Roman History: Punic Wars, Chapter 6

Appian

  1. Chapter 1
  2. Chapter 2
  3. Chapter 3
  4. Chapter 4
  5. Chapter 5
  6. Chapter 6
  7. Chapter 7
  8. Chapter 8
  9. Chapter 9
  10. Chapter 10
  11. Chapter 11
  12. Chapter 12
  13. Chapter 13
  14. Chapter 14
  15. Chapter 15
  16. Chapter 16
  17. Chapter 17
  18. Chapter 18
  19. Chapter 19
  20. Chapter 20
6

31Καρχηδόνιοι δ’ἐπὶ ταῖς κακοπραγίαις δυσφοροῦντες αἱροῦνται στρατηγὸν αὐτοκράτορα Ἀννίβαν, τὸν δὲ ναύαρχον ἔπεμπον ἐπὶ νεῶν, ἐπισπέρχειν αὐτὸν ἐπὶ τὴν διάβασιν. ἅμα δὲ ταῦτ’ἔπρασσον, καὶ ἐς τὸν Σκιπίωνα περὶ εἰρήνης ἐπρεσβεύοντο, ἡγούμενοι τούτοιν πάντως ἂν ἑνὸς τυχεῖν, τὴν εἰρήνην ἕξειν, χρόνον διατρίψειν ἕως ἀφίκοιτο Ἀννίβας. Σκιπίων μὲν οὖν αὐτοῖς ἀνοχάςτε ἔδωκε, καὶ τὴν δαπάνην τοῦ στρατοῦ λαβὼν πρεσβεύειν ἐφῆκεν ἐς Ῥώμην · οἱ δὲ ἐπρέσβευον, καὶ τειχῶν ἐκτὸς ἐστάθμευον ὡς ἔτι πολέμιοι, ἀχθέντεςτε ἐπὶ τὴν βουλὴν ἐδέοντο συγγνώμης τυχεῖν. τῶν δὲ βουλευτῶν οἱ μὲν τῆς Καρχηδονίων ἀπιστίας ὑπεμίμνησκον, ὁσάκις συνθοῖντο καὶ παραβαῖεν, ὅσατε Ἀννίβας δράσειε δεινὰ Ῥωμαίους καὶ τοὺς Ῥωμαίων συμμάχους ἔντε Ἰβηρίᾳ καὶ Ἰταλίᾳ · οἱ δὲ τὸ τῆς εἰρήνης χρήσιμον οὐ Καρχηδονίοις μᾶλλον σφίσιν ὑπεδείκνυον ἔσεσθαι, τῆς Ἰταλίας τοσοῖσδε πολέμοις ἐκτετρυχωμένης, τότε τοῦ μέλλοντος περιδεὲς ἐπεξῄεσαν, ἐπιπλευσουμένων ἐπὶ τὸν Σκιπίωνα αὐτίκα σὺν μεγάλοις στρατοῖς Ἀννίβουτε ἐξ Ἰταλίας καὶ Μάγωνος ἐκ Λιγύων καὶ Ἄννωνος ἀπὸ Καρχηδόνος.

32ἐφ’οἷς ἀποροῦσα βουλὴ συμβούλους ἔπεμψε τῷ Σκιπίωνι, μεθ’ὧν ἔμελλε κρινεῖντε καὶ πράξειν τι δοκιμάσειε συνοίσειν. δὲ ἐς τὴν εἰρήνην τοῖς Καρχηδονίοις ἐπὶ τοῖσδε συνέβη, Μάγωνα μὲν ἀποπλεῖν ἐκ Λιγύων αὐτίκα, καὶ τοῦ λοιποῦ Καρχηδονίους μὴ ξενολογεῖν, μη δὲ ναῦς ἔχειν μακρὰς πλείους τριάκοντα, μη δὲ πολυπραγμονεῖν τι πέρα ὧν ἔχουσιν ἐντὸς τῶν λεγομένων Φοινικίδων τάφρων, ἀποδοῦναι δὲ Ῥωμαίοις ὅσους αἰχμαλώτους αὐτῶν ἔχουσι καὶ αὐτομόλους, ἀργυρίουτε αὐτοῖς τάλαντα χίλια καὶ ἑξακόσια ἐσενεγκεῖν ἐν χρόνῳ, ἔχειν δὲ Μασσανάσσην Μασσυλίουςτε καὶ τῆς Σύφακος ἀρχῆς ὅσα δύναιτο. τάδε μὲν συνέθεντο ἀλλήλοις. καὶ πρέσβεις διέπλεον, οἱ μὲν ἐς Ῥώμην, τοὺς ὑπάτους ὁρκιοῦντες, οἱ δ’ἀπὸ Ῥώμης ἐς Καρχηδόνα, καὶ τὰ τέλη τῶν Καρχηδονίων αὐτοῖς ὤμνυεν. Μασσανάσσῃ δὲ Ῥωμαῖοι χαριστήρια τῆς συμμαχίας στέφανόντε ἀπὸ χρυσοῦ καὶ σφραγῖδα χρυσῆν ἔπεμπον, καὶ ἐλεφάντινον δίφρον καὶ πορφύραν καὶ στολὴν Ῥωμαϊκὴν καὶ ἵππον χρυσοφάλαρον καὶ πανοπλίαν.

33γιγνομένων δ’ἔτι τούτων Ἀννίβας ἄκων ἐς Καρχηδόνα ἔπλει, τὴν ἐς τοὺς ἄρχοντας ἀπιστίαν τοῦ δήμου καὶ ταχυεργίαν ὑφορώμενος. ἀπιστῶν δ’ἔτι τὰς σπονδὰς ἔσεσθαι, καὶ εἰ γένοιντο, εὖ εἰδὼς οὐκ ἐς πολὺ βεβαίους ἐσομένας, ἐς Ἀδρυμητὸν Λιβύης κατήγετο πόλιν, καὶ σῖτον συνέλεγεν, ἐπίτε ὠνὴν ἵππων περιέπεμπε, καὶ τὸν δυνάστην τῶν Νομάδων τῶν καλουμένων Ἀρεακιδῶν ἐς φιλίαν ὑπήγετο. καὶ τετρακισχιλίους ἱππέας αὐτομόλους αὐτῷ προσφυγόντας, οἳ Σύφακος ὄντες τότε ἐγίγνοντο Μασσανάσσου, κατηκόντισεν ὑποπτεύσας · τοὺς δ’ἵππους διέδωκε τῷ στρατῷ. ἦλθε δε και Μεσοτυλος αὐτῷ δυνάστης ἕτερος μετὰ χιλίων ἱππέων, καὶ Οὐερμινᾶς Σύφακος υἱὸς ἕτερος, ἔτι τῶν πλεόνων τῆς πατρῴας ἀρχῆς ἐπικρατῶν. πόλειςτε Μασσανάσσου τὰς μὲν ὑπήγετο, τὰς δ’ἐβιάζετο. νάρκην δ’ἐνήδρευσεν ὧδε. ἀγορᾷ χρώμενος ἐσέπεμπεν ὡς ἐς φίλους. ὅτε δ’ἔδοξεν ἐπιθέσθαι, πλείους ἔπεμπε ξιφίδια ἐπικρύπτοντας, οἷς εἴρητο τὰ δίκαια ποιεῖν ἐς τοὺς πιπράσκοντας μέχρι σαλπίγγων ἀκούσειαν, τότε δ’ἐπιχειρεῖν τοῖς ἐντυχοῦσι καὶ τὰς πύλας οἱ φυλάσσειν.

34οὕτω μὲν ἑάλω Νάρκη, Καρχηδονίων δε δῆμος ἄρτι τὰς συνθήκας πεποιημένοι, καὶ Σκιπίωνος αὐτοῖς ἔτι παρόντος, οὔπω τῶν ἰδίων πρέσβεων ἀπὸ Ῥώμης ἀνεστροφότων, ἀγορὰν Σκιπίωνος ὑπ’ἀνέμων κατενεχθεῖσαν ἐς Καρχηδόνα διήρπασαν, καὶ τοὺς παραπέμποντας αὐτὴν ἔδησαν, πολλὰ τῆς βουλῆς ἀπειλούσης, καὶ παραινούσης μὴ λύειν συνθήκας ἄρτι γεγενημένας · οἱ δὲ καὶ ταῖς συνθήκαις ἐπεμέμφοντο ὡς ἀδίκως γενομέναις, καὶ τὸν λιμὸν ἔφασαν ἐνοχλεῖν ὑπὲρ τὰς παραβάσεις. Σκιπίων μὲν οὖν οὐκ ἠξίου πολέμου κατάρχειν μετὰ σπονδάς, ἀλλ’ᾔτει δίκας ὡς φίλους ἁμαρτόντας · οἱ δὲ καὶ τοὺς πρέσβεις αὐτοῦ κρατεῖν ἐπενόουν, ἕως ἀφίκοιντο αὑτοῖς οἱ ἀπὸ Ῥώμης. ἀλλὰ τούσδε μὲν Ἄννωντε μέγας καὶ Ἀσδρούβας ἔριφος ἐξείλοντο τοῦ πλήθους καὶ προύπεμπον δύο τριήρεσιν · ἕτεροι δὲ Ἀσδρούβαν τὸν ναύαρχον ἔπεισαν, ὁρμοῦντα περὶ τὴν Ἀπόλλωνος ἄκραν, ὅταν ἀποστῶσιν αἱ προπομποὶ τριήρεις, ἐπιθέσθαι τοῖς τοῦ Σκιπίωνος. καὶ μὲν ἐπέθετο, καὶ τῶν πρέσβεών τινες ἐκ τοξευμάτων ἀπέθανον · οἱ δὲ λοιποὶ τιτρωσκόμενοίτε καὶ ἐρέσσοντες ἔφθασαν ἐς τὸν λιμένα τοῦ σφετέρου στρατοπέδου, καὶ ἐξήλαντο τῆς νεὼς ἤδη λαμβανομένης. παρὰ τοσοῦτον ἦλθον αἰχμάλωτοι γενέσθαι.

35ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι τοὺς πρέσβεις τοὺς Καρχηδονίων, οἳ περὶ τῆς εἰρήνης ἔτι παρῆσαν, ἐκέλευον ἀποπλεῖν αὐτίκα ὡς πολεμίους. καὶ οἱ μὲν ἐξέπλεον, καὶ ὑπὸ τοῦ χειμῶνος ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον κατήγοντο · Σκιπίων δὲ τῷ ναυάρχῳ, πυθομένῳ περὶ αὐτῶν τι δέοι ποιεῖν, οὐδὲν ὅμοιον, ἔφη, ταῖς Καρχηδονίων ἀπιστίαις, ἀλλ’ἀπόπεμπε ἀπαθεῖς. μαθοῦσα δ’ γερουσία τὸν δῆμον ὠνείδιζε τῇ συγκρίσει, καὶ συνεβούλευε καὶ νῦν δεηθῆναι Σκιπίωνος τὰ μὲν συγκείμενα φυλάσσειν, δίκας δὲ τῶν ἡμαρτημένων παρὰ Καρχηδονίων λαβεῖν. οἱ δὲ καὶ αὐτῇ τῇ γερουσίᾳ δυσχεραίνοντες ἐκ πολλοῦ διὰ τὴν κακοπραγίαν, ὡς οὐκ εὖ τὰ συμφέροντα προορωμένῃ, καὶ ὑπ’ἀνδρῶν δημοκόπων ἐρεθιζόμενοίτε καὶ ἐς ἀλόγους ἐλπίδας ἐπαιρόμενοι, τὸν Ἀννίβαν ἐκάλουν υεθ’ἧς ἔχει στρατιᾶς.

36 δὲ ὁρῶν τὸ μέγεθος τοῦ πολεμου, Ἀσδρούβαν αὐτοὺς ἐκέλευε σὺν τῇ παρούσῃ δυνάμει καλεῖν. Ἀσδρούβας μὲν δὴ τῆς καταδίκης αὐτῷ λυθείσης παρεδίδου τὸν στρατὸν Ἀννίβᾳ, καὶ οὐ δ’ὣς ἐπιφαίνεσθαι τοῖς Καρχηδονίοις ἐθάρρει, ἀλλ’ἐκρύπτετο ἐν τῇ πόλει · Σκιπίων δὲ ναῦς τῇ Καρχηδόνι ἐπιστήσας εἶργεν αὐτοὺς ἀγορᾶς ἀπὸ θαλάσσης, οὐκ εὐποροῦντας οὐ δ’ἀπὸ τῆς γῆς ἀσπόρου διὰ τὸν πόλεμον γενομένης. τῶν δ’αὐτῶν ἡμερῶν Ἀννίβου καὶ Σκιπίωνος ἱππομαχία γίγνεται περὶ Ζάμαν, ἐν Σκιπίων ἐπλεονέκτει · καὶ ταῖς ἐπιούσαις ἀκροβολίσματα ἦν ἐς ἀλλήλους, ἕως αἰσθόμενος Σκιπίων Ἀννίβαν ἰσχυρῶςτε ἀπορούμενον καὶ περιμένοντα ἀγορὰν φερομένην, νυκτὸς ἔπεμψε Θέρμον χιλίαρχον ἐπὶ τοὺς ἄγοντας αὐτήν. καὶ λόφον Θέρμος ἐν στενῇ διόδῳ καταλαβών, ἔκτεινε τῶν Λιβύων ἐς τετρακισχιλίους καὶ ἐζώγρησεν ἑτέρους τοσούσδε, καὶ τὴν ἀγορὰν ἧκε φέρων τῷ Σκιπίωνι.

37 δ’Ἀννίβας ἐς ἔσχατον ἀφιγμένος ἀποριας, καὶ τὸ παρὸν ἐπινοῶν ὅπως δύναιτο διαθέσθαι, πρέσβεις ἐς Μασσανάσσην ἔπεμπεν, ὑπομιμνήσκωντε τῆς ἐν Καρχηδόνι διατριβῆς καὶ παιδεύσεως, καὶ παρακαλῶν ἔτι οἱ συναγαγεῖν ἐς συνθήκας Σκιπίωνα · τὰ γὰρ πρότερα τοῦ δήμου καὶ τῶν ἀνοητοτέρων τοῦ δήμου ἁμαρτήματα γενέσθαι. δὲ τῷ ὄντι τεθραμμένοςτε καὶ πεπαιδευμένος ἐν Καρχηδόνι, καὶ τὸ ἀξίωμα τῆς πόλεως αἰδούμενόςτε καὶ φίλος ὢν ἔτι πολλοῖς ἐκεῖθεν, ἐδεήθη τοῦ Σκιπίωνος, καὶ συνήγαγεν αὐτοὺς αὖθις ἐς τοιάσδε συνθήκας ὥστε Καρχηδονίους τάςτε ναῦς καὶ τοὺς ἄνδρας, οὓς ἔλαβον Ῥωμαίοις ἀγορὰν φέροντας, ἀποδοῦναι, καὶ τὰ ἡρπασμένα ἅπαντα, τῶν ἀπολωλότων τιμὴν ἣν ἂν ὁρίσῃ Σκιπίων, ποινήντε τοῦ ἀδικήματος χίλια τάλαντα ἐσενεγκεῖν, τάδε μὲν ἦν τὰ συγκείμενα, καὶ γενομένων ἀνοχῶν μέχρι αὐτὰ μάθωσι Καρχηδόνιοι, μὲν Ἀννίβας ἐξ ἀέλπτου περιεσώζετο,