Roman History: Punic Wars, Chapter 17

Appian

  1. Chapter 1
  2. Chapter 2
  3. Chapter 3
  4. Chapter 4
  5. Chapter 5
  6. Chapter 6
  7. Chapter 7
  8. Chapter 8
  9. Chapter 9
  10. Chapter 10
  11. Chapter 11
  12. Chapter 12
  13. Chapter 13
  14. Chapter 14
  15. Chapter 15
  16. Chapter 16
  17. Chapter 17
  18. Chapter 18
  19. Chapter 19
  20. Chapter 20
17

112ἐς δὲ Ῥώμην ἐξαγγελλομενης τῆςτε Πίσωνος ἀπραξίας καὶ Καρχηδονίων παρασκευῆς, δῆμος ἤχθετο καὶ ἐδεδοίκει αὐξομένου πολέμου μεγάλουτε καὶ ἀδιαλλάκτου καὶ γείτονος · οὐ γάρ τινα διάλυσιν προσεδόκων, ἄπιστα πρότεροι κελεύσαντες. τῶν δ’οὐ πρὸ πολλοῦ Σκιπίωνος ἔργων, ἐν Λιβύῃ χιλιαρχοῦντος ἔτι, μεμνημένοι, καὶ παραβάλλοντες αὐτὰ τοῖς παροῦσι, τῶντε ἐπεσταλμένων σφίσιν ὑπὸ τῶν ἐκ στρατοπέδου φίλων καὶ οἰκείων ἀναφέροντες, ὥρμηντο ὕπατον ἐς Καρχηδόνα πέμπειν Σκιπίωνα. ἐνειστήκει δ’ἀρχαιρέσια, καὶ Σκιπίων (οὐ γάρ πω δι’ἡλικίαν αὐτῷ συνεχώρουν ὑπατεύειν οἱ νόμοι) ἀγορανομίαν μετῄει, καὶ δῆμος αὐτὸν ὕπατον ᾑρεῖτο. παρανόμου δ’ὄντος καὶ τῶν ὑπάτων προφερόντων αὐτοῖς τὸν νόμον, ἐλιπάρουν καὶ ἐνέκειντο, καὶ ἐκεκράγεσαν ἐκ τῶν Τυλλίου καὶ Ῥωμύλου νόμων τὸν δῆμον εἶναι κύριον τῶν ἀρχαιρεσιῶν, καὶ τῶν περὶ αὐτῶν νόμων ἀκυροῦν κυροῦν ὃν ἐθέλοιεν. τέλος δὲ τῶν δημάρχων τις ἔφη τοὺς ὑπάτους ἀφαιρήσεσθαι τὴν χειροτονίαν, εἰ μὴ σύνθοιντο τῷ δήμῳ. καὶ βουλὴ τοῖς δημάρχοις ἐπείθετο λῦσαι τὸν νόμον τόνδε καὶ μετὰ ἔτος ἓν αὖθις ἀναγράψαι, οἷόν τι καὶ Λακεδαιμόνιοι, λύοντες ἐν χρείᾳ τὴν ἀτιμίαν τῶν ἁλόντων περὶ Πύλον, ἔφασαν · κοιμάσθων οἱ νόμοι τήμερον. οὕτω μὲν Σκιπίων ἀγορανομίαν μετιὼν ᾕρητο ὕπατος, καὶ αὐτὸν σύναρχος Δροῦσος περὶ Λιβύης πρὸς αὑτὸν ἐκέλευε διακληροῦσθαι, μέχρι τις τῶν δημάρχων ἐσηγήσατο τῆσδε τῆς στρατηγίας τὴν κρίσιν τοῦ δήμου γενέσθαι · καὶ δῆμος εἵλετο τὸν Σκιπίωνα. ἐδόθη δ’αὐτῷ στρατὸς ἐκ μὲν καταλόγου, ὅσος ἦν ἀντὶ τῶν ἀπολωλότων, ἐθελοντὰς δ’ἄγειν ὅσους πείσειε παρὰ τῶν συμμάχων, καὶ ἐς βασιλέας καὶ πόλεις, ὅσας δοκιμάσειε, πέμπειν, τὸν Ῥωμαίων δῆμον ταῖς ἐπιστολαῖς ἐπιγράφοντα. καὶ ἔστιν οὓς ἔλαβεν οὕτω παράτε πόλεων καὶ βασιλέων.

113 μὲν δὴ τάδε διοικησάμενος ἐς Σικελίαν καὶ ἀπὸ Σικελίας ἐς Ἰτύκην ἔπλει · Καλπούρνιος δὲ Πίσων ἐπολιόρκει τὰ μεσόγεια, καὶ Μαγκῖνος ἐφορμῶν Καρχηδόνι, μέρος τι τοῦ τείχους ἀμελούμενον ἰδών, οὗ κρημνοὶ προύκειντο συνεχεῖς καὶ δύσβατοι, καὶ παρ’αὐτὸ ἦν καὶ ἀμελούμενον, ἤλπισε λαθὼν κλίμακας ἐποίσειν ἐπὶ τὸ τεῖχος. καὶ προσέθηκε μέν, καί τινες τῶν στρατιωτῶν ἀνῆλθον εὐτόλμως · οἱ Καρχηδόνιοι δ’ὀλίγων ἔτι ὄντων καταφρονήσαντες, ἀνέῳξαν πύλην ἐς τοὺς κρημνοὺς ἐκφέρουσαν, καὶ ἐπὶ τοὺς Ῥωμαίους ἐξέδραμον. καὶ αὐτοὺς οἱ Ῥωμαῖοι τρεψάμενοίτε καὶ διώκοντες ἐς τὴν πόλιν διὰ τῆς πύλης συνεσέδραμον. βοῆς δ’ὡς ἐπὶ νίκῃ γενομένης, τε Μαγκῖνος ἐκφερόμενος ὑπὸ τῆς ἡδονῆς, καὶ τὰ ἄλλα ταχὺς ὢν καὶ κουφόνους, καὶ ἄλλος ὅμιλος ἅμα τῷ Μαγκίνῳ, τὰς ναῦς ἀφέντες ἐς τὸ τεῖχος ἐβοηδρόμουν ἄνοπλοίτε καὶ γυμνοί. ἤδη δὲ τοῦ θεοῦ περὶ δείλην ἑσπέραν ὄντος, ἐχυρόν τι πρὸς τῷ τείχει καταλαβόντες ἡσύχαζον, τροφῶν δ’ἀπορῶν Μαγκῖνος ἐκάλει Πίσωνα καὶ τοὺς Ἰτυκαίων ἄρχοντας, ἐπικουρεῖν αὑτῷ κινδυνεύοντι καὶ τροφὰς φέρειν κατὰ σπουδήν. καὶ μὲν ἔμελλεν ἅμ’ἕῳ πρὸς τῶν Καρχηδονίων ἐξωθούμενος ἐς τοὺς κρημνοὺς συντριβήσεσθαι.

114Σκιπίων δ’ἑσπέρας ἐς Ἰτύκην κατήγετο, καὶ περὶ μέσας νύκτας ἐντυχὼν οἷς Μαγκῖνος ἔγραφε, τόντε σαλπικτὴν ἐκέλευεν εὐθὺς ἐπὶ πόλεμον ἠχεῖν, καὶ τοὺς κήρυκας συγκαλεῖν ἐπὶ θάλασσαν ὅσοι συνεληλύθεσαν ἐξ Ἰταλίας αὐτῷ, καὶ τοὺς ἡβῶντας Ἰτυκαίων · ὅσοι δ’ὑπερήλικες, ἀγορὰν ἐς τὰς τριήρεις καταφέρειν. αἰχμάλωτάτε Καρχηδονίων τινὰ λύσας, ἀφῆκεν ἐξαγγέλλειν αὐτοῖς ἐπιπλεῖν Σκιπίωνα. ἔςτε τὸν Πίσωνα ἱππέας ἄλλους ἐπ’ἄλλοις ἔπεμπε, καλῶν αὐτὸν κατὰ τάχος. καὶ αὐτὸς ἐσχάτης φυλακῆς ἀνήγετο, κελεύσας, ὅταν πλησιάζωσιν, ὀρθοὺς ἐπὶ τῶν καταστρωμάτων ἑστάναι τοῦ πλέονα τὴν ὄψιν ἐμποιεῖν τοῖς πολεμίοις. μὲν δὴ τάδ’ἔπρασσεν, δὲ Μαγκῖνος, ἅμ’ἕῳ τῶν Καρχηδονίων αὐτῷ πανταχόθεν ἐπιπιπτόντων, πεντακοσίους μέν, οὓς μόνους εἶχεν ἐνόπλους, περιέστησε τοῖς γυμνοῖς τρισχιλίοις οὖσι, τιτρωσκόμενος δὲ δι’ἐκείνων καὶ συνωθούμενος ἐπὶ τὸ τεῖχος ἤδη κατεκρημνίζετο, καὶ αἱ νῆες ὤφθησαν αἱ τοῦ Σκιπίωνος, ῥοθίῳτε φοβερῷ καταπλέουσαι καὶ μεσταὶ πανταχόθεν ὁπλιτῶν ἐφεστώτων, Καρχηδονίοις μὲν ᾐσθημένοις διὰ τῶν αἰχμαλώτων οὐκ ἀνέλπιστοι, Ῥωμαίοις δ’ἀγνοοῦσιν ἀδόκητον σωτηρίαν φέρουσαι · μικρὸν γὰρ ὑποχωρησάντων τῶν Καρχηδονίων, Σκιπίων τοὺς κινδυνεύοντας ἐς αὐτὰς ἀνέλαβεν. καὶ Μαγκῖνον μὲν ἐς Ῥώμην αὐτίκα ἔπεμψε (καὶ γὰρ ἧκεν αὐτῷ Σερρανὸς ἐπὶ τὴν ναυαρχίαν διάδοχος), αὐτὸς δ’οὐ μακρὰν τῆς Καρχηδόνος ἐστρατοπέδευεν. οἱ δὲ Καρχηδόνιοι τῶν τειχῶν ἐς πέντε σταδίους προελθόντες ἀντήγειραν αὐτῷ χάρακα, καὶ αὐτοῖς ἐς τόνδε τὸν χάρακα ἀφίκοντο Ἀσδρούβαςτε τῆς χώρας στρατηγὸς καὶ Βιθύας ἵππαρχος ἑξακισχιλίους πεζοὺς ἄγοντες καὶ ἱππέας ἐς χιλίους, χρόνῳ καὶ μελέτῃ γεγυμνασμένους.

115 δὲ Σκιπίων οὐδὲν εὔκοσμον ἐν τοῖς στρατιώταις ὁρῶν οὐ δὲ τεταγμένον, ἀλλ’ἐς ἀργίαν καὶ πλεονεξίαν καὶ ἁρπαγὰς ὑπὸ τοῦ Πίσωνος ἐπιτετραμμένους, ἄλλοτε πλῆθος αὐτοῖς συνόντας ἀγοραῖον, οἳ τῆς λείας χάριν ἑπόμενοι τοῖς θρασυτέροις συνεξέτρεχον ἐπὶ τὰς ἁρπαγὰς ἄνευ παραγγέλματος ἰοῦσι, τοῦ νόμου λιποστράτιον ἐν τοῖς πολέμοις ἡγουμένου τὸν ἀποχωρούντα πορρωτέρω σάλπιγγος ἀκοῆς, ὅσατε πταίσειαν οὗτοι, πάντα ἐς τὸν στρατηγὸν ἀναφερόμενα, καὶ ὅσα διαρπάσειαν, ἑτέρας ἔριδος αὐτοῖς καὶ κακῶν γιγνόμενα ἀρχάς · πολλοὶ γὰρ καὶ συσκήνων κατεφρόνουν διὰ τὰ κέρδη, καὶ ἐς ἀνόμους πληγὰς καὶ τραύματα καὶ ἀνδροφονίας ἐχώρουν. ὧν αἰσθόμενος Σκιπίων, καὶ ἐλπίζων οὔποτε κρατήσειν τῶν πολεμίων εἰ μὴ τῶν ἰδίων κρατήσειε, συνήγαγεν ἐς ἐκκλησίαν αὐτούς, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβὰς ἐπέπληξεν ὧδε.

116ἐγὼ μεθ’ὑμῶν, ἄνδρες, ὑπὸ Μανιλίῳ στρατηγῷ ταττόμενος, τῆς εὐπειθείας ἐν ὑμῖν μάρτυσιν ἔδωκα πεῖραν, ἣν νῦν ὑμᾶς αἰτῶ στρατηγῶν, κολάσαι μὲν ἐς ἔσχατον ἔχων ἐξουσίαν τοὺς ἀπειθοῦντας, ὠφέλιμον δ’ἡγούμενος προαγορεῦσαι. ἴστε δὲ πράττετε · καὶ τί με δεῖ λέγειν αἰσχύνομαι; λῃστεύετε μᾶλλον πολεμεῖτε, καὶ διαδιδράσκετε, οὐ στρατοπεδεύετε · καὶ πανηγυρίζουσιν ὑπὸ τῶν κερδῶν, οὐ πολιορκοῦσιν ἐοίκατε · καὶ τρυφᾶν ἐθέλετε πολεμοῦντες ἔτι, οὐ νενικηκότες. τοιγάρτοι τὰ τῶν πολεμίων ἐξ ἀέλπτου καὶ βραχέος, οὗ κατέλιπον, ἐς τοσοῦτον ἐπῇρται δυνάμεως, καὶ ἡμῖν πόνος ἐκ τῆσδε τῆς ῥᾳστώνης γέγονε χαλεπώτερος. τὰς δ’αἰτίας εἰ μὲν ἐν ὑμῖν οὔσας ἑώρων, εὐθὺς ἂν ἐκόλαζον · ἐπεὶ δ’ἀνατίθημι ἑτέρῳ, νῦν μὲν ὑμᾶς ἀφίημι τῶν μέχρι νῦν γεγονότων. ἥκω δὲ οὐ λῃστεύσων ἔγωγε ἀλλὰ νικήσων, οὐ δὲ χρηματιούμενος πρὸ τῆς νίκης, ἀλλὰ τοὺς ἐχθροὺς πρῶτον ἐξεργασόμενος. ἄπιτε πάντες ἐκ τοῦ στρατοπέδου τήμερον, ὅσοι μὴ στρατεύεσθε, χωρὶς τῶν ἐπιτραπησομένων ὑπ’ἐμοῦ μένειν. τοῖς δ’ἐξιοῦσιν οὐ δ’ἐπανελθεῖν δίδωμι, πλὴν εἴ τις ἀγορὰν φέροι, καὶ ταύτην στρατιωτικήντε καὶ ψιλήν. ἔσται δὲ καὶ τούτοις χρόνος ὡρισμένος ἐν τὰ ὄντα διαθήσονται, καὶ τῆς πράσεως αὐτῶν ἐγὼ καὶ ταμίας ἐπιμελησόμεθα. καὶ τάδε μὲν εἰρήσθω τοῖς περιττοῖς, ὑμῖν δὲ τοῖς ἐστρατευμένοις ἓν ἔστω παράγγελμα κοινὸν ἐπὶ πᾶσιν ἔργοις ἐμὸς τρόπος καὶ πόνος · πρὸς γὰρ τόδε κατευθεύνοντες αὑτοὺς οὔτε προθυμίας ἁμαρτήσεσθε οὔτε χάριτος ἀτυχήσετε. χρὴ δὲ νῦν μὲν πονεῖν, ἐν κινδυνεύομεν, τὰ δὲ κέρδη καὶ τὴν τρυφὴν ἐς τὸν πρέποντα καιρὸν ἀναθέσθαι. ταῦτ’ἐγὼ προστάσσω καὶ νόμος, καὶ τοῖς μὲν εὐπειθῶς ἔχουσιν οἴσει πολλὴν ἀγαθῶν ἀμοιβήν, τοῖς δ’ἀπειθοῦσι μετάνοιαν.