History of the Empire from the Death of Marcus, 4
4.1.1τὰ μὲν δὴ πραχθέντα Σεβήρῳ βασιλεύσαντι ὀκτωκαίδεκα ἔτεσιν ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται · οἱ δὲ υἱεῖς αὐτοῦ, ἤδη νεανίαι, ἅμα τῇ μητρὶ ἐς τὴν Ῥώμην ἠπείγοντο, ἤδη μὲν κατὰ τὴν ὁδὸν στασιάζοντες πρὸς ἀλλήλους. οὔτε γὰρ καταγωγαῖς ταῖς αὐταῖς ἐχρῶντο οὔτε συνειστιῶντο ἀλλήλοις · πολὺ δὲ τὸ ὕποπτον ἐν ἅπασιν ἐδέσμασίτε καὶ πόμασι, μή τις αὐτῶν προλαβὼν καὶ λαθών, ἤ τινας ἀναπείσας τῶν ὑπηρετῶν, δηλητηρίῳ χρήσηται φαρμάκῳ.
4.1.2ταύτῃ γοῦν καὶ τὴν ὁδοιπορίαν ἔτι μᾶλλον ἤπειγον, ἀδεέστερον ἑκάτερος βιώσεσθαι προσδοκῶν, εἰ ἐν τῇ Ῥώμῃ γένοιντο καὶ τὰ βασίλεια διελόμενοι ἐν πλατείᾳ καὶ πολλῇ οἰκήσει καὶ πάσης πόλεως μείζονι καθ’ἑαυτὸν ἑκάτερος διάγοι ὡς βούλοιτο.
4.1.3ὡς δὲ ἀφίκοντο ἐς τὴν Ῥώμην, ὅτε δῆμος αὐτοὺς δαφνηφορῶν ὑπεδέξατο ἥτε σύγκλητος προσηγόρευσεν. ἡγοῦντο δ’αὐτοὶ μὲν τὴν βασίλειον φέροντες πορφύραν, εἵποντο δ’ὄπισθεν αὐτοῖς οἱ τὴν ὕπατον ἀρχὴν τότε διέποντες, κάλπην φέροντες ἔνθα ἦν τὰ Σεβήρου λείψανα. οἵτε προσαγορεύοντες τοὺς νέους αὐτοκράτορας παριόντες καὶ τὴν κάλπην προσεκύνουν.
4.1.4ἐκείνην μὲν οὖν παραπέμψαντες, καὶ προπομπεύσαντες αὐτῆς, ἀπέθεντο ἐν τῷ νεῷ ἔνθα Μάρκουτε καὶ τῶν πρὸ αὐτοῦ βασιλέων ἱερὰ μνήματα δείκνυται · ἐπιτελέσαντες δὲ τὰς νενομισμένας ἱερουργίας ἐπὶ ταῖς βασιλικαῖς εἰσόδοις ἀνῆλθον ἐς τὰ βασίλεια.
4.1.5διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττοντέςτε πάσας εἰσόδους, εἴ τινες ἦσαν λανθάνουσαι, μόναις δὲ ταῖς δημοσίοις καὶ αὐλείοις ἀνέδην χρώμενοι, φρουράςτε ἐπιστήσαντες ἰδίᾳ ἑκάτερος, οὐ δὲ συνιόντες εἰ μὴ πρὸς ὀλίγον, ὅσον δημοσίᾳ, εἴ ποτε, ὀφθῆναι. ἐπετέλεσαν δὲ πρὸ ἁπάντων τὴν ἐς τὸν πατέρα τιμήν.
4.2.1ἔθος γάρ ἐστι Ῥωμαίοις ἐκθειάζειν βασιλέων τοὺς ἐπὶ παισὶ διαδόχοις τελευτήσαντας · τήντε τοιαύτην τιμὴν ἀποθέωσιν καλοῦσι. μεμιγμένον δέ τι πένθος ἑορτῇ καὶ θρησκείᾳ κατὰ πᾶσαν τὴν πόλιν δείκνυται.
4.2.2τὸ μὲν γὰρ σῶμα τοῦ τελευτήσαντος πολυτελεῖ κηδείᾳ καταθάπτουσιν ἀνθρώπων νόμῳ · κηροῦ δὲ πλασάμενοι εἰκόνα πάντα ὁμοίαν τῷ τετελευτηκότι ἐπὶ μεγίστης ἐλεφαντίνης κλίνης, ἐς ὕψος ἀρθείσης, προτιθέασιν ἐν τῇ τῶν βασιλείων εἰσόδῳ, χρυσοϋφεῖς στρωμνὰς ὑποστρωννύντες. ἡ δ’εἰκὼν ἐκείνη ἐν σχήματι νοσοῦντος πρόκειται ὠχριῶσα.
4.2.3τῆς δὲ κλίνης ἑκατέρωθεν καθέζονται ἐπὶ πλεῖστον τῆς ἡμέρας ἐν μὲν τῷ λαιῷ μέρει πᾶσα ἡ σύγκλητος, μελαίναις ἐφεστρίσι χρώμενοι, ἐν δὲ τῷ δεξιῷ γυναῖκες πᾶσαι ὅσαις ἀνδρῶν ἢ πατέρων ἀξίωμα τιμῆς ἐνδόξου μεταδίδωσιν. οὔτε δὲ χρυσοφοροῦσά τις αὐτῶν ὁρᾶται οὔτε περιδεραίοις κοσμουμένη, ἀλλὰ λιτὰς ἐσθῆτας λευκὰς ἀμφιεννύμεναι σχῆμα παρέχουσι λυπουμένων.
4.2.4ἑπτὰ μὲν οὖν ἡμερῶν τὰ εἰρημένα ἐπιτελεῖται · ἰατροίτε εἰσιόντες ἑκάστοτε προσίασι τῇ κλίνῃ, καὶ δῆθεν ἐπισκεψάμενοι τὸν νοσοῦντα χαλεπώτερον ἔχειν ἀπαγγέλλουσιν ἑκάστοτε. ἐπὰν δὲ δόξῃ τετελευτηκέναι, τὴν μὲν κλίνην ἀράμενοι τοῦτε ἱππικοῦ τάγματος εὐγενέστατοι καὶ τῆς συγκλήτου ἐπίλεκτοι νεανίαι κατακομίζουσι διὰ τῆς ἱερᾶς ὁδοῦ, ἔςτε τὴν ἀρχαίαν ἀγορὰν προτιθέασιν, ἔνθα οἱ Ῥωμαίων ἄρχοντες τὰς ἀρχὰς ἀπόμνυνται.
4.2.5ἑκατέρωθεν δὲ βάθρα τινὰ σύγκειται ἐν κλίμακος σχήματι, καὶ ἐπὶ μὲν τα- θατέρου μέρους τῶν εὐγενεστάτων καὶ εὐπατριδῶν χορὸς ἕστηκε παίδων, ἐν δὲ τῷ ἀντικειμένῳ γυναικῶν τῶν ἐν ἀξιώσει εἶναι δοκουσῶν · ᾅδουσι δὲ ἑκάτεροι ὕμνουςτε καὶ παιᾶνας ἐς τὸν τετελευτηκότα, σεμνῷ μέλει καὶ θρηνώδει ἐρρυθμισμένους.
4.2.6μετὰ δὲ τοῦτο βαστάσαντες τὴν κλίνην φέρουσιν ἔξω τῆς πόλεως ἐς τὸ καλούμενον Ἄρεος πεδίον, ἔνθα κατεσκεύασται ἐν τῷ πλατυτάτῳ τοῦ πεδίου τόπῳ τετράγωνόν τι καὶ ἰσόπλευρον, ἄλλης μὲν ὕλης οὐδεμιᾶς μετέχον, ἐκ μόνης δὲ συμπήξεως ξύλων μεγίστων ἐς σχῆμα οἰκήματος.
4.2.7πᾶν δὲ ἐκεῖνο ἔνδοθεν μὲν φρυγάνων πεπλήρωται, ἔξωθεν δὲ χρυσοϋφέσι στρωμναῖς ἐλεφαντίνοιςτε ἀγάλμασι γραφαῖςτε ποικίλαις κεκόσμηται. ἐπ’ἐκείνῳ δὲ ἕτερον, σχήματι μὲν καὶ κόσμῳ παραπλήσιον, μικρότερον δὲ ἐπίκειται, πυλίδας ἔχον καὶ θύρας ἀνεῳγυίας. τρίτοντε καὶ τέταρτον, ἀεὶ τοῦ ὑποκειμένου μεῖον, ἐς τελευταῖον βραχύτατον περατοῦται.
4.2.8ἀπεικάσαι τις ἂν τὸ σχῆμα τοῦ κατασκευάσματος φρυκτωρίοις, ἃ τοῖς λιμέσιν ἐπικείμενα νύκτωρ διὰ τοῦ πυρὸς ἐς ἀσφαλεῖς καταγωγὰς τὰς ναῦς χειραγωγεῖ · φάρουςτε αὐτὰ οἱ πολλοὶ καλοῦσιν. ἐς δὴ τὸ οἴκημα τὸ δεύτερον ἀνακομίσαντες τὴν κλίνην τιθέασιν, ἀρώματάτε καὶ θυμιάματα πάντα ὅσα γῆ φέρει, εἴτέ τινες καρποὶ ἢ πόαι χυμοίτε συμβαλλόμενοι πρὸς εὐωδίαν, ἀνακομίζονται καὶ σωρηδὸν χέονται ·
4.2.9οὔτε γὰρ ἔθνος οὔτε πόλις τις οὔτε τῶν ἐν ἀξιώσει ἢ τιμῇ ἔστιν ὃς μὴ δῶρα ταῦτα ὕστατα πέμπει φιλοτίμως ἐς τιμὴν τοῦ βασιλέως. ἐπὰν δὲ μέγιστον χῶμα ἀρθῇ τῶν ἀρωμάτων πᾶςτε ὁ τόπος πληρωθῇ, ἱππασία περὶ τὸ κατασκεύασμα ἐκεῖνο γίνεται, πᾶντε τὸ ἱππικὸν τάγμα περιθεῖ κύκλῳ μετά τινος εὐταξίας καὶ ἀνακυκλώσεως πυρριχίῳ δρόμῳ καὶ ῥυθμῷ.
4.2.10ἅρματάτε περιέρχεται ὁμοίᾳ εὐταξίᾳ, φέροντα τοὺς ἐφεστῶτας ἠμφιεσμένους μὲν τὰς περιπορφύρους ἐσθῆτας, προσωπεῖα δὲ περικειμένους εἰκόνας ἔχοντα ὅσοι Ῥωμαίων ἐνδόξως ἐστρατήγησαν ἢ ἐβασίλευσαν. τούτων δὲ συντελεσθέντων λαβὼν λαμπάδα ὁ τὴν βασιλείαν διαδεξάμενος προσφέρει τῷ οἰκήματι, οἵτε λοιποὶ πανταχόθεν πῦρ ἐπιτιθέασι · πάντα δὲ ῥᾷστα ἀνάπτεται εὐμαρῶς ὑπὸ τοῦ πυρός, φρυγάνωντε πλήθους καὶ θυμιαμάτων ἐπινηθέντος.
4.2.11ἐκ δὲ τοῦ τελευταίου καὶ βραχυτάτου κατασκευάσματος, ὥσπερ ἀπό τινος ἐπάλξεως, ἀετὸς ἀφίεται σὺν τῷ πυρὶ ἀνελευσόμενος ἐς τὸν αἰθέρα, ὃς φέρειν ἀπὸ γῆς ἐς οὐρανὸν τὴν τοῦ βασιλέως ψυχὴν πιστεύεται ὑπὸ Ῥωμαίων · καὶ ἐξ ἐκείνου μετὰ τῶν λοιπῶν θεῶν θρησκεύεται.
4.3.1ταύτην δὴ τὴν τιμὴν ἐκθειάσαντες οἱ παῖδες τὸν πατέρα ἐπανῆλθον ἐς τὰ βασίλεια. ἐξ ἐκείνου δὲ ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουντε καὶ ἐπεβούλευον · πάντατε ἔπραττεν ἑκάτερος πειρώμενος τὸν ἀδελφὸν ἀποσκευάσασθαι ἐς αὑτόντε μόνον περιαγαγεῖν τὴν ἀρχήν.
4.3.2ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώσει ἢ τιμῇ τινὶ ἦσαν κατὰ τὴν πόλιν · ἰδίᾳ γὰρ αὐτῶν ἑκάτερος ἐπέστελλέτε λανθάνων καὶ ᾠκειοῦτο, μεγάλαις ὑποσχέσεσι πρὸς αὑτὸν ἀνθέλκων. καὶ τό γε πλεῖστον μέρος ἐς τὸν Γέταν ἔβλεπε · φαντασίαν γάρ τινα ἐπιεικείας ἐπεδείκνυτο, μέτριόντε καὶ πρᾶον ἑαυτὸν τοῖς προσιοῦσι παρεῖχεν, ἐπιτηδεύμασίτε σπουδαιοτέροις ἐχρῆτο, προσιέμενόςτε τοὺς ἐπὶ παιδείᾳ ἐπαινουμένους, ἐσπουδακώςτε περὶ παλαίστραν καὶ γυμνάσια ἐλεύθερα ·
4.3.3χρηστόςτε ὢν καὶ φιλάνθρωπος τοῖς συνοῦσι, φήμῃ καὶ δόξῃ ἀρίστῃ πλείους ἐς εὔνοιαν καὶ φιλίαν προυκαλεῖτο. ὁ δ’Ἀντωνῖνος ἐμβριθῶς τὰ πάντα καὶ θυμοειδῶς ἔπραττε, πολὺ δὲ ἀπάγων ἑαυτὸν τῶν προειρημένων στρατιωτικοῦτε καὶ πολεμικοῦ βίου ἐραστὴς εἶναι προσεποιεῖτο ·
4.3.4ὀργῇτε πάντα πράττων, καὶ ἀπειλῶν μᾶλλον ἢ πείθων, φόβῳ καὶ οὐκ εὐνοίᾳ φίλους ἐκτᾶτο. ὡς στασιάζοντας δὲ τοὺς ἀδελφοὺς ἐν ἅπασιν οἷς ἔπραττον, μέχρι τῶν εὐτελεστάτων ἔργων, ἡ μήτηρ συνάγειν ἐπειρᾶτο.
4.3.5καί ποτε ἔδοξεν αὐτοῖς, ἵνα δὴ μὴ μένοντες ἐν τῇ Ῥώμῃ ἀλλήλοις ἐπιβουλεύοιεν, νείμασθαι τὴν ἀρχήν. συναγαγόντες δὴ τοὺς πατρῴους φίλους, τῆςτε μητρὸς παρούσης, ἠξίουν διαιρεθῆναι τὴν βασιλείαν, καὶ τὰ μὲν ὑπ’Εὐρώπην πάντα ἔχειν τὸν Ἀντωνῖνον, τὴν δὲ ἀντικειμένην ἤπειρον Ἀσίαντε καλουμένην πᾶσαν Γέτᾳ παραδοθῆναι ·
4.3.6οὕτω γὰρ ἔλεγον καὶ θείᾳ τινὶ προνοίᾳ τὰς ἠπείρους διῃρῆσθαι τῷ Προποντίδος ῥεύματι. ἤρεσκε δὲ τὸν μὲν Ἀντωνῖνον ἐπὶ τῷ Βυζαντίῳ ἱδρῦσαι στρατόπεδον, τὸν δὲ Γέταν ἐν Καλχηδόνι τῆς Βιθυνίας, ὡς ἀντικείμενα ἀλλήλοις τὰ στρατόπεδα φρουροίητε τὴν ἑκατέρου ἀρχὴν καὶ κωλύοι τὰς διαβάσεις. ἐδόκειτε τῆς συγκλήτου βουλῆς τοὺς μὲν Εὐρωπαίους πάντας ὑπομεῖναι, τοὺς δὲ ἐκεῖθεν ἀνελθεῖν σὺν τῷ Γέτᾳ.
4.3.7τῇτε βασιλείᾳ τῇ αὑτοῦ αὐτάρκη ἔσεσθαι ὑποδοχὴν ὁ Γέτας ἔλεγεν ἢ τὴν Ἀντιόχειαν ἢ τὴν Ἀλεξάνδρειαν, οὐ πολύ τι τῆς Ῥώμης, ὡς ᾤετο, μεγέθει ἀπολειπούσας. τῶν δὲ ὑπὸ μεσημβρίᾳ ἐθνῶν Μαυρουσίους μὲν καὶ Νομάδας Λιβύηςτε τὰ παρακείμενα Ἀντωνίνῳ παραδοθῆναι, τὰ δὲ ἐπέκεινα μέχρις ἀνατολῆς προσήκειν τῷ Γέτᾳ.
4.3.8ταῦτα δὴ αὐτῶν διατυπούντων οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις ἐς γῆν ἔνευσαν · ἡ δὲ Ἰουλία “γῆν μέν” ἔφη “καὶ θάλασσαν, ὦ τέκνα, εὑρίσκετε ὅπως νείμησθε, καὶ τὰς ἠπείρους, ὥς φατε, τὸ Πόντιον ῥεῖθρον διαιρεῖ · τὴν δὲ μητέρα πῶς ἂν διέλοισθε, καὶ πῶς ἡ ἀθλία ἐγὼ ἐς ἑκάτερον ὑμῶν νεμηθείην ἢ τμηθείην; πρῶτον δὴ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παρ’ἑαυτῷ τὸ μέρος θαπτέτω · οὕτω γὰρ ἂν μετὰ γῆς καὶ θαλάττης ἐς ὑμᾶς” “μερισθείην”.
4.3.9ταῦτα δὲ λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροιςτε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας ἄγουσα, συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου καταλαβόντος διελύθη τὸ συνέδριον, ἥτε σκέψις ἀπεδοκιμάσθη, ἑκάτερόςτε ἐς τὰ ἑαυτοῦ βασίλεια ἀνεχώρησε.
4.4.1τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἴτε γὰρ ἡγεμόνας ἢ ἄρχοντας ἔδει ποιεῖν, ἑκάτερος τὸν ἑαυτοῦ φίλον προάγειν ἤθελεν, εἴτε δικάζοιεν, τὰ ἐναντία ἐφρόνουν, ἐπ’ὀλέθρῳ τῶν δικαζομένων ἔσθ’ὅτε · πλέον γὰρ ἦν παρ’αὐτοῖς τοῦ δικαίου τὸ φιλόνεικον.
4.4.2ἔντε θεάμασι περὶ τὰ ἐναντία ἐσπούδαζον. πάντατε εἴδη ἐπιβουλῆς ἐξήρτυον, οἰνοχόουςτε καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προεχώρει, ἐπειδὴ μετὰ πολλῆς ἐπιμελείας καὶ φρουρᾶς διῃτῶντο. τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλ’ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διέγνω δρᾶσαί τι ἢ παθεῖν γενναῖον, διὰ ξίφους χωρήσας καὶ φόνου ·
4.4.3μὴ προχωρούσης γὰρ τῆς λανθανούσης ἐπιβουλῆς ἀναγκαίαν ἡγήσατο τὴν κινδυνώδητε καὶ ἀπεγνωσμένην […] τῆς μὲν διὰ στοργὴν τοῦ δὲ δι’ἐπιβουλήν. Γέτας μὲν δὴ καιρίως τρωθείς, προσχέας τὸ αἷμα τοῖς τῆς μητρὸς στήθεσι, μετήλλαξε τὸν βίον · ὁ δ’Ἀντωνῖνος κατεργασθέντος αὐτῷ τοῦ φόνου προπηδᾷ τοῦ δωματίου θέων, φερόμενόςτε δι’ὅλων τῶν βασιλείων ἐβόα μέγαν κίνδυνον ἐκπεφευγέναι μόλιςτε σωθῆναι.
4.4.4τούςτε στρατιώτας, οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν ἐς τὸ στρατόπεδον, ὡς ἂν σωθῇ ἐκεῖ φυλαχθείς · μείνας γὰρ ἐπὶ τῆς βασιλείου αὐλῆς ἔλεγεν ἀπολεῖσθαι. πιστεύσαντέςτε ἐκεῖνοι, τότε πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ καὶ φερομένῳ συνεξέδραμον πάντες. ταραχήτε τὸν δῆμον κατεῖχεν ὁρῶντα περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν βασιλέα.
4.4.5ὡς δὲ ἐσέπεσεν ἐς τὸ στρατόπεδον ἔςτε τὸν νεών, ἔνθα τὰ σημεῖα καὶ τὰ ἀγάλματα τοῦ στρατοπέδου προσκυνεῖται, ῥίψας ἑαυτὸν ἐς γῆν ὡμολόγειτε χαριστήρια ἔθυέτε σωτήρια. ὡς δὲ διηγγέλη τοῦτο τοῖς στρατιώταις, ὧν οἳ μὲν ἤδη περὶ λουτρὰ εἶχον οἳ δὲ ἀνεπαύοντο, πάντες ἐκπλαγέντες συνέθεον.
4.4.6ὃ δὲ προελθὼν τὸ μὲν πραχθὲν εὐθέως οὐχ ὡμολόγησεν, ἐβόα δὲ πεφευγέναι κίνδυνον καὶ ἐπιβουλὴν πολεμίου καὶ ἐχθροῦ, τὸν ἀδελφὸν λέγων, μόλιςτε καὶ μετὰ πολλῆς μάχης τῶν ἐχθρῶν κεκρατηκέναι, κινδυνευσάντων δὲ ἀμφοτέρων κα- κἂν ἕνα ἑαυτὸν βασιλέα τετηρῆσθαι ὑπὸ τῆς τύχης. τοιαῦτα δή τινα πλαγίως ἐμφαίνων νοεῖσθαι μᾶλλον ἐβούλετο τὰ πραχθέντα ἢ ἀκούεσθαι.
4.4.7ὑπισχνεῖται δὲ αὐτοῖς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας καὶ μοναρχίας ἑκάστῳ μὲν στρατιώτῃ δισχιλίας καὶ πεντακοσίας δραχμὰς Ἀττικάς, προστίθησι δὲ τῷ σιτηρεσίῳ ἄλλο τοῦ τελουμένου ἥμισυ. κελεύειτε ἀπελθόντας αὐτοὺς ἤδη ὑποδέχεσθαι ἔκτε τῶν ναῶν καὶ τῶν θησαυρῶν τὰ χρήματα, μιᾶς ἡμέρας ἀφειδῶς ἐκχέας πάντα ὅσα ἔτεσιν ὀκτωκαίδεκα ὁ Σεβῆρος ἤθροισέτε καὶ κατέκλεισεν ἐξ ἀλλοτρίων συμφορῶν.
4.4.8οἱ δὲ στρατιῶται τοσοῦτον χρημάτων πλῆθος ἀκούσαντες, καὶ συνέντες τὸ πεπραγμένον ἤδη καὶ τοῦ φόνου διαβοήτου γενομένου ὑπὸ τῶν ἔνδοθεν φευγόντων, μόνοντε αὐτοκράτορα ἀναγορεύουσιν αὐτὸν καὶ τὸν Γέταν καλοῦσι πολέμιον.
4.5.1ἐπιμείνας δὲ ὁ Ἀντωνῖνος τῆς νυκτὸς ἐκείνης ἐν τῷ νεῷ τοῦ στρατοπέδου, θαρρήσαςτε καὶ ταῖς ἐπιδόσεσιν οἰκειωσάμενος τοὺς στρατιώτας, ἐς τὴν σύγκλητον κατῆλθε μετὰ παντὸς τοῦ στρατοῦ, ὡπλισμένου μᾶλλον ἢ ἔθος ἐστὶ βασιλέα προπέμπειν. εἰσελθὼν δὲ καὶ θύσας, τοῦτε βασιλείου ἐπιβὰς θρόνου, ἔλεξε τοιάδε.
4.5.2“οὐκ ἀγνοῶ μὲν ὅτι πᾶς οἰκείου φόνος εὐθέως ἀκουσθεὶς μεμίσηται, τότε ὄνομα ταῖς ἀκοαῖς ἅμα τῷ προσπεσεῖν εὐθὺς φέρει χαλεπὴν διαβολήν. τοῖς μὲν γὰρ δυστυχήσασιν ἔλεος, τοῖς δὲ κρατήσασι φθόνος παρακολουθεῖ · καὶ τὸ μὲν ἡττηθὲν ἐν τοῖς τοιούτοις ἀδικεῖσθαι, τὸ δὲ νικῆσαν ἀδικεῖν δοκεῖ”.
4.5.3“πλὴν εἴ τις ὀρθῇ κρίσει καὶ μὴ διαθέσει τῇ πρὸς τὸν πεσόντα τὸ πεπραγμένον λογίζοιτο, τήντε αἰτίαν αὐτοῦ καὶ τὴν ὑπόθεσιν ἐξετάζοι, εὕροι ἂν ὁμοῦ καὶ εὔλογον καὶ ἀναγκαῖον τὸν μέλλοντα πείσεσθαι δεινὸν ἀμύνασθαι μᾶλλον ἢ ὑπομεῖναι · τῇ μὲν γὰρ συμφορᾷ τοῦ πεσόντος καὶ ἀνανδρίας ψόγος παρακολουθεῖ, ὁ δὲ κρατήσας ἅμα τῷ σεσῶσθαι καὶ δόξαν ἀνδρείας” “ἀπηνέγκατο.
4.5.4τὰ μὲν οὖν ἄλλα, ὅσα διὰ δηλητηρίων φαρμάκων καὶ διὰ πάσης ἐνέδρας ἐπεβούλευσέ μοι, ἔνεστιν ὑμῖν καὶ διὰ βασάνων χωρήσασι μαθεῖν · καὶ γὰρ διὰ τοῦτο τοὺς ἐκείνου ἐν τοῖς ὑπηρέταις ἐκέλευσα παρεῖναι, ὅπως εὕρητε τὴν ἀλήθειαν. εἰσὶ δέ τινες αὐτῶν καὶ ἤδη ἐξετασθέντες, καὶ τῆς ἐξετάσεως ἐπακοῦσαι δύνασθε. τὸ δ’οὖν τελευταῖον ἐπῆλθέ μοι παρὰ τῇ μητρὶ ὄντι ξιφήρεις ἔχων τινὰς” “ἐς τοῦτο παρεσκευασμένους.
4.5.5ὅπερ ἐγὼ προμηθείᾳ πολλῇ καὶ ἀγχινοίᾳ συνεὶς ἠμυνάμην ὡς πολέμιον, ἐπεὶ μήτε γνώμην ἔτι μήτε ὁρμὴν ἔφερεν ἀδελφοῦ. ἀμύνεσθαίτε τοὺς ἐπιβουλεύοντας οὐ μόνον δίκαιον ἀλλὰ καὶ σύνηθες. αὐτὸς γοῦν ὁ τῆσδε τῆς πόλεως κτίστης Ῥωμύλος οὐκ ἤνεγκεν ἀδελφὸν ὑβρίσαντα” “μόνον ἐς τὰ ἐκείνου ἔργα.
4.5.6σιγῶ Γερμανικὸν τὸν Τιβερίου καὶ Βρεττανικὸν τὸν Νέρωνος καὶ Τίτον τὸν Δομετιανοῦ. Μάρκος αὐτός, φιλοσοφίαν καὶ ἐπιείκειαν προσποιούμενος, Λουκίου τὴν ὕβριν οὐκ ἤνεγκεν ὄντος γαμβροῦ, ἀλλ’ἐξ ἐπιβουλῆς αὐτὸν ἀπεσείσατο. ἐγὼ δὲ δηλητηρίων παρεσκευασμένων, ξίφους ἐπῃωρημένου τὸν ἐχθρὸν ἠμυνάμην · τοῦτο γὰρ αὐτῷ” “το- τοὔνομα ἐδίδου τὰ ἔργα.
4.5.7ὑμᾶς δὲ χρὴ πρῶτον μὲν θεοῖς εἰδέναι χάριν ὅτι κα- κἂν τὸν ἕτερον ὑμῖν τῶν βασιλέων ἔσωσαν, παύσασθαι δὲ ἤδη τὰς ψυχὰς καὶ τὰς γνώμας διῃρημένους, ἐς ἕνα δὲ βλέποντας ἀμερίμνως βιοῦν. βασιλείαν δὲ ὁ Ζεύς, ὥσπερ αὐτὸς ἔχει θεῶν μόνος, οὕτω καὶ ἀνθρώπων ἑνὶ δίδωσι”. τοιαῦτα εἰπὼν μεγάλῃ βοῇ, θυμοῦ πεπληρωμένος, βλέμματι δριμεῖ ἀφορῶν ἐς τοὺς ἐκείνου φίλους, τρέμοντάςτε καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπών, ἀνέδραμεν ἐς τὰ βασίλεια.
4.6.1εὐθὺς δὲ πάντες ἐφονεύοντο οἱ ἐκείνου οἰκεῖοίτε καὶ φίλοι, καὶ οἱ ὄντες ἐν τοῖς βασιλείοις ἔνθα ἐκεῖνος ᾤκει · ὑπηρέταιτε πάντες ἀνῃροῦντο · οὐ δέ τις ἦν φειδὼ ἡλικίας, οὐ δὲ μέχρι νηπίων. τὰ δὲ πτώματα φερόμενα μεθ’ὕβρεως πάσης ἁμάξαις ἐπιτεθέντα καὶ ἔξω τῆς πόλεως κομισθέντα σωρηδὸν κατεπίμπρατο ἢ ὁπωσδὴ ἐρρίπτετο.
4.6.2οὐδεὶς δὲ περιεγένετο τῶν κα- κἂν μετρίως ἐκείνῳ γνωσθέντων. ἀθληταὶ δὲ καὶ ἡνίοχοι ὑποκριταίτε πάσης μούσης καὶ ὀρχήσεως, πᾶντε ὅπερ ἐκεῖνος δι’ἡδονῆς ἔσχε θέαμα ἢ ἄκουσμα, διεφθείρετο. τῆςτε συγκλήτου βουλῆς ὅσοι γένει ἢ πλούτῳ ὑπερεῖχον, ἐπὶ βραχυτάταις ἢ οὐ δ’ὑφεστώσαις αἰτίαις ἐκ τῆς τυχούσης διαβολῆς, ὡς ἐκείνου φίλοι, ἀνῃροῦντο.
4.6.3τήντε Κομμόδου ἀδελφήν, πρεσβῦτιν ἤδη καὶ πρὸς πάντων βασιλέων ὡς Μάρκου θυγατέρα τετιμημένην, ἀπέκτεινεν, αἰτίαν ἐπαγαγὼν ὡς δακρυσάσῃ παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήντε γυναῖκα γενομένην ἑαυτοῦ, Πλαυτιανοῦ θυγατέρα, οὖσαν δὲ ἐν Σικελίᾳ, τόντε ἀνεψιὸν αὑτοῦ Σεβήρῳτε ὁμώνυμον, καὶ τὸν Περτίνακος υἱόν, τῆςτε Κομμόδου ἀδελφῆς Λουκίλλης υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ ἐν συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν.
4.6.4ἔςτε τὰ ἔθνη πέμπων, ἡγεμόναςτε καὶ ἐπιτρόπους ὡς ἐκείνου φίλους πάντας διεχρήσατο. πᾶσάτε νὺξ ἔφερε φόνους παντοδαπῶν ἀνθρώπων. τάςτε τῆς Ἑστίας ἱερείας ζώσας κατώρυττεν ὡς μὴ φυλαττούσας τὴν παρθενίαν. τὸ δὲ τελευταῖον καὶ μήποτε γενόμενον ἔργον · ἱπποδρομίαν μὲν ἐθεᾶτο, ἀπέσκωψε δέ τι τὸ πλῆθος ἐς ἡνίοχον περὶ ὃν ἐκεῖνος ἐσπουδάκει · ὃ δὲ οἰηθεὶς αὐτὸς ὑβρίσθαι κελεύει τῷ πλήθει προσπεσεῖν τὸ στράτευμα, ἀπάγειντε καὶ φονεύειν τοὺς κακῶς τὸν ἡνίοχον εἰπόντας.
4.6.5οἱ δὲ στρατιῶται τοῦ βιάζεσθαίτε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν, οὐκέτι διακρίνοντες τίνες ἦσαν οἱ προπετέστερον φθεγξάμενοι (καὶ γὰρ ἦν εὑρίσκειν ἀδύνατον ἐν δήμῳ τοσούτῳ μηδενὸς ὁμολογοῦντος), ἀφειδῶς τοὺς ἐντυγχάνοντας ἀπάγοντες ἀνῄρουν, ἢ ἀφαιρούμενοι ἅπερ εἶχον ὥσπερ λύτρα μόλις ἐφείδοντο.
4.7.1τοιαῦτα δὴ πράττων, ὑπότε τῆς τῶν ἔργων συνέσεως ἐλαυνόμενος καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων, ἀποδημῆσαι τῆς Ῥώμης ἠθέλησεν ὡς δὴ διοικήσων τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἔθνη ἐποψόμενος.
4.7.2ἀπάρας δὲ τῆς Ἰταλίας, ἐπίτε ταῖς ὄχθαις τοῦ Ἴστρου γενόμενος, διῴκει δὴ τὰ ἀρκτῷα τῆς ἀρχῆς μέρη, γυμνάσια τοῦ σώματος ποιούμενος ἡνιοχείας καὶ θηρίων παντοδαπῶν συστάδην ἀναιρέσεις, δικάζων μὲν σπανίως, πλὴν νοῆσαι τὸ κρινόμενον εὐφυὴς ἦν εὐθίκτωςτε πρὸς τὰ λεχθέντα ἀποκρίνασθαι.
4.7.3ᾠκειώσατο δὲ καὶ πάντας τοὺς ἐπέκεινα Γερμανούς, ἔςτε φιλίαν ὑπηγάγετο, ὡς καὶ συμμάχους παρ’αὐτῶν λαβεῖν καὶ τοῦ σώματος ἑαυτοῦ φρουροὺς ποιήσασθαι, γενναίουςτε καὶ ὡραίους ἐπιλεξάμενος. πολλάκις δὲ καὶ τὴν Ῥωμαϊκὴν ἀποθέμενος χλαμύδα ἠμφιέννυτο τὰ Γερμανῶν περιβλήματα, ἔντε χλαμύσιν αἷς εἰώθασιν, ἀργύρῳ πεποικιλμέναις, ἑωρᾶτο · κόμαςτε τῇ κεφαλῇ ἐπετίθετο ξανθὰς καὶ ἐς κουρὰν τὴν Γερμανῶν ἠσκημένας.
4.7.4τούτοις δὴ χαίροντες οἱ βάρβαροι ὑπερηγάπων αὐτόν. ἔχαιρον δὲ αὐτῷ καὶ οἱ Ῥωμαίων στρατιῶται, μάλιστα μὲν διὰ τὰς τῶν χρημάτων ἐπιδόσεις, αἷς ἀφειδῶς προσεφέρετο αὐτοῖς, ὅτιτε πᾶν ὡς στρατιώτης ἔπραττεν, εἴτε ὄρυγμά τι ὀρύττειν ἔδει, σκάπτων πρῶτος, εἴτε ῥεῖθρον γεφυρῶσαι ἢ βάθος χῶσαι · πᾶνθ’ὃ χειρῶν ἢ καμάτου σώματος ἔργον, πρῶτος εἰργάζετο.
4.7.5τράπεζάντε εὐτελῆ παρετίθετο, ἔσθ’ὅπῃ καὶ ξυλίνοις ἐς ποτὸν καὶ ἐδέσματα χρώμενος σκεύεσιν. ἄρτοντε προσεφέρετο αὐτοσχέδιον · σῖτον γὰρ ἀλέσας τῇ ἑαυτοῦ χειρί, ὃ ἤρκει μόνῳ, μᾶζάντε ποιήσας καὶ ἐπ’ἀνθράκων ὀπτήσας ἐσιτεῖτο.
4.7.6καὶ πάντων μὲν τῶν πολυτελῶν ἀπείχετο · ὅσα δὲ εὐτελέστατα καὶ τοῖς πενεστάτοις τῶν στρατιωτῶν εὐμαρῆ, τούτοις ἐχρῆτο. συστρατιώτηςτε ὑπ’αὐτῶν μᾶλλον ἢ βασιλεὺς καλούμενος χαίρειν προσεποιεῖτο. τὰ πλεῖστάτε αὐτοῖς συνώδευε περιπατῶν, σπανίως ὀχήματος ἢ ἵππου ἐπιβαίνων, τάτε ὅπλα βαστάζων ἑαυτῷ.
4.7.7ἔστι δ’ὅτε καὶ τὰ τῶν στρατοπέδων σύμβολα, ἐπιμήκη ὄντα καὶ χρυσοῖς ἀναθήμασι πολλοῖς κεκοσμημένα, μόλις ὑπὸ τῶν γενναιοτάτων στρατιωτῶν φερόμενα ἐπιθεὶς τοῖς ὤμοις ἔφερεν αὐτός. διὰ δὴ ταῦτα καὶ τὰ τούτοις ὅμοια ὡς στρατιωτικὸς ὑπ’αὐτῶν ἐφιλεῖτο καὶ ὡς γενναῖος ἐθαυμάζετο · καὶ γὰρ ἦν θαύματος ἄξιον ἐν μικρῷ πάνυ τὸ μέγεθος σώματι γενναίων πόνων ἄσκησις τοσαύτη.
4.8.1ἐπεὶ δὲ τὰ παρὰ τῷ Ἴστρῳ στρατόπεδα διῴκησε, κατῆλθέτε εἰς Θρᾴκην Μακεδόσι γειτνιῶσαν, εὐθὺς Ἀλέξανδρος ἦν, καὶ τήντε μνήμην αὐτοῦ παντοίως ἀνενεώσατο, εἰκόναςτε καὶ ἀνδριάντας ἐν πάσαις πόλεσιν ἀναστῆναι ἐκέλευσε, τήντε Ῥώμην ἐπλήρωσεν ἀνδριάντων καὶ εἰκόνων, ἐν τῷ Καπετωλίῳ καὶ ἐν ἄλλοις ἱεροῖς, τῆς πρὸς Ἀλέξανδρον συναφείας.
4.8.2ἔσθ’ὅπου δὲ καὶ χλεύης εἴδομεν ἀξίας εἰκόνας, ἐν γραφαῖς ἑνὸς σώματος ὑπὸ περιφερείᾳ κεφαλῆς μιᾶς ὄψεις ἡμιτόμους δύο, Ἀλεξάνδρουτε καὶ Ἀντωνίνου. προῄει δὲ αὐτὸς ἐν Μακεδονικῷ σχήματι, καυσίαντε ἐπὶ τὴν κεφαλὴν φέρων καὶ κρηπῖδας ὑποδούμενος. ἐπιλεξάμενόςτε νεανίας καὶ στρατεύσας Μακεδονικὴν ἐκάλει φάλαγγα, τούςτε ἡγουμένους αὐτῆς φέρειν τὰ τῶν ἐκείνου στρατηγῶν ὀνόματα.
4.8.3ἀπότε Σπάρτης μεταπεμψάμενος νεανίας Λακωνικὸν καὶ Πιτανάτην λόχον ἐκάλει. ταῦτα δὲ ποιήσας, τάτε ἐν ταῖς πόλεσι διοικήσας ὡς ἐνεδέχετο, ἠπείχθη ἐς Πέργαμον τῆς Ἀσίας, χρήσασθαι βουλόμενος θεραπείαις τοῦ Ἀσκληπιοῦ. ἀφικόμενος δὴ ἐκεῖ, καὶ ἐς ὅσον ἤθελε τῶν ὀνειράτων ἐμφορηθείς, ἧκεν ἐς Ἴλιον.
4.8.4ἐπελθὼν δὲ πάντα τὰ τῆς πόλεως λείψανα, ἧκεν ἐπὶ τὸν Ἀχιλλέως τάφον, στεφάνοιςτε κοσμήσας καὶ ἄνθεσι πολυτελῶς πάλιν Ἀχιλλέα ἐμιμεῖτο. ζητῶντε καὶ Πάτροκλόν τινα ἐποίησέ τι τοιοῦτον. ἦν αὐτῷ τις τῶν ἀπελευθέρων φίλτατος, Φῆστος μὲν ὄνομα, τῆς δὲ βασιλείου μνήμης προεστώς. οὗτος ὄντος αὐτοῦ ἐν Ἰλίῳ ἐτελεύτησεν, ὡς μέν τινες ἔλεγον, φαρμάκῳ ἀναιρεθεὶς ἵν’ὡς Πάτροκλος ταφῇ, ὡς δὲ ἕτεροι ἔφασκον, νόσῳ διαφθαρείς.
4.8.5τούτου κομισθῆναι κελεύει τὸν νέκυν, ξύλωντε πολλῶν ἀθροισθῆναι πυράν · ἐπιθείςτε αὐτὸν ἐν μέσῳ καὶ παντοδαπὰ ζῷα κατασφάξας ὑφῆψέτε, καὶ φιάλην λαβὼν σπένδωντε τοῖς ἀνέμοις εὔχετο. πάνυτε ὢν ψιλοκόρσης, πλόκαμον ἐπιθεῖναι τῷ πυρὶ ζητῶν ἐγελᾶτο · πλὴν ὧν εἶχε τριχῶν ἀπεκείρατο. ἐπῄνει δὲ καὶ στρατηγῶν μάλιστα Σύλλαντε τὸν Ῥωμαῖον καὶ Ἀννίβαν τὸν Λίβυν, ἀνδριάνταςτε αὐτῶν καὶ εἰκόνας ἀνέστησεν.
4.8.6ἀπάρας δὲ τῆς Ἰλίου διάτε τῆς ἄλλης Ἀσίας καὶ Βιθυνίας τῶντε λοιπῶν ἐθνῶν, κα- κἀκεῖσε διοικήσας τὰ πρακτέα, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖτε ὑποδεχθεὶς πολυτελῶς καὶ διατρίψας χρόνου τινὸς ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν μὲν ποιούμενος ποθεῖν τὴν ἐπ’Ἀλεξάνδρῳ κτισθεῖσαν πόλιν, καὶ τῷ θεῷ χρήσασθαι ὃν ἐκεῖνοι σέβουσιν ἐξαιρέτως ·
4.8.7δύο γὰρ ταῦτα ὑπερβαλλόντως προσεποιεῖτο, τήντε τοῦ θεοῦ θρησκείαν καὶ τὴν τοῦ ἥρωος μνήμην. ἑκατόμβαςτε οὖν κελεύει παρασκευασθῆναι ἐναγισμούςτε παντοδαπούς. ὡς δὲ διηγγέλη τῷ τῶν Ἀλεξανδρέων πλήθει, φύσει μὲν ὄντι τὰς γνώμας κουφοτάτῳ καὶ ἐπὶ τοῖς βραχυτάτοις ῥᾷστα κινουμένῳ, τότε δ’ἐξεπτόηντο τὴν τοῦ βασιλέως σπουδήντε καὶ εὔνοιαν πυνθανόμενοι.
4.8.8ὑποδοχὴ δὲ παρεσκευάζετο οἵαν μηδενὶ πώποτε βασιλεῖ γενέσθαι φασί · πάσηςτε γὰρ μούσης ὄργανα πανταχοῦ διακείμενα ποικίλον ἦχον εἰργάζετο, ἀρωμάτωντε παντοδαπῶν καὶ θυμιαμάτων ἀτμίδες εὐωδίαν παρεῖχον ταῖς εἰσόδοις, δᾳδουχίαιςτε καὶ ἀνθέων βολαῖς ἐτίμων τὸν βασιλέα.
4.8.9ὡς δὲ εἰσήλασεν ἐς τὴν πόλιν σὺν παντὶ τῷ στρατῷ πρῶτον μὲν ἐς τὸν νεὼν ἀνελθὼν πολλὰς ἑκατόμβας κατέθυσε λιβάνῳτε τοὺς βωμοὺς ἐσώρευσεν, ἐκεῖθεν δ’ἐλθὼν ἐς τὸ Ἀλεξάνδρου μνῆμα, τήντε χλαμύδα ἣν ἔφερεν ἁλουργῆ, δακτυλίουςτε οὓς εἶχε λίθων τιμίων, ζωστῆράςτε καὶ εἴ τι πολυτελὲς ἔφερε, περιελὼν
4.9.1ἑαυτοῦ ἐπέθηκε τῇ ἐκείνου σορῷ. ἃ δὴ ὁρῶν ὁ δῆμος ὑπερέχαιρε, παννυχίζωντε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τοῦ βασιλέως λανθάνουσαν γνώμην · ταῦτα γὰρ πάντα ἐκεῖνος ὑπεκρίνατο βουλόμενος τὸ πλῆθος αὐτῶν διαφθεῖραι. ἡ δ’αἰτία τοῦ λανθάνοντος μίσους τοιάδε τις ἦν ·
4.9.2ἀπηγγέλλετο αὐτῷ διατρίβοντι ἐπὶ τῆς Ῥώμης ἔτι, καὶ τοῦ ἀδελφοῦ περιόντος καὶ μετὰ τὸν ἐκείνου φόνον, ὅτι ἄρα εἶεν πολλὰ ἐς αὐτὸν ἀποσκώψαντες. πεφύκασι δέ πως εἶναι φιλοσκώμμονες καὶ λέγειν εὐστόχως ὑπογραφὰς ἢ παιδιάς, ἀπορριπτοῦντες ἐς τοὺς ὑπερέχοντας πολλὰ χαρίεντα μὲν αὐτοῖς δοκοῦντα, λυπηρὰ δὲ τοῖς σκωφθεῖσι · τῶν γὰρ τοιούτων κνίζει μάλιστα ὅσα ἐλέγχει τῶν ἁμαρτημάτων τὴν ἀλήθειαν.
4.9.3πολλὰ τοίνυν ἐκείνων αὐτὸν σκωψάντων ἔςτε τὴν τοῦ ἀδελφοῦ ἀναίρεσιν, καὶ τὴν πρεσβῦτιν Ἰοκάστην καλούντων, ἐκεῖνον δὲ χλευαζόντων ὅτι δὴ μικρὸς ὢν Ἀλέξανδρον καὶ Ἀχιλλέα γενναιοτάτους καὶ μεγίστους ἥρωας ἐμιμεῖτο, τοιαῦτά τινα παίζειν αὐτῶν δοκούντων, ὀλέθρια καὶ ἐπίβουλα κατ’αὐτῶν σκέψασθαι τὸν Ἀντωνῖνον ἠνάγκασαν, φύσει ὄντα ὀργίλον καὶ φονικόν.
4.9.4συμπανηγυρίσας τοίνυν αὐτοῖς καὶ συνεορτάσας, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην τῶν ἀπὸ πάσης περὶ αὐτὴν χώρας ἐκεῖ συνελθόντων, διὰ προγράμματος πᾶσαν τὴν νεολαίαν ἔς τι πεδίον κελεύει συνελθεῖν, φήσας ἐς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι, ὥσπερ Μακεδονικὴν καὶ Σπαρτιᾶτιν, οὕτω καὶ τοῦ ἥρωος ἐπωνύμους.
4.9.5κελεύει δὴ στιχηδὸν τοὺς νεανίας πάντας διαστῆναι, ὡς ἂν ἐπελθὼν ἕκαστον ἴδῃ πῶςτε ἡλικίας ἔχοι καὶ μεγέθους σώματος καὶ εὐεξίας ἐς στρατείαν ἐπιτηδείου. ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πιστεύσαντες οἱ νεανίαι πάντες, ἐοικότατε ἐλπίσαντες διὰ τὴν προϋπάρξασαν παρ’αὐτοῦ ἐς τὴν πόλιν τιμήν, συνῆλθον ἅμα γονεῦσίτε καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν.
4.9.6ὁ δ’Ἀντωνῖνος διεστῶτας αὐτοὺς ἐπιών, ἑκάστου ἐφαπτόμενος καὶ ἄλλου ἄλλο λέγων ἐγκώμιον παρῄει, ἔστ’αὐτοὺς οὔτε τι ὁρῶντας οὔτε προσδοκῶντας τὸ στρατιωτικὸν πᾶν ἐκυκλώσατο. ὡς δὲ ἐτεκμήρατο ἤδη αὐτοὺς εἶναι ἐντὸς τῶν ὅπλων περιειλημμένους καὶ ὥσπερ ἐν δικτύοις σεσαγηνευμένους, ἐπελθὼν πάντας αὐτὸς μὲν ὑπεξέρχεται μεθ’ἧς εἶχε φρουρᾶς περὶ ἑαυτόν, ὑφ’ἑνὶ δὲ σημείῳ προσπεσόντες πανταχόθεν οἱ στρατιῶται τὴν ἐν μέσῳ πᾶσαν νεολαίαν, καὶ εἴ τινες ἄλλως παρῆσαν, παντὶ τρόπῳ φόνων ἀναιροῦσιν, ὡπλισμένοιτε ἀόπλους καὶ πανταχόθεν περιειληφότες.
4.9.7τῶν δὲ στρατιωτῶν οἳ μὲν ἐφόνευον ἔξωθεν, οἳ δ’ὤρυττον ὀρύγματα μέγιστα ἕλκοντέςτε τοὺς πίπτοντας ἐνέβαλλον, πληροῦντες σωμάτων · καὶ τὴν γῆν ἐπιχέοντες μέγιστον ἤγειρον ταχέως πολυάνδριον. πολλοίτε καὶ ἡμιθνῆτες εἱλκύσθησαν, ἔτιτε ἄτρωτοι συνώσθησαν. ἀλλὰ μὴν καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγοι προσαπώλοντο ·
4.9.8ὅσοι γὰρ ἔτι ἐμπνέοντες καὶ δυνάμεως μετρίως ἔχοντες συνωθοῦντο, περιπλεκόμενοι συγκαθεῖλκον αὐτούς. τοσοῦτος δὲ ἐγένετο φόνος ὡς ῥείθροις αἵματος διὰ τοῦ πεδίου τάςτε ἐκβολὰς τοῦ Νείλου μεγίστας οὔσας τόντε περὶ τὴν πόλιν αἰγιαλὸν πάντα φοινιχθῆναι. τοιαῦτα δὴ ἐργασάμενος τὴν πόλιν, ἀπάρας ἐς Ἀντιόχειαν ἀφίκετο.
4.10.1ἐπιθυμήσας δὲ μετ’οὐ πολὺ Παρθικὸς κληθῆναι καὶ Ῥωμαίοις ἐπιστεῖλαι ὡς χειρωσάμενος τοὺς κατὰ τὴν ἀνατολὴν βαρβάρους, καίτοι γε οὔσης εἰρήνης βαθείας, μηχανᾶται τοιόνδε τι. ἐπιστέλλει τῷ βασιλεῖ Παρθυαίων (Ἀρτάβανος δ’ἦν ὄνομα αὐτῷ), πέμπειτε πρεσβείαν καὶ δῶρα πάσης ὕληςτε πολυτελοῦς καὶ τέχνης ποικίλης.
4.10.2τὰ δὲ γράμματα ἔλεγεν ὅτι δὴ βούλεται ἀγαγέσθαι αὐτοῦ τὴν θυγατέρα πρὸς γάμον · ἁρμόζειν δὲ αὐτῷ, βασιλεῖτε καὶ βασιλέως υἱῷ, μὴ ἰδιώτου τινὸς καὶ εὐτελοῦς γαμβρῷ γενέσθαι, ἀγαγέσθαι δὲ βασιλίδατε καὶ μεγάλου βασιλέως θυγατέρα. δύο δὲ ταύτας ἀρχὰς εἶναι μεγίστας, τήντε Ῥωμαίων καὶ τὴν Παρθυαίων · ἃς συναχθείσας κατ’ἐπιγαμίαν, μηκέτι ποταμῷ διωρισμένας, μίαν ποιήσειν ἀρχὴν ἀνανταγώνιστον ·
4.10.3τὰ γὰρ λοιπὰ ἔθνη βάρβαρα, ὅσα μὴ ὑπὸ ταῖς τούτων βασιλείαις, εὐάλωτα ἔσεσθαι αὐτοῖς, κατὰ ἔθνη καὶ κατὰ συστήματα ἀρχόμενα. εἶναι δὲ Ῥωμαίοις μὲν πεζὸν στρατὸν καὶ τὴν διὰ δοράτων συστάδην μάχην ἀνανταγώνιστον, Παρθυαίοις δὲ ἵπποντε πολλὴν καὶ τὴν διὰ τόξων εὔστοχον ἐμπειρίαν.
4.10.4ταῦτα δὴ συνελθόντα, πάντωντε οἷς πόλεμος κατορθοῦται συμπνεόντων, ῥᾳδίως αὐτοὺς ὑφ’ἑνὶ διαδήματι βασιλεύσειν πάσης οἰκουμένης. τάτε παρ’ἐκείνοις φυόμενα ἀρώματα ἢ θαυμαζόμενα ὑφάσματα ἢ παρὰ Ῥωμαίοις μεταλλευόμενα ἢ διὰ τέχνην ἐπαινούμενα μηκέτι μόλις καὶ σπανίζοντα λανθάνοντάτε δι’ἐμπόρων κομισθήσεσθαι, μιᾶς δὲ γῆς οὔσης καὶ μιᾶς ἐξουσίας κοινὴν καὶ ἀκώλυτον ἀμφοτέροις τὴν ἀπόλαυσιν ἔσεσθαι.
4.10.5τοιούτοις αὐτοῦ γράμμασιν ἐντυχὼν ὁ Παρθυαῖος τὰ μὲν πρῶτα ἀντέλεγε, φάσκων οὐχ ἁρμόζειν Ῥωμαίῳ γάμον βάρβαρον. τίνα γὰρ ἔσεσθαι συμφωνίαν ἐν αὐτοῖς, μήτε τῆς ἀλλήλων φωνῆς συνιεῖσιν, ἔντε διαίτῃ καὶ σκευῇ διαφέρουσιν ἀλλήλων; εἶναι δὲ παρὰ Ῥωμαίοις εὐπατρίδας πολλούς, ὧν τινὸς ἐπιλέξασθαι δύναιτ’ἂν θυγατέρα, παράτε αὑτῷ Ἀρσακίδας · καὶ μὴ δεῖν μηδέτερον γένος νοθεύεσθαι.
4.11.1τὰ μὲν οὖν πρῶτα τοιαῦτά τινα ἐπιστέλλων παρῃτεῖτο · ἐγκειμένου δὲ τοῦ Ἀντωνίνου, δώροιςτε πολλοῖς καὶ ὅρκοις τὴν πρὸς τὸν γάμον σπουδήντε καὶ εὔνοιαν πιστουμένου, πείθεται ὁ βάρβαρος, καὶ δώσειντε ὑπισχνεῖται, καλεῖτε γαμβρὸν ἐσόμενον. διαδραμούσης δὲ τῆς φήμης οἱ μὲν βάρβαροι εὐτρέπιζον πάντα ἐς τὴν ὑποδοχὴν τοῦ Ῥωμαίων βασιλέως, ἔχαιρόντε εἰρήνης αἰωνίου ἐλπίδι ·
4.11.2ὁ δ’Ἀντωνῖνος διαβὰς τοὺς ποταμοὺς ἀκωλύτως, εἰσελάσας ἐς τὴν Παρθυαίων γῆν ὡς ἰδίαν ἤδη, πανταχοῦ θυσιῶν αὐτῷ προσαγομένων βωμῶντε ἐστεμμένων, ἀρωμάτων καὶ θυμιαμάτων παντοίων προσφερομένων, χαίρειν τοῖς γινομένοις ὑπὸ τῶν βαρβάρων προσεποιεῖτο. ὡς δὲ προχωρήσας τότε πλεῖστον τῆς ὁδοιπορίας ἀνύσας ἤδη τοῖς βασιλείοις τοῦ Ἀρταβάνου ἐπλησίαζεν, οὐκ ἀναμείνας ὁ Ἀρτάβανος ὑπήντετο αὐτῷ ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ, δεξιούμενος νυμφίον μὲν τῆς θυγατρὸς γαμβρὸν δὲ αὑτοῦ.
4.11.3πᾶν δὲ τὸ πλῆθος τῶν βαρβάρων ἄνθεσι τοῖς ἐπιχωρίοις κατεστεμμένον, ἐσθῆτίτε χρυσῷ καὶ βαφαῖς διαφόροις πεποικιλμένῃ κεκοσμημένον, ἑώρταζε, πρόςτε αὐλοὺς καὶ σύριγγας τυμπάνωντε ἤχους ἐσκίρτων εὐρύθμως · χαίρουσι γὰρ τοιαύτην τινὰ ὄρχησιν κινούμενοι, ἐπὰν οἴνου πλείονος ἐμφορηθῶσιν.
4.11.4ὡς δὲ πᾶν συνῆλθε τὸ πλῆθος, τῶντε ἵππων ἀπέβησαν, φαρέτραςτε καὶ τόξα ἀποθέμενοι περὶ σπονδὰς καὶ κύλικας εἶχον. πλεῖστον δὲ πλῆθος τῶν βαρβάρων ἤθροιστο, καὶ ὡς ἔτυχεν ἀτάκτως εἱστήκεσαν, οὐδὲν μὲν ἄτοπον προσδοκῶντες, σπεύδων δὲ ἕκαστος ἰδεῖν τὸν νυμφίον.
4.11.5τότε ὑφ’ἑνὶ συνθήματι κελεύει ὁ Ἀντωνῖνος τῷ ἰδίῳ στρατῷ ἐπιδραμεῖν καὶ φονεύειν τοὺς βαρβάρους. ἐκπλαγέντες δὲ τῷ πράγματι, παιόμενοίτε καὶ τιτρωσκόμενοι ἐτράποντο. αὐτόςτε Ἀρτάβανος ἁρπαγεὶς ὑπὸ τῶν περὶ αὐτὸν δορυφόρων ἵππῳτε ἐπιτεθεὶς ἀπέδρα μόλις μετ’ὀλίγων.
4.11.6τὸ δὲ λοιπὸν πλῆθος ἐκόπτετο τῶν βαρβάρων οὔτε τοὺς ἵππους ἐχόντων, οἷς χρῶνται μάλιστα (ἀποβεβηκότες γὰρ εἱστήκεσαν, ἐκείνους ἀνέντες νέμεσθαι), οὔτε δρόμῳ χρήσασθαι δυναμένων πρὸς φυγήν, ἐμποδιζούσης αὐτοὺς τῆς περὶ τοῖς ποσὶ χαύνου ἐσθῆτος. φαρέτρας δὲ καὶ τόξα οὐκ εἶχον ·
4.11.7τί γὰρ ἔχρῃζον αὐτῶν πρὸς γάμους; πολὺν δὲ ἐργασάμενος ὁ Ἀντωνῖνος φόνον τῶν βαρβάρων, λείαντε καὶ αἰχμαλώτους παμπληθεῖς συλλαβών, ἀπῄει μηδενὸς αὐτῷ ἀνθεστῶτος, κώμαςτε καὶ πόλεις ἐμπιπράς, δοὺς ἐξουσίαν τοῖς στρατιώταις ἁρπάζειντε ἕκαστον ὃ δύναται καὶ ὃ βούλεται αὐτὸς κτήσασθαι.
4.11.8τοιούτῳ μὲν δὴ πάθει ἐχρήσαντο οἱ βάρβαροι οὐ προσδοκηθέντι · ὁ δὲ Ἀντωνῖνος ἐπὶ πολὺ τῆς Παρθυαίων γῆς ἐλάσας, ἤδη καὶ τῶν στρατιωτῶν κεκμηκότων ἐν αὐτῷ τῷ ἁρπάζειν καὶ φονεύειν, ἐπανῆλθεν ἐς τὴν Μεσοποταμίαν. ἐκεῖ δὲ γενόμενος ἐπιστέλλει τῇτε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ πᾶσαν ἀνατολὴν κεχειρῶσθαι καὶ τῆς ἐπέκεινα βασιλείας πάντας αὐτῷ παρακεχωρηκέναι.
4.11.9ἡ δὲ σύγκλητος, οὐκ ἀγνοοῦντες μὲν τὰ πεπραγμένα (λαθεῖν γὰρ ἔργα βασιλέως ἀδύνατον), πλὴν δέει καὶ κολακείᾳ ψηφίζονται αὐτῷ πάσας τιμὰς ἐπινικίους. διέτριβε δὲ μετὰ ταῦτα ἐν τῇ Μεσοποταμίᾳ ὁ Ἀντωνῖνος, ἡνιοχείαις σχολάζων καὶ θηρία παντοδαπὰ ἀναιρῶν.
4.12.1ἦσαν δὲ αὐτῷ ἐπάρχοντες τοῦ στρατοπέδου δύο, ὃ μὲν πρεσβύτης πάνυ, τὰ μὲν ἄλλα ἰδιώτης καὶ πολιτικῶν πραγμάτων ἀπείρως ἔχων, στρατιωτικὸς δὲ γεγενῆσθαι δοκῶν · Ἀδουέντος ὄνομα αὐτῷ · ὁ δὲ ἕτερος Μακρῖνος μὲν ἐκαλεῖτο, τῶν δὲ ἐν ἀγορᾷ οὐκ ἀπείρως εἶχε, καὶ μάλιστα νόμων ἐπιστήμης. ἐς τοῦτον οὖν ὡς μὴ στρατιωτικὸν μη δὲ γενναῖον δημοσίᾳ πολλάκις ἀπέσκωπτε, καὶ μέχρις αἰσχρᾶς βλασφημίας ·
4.12.2ἐπεὶ γὰρ ἤκουεν αὐτὸν καὶ διαίτῃ ἐλευθερίῳ χρώμενον καὶ τὰ φαῦλα καὶ ἀπερριμμένα τῶν ἐδεσμάτων καὶ ποτῶν μυσαττόμενον, οἷς ὡς στρατιωτικὸς δὴ ὁ Ἀντωνῖνος ἔχαιρε, χλαμύδιον ἤ τινα ἄλλην ἐσθῆτα ἀμφιεσάμενον ἀστειοτέραν ἐς ἀνανδρίαν καὶ θήλειαν νόσον διέβαλλεν, ἀείτε ἀποκτενεῖν ἠπείλει. ἅπερ οὐ φέρων ὁ Μακρῖνος πάνυ ἤσχαλλε.
4.12.3συνέβη δέ τι καὶ τοιοῦτον · ἔδει γὰρ ἄρα τέλος λαβεῖν τὸν Ἀντωνίνου βίον. περιεργότατος γὰρ ὢν οὐ μόνον τὰ ἀνθρώπων πάντα εἰδέναι ἤθελεν, ἀλλὰ καὶ τὰ θεῖάτε καὶ δαιμόνια πολυπραγμονεῖν. ἀείτε πάντας ὑπώπτευεν ὡς ἐπιβουλεύοντας, χρηστηρίωντε πάντων ἐνεφορεῖτο, τούςτε πανταχόθεν μάγους καὶ ἀστρονόμουςτε καὶ θύτας μετεπέμπετο · καὶ οὐδεὶς αὐτὸν ἐλάνθανε τῶν τὴν γοητείαν ταύτην ὑπισχνουμένων.
4.12.4ὑποπτεύων δ’αὐτοὺς ὡς οὐ τα- τἀληθῆ αὐτῷ ἀλλὰ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει Ματερνιανῷ τινί, τότε πάσας ὑπ’αὐτοῦ ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ εἶναι δοκοῦντι φίλων καὶ μόνῳ κοινωνῷ τῶν ἀπορρήτων · κελεύει δὲ αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι νεκυίᾳτε χρησαμένῳ μαθεῖν περὶ τοῦ τέλους τοῦ βίου αὐτοῦ, καὶ μή τις ἄρα ἐπιβουλεύοι τῇ ἀρχῇ.
4.12.5ὁ δὲ Ματερνιανὸς χρησάμενος ἀδεῶς τοῖς ὑπὸ τοῦ βασιλέως κελευσθεῖσιν, εἴτε ὄντως αὐτῷ δαιμόνων ταῦτα θεσπισάντων εἴτε ἄλλως συσκευαζόμενος τὸν Μακρῖνον, ἐπιστέλλει τῷ Ἀντωνίνῳ ἐπιβουλεύειν τῇ ἀρχῇ τὸν Μακρῖνον καὶ δεῖν αὐτὸν ἀποσκευάσασθαι.
4.12.6ταῦτα τὰ γράμματα ἀποσημηνάμενος μετὰ καὶ ἑτέρων ἐπιστολῶν κατὰ τὸ ἔθος δίδωσι τοῖς διακομίζουσιν, οὐκ εἰδόσιν ἃ φέρουσι. τῷ δὲ συνήθει τάχει τῆς ὁδοιπορίας ἐκεῖνοι χρησάμενοι ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδητε σκευὴν ἡνιόχου ἀνειληφότι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι προσκομίζουσι πάντα τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ κατὰ Μακρίνου γράμματα.
4.12.7ὁ δ’Ἀντωνῖνος τὴν ὁρμὴν ἤδη καὶ τὴν γνώμην περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἀποστάντι καὶ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, δηλῶσαι αὐτῷ, εἰ δὲ μή, τὰ ἐξ ἔθους αὐτὸν διοικῆσαι ὡς ἔπαρχον. πολλάκις δὲ τοῦτο κελεύειν ἦν σύνηθες αὐτῷ. καὶ ὃ μὲν ταῦτα προστάξας εἴχετο τοῦ προκειμένου ·
4.12.8ὁ δὲ Μακρῖνος καθ’αὑτὸν γενόμενος τάςτε ἄλλας ἐπιλύεται ἐπιστολάς, περιτυχὼν δὲ καὶ τῇ καθ’αὑτοῦ θανατηφόρῳ ὁρᾷ προῦπτον κίνδυνον ἐπικείμενον. εἰδώςτε τοῦ Ἀντωνίνου τὸν θυμὸν καὶ τὸ φονικὸν ἐπὶ τοιοῖσδε γράμμασι, καὶ πρόφασιν αὐτῷ εὔλογον ὑπάρξουσαν, τὴν μὲν ἐπιστολὴν ὑφαιρεῖται, περὶ δὲ τῶν λοιπῶν ἀπαγγέλλει
4.13.1ὡς εἶεν συνήθεις. φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, δρᾶσαί τι μᾶλλον ἠθέλησεν ἢ ἀναμείνας παθεῖν. τολμᾷ δή τι τοιοῦτον. ἦν τις ἑκατοντάρχης, Μαρτιάλιος δὲ ὄνομα αὐτῷ, τῶν σωματοφυλάκων τῶν Ἀντωνίνου, ἀεὶ παρεπόμενος αὐτῷ. τούτου τὸν ἀδελφὸν πρὸ ὀλίγων ἡμερῶν ἀνῃρήκει διαβληθέντα μὲν οὐκ ἐλεγχθέντα δέ · αὐτῷτε τῷ Μαρτιαλίῳ ἐνύβρισεν, ἄνανδρον αὐτὸν καὶ ἀγεννῆ καλῶν καὶ Μακρίνου φίλον.
4.13.2τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντάτε σφοδρῶς ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀναιρέσει, μὴ φέροντάτε τὰς ἐς αὑτὸν ὕβρεις, μεταπέμπεται (ἐθάρρει δὲ αὐτῷ θεραπεύοντίτε αὐτὸν ἄνωθεν καὶ πολλὰ ὑπ’αὐτοῦ εὐεργετηθέντι), πείθειτε καιρὸν ἐπιτήδειον παραφυλάξαντα ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. ὃ δὲ ταῖςτε ὑποσχέσεσι τοῦ Μακρίνου ἀναπεισθείς, μισῶντε ἄλλως καὶ τιμωρῆσαι θέλων τῷ ἀδελφῷ, πάντα ποιήσειν ἀσμένως ὑπισχνεῖται καιρὸν ἐπιτήδειον εὑρών.
4.13.3συνέβη δὲ μετ’οὐ πολὺ τῆς σκέψεως ταύτης θελῆσαι τὸν Ἀντωνῖνον, διατρίβοντα ἐν Κάρραις τῆς Μεσοποταμίας, προελθεῖν τῆς βασιλείας ἀπελθεῖντε ἐς τὸν νεὼν τῆς σελήνης, ἣν μάλιστα οἱ ἐπιχώριοι σέβουσιν. ἀφειστήκει δὲ τῆς πόλεως ὁ νεὼς πολύ, ὡς ὁδοιπορίας χρῄζειν. σὺν ἱππεῦσιν οὖν ὀλίγοις, ἵνα δὴ μὴ πάντα τὸν στρατὸν σκύλῃ, τὴν ὁδοιπορίαν ἐποιεῖτο, ὡς δὴ θύσας τῇ θεῷ ἐπανέλθοι.
4.13.4κατὰ δὲ τὴν μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναίτε πάντας κελεύσας, ἀνεχώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος τὰ ἐνοχλοῦντα. πάντες τοίνυν ἀπεστράφησαν καὶ ὡς πορρωτάτω ἀπῄεσαν, τιμὴν καὶ αἰδῶ τῷ γινομένῳ νέμοντες.
4.13.5ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς πάντας παραφυλάττων, ἰδώντε αὐτὸν μεμονωμένον, ὡς δὴ κληθεὶς ὑπ’αὐτοῦ νεύματι ἐρῶν τι ἢ ἀκουσόμενος, προστρέχει, ἐπιστάςτε αὐτῷ τὰς ἐσθῆτας τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ, ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτωςτε καὶ ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη.
4.13.6πεσόντος δὲ αὐτοῦ πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος. Γερμανοὶ δὲ ἱππεῖς, οἷς ὁ Ἀντωνῖνος ἔχαιρε φρουροῖςτε τοῦ σώματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες ὅσον οἱ λοιποί, πρῶτοίτε ἰδόντες τὸ γενόμενον, διώξαντες τὸν Μαρτιάλιον κατηκόντισαν.
4.13.7ὡς δὲ καὶ ὁ λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον, καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαίτε καὶ θρηνεῖν προσεποιεῖτο. ὅτε στρατὸς πᾶς χαλεπῶς καὶ δυσφόρως ἤνεγκε τὸ πραχθέν · συστρατιώτην γὰρ καὶ κοινωνὸν τοῦ βίου, ἀλλ’οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι. καὶ οὐδεμίαν πω ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου, ᾤοντο δὲ τὸν Μαρτιάλιον οἰκείαν ἔχθραν ἀμύνασθαι.
4.13.8καὶ οἳ μὲν ἕκαστος ἐς τὰς σκηνὰς ἐπανῇσαν · ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σωμάτιον, τήντε κόνιν κάλπῃ τινὶ ἐμβαλών, ἔπεμψε τῇ μητρὶ αὐτοῦ καταθάψαι, ἐν Ἀντιοχείᾳ διατριβούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων ὁμοίαις συμφοραῖς εἴτε ἑκοῦσα εἴτε κελευσθεῖσα ἀπεκαρτέρησε. τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο ὁ Ἀντωνῖνος καὶ ἡ μήτηρ Ἰουλία, βιώσαντες ὡς προείρηται. πᾶς δὲ ὁ χρόνος ἐν ᾧ μόνος ἐβασίλευσεν ἄνευ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, ἐν ἓξ ἔτεσι συνετελέσθη.
4.14.1τελευτήσαντος δὲ τοῦ Ἀντωνίνου ἐν ἀφασίᾳτε ἦν ὁ στρατὸς καὶ ἀπορίᾳ τοῦ πρακτέου · ἔμεινάντε ἡμερῶν δύο ἀβασίλευτοι, ἐζήτουντε ὃν ἐπιλέξονται ἄρχοντα. καὶ γὰρ ἠγγέλλετο μετὰ πολλοῦ πλήθους καὶ δυνάμεως ἐπιὼν ὁ Ἀρτάβανος, δίκας ἀπαιτήσων τιμωρήσωντε τοῖς ἐν σπονδαῖς καὶ εἰρήνῃ ἀνῃρημένοις.
4.14.2αἱροῦνται δὴ βασιλέα πρῶτον μὲν Ἀδουέντον ὡς στρατιωτικόντε καὶ ἔπαρχον οὐ φαῦλον γενόμενον · ὃ δὲ γῆρας προϊσχόμενος παρῃτήσατο · μετ’ἐκεῖνον δὲ τὸν Μακρῖνον, πειθόντων αὐτοὺς χιλιάρχων, οἳ καὶ τῆς ἐπιβουλῆς τοῦ Ἀντωνίνου συνωμόται καὶ κοινωνοὶ τοῦ Μακρίνου γεγενῆσθαι ὑπωπτεύθησαν. ὕστερον γοῦν ἐκολάσθησαν μετὰ τὴν ἐκείνου τελευτήν, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν.
4.14.3παρέλαβε δὲ τὴν βασιλείαν ὁ Μακρῖνος οὐχ οὕτως εὐνοίᾳ καὶ πίστει τῶν στρατιωτῶν ὡς ἀνάγκῃ καὶ χρείᾳ τοῦ παρόντος καιροῦ. τούτων δὲ πραττομένων ἐφίσταται ὁ Ἀρτάβανος μετὰ μεγίστου πλήθους καὶ δυνάμεως, ἵπποντε πολλὴν ἄγων καὶ τοξοτῶν μέγα τι πλῆθος καταφράκτουςτε ἀπὸ καμήλων ἔξωθεν μακροῖς δόρασιν.
4.14.4ὡς δ’ἀπηγγέλη προσιών, συγκαλέσας τοὺς στρατιώτας ὁ Μακρῖνος ἔλεξε τοιάδε. “ἀλγεῖν μὲν ὑμᾶς πάντας ἐπὶ τοιούτου βασιλέως, ἢ ἵνα τα- τἀληθῆ λέγοιμι, συστρατιώτου ἀποβολῇ θαυμαστὸν οὐδέν · φέρειν δὲ τὰς συμφορὰς καὶ τὰ προσπίπτοντα μετρίως ὑπομένειν” “ἀνθρώπων ἔργον σωφρονούντων.
4.14.5ἡ μὲν γὰρ ἐκείνου μνήμη ἔντε τοῖς ὑμετέροις στέρνοις ἐγκείσεται, τοῖςτε ἐς ὕστερον παραδοθήσεται δόξαν ἀίδιον φέρουσα μεγάλωντε καὶ γενναίων ἔργων ὧν ἔδρασε, φίλτρωντε καὶ εὐνοίας καμάτωντε κοινωνίας τῆς πρὸς ὑμᾶς. νῦν δὲ καιρός, τιμήσαντας ὡς χρὴ τὴν μνήμην τοῦ τετελευτηκότος, ἀφοσιωσαμένουςτε τὰ” “πρὸς ἐκεῖνον, ἔχεσθαι τῶν ἐπειγόντων.
4.14.6ὁρᾶτε τὸν βάρβαρον ἐφεστῶτα σὺν παντὶ τῷ τῆς ἀνατολῆς πλήθει, καὶ δοκοῦντα πρόφασιν εὔλογον ἔχειν ἔχθρας · ἡμεῖς γὰρ αὐτὸν προυκαλεσάμεθα παρασπονδήσαντες, καὶ ἐν εἰρήνῃ βαθείᾳ πόλεμον ἠγείραμεν. ἤρτηται δὲ νῦν πᾶσα ἡ Ῥωμαίων ἀρχὴ τῆς ὑμετέρας ἀνδρείαςτε καὶ πίστεως · οὐ γὰρ περὶ ὅρων γῆς οὐ δὲ ῥείθρων ποταμῶν ἡ φιλονεικία, περὶ τοῦ παντὸς δέ, πρὸς μέγαν βασιλέα, ὑπὲρ παίδων καὶ συγγενῶν, οὓς ἐκεῖνος” “ἀδίκως καὶ παρὰ τοὺς ὅρκους οἴεται ἀνῃρῆσθαι.
4.14.7τάτε οὖν ὅπλα λαμβάνωμεν, καὶ τῇ συνήθει Ῥωμαίοις εὐκοσμίᾳ ταττώμεθα. ἐν γὰρ ταῖς παρατάξεσι τὸ μὲν τῶν βαρβάρων ἄτακτον πλῆθος καὶ προσκαίρως ἠθροισμένον αὐτὸ ἑαυτῷ ἴσως γένοιτ’ἂν ἐναντίον · τὸ δ’ὑμέτερον εὔτακτόντε ὂν καὶ συγκεκροτημένον, μετάτε ἐμπειρίας μαχόμενον, ὑμῖντε ἔσται σωτήριον κα- κἀκείνοις ὀλέθριον. μετ’ἀγαθῆς οὖν τῆς ἐλπίδος ἀγωνίζεσθε ὡς Ῥωμαίοις πρέπει καὶ σύνηθες” ·
4.14.8“οὕτω γὰρ τούςτε βαρβάρους ἀπώσεσθε ὑμεῖς, καὶ δόξης κλέος ἀράμενοι μέγα Ῥωμαίοιςτε καὶ πᾶσιν ἀνθρώποις δείξετε, τήντε προτέραν νίκην πιστώσεσθε, ὡς μὴ δόλῳ καὶ ἀπάτῃ παρασπονδήσαντες ἠδικήσατε, ἀλλὰ δι’ὅπλων νικήσαντες ἐκρατήσατε”. τοιαῦτά τινα εἰπόντος αὐτοῦ, οἱ στρατιῶται τὴν ἀνάγκην τοῦ πράγματος ὁρῶντες παρετάττοντο κα- κἀν
4.15.1τοῖς ὅπλοις ἦσαν. ἅμα δὲ ἡλίῳ ἀνίσχοντι ἐφάνη Ἀρτάβανος σὺν μεγίστῳ πλήθει στρατοῦ. ἀσπασάμενοι δὲ τὸν ἥλιον, ὡς ἔθος αὐτοῖς, οἱ βάρβαροι, μεγίστῃτε κλαγγῇ βοήσαντες, ἐπέδραμον τοῖς Ῥωμαίοις τοξεύοντέςτε καὶ καθιππεύοντες. οἱ δὲ Ῥωμαῖοι εὐτάκτωςτε καὶ ἀσφαλῶς συστήσαντες τὰς φάλαγγας, ἑκατέρωθέντε τοὺς ἱππεῖς καὶ τοὺς Μαυρουσίους παρατάξαντες, τάτε κενὰ πληρώσαντες τῶν κούφως καὶ εὐσταλῶς ἐκτρέχειν δυναμένων, δεξάμενοι τοὺς βαρβάρους ἐμάχοντο.
4.15.2καὶ οἱ μὲν βάρβαροι τῷ πλήθει τῶν τόξων τοῖςτε ἐπιμήκεσι δόρασι τῶν καταφράκτων ἀπότε ἵππων καὶ καμήλων τιτρώσκοντες αὐτοὺς μεγάλως ἄνωθεν ἔβλαπτον · οἱ δὲ Ῥωμαῖοι τῶν μὲν συσταδὸν μαχομένων ῥᾳδίως ἐκράτουν, ἐπεὶ δὲ αὐτοὺς ἥτε ἵππος πολλὴ οὖσα καὶ τὸ τῶν καμήλων πλῆθος ἐλυμαίνετο, προσποιούμενοι ἀναχωρεῖν τριβόλουςτε καὶ ἄλλα τινὰ τεχνάσματα σιδήρων, ὀξυτάτας ἐξοχὰς περικείμενα, ἐρρίπτουν. παραλανθάνοντα δὲ ἐν ταῖς ψάμμοις καὶ οὐ καθορώμενα ὑπὸ τῶν ἱππέων ἢ τῶν καμηλιτῶν ὀλέθρια ἦν αὐτοῖς ·
4.15.3πατοῦντες γὰρ οἱ ἵπποι, αἵτε κάμηλοι μάλιστα, ἔχουσαι ἁπαλὰ τὰ πέλματα, ὤκλαζον καὶ ἐχώλευον, τούςτε ἐπιβάτας οὓς ἔφερον ἀπεσείοντο. οἱ δὲ ἐπέκεινα βάρβαροι ἐς ὅσον μὲν ἐποχοῦνται ἵπποις ἢ καμήλοις, γενναίως μάχονται, ἢν δὲ ἀποβῶσιν αὐτῶν ἢ κατενεχθῶσι, ῥᾷστα ἁλίσκονται, μὴ φέροντες τὴν ἐκ συστάσεως μάχην. πρόςτε τὸ φυγεῖν ἢ διῶξαι, εἰ δέοι, ὑπὸ τῆς περὶ τοῖς σκέλεσιν ἐσθῆτος χαύνως παρῃωρημένης ἐμποδίζονται.
4.15.4πρώτης μὲν οὖν καὶ δευτέρας ἡμέρας ἐξ ἑωθινοῦ ἐς ἑσπέραν ἐμαχέσαντο, καὶ νὺξ ἐπελθοῦσα διέλυσε τὰς μάχας, ἑκάτεροίτε ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα νικᾶν ἀξιοῦντες. τῇ δὲ τρίτῃ ἡμέρᾳ συνῆλθον ἐς τὸ αὐτὸ πεδίον μαχούμενοι, ἐπειρῶντο δὲ οἱ μὲν βάρβαροι, πολύ τι τῷ πλήθει τούτων ὑπερέχοντες, κυκλώσασθαι τοὺς Ῥωμαίους καὶ σαγηνεῦσαι · οἱ δὲ Ῥωμαῖοι οὐκέτι τὰς φάλαγγας ἐς βάθος συνίστασαν, ἐς μῆκος δ’ἐκτείνοντες ἀεὶ τὸ κυκλούμενον ἐνεπόδιζον.
4.15.5πλῆθος δὲ τοσοῦτον ἀνδρῶντε καὶ κτηνῶν ἐφονεύθη ὡς πᾶν πληρωθῆναι τὸ πεδίον μεγίστουςτε σωροὺς πτωμάτων ἐς ὕψος ἀρθῆναι, καὶ μάλιστα τῶν καμήλων ἐπαλλήλων πιπτουσῶν. πρόςτε οὖν τὸ διατρέχειν ἐνεποδίζοντο οἱ μαχόμενοι · οὐκέτι δὲ οὐ δὲ καθεώρων ἀλλήλους, μεγάλου οἱονεὶ χώματος ἐν μέσῳ καὶ δυσβάτου ὑπὸ τῶν σωμάτων σεσωρευμένου, ὑφ’οὗ κωλυόμενοι τοῖς ἄλλοις ἐπιέναι ἕκαστοι ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα.
4.15.6ὁ δὲ Μακρῖνος συνεὶς ὅτι οὐκ ἄλλως Ἀρτάβανος ἐκθύμωςτε μάχεται καὶ προσμένει ἀλλ’ἢ οἰόμενος Ἀντωνίνῳ μάχεσθαι, εἰωθότων ἀεὶ τῶν βαρβάρων ῥᾷστα ἀποκάμνειν ἐθελοκακεῖντε, εἰ μή τι ἐν ταῖς πρώταις ὁρμαῖς κατορθώσουσι, τότε δὲ προσμενόντων ὡς ἂν τὴν μάχην ἀνανεώσαιντο μετὰ τὴν τῶν νεκρῶν ἀναίρεσίντε καὶ κατάφλεξιν, οὐκ οἰομένων τεθνηκέναι τὸν τῆς ἔχθρας αἴτιον, πέμπει πρεσβείαν ἐπιστέλλειτε τῷ Παρθυαίῳ, λέγων τὸν μὲν περὶ τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἀδικήσαντα βασιλέα τεθνηκέναι δίκαςτε ἀξίας ὧν ἔδρασε δεδωκέναι, Ῥωμαίους δέ, ὧν ἐστὶν ἡ ἀρχή, ἑαυτῷ τὰ τῆς βασιλείας ἐγκεχειρικέναι ·
4.15.8μήτε δὲ ἀρέσκεσθαι τοῖς πραχθεῖσιν, αἰχμαλώτουςτε τοὺς περιόντας ἀποδοῦναι, χρήματάτε ὅσα ἡρπάγη ἀποτῖσαι, φίλῳτε ἀντὶ ἐχθροῦ χρῆσθαι καὶ τὴν εἰρήνην ὅρκοις καὶ σπονδαῖς βεβαιῶσαι. ὁ δὲ Ἀρτάβανος ταῦτάτε ἀναγνοὺς καὶ διδαχθεὶς ὑπὸ τῶν πρέσβεων περὶ τῆς Ἀντωνίνου ἀναιρέσεως, αὐτάρκη τιμωρίαν τὸν παρασπονδήσαντα δεδωκέναι νομίζων, τοῦτε στρατοῦ αὑτῷ τετρυχωμένου, ἀγαπῶντε τοὺς αἰχμαλώτους καὶ τὰ χρήματα ἀναιμωτὶ ἀπολαβεῖν, σπεισάμενος εἰρήνην πρὸς τὸν Μακρῖνον ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται.
4.15.9ὃ δὲ τόν στρατὸν ἀπαλλάξας τῆς ἐν Μεσοποταμίᾳ διατριβῆς ἐς τὴν Ἀντιόχειαν ἠπείγετο.