History of the Empire from the Death of Marcus, 1
1.1.1οἱ πλεῖστοι τῶν περὶ συγκομιδὴν ἱστορίας ἀσχοληθέντων ἔργωντε πάλαι γεγονότων μνήμην ἀνανεώσασθαι σπουδασάντων, παιδείας κλέος ἀίδιον μνώμενοι, ὡς ἂν μὴ σιωπήσαντες λάθοιεν ἐς τὸν πολὺν ὅμιλον ἀριθμούμενοι, τῆς μὲν ἀληθείας ἐν ταῖς ἀφηγήσεσιν ὠλιγώρησαν, οὐχ ἥκιστα δὲ ἐπεμελήθησαν φράσεώςτε καὶ εὐφωνίας, θαρροῦντες ὡς, εἴ τι καὶ μυθῶδες λέγοιεν, τὸ μὲν ἡδὺ τῆς ἀκροάσεως αὐτοὶ καρπώσονται, τὸ δ’ἀκριβὲς τῆς ἐξετάσεως οὐκ ἐλεγχθήσεται.
1.1.2εἰσὶ δ’οἳ πρὸς ἔχθραν ἢ μῖσος τυράννων, κολακείαντε ἢ τιμὴν βασιλέων πόλεώςτε καὶ ἰδιωτῶν, εὐτελῆ καὶ μικρὰ ἔργα λόγων ἀρετῇ δόξῃ παρέδοσαν τῆς ἀληθείας μείζονι.
1.1.3ἐγὼ δὲ ἱστορίαν οὐ παρ’ἄλλων ἀποδεξάμενος ἄγνωστόντε καὶ ἀμάρτυρον, ὑπὸ νεαρᾷ δὲ τῇ τῶν ἐντευξομένων μνήμῃ, μετὰ πάσης ἀκριβείας ἤθροισα ἐς συγγραφήν, οὐκ ἀτερπῆ τὴν γνῶσιν καὶ τοῖς ὕστερον ἔσεσθαι προσδοκήσας ἔργων μεγάλωντε καὶ πολλῶν ἐν ὀλίγῳ χρόνῳ γενομένων.
1.1.4εἰ γοῦν τις παραβάλοι πάντα τὸν ἀπὸ τοῦ Σεβαστοῦ χρόνον, ἐξ οὗπερ ἡ Ῥωμαίων δυναστεία μετέπεσεν ἐς μοναρχίαν, οὐκ ἂν εὕροι ἐν ἔτεσι περί που διακοσίοις μέχρι τῶν Μάρκου καιρῶν οὔτε βασιλειῶν οὕτως ἐπαλλήλους διαδοχάς, οὔτε πολέμων ἐμφυλίωντε καὶ ξένων τύχας ποικίλας, ἐθνῶντε κινήσεις καὶ πόλεων ἁλώσεις τῶντε ἐν τῇ ἡμεδαπῇ καὶ ἐν πολλοῖς βαρβάροις, γῆςτε σεισμοὺς καὶ ἀέρων φθοράς, τυράννωντε καὶ βασιλέων βίους παραδόξους, πρότερον ἢ σπανίως ἢ μη δ’ὅλως μνημονευθέντας ·
1.1.5ὧν οἳ μὲν ἐπιμηκέστερον ἔσχον τὴν ἀρχήν, οἳ δὲ πρόσκαιρον τὴν δυναστείαν, εἰσὶ δ’οἳ μέχρι προσηγορίας καὶ τιμῆς ἐφημέρου μόνης ἐλθόντες εὐθέως κατελύθησαν. μερισθεῖσα γὰρ ἡ Ῥωμαίων ἀρχὴ ἐν ἔτεσιν ἑξήκοντα ἐς πλείους δυναστείας ἢ ὁ χρόνος ἀπῄτει, πολλὰ καὶ ποικίλα ἤνεγκε καὶ θαύματος ἄξια.
1.1.6τούτων γὰρ οἱ μὲν τὴν ἡλικίαν πρεσβύτεροι διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐπιμελέστερον ἑαυτῶντε καὶ τῶν ὑπηκόων ἦρξαν, οἱ δὲ κομιδῇ νέοι ῥᾳθυμότερον βιώσαντες πολλὰ ἐκαινοτόμησαν · διόπερ εἰκότως ἐν ἡλικίαιςτε καὶ ἐξουσίαις διαφόροις οὐχ ὅμοια γέγονε τὰ ἐπιτηδεύματα. ὡς δ’ἕκαστα τούτων πέπρακται, κατὰ χρόνους καὶ δυναστείας διηγήσομαι.
1.2.1τῷ βασιλεύοντι Μάρκῳ θυγατέρες μὲν ἐγένοντο πλείους, ἄρρενες δὲ δύο. τῶν δὲ ἀρρένων τούτων ὁ μὲν ἕτερος κομιδῇ νέος τὸν βίον μετήλλαξε (Βηρίσσιμος δ’ἦν ὄνομα αὐτῷ), τὸν δὲ περιόντα Κόμμοδόντε καλούμενον ὁ πατὴρ μετὰ πολλῆς ἐπιμελείας ἀνεθρέψατο, πάντοθεν τοὺς ἐν τοῖς ἔθνεσιν ἐπὶ λόγοις δοκιμωτάτους ἐπὶ συντάξεσιν οὐκ εὐκαταφρονήτοις καλῶν, ὅπως συνόντες ἀεὶ παιδεύοιεν αὐτῷ τὸν υἱόν.
1.2.2τάςτε θυγατέρας ἐν ὥρᾳ γενομένας ἐξέδοτο ἀνδράσι τῆς συγκλήτου βουλῆς τοῖς ἀρίστοις, οὐ τοὺς γένους μακραῖς διαδοχαῖς εὐπατρίδας, οὐ δὲ τοὺς πλούτου περιβολαῖς λαμπρούς, κοσμίους δὲ τὸν τρόπον καὶ σώφρονας τὸν βίον γαμβροὺς αὑτῷ γενέσθαι θέλων · ταῦτα γὰρ μόνα ψυχῆς ἴδια καὶ ἀναφαίρετα ἡγεῖτο κτήματα.
1.2.3ἀρετῆς δὲ πάσης ἔμελεν αὐτῷ, λόγωντε ἀρχαιότητος ἦν ἐραστής, ὡς μηδενὸς μήτε Ῥωμαίων μήτε Ἑλλήνων ἀπολείπεσθαι · δηλοὶ δὲ ὅσα καὶ ἐς ἡμᾶς ἦλθεν ἢ λεχθέντα πρὸς αὐτοῦ ἢ γραφέντα.
1.2.4παρεῖχε δὲ καὶ τοῖς ἀρχομένοις ἑαυτὸν ἐπιεικῆ καὶ μέτριον βασιλέα, τούςτε προσιόντας δεξιούμενος, κωλύωντε τοὺς περὶ αὐτὸν δορυφόρους ἀποσοβεῖν τοὺς ἐντυγχάνοντας. μόνοςτε βασιλέων φιλοσοφίαν οὐ λόγοις οὐ δὲ δογμάτων γνώσεσι, σεμνῷ δ’ἤθει καὶ σώφρονι βίῳ ἐπιστώσατο. πολύτε πλῆθος ἀνδρῶν σοφῶν ἤνεγκε τῶν ἐκείνου καιρῶν ἡ φορά · φιλεῖ γάρ πως ἀεὶ τὸ ὑπήκοον ζήλῳ τῆς τοῦ ἄρχοντος γνώμης βιοῦν.
1.2.5ὅσα μὲν οὖν ἐκείνῳ πέπρακται ἀνδρεῖα καὶ σώφρονα, στρατηγικὴν ἢ πολιτικὴν ἀρετὴν ἔχοντα, πρόςτε τοὺς τὰ ἀρκτῷα τῆς γῆς ἔθνη βάρβαρα κατοικοῦντας πρόςτε τοὺς ὑπὸ ταῖς ἀνατολαῖς ποιουμένους τὸν βίον, πολλοῖς καὶ σοφοῖς ἀνδράσι συγγέγραπται · ἃ δὲ μετὰ τὴν Μάρκου τελευτὴν παρὰ πάντα τὸν ἐμαυτοῦ βίον εἶδόντε καὶ ἤκουσα, ἔστι δ’ὧν καὶ πείρᾳ μετέσχον ἐν βασιλικαῖς ἢ δημοσίαις ὑπηρεσίαις γενόμενος, ταῦτα συνέγραψα.
1.3.1γηραιὸν ὄντα Μάρκον, καὶ μὴ μόνον ὑφ’ἡλικίας ἀλλὰ καμάτοιςτε καὶ φροντίσι τετρυχωμένον, διατρίβοντάτε ἐν Παίοσι, νόσος χαλεπὴ καταλαμβάνει. ἐπεὶ δὲ αὑτῷ τὰς πρὸς σωτηρίαν ἐλπίδας φαύλως ἔχειν ὑπώπτευεν, ἑώρατε τὸν παῖδα τῆς μειρακίων ἡλικίας ἀρχόμενον ἐπιβαίνειν, δεδιὼς μὴ νεότης ἀκμάζουσα καὶ ἐν ὀρφανίᾳ ἐξουσίαν αὐτοκράτορα καὶ ἀκώλυτον προσλαβοῦσα μαθημάτων μὲν καλῶν καὶ ἐπιτηδευμάτων ἀφηνιάσῃ, μέθαις δὲ καὶ κραιπάλαις ἐπιδῷ ἑαυτήν (ῥᾷστα γὰρ αἱ τῶν νέων ψυχαὶ ἐς ἡδονὰς ἐξολισθαίνουσαι ἀπὸ τῶν παιδείας καλῶν μετοχετεύονται), οἷα δὴ ἄνδρα πολυΐστορα μάλιστα ἐτάραττε μνήμη τῶν ἐν νεότητι βασιλείαν παραλαβόντων, τοῦτο μὲν Διονυσίου τοῦ Σικελιώτου τυράννου, ὃς ἀπὸ τῆς ἄγαν ἀκρασίας καινὰς ἡδονὰς ἐπὶ μεγίστοις μισθοῖς ἐθηρᾶτο, τοῦτο δὲ αἱ τῶν Ἀλεξάνδρου διαδόχων ἐς τοὺς ὑπηκόους ὕβρειςτε καὶ βίαι, δι’ὧν τὴν ἐκείνου ἀρχὴν κατῄσχυναν, Πτολεμαῖος μὲν καὶ μέχρις ἀδελφῆς ἰδίας ἔρωτος προχωρήσας παράτε τοὺς Μακεδόνων καὶ Ἑλλήνων νόμους, Ἀντίγονος δὲ Διόνυσον πάντα μιμούμενος, καὶ κισσὸν μὲν περιτιθεὶς τῇ κεφαλῇ ἀντὶ καυσίας καὶ διαδήματος Μακεδονικοῦ, θύρσον δὲ ἀντὶ σκήπτρου φέρων.
1.3.4ἔτι δὲ καὶ μᾶλλον αὐτὸν ἐλύπει τὰ μὴ πρὸ πολλοῦ ἀλλ’ὑπόγυον ἔχοντα τὴν μνήμην, τάτε Νέρωνι πεπραγμένα, ὃς ἐχώρησε μέχρι μητρῴου φόνου παρεῖχέτε τοῖς δήμοις ἑαυτὸν καταγέλαστον θέαμα, τάτε Δομετιανῷ τετολμημένα, τῆς ἐσχάτης ὠμότητος οὐδὲν ἀπολείποντα.
1.3.5τοιαύτας δὴ τυραννίδος εἰκόνας ὑποτυπούμενος ἐδεδίειτε καὶ ἤλπιζεν. οὐ μετρίως δ’αὐτὸν ἐτάραττον καὶ οἱ Γερμανοὶ γειτνιῶντες, οὓς οὐδέπω πάντας ἐκεχείρωτο, ἀλλὰ τοὺς μὲν πειθοῖ ἐς συμμαχίαν προσηγάγετο, τῶν δὲ καὶ κρατήσας ἦν τοῖς ὅπλοις · ἦσαν δέ τινες οἳ διαδράντες πρὸς τὸ παρὸν ἀνακεχωρήκεσαν δέει τῆς παρουσίας τοιούτου βασιλέως. ὑπώπτευεν οὖν μὴ τῆς ἡλικίας τοῦ μειρακίου καταφρονήσαντες ἐπιθῶνται αὐτῷ · ἐρᾷ γὰρ τὸ βάρβαρον καὶ
1.4.1ἐπὶ ταῖς τυχούσαις ἀφορμαῖς ῥᾷστα κινεῖσθαι. κυμαίνουσαν οὖν ἔχων τοσαύταις φροντίσι τὴν ψυχήν, συγκαλέσας τοὺς φίλους ὅσοιτε παρῆσαν τῶν συγγενῶν, καὶ τὸν παῖδα παραστησάμενος, ἐπειδὴ πάντες συνῆλθον, ἡσυχῇ τοῦ σκίμποδος κουφίσας ἑαυτὸν τοιούτων λόγων ἤρξατο.
1.4.2“ἄχθεσθαι μὲν ὑμᾶς ἐφ’οἷς ὁρᾶτέ με διακείμενον, θαυμαστὸν οὐδέν · φύσειτε γὰρ τὸ ἀνθρώπινον ἐλεεινὸν ἐν ταῖς τῶν ὁμοφύλων συμφοραῖς, τάτε δεινὰ ὑπ’ὄψιν πεσόντα οἶκτον προκαλεῖται μείζονα. ἐμοὶ δέ τι καὶ πλέον ὑπάρχειν παρ’ὑμῶν οἴομαι · ἐκ γὰρ ὧν αὐτὸς διάκειμαι πρὸς ὑμᾶς, ἀμοιβαίαν εὔνοιαν” “εἰκότως ἤλπικα.
1.4.3νῦν δὲ καιρὸς εὔκαιρος ἐμοίτε αἰσθέσθαι μὴ μάτην πρὸς ὑμᾶς τοσούτου χρόνου τιμήντε καὶ σπουδὴν κατατεθεῖσθαι, ὑμῖντε ἀποδοῦναι χάριν, δείξασιν ὅτι ὑπὲρ ὧν ἐτύχετε οὐκ ἀμνημονεῖτε. ὁρᾶτε δή μοι τὸν υἱόν, ὃν αὐτοὶ ἀνεθρέψασθε, ἄρτι τῆς μειρακίων ἡλικίας ἐπιβαίνοντα καὶ δεόμενον ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ τῶν κυβερνησόντων, μή ποι φερόμενος ὑπ’ἀτελοῦς τῆς τῶν δεόντων ἐμπειρίας” “ἐς φαῦλα ἐπιτηδεύματα προσαραχθῇ.
1.4.4γένεσθε δὴ οὖν αὐτῷ ὑμεῖς ἀνθ’ἑνὸς ἐμοῦ πατέρες πολλοί, περιέποντέςτε καὶ τὰ ἄριστα συμβουλεύοντες. οὔτε γὰρ χρημάτων πλῆθος οὐδὲν αὔταρκες πρὸς τυραννίδος ἀκρασίαν, οὔτε δορυφόρων φρουρὰ ἱκανὴ ῥύεσθαι τὸν ἄρχοντα, εἰ μὴ προϋπάρχει ἡ τῶν ὑπηκόων” “εὔνοια.
1.4.5μάλιστα δὲ ἐκεῖνοι ἐς ἀρχῆς μῆκος ἀκινδύνως ἤλασαν, ὅσοι μὴ φόβον ἐξ ὠμότητος, πόθον δὲ τῆς αὑτῶν χρηστότητος ταῖς τῶν ἀρχομένων ψυχαῖς ἐνέσταξαν. οὐ γὰρ οἱ ἐξ ἀνάγκης δουλεύοντες ἀλλ’οἱ μετὰ πειθοῦς ὑπακούοντες ἀνύποπτοι καὶ ἔξω κολακείας προσποιήτου δρῶντέςτε καὶ πάσχοντες διατελοῦσιν, καὶ οὐ δέ ποτε ἀφηνιάζουσιν, ἢν μὴ βίᾳ καὶ” “ὕβρει ἐπὶ τοῦτο ἀχθῶσι.
1.4.6χαλεπὸν δὲ μετριάσαιτε καὶ ὅρον ἐπιθεῖναι ἐπιθυμίαις ὑπηρετούσης ἐξουσίας. τοιαῦτα δὴ συμβουλεύοντες αὐτῷ, καὶ ὧν ἀκούει παρὼν ὑπομιμνήσκοντες, ὑμῖντε αὐτοῖς καὶ πᾶσιν ἄριστον ἀποδείξετε βασιλέα, τῇτε ἐμῇ μνήμῃ χαριεῖσθε τὰ μέγιστα, οὕτωτε μόνως ἀίδιον αὐτὴν ποιῆσαι δυνήσεσθε”.
1.4.7τοσαῦτα εἰπόντα τὸν Μάρκον ἐπιπεσοῦσα λιποθυμία κατεσίγασεν · ὑπὸ δὲ ἀσθενείαςτε καὶ ἀθυμίας αὖθις ὑπτίαζεν. οἶκτος δὲ πάντας ἐλάμβανε τοὺς παρόντας, ὡς μη δὲ κατασχόντας αὑτῶν τινὰς ἐς οἰμωγὴν ἀναβοῆσαι. ὃ μὲν οὖν νυκτόςτε καὶ ἡμέρας ἐπιβιώσας μιᾶς ἀνεπαύσατο, πόθοντε τοῖς καθ’αὑτὸν ἀνθρώποις ἐγκαταλιπὼν ἀρετῆςτε ἀίδιον μνήμην ἐς τὸν ἐσόμενον αἰῶνα.
1.4.8τελευτήσαντος δὲ Μάρκου, ἐπειδὴ διεφοίτησεν ἡ φήμη, πᾶντε τὸ παρὸν στρατιωτικὸν καὶ τὸ δημῶδες πλῆθος ὁμοίως πένθει κατείχετο, οὐ δέ τις ἦν ἀνθρώπων τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὃς ἀδακρυτὶ τοιαύτην ἀγγελίαν ἐδέχετο · πάντες δ’ὥσπερ ἐκ μιᾶς φωνῆς, οἳ μὲν πατέρα χρηστόν, οἳ δ’ἀγαθὸν βασιλέα, γενναῖον δὲ ἕτεροι στρατηγόν, οἳ δὲ σώφρονα καὶ κόσμιον ἄρχοντα ἀνεκάλουν, καὶ οὐδεὶς ἐψεύδετο.
1.5.1ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἐν ὅσαις περὶ τὴν κηδείαν τοῦ πατρὸς τὸν υἱὸν ἀπησχόλουν, ἔδοξε τοῖς φίλοις προαγαγεῖν τὸ μειράκιον ἐς τὸ στρατόπεδον, ὡς ἂν διαλεχθείητε τοῖς στρατιώταις, καὶ χρήματα δωρησάμενος, ὡς ἔθος ἐστὶ τοῖς βασιλείαν διαδεχομένοις, μεγαλόφρονι ἐπιδόσει οἰκειώσηται τὸ στράτευμα.
1.5.2παρηγγέλθητε δὴ πᾶσιν ἐλθεῖν ἐς τὸ εἰωθὸς πεδίον αὐτοὺς ὑποδέχεσθαι. προελθὼν δὲ ὁ Κόμμοδος τάςτε βασιλείους θυσίας ἐπετέλει, καὶ βήματος αὐτῷ ἐς ὕψος ἀρθέντος ἐν μέσῳ τῷ στρατοπέδῳ ἀνελθὼν ἐπ’αὐτό, καὶ περιστησάμενος τοὺς πατρῴους φίλους (πολλοὶ δὲ καὶ λόγιοι παρῆσαν αὐτῷ), ἔλεξε τοιάδε.
1.5.3“κοινὴν εἶναί μοι πρὸς ὑμᾶς τὴν ἐπὶ τοῖς καταλαβοῦσιν ἀλγηδόνα, καὶ μηδέν τι ἧττον ὑμᾶς ἐμοῦ δυσφορεῖν, ἐμαυτὸν ἀκριβῶς πέπεικα. οὐ δὲ γὰρ περιόντος μοι τοῦ πατρὸς πλεονεκτεῖν ὑμῶν ἠξίουν. ἐκεῖνος γὰρ πάντας ἡμᾶς ὡς ἕνα ἠγάπα. ἔχαιρε γοῦν μᾶλλον συστρατιώτην με ἢ υἱὸν καλῶν · τὴν μὲν γὰρ προσηγορίαν ἡγεῖτο φύσεως, τὴν δ’ἀρετῆς κοινωνίαν. φέρωντέ με πολλάκις ἔτι νήπιον ὄντα ταῖς ὑμετέραις” “ἐνεχείρισε πίστεσι.
1.5.4διόπερ καὶ ῥᾷστα πάσης εὐνοίας μεθέξειν πρὸς ὑμῶν ἤλπικα, τῶν μὲν πρεσβυτέρων τροφεῖά μοι ταῦτα ὀφειλόντων, τοὺς δ’ἡλικιώτας εἰκότως ἂν καὶ συμφοιτητὰς τῶν ἐν ὅπλοις ἔργων ἀποκαλοίην · πάντας γὰρ ἡμᾶς ὡς ἕνα ὁ πατὴρ” “ἐφίλειτε καὶ πᾶσαν ἀρετὴν ἐπαίδευεν.
1.5.5ἔδωκε δὲ μετ’ἐκεῖνον ἐμὲ βασιλέα ἡ τύχη, οὐκ ἐπείσακτον, ὥσπερ οἱ πρὸ ἐμοῦ προσκτήτῳ σεμνυνόμενοι ἀρχῇ, ἀλλὰ μόνοςτε ὑμῖν ἐγὼ ἐν τοῖς βασιλείοις ἀπεκυήθην, καὶ μὴ πειραθέντα με ἰδιωτικῶν σπαργάνων ἅμα τῷ τῆς γαστρὸς προελθεῖν ἡ βασίλειος ἐδέξατο πορφύρα, ὁμοῦ δέ με εἶδεν ἥλιος ἄνθρωπον καὶ βασιλέα”.
1.5.6“εἰκότως ἂν οὖν ταῦτα λογιζόμενοι στέργοιτε οὐ δοθέντα ὑμῖν ἀλλὰ γεννηθέντα αὐτοκράτορα. ὁ μὲν γὰρ πατὴρ ἐς οὐρανὸν ἀναπτὰς ὀπαδὸς ἤδη καὶ σύνεδρός ἐστι θεῶν · ἡμῖν δὲ χρὴ μέλειν τῶν ἐν ἀνθρώποις καὶ τὰ ἐπὶ γῆς διοικεῖν. κατορθοῦν δὲ αὐτὰ καὶ βεβαιοῦν ὑμέτερον ἔργον, εἰ τάτε τοῦ πολέμου λείψανα μετὰ πάσης ἀνδρείας ἀπαλείψαιτε καὶ τὴν” “Ῥωμαίων ἀρχὴν μέχρις ὠκεανοῦ προαγάγοιτε.
1.5.7ὑμῖντε γὰρ ταῦτα δόξαν οἴσει, καὶ τὴν τοῦ κοινοῦ πατρὸς μνήμην χάρισιν ἀξίαις οὕτως ἀμείψεσθε, ὃν ἐπακούειντε τῶν λεγομένων καὶ τὰ πραττόμενα ἐφορᾶν ἡγεῖσθε. εὐδαιμονοίημεν δ’ἂν τὰ δέοντα πράττοντες ὑπὸ τοιούτῳ μάρτυρι. καὶ τὰ μὲν πρότερον ὑμῖν ἀνδρείως κατορθωθέντα ἐς τὴν ἐκείνου σοφίαντε καὶ στρατηγίαν τὴν ἀναφορὰν ἔχει · ὅσα δ’ἂν σὺν ἐμοὶ βασιλεῖ νέῳ προθύμως ἐπιδείξησθε, τούτων τὴν δόξαν πίστεώς” “τε ἀγαθῆς καὶ ἀνδρείας ἀποίσεσθε.
1.5.8τότε ἐν ἡμῖν νέον σεμνότητος πληρώσετε τῇ τῶν ὑμετέρων ἔργων ἀνδραγαθίᾳ. τὸ βάρβαρον δὲ ἐν ἀρχῇ νέας ἡγεμονίας κολασθὲν οὔτε ἐς τὸ παρὸν καταθαρσήσει τῆς ἡλικίας καταφρονῆσαν, τάτε μέλλοντα φοβήσεται δέει τῶν πεπειραμένων”. τοσαῦτα ὁ Κόμμοδος εἰπών, καὶ μεγαλόφροσι δωρεαῖς χρημάτων οἰκειωσάμενος τὸ στρατιωτικόν, ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν.
1.6.1ὀλίγου μὲν οὖν τινὸς χρόνου πάντα ἐπράττετο τῇ γνώμῃ τῶν πατρῴων φίλων, οἳ πανημέριοι συνῆσαν αὐτῷ τὰ βέλτιστα συμβουλεύοντες, καὶ τοσοῦτον ἐνδιδόντες χρόνον ὅσον ἐνόμιζον αὐτάρκη πρὸς σώφρονα τοῦ σώματος ἐπιμέλειαν. παρεισδύντες δέ τινες τῶν ἐπὶ τῆς αὐλῆς οἰκετῶν διαφθείρειν ἐπειρῶντο νέον ἦθος βασιλέως, ὅσοιτε κόλακες τραπέζης, καὶ τὸ εὔδαιμον γαστρὶ καὶ τοῖς αἰσχίστοις μετροῦσιν, ὑπομιμνήσκοντες αὐτὸν τῆς ἐν Ῥώμῃ τρυφῆς, θεάματάτε καὶ ἀκούσματα τερπνὰ διηγούμενοι, τήντε τῶν ἐπιτηδείων δαψίλειαν καταριθμοῦντες, διαβάλλοντέςτε πᾶσαν τὴν ἐπὶ ταῖς ὄχθαις τοῦ Ἴστρου ὥραν, μήτε ὀπώρας εὔφορον κρυεράντε ἀεὶ καὶ συννεφῆ.
1.6.2“οὐ παύσῃ” δὲ ἔλεγον, “ὦ δέσποτα, πηγνύμενόντε καὶ ὀρυττόμενον πίνων ὕδωρ; ἄλλοι δὲ ἀπολαύσουσι πηγῶντε θερμῶν καὶ ψυχροῦ νάματος ἀτμίδωντε καὶ ἀέρων ὧν Ἰταλία μόνη εὔφορος”; τοιαῦτα δή τινα τῷ μειρακίῳ ὑποτυπούμενοι ἤγειρον αὐτοῦ τὰς ὀρέξεις ἐς τὴν ἡδονῶν ἐπιθυμίαν.
1.6.3αἰφνιδίως δὲ καλέσας τοὺς φίλους ποθεῖν ἔλεγε τὴν πατρίδα · ὁμολογεῖν δὲ τὰς αἰτίας τῆς αἰφνιδίου ὁρμῆς αἰδούμενος, δεδιέναι προσεποιεῖτο μή τις ἐκεῖσε προκαταλάβοι τὴν βασίλειον ἑστίαν τῶν εὐπατριδῶν πλουσίων, εἶθ’ὥσπερ ἐξ ὀχυρᾶς ἀκροπόλεως δύναμιν καὶ περιβολὴν συγκροτήσας ἐπιθῆται τῇ ἀρχῇ · αὐτάρκης δὲ ὁ δῆμος χορηγῆσαι πλῆθος ἐπιλέκτων νεανιῶν.
1.6.4τοιαῦτά τινα προφασιζομένου τοῦ μειρακίου οἱ μὲν ἄλλοι συνεστάλησάντε τὴν ψυχήν, καὶ σκυθρωπαῖς ταῖς ὄψεσιν ἐς γῆν ἔνευσαν · Πομπηιανὸς δέ, ὃς πρεσβύτατόςτε ἦν ἁπάντων καὶ κατ’ἐπιγαμίαν προσήκων αὐτῷ (συνῴκει γὰρ τῇ πρεσβυτάτῃ τῶν ἀδελφῶν τοῦ Κομμόδου) “ποθεῖν μέν σε” ἔφη, “τέκνον καὶ δέσποτα, τὴν πατρίδα εἰκός · καὶ γὰρ αὐτοὶ τῶν” “οἴκοι ὁμοίᾳ ἐπιθυμίᾳ ἑαλώκαμεν.
1.6.5ἀλλὰ τὰ ἐνταῦθα προυργιαίτερα ὄντα καὶ μᾶλλον ἐπείγοντα ἐπέχει τὴν ἐπιθυμίαν. τῶν μὲν γὰρ ἐκεῖσε καὶ ὕστερον ἐπὶ πλεῖστον αἰῶνα ἀπολαύσεις, ἐκεῖτε ἡ Ῥώμη ὅπου ποτ’ἂν ὁ βασιλεὺς ᾖ · τὸν δὲ πόλεμον ἀτελῆ καταλιπεῖν μετὰ τοῦ ἀπρεποῦς καὶ ἐπισφαλές · θάρσος γὰρ ἐμβαλοῦμεν τοῖς βαρβάροις, οὐκ ἐπανόδου πόθον ἀλλὰ” “φυγὴν καὶ δέος ἡμῶν καταγνοῦσι.
1.6.6καλὸν δέ σοι χειρωσαμένῳ πάντας αὐτούς, καὶ τὴν ὑπὸ τῇ ἄρκτῳ ἀρχὴν ὠκεανῷ ὁρίσαντα, ἐπανελθεῖν οἴκαδε θριαμβεύοντίτε καὶ δεσμίους ἀπάγοντι καὶ αἰχμαλώτους βασιλεῖςτε καὶ σατράπας βαρβάρους · τούτοις γὰρ καὶ οἱ πρὸ σοῦ Ῥωμαῖοι μεγάλοιτε καὶ ἔνδοξοι γεγόνασι. δεδιέναι δέ σε οὐ χρὴ μή τις ἐκεῖ τοῖς πράγμασιν ἐπιθῆται. οἵτε γὰρ ἄριστοι τῆς βουλῆς ἐνταῦθα σὺν σοί · ἥτε στρατιωτικὴ δύναμις παροῦσα πᾶσα τῆς σῆς ἀρχῆς προασπίζει · ταμιεῖάτε χρημάτων βασιλικῶν ἐνταῦθα πάντα · ἥτε τοῦ πατρὸς μνήμη αἰώνιόν σοι πίστιν καὶ εὔνοιαν παρὰ τῶν ἀρχομένων ἐβεβαίωσεν”.
1.6.7τοιαῦτά τινα ἐς προτροπὴν καὶ τὴν πρὸς τὰ κρείττονα ὁρμὴν ὁ Πομπηιανὸς εἰπὼν διέτρεψε πρὸς ὀλίγον τὸ μειράκιον · αἰδεσθεὶς γὰρ ὁ Κόμμοδος τὰ λεχθέντα, οὐδέντε οἷόςτε ὢν εὐλόγως ἀποκρίνασθαι, τοὺς φίλους ἀπεπέμψατο, φήσας ἀκριβέστερον καθ’αὑτὸν ἐπισκέψεσθαι τὸ πρακτέον.
1.6.8ἐγκειμένων δὲ τῶν περὶ αὐτὸν θεραπόντων οὐκέτι μὲν τοῖς φίλοις οὐδὲν ἐκοινώσατο, ἐκπέμψας δὲ γράμματα, καὶ διανείμας οἷς ἐδοκίμασε τῆς ὄχθης τοῦ Ἴστρου τὴν πρόνοιαν, προστάξαςτε αὐτοῖς ἀνέχειν τὰς τῶν βαρβάρων ἐπιδρομάς, ἐπαγγέλλει τὴν ἔξοδον. οἳ μὲν οὖν διῴκουν τὰ ἐγκεχειρισμένα · οἳ καὶ οὐ πολλῷ χρόνῳ πλείστους τῶν βαρβάρων ὅπλοις ἐχειρώσαντο, τοὺς δὲ ἐπὶ μεγάλαις συντάξεσιν ἐς φιλίαν ἐπηγάγοντο, ῥᾷστα πείσαντες.
1.6.9φύσει γὰρ τὸ βάρβαρον φιλοχρήματον, καὶ κινδύνων καταφρονήσαντες ἢ δι’ἐπιδρομῆς καὶ ἐφόδου τὸ χρειῶδες πρὸς τὸν βίον πορίζονται, ἢ μεγάλων μισθῶν τὴν εἰρήνην ἀντικαταλλάσσονται. ἅπερ ὁ Κόμμοδος εἰδώς, καὶ τὸ ἀμέριμνον ὠνούμενος, ἀφειδῶςτε ἔχων χρημάτων, πάντα ἐδίδου τὰ αἰτούμενα.
1.7.1τῆς δὲ ἐξόδου διαγγελθείσης κίνησις δὴ μεγίστη καταλαμβάνει τὸ στρατόπεδον, καὶ πάντες αὐτῷ συναπελθεῖν ἤθελον, ὡς ἀπαλλαγεῖεν μὲν τῆς ἐν τῇ πολεμίᾳ διατριβῆς, ἀπολαύσειαν δὲ τῆς ἐν Ῥώμῃ τρυφῆς. ἐπειδὴ δὲ διεφοίτησεν ἡ φήμη ἄγγελοίτε ἧκον κηρύττοντες τὴν τοῦ βασιλέως ἄφιξιν, ὑπερήσθητε ὁ Ῥωμαίων δῆμος καὶ χρηστὰς εἶχεν ἐλπίδας νέου αὐτοκράτορος ἐπιδημίᾳ, πατρῴζειν τὸ μειράκιον ἡγούμενοι.
1.7.2ἀνύσας δὲ τὴν ὁδοιπορίαν ὁ Κόμμοδος μετὰ νεανικῆς σπουδῆς, καὶ διαδραμὼν τὰς ἐν μέσῳ πόλεις, ὑποδεχθείςτε πανταχοῦ βασιλικῶς καὶ δήμοις ἑορτάζουσιν ἐπιφανείς, ἀσπαστόςτε καὶ ποθεινὸς πᾶσιν ὤφθη.
1.7.3ὡς δὲ πλησίον ἐγένετο τῆς Ῥώμης, πᾶσάτε ἡ σύγκλητος βουλὴ καὶ πανδημεὶ ὅσοι τὴν Ῥώμην κατῴκουν ἄνθρωποι, μὴ κατασχόντες αὑτῶν ἀλλ’ἕκαστος φθάσαι θέλων, δαφνηφόροιτε καὶ πάντα ἐπιφερόμενοι ἄνθη τότε ἀκμάζοντα, ὡς ἕκαστος οἷόςτε ἦν, πόρρω τῆς πόλεως ὑπήντων, θεασόμενοι τὸν νέον καὶ εὐγενῆ βασιλέα.
1.7.4ἐπόθουν γὰρ αὐτὸν ἀληθεῖ ψυχῆς διαθέσει ἅτε παρ’αὐτοῖς γεννηθέντατε καὶ τραφέντα καὶ ἄνωθεν ἐκ τριγονίας βασιλέατε καὶ εὐπατρίδην ὄντα Ῥωμαίων. τὸ μὲν γὰρ πρὸς πατρὸς αὐτῷ γένος ἐκ τῶν τῆς συγκλήτου βουλῆς ἐπισήμων ἦν · Φαυστῖνα δὲ ἡ μήτηρ βασίλισσα γεγένητο θυγάτηρτε οὖσα Ἀντωνίνου τοῦ εὐσεβοῦς ἐπικληθέντος, καὶ Ἀδριανοῦ ἔγγονος κατὰ θηλυγονίαν, ἀνήνεγκε δὲ τὸ γένος αὕτη ἐπὶ Τραϊανὸν πρόπαππον.
1.7.5γένους μὲν οὖν ὁ Κόμμοδος οὕτως εἶχε, πρὸς δὲ τῇ τῆς ἡλικίας ἀκμῇ καὶ τὴν ὄψιν ἦν ἀξιοθέατος σώματόςτε συμμετρίᾳ καὶ κάλλει προσώπου μετ’ἀνδρείας. ὀφθαλμῶντε γὰρ ἄρθμιαι καὶ πυρώδεις βολαί, κόμητε φύσει ξανθὴ καὶ οὔλη, ὡς, εἴ ποτε φοιτῴη δι’ἡλίου, τοσοῦτον ἐκλάμπειν αὐτῷ πυροειδές τι ὡς τοὺς μὲν οἴεσθαι ῥίνημα χρυσοῦ προϊόντι ἐπιπάσσεσθαι, τοὺς δὲ ἐκθειάζειν, λέγοντας αἴγλην τινὰ οὐράνιον περὶ τὴν κεφαλὴν συγγεγενῆσθαι. αὐτῷ · ἴουλοίτε αὐτοῦ κατιόντες ταῖς παρειαῖς ἐπήνθουν. τοιοῦτον δὴ θεασάμενοι τὸν βασιλέα οἱ Ῥωμαῖοι εὐφημίαιςτε παντοδαπαῖς καὶ στεφάνων καὶ ἀνθέων βολαῖς ὑπεδέχοντο.
1.7.6ὡς δ’ἐς τὴν Ῥώμην εἰσήλασεν, ἔςτε τοῦ Διὸς τὸ τέμενος καὶ τοὺς ἄλλους νεὼς ἀνελθὼν εὐθύς, τῇ συγκλήτῳ καὶ τοῖς ἐν Ῥώμῃ καταλειφθεῖσι στρατιώταις χαριστήρια ὁμολογήσας τῆς φυλαχθείσης πίστεως, ἐς τὴν βασίλειον αὐλὴν ἀνεχώρησεν.
1.8.1χρόνου μὲν οὖν τινὸς ὀλίγων ἐτῶν τιμὴν πᾶσαν ἀπένεμε τοῖς πατρῴοις φίλοις, πάντατε ἔπραττεν ἐκείνοις συμβούλοις χρώμενος · ἐπεὶ δὲ τὴν πρόνοιαν ἐνεχείρισε τῆς ἀρχῆς ἑαυτῷ, ἐπιστήσας τοῖς στρατοπέδοις Περέννιον, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, στρατιωτικὸν δ’εἶναι δοκοῦντα (διὸ καὶ μάλιστα αὐτὸν ἔπαρχον ἐποίησε τῶν στρατοπέδων), τῇ τοῦ μειρακίου ἀποχρώμενος ἡλικίᾳ ἐκεῖνος εἴασεν αὐτὸν τρυφαῖς σχολάζοντα καὶ κραιπάλαις, τῆςτε φροντίδος καὶ τῶν βασιλείων καμάτων ἀπῆγεν αὐτόν, πᾶσαν δὲ τὴν διοίκησιν τῆς ἀρχῆς αὐτὸς ἀνεδέξατο πλούτουτε ἀκρατήτῳ ἐπιθυμίᾳ καὶ τῶν μὲν προσκτωμένων ἀεὶ καταφρονήσει, τῶν δ’οὔπω παρόντων ἀπλήστῳ ἀντιποιήσει.
1.8.2τούςτε πατρῴους φίλους πρῶτος διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοίτε ἦσαν καὶ εὐγενεῖς, τούτους ἐς ὑποψίαν ἄγων τὸ μειράκιον ἐφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὐτῷ παράσχοι καὶ ἐξουσίαν ἁρπάζειν τὰ ἐκείνων κτήματα.
1.8.3μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νεανίσκον ἥτε τοῦ πατρὸς μνήμη καὶ ἡ πρὸς τοὺς φίλους αἰδώς. ἀλλὰ γάρ, ὥσπερ τινὸς πονηρᾶς καὶ βασκάνου τύχης ἀνατρεπούσης αὐτοῦ τὸ ἔτι σῶφρον καὶ κόσμιον, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομμόδῳ πρεσβυτάτη πάντων ἀδελφή. αὕτη πρότερον Λουκίῳ Βήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ποιησάμενος, ἐκδούςτε αὐτῷ τὴν θυγατέρα, δεσμὸν εὐνοίας ἐχυρώτατον τὴν πρὸς αὐτὸν ἐπιγαμίαν ἐποιήσατο. ἀλλ’ἐπεὶ συνέβη τὸν Λούκιον τελευτῆσαι, μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων Πομπηιανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν.
1.8.4οὐδὲν ἧττον μέντοι καὶ ὁ Κόμμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ · καὶ γὰρ ἐπὶ τοῦ βασιλείου θρόνου καθῆστο ἐν τοῖς θεάτροις, καὶ τὸ πῦρ προεπόμπευεν αὐτῆς. ἐπεὶ δὲ ὁ Κόμμοδος γυναῖκα ἠγάγετο, Κρισπῖναν ὄνομα, ἀνάγκητε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικί, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα, καὶ τὴν ἐκείνης τιμὴν ἑαυτῆς ὕβριν νομίζουσα, τὸν μὲν ἑαυτῆς ἄνδρα Πομπηιανὸν εἰδυῖα ἀγαπῶντα τὸν Κόμμοδον, οὐδὲν αὐτῷ περὶ ἐπιθέσεως τῆς ἀρχῆς ἀνακοινοῦται, Κοδράτου δέ, νεανίσκου εὐγενοῦς τινὸς καὶ πλουσίου, ἐφ’οὗ καὶ λανθανούσῃ συνουσίᾳ διεβάλλετο, πεῖραν τῆς γνώμης λαμβάνουσα, περίτε τῆς προεδρίας συνεχῶς ἀπωδύρετο, καὶ κατ’ὀλίγον ἀνέπεισε τὸν νεανίσκον ὀλέθρια βουλεύσασθαι ἑαυτῷτε καὶ πάσῃ τῇ συγκλήτῳ.
1.8.5συνωμότας γὰρ ἐκεῖνος τῆς ἐπιβουλῆς λαβών τινας τῶν ἐξεχόντων, ἀναπείθει νεανίσκον τινά, καὶ αὐτὸν ὄντα τῆς βουλῆς, Κυιντιανὸν ὄνομα, προπετῆ δὲ καὶ θρασύν, λαβόντα ἐγχειρίδιον ὑπὸ κόλπου, καιρὸν φυλάξαντα καὶ τόπον ἐπιτήδειον ἐπιπεσεῖντε τῷ Κομμόδῳ καὶ φονεῦσαι, τὰ λοιπὰ φήσας αὐτὸς κατορθώσεσθαι χρημάτων ἐπιδόσει.
1.8.6ὃ δ’ὑποστὰς ἐν τῇ τοῦ ἀμφιθεάτρου εἰσόδῳ (ζοφώδης δὲ αὕτη, διὸ καὶ λήσεσθαι ἤλπισε), γυμνώσας τὸ ξιφίδιον, ἐπελθώντε αἰφνιδίως τῷ Κομμόδῳ, καὶ μεγάλῃ φωνῇ προειπὼν ὑπὸ τῆς συγκλήτου αὐτῷ ἐπιπεπέμφθαι, τρῶσαι μὴ φθάσας, ἀλλ’ἐν ᾧ περὶ τὴν τῶν ῥημάτων προφορὰν ἠσχολεῖτο καὶ τὴν δεῖξιν τοῦ ξίφους, συλληφθεὶς ὑπὸ τῶν σωματοφυλάκων τοῦ βασιλέως, δίκην ἀνοίας ὑπέσχεν, ὃς προεῖπε τὸ βεβουλευμένον μᾶλλον ἢ ἔδρασε, παρέσχετε αὑτῷ μὲν προγνωσθέντι ἁλῶναι, ἐκείνῳ δὲ προμαθόντι φυλάξασθαι.
1.8.7αὕτη μὲν δὴ πρώτη καὶ μεγίστη αἰτία τῷ μειρακίῳ μίσους ἐγένετο πρὸς τὴν σύγκλητον βουλήν, ἔτρωσέτε αὐτοῦ τὴν ψυχὴν τὰ λεχθέντα, καὶ κοινοὺς ἐχθροὺς πάντας ἡγεῖτο, μεμνημένος ἀεὶ τῆς τοῦ ἐπιδραμόντος φωνῆς.
1.8.8ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασίςτε καὶ ὑπόθεσις αὐτάρκης · ἐκκόπτειν γὰρ ἀεὶ καὶ κολούειν αὐτῷ συνεβούλευε τοὺς ὑπερέχοντας, ὧν ἁρπάζων τὰς οὐσίας ῥᾷστα πλουσιώτατος ἐγένετο τῶν καθ’αὑτὸν ἀνθρώπων. γενομένης δ’ἐξετάσεως διὰ τοῦ Περεννίου ἀκριβεστέρας, τήντε ἀδελφὴν ὁ Κόμμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούςτε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ἐφ’οἱαισδήποτε διαβληθέντας ὑποψίαις.
1.9.1ὁ δὲ Περέννιος ἀποσκευασάμενος πάντας οὓς καὶ ὁ Κόμμοδος ᾐδεῖτο καὶ ὅσοι πατρῴαν αὐτῷ εὔνοιαν ἐπεδείκνυντο τῆςτε ἐκείνου σωτηρίας προμήθειαν εἶχον, ποιησάμενόςτε αὑτὸν ἐπ’ἐξουσίαν, ἐπεβούλευε τῇ ἀρχῇ, καὶ τοῖςτε υἱοῖς ἑαυτοῦ νεανίαις οὖσιν ἐγχειρίσαι πείθει τὸν Κόμμοδον τὴν πρόνοιαν τῶν Ἰλλυρικῶν στρατευμάτων, αὐτόςτε πλεῖστα χρήματα ἤθροιζεν ἐς τὸ ἐπιδόσεσι λαμπραῖς ἀποστῆσαι τὸ στρατιωτικόν. οἱ δὲ παῖδες αὐτοῦ λανθάνοντες συνεκρότουν δύναμιν, ὡς ἂν τοῦ Περεννίου κατεργασαμένου τὸν Κόμμοδον ἐπιθεῖντο τῇ ἀρχῇ.
1.9.2ἐγνώσθη δ’ἡ ἐπιβουλὴ παραδόξῳ τρόπῳ. ἱερὸν ἀγῶνα τελοῦσι Ῥωμαῖοι Διὶ Καπετωλίῳ, θεάματάτε σοφίας καὶ ἰσχύος πάντα ἀθροίζεται ὡς ἐς βασιλίδα πόλιν πανηγυρίζουσαν. θεατὴς δὲ καὶ ἀθλοθέτης σὺν τοῖς λοιποῖς ἱερεῦσιν, οὓς ἐκ περιόδων χρόνου ἡ τάξις καλεῖ, ὁ βασιλεὺς γίνεται.
1.9.3κατελθόντος δὴ τοῦ Κομμόδου ἐπὶ τὴν ἀκρόασιν τῶν ἐνδόξων ἀγωνιστῶν, καὶ αὐτοῦ μὲν προκαθίσαντος ἐν τῇ βασιλείῳ ἕδρᾳ, πληρωθέντος δὲ τοῦ θεάτρου μετὰ πάσης εὐκοσμίας, τῶντε ἐν ἀξιώσεσιν ἐν ἐξαιρέτοις ἕδραις καὶ ὡς ἑκάστοις διετέτακτο ἱδρυμένων, πρίν τι λέγεσθαι ἢ πράττεσθαι ἐπὶ τῆς σκηνῆς ἀνὴρ φιλοσόφου φέρων σχῆμα (βάκτρον γὰρ ἦν αὐτῷ μετὰ χεῖρας, ἡμιγύμνῳτε αὐτῷ ἐκκρεμὴς πήρα) εἰσδραμών, καὶ στὰς ἐν μέσῃ τῇ σκηνῇ, τῷτε τῆς χειρὸς νεύματι τὸν δῆμον κατασιγάσας, “οὐ πανηγυρίζειν σοι καιρός” ἔφη “Κόμμοδε νῦν, οὐ δὲ θέαις καὶ ἑορταῖς σχολάζειν ·
1.9.4ἐπίκειται γάρ σου τοῖς αὐχέσι τὸ τοῦ Περεννίου ξίφος, καὶ εἰ μὴ φυλάξῃ κίνδυνον οὐκ ἐπαιωρούμενον ἀλλ’ἤδη παρόντα, λήσεις ἀπολόμενος. αὐτόςτε γὰρ ἐνταῦθα δύναμιν ἐπὶ σοὶ καὶ χρήματα ἀθροίζει οἵτε παῖδες αὐτῷ τὴν Ἰλλυρικὴν στρατιὰν ἀναπείθουσιν. εἰ δὲ μὴ φθάσεις, διαφθείρῃ”.
1.9.5ταῦτα εἰπόντος αὐτοῦ, εἴτε ὑπό τινος δαιμονίου τύχης ἐπειχθέντος, εἴτε καὶ τολμήσαντος ἵνα δόξαν ἄρηται πρότερον ἄγνωστος καὶ ἄσημος ὤν, εἴτε ἐλπίσαντος ἀμοιβῆς μεγαλοδώρου τεύξεσθαι παρὰ τοῦ βασιλέως, ἀφασία τὸν Κόμμοδον καταλαμβάνει. καὶ πάντες ὑπώπτευον μὲν τὰ λεχθέντα, πιστεύειν δὲ οὐ προσεποιοῦντο. κελεύει δὲ αὐτὸν συλληφθῆναι ὁ Περέννιος, οἷάτε μεμηνότα καὶ ψευδῆ λέγοντα πυρὶ παραδοθῆναι. ὃ μὲν δὴ ἀκαίρου παρρησίας τοιαύτην ὑπέσχε δίκην ·
1.9.6οἱ μέντοι περὶ τὸν Κόμμοδον, ὅσοιτε εὐνοεῖν προσεποιοῦντο, καὶ πάλαι μὲν ἀπεχθῶς πρὸς τὸν Περέννιον διακείμενοι (βαρὺς γὰρ καὶ ἀφόρητος ἦν ὑπεροψίᾳ καὶ ὕβρει) τότε καιρὸν εὔκαιρον ἔχοντες διαβάλλειν ἐπειρῶντο. ἐχρῆντε ἄρα τὸν Κόμμοδον τὴν ἐπιβουλὴν ἐκφυγεῖν καὶ τὸν Περέννιον σὺν τοῖς παισὶ διολέσθαι κακῶς.
1.9.7ἦλθον γὰρ μετ’οὐ πολὺ στρατιῶταί τινες λαθόντες τὸν τοῦ Περεννίου παῖδα, καὶ νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου εἰκόνα · λαθόντες δὲ καίτοι ἔπαρχον ὄντα τὸν Περέννιον, καὶ δείξαντες τῷ Κομμόδῳ τὰ νομίσματα, διδάξαντέςτε τῆς ἐπιβουλῆς τὰ λανθάνοντα, αὐτοὶ μὲν ἔτυχον μεγάλων δωρεῶν, ἀγνοοῦντος δὲ ταῦτα τοῦ Περεννίου μηδέντε τοιοῦτον προσδεχομένου, νύκτωρ ὁ Κόμμοδος πέμψας ἀποτέμνει τὴν κεφαλήν ·
1.9.8καὶ τὴν ταχίστην, ὅπως τὴν τῶν πραττομένων γνῶσιν φθάσωσιν, ἐκπέμπει τοὺς πορευσομένους φήμης ὀξυτέρῳ δρόμῳ ἐπιστῆναίτε δυνησομένους τῷ παιδὶ τοῦ Περεννίου τὰ ἐπὶ τῆς Ῥώμης ἀγνοοῦντι, γράμματάτε φιλικὰ ποιήσας καὶ μείζοσι φήσας καλεῖν ἐλπίσιν αὐτὸν ἥκειν κελεύει.
1.9.9ὃ δὲ μήτε τι τῆς παρασκευῆς πω καὶ τῶν βεβουλευμένων μήτε τι τῶν κατὰ τὸν πατέρα εἰδώς, τῶντε ἀγγέλων εἰπόντων ταῦτα καὶ τὸν πατέρα ἐντετάλθαι ῥήμασι, μηδὲν δὲ ἐπεσταλκέναι τοῖς βασιλείοις ἀρκούμενον γράμμασι, πιστεύσας ὁ νεανίας, ἀσχάλλων μὲν καὶ δυσφορῶν ὅτι δὴ ἀτελῆ κατέλιπε τὰ βεβουλευμένα, ὅμως δὲ θαρρῶν τῇ τοῦ πατρὸς ὡς ἔτι συνεστώσῃ δυνάμει, ποιεῖται τὴν ἔξοδον.
1.9.10γενόμενον δὲ αὐτὸν κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο, διεχρήσαντο. τοιοῦτον μὲν δὴ τέλος ἐκείνους κατέλαβεν · ὁ δὲ Κόμμοδος δύο τοὺς ἐπάρχους καταστήσας ἀσφαλέστερον ᾠήθη μὴ ἑνὶ πιστεύειν τοσαύτην ἐξουσίαν, μερισθεῖσαν δὲ αὐτὴν ἀσθενεστέραν ἔσεσθαι ἤλπισε πρὸς τὴν βασιλείας ἐπιθυμίαν.
1.10.1χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ἑτέρα τις ἐπιβουλὴ τοιαύτη κατ’αὐτοῦ συνεσκευάσθη. Μάτερνος ἦν τις, στρατιώτης μὲν πρότερον, πολλὰ δὲ καὶ δεινὰ τολμήσας, τήντε τάξιν λιπὼν καὶ πείσας ἑτέρους ἀπὸ τῶν αὐτῶν ἔργων συναποδρᾶναι, χεῖρα πολλὴν κακούργων ἐν ὀλίγῳ ἀθροίσας χρόνῳ, τὰ μὲν πρῶτα κώμαιςτε καὶ ἀγροῖς ἐπιτρέχων ἐλῄστευεν, ἐπεὶ δὲ πολλῶν χρημάτων ἐγκρατὴς ἐγένετο, μεῖζόν τι πλῆθος ἤθροισε κακούργων μεγάλαιςτε δωρεῶν ὑποσχέσεσι καὶ τῶν ἁλισκομένων κοινωνίᾳ, ὡς μηκέτι λῃστῶν ἀλλὰ καὶ πολεμίων ἔχειν ἀξίωμα.
1.10.2πόλεσι γὰρ ἤδη μεγίσταις ἐπετίθεντο, καὶ τὰ ἐν αὐταῖς δεσμωτήρια βίᾳ ῥηγνύντες, τοὺς ἐφ’οἱαισδὴ καθειρχθέντας αἰτίαις δεσμῶν ἐλευθέρους ἀφιέντες ἄδειάντε ὑπισχνούμενοι, εὐεργεσίαις ἐς τὴν συμμαχίαν προσήγοντο · πᾶσάντε κατατρέχοντες τὴν Κελτῶν καὶ Ἰβήρων χώραν, πόλεσίτε ταῖς μεγίσταις ἐπιόντες, καὶ μέρη μὲν ἐμπιπράντες, τὰ δὲ λοιπὰ ἁρπαγὴν ποιούμενοι, ἀνεχώρουν.
1.10.3ὡς δὲ ταῦτα ἐδηλώθη τῷ Κομμόδῳ, μετὰ πάσης ὀργῆςτε καὶ ἀπειλῆς ἐπιστέλλει τοῖς τῶν ἐθνῶν ἡγουμένοις, ῥᾳθυμίαν ἐγκαλῶν, καὶ κελεύει στρατὸν ἐπ’αὐτοὺς ἀθροισθῆναι. μαθόντες δὲ ἐκεῖνοι δύναμιν ἀγειρομένην ἐπ’αὐτούς, τῶν μὲν χωρίων ἃ ἐπόρθουν ἀπέστησαν, λαθόντες δὲ διὰ ταχείας καὶ ἀβάτου ὁδοιπορίας κατ’ὀλίγους ἐς τὴν Ἰταλίαν παρεδύοντο · καὶ περὶ βασιλείας ἤδη καὶ μειζόνων πραγμάτων ὁ Μάτερνος ἐβουλεύετο.
1.10.4ἐπεὶ γὰρ αὐτῷ τὰ προπεπραγμένα πάσης ἐλπίδος μεῖζον ἦν προχωρήσαντα, ᾠήθη δεῖν μέγα τι δράσας κατορθῶσαι, ἢ ἐπείπερ ἅπαξ ἐν κινδύνῳ καθειστήκει, μὴ ἀσήμως μη δ’ἀδόξως τελευτῆσαι. ἐπεὶ δὲ αὑτῷ μὴ τοσαύτην ὑπάρχειν δύναμιν ἡγεῖτο ὡς ἐξ ἀντιστάσεως ἰσορρόπου καὶ φανερᾶς ἐφόδου συστῆναι πρὸς τὸν Κόμμοδον (τότε γὰρ πλῆθος τοῦ Ῥωμαίων δήμου ἐλογίζετο εὔνουν ἔτι τῷ Κομμόδῳ ὑπάρχον, τήντε τῶν περὶ αὐτὸν δορυφόρων εὔνοιαν), τέχνῃ καὶ σοφίᾳ ἤλπισε περιέσεσθαι.
1.10.5καὶ μηχανᾶται τοιόνδε τι. ἦρος ἀρχῇ ἑκάστου ἔτους, ὡρισμένης ἡμέρας, μητρὶ θεῶν πομπὴν τελοῦσι Ῥωμαῖοι · καὶ πάντα ὅσα παρ’ἑκάστοις πλούτου σύμβολα κειμήλιάτε βασιλέων ὕληςτε ἢ τέχνης θαύματα, τῆς θεοῦ προπομπεύει. ἄνετόςτε πᾶσι δέδοται ἐξουσία παντοδαπῆς παιδιᾶς, ἕκαστόςτε ὃ βούλεται σχῆμα ὑποκρίνεται · οὐ δ’ἔστιν οὕτω μέγα ἢ ἐξαίρετον ἀξίωμα, ὃ μὴ παντὶ τῷ βουλομένῳ ἀμφιεσθέντι ὑπάρχει παῖξαίτε καὶ κρύψαι τὴν ἀλήθειαν, ὡς μὴ ῥᾳδίως διαγνῶναι τόντε ὄντα καὶ τὸν μιμούμενον.
1.10.6ἔδοξε δὴ τῷ Ματέρνῳ καιρὸς ἐπιτήδειος εἶναι ἐς τὸ τὴν ἐπιβουλὴν λαθεῖν · ἤλπισε γὰρ αὐτόςτε ἀναλαβὼν τὸ τῶν δορυφόρων σχῆμα καὶ τοὺς σὺν αὑτῷ ὁπλίσας ὁμοίως, ἀναμίξαςτε τῷ πλήθει τῶν αἰχμοφόρων καὶ τῆς πομπῆς νομισθεὶς μέρος, μηδενόςτε προφυλαττομένου αἰφνιδίως ἐπιπεσὼν τὸν Κόμμοδον διαχρήσασθαι.
1.10.7ἀλλὰ προδοσίας γενομένης, καὶ τινῶν τῶν σὺν αὐτῷ προκατελθόντων ἐς τὴν πόλιν καὶ τὴν ἐπιβουλὴν κατειπόντων (φθόνος γὰρ αὐτοὺς ἐς τοῦτο παρώξυνεν, εἰ δὴ ἔμελλον ἀντὶ λῃστοῦ δεσπότην ἕξειν καὶ βασιλέα), πρὶν ἐλθεῖν τὴν ἑορτὴν αὐτόςτε ὁ Μάτερνος συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη καὶ οἱ συνωμόται ἀξίας ὑπέσχον δίκας. ὁ δὲ Κόμμοδος θύσαςτε τῇ θεῷ καὶ χαριστήρια · ὁμολογήσας τὴν ἑορτὴν ἐπετέλει, παρέπεμπέτε τὴν θεὸν χαίρων. καὶ σωτήρια τοῦ βασιλέως ὁ δῆμος μετὰ τῆς ἑορτῆς ἐπανηγύριζεν.
1.11.1θρησκεύουσι δὲ μάλιστα τὴν θεὸν τήνδε Ῥωμαῖοι ἐξ αἰτίας τοιαύτης, ὡς ἱστορίᾳ παρειλήφαμεν, ἧς ἐπιμνησθῆναι ἔδοξε διὰ τὴν παρ’Ἑλλήνων τισὶν ἀγνωσίαν. αὐτὸ μὲν τὸ ἄγαλμα διιπετὲς εἶναι λέγουσιν, οὔτε δὲ τὴν ὕλην οὔτε τεχνιτῶν ὅστις ἐποίησεν ἐγνωσμένον, οὐ δὲ ψαυστὸν χειρὸς ἀνθρωπίνης. τοῦτο δὲ πάλαι μὲν ἐξ οὐρανοῦ κατενεχθῆναι λόγος ἔς τινα τῆς Φρυγίας χῶρον (Πεσσινοῦς δὲ ὄνομα αὐτῷ, τὴν δὲ προσηγορίαν λαβεῖν τὸν τόπον ἐκ τοῦ πεσόντος ἀγάλματος ἐξ οὐρανοῦ) καὶ πρῶτον ἐκεῖσε ὀφθῆναι.
1.11.2ὡς δὲ παρ’ἑτέροις εὕρομεν, Ἴλῳ τῷ Φρυγὶ καὶ Ταντάλῳ τῷ Λυδῷ πόλεμον ἐκεῖ γενέσθαι λέγουσιν, οἳ μὲν περὶ ὅρων, οἳ δὲ περὶ τῆς Γανυμήδους ἁρπαγῆς · ἰσορρόπου δὲ ἐπὶ πολὺ τῆς μάχης γενομένης ἑκατέρωθεν πεσεῖν ἱκανούς, καὶ τὴν συμφορὰν ὄνομα δοῦναι τῷ χωρίῳ. ἔνθα καὶ τὸν Γανυμήδην ἁρπασθέντα ἀφανῆ γενέσθαι λόγος, ἀνθελκόντων αὐτὸν τοῦ ἀδελφοῦ καὶ τοῦ ἐραστοῦ · ἀφανοῦς δὲ γενομένου τοῦ σώματος ἐκθειασθῆναι τὸ πάθος τοῦ μειρακίου ἐς μῦθον καὶ τὴν Διὸς ἁρπαγήν. ἐν δὲ τῷ προειρημένῳ Πεσσινοῦντι πάλαι μὲν Φρύγες ὠργίαζον ἐπὶ τῷ ποταμῷ Γάλλῳ παραρρέοντι, ἀφ’οὗ τὴν ἐπωνυμίαν φέρουσιν οἱ τῇ θεῷ τομίαι ἱερωμένοι ·
1.11.3ἐπεὶ δὲ Ῥωμαίων ηὔξετο τὰ πράγματα, φασὶν αὐτοῖς χρησθῆναι μενεῖντε τὴν ἀρχὴν καὶ ἐς μέγα προχωρήσειν, εἰ τὴν Πεσσινουντίαν θεὸν μεταγάγοιεν ὡς αὑτούς. πέμψαντες δὲ πρέσβεις ἐς Φρύγας τὸ ἄγαλμα ᾔτουν · ἔτυχον δὲ ῥᾳδίως, συγγένειαν προβαλλόμενοι καὶ τὴν ἀπ’Αἰνείου τοῦ Φρυγὸς ἐς αὐτοὺς διαδοχὴν καταλέγοντες. κομισθὲν δὲ ἐπὶ νεὼς τὸ ἄγαλμα καὶ γενόμενον ἐν ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς (ταύταις γὰρ ἀντὶ λιμένων ἐχρῶντο οἱ Ῥωμαῖοι) ἔστησε θείᾳ δυνάμει τὸ σκάφος.
1.11.4ἐπὶ πολὺ δὲ πανδημεὶ τῶν Ῥωμαίων τὴν ναῦν ἐφελκόντων, ἀντεχούσης τῆς ἰλύος οὐ πρότερον ἡ ναῦς ἀνέδραμε πρὶν ἢ τὴν ἱέρειαν ἐνεχθῆναι τῆς Ἑστίας. ταύτην ἔδει παρθενεύεσθαι, αἰτίαν δὲ διαφθορᾶς εἶχεν. ὡς μέλλουσα δὲ κριθήσεσθαι, ἱκετεύει τὸν δῆμον ἐπιτρέψαι τῇ Πεσσινουντίᾳ θεῷ τὴν κρίσιν · καὶ λυσαμένη τὴν ζώνην ἐπαφῆκε τῇ πρῴρᾳ τῆς νεώς, προσευξαμένη, εἰ παρθένος εἴη καὶ ἁγνή, πεισθῆναι τὸ σκάφος.
1.11.5ῥᾳδίως δὲ τῆς ζώνης ἐξηρτημένης ἡ ναῦς ἠκολούθησεν · ὁμοῦ δὲ τὸ ἐναργὲς τῆς θεοῦ καὶ τὸ σεμνὸν τῆς παρθένου Ῥωμαῖοι ἐθαύμασαν. τοσαῦτα μὲν δὴ τῆς Πεσσινουντίας θεοῦ φιλοτιμότερον ἱστορήσθω, οὐκ ἄχαριν ἕξοντα γνῶσιν τοῖς τὰ Ῥωμαίων οὐκ ἀκριβοῦσιν · ὁ δὲ Κόμμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλήν, πλείονίτε περὶ αὑτὸν ἐχρῆτο φρουρᾷ καὶ σπανίως τοῖς δήμοις ἐπεφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις καὶ τοῖς ἀπωτέρω τῆς πόλεως βασιλικοῖς κτήμασι διατρίβων, καὶ ἑαυτὸν δικαστηρίων ἀπείργων καὶ βασιλικῶν πράξεων.
1.12.1συνέβη δὲ κατ’ἐκεῖνο καιροῦ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν · μάλιστα δὲ τὸ πάθος τῇ Ῥωμαίων πόλει ἤκμασεν ἅτε πολυανθρώπῳτε οὔσῃ φύσει καὶ τοὺς πανταχόθεν ὑποδεχομένῃ, πολλήτε τις φθορὰ ἐγένετο ὑποζυγίων ἅμα καὶ ἀνθρώπων.
1.12.2τότε ὁ Κόμμοδος, συμβουλευσάντων αὐτῷ τινῶν ἰατρῶν, ἐς τὴν Λαύρεντον ἀνεχώρησεν · εὐψυχέστερον γὰρ ὂν τὸ χωρίον καὶ μεγίστοις κατάσκιον δαφνηφόροις ἄλσεσιν, ὅθεν καὶ τὸ ὄνομα τῷ χωρίῳ, σωτήριον εἶναι ἐδόκει, καὶ πρὸς τὴν τοῦ ἀέρος φθορὰν ἀντέχειν ἐλέγετο εὐωδίᾳτε τῆς τῶν δαφνῶν ἀποφορᾶς καὶ τῇ τῶν δένδρων ἡδείᾳ σκιᾷ. ἀλλὰ καὶ οἱ κατὰ τὴν πόλιν, κελευόντων τῶν ἰατρῶν, μύρου εὐωδεστάτου τάςτε ὀσφρήσεις καὶ τὰ ὦτα ἐνεπίμπλασαν, θυμιάμασίτε καὶ ἀρώμασι συνεχῶς ἐχρῶντο, φασκόντων τινῶν τὴν εὐωδίαν φθάσασαν ἐμπιπλάναι τοὺς πόρους τῶν αἰσθήσεων καὶ κωλύειν δέχεσθαι τὸ φθορῶδες τοῦ ἀέρος, ἢ εἰ καί τι προεμπέσοι, κατεργάζεσθαι δυνάμει κρείττονι. πλὴν οὐδὲν ἧττον ἡ νόσος ἐπὶ πλεῖστον ἤκμασε, πολλῆς ἀνθρώπων φθορᾶς γενομένης πάντωντε ζῴων τῶν τοῖς ἀνθρώποις συνοίκων.
1.12.3ἐπέσχε δὲ κατ’αὐτὸ καὶ λιμὸς τὴν πόλιν ἐξ αἰτίας τοιαύτης. Κλέανδρός τις ἦν, τὸ μὲν γένος Φρύξ, τῶν δημοσίᾳ εἰωθότων ὑπὸ κήρυκι πιπράσκεσθαι · οἰκέτης δὲ βασιλικὸς γενόμενος συναυξηθείςτε τῷ Κομμόδῳ ἐς τοσοῦτον ὑπ’αὐτοῦ τιμῆς καὶ ἐξουσίας προήχθη ὡς τήντε τοῦ σώματος φρουρὰν καὶ τὴν τοῦ θαλάμου ἐξουσίαν τήντε τῶν στρατῶν ἀρχὴν ἐγχειρισθῆναι · ὑπὸ δὲ πλούτου καὶ τρυφῆς ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν.
1.12.4ἀθροίζων δὲ χρήματα, καὶ σῖτον πλεῖστον συνωνούμενος καὶ ἀποκλείων, ἤλπιζε προσάξεσθαι τόντε δῆμον καὶ τὸ στρατόπεδον, εἰ πρῶτον ἐν σπάνει τῶν ἐπιτηδείων καταστήσας ἐπιδόσεσι λαμπραῖς ἁλόντας πόθῳ τοῦ χρειώδους προσαγάγοιτο. μέγιστον δὲ γυμνάσιον κατασκευάσας λουτρὸν δημόσιον ἀνῆκεν αὐτοῖς.
1.12.5ὃ μὲν οὖν οὕτω τὸν δῆμον ἐδελέαζεν · οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν, καὶ τῶν δεινῶν τὰς αἰτίας ἐς ἐκεῖνον ἀναφέροντες, μισοῦντες αὐτοῦ τὸ ἀκόρεστον τῆς τοῦ πλούτου ἐπιθυμίας, τὰ μὲν πρῶτα ἔντε θεάτροις συνιστάμενοι καὶ κατὰ πλήθη κακῶς ἠγόρευον, καὶ τὸ τελευταῖον, διάγοντος ἐν προαστείῳ τοῦ Κομμόδου, ἐπελθόντες πανδημεὶ ἐβόων καὶ τὸν Κλέανδρον ἐς θάνατον ᾔτουν.
1.12.6ταραχῆς δὲ οὔσης περὶ τὸ προάστειον, τοῦτε Κομμόδου ἐν τοῖς ἀνακεχωρηκόσι τόποις ἡδοναῖς σχολάζοντος, ἀγνοοῦντόςτε τὰ θρυλούμενα, ἐπείπερ ὁ Κλέανδρος ἀγγέλλεσθαί τι τῶν πραττομένων ἐκώλυεν αὐτῷ, αἰφνιδίως, οὐ προσδοκῶντος τοῦ δήμου, ἐπιφαίνονται ὡπλισμένοι κελεύσαντος τοῦ Κλεάνδρου πάντες οἱ βασίλειοι ἱππεῖς, τούςτε ἐντυγχάνοντας ἔβαλλον καὶ ἐτίτρωσκον.
1.12.7ὁ δὲ δῆμος οὐ δὲ ἀντιστῆναι οἷόςτε ἦν, ἄνοπλοι πρὸς ὡπλισμένους καὶ πεζοὶ πρὸς ἱππεῖς · τροπῆς δὲ γενομένης ἔφυγον ἐς τὴν πόλιν. ἐφθείρετο δὲ ὁ δῆμος οὐ μόνον βαλλόμενος ὑπὸ τῶν στρατιωτῶν οὐ δὲ πατούμενος ὑπὸ τῶν ἵππων, ἀλλ’ὑπότε πλήθους ὠθούμενοι καὶ ὑπὸ τῶν ἱππέων ἐπ’ἀλλήλους πίπτοντες πολλοὶ ἀπώλοντο.
1.12.8μέχρι μὲν οὖν τῶν τῆς Ῥώμης πυλῶν ἀκωλύτως οἱ ἱππεῖς διώκοντες τοὺς ἐμπίπτοντας ἀφειδῶς ἀνῄρουν · ἐπεὶ δὲ οἱ ἐν τῇ πόλει μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς τῶν οἰκιῶν εἰσόδους ἔςτε τὰ δωμάτια ἀναβάντες λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππεῖς, οἳ δὲ ἔπασχον ἅπερ δεδράκεσαν, οὐδενὸς μὲν αὐτοῖς συστάδην μαχομένου, τοῦ δὲ πλήθους ἐξ ἀσφαλοῦς ἤδη βάλλοντος αὐτούς. τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες ἐς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ αὐτῶν διεφθείροντο ·
1.12.9ὑπότε τῆς τῶν λίθων συνεχοῦς βολῆς οἱ ἵπποι, κυλινδουμένοις τοῖς λίθοις ἐπιβαίνοντες, ὠλίσθαινον καὶ τοὺς ἐπιβάτας ἀπωθοῦντο. πολλῶν δὲ ἑκατέρωθεν πιπτόντων ἐπεβοήθουν τῷ δήμῳ καὶ οἱ
1.13.1τῆς πόλεως πεζοὶ στρατιῶται μίσει τῶν ἱππέων. ὄντος δὲ πολέμου ἐμφυλίου ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τὰ πραττόμενα τῷ Κομμόδῳ ἐβούλετο δέει τῆς Κλεάνδρου ἐξουσίας · ἡ δὲ πρεσβυτάτη τῶν Κομμόδου ἀδελφῶν (Φαδίλλα ἦν ὄνομα αὐτῇ) εἰσδραμοῦσα πρὸς τὸν βασιλέα (ῥᾳδία δὲ ἡ εἴσοδος αὐτῇ καὶ ἀκώλυτος ἅτε ἀδελφῇ), λυσαμένη τὰς τρίχας ῥίψασάτε ἐς τὴν γῆν ἑαυτήν, οὐδὲν ἀλλ’ἢ πένθους σχῆμα δείξασα “σὺ μέν” ἔφη, “ὦ βασιλεῦ, μένων ἐπὶ ἡσυχίᾳ τῶν παραττομένων ἀγνοίᾳ, ἐν ἐσχάτῳ καθέστηκας κινδύνῳ ·
1.13.2ἡμεῖς δέ, τὸ σὸν γένος, ὅσον οὐδέπω ἀπολούμεθα. οἴχεται δέ σοι ὅτε δῆμος Ῥωμαίων καὶ τὸ πλεῖστον τοῦ στρατιωτικοῦ. ἃ δὲ πρὸς μηδενὸς βαρβάρων πείσεσθαι προσεδοκῶμεν, ταῦτα δρῶσιν ἡμᾶς οἱ οἰκεῖοι · καὶ οὓς μάλιστα εὐηργέτησας, τούτους ἐχθροὺς ἔχεις”.
1.13.3“Κλέανδρος ἐπὶ σὲ τόντε δῆμον καὶ τὸ στρατιωτικὸν ὥπλισεν · ἐκ δὲ διαφόρου καὶ ἐναντίας γνώμης οἳ μὲν μισοῦντες αὐτόν, ὁ δῆμος, οἳ δὲ στέργοντες, πᾶν τὸ ἱππικὸν τάγμα, ἐν ὅπλοις εἰσί, καὶ φθείροντες ἀλλήλους ἐμφυλίου αἵματος τὴν Ῥώμην ἐπλήρωσαν. τὰ δ’ἑκατέρου τοῦ πλήθους δεινὰ ἡμᾶς προσλήψεται, εἰ μὴ τὴν ταχίστην πρὸς θάνατον ἐκδώσεις πονηρὸν οἰκέτην, ὀλέθρου τοσούτου τοῖς μὲν αἴτιον ἤδη γεγονότα,” “ἡμῖν δὲ ἐσόμενον ὅσον οὐδέπω”.
1.13.4τοιαῦτά τινα εἰποῦσα, ῥηξαμένητε τὴν ἐσθῆτα, καὶ τῶν παρόντων τινὲς θαρρήσαντες τοῖς τῆς ἀδελφῆς τοῦ βασιλέως λόγοις τὸν Κόμμοδον ἐτάραξαν. ἐκπλαγεὶς δὲ ἐκεῖνος, τόντε ἐπικείμενον κίνδυνον οὐ μέλλοντα ἀλλὰ παρόντα ἤδη φοβηθείς, μεταπέμπεται τὸν Κλέανδρον, οὐδὲν μέν τι εἰδότα τῶν ἀπηγγελμένων, οἰόμενον δέ. ἐλθόντα δ’αὐτὸν συλληφθῆναι κελεύει, καὶ τὴν κεφαλὴν ἀποτεμὼν δόρατίτε ἐπιμήκει ἐγκαταπήξας ἐκπέμπει τερπνὸν καὶ ποθεινὸν τῷ δήμῳ θέαμα.
1.13.5ἔστη γὰρ οὕτω τὸ δεινόν, καὶ ἑκάτεροι πολεμοῦντες ἐπαύσαντο, οἱ μὲν στρατιῶται ἀνῃρημένον ἰδόντες ὑπὲρ οὗ ἐμάχοντο, δέειτε τῆς τοῦ βασιλέως ὀργῆς (συνίεσαν γὰρ ἐξηπατῆσθαι καὶ τὰ δρασθέντα παρὰ γνώμην αὐτοῦ τετολμηκέναι) · ὁ δὲ δῆμος κεκόρεστο τιμωρίαν παρὰ τοῦ τὰ δεινὰ δράσαντος εἰληφώς.
1.13.6προσανεῖλον δὲ καὶ τοὺς παῖδας τοῦ Κλεάνδρου (δύο δὲ ἦσαν ἄρρενες αὐτῷ), πάνταςτε ὅσους ᾔδεσαν ἐκείνου φίλους διεχρήσαντο · σύροντέςτε τὰ σώματα καὶ πᾶσαν ὕβριν ἐνυβρίσαντες, τέλος λελωβημένους ἐς τοὺς ὀχετοὺς ἔρριψαν φέροντες. τοιούτῳ μὲν δὴ τέλει Κλέανδρόςτε καὶ οἱ περὶ αὐτὸν ἐχρήσαντο, φιλοτιμησαμένης, ὡς ἄν τις εἴποι, τῆς ἀνθρωπίνης φύσεως ἐν ἑνὶ δεῖξαι ὅτι ἐκ τῆς ἐσχάτης εὐτελείας ἐς τὸ μέγιστον ὕψος ἆραι καὶ πάλιν τὸν ἀρθέντα ῥῖψαι ὀλίγη καὶ ἀνέλπιστος δύναται τύχης ῥοπή.
1.13.7ὁ δὲ Κόμμοδος δεδιὼς μὲν τὴν τοῦ δήμου κίνησιν, μή τι καὶ περὶ αὐτὸν νεωτερίσειεν, ὅμως δὲ παρορμησάντων αὐτὸν τῶν οἰκείων κατελθὼν ἐς τὸ ἄστυ, μετὰ πάσης εὐφημίαςτε καὶ παραπομπῆς τοῦ δήμου ὑποδεχθεὶς ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν. πειραθεὶς δὲ τοσούτων κινδύνων ἀπίστως προσεφέρετο πᾶσιν, ἀφειδῶςτε φονεύων καὶ πάσαις διαβολαῖς ῥᾳδίως πιστεύων, μη δέ τινα προσιέμενος τῶν λόγου ἀξίων, ἀλλὰ τῆς μὲν περὶ τὰ καλὰ σπουδῆς ἀπῆγεν ἑαυτόν, δεδούλωντο δὲ πᾶσαν αὐτοῦ τὴν ψυχὴν νύκτωρτε καὶ μεθ’ἡμέραν ἐπάλληλοι καὶ ἀκόλαστοι σώματος ἡδοναί.
1.13.8καὶ σώφρων μὲν πᾶς καὶ παιδείας κα- κἂν μετρίως μεμυημένος τῆς αὐλῆς ὡς ἐπίβουλος ἐδιώκετο, γελωτοποιοὶ δὲ καὶ τῶν αἰσχίστων ὑποκριταὶ εἶχον αὐτὸν ὑποχείριον. ἁρμάτωντε ἡνιοχείας καὶ θηρίων ἐξ ἀντιστάσεως μάχας ἐπαιδεύετο, τῶν μὲν κολάκων ἐς ἀνδρείας δόξαν αὐτὰ ἀνυμνούντων, τοῦ δὲ ἀπρεπέστερον μετιόντος ἢ βασιλεῖ σώφρονι ἥρμοζεν.
1.14.1ἐγένοντο δέ τινες κατ’ἐκεῖνο καιροῦ καὶ διοσημίαι. ἀστέρες γὰρ ἡμέριοι συνεχῶς ἐβλέποντο, ἕτεροίτε ἐς μῆκος κεχαλασμένοι ὡς ἐν μέσῳ ἀέρι κρέμασθαι δοκεῖν · ζῷάτε παντοῖα καὶ τὴν ἑαυτῶν φύσιν μὴ τηροῦντα σχήμασίτε ἀλλοδαποῖς καὶ μέρεσι σώματος ἀναρμόστοις πολλάκις ἀπεκυήθη. τὸ μέγιστον δὲ δεινόν, ὃ καὶ τὸν παρόντα καιρὸν ἐλύπησε καὶ πρὸς τὸ μέλλον οἰωνίσματι καὶ φαύλῳ συμβόλῳ χρωμένους πάντας ἐτάραξεν ·
1.14.2οὔτε γὰρ ὄμβρου προϋπάρξαντος οὔτε νεφῶν ἀθροισθέντων, σεισμοῦ δὲ ὀλίγου προγενομένου γῆς, εἴτε σκηπτοῦ νύκτωρ κατενεχθέντος εἴτε καὶ πυρός ποθεν ἐκ τοῦ σεισμοῦ διαρρυέντος πᾶν τὸ τῆς εἰρήνης τέμενος κατεφλέχθη, μέγιστον καὶ κάλλιστον γενόμενον τῶν ἐν τῇ πόλει ἔργων.
1.14.3πλουσιώτατον δὲ ἦν πάντων ἱερῶν, δι’ἀσφάλειαν ἀναθήμασι κεκοσμημένον χρυσοῦτε καὶ ἀργύρου · ἕκαστος δέ, ἃ εἶχεν, ἐκεῖσε ἐθησαυρίζετο. ἀλλὰ τὸ πῦρ ἐκείνης νυκτὸς πολλοὺς ἐκ πλουσίων πένητας ἐποίησεν. ὅθεν ὠλοφύροντο κοινῇ μὲν πάντες τὰ δημόσια, ἕκαστος δὲ τὰ ἴδια αὑτοῦ.
1.14.4καταφλέξαν δὲ τὸ πῦρ τόντε νεὼν καὶ πάντα τὸν περίβολον, ἐπενεμήθη καὶ τὰ πλεῖστα τῆς πόλεως καὶ κάλλιστα ἔργα, ὅτε καὶ τῆς Ἑστίας τοῦ νεὼ καταφλεχθέντος ὑπὸ τοῦ πυρὸς γυμνωθὲν ὤφθη τὸ τῆς Παλλάδος ἄγαλμα, ὃ σέβουσι καὶ κρύπτουσι Ῥωμαῖοι κομισθὲν ἀπὸ Τροίας, ὡς λόγος · ὃ τότε πρῶτον καὶ μετὰ τὴν ἀπ’Ἰλίου ἐς Ἰταλίαν ἄφιξιν εἶδον οἱ καθ’ἡμᾶς ἄνθρωποι ·
1.14.5ἁρπάσασαι γὰρ τὸ ἄγαλμα αἱ τῆς Ἑστίας ἱέρειαι παρθένοι διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν τοῦ βασιλέως αὐλὴν μετεκόμισαν. κατεφλέχθη δὲ καὶ ἄλλα πλεῖστα τῆς πόλεως μέρη κάλλιστα. ἱκανῶντε ἡμερῶν πάντα ἐπιὸν τὸ πῦρ ἐπεβόσκετο · οὐ δὲ πρότερον ἐπαύσατο πρὶν ἢ κατενεχθέντες ὄμβροι ἐπέσχον αὐτοῦ τὴν ὁρμήν.
1.14.6ὅθεν καὶ τὸ πᾶν ἔργον ἐξεθειάσθη, πιστευόντων κατ’ἐκεῖνο καιροῦ τῶν τότε ἀνθρώπων ὅτι γνώμῃ θεῶν καὶ δυνάμει ἤρξατότε τὸ πῦρ καὶ ἐπαύσατο. συνεβάλλοντο δέ τινες πολέμων σημεῖον εἶναι τὴν τοῦ νεὼ τῆς εἰρήνης ἀπώλειαν · τὰ γοῦν ἀκολουθήσαντα, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐκ τῆς ἀποβάσεως τὴν προϋπάρχουσαν φήμην ἐπιστώσατο.
1.14.7πολλῶν δὴ καὶ δεινῶν συνεχῶς κατειληφότων τὴν πόλιν, οὐκέτι ὁ Ῥωμαίων δῆμος μετ’εὐνοίας τὸν Κόμμοδον ἐπέβλεπεν, ἀλλὰ καὶ τὰς αἰτίας τῶν ἐπαλλήλων συμφορῶν ἐς τοὺς ἐκείνου ἀκρίτους φόνους καὶ τὰ λοιπὰ τοῦ βίου ἀνέφερεν ἁμαρτήματα. οὐ δὲ γὰρ ἐλάνθανε τὰ πραττόμενα πάντας, ἀλλ’οὐ δὲ αὐτὸς λανθάνειν ἤθελεν, ἃ δὲ πράττων οἴκοι διεβάλλετο, ταῦτα καὶ δημοσίᾳ δεῖξαι ἐτόλμησεν.
1.14.8ἐς τοσοῦτόντε μανίας καὶ παροινίας προυχώρησεν ὡς πρῶτον μὲν τὴν πατρῴαν προσηγορίαν παραιτήσασθαι, ἀντὶ δὲ Κομμόδου καὶ Μάρκου υἱοῦ Ἡρακλέατε καὶ Διὸς υἱὸν αὑτὸν κελεύσας καλεῖσθαι, ἀποδυσάμενόςτε τὸ Ῥωμαίων καὶ βασίλειον σχῆμα λεοντῆν ἐπεστρώννυτο, καὶ ῥόπαλον μετὰ χεῖρας φέρων · ἀμφιέννυτότε ἁλουργεῖς καὶ χρυσοϋφεῖς ἐσθῆτας, ὡς εἶναι καταγέλαστον αὐτὸν ὑφ’ἑνὶ σχήματι καὶ θηλειῶν πολυτέλειαν καὶ ἡρώων ἰσχὺν μιμούμενον.
1.14.9τοιοῦτος μὲν δὴ προϊὼν ἐφαίνετο, ἤλλαξε δὲ καὶ τῶν ἐνιαυσίων μηνῶν τὰ ὀνόματα, ὅσα μὲν ἀρχαῖα καταλύσας, πάντας δὲ ταῖς ἑαυτοῦ προσηγορίαις ὀνομάσας, ὧν αἱ πλεῖσται ἐς Ἡρακλέα δῆθεν ὡς ἀνδρειότατον ἀνεφέροντο. ἔστησε δὲ καὶ ἀνδριάντας αὑτοῦ κατὰ πᾶσαν τὴν πόλιν, ἀλλὰ μὴν καὶ ἀντικρὺ τοῦ τῆς συγκλήτου συνεδρίου τόξον διηγκυλημένον · ἐβούλετο γὰρ δὴ καὶ τὰς εἰκόνας αὑτῷ φόβον ἀπειλεῖν. τὸν μὲν οὖν ἀνδριάντα μετὰ τὴν ἐκείνου τελευτὴν καθελοῦσα ἡ σύγκλητος ἐλευθερίας εἰκόνα ἱδρύσατο ·
1.15.1ὁ δὲ Κόμμοδος μηκέτι κατέχων ἑαυτοῦ δημοσίᾳ θέας ἐπετέλεσεν, ὑποσχόμενος τάτε θηρία πάντα ἰδίᾳ χειρὶ κατακτενεῖν καὶ τοῖς ἀνδρειοτάτοις τῶν νεανιῶν μονομαχήσειν. διαδραμούσης δὲ τῆς φήμης συνέθεον ἔκτε τῆς Ἰταλίας πάσης καὶ τῶν ὁμόρων ἐθνῶν, θεασόμενοι ἃ μὴ πρότερον μήτε ἑωράκεσαν μήτε ἠκηκόεσαν. καὶ γὰρ διηγγέλλετο αὐτοῦ τῆς χειρὸς τὸ εὔστοχον, καὶ ὅτι ἔμελεν αὐτῷ ἀκοντίζοντι καὶ τοξεύοντι μὴ πταίειν.
1.15.2συνῆσαν δὲ παιδεύοντες αὐτὸν Παρθυαίων οἱ τοξικὴν ἀκριβοῦντες καὶ Μαυρουσίων οἱ ἀκοντίζειν ἄριστοι, οὓς πάντας εὐχειρίᾳ ὑπερέβαλλεν. ἐπεὶ δὲ κατέλαβον αἱ τῆς θέας ἡμέραι, τὸ μὲν ἀμφιθέατρον πεπλήρωτο, τῷ δὲ Κομμόδῳ περίδρομος κύκλῳ κατεσκεύαστο, ὡς μὴ συστάδην τοῖς θηρίοις μαχόμενος κινδυνεύοι, ἄνωθεν δὲ καὶ ἐξ ἀσφαλοῦς ἀκοντίζων εὐστοχίας μᾶλλον ἢ ἀνδρείας παρέχοιτο δεῖξιν.
1.15.3ἐλάφους μὲν οὖν καὶ δορκάδας, ὅσατε κερασφόρα πλὴν ταύρων, συνθέων αὐτοῖς καὶ καταδιώκων ἔβαλλε, φθάνωντε αὐτῶν τὸν δρόμον καὶ πληγαῖς καιρίαις ἀναιρῶν · λέοντας δὲ καὶ παρδάλεις, ὅσατε ζῷα γενναῖα, περιθέων ἄνωθεν κατηκόντιζεν. οὐ δέ τις εἶδεν ἀκόντιον δεύτερον οὐ δὲ τραῦμα ἄλλο πλὴν τοῦ θανατηφόρου ·
1.15.4ἅμα γὰρ τῇ τοῦ ζῴου ὁρμῇ κατά γε μετώπου ἢ κατὰ καρδίας ἔφερε τὴν πληγήν, καὶ οὐδέποτε σκοπὸν ἄλλον ἔσχεν οὐ δὲ ἐπ’ἄλλο μέρος ἦλθε τὸ ἀκόντιον τοῦ σώματος, ὡς μὴ ἅματε τρῶσαι καὶ φονεῦσαι. τὰ δὲ πανταχόθεν ζῷα ἠθροίζετο αὐτῷ.
1.15.5τότε γοῦν εἴδομεν ὅσα ἐν γραφαῖς ἐθαυμάζομεν · ἀπότε γὰρ Ἰνδῶν καὶ Αἰθιόπων, εἴ τι πρότερον ἄγνωστον ἦν, μεσημβρίαςτε καὶ τῆς ἀρκτῴας γῆς ζῷα πάντα φονεύων Ῥωμαίοις ἔδειξε. τὸ δ’εὔστοχον τῆς χειρὸς αὐτοῦ πάντες ἐξεπλήττοντο. λαβὼν οὖν ποτὲ βέλη ὧν αἱ ἀκμαὶ ἦσαν μηνοειδεῖς, ταῖς Μαυρουσίαις στρουθοῖς ὀξύτατα φερομέναις καὶ ποδῶν τάχει καὶ κολπώσει πτερῶν ἐπαφιεὶς τὰ βέλη κατ’ἄκρου τοῦ τραχήλου ἐκαρατόμει, ὡς τῶν κεφαλῶν ἀφῃρημένας ὁρμῇ τοῦ βέλους ἔτι περιθεῖν αὐτὰς ὡς μηδὲν παθούσας.
1.15.6παρδάλεως δέ ποτε ὀξυτάτῳ δρόμῳ τὸν ἐκκαλούμενον καταλαβούσης, φθάσας τῷ ἀκοντίῳ μέλλουσαν δήξεσθαι, τὴν μὲν ἀπέκτεινε τὸν δὲ ἐρρύσατο, φθάσας τῇ τοῦ δόρατος αἰχμῇ τὴν τῶν ὀδόντων ἀκμήν. λεόντων δέ ποτε ἐξ ὑπογαίων ἑκατὸν ἀναρριφθέντων ἰσαρίθμοις ἀκοντίοις πάντας ἀπέκτεινεν, ὡς ἐπὶ πολὺ κειμένων τῶν πτωμάτων δι’αὐτὸ τοῦτο ἐπὶ σχολῆς πάντας ἀριθμῆσαι καὶ μηδὲν ἰδεῖν περιττὸν ἀκόντιον.
1.15.7μέχρι μὲν οὖν τούτων, εἰ καὶ βασιλείας τὰ πραττόμενα ἦν ἀλλότρια, πλὴν ἀνδρείας καὶ εὐστοχίας παρὰ τοῖς δημώδεσιν εἶχέ τινα χάριν · ἐπεὶ δὲ καὶ γυμνὸς ἐς τὸ ἀμφιθέατρον εἰσῆλθεν ὅπλατε ἀναλαβὼν ἐμονομάχει, τότε σκυθρωπὸν εἶδεν ὁ δῆμος θέαμα, τὸν εὐγενῆ Ῥωμαίων βασιλέα, μετὰ τοσαῦτα τρόπαια πατρόςτε καὶ προγόνων, οὐκ ἐπὶ βαρβάρους ὅπλα λαμβάνοντα στρατιωτικὰ ἢ Ῥωμαίων ἀρχῇ πρέποντα, καθυβρίζοντα δὲ τὸ ἀξίωμα αἰσχίστῳ καὶ μεμιασμένῳ σχήματι.
1.15.8ὃ μὲν οὖν μονομαχῶν ῥᾳδίως τῶν ἀνταγωνιστῶν περιεγένετο, καὶ μέχρι τραυμάτων προεχώρει, ὑπεικόντων ἁπάντων καὶ τὸν βασιλέα, οὐ τὸν μονομάχον ἐννοούντων. ἐς τοσοῦτον δὲ προεχώρησε μανίας ὡς μηκέτι βούλεσθαι μη δὲ τὴν βασίλειον οἰκεῖν ἑστίαν · ἀλλὰ γὰρ μετοικισθῆναι ἐβούλετο ἐς τὸ τῶν μονομάχων καταγώγιον. ἑαυτὸν δὲ οὐκέτι Ἡρακλέα, ἀλλὰ τῶν μονομαχούντων ἐνδόξου τινὸς προτετελευτηκότος ὀνόματι καλεῖσθαι προσέταξε.
1.15.9τοῦ δὲ μεγίστου ἀγάλματος κολοσσιαίου, ὅπερ σέβουσι Ῥωμαῖοι εἰκόνα φέρον ἡλίου, τὴν κεφαλὴν ἀποτεμὼν ἱδρύσατο ἑαυτοῦ, ὑπογράψας τῇ βάσει ἃς εἰώθασι βασιλικὰς καὶ πατρῴους προσηγορίας, ἀντὶ δὲ Γερμανικοῦ “μονομάχους χιλίους νικήσαντος”.
1.16.1ἔδει δὲ ἄρα ποτὲ κα- κἀκεῖνον παύσασθαι μεμηνότα καὶ τὴν Ῥωμαίων ἀρχὴν τυραννουμένην. νέου μὲν γὰρ ἔτους τῆς ἐπιούσης ἔμελλεν ἡμέρας — σέβουσι δὲ τὴν ἑορτὴν Ῥωμαῖοι ἐς θεὸν ἀρχαιότατον τῆς Ἰταλίας ἐπιχώριον ἀναφέροντες · φασὶ γὰρ αὐτοῦ καὶ Κρόνον, ὑπὸ Διὸς ἐκβληθέντα τῆς ἀρχῆς, κατελθόντα ἐς γῆν γενέσθαι ξένον, δεδιότα δὲ τὴν τοῦ παιδὸς δυναστείαν παρ’αὐτῷ κρυπτόμενον λαθεῖν · ὅθεν καὶ τὸ ὄνομα δοθῆναι τῷ χώρῳ τῆς Ἰταλίας Λάτιόντε κληθῆναι, ἀπὸ τῆς Ἑλλάδος φωνῆς ἐς τὴν ἐπιχώριον παραχθέν.
1.16.2διὰ ταῦτά τοι καὶ μέχρι νῦν Ἰταλιῶται τὰ μὲν Κρόνια προεορτάζουσι θεῷ τῷ λαθόντι, τὴν δὲ τοῦ ἔτους ἀρχὴν ἱερομηνίαν ἄγουσι τῷ τῆς Ἰταλίας θεῷ. διπρόσωπον δὲ αὐτοῦ τὸ ἄγαλμα ἵδρυται, ἐπειδὴ ἐς αὐτὸν ὁ ἐνιαυτὸς ἄρχεταίτε καὶ παύεται. ταύτης δὴ τῆς ἑορτῆς προσιούσης, ἐν ᾗ μάλιστα Ῥωμαῖοι δεξιοῦνταίτε ἀλλήλους καὶ προσαγορεύουσι, νομισμάτωντε ἀντιδόσεσι καὶ κοινωνίᾳ τῶν γῆς καὶ θαλάττης καλῶν εὐφραίνουσιν αὑτούς, ἀρχαίτε ἐπώνυμοι τότε πρῶτον τὴν ἔνδοξον καὶ ἐνιαύσιον πορφύραν περιτίθενται, πάντων ἑορταζόντων ὁ Κόμμοδος ἐβούλετο οὐκ ἐκ τῆς βασιλείου, ὡς ἔθος, προελθεῖν οἰκίας ἀλλ’ἐκ τοῦ τῶν μονομάχων καταγωγίου, ἀντὶ δὲ τῆς εὐπαρύφου καὶ βασιλικῆς πορφύρας ὅπλατε αὐτὸς φέρων καὶ συμπροϊόντων τῶν λοιπῶν μονομάχων ὀφθῆναι τοῖς Ῥωμαίοις.
1.16.4ἐπεὶ δὲ τὴν γνώμην αὑτοῦ ταύτην ἀνήνεγκε πρὸς Μαρκίαν, ἣν εἶχε τῶν παλλακίδων τιμιωτάτην, ἣ οὐδέν τι ἀπεῖχε γαμετῆς γυναικός, ἀλλὰ πάντα ὑπῆρχεν ὅσα σεβαστῇ, πλὴν τοῦ πυρός · ἣ μαθοῦσα τὴν παράλογον οὕτω καὶ ἀπρεπῆ βούλησιν αὐτοῦ τὰ πρῶτα ἐλιπάρει, καὶ προσπίπτουσα μετὰ δακρύων ἐδεῖτο μήτε τὴν Ῥωμαίων ἀρχὴν καθυβρίσαι μήθ’ἑαυτὸν ἐπιδόντα μονομάχοις καὶ ἀπεγνωσμένοις ἀνθρώποις κινδυνεῦσαι.
1.16.5ἐπεὶ δὲ πολλὰ ἱκετεύουσα οὐκ ἐτύγχανεν αὐτοῦ, ἣ μὲν δακρύουσα ἀπέστη, ὁ δὲ Κόμμοδος μεταπεμψάμενος Λαῖτον τὸν ἔπαρχον τῶν στρατοπέδων Ἔκλεκτόντε τὸν τοῦ θαλάμου προεστῶτα ἐκέλευεν αὑτῷ παρασκευασθῆναι ὡς διανυκτερεύσων ἐν τῷ τῶν μονομάχων καταγωγίῳ κα- κἀκεῖθεν προελευσόμενος ἐπὶ τὰς θυσίας τῆς ἱερομηνίας, ὡς Ῥωμαίοις ἔνοπλος ὀφθείη. οἳ δὲ ἱκέτευον καὶ πείθειν ἐπειρῶντο μηδὲν ἀνάξιον
1.17.1τῆς βασιλείας ποιεῖν. ὁ δὲ Κόμμοδος ἀσχάλλων τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον ὡς δὴ καθευδήσων (καὶ γὰρ μεσημβρίας εἰώθει τοῦτο ποιεῖν), λαβὼν γραμματεῖον τούτων δὴ τῶν ἐκ φιλύρας ἐς λεπτότητα ἠσκημένων ἐπαλλήλῳτε ἀνακλάσει ἀμφοτέρωθεν ἐπτυγμένων, γράφει ὅσους χρὴ τῆς νυκτὸς φονευθῆναι.
1.17.2ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτόςτε καὶ Ἔκλεκτος, ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων. τοὺς μὲν γὰρ πρεσβυτέρους καὶ λοιποὺς πατρῴους φίλους ἀποσκευάσασθαι πάντας ἤθελεν, αἰδούμενος ἔχειν αἰσχρῶν ἔργων σεμνοὺς ἐπόπτας · τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι ἐβούλετο μερίσαιτε ἐς τοὺς στρατιώτας καὶ τοὺς μονομαχοῦντας, τοὺς μὲν ἵνα φυλάττοιεν αὐτόν, τοὺς δὲ ἵνα τέρποιεν.
1.17.3γράψας δὴ γραμματεῖον τίθησιν ἐπὶ τοῦ σκίμποδος, οἰηθεὶς μηδένα ἐκεῖσε εἰσελεύσεσθαι. ἦν δὲ παιδίον πάνυ νήπιον, τούτων δὴ τῶν γυμνῶν μὲν ἐσθῆτος χρυσῷ δὲ καὶ λίθοις πολυτίμοις κεκοσμημένων, οἷς ἀεὶ χαίρουσι Ῥωμαίων οἱ τρυφῶντες. ὑπερηγάπα δὲ Κόμμοδος αὐτὸ ὡς συγκαθεύδειν πολλάκις · Φιλοκόμμοδόςτε ἐκαλεῖτο, δεικνυούσης καὶ τῆς προσηγορίας τὴν στοργὴν τὴν ἐς τὸν παῖδα τοῦ βασιλέως.
1.17.4τὸ δὴ παιδίον τοῦτο ἄλλως ἀθῦρον, προελθόντος τοῦ Κομμόδου ἐπὶ τὰ συνήθη λουτράτε καὶ κραιπάλας, εἰσδραμὸν ἐς τὸν θάλαμον ὥσπερ εἰώθει, τὸ γραμματεῖον ἐπὶ τοῦ σκίμποδος κείμενον ἀνελόμενον ἵνα δὴ παίζειν ἔχοι, πρόεισι τοῦ οἴκου. κατὰ δέ τινα δαίμονα συνήντα τῇ Μαρκίᾳ. ἣ δέ (καὶ αὐτὴ γὰρ ἔστεργε τὸ παιδίον) περιπτύξασα καὶ φιλοῦσα τὸ γραμματεῖον ἀφαιρεῖται, δεδοικυῖα δὴ μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος ἀγνοοῦν παῖζον διαφθείρῃ. γνωρίσασα δὲ τὴν Κομμόδου χεῖρα, ταύτῃ καὶ μᾶλλον ἐσπούδαζε διεξελθεῖν τὴν γραφήν.
1.17.5ἐπεὶ δὲ εὗρεν αὐτὸ θανατηφόρον καὶ πρὸ ἁπάντων αὑτήντε μέλλουσαν τεθνήξεσθαι, Λαῖτόντε καὶ Ἔκλεκτον ἐπακολουθήσοντας, τῶντε λοιπῶν τοσοῦτον φόνον, ἀνοιμώξασα καθ’ἑαυτήντε εἰποῦσα “εὖ γε ὦ Κόμμοδε · ταῦτα γὰρ χαριστήρια εὐνοίαςτε καὶ στοργῆς τῆς ἐμῆς ὕβρεώςτε καὶ παροινίας τῆς σῆς, ἧς ἐτῶν τοσούτων ἠνεσχόμην. ἀλλ’οὐ καταπροΐξῃ αὐτὸς μεθύων νηφούσης γυναικός,” ταῦτα εἰποῦσα τὸν Ἔκλεκτον μεταπέμπεται ·
1.17.6ἔθος δ’εἶχεν αὐτῇ προσιέναι ἅτε τοῦ θαλάμου φύλαξ, ἔτιτε καὶ ἐπὶ συνουσίᾳ αὐτοῦ διεβάλλετο. δοῦσα δὲ τὸ γραμματεῖον “ὅρα” ἔφη “ποίαν μέλλομεν παννυχίζειν ἑορτήν”. ὁ δὲ Ἔκλεκτος ἀναγνούςτε καὶ ἐκπλαγείς (ἦν δὲ τὸ γένος Αἰγύπτιος, τολμῆσαίτε ἅμα καὶ δρᾶσαι θυμῷτε δουλεῦσαι πεφυκώς) κατασημηνάμενος οὖν τὸ γραμματεῖον διά τινος τῶν ἑαυτῷ πιστῶν ἀναγνωσθησόμενον πέμπει τῷ Λαίτῳ.
1.17.7ὃ δὲ καὶ αὐτὸς ταραχθεὶς ἀφικνεῖται πρὸς Μαρκίαν ὡς δὴ συσκεψόμενος αὐτοῖς περὶ ὧν ἐκέλευσεν ὁ βασιλεὺς καὶ τοῦ τῶν μονομάχων καταγωγίου · προσποιησάμενοι δὲ περὶ τῶν ἐκείνῳ διαφερόντων σκέπτεσθαι συντίθενται φθάσαι τι δράσαντες ἢ παθεῖν, οὐ δὲ καιρὸν εἶναι μελλήσεως ἢ ἀναβολῆς.
1.17.8ἀρέσκει δὴ δοῦναι φάρμακον δηλητήριον τῷ Κομμόδῳ, ὑπέσχετο δ’αὐτὸ ῥᾷστα δώσειν ἡ Μαρκία · εἰώθει γὰρ αὐτὴ κιρνάναιτε καὶ διδόναι τὴν πρώτην πόσιν, ὡς ἥδιον πίοι παρ’ἐρωμένης. ἐλθόντι δὲ αὐτῷ ἀπὸ τοῦ λουτροῦ ἐμβαλοῦσα ἐς κύλικα τοῦ φαρμάκου, οἴνῳτε κεράσασα εὐώδει, δίδωσιν. ὃ δ’ὡς συνήθη φιλοτησίαν, μετὰ πολλὰ λουτρὰ καὶ γυμνάσια τὰ πρὸς θηρία διψῶν, ἔπιεν ἀναισθήτως.
1.17.9εὐθέως δὲ κάρος ἐπέπεσεν αὐτῷ, ἐς ὕπνοντε καθελκόμενος, ὑπὸ καμάτου τοῦτο πάσχειν οἰηθεὶς ἀνεπαύσατο. ὁ δὲ Ἔκλεκτος καὶ Μαρκία, πάντας ἀποστῆναι κελεύσαντες ἔςτε τὰ οἰκεῖα ἀπιέναι, ἡσυχίαν δὴ παρεσκεύαζον αὐτῷ. εἰώθει δὲ καὶ ἐπὶ ἄλλων τοῦτο πάσχειν ὁ Κόμμοδος ὑπὸ κραιπάλης · πολλάκις γὰρ λουσάμενος καὶ πολλάκις ἐσθίων οὐδένα καιρὸν εἶχεν ἐς ἀνάπαυσιν ὡρισμένον, ἐπαλλήλοις καὶ διαφόροις συνεχόμενος ἡδοναῖς, αἷς δὴ καταλαβούσῃ ὥρᾳ καὶ ἄκων ἐδούλευεν.
1.17.10ἐπ’ὀλίγον μὲν οὖν ἡσύχασε, περὶ στόμαχον δὲ καὶ κοιλίαν τοῦ φαρμάκου γενομένου ἴλιγγόςτε αὐτὸν καταλαμβάνει ἔμετόςτε πολὺς ἐπιγίνεται, ἢ τῆς προεγκειμένης τροφῆς ἅμα ποτῷ πολλῷ ἐξωθούσης τὸ φάρμακον, ἢ διὰ τὸ προλαμβανόμενον, ὅπερ εἰώθασι βασιλεῖς ἑκάστοτε πρὸ πάσης τροφῆς λαμβάνειν, κώλυμα δηλητηρίων.
1.17.11πλὴν ἀλλὰ πολλοῦ γε τοῦ ἐμέτου ὄντος, φοβηθέντες μὴ πᾶν ἐξεμέσας τὸ φάρμακον ἀνανήψῃ καὶ πάντες ἀπόλωνται, νεανίαν τινὰ ὄνομα Νάρκισσον, γενναῖόντε καὶ ἀκμαστήν, πείθουσιν εἰσελθόντα τὸν Κόμμοδον ἀποπνῖξαι, μεγάλα δώσειν ἔπαθλα ὑποσχόμενοι. ὃ δὲ εἰσδραμὼν παρειμένον αὐτὸν ὑπὸ τοῦ φαρμάκου καὶ μέθης, ἀποσφίγξας τὸν τράχηλον, φονεύει.
1.17.12τοιούτῳ μὲν τέλει τοῦ βίου ὁ Κόμμοδος ἐχρήσατο, βασιλεύσας ἔτη τρισκαίδεκα μετὰ τὴν τοῦ πατρὸς τελευτήν, εὐγενέστατόςτε τῶν πρὸ αὐτοῦ γενομένων βασιλέων, κάλλειτε τῶν καθ’ἑαυτὸν ἀνθρώπων εὐπρεπέστατος αὐταρκέστατόςτε συμμετρίᾳ σώματος, εἰ δέ τι δεῖ καὶ περὶ ἀνδρείας εἰπεῖν, οὐδενὸς ἥττων εὐστοχίᾳτε καὶ εὐχειρίᾳ, εἰ μὴ τὴν τούτων εὐμοιρίαν αἰσχροῖς ἐπιτηδεύμασι κατῄσχυνεν, ὡς προείρηται.