα τὰς μὲν τιμὰς ἐκείνου καθελεῖν ἐπειράθησαν, τὸν δὲ Σεβῆρον εὐφήμησαν.

3.3.4ὡς δὲ γενόμενος ἐν Ἀντιοχείᾳ ταῦτα Νίγρος ἐπύθετο, ἄλλως μὲν τὸ ἦθος πρότερον χρηστὸς ὤν, ἀγανακτήσας δὲ τότε εἰκότως ἐπὶ τῇ ἀποστάσει αὐτῶν καὶ ὕβρει, ἐπιπέμπει ταῖς πόλεσιν ἀμφοτέραις Μαυρουσίουςτε ἀκοντιστὰς οὓς εἶχε καὶ μέρος τοξοτῶν, φονεύειντε τοὺς ἐντυγχάνοντας κελεύσας καὶ διαρπάζειν τὰ ἐν ταῖς πόλεσιν, αὐτάςτε ἐμπιπράναι.

3.3.5οἱ δὲ Μαυρούσιοι ὄντες φονικώτατοι, καὶ διὰ τὸ θανάτου καὶ κινδύνων ῥᾳδίως καταφρονεῖν πάντα τολμῶντες μετ’ἀπογνώσεως, ἐπιπεσόντες τοῖς Λαοδικεῦσιν οὐ προσδοκῶσι παντὶ τρόπῳ τόντε δῆμον καὶ τὴν πόλιν ἐλυμήναντο, ἐκεῖθέντε σπεύσαντες ἐπὶ τὴν Τύρον πᾶσάντε ἐνέπρησαν καὶ πολλὴν ἁρπαγὴν καὶ φόνον εἰργάσαντο.

3.3.6τούτων κατὰ Συρίαν γινομένων καὶ στρατοῦ ὑπὸ Νίγρου ἀθροιζομένου, τοῦ Σεβήρου στρατὸς προσκαθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει. ἦσαν δὲ οἱ στρατιῶται ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀπογνώσει ὀχυροῦτε ὄντος καὶ δυσμάχου καὶ πεφραγμένου ὄρειτε καὶ κρημνῷ.

3.3.7ἤδη δὲ τῶν μὲν τοῦ Σεβήρου ἀπειρηκότων, τῶν δὲ ἐναντίων ἀμέριμνον ἔχειν τὴν φρουρὰν οἰομένων, νύκτωρ αἰφνιδίως ὄμβρων μεγίστων καταρραγέντων χιόνοςτε πολλῆς (δυσχείμερος γὰρ πᾶσα Καππαδοκία, ἐξαιρέτως δὲ Ταῦρος) μέγας καὶ σφοδρὸς χειμάρρους καταραχθείς, ἐμποδισθέντος αὐτῷ τοῦ συνήθους δρόμου καὶ τοῦ ἐρύματος ἐπισχόντος τὸ ῥεῖθρον πολὺς καὶ βίαιος γενόμενος, τῆςτε φύσεως νικώσης τὴν τέχνην μὴ δυναμένου τοῦ τείχους ἀντέχειν τῷ ῥεύματι, διέστησε τῷ ὕδατι κατ’ὀλίγον αὐτοῦ τὰς ἁρμογάς, ἔστε δὴ ὑποχωρούντων τῶν θεμελίων τῷ ῥείθρῳ ἅτε διὰ σπουδῆς καὶ οὐ μετ’ἐπιμελείας κατασκευασθέντων πᾶν ὤφθη, τὸν δὲ τόπον ἀνοίξας χειμάρρους ὡδοποίησεν.

3.3.8ὅπερ ἰδόντες οἱ ἐπὶ τοῦ ἐρύματος φύλακες, φοβηθέντες μὴ κυκλωθεῖεν ἐκπεριελθόντων αὐτοὺς τῶν πολεμίων μετὰ τὴν τοῦ χειμάρρου ἀπόρροιαν μηκέτι ὄντος τοῦ κωλύοντος, καταλιπόντες τὴν φρουρὰν φεύγουσιν. δὲ τοῦ Σεβήρου στρατὸς ἡσθεὶς τῷ γενομένῳ, τάςτε ψυχὰς ἐπιρρωσθεὶς ὡς προνοίᾳ θείᾳ ὁδηγούμενος, συνεὶς δὲ ἀποδεδρακότας τοὺς φύλακας, εὐμαρῶςτε καὶ ἀκωλύτως διαβὰς τὸν Ταῦρον ἐπὶ Κιλικίαν ἠπείγετο.

3.4

3.4.1 δὲ Νίγρος μαθὼν τὰ συμβάντα, πολλὴν στρατιὰν ἀθροίσας, πλὴν ἄπειρον μάχης καὶ πόνων, μετὰ σπουδῆς τὴν πορείαν ἐποιεῖτο · πολὺ γάρ τι πλῆθος καὶ σχεδὸν πᾶσα νεολαία τῶν Ἀντιοχέων ἐς στρατείαν καὶ τὸν ὑπὲρ αὐτοῦ κίνδυνον ἐπέδωκεν αὑτήν. τὸ μὲν οὖν πρόθυμον τοῦ στρατοῦ ὑπῆρχεν αὐτῷ, τοῦ δὲ ἐμπείρου καὶ γενναίου πολὺ τῶν Ἰλλυριῶν ἀπέλειπον.

3.4.2συνέρχεται δὴ ἑκατέρωθεν στρατὸς ἐς τὸ κατὰ τὸν Ἰσσικὸν καλούμενον κόλπον πεδίον πλατύτατόντε καὶ ἐπιμηκέστατον, περίκειται μὲν λόφος ἐς θεάτρου σχῆμα, αἰγιαλὸς δὲ ἐπὶ θαλάσσης μέγιστος ἐκτείνεται, ὥσπερ τῆς φύσεως εἰργασμένης στάδιον μάχης.

3.4.3ἐκεῖ φασὶ καὶ Δαρεῖον Ἀλεξάνδρῳ τὴν ὑστάτην καὶ μεγίστην μάχην συμβαλόντα ἡττηθῆναίτε καὶ ἁλῶναι, τῶν ἀπὸ τῶν ἀρκτῴων μερῶν καὶ τότε τοὺς ἀνατολικοὺς νενικηκότων. μένει δὲ ἔτι νῦν τρόπαιον καὶ δεῖγμα τῆς νίκης ἐκείνης, πόλις ἐπὶ τοῦ λόφου Ἀλεξάνδρεια καλουμένη, ἄγαλμάτε χαλκοῦν οὗ τὴν προσηγορίαν τόπος φέρει.

3.4.4συνέβη δὲ καὶ τῶν στρατοπέδων τοῦ Σεβήρουτε καὶ τοῦ Νίγρου μὴ τὴν σύνοδον μόνον κατ’ἐκεῖνο γενέσθαι τὸ χωρίον, ἀλλὰ καὶ τὴν τύχην ὁμοίαν τῆς τύχης. ἀντιστρατοπεδευσάμενοι γὰρ ἑκατέρωθεν περὶ ἑσπέραν, πάσης τῆς νυκτὸς ἐν φροντίσιν ἑκάτεροι καὶ δέει διαγρηγορήσαντες, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπ’ἀλλήλους ἠπείγοντο, παρορμώντων ἑκατέρωθεν τῶν στρατηγῶν. προθυμίᾳ δὴ πάσῃ ἐνέπιπτον ὡς ὑπὲρ λοιπῆς καὶ τελευταίας ἐκείνης μάχης, κἀκεῖ τῆς τύχης διακρινούσης τὸν βασιλέα.

3.4.5ἐπὶ πολὺ δὲ αὐτῶν διαγωνισαμένων πολλοῦτε ἐργασθέντος φόνου, ὡς καὶ τὰ ῥεῖθρα τῶν διὰ τοῦ πεδίου ποταμῶν ῥεόντων αἵματος πλεῖον ὕδατος κατάγειν ἐς θάλασσαν, τροπὴ τῶν ἀνατολικῶν γίνεται. ἐκβιασάμενοι δὲ αὐτοὺς οἱ Ἰλλυριοὶ τοὺς μὲν ἐς τὴν παρακειμένην θάλασσαν τιτρώσκοντες ἐξωθοῦσι, τοὺς δὲ φεύγοντας ἐπὶ τοὺς λόφους διώκοντες αὐτούςτε φονεύουσι καὶ πολύ τι πλῆθος ἄλλων ἀνθρώπων, ὅπερ ἔκτε τῶν περικειμένων πόλεων καὶ ἀγρῶν ἤθροιστο, ὡς ἀπ’ἀσφαλοῦς τοῦ τόπου τὰ γινόμενα θεάσοιντο.

3.4.6 δὲ Νίγρος ἵππῳ γενναίῳ ἐποχούμενος φεύγει μετ’ὀλίγων, ἔςτε τὴν Ἀντιόχειαν ἀφικνεῖται. καταλαβὼν δὲ φεύγοντα τὸν λοιπὸν δῆμον, εἴτέ τις καταλέλειπτο, οἰμωγήντε καὶ πένθος ἐν τῇ πόλει παῖδάςτε καὶ ἀδελφοὺς θρηνούντων, γενόμενος ἐν ἀπογνώσει καὶ αὐτὸς ἐκ τῆς Ἀντιοχείας ἀποδιδράσκει. καὶ ἔν τινι προαστείῳ κρυπτόμενος, εὑρεθείςτε ὑπὸ τῶν διωκόντων ἱππέων καὶ συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη.

3.4.7τέλει μὲν δὴ τοιούτῳ Νίγρος ἐχρήσατο, μελλήσεως καὶ βραδυτῆτος δοὺς δίκας, τὰ ἄλλα, ὥς φασι, γενόμενος μὴ φαῦλος ἄνθρωπος, μήτε ἄρχων μήτε ἰδιώτης · δὲ Σεβῆρος καθελὼν τὸν Νίγρον, τοὺς μὲν φίλους αὐτοῦ, καὶ εἴ τινες οὐ μόνον ἐκ προαιρέσεως ἀλλὰ δι’ἀνάγκης προσέθεντο αὐτῷ, πάντας ἀφειδῶς ἐκόλασε, τοὺς δὲ στρατιώτας, ὅσοι διαδεδράκεσαν, πυνθανόμενος περαιουμένους τὸν Τίγριδα ποταμὸν διάτε τὸ ἐκ Σεβήρου δέος ἀπιόντας πρὸς τοὺς βαρβάρους, οὐ πάντας ἤγαγε δοὺς ἀμνηστίαν.

3.4.8πολὺ γὰρ πλῆθος αὐτῶν ἀνεχώρησεν ἐς τὴν ἀλλοδαπήν. ὅπερ καὶ μάλιστα αἴτιον ἐγένετο μαχιμώτερα ὕστερον γενέσθαι πρὸς τὴν συστάδην μάχην Ῥωμαίων τὰ τῶν ἐπέκεινα βαρβάρων. πρότερον μὲν γὰρ τοξεύειν μόνον ἵπποις ἐποχούμενοι ᾔδεσαν, μήτε πανοπλίᾳ φράσσοντες αὑτοὺς μήτε τῇ διὰ δοράτων καὶ ξιφῶν θαρροῦντες μάχῃ, κούφαις δὲ καὶ παρῃωρημέναις ἐσθῆσι κοσμούμενοι · τὰ πλεῖστα γοῦν φεύγοντες ἐς τοὐπίσωτε τοξεύοντες ἐμάχοντο.

3.4.9τῶν δὲ φυγάδων στρατιωτῶν, πολλῶντε ἐν αὐτοῖς τεχνιτῶν, παρ’αὐτοῖς γενομένων καὶ τὸν ἐκεῖ βίον ἑλομένων, οὐ μόνον χρῆσθαι ἀλλὰ καὶ ἐργάζεσθαι ὅπλα ἐδιδάχθησαν.

3.5

3.5.1διοικήσας δὲ Σεβῆρος τὰ ἐπὶ τῆς ἀνατολῆς, ὡς ᾤετο, ἄριστα καὶ ἑαυτῷ λυσιτελέστατα, ἠθέλησεν εὐθέως ὁρμῆσαι ἐπὶ τὸν Ἀτρηνῶν βασιλέα ἔςτε τὴν Παρθυαίων γῆν διαβῆναι · ἐνεκάλει γὰρ ἀμφοτέροις φιλίαν Νίγρου. ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἀνέθετο, πρῶτον δὲ πᾶσαν τὴν ἀρχὴν Ῥωμαίων ἐς ἑαυτὸν καὶ τοὺς παῖδας μεταγαγεῖν καὶ βεβαιώσασθαι ἠθέλησε.

3.5.2καθῃρημένου γὰρ τοῦ Νίγρου ὀχληρὸς καὶ περιττὸς αὐτῷ Ἀλβῖνος ἐνομίζετο · ἔτιτε καὶ ἤκουεν αὐτὸν βασιλικώτερον ἐντρυφῶντα τῷ τοῦ Καίσαρος ὀνόματι, πολλούςτε, μάλιστα τοὺς ἐξέχοντας τῆς συγκλήτου βουλῆς, ἰδίᾳ καὶ κρύβδην ἐπιστέλλοντας αὐτῷ, ἔςτε τὴν Ῥώμην ἐλθεῖν πείθοντας ἀπόντος καὶ ἀσχολουμένου τοῦ Σεβήρου. ᾑροῦντο γὰρ οἱ εὐπατρίδαι ἐκεῖνον μᾶλλον ἄρχοντα, ἅτε ἐκ προγόνων εὖ γεγονότα καὶ χρηστὸν τὸ ἦθος εἶναι λεγόμενον.

3.5.3ἅπερ πυνθανόμενος Σεβῆρος φανερὰν μὲν εὐθὺς πρὸς αὐτὸν ἔχθραν ἄρασθαι καὶ πόλεμον ἐγεῖραι πρὸς ἄνδρα μηδεμίαν εὔλογον παρεσχημένον αἰτίαν παρῃτήσατο · ἔδοξε δὲ αὐτῷ ἀπόπειραν ποιήσασθαι, εἰ δύναιτο ἀποσκευάσασθαι λαθὼν καὶ ἐξαπατήσας αὐτόν.

3.5.4μεταπεμψάμενος οὖν τοὺς πιστοτάτους τῶν εἰωθότων τὰ βασιλικὰ γράμματα διακομίζειν, δίδωσιν αὐτοῖς ἐντολάς, εἰ γένοιντο παρ’αὐτῷ, τὰ μὲν γράμματα δημοσίᾳ ἀποδοῦναι, ἀξιῶσαι δὲ αὐτὸν ἰδιαίτερον ἀποστάντα ἐπακοῦσαι ἀπορρήτων ἐντολῶν, πεισθέντι δὲ δορυφόρων ἐρήμῳ ἐπιπεσεῖν αἰφνιδίως καὶ φονεῦσαι.

3.5.5ἔδωκε δὲ αὐτοῖς καὶ δηλητήρια φάρμακα, ὅπως τινὰς πείσαιεν, εἰ δυνηθεῖεν, τῶν ὀψοποιῶν τῶν πρὸς ταῖς κύλιξι, λαθεῖν καὶ ἐπιδοῦναι αὐτῷ. ὑποπτευόντων δὲ τῶν περὶ αὐτὸν φίλων, καὶ συμβουλευόντων αὐτῷ φυλάττεσθαι ἄνδρα ἀπατεῶνα σοφόντε πρὸς ἐπιβουλήν ·

3.5.6διαβεβλήκεσαν γὰρ αὐτοῦ τὸ ἦθος αἱ πρὸς τοὺς ἡγεμόνας τοῦ Νίγρου πράξεις · πείσας γὰρ αὐτοὺς διὰ τῶν παίδων, ὡς προείρηται, προδοῦναι τὰ τοῦ Νίγρου πράγματα, μετὰ τὸ ἀποχρήσασθαι αὐτῶν τῇ ὑπηρεσίᾳ καὶ κατορθῶσαι πάντα ἐβούλετο ἀνεῖλεν αὐτούςτε καὶ παῖδας. τὸ οὖν ὕπουλον αὐτοῦ ἦθος μάλιστα ἐκ τῶν ἔργων ἐδηλοῦτο.

3.5.7διὰ ταῦτα Ἀλβῖνος καὶ φρουρᾷ μείζονι ἔφραττεν ἑαυτόν · οὐ δὲ γάρ τις αὐτῷ τῶν ἀπὸ τοῦ Σεβήρου ἀφικνουμένων ἄλλως προσῄει, εἰ μὴ πρότερον ἀποθέμενος ὅπερ περιέκειτο ξίφος στρατιωτικόν, ἐρευνηθῆναι μή τι φέροι ὑπὸ κόλπον.

3.5.8ὡς δ’οὖν ἀφίκοντο οἱ τοῦ Σεβήρου ἀγγελιαφόροι, τάτε γράμματα δημοσίᾳ ἀποδόντες ἠξίουν αὐτὸν ἀποστάντα ἐπακοῦσαι τινῶν ἀπορρήτων, ὑποπτεύσας Ἀλβῖνος συλληφθῆναι κελεύει αὐτούς, ἰδίᾶτε βασανίσας πᾶσαν μανθάνει τὴν ἐπιβουλήν. καὶ τοὺς μὲν κολάζει, αὐτὸς δὲ ἤδη ὡς πρὸς ὁμολογούμενον

3.6

3.6.1ἐχθρὸν παρεσκευάζετο. γνοὺς δὲ ταῦτα Σεβῆρος, καὶ πάντα μὲν ἐκθύμως πράττων, ὀργῆς δὲ ἥττων ὢν φύσει, οὐκέτι τὴν ἔχθραν ἔκρυπτεν, ἀλλὰ συγκαλέσας πᾶν τὸ στρατιωτικὸν ἔλεξε πρὸς αὐτοὺς τοιάδε. μήτε κουφότητά τις μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις ἡμῖν ἐγκαλείτω, μήτ’ἄπιστον ἀγνώμονα πρὸς τὸν νομισθέντα φίλον ἡγείσθω.

3.6.2τὰ μὲν γὰρ παρ’ἡμῶν πάντα ὑπῆρξεν αὐτῷ, βεβαίας βασιλείας κοινωνίᾳ, πράγματος οὗ μόλις τις καὶ ἀδελφοῖς γνησίοις μεταδίδωσιν · δὲ ἐμοὶ μόνῳ ὑμεῖς ἐχειροτονήσατε, τοῦτ’ἐγὼ πρὸς ἐκεῖνον ἐνειμάμην. μεγάλωντέ μοι κατατεθεισῶν ἐς αὐτὸν εὐεργεσιῶν ἀχαρίστους τὰς ἀμοιβὰς Ἀλβῖνος ἀποδίδωσιν.

3.6.3ὅπλα καὶ στρατὸν ἐφ’ἡμᾶς συσκευάζεται, καταφρονήσας μὲν τῆς ὑμετέρας ἀνδρείας, ἀμελήσας δὲ τῆς πρὸς ἐμὲ πίστεως, ἀπλήστῳτε ἐπιθυμίᾳ βουλόμενος λαβεῖν μετὰ κινδύνων οὗ τὸ μέρος εἶχεν ἄνευ πολέμου καὶ μάχης, οὔτε θεοὺς αἰδεσθείς, οὓς πολλάκις ὤμοσεν, οὔτε τῶν ὑμετέρων καμάτων φεισάμενος, οὓς μετὰ τοσαύτης δόξηςτε καὶ ἀρετῆς ὑπὲρ ἡμῶν ἐκάμετε.

3.6.4ἐν γὰρ οἷς κατωρθώσατε, κἀκεῖνος τὸ μέρος ἐκαρποῦτο · ἔσχε δ’ἄν τι καὶ μεῖζον, εἰ καὶ τὸ πιστὸν ἐτήρει, τῆς ἀμφοτέροις ἡμῖν παρ’ὑμῶν μεμερισμένης τιμῆς. ὥσπερ δὲ ἄδικον τὸ ἄρχειν ἔργων πονηρῶν, οὕτως ἄνανδρον τὸ μὴ ἀμύνεσθαι προαδικούμενον. καὶ Νίγρῳ μὲν πολεμοῦντες οὐχ οὕτως εὐλόγους εἴχομεν αἰτίας ἔχθρας ὡς ἀναγκαίας · οὐ γὰρ παρ’ἡμῖν προϋπάρχουσαν ἀρχὴν ὑφαρπάζων μεμίσητο, ἐν μέσῳ δὲ ἐρριμμένην καὶ ἀμφήριστον οὖσαν ἑκάτερος ἡμῶν ἐξ ἰσοτίμου φιλοτιμίας ἐς αὑτὸν ἀνθεῖλκεν ·

3.6.5Ἀλβῖνος δὲ σπονδῶν καὶ ὅρκων καταφρονήσας, καὶ τούτου παρ’ἐμοῦ τυχὼν οὗ μόνῳ τις υἱῷ γνησίῳ μεταδίδωσιν, ἐχθρὸς μὲν ἀντὶ φίλου πολέμιος δὲ ἀντὶ οἰκείου γενέσθαι προῄρηται. ὥσπερ δὲ αὐτὸν εὐεργετοῦντες πρότερον τιμῇ καὶ δόξῃ ἐκοσμήσαμεν, οὕτω καὶ νῦν αὐτοῦ τὸ ἄπιστον καὶ ἄνανδρον τοῖς ὅπλοις ἐλέγξωμεν.

3.6.6οὐ δὲ γὰρ ὑπομενεῖ ἐκείνου στρατὸς ὀλίγος ὢν καὶ νησιώτης τὴν ὑμετέραν δύναμιν. οἳ γὰρ μόνοι καὶ καθ’αὑτοὺς προθυμίᾳ καὶ ἀνδρείᾳ τοσαύταις μάχαις ἐνικήσατε καὶ πᾶσαν ἀνατολὴν ὑπετάξατε, πῶς οὐχὶ καὶ νῦν, προσελθούσης ὑμῖν τοσαύτης συμμάχου δυνάμεως, σχεδόντε παντὸς τοῦ Ῥωμαίων στρατοῦ ἐνταῦθα ὄντος, ῥᾷστα κρατήσετε ὀλίγωντε ὄντων καὶ μη δὲ ὑπὸ γενναίῳ καὶ νήφοντι ἀνδρὶ στρατηγουμένων;

3.6.7τίς γὰρ αὐτοῦ τὸ ἁβροδίαιτον οὐκ οἶδεν, ὡς χοροῖς αὐτοῦ μᾶλλον ἁρμόζειν τὸν βίον φάλαγξιν; ἴωμεν οὖν τῇ συνήθει χρώμενοι προθυμίᾳτε καὶ ἀνδρείᾳ γενναίως ἐπ’αὐτόν, θεούςτε ἔχοντες βοηθούς, ἐς οὓς ἐπιορκήσας ἠσέβησε, τρόπαιάτε πολλάκις ἠγείραμεν, ὧν ἐκεῖνος κατεφρόνησεν.

3.6.8τοιαῦτά τινα εἰπόντος τοῦ Σεβήρου στρατὸς ἅπας τὸν μὲν Ἀλβῖνον πολέμιον ἀνηγόρευσεν, εὐφημήσαντες δὲ τὸν Σεβῆρον, πᾶσάντε προθυμίαν διὰ τῆς βοῆς ὑποσχόμενοι, ἔτι καὶ μᾶλλον παρώρμησαν αὐτὸν ἀγαθάςτε ὑπέφηναν τὰς ἐλπίδας. δὲ ἐπιδοὺς αὐτοῖς μεγαλοφρόνως δωρεάς, τῆς ἐπὶ τὸν Ἀλβῖνον ὁδοῦ εἴχετο.

3.6.9ἔπεμψε δὲ καὶ τοὺς τὸ Βυζάντιον πολιορκήσοντας · ἔμενε γὰρ ἔτι κεκλεισμένον, τῶν στρατηγῶν τοῦ Νίγρου ἐκεῖσε καταφυγόντων. ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσάτε πόλις κατεσκάφη, καὶ θεάτρωντε καὶ λουτρῶν παντόςτε κόσμου καὶ τιμῆς ἀφαιρεθὲν τὸ Βυζάντιον κώμη δουλεύειν Περινθίοις δῶρον ἐδόθη, ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν. ἔπεμψε δὲ καὶ χρήματα πλεῖστα ἐς ἀνοικισμὸν τῶν πόλεων ἃς ἦν λυμηνάμενος Νίγρου στρατός.

3.6.10αὐτὸς δὲ τῆς ὁδοῦ εἴχετο, μηδεμίαν ἀνοχὴν ἀναπαύλης διδοὺς μήτε ἑορταῖς μήτε καμάτοις, κρύους καὶ θάλπους ὁμοίως καταφρονῶν. πολλάκις γοῦν διὰ τῶν δυσχειμέρων καὶ ὑψηλοτάτων ὀρῶν τὴν ὁδοιπορίαν ποιούμενος ὑπὸ νιφετοῖς καὶ χιόσιν ἀκαλύπτῳ τῇ κεφαλῇ ὡδοιπόρει, προθυμίας καὶ ἀνδρείας τὸ ἐνδόσιμον τοῖς στρατιώταις ἔργῳ διδούς, ὡς μὴ μόνον αὐτοὺς φόβῳ καὶ νόμῳ ἀντέχειν πρὸς τοὺς καμάτους, ἀλλὰ καὶ μιμήσει καὶ ζήλῳ τοῦ βασιλέως. ἔπεμψε δὲ καὶ στρατὸν τὸν τὰ στενὰ τῶν Ἄλπεων καταληψόμενον καὶ φρουρήσοντα τῆς Ἰταλίας τὰς εἰσβολάς.

3.7

3.7.1ὡς δὲ ἀπηγγέλη τῷ Ἀλβίνῳ μὴ μέλλων Σεβῆρος ἀλλ’ἤδη παρεσόμενος, ὑπτιάζοντι καὶ τρυφῶντι μεγάλην ταραχὴν ἐνέβαλε. περαιωθεὶς δὲ ἀπὸ τῆς Βρεττανίας ἐς τὴν ἀντικειμένην Γαλλίαν ἐστρατοπέδευσεν. ἔπεμψέτε ἐς πάντα τὰ γειτνιῶντα ἔθνη, τοῖςτε ἡγουμένοις ἐπέστειλε χρήματάτε πέμπειν καὶ τροφὰς τῷ στρατῷ. καὶ οἱ μὲν πεισθέντες ἔπεμψαν ὀλεθρίως · ὕστερον γὰρ ἐκολάσθησαν · ὅσοι δὲ οὐκ ἐπίστευσαν εὐτυχῶς μᾶλλον γνόντες εὐβούλως, ἐσώθησαν. γὰρ ἀπόβασις καὶ τύχη τοῦ πολέμου τὰς ἑκατέρων γνώμας ἔκρινεν.

3.7.2ἀφικομένης δὲ τῆς τοῦ Σεβήρου δυνάμεως ἐς τὴν Γαλλίαν γεγόνασι μέν τινες ἀκροβολισμοὶ καθ’ἕτερα χωρία, δὲ τελευταία περὶ Λούγδουνον, μεγάλην πόλιν καὶ εὐδαίμονα, ἐν κατακλείσας ἑαυτὸν Ἀλβῖνος ἔμενε, τὸν δὲ στρατὸν ἐς τὴν μάχην ἐξέπεμψε. γενομένης δὲ συμβολῆς καρτερᾶς ἐπὶ πλεῖστον μὲν ἰσόρροπος ἔμενεν ἑκατέροις τῆς νίκης τύχη. καὶ γὰρ οἱ Βρεττανοὶ ἀνδρείᾳτε καὶ θυμῷ φονικῷ οὐδὲν τῶν Ἰλλυριῶν ἀπολείπονται · γενναίων οὖν στρατῶν μαχομένων, οὐδετέρων ῥᾳδία ἦν τροπή.

3.7.3ὡς δέ τινες τῶν τότε ἱστόρησαν, οὐ πρὸς χάριν ἀλλὰ πρὸς ἀλήθειαν λέγοντες, πολύ τι ὑπερέσχεν φάλαγξ τοῦ Ἀλβίνου στρατοῦ, καθ’ μέρος τέτακτο Σεβῆρος καὶ σὺν αὐτῷ στρατός, ὡς φυγεῖντε αὐτὸν καὶ τοῦ ἵππου ἐκπεσεῖν, ἀπορρίψαντα δὲ τὴν χλαμύδα τὴν βασιλικὴν λαθεῖν. ἤδη δὲ διωκόντων καὶ παιωνιζόντων τῶν Βρεττανῶν ὡς δὴ νενικηκότων, ἐπιφανῆναι Λαῖτον, στρατηγὸν ὄντα Σεβήρου, σὺν τῷ στρατῷ οὗ ἦρχεν, ἀκμῆτίτε ὄντι καὶ ἔξω μάχης γεγονότι.

3.7.4διαβάλλουσι δὲ αὐτὸν ὡς καραδοκήσαντα τὴν ἀπόβασιν τῆς μάχης καὶ ἑκόντα βραδύναντα, τὸν δὲ ὑφ’ἑαυτῷ στρατὸν ἀκμῆτα τηρήσαντα, τὴν ἀρχὴν ἑαυτῷ μνώμενον, τότε ἐπιφανῆναι ὅτε ἔμαθε τὸν Σεβῆρον πεπτωκότα. πιστοῦται δὲ τὴν διαβολὴν ταύτην ἀπόβασις · ὕστερον γὰρ Σεβῆρος, μετὰ τὸ πάντα κατορθῶσαι καὶ εἶναι ἐν ἀμερίμνῳ βίῳ, τοὺς μὲν ἄλλους πάντας στρατηγοὺς αὑτοῦ μεγάλως ἠμείψατο, τὸν δὲ Λαῖτον μόνον, ὡς εἰκός, μνησικακήσας διεχρήσατο.

3.7.5ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δ’οὖν, ὡς προείρηται, τοῦ Λαίτου ἐπιφανέντος σὺν νεαρῷ στρατῷ οἱ μὲν τοῦ Σεβήρου ἐπερρώσθησαν, τόντε Σεβῆρον τοῦ ἵππου ἐπεβίβασαν καὶ τὴν χλαμύδα περιέθεσαν ·

3.7.6οἱ δὲ τοῦ Ἀλβίνου οἰόμενοι ἤδη νενικηκέναι, καὶ ἀτακτότεροι εὑρεθέντες αἰφνιδίως αὐτοῖς ἐπιπεσούσης γενναίας καὶ οὐ προηγωνισμένης δυνάμεως, ἐπ’ὀλίγον ἀντισχόντες εἶξαν, τροπῆςτε καρτερᾶς γενομένης ἐδίωξαν αὐτοὺς φονεύοντες οἱ Σεβήρου, μέχρις οὗ ἐς τὴν πόλιν ἐσέβαλον. τὸ μὲν οὖν πλῆθος τῶν ἑκατέρωθεν ἀνῃρημένων ἁλόντων, ὡς ἕκαστος ἐβουλήθη τῶν τότε συγγραψάντων, ἱστόρησεν ·

3.7.7οἱ δὲ τοῦ Σεβήρου τήντε Λούγδουνον διαρπάσαντες καὶ ἐμπρήσαντες, τόντε Ἀλβῖνον συλλαβόντες καὶ τῆς κεφαλῆς ἀφελόντες, κομίσαντες αὐτὴν τῷ Σεβήρῳ δισσὰ καὶ μέγιστα ἤγειραν τρόπαια, τὸ μὲν ἐν ἀνατολῇ τὸ δ’ὑπ’ἄρκτῳ, ὡς μηδὲν ταῖς Σεβήρου μάχαις νίκαις παραβάλλεσθαι μήτε πλήθει δυνάμεως μήτε ἐθνῶν κινήσεσιν ἀριθμῷτε παρατάξεων ὁδοιπορίαςτε μήκει καὶ τάχει.

3.7.8μεγάλαι μὲν γὰρ καὶ αἱ Καίσαρος πρὸς Πομπήιον ἑκατέρωθεν στρατοπέδων Ῥωμαϊκῶν μάχαι, καὶ αὖ τοῦ Σεβαστοῦ πρὸς Ἀντώνιον τοὺς Πομπηίου παῖδας, εἴτέ τι πρότερον Σύλλᾳ Μαρίῳ ἐν ἐμφυλίοις καὶ Ῥωμαϊκαῖς μάχαις ἄλλοις πέπρακται · ἕνα δὲ ἄνδρα τρεῖς καθελόντα βασιλέας ἤδη κρατοῦντας, καὶ τοῦ μὲν ἐν Ῥώμῃ στρατοῦ σοφίᾳ περιγενέσθαι καὶ τὸν ὄντα ἐν τῇ βασιλείῳ αὐλῇ καθῃρηκέναι, τὸν δὲ τῶν ἐν τῇ ἀνατολῇ κρατοῦντα πάλαι καὶ ὑπὸ Ῥωμαίων βασιλέα κληθέντα, τὸν δὲ ἐν Καίσαρος τιμῇ καὶ ἐξουσίᾳ γεγονότα χειρωσάμενον ἀνδρείᾳ, οὐκ ἔστιν ἄλλον ῥᾳδίως εἰπεῖν. τέλει μὲν δὴ τοιούτῳ Ἀλβῖνος ἐχρήσατο, πρὸς

3.8

3.8.1ὀλίγον ἀπολαύσας ὀλεθρίου τιμῆς · δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρῆτο. καὶ πέμψας τὴν κεφαλὴν τοῦ Ἀλβίνου δημοσίᾳ ἀνασταυρωθῆναι κελεύει · γράμμασίτε τῷ δήμῳ τὴν νίκην ἑαυτοῦ δηλώσας ἐπὶ τέλει καὶ τοῦτο προσέθηκε, πεπομφέναι τὴν κεφαλὴν αὐτοῦ δημοσίᾳ περίοπτον, ἵνα αὐτὸς οἷόν περ ἐδείκνυεν αὑτοῦ τὸν θυμὸν ἴδῃ καὶ τὴν πρὸς ἐκείνους ὀργήν.

3.8.2διοικήσας δὲ τὰ κατὰ τὴν Βρεττανίαν καὶ διελὼν ἐς δύο ἡγεμονίας τὴν τοῦ ἔθνους ἐξουσίαν, τάτε κατὰ τὰς Γαλλίας, ὡς ᾤετο, ἄριστα διαθείς, πάνταςτε τοὺς Ἀλβίνου φίλους εἴτε ἑκουσίως εἴθ’ὑπὸ ἀνάγκης αὐτῷ γνωρισθέντας φονεύσας, τάςτε οὐσίας αὐτῶν δημεύσας, ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων ἅπαντα τὸν στρατὸν σὺν αὑτῷ, ὡς φανείη φοβερώτερος.

3.8.3ἀνύσας δὴ πολλῷ τὴν ὁδοιπορίαν τάχει, ὥσπερ ἦν ἔθος αὐτῷ, χαλεπαίνων πρὸς ἔτι περιόντας τοὺς ἐκείνου φίλους ἐς τὴν Ῥώμην εἰσήλασεν. δὲ δῆμος αὐτὸν δαφνηφορῶν μετὰ πάσης τιμῆς καὶ εὐφημίας ὑπεδέξατο, τε σύγκλητος προσηγόρευσαν, οἱ πλεῖστοι ἐν μεγίστῳ δέει καθεστῶτες, λογιζόμενοι ὅτι αὐτῶν οὐ φείσεται, φύσει μὲν ὢν ἐχθρὸς χαλεπώτατος καὶ μικρᾶς προφάσεως δεόμενος ἐς τὸ ἀδικῆσαι, τότε δὲ δοκῶν καὶ εὐλόγους ἔχειν αἰτίας.

3.8.4 δ’οὖν Σεβῆρος ἐς τὸ τοῦ Διὸς τέμενος ἀνελθὼν καὶ τὰς λοιπὰς τελέσας ἱερουργίας ἐπανῆλθεν ἐς τὰ βασίλεια, καὶ τῷ δήμῳ προύθηκεν ἐπὶ ταῖς νίκαις μεγίστας νομάς. τοῖςτε στρατιώταις ἐπέδωκε χρήματα πλεῖστα, ἄλλατε πολλὰ συνεχώρησεν μὴ πρότερον εἶχον ·

3.8.5καὶ γὰρ τὸ σιτηρέσιον πρῶτος ηὔξησεν αὐτοῖς, καὶ δακτυλίοις χρυσοῖς χρήσασθαι ἐπέτρεψε γυναιξίτε συνοικεῖν, ἅπερ ἅπαντα σωφροσύνης στρατιωτικῆς καὶ τοῦ πρὸς τὸν πόλεμον ἑτοίμουτε καὶ εὐσταλοῦς ἀλλότρια ἐνομίζετο. καὶ πρῶτός γε ἐκεῖνος τὸ πάνυ αὐτῶν ἐρρωμένον καὶ τὸ σκληρὸν τῆς διαίτης τότε εὐπειθὲς πρὸς τοὺς πόνους καὶ εὔτακτον μετ’αἰδοῦς πρὸς ἄρχοντας ἐπανέτρεψε, χρημάτωντε ἐπιθυμεῖν διδάξας καὶ μεταγαγὼν ἐς τὸ ἁβροδίαιτον.

3.8.6διοικήσας δὲ ταῦτα, ὡς ᾤετο, ἄριστα, κατελθὼν ἐς τὴν σύγκλητον βουλήν, ἀνελθώντε ἐς τὸν βασίλειον θρόνον, πικρῶς κατηγόρησε τῶν Ἀλβίνου φίλων, ὧν μὲν ἐπιστολὰς προκομίζων ἀπορρήτους, ἃς ἐν τοῖς ἐκείνου ἀποθέτοις εὗρε γράμμασιν, οἷς δὲ δῶρα ὀνειδίζων πεμφθέντα ἐκείνῳ πολυτελέστερα · ἄλλοις δὲ ἄλλας ἐπιφέρων αἰτίας, τοῖς μὲν ἐξ ἀνατολῆς ἀνθρώποις φιλίαν Νίγρου τοῖς δ’ἐπὶ θάτερα γνῶσιν Ἀλβίνου, πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου βουλῆς καὶ τοὺς κατὰ ἔθνη πλούτῳ γένει ὑπερέχοντας ἀφειδῶς ἀνῄρει, ὡς μὲν προσεποιεῖτο, χαλεπαίνων πρὸς ἐχθρούς, τὸ δ’ἀληθές, ὑπερβαλλούσης ἐν αὐτῷ φιλοχρηματίας ·

3.8.7οὐδεὶς γοῦν βασιλέων οὕτω χρημάτων ἡττήθη.

3.8.8ὡς γὰρ καρτερίᾳ ψυχῆς καὶ ἀνεξικακίᾳ πόνων διοικήσειτε στρατιωτικῶν πραγμάτων οὐδενὸς τῶν ἐπαινουμένων ἀπελείπετο, οὕτως ἐν αὐτῷ ἐπλήθυνε τὸ φιλοχρήματον ἐξ ἀδικίας, φονῶν ἐκ τῆς τυχούσης αἰτίας. φόβῳ γοῦν ἦρξε μᾶλλον τῶν ἀρχομένων εὐνοίᾳ.

3.8.9τῷ μέντοι δήμῳ ἐπειρᾶτο ποιεῖν κεχαρισμένα · καὶ γὰρ θέας πολυτελεῖς καὶ παντοδαπὰς συνεχῶς ἐπετέλει, καὶ θυρίων ἑκατοντάδας ἀνεῖλε πολλάκις τῶν ἀπὸ πάσας γῆς ἡμετέραςτε καὶ βαρβάρου, νομάςτε μεγαλοφρόνως ἐπεδίδου. ἐπετέλεσε δὲ καὶ ἐπινίκιον ἀγῶνα, τοὺς πανταχόθεν μούσηςτε ὑποκριτὰς καὶ ἀνδρείας μαθητὰς μεταπεμψάμενος.

3.8.10εἴδομεν δὲ ἐπ’αὐτοῦ καὶ θέας τινῶν παντοδαπῶν θεαμάτων ἐν πᾶσι θεάτροις ὁμοῦ, ἱερουργίαςτε καὶ παννυχίδας ἐπιτελεσθείσας ἐς μυστηρίων ζῆλον · αἰωνίους δὲ αὐτὰς ἐκάλουν οἱ τότε, ἀκούοντες τριῶν γενεῶν διαδραμουσῶν ἐπιτελεῖσθαι. κήρυκες γοῦν κατάτε τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν διεφοίτων καλοῦντες ἥκειν καὶ θεάσασθαι πάντας μήτε εἶδον μήτε ὄψονται. οὕτως μεταξὺ χρόνος τῆς παρελθούσης ἑορτῆς καὶ τῆς μελλούσης ἐδηλοῦτο, πᾶσαν ἡλικίαν ἀνθρώπων ὑπερβαίνων.

3.9

3.9.1διατρίψας δὲ ἱκανοὺς χρόνους ἐν τῇ Ῥώμῃ, τούςτε υἱεῖς αὑτοῦ κοινωνοὺς τῆς βασιλείας καὶ αὐτοκράτορας ἀποδείξας, βουλόμενος δόξαν ἄρασθαι νίκης μὴ μόνον ἐμφυλίουτε καὶ κατὰ Ῥωμαϊκῶν στρατοπέδων, ἐφ’ καὶ θριαμβεῦσαι ᾐδέσθη, ἀλλὰ καὶ κατὰ βαρβάρων ἐγεῖραι τρόπαια, πρόφασιν ποιούμενος τὴν Βαρσημίου τοῦ Ἀτρηνῶν βασιλέως πρὸς Νίγρον φιλίαν ἐστράτευσεν ἐπὶ τὴν ἀνατολήν.

3.9.2παριὼν δὲ καὶ τὴν Ἀρμενίαν καταδραμεῖν ἠθέλησε · φθάσας δὲ τῶν Ἀρμενίων βασιλεὺς χρήματάτε αὐτῷ καὶ δῶρα ὁμήρουςτε ἱκετεύων ἔπεμψε, σπονδὰς καὶ εὔνοιαν ὑπισχνούμενος. δὲ Σεβῆρος τῶν ἐν Ἀρμενίᾳ προχωρούντων κατὰ γνώμην ἐπὶ τὴν Ἀτρηνῶν ἠπείγετο. προσέφυγε δὲ αὐτῷ καὶ Ὀσροηνῶν βασιλεὺς Αὔγαρος, τούςτε παῖδας ὁμηρεύειν ἐς ἀσφάλειαν πίστεως ἐξέδωκε, τοξόταςτε πλείστους συμμάχους ἤγαγεν.

3.9.3 δὲ Σεβῆρος διαβὰς τὴν τῶν ποταμῶν μέσην γῆντε καὶ Ἀδιαβηνῶν χώραν, ἐπέδραμε καὶ τὴν εὐδαίμονα Ἀραβίαν · φέρει γὰρ πόας εὐώδεις, αἷς ἀρώμασι καὶ θυμιάμασι χρώμεθα. πολλὰς δὲ κώμας καὶ πόλεις πορθήσας τήντε χώραν λεηλατήσας, ἐλθὼν ἐς τὴν Ἀτρηνῶν χώραν, προσκαθεζόμενος τὰς Ἄτρας ἐπολιόρκει.

3.9.4ἦν δὲ πόλις ἐπ’ἄκρας ὑψηλοτάτης ὄρους, τείχει μεγίστῳ καὶ γενναίῳ περιβεβλημένη, πλήθειτε ἀνδρῶν τοξοτῶν ἀκμάζουσα. δὲ τοῦ Σεβήρου στρατὸς προσκαθεζόμενος ἐπολιόρκει παντὶ σθένει, πειρώμενος τὴν πόλιν ἐξελεῖν · μηχαναίτε παντοδαπαὶ προσήγοντο τῷ τείχει, καὶ οὐδὲν παρελείπετο εἶδος πολιορκίας.

3.9.5οἱ δὲ Ἀτρηνοὶ γενναίως ἀπεμάχοντο, τόξοιςτε καὶ λίθοις ἄνωθεν βάλλοντες οὐ μικρῶς ἐλύπουν τὸν τοῦ Σεβήρου στρατόν. σκεύητε κεράμου πεποιημένα πληροῦντες πτηνῶν, μικρῶν μὲν ἰοβόλων δὲ θηρίων, ἐπέβαλλον αὐτοῖς · τὰ δὲ ἐμπίπτοντα ταῖς ὄψεσι, καὶ εἴ τί που παραγεγύμνωτο τοῦ σώματος, λανθάνοντα καὶ παρεισιόντα τιτρώσκοντάτε αὐτοὺς ἐλυμαίνετο.

3.9.6καὶ μὴ φέροντες τὸ πνιγῶδες τοῦ ἀέρος διὰ τὸ ὑπερβάλλον τοῦ ἡλίου πῦρ, νόσοις περιπίπτοντες διεφθείροντο, ὡς πλεῖστον μέρος τοῦ στρατοῦ διὰ τοιαύτας αἰτίας μᾶλλον ἀπόλλυσθαι πρὸς τῶν πολεμίων.

3.9.7ἀπαγορεύοντος δὲ τοῦ στρατοῦ πρὸς τὰ εἰρημένα, τῆςτε πολιορκίας μὴ προχωρούσης ἀλλὰ μᾶλλον βλαπτομένων τῶν Ῥωμαίων κατορθούντων, τὸν στρατὸν Σεβῆρος, ὡς μὴ διαφθαρείη πᾶς, ἄπρακτον ἐπανήγαγε, δυσφοροῦντα ἐπὶ τῷ μὴ ὡς ἐβούλετο τὰ τῆς πολιορκίας αὐτῷ προκεχωρηκέναι · νικᾶν γὰρ πάντοτε ἐν ταῖς μάχαις εἰθισμένος τὸ μὴ περιγενέσθαι ἧτταν ἡγεῖτο.

3.9.8πλὴν παρεμυθήσατο αὐτὸν συναιρομένη τότε τοῖς ἐκείνου πράγμασι τύχη · οὐ γὰρ παντάπασιν ἄπρακτος ἐπανῆλθεν, ἀλλὰ μείζονα κατορθώσας ὧν ἤλπισε.

3.9.9καταπλέων γὰρ στρατὸς ναυσὶ πολλαῖς οὐκ ἐς ἃς ἐβούλετο Ῥωμαίων ὄχθας κατηνέχθη, ἐπὶ πλεῖστον δὲ αὐτὸν ἐξαγαγόντος τοῦ ῥεύματος προσώκειλε ταῖς Παρθυαίων ὄχθαις, αἳ μὴ πολλῶν ἡμερῶν ὁδὸν ἀπεῖχον τῆς ἐς Κτησιφῶντα ἐφόδου, ἔνθα ἦν τὰ βασίλεια τοῦ Παρθυαίου καὶ αὐτὸς διέτριβεν εἰρήνην ἄγων, μηδέν τι προσήκειν νομίζων ἑαυτῷ τὰς πρὸς τοὺς Ἀτρηνοὺς Σεβήρου μάχας ·

3.9.10ἡσύχαζεν οὖν, μηδέν τι δεινὸν προσδεχόμενος. δὲ τοῦ Σεβήρου στρατὸς ἄκων προσαχθεὶς ὑπὸ τοῦ ῥεύματος ταῖς ἐπέκεινα ὄχθαις, ἀπόβασίντε ποιησάμενος, τὴν γῆν ἐλεηλάτει, θρέμματάτε τὰ ἐμπίπτοντα ἀπελαύνων, ἵν’ἔχῃ τροφάς, καὶ κώμας ἐμπιπρὰς τὰς ἐμπιπτούσας. κατ’ὀλίγοντε προϊὼν ἐπέστη Κτησιφῶντι, ἔνθ’ἦν μέγας βασιλεὺς Ἀρτάβανος.

3.9.11προσπεσόντες δὲ οἱ Ῥωμαῖοι ἀπαρασκεύοις τοῖς βαρβάροις, πάντατε τὸν ἐμπίπτοντα ἐφόνευον καὶ διήρπασαν τὰ ἐν τῇ πόλει, πάνταςτε παῖδας καὶ γυναῖκας αἰχμαλώτους ἔλαβον. φυγόντος δὲ τοῦ βασιλέως σὺν ὀλίγοις ἱππεῦσι τούςτε θησαυροὺς αὐτοῦ τῶν χρημάτων αἴρουσι, καὶ πάντα τὸν κόσμον καὶ κειμήλια ἁρπάσαντες ἐπανίασιν.

3.9.12οὕτω μὲν δὴ Σεβῆρος, τύχῃ μᾶλλον γνώμῃ, τῇ κατὰ Παρθυαίων νίκῃ κεκόσμητο · τούτων δὲ αὐτῷ δεξιῶς καὶ ὑπὲρ πᾶσαν εὐχὴν προχωρησάντων ἐπέστειλε τῇτε συγκλήτῳ καὶ τῷ δήμῳ, τάςτε πράξεις μεγαληγορῶν, τὰς μάχαςτε καὶ τὰς νίκας δημοσίαις ἀνέθηκε γραφαῖς. δὲ σύγκλητος πάσαςτε τιμὰς ἐψηφίσατο αὐτῷ, καὶ προσηγορίας ἀπὸ τῶν ἐθνῶν τῶν κεχειρωμένων.

3.10

3.10.1κατορθώσας δὲ τὰ κατὰ τὴν ἀνατολὴν Σεβῆρος ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων καὶ τοὺς παῖδας ἐς ἡλικίαν ἐφήβων ἤδη τελοῦντας. ἀνύσας δὲ τὴν ὁδοιπορίαν, τάτε ἐν τοῖς ἔθνεσι διοικήσας ὡς ἑκάστῳ ἀπῄτει τὸ χρειῶδες, τάτε ἐν Μυσοῖς καὶ Παίοσι στρατόπεδα ἐπελθών, νικηφόρος ὑπὸ τοῦ Ῥωμαίων δήμου μετὰ μεγάλης εὐφημίαςτε καὶ θρησκείας ὑπεδέχθη, θυσίαςτε καὶ ἑορτὰς θέαςτε καὶ πανηγύρεις τῷ δήμῳ παρέσχε ·

3.10.2νομάςτε μεγαλοφρόνως ἐπιδοὺς καὶ θέας τελέσας ἐπινικίους, ἐτῶν οὐκ ὀλίγων ἐν τῇ Ῥώμῃ διέτριψε, δικάζωντε συνεχῶς καὶ τὰ πολιτικὰ διοικῶν, τούςτε υἱεῖς παιδεύων καὶ σωφρονίζων.

3.10.3οἳ δέ (ἤδη μειράκια ἤστην) ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης τῆςτε περὶ τὰ θέατρα ὑπερβαλλούσης σπουδῆς ἡνιοχείαςτε καὶ ὀρχήσεως τὰ ἤθη διεφθείροντο. πρόςτε ἀλλήλους ἐστασίαζον οἱ ἀδελφοί, τὰ πρῶτα μὲν ὑπὸ παιδαριώδους φιλονεικίας δι’ὀρτύγων μάχας καὶ ἀλεκτρυόνων συμβολὰς πάλαςτε παίδων ἀλλήλοις ἐρίζοντες.

3.10.4τε περὶ τὰ θεάματα αὐτῶν τὰ ἀκροάματα σπουδὴ φιλονείκως ἑκάστοτε ἐμερίζετο · καὶ οὐδενὶ ἀμφότεροι ὁμοίως ἠρέσκοντο, ἀλλὰ πᾶν τὸ τῷ ἑτέρῳ φίλον τῷ ἄλλῳ ἐχθρὸν ἦν. συνέκρουον δὲ αὐτοὺς ἑκατέρωθεν οἵτε κόλακες καὶ οἱ θεράποντες, πρὸς τὸ ἡδὺ τῆς ἡλικίας κολακεύοντες καὶ ἀνθέλκοντες. δὲ Σεβῆρος ταῦτα πυνθανόμενος συνάγειντε καὶ σωφρονίζειν ἐπειρᾶτο.

3.10.5τὸν δὲ πρεσβύτερον, γνήσιον μὲν ἦν ὄνομα Βασσιανὸς πρὶν ἐς τὸν βασίλειον οἶκον παρελθεῖν, ὅτε δὲ τὴν τῆς ἀρχῆς τιμὴν εὐτύχησε, Σεβῆρος Ἀντωνῖνον ὠνόμασε, Μάρκου θελήσας αὐτὸν προσηγορίαν φέρειν · ἠγάγετότε αὐτῷ γυναῖκα, γάμῳ σωφρονίσαι θέλων. ἦν δὲ ἐκείνη θυγάτηρ τοῦ ἐπάρχοντος τῶν στρατοπέδων ·

3.10.6Πλαυτιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον τὰ μὲν πρῶτα τῆς ἡλικίας εὐτελῆ (τινὲς αὐτὸν καὶ πεφυγαδεῦσθαι ἔλεγον ἁλόντα ἐπὶ στάσεσι καὶ πολλοῖς ἁμαρτήμασιν), ὄντα δὲ πολίτην ἑαυτοῦ (Λίβυς γὰρ κἀκεῖνος ἦν), ὡς μέν τινες ἔλεγον, πρὸς γένους αὐτῷ ὑπάρχοντα, ὡς δὲ ἕτεροι μᾶλλον διέβαλλον, ἀκμαζούσῃ τῇ ἡλικίᾳ γενόμενον παιδικά, πλὴν ἀλλ’ Σεβῆρος ἐκ μικρᾶς καὶ εὐτελοῦς τύχης ἐς μεγάλην προήγαγεν ἐξουσίαν, πλούτῳτε ὑπερβάλλοντι ἐκόσμησε, τῶν ἀναιρουμένων χαριζόμενος τὰς οὐσίας, οὐδὲν ἕτερον ἀλλ’ μερισάμενος πρὸς αὐτὸν τὴν ἀρχήν.

3.10.7ᾗπερ ἐκεῖνος ἀποχρώμενος οὔτε ὠμότητος οὔτε βίας ἐν πᾶσιν οἷς ἔπραττεν ἀπείχετο, φοβερώτερος τῶν πώποτε ἀρχόντων γενόμενος. τούτου τὴν θυγατέρα ζεύξας Σεβῆρος τῷ υἱῷ τὸν οἶκον ἥνωσεν.

3.10.8 δὲ Ἀντωνῖνος οὐ πάνυ τι ἡδόμενος τῷ γάμῳ, ἀνάγκῃ δὲ μᾶλλον προαιρέσει συνεζευγμένος, ἀπεχθῶς πάνυ πρόςτε τὴν κόρην διέκειτο καὶ πρὸς τὸν πατέρα αὐτῆς, ὡς μήτε εὐνῆς μήτε ἑστίας κοινωνεῖν, μυσάττεσθαίτε τὴν κόρην, ἀπειλεῖντε ἑκάστοτε ἀποκτενεῖν καὶ αὐτὴν καὶ τὸν πατέρα, ἐπὰν τῆς ἀρχῆς ἐγκρατὴς γένηται μόνος. ταῦτα δὴ κόρη ἑκάστοτε ἀπήγγελλε τῷ πατρί, καὶ τοῦ γάμου τὸ μῖσος διηγουμένη παρώξυνεν

3.11

3.11.1αὐτόν. δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σεβῆρον πρεσβύτηντε ἤδη καὶ ὑπὸ νόσου συνεχῶς ἐνοχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώςτε αὐτοῦ τὰς ἀπειλάς, δρᾶσαί τι μᾶλλον φθάσας παθεῖν ἀναμείνας ἠθέλησεν.

3.11.2ἔτιτε αὐτὸν καὶ πολλὰ ἦν τὰ πρὸς βασιλείας ἐπιθυμίαν ἀναπείθοντα, πλούτουτε περιβολὴ μὴ πρότερόν τινι ἰδιωτεύοντι ἐγένετο, στρατιωτῶντε θεραπεῖαι, τιμαίτε αἱ παρὰ τῶν ἀρχομένων, σχῆμάτε προῄει · ἠμφίεστο γὰρ τήντε πλατύσημον ἐσθῆτα, ἔντε τοῖς δεύτερον ὑπατεύσασιν ἐτέτακτο, παρῃώρητότε αὐτῷ ξίφος, καὶ παντὸς ἀξιώματος σχῆμα ἔφερε μόνος.

3.11.3προϊὼν δὲ φοβερὸς ἦν, ὡς μήτε τινὰ προσιέναι, ἀλλὰ καὶ τοὺς ὑπαντωμένους ἀναστρέφειν · οἵτε προϊόντες αὐτοῦ ἐκήρυττον μηδένα παρεστάναι μη δ’ἐς αὐτὸν βλέπειν, ἀλλ’ἀποστρέφεσθαι καὶ κάτω βλέπειν. οἷσπερ καὶ Σεβῆρος ἀγγελλομένοις οὐ πάνυ τι ἠρέσκετο, ἀλλ’ἐπαχθὴς ἤδη καὶ βαρὺς κἀκείνῳ ἐγένετο, ὡς καὶ περιελεῖν τινὰ αὐτοῦ τῆς ἐξουσίας τὸν Σεβῆρον, καὶ πεῖσαι κολούειν τὸ ὑπερβάλλον τῆς ἀλαζονείας.

3.11.4 δὴ μὴ φέρων Πλαυτιανὸς ἐτόλμησεν ἐπιβουλεῦσαι τῇ ἀρχῇ. καὶ μηχανᾶται τοιάδε. Σατορνῖνος ἦν εἷς τῶν ὑπ’αὐτῷ χιλιαρχούντων. οὗτος ὑπερβαλλόντως τὸν Πλαυτιανὸν ἐθεράπευε · καὶ πάντων μὲν τοῦτο ποιούντων, ἐκεῖνος δὲ πλείονι θρησκείᾳ ᾠκείωτο αὐτόν. τοῦτον πιστότατον ἡγούμενος καὶ ἀπορρήτους μόνον οἷόντε φυλάξαι καὶ πληρῶσαι ἐντολάς, περὶ δείλην μεταπεμψάμενος πάντων ἀνακεχωρηκότων νῦν σοι καιρός ἔφη τέλος γενναῖον ἐπιθεῖναι εὐνοίᾳτε καὶ ὑπηρεσίᾳ ἣν πρός με ἐπεδείξω, ἐμοίτε ἀμείψασθαί σε κατ’ἀξίαν καὶ τὴν προσήκουσαν χάριν ἀποδοῦναι.

3.11.5πρόκειται δέ σοι αἵρεσις τοῦ εἶναι ὅπερ ἐμὲ νῦν ὁρᾷς ὄντα, καὶ τήνδε τὴν ἐξουσίαν παραλαβεῖν διαδεξάμενόν με, τεθνάναι αὐτίκα ἀπειθείας ὑποσχόντα τιμωρίαν.

3.11.6μη δέ σε τοῦ ἔργου τὸ μέγεθος ἐκπληττέτω, μη δὲ τὸ τῶν βασιλέων ὄνομα ταραττέτω. εἰσιέναι γὰρ μέχρι τοῦ δωματίου ἔνθα ἀναπαύονται δύνασαι μόνος, ἅτε τὴν νυκτερινὴν φρουρὰν ἐκ περιόδου ἐγκεχειρισμένος. τι δ’ἂν μέλλῃς πράττειν, λανθάνων ἀκωλύτως ἐς τέλος ἄξεις, ἐπεὶ μήτ’ἐμὲ τοιαῦτα ἔτι κελεῦσαι προσδόκα μήτε σὲ ἐπακοῦσαι.

3.11.7ἄνελθε δὴ ἐς τὴν βασίλειον αὐλήν, καὶ ὥς τινας ἀγγελίας ἐπειγούσας καὶ ἀπορρήτους παρ’ἐμοῦ φέρων ἐπεισελθὼν αὐτοῖς ἀπόκτεινον. ἀνὴρ δὲ γενναῖος γενοῦ, ῥᾳδίως κατεργασάμενος πρεσβύτηντε καὶ παιδάριον. μετασχὼν γὰρ τὸ μέρος τῶν κινδύνων, μεθέξεις καὶ τῶν μεγίστων τῆς κατορθώσεως τιμῶν.

3.11.8ταῦτα ἀκούσας χιλιάρχης ἐξεπλάγη μὲν τὴν ψυχήν, οὐκ ἐταράχθη δὲ τὴν γνώμην, ἀλλ’ἅτε ἀνὴρ οὐκ ἔξω φρενῶν καθεστώς (καὶ γὰρ ἦν τῷ γένει Σύρος, δριμύτεροι δ’ὡς πρὸς τὰς ἐννοίας οἱ ὑπὸ τὴν ἀνατολὴν ἄνθρωποι) τὸν θυμὸν ὁρῶν ἐνθουσιῶντα τοῦ κελεύοντος καὶ τὴν ἐξουσίαν εἰδὼς οὐκ ἀντεῖπεν, ὡς μὴ παρ’αὐτὰ κολασθείη, προσποιησάμενος δὲ εὐκταῖα καὶ ἀσπαστὰ ἀκούειν, προσκυνήσαςτε ὡς ἤδη βασιλέα, γραμματεῖον ᾔτησε τοῦ φόνου φέρον τὰς ἐντολάς.

3.11.9ἔθος γὰρ τοῦτο τυραννικόν, εἴ τινα ἐκπέμποιεν ἐπὶ φόνον ἄκριτον, ἐντέλλεσθαι τοῦτο διὰ γραμμάτων, ἵνα μὴ γινόμενον ἀκατασήμαντον. δὲ Πλαυτιανὸς τυφλώττων τῇ ἐπιθυμίᾳ δίδωσιν αὐτῷ τὸ γραμματεῖον, καὶ ἐκπέμπει ἐπὶ τὸν φόνον, ἐντειλάμενος, ἐπὴν ἀμφοτέρους διαχρήσηται, πρὶν διαβόητον γενέσθαι τὸ πραχθὲν πέμψαι τοὺς καλέσοντας αὐτόν, ἵνα ὀφθῇ πρότερον ἐν τοῖς βασιλείοις ἀκουσθῇ τὴν βασιλείαν παραλαβών.

3.12

3.12.1ἐπὶ ταύταις δὴ ταῖς συνθήκαις ἀνελθὼν χιλιάρχης εἰσῆλθε μὲν διὰ πάσης τῆς βασιλικῆς οἰκίας κατὰ τὸ ἔθος ἀκωλύτως · εἰδὼς δὲ ἀδύνατον ὂν δύο διαχειρίσασθαι βασιλέας, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, ἐπιστὰς τῷ δωματίῳ τοῦ Σεβήρου, καλέσας τοὺς τοῦ βασιλικοῦ θαλάμου φύλακας, ἠξίωσεν εἰσαχθῆναι πρὸς αὐτὸν ὡς δὴ ὑπὲρ σωτηρίας αὐτῷ τινὰ ἀγγέλλων.

3.12.2οἳ δὲ δηλώσαντες τῷ Σεβήρῳ, καὶ κελεύσαντος αὐτοῦ, τὸν χιλίαρχον εἰσήγαγον. δὲ εἰσελθών ἥκω σοι ἔφη, δέσποτα, ὡς μὲν πέμψας οἴεται, φονεὺς καὶ δήμιος, ὡς δ’αὐτὸς εὔχομαίτε καὶ βούλομαι, σωτήρτε καὶ εὐεργέτης. Πλαυτιανὸς γὰρ ἐπιβουλεύων τῇ ἀρχῇ ἐνετείλατό μοι φόνον σόντε καὶ τοῦ παιδός, καὶ τοῦτο οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι · καὶ μαρτυρεῖ τὸ γραμματεῖον. ἐγὼ δὲ ὑπεσχόμην μέν, ὅπως μὴ ἐμοῦ τὸ ἔργον παραιτησαμένου ἄλλῳ ἐγχειρισθῇ · σοὶ δὲ ταῦτα δηλώσων ἥκω, ὡς ἂν μὴ λάθῃ τὰ τολμώμενα.

3.12.3τοιαῦτά τινα λέγοντος αὐτοῦ καὶ δακρύοντος οὐκ εὐθέως Σεβῆρος ἐπίστευσεν, ἀλλ’ἅτε πολὺ ἔχων ἐν τοῖς στέρνοις τὸ Πλαυτιανοῦ φίλτρον, συσκευήν τινα καὶ σκηνὴν τὸ πρᾶγμα ὑπώπτευσεν, ἡγεῖτότε τὸν υἱὸν αὑτοῦ ἔχθει τῷ Πλαυτιανοῦ καὶ μίσει τῆς ἐκείνου θυγατρὸς εὑρηκέναι τινὰ τέχνην κατ’αὐτοῦ καὶ διαβολὴν θανατηφόρον.

3.12.4μεταπεμψάμενος δὲ τὸν υἱὸν ᾐτιᾶτο ὡς τοιαῦτα συσκευάζοντα κατ’ἀνδρὸς εὔνου καὶ οἰκείου. δὲ Ἀντωνῖνος τὰ μὲν πρῶτα ἀπώμνυτο, μη δ’εἰδέναι φάσκων τὰ λεγόμενα · ἐγκειμένου δὲ τοῦ χιλιάρχου καὶ τὸ γραμματεῖον δεικνύοντος παρεθάρσυνέτε αὐτὸν καὶ προύτρεπεν ἐς τοὺς ἐλέγχους Ἀντωνῖνος. δὲ χιλιάρχης ὁρῶν ἐς ὅσον κίνδυνον ἥκει, δεδιώςτε τὴν πρὸς τὸν Πλαυτιανὸν τοῦ Σεβήρου εὔνοιαν, ἐπιστάμενόςτε ὡς, εἰ λάθοι ἐπιβουλὴ καὶ μὴ ἐλεγχθείη, ὄλεθρος αὐτῷ οὐχ τυχὼν ἐπήρτηται, καὶ τίνα ἔφη, δεσπόται, ἔλεγχον μείζονα βούλεσθε, ποίαν ἀπόδειξιν φανερωτέραν;

3.12.5ἐπιτρέψατε γὰρ δή μοι ἔφη προελθόντι τῶν βασιλείων διά τινος τῶν ἐμοὶ πιστῶν δηλῶσαι ὅτι δὴ τὸ ἔργον κατείργασται. δὲ ἀφίξεται πιστεύσας, καὶ οἰόμενος ἔρημα τὰ βασίλεια καταλήψεσθαι. ὅταν δὲ ἀφίκηται, ὑμέτερον ἤδη ἔργον εὑρεῖν τὴν ἀλήθειαν. ἡσυχίαν δὲ εἶναι πολλὴν ἀνὰ τὰ βασίλεια κελεύσατε, ὅπως μὴ τὸ πραττόμενον προγνωσθὲν ἀνατραπῇ.

3.12.6ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων ἑαυτῷ ἀγγεῖλαι Πλαυτιανῷ ἥκειν τὴν ταχίστην · κεῖσθαι γὰρ ἀμφοτέρους τοὺς βασιλέας, καὶ δεῖν αὐτὸν ἔνδον εἶναι πρὶν ἔκπυστα τῷ δήμῳ γενέσθαι, ὡς ἂν τῆς ἀκροπόλεως κατειλημμένης καὶ τῆς βασιλείας ἱδρυμένης ἑκόντεςτε καὶ ἄκοντες πάντες ὑπακούοιεν οὐκ ἐσομένῳ βασιλεῖ ἀλλ’ἤδη ὄντι.

3.12.7τούτοις πιστεύσας Πλαυτιανὸς ἤδη περὶ δείλην ἑσπέραν, ἀρθεὶς ταῖς ἐλπίσι, θώρακα μὲν ἀμφιέννυται τῆς τοῦ σώματος ἀσφαλείας χάριν, κρύψας δὲ αὐτὸν τῇ λοιπῇ ἐσθῆτι, ἐπιβὰς ὀχήματος αἰφνιδίως ἐς τὰ βασίλεια ἠπείγετο, ὀλίγων αὐτὸν παραπεμπόντων, οἳ παρῆσαν οἰόμενοι κεκλῆσθαι ὑπὸ τῶν βασιλέων διά τινα ἐπείξαντα.

3.12.8ὡς δὲ ἐπέστη τῇ βασιλείῳ αὐλῇ, ἀκωλύτως εἰσῆλθεν, ἀγνοούντων τὸ πραττόμενον τῶν φυλάκων · ὑπαντώμενος δ’ χιλίαρχος ἐνεδρεύωντε προσεῖπεν αὐτοκράτορα, καὶ δῆθεν συνήθως λαβόμενος τῆς χειρὸς ἐς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι τὰ τῶν βασιλέων σώματα.

3.12.9ἤδη δὲ παρεσκευάκει Σεβῆρος νεανίας τῶν περὶ αὑτὸν σωματοφυλάκων, οἳ συλλήψονται αὐτὸν εἰσελθόντα. δὲ Πλαυτιανὸς ἐφ’ἑτέραις ἐσελθὼν ἐλπίσιν ὁρᾷ τοὺς βασιλέας ἀμφοτέρους ἑστῶτας, συλληφθείςτε κατείχετο · καὶ ἐκπλαγεὶς τῷ πράγματι ἐδεῖτο καὶ ἐλιπάρει. ἀπελογεῖτότε, φάσκων πάντα ψευδῆ εἶναι καὶ συσκευὴν κατ’αὐτοῦ καὶ δρᾶμα ἐσκευάσθαι.

3.12.10πολλὰς δὲ τοῦ μὲν Σεβήρου ὀνειδίζοντος εὐεργεσίαςτε καὶ τιμάς, τοῦ δὲ πίστεώςτε καὶ εὐνοίας τῆς ἄνωθεν ὑπομιμνήσκοντος, ἠρέμα πως Σεβῆρος ὑπήγετο πειθοῖ τῶν ὑπὸ τοῦ Πλαυτιανοῦ λεγομένων, ἔστε δὴ ὑπεφάνη τοῦ θώρακος μέρος καταραχθείσης τῆς ἐπ’αὐτῷ ἐσθῆτος. ὅπερ ἰδὼν Ἀντωνῖνος, νέος θρασὺς θυμοειδήςτε καὶ φύσει μισῶν τὸν ἄνθρωπον, ἀλλὰ πρὸς δύο ἔφη ταῦτα τί ἂν ἀποκρίναιο;

3.12.11ἥκεις πρὸς βασιλέας ἑσπέρας μὴ κελεύσαντας · τε θώραξ σοι τί βούλεται; τίς γὰρ ἐς ἑστίασιν κῶμον ὡπλισμένος ἔρχεται; καὶ ταῦτα εἰπὼν κελεύει τῷ χιλιάρχῳ τοῖςτε παροῦσι σπασαμένοις τὰ ξίφη φονεῦσαι τὸν ἄνδρα ὡς ὁμολογουμένως πολέμιον.

3.12.12οἳ δὲ μὴ μελλήσαντες κελεύσαντι τῷ νέῳ βασιλεῖ πείθονται, ἀναιροῦσίτε αὐτὸν καὶ τὸ σῶμα ῥίπτουσιν ἐς τὴν λεωφόρον, ὡς ἂν πᾶσι φανερὸν γένοιτο καὶ ὑπὸ μισούντων ὑβρισθείη. τούτῳ μὲν δὴ τῷ τέλει Πλαυτιανὸς ἐχρήσατο, ἀπλήστῳτε ζήσας πάντων ἐπιθυμίᾳ, καὶ χρησάμενος ἐν τῷ τέλει ἀπίστῳ ὑπηρεσίᾳ ·

3.13

3.13.1 δὲ Σεβῆρος τοῦ μὲν λοιποῦ ἐπάρχοντας δύο τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα τοῦ βίου διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις καὶ τοῖς παραλίοις τῆς Καμπανίας χωρίοις, δικάζωντε καὶ τὰ πολιτικὰ διοικῶν. ἀπάγειν γὰρ ἤθελε τοὺς παῖδας τῆς ἐν Ῥώμῃ διαίτης, χρηστῆς δὲ ἀπολαύειν, ἐπείπερ αὐτοὺς ἑώρα περὶ τὰ θεάματα ἐσπουδακότας ἀπρεπέστερον βασιλεῦσιν ἥρμοζεν.

3.13.2τε περὶ ἐκεῖνα σπουδὴ καὶ φιλονεικία, διάφορον ἔχουσα καὶ ἀντίπαλον ἀεὶ τὴν γνώμην, τῶν ἀδελφῶν ἐτάραττε τὰς ψυχάς, ἐναύσματάτε ἔριδος καὶ ἔχθρας παρεῖχε. μάλιστα δὲ Ἀντωνῖνος ἀφόρητος ἦν ἀποσκευασάμενος τὸν Πλαυτιανόν. ᾐδεῖτο δὲ καὶ ἐφοβεῖτο τὸν πατέρα πρᾶξαί τι ἀνήκεστον · τῇτε θυγατρὶ μὲν ἐκείνου γυναικὶ δὲ αὑτοῦ παντὶ τρόπῳ θάνατον ἐμηχανᾶτο.

3.13.3 δὲ Σεβῆρος αὐτήντε ἐκείνην καὶ τὸν ἀδελφὸν αὐτῆς ἐς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν ἐς τὸ διαβιοῦν δαψιλῶς, μιμησάμενος τὸν Σεβαστόν · καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισί, πολεμίου γενομένου, οὕτως ἐχρήσατο. αὐτὸς δὲ ἐπειρᾶτο συνάγειν ἀεὶ τοὺς παῖδας ἐς φιλίαν καὶ προτρέπειν ἐς ὁμόνοιαν καὶ συμφωνίαν, μύθωντε ἀρχαίων καὶ δραμάτων ὑπεμίμνησκεν, ἀεὶ βασιλέων ἀδελφῶν συμφορὰς ἐκ στάσεως διηγούμενος.

3.13.4θησαυρούςτε καὶ νεώς, πάντα ἐδείκνυε χρημάτων πλήρη, πλοῦτόντε καὶ δύναμιν οὐκ ἔσεσθαι ἔξωθεν ἐπιβουλεῦσαι, τοσαύτης μὲν οὔσης οἴκοι περιουσίας ὡς ἀφειδῶς καὶ δαψιλῶς τοῖς στρατιώταις χορηγεῖν, τῆςτε ἐν Ῥώμῃ δυνάμεως αὐτῆς τετραπλασιασθείσης, καὶ στρατοπέδου τοσούτου πρὸ τῆς πόλεως ἱδρυθέντος ὡς μηδεμίαν εἶναι δύναμιν ἔξωθεν ἐχέγγυον μη δ’ἀντίπαλον πλήθει στρατοῦ μήτε μεγέθει σωμάτων μήτε χρημάτων περιουσίᾳ.

3.13.5πλὴν οὐδὲν ὄφελος τούτων πάντων ἔλεγε στασιαζόντων πρὸς ἀλλήλους, τοῦτε πολέμου ἔνδον ὄντος. μὲν δὴ τοιαῦτά τινα λέγων ἑκάστοτε, ποτὲ μὲν λιπαρῶν ποτὲ δὲ ἐπιπλήττων, σωφρονίζειν αὐτοὺς ἅμα καὶ συνάγειν ἐπειρᾶτο · οἳ δ’οὔτι γε ἐπείθοντο, ἀφηνίαζον δὲ καὶ ἐπεδίδοσαν ἐς τὸ χεῖρον.

3.13.6ἅτε δὲ νεανίας σφριγῶντας καὶ ὑπὸ βασιλικῆς ἐξουσίας ἐς πάσας ἡδονῶν ὀρέξεις ἀπλήστως ὁρμωμένους ἕκαστοι τῶν κολακευόντων ἀνθεῖλκον πρὸς αὑτούς, οὐ μόνον ὑπηρετούμενοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ταῖς περὶ τὰ αἴσχιστα σπουδαῖς, ἀλλὰ καὶ ἀεί τι καινὸν ἐξευρίσκοντες, δι’οὗ εὐφρανοῦσι μὲν ὃν ἐκολάκευον, λυπήσουσι δὲ τὸν ἀδελφόν. ἤδη γοῦν τινὰς καὶ λαβὼν ἐπὶ τοιαύταις ὑπηρεσίαις Σεβῆρος ἐκόλασεν.

3.14

3.14.1ἀσχάλλοντι δὲ αὐτῷ ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων καὶ τῇ περὶ τὰ θεάματα ἀπρεπεῖ σπουδῇ ἐπιστέλλει τῆς Βρεττανίας ἡγούμενος, στασιάζειν τοὺς ἐκεῖ βαρβάρους φάσκων, καὶ κατατρέχοντας τὴν χώραν λείαντε ἀπάγειν καὶ πορθεῖν τὰ πλεῖστα · δεῖσθαι τοίνυν χειρὸς πλείονος πρὸς βοήθειαν τοῦ τόπου βασιλικῆς ἐπιδημίας.

3.14.2 δὲ Σεβῆρος ἀσμένως ταῦτα ἀκούσας, φύσει μὲν καὶ φιλόδοξος ἄλλως ὑπάρχων, καὶ μετὰ τὰς ὑπὸ ἀνατολαῖς καὶ ἄρκτῳ νίκας καὶ προσηγορίας βουλόμενος καὶ κατὰ Βρεττανῶν ἐγεῖραι τρόπαια, ἔτι δὲ καὶ τοὺς υἱοὺς ἀπαγαγεῖν τῆς Ῥώμης θέλων, ὡς ἂν νεάζοιεν ἐν στρατιωτικῷ βίῳ καὶ σώφρονι ἀπαχθέντες τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης, ἐπαγγέλλει τὴν ἐς τὴν Βρεττανίαν ἔξοδον, πρεσβύτηςτε ἤδη ὢν καὶ ὑπὸ τῆς ἀρθρίτιδος νόσου κάμνων · ἀλλὰ τὰ τῆς ψυχῆς αὐτοῦ ἔρρωτο ὑπὲρ πάντα νεανίαν.

3.14.3τὰ πλεῖστα γοῦν καὶ φοράδην φερόμενος τῆς ὁδοιπορίας εἴχετο, οὐ δὲ πώποτε ἐπὶ πολὺ μένων ἀνεπαύετο. ἀνύσας δὲ τὴν ὁδὸν ἅμα τοῖς παισὶ παντὸς λόγου καὶ ἐλπίδος θᾶττον, τὸν ὠκεανὸν διαπλεύσας Βρεττανοῖς ἐπέστη, τούςτε πανταχόθεν στρατιώτας ἀθροίσας καὶ δύναμιν πολλὴν ἀγείρας τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο.

3.14.4οἱ δὲ Βρεττανοὶ τῇ τοῦ βασιλέως ἐκπλαγέντες αἰφνιδίῳ ἐπιδημίᾳ, δύναμίντε ἀκούσαντες παμπλείστην ἐπ’αὐτοὺς ἀθροισθεῖσαν, πρεσβείας ἔπεμπον περίτε εἰρήνης διελέγοντο, ἀπολογεῖσθαίτε ἐβούλοντο πρὸς τὰ προημαρτημένα.

3.14.5 δὲ Σεβῆρος διατριβάςτε χρόνου ζητῶν, ὡς ἂν μὴ πάλιν ἐς τὴν Ῥώμην ἐπείγοιτο, ἔτι δὲ καὶ βουλόμενος προσκτήσασθαι τὴν κατὰ Βρεττανῶν νίκηντε καὶ προσηγορίαν, τοὺς μὲν πρέσβεις αὐτῶν ἀπράκτους ἀπέπεμψεν, εὐτρέπιζε δὲ τὰ πρὸς τὴν μάχην. μάλιστα δὲ γεφύραις ἐπειρᾶτο διαλαμβάνειν τὰ ἑλώδη χωρία, ὡς ἂν ἐπ’ἀσφαλοῦς βαίνοντες οἱ στρατιῶται ῥᾳδίωςτε αὐτὰ διατρέχοιεν καὶ ἐπ’ὀχυροῦ βήματος ἑδραίως ἑστῶτες μάχοιντο.

3.14.6τὰ γὰρ πλεῖστα τῆς Βρεττανῶν χώρας ἐπικλυζόμενα ταῖς τοῦ ὠκεανοῦ συνεχῶς ἀμπώτισιν ἑλώδη γίνεται · οἷς ἔθος τοῖς μὲν βαρβάροις ἐννήχεσθαίτε καὶ διαθεῖν βρεχομένοις μέχρις ἰξύων · γυμνοὶ γὰρ ὄντες τὰ πλεῖστα τοῦ σώματος τῆς ἰλύος καταφρονοῦσιν.

3.14.7οὐ δὲ γὰρ ἐσθῆτος ἴσασι χρῆσιν, ἀλλὰ τὰς μὲν λαπάρας καὶ τοὺς τραχήλους κοσμοῦσι σιδήρῳ, καλλώπισμα τοῦτο καὶ πλούτου σύμβολον νομίζοντες ὥσπερ τὸν χρυσὸν οἱ λοιποὶ βάρβαροι, τὰ δὲ σώματα στίζονται γραφαῖς ποικίλαις καὶ ζῴων παντοδαπῶν εἰκόσιν · ὅθεν οὐ δ’ἀμφιέννυνται, ἵνα μὴ σκέπωσι τοῦ σώματος τὰς γραφάς.

3.14.8εἰσὶ δὲ μαχιμώτατοίτε καὶ φονικώτατοι, ἀσπίδα μόνην στενὴν προβεβλημένοι καὶ δόρυ, ξίφος δὲ παρηρτημένοι γυμνοῦ σώματος. θώρακος δὲ κράνους οὐκ ἴσασι χρῆσιν, ἐμπόδιον νομίζοντες πρὸς τὴν δίοδον τῶν ἑλῶν, ἐξ ὧν τῆς ἀναθυμιάσεως καὶ παχύτητος κατ’ἐκείνην τὴν χώραν ἀὴρ ζοφώδης ἀεὶ φαίνεται. πρὸς δὴ ταῦτα Σεβῆρος ἐξήρτυεν ὅσα συνοίσειν ἔμελλε τῷ Ῥωμαίων στρατῷ λυπήσειν δὲ καὶ ἐμποδιεῖν τὴν τῶν βαρβάρων ὁρμήν.

3.14.9ὡς δὲ αὐτάρκως ὤφθη αὐτῷ τὰ πρὸς τὸν πόλεμον εὐτρεπίσθαι, τὸν μὲν νεώτερον τῶν υἱῶν, τὸν Γέταν καλούμενον, καταλιπὼν ἐν τῷ ὑπὸ Ῥωμαίους ἔθνει δικάσοντάτε καὶ τὰ πολιτικὰ τῆς ἀρχῆς διοικήσοντα, δοὺς αὐτῷ συνέδρους τῶν φίλων τοὺς πρεσβυτέρους, τὸν δὲ Ἀντωνῖνον παραλαβὼν ἐπὶ τοὺς βαρβάρους ἠπείγετο.

3.14.10ὑπερβάντος δὲ τοῦ στρατοῦ τὰ προβεβλημένα ῥεύματάτε καὶ χώματα τῆς Ῥωμαίων ἀρχῆς συμβολαὶ καὶ ἀκροβολισμοὶ πολλάκις ἐγίνοντο τροπαίτε τῶν βαρβάρων. ἀλλὰ τοῖς μὲν ῥᾳδία ἦν φυγή, καὶ διελάνθανον ἔντε δρυμοῖς καὶ ἕλεσι καὶ τῇ τῶν χωρίων γνώσει, ἅπερ πάντα Ῥωμαίοις ὄντα ἐναντία πλείονα παρέσχε τῷ πολέμῳ τὴν διατριβήν ·

3.15

3.15.1τὸν δὲ Σεβῆρον γηραιὸν ὄντα ἤδη νόσος ἐπιμηκεστέρα καταλαμβάνει, ὅθεν αὐτὸς μὲν ἠναγκάζετο μένειν οἴκοι, τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν διοικήσοντα τὰ στρατιωτικά. δὲ Ἀντωνῖνος τῶν μὲν πρὸς τοὺς βαρβάρους μετρίως ἐφρόντιζεν, ἐπειρᾶτο δὲ οἰκειοῦσθαι τὰ στρατεύματα, καὶ πάντας ἀνέπειθεν ἐς αὑτὸν βλέπειν μόνον, ἐμνᾶτότε παντὶ τρόπῳ τὴν μοναρχίαν, διαβάλλων τὸν ἀδελφόν.

3.15.2 δὲ πατὴρ ἐπὶ πολὺ νοσῶν καὶ πρὸς τὸν θάνατον βραδύνων ἐπαχθὴς αὐτῷ καὶ ὀχληρὸς ἐφαίνετο · ἀνέπειθέτε ἰατροὺς καὶ ὑπηρέτας κακουργῆσαί τι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. πλὴν ἀλλὰ μόλις ποτὲ Σεβῆρος, λύπῃ τὸ πλεῖστον διαφθαρείς, ἀνεπαύσατο τοῦ βίου, ἐνδοξότατα βιώσας, ὅσον πρὸς τὰ πολεμικά, τῶν πώποτε βασιλέων ·

3.15.3οὔτε γὰρ ἐμφύλια κατ’ἐχθρῶν οὔτε ξένα κατὰ βαρβάρων τοσαῦτά τις πρὸ αὐτοῦ ἤγειρε τρόπαια. βασιλεύσας δὲ ὀκτωκαίδεκα ἔτεσιν ἐπὶ παισὶ νεανίαις διαδόχοις ἀνεπαύσατο, χρήματάτε αὐτοῖς καταλιπὼν ὅσα μηδεὶς πώποτε, καὶ δύναμιν στρατιωτῶν ἀνανταγώνιστον.

3.15.4 δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς ἀφ’ἑστίας πάντας φονεύειν ἤρξατο, τούςτε ἰατροὺς ἀνελών, οἳ μὴ ὑπήκουσαν αὐτῷ κελεύσαντι κακουργῆσαι καὶ τὸν θάνατον ἐπεῖξαι τοῦ γέροντος, τούςτε τροφεῖς αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, ἐπειδὴ προσέκειντο λιπαροῦντες αὐτὸν ὑπὲρ ὁμονοίας · οὐδένα δὲ εἴασε περιγενέσθαι τῶν ἐν τιμῇ γενομένων θεραπείᾳ τοῦ γέροντος.

3.15.5ἰδίᾳτε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατοπέδων ἡγουμένους ἐθεράπευεν, ὅπως ἀναπείσειαν τὸν στρατὸν ἀποδεῖξαι μόνον αὐτοκράτορα, καὶ πᾶσαν μηχανὴν κατὰ τοῦ ἀδελφοῦ ἐζήτει. οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν · μεμνημένοι δὲ τοῦ Σεβήρου, καὶ ὅτι ἀμφοτέρους ἴσους δὴ ἐκ παίδων παραθρέψειαν, ἴσην αὐτοῖς ὑπηρεσίαν καὶ εὔνοιαν παρείχοντο.

3.15.6 δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προεχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος πρὸς τοὺς βαρβάρους, δούςτε εἰρήνην τάτε πιστὰ λαβών, ἐξῄειτε τῆς βαρβάρου πρόςτε τὸν ἀδελφὸν ἤδη καὶ τὴν μητέρα ἠπείγετο. ὡς δὲ κατὰ τὸ αὐτὸ ἐγένοντο, συνάγειν αὐτοὺς μήτηρ ἐπειρᾶτο καὶ οἱ ἐν ἀξιώσει ὄντες καὶ σύνεδροι πατρῷοι φίλοι.

3.15.7 δὲ Ἀντωνῖνος, πάντων αὐτῷ πρὸς ἐβούλετο ἐναντιουμένων, ἀνάγκῃ μᾶλλον γνώμῃ ἐς ὁμόνοιαν καὶ φιλίαν ἐπίπλαστον μᾶλλον ἀληθῆ περιήγετο. οὕτω δὴ τὰ τῆς βασιλείας ἀμφότεροι διοικοῦντες ἐν ὁμοτίμῳ ἀρχῇ ἀπᾶραι τῆς Βρεττανίας ἠθέλησαν, ἔςτε τὴν Ῥώμην ἠπείγοντο κομίζοντες τὰ τοῦ πατρὸς λείψανα · τὸ γὰρ σωμάτιον πυρὶ παραδόντες, τήντε κόνιν σὺν ἀρώμασιν ἐς κάλπην ἀλαβάστρου ἐμβαλόντες, ἀπεκόμιζον ἐς τὴν Ῥώμην, ἐς τὰ βασίλεια ἀποθησόμενοι ἱερὰ μνήματα.

3.15.8αὐτοὶ δὲ τὸν στρατὸν ἀναλαβόντες νικηφόροι δὴ κατὰ Βρεττανῶν ἐς τὴν ἀντικειμένην Γαλλίαν, διαβάντες τὸν ὠκεανόν, ἀφίκοντο. ὅπως μὲν δὴ Σεβῆρος τὸν βίον μετήλλαξε καὶ οἱ παῖδες αὐτῷ τὴν ἀρχὴν διεδέξαντο, ἐν τῷ βιβλίῳ τούτῳ δεδήλωται.