313καὶ Μασσανάσσης μὲν Καρχηδονίοις οὕτως ἐπολέμει, ὁ δὲ Σκιπίων, ἐπεί οἱ πάντα εὐτρεπῆ ἐγεγένητο ἐν Σικελίᾳ, ἔθυε Διὶ καὶ Ποσειδῶνι, καὶ ἐς Λιβύην ἀνήγετο ἐπὶ νεῶν μακρῶν μὲν δύο καὶ πεντήκοντα φορτίδων δὲ τετρακοσίων · κέλητέςτε καὶ λέμβοι πολλοὶ συνείποντο αὐτῷ. καὶ στρατιὰν ἦγε πεζοὺς μὲν ἑξακισχιλίους ἐπὶ μυρίοις, ἱππέας δὲ χιλίους καὶ ἑξακοσίους. ἐπήγετο δὲ καὶ βέλη καὶ ὅπλα καὶ μηχανήματα ποικίλα καὶ ἀλορὰν πολλήν. καὶ Σκιπίων μὲν ὧδε διέπλει, Καρχηδόνιοι δὲ καὶ Σύφαξ πυνθανόμενοι ἔγνωσαν ἐν τῷ παρόντι ὑποκρίνασθαίτε Μασσανάσσην καὶ ἐς φιλίαν ὑπαγαγέσθαι, μέχρι ὅτου Σκιπίωνος ἐπικρατήσαιεν. ὁ δ’οὐκ ἠγνόει μὲν ἐξαπατώμενος, ἀντενεδρεύων δέ, καὶ μηνύων πάντα τῷ Σκιπίωνι, ἧκε πρὸς τὸν Ἀσδρούβαν ὡς συνηλλαγμένος μετὰ τῶν ἰδίων ἱππέων. καὶ ἐστρατοπέδευον οὐ μακρὰν ἀπ’ἀλλήλων Ἀσδρούβαςτε καὶ Σύφαξ καὶ Μασσανάσσης περὶ Ἰτύκην πόλιν, ἐς ἣν ὁ Σκιπίων καταχθεὶς ὑπ’ἀνέμων καὶ αὐτὸς ἐστρατοπέδευσε περὶ αὐτήν. οὐ πολὺ δ’ἀπεῖχεν ὁ Ἀσδρούβας αὐτοῦ, στρατιὰν ἔχων ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας ἑπτακισχιλίους καὶ ἐλέφαντας ἑκατὸν ἐπὶ τεσσαράκοντα.
14Σύφαξ μὲν οὖν, εἴτε δείσας εἴτε ἄπιστος ἐς ἑκατέρους γιγνόμενος παρὰ μέρος, ἐσκήψατό τι λυπεῖν τὴν ἀρχὴν αὐτοῦ τοὺς ὁμόρους βαρβάρους, καὶ ἀνεζεύγνυεν ἐς τὰ οἰκεῖα · Σκιπίων δὲ κατ’ὀλίγους ἔπεμπεν ἐπιχειρεῖν τῷ Ἀσδρούβᾳ, καί τινες αὐτῷ καὶ τῶν πόλεων προσεχώρουν. νυκτὸς δὲ λαθὼν ὁ Μασσανάσσης ἧκεν ἐπὶ τὸ στρατόπεδον τοῦ Σκιπίωνος, καὶ δεξιωσάμενος αὐτὸν ἐδίδασκε τῆς ἐπιούσης ἔς τι χωρίον ἀπὸ τριάκοντα σταδίων Ἰτύκης, ἔνθα πύργος ἔστιν Ἀγαθοκλέους ἔργον τοῦ Συρακοσίων τυράννου, μὴ πλείους πεντακισχιλίων ἐνεδρεῦσαι. ἅμα δ’ἡμέρᾳ τὸν Ἀσδρούβαν ἔπειθε τὸν ἵππαρχον Ἄννωνα πέμψαι τότε πλῆθος τῶν ἐχθρῶν ἐπισκεψόμενον καὶ ἐς Ἰτύκην ἐσδραμούμενον, μή τι πλησιαζόντων πολεμίων νεωτερίσειαν · καὶ αὐτὸς ὑπισχνεῖτο, εἰ κελεύοιτο, ἕψεσθαι. Ἄννων μὲν δὴ χιλίους ἦγεν ἐπιλέκτους ἱππέας Καρχηδονίους καὶ Λιβύων τι πλῆθος, Μασσανάσσης δὲ Νομάδας τοὺς ἑαυτοῦ · ὡς δ’ἐπὶ τὸν πύργον ἀφίκοντο καὶ ὁ Ἄννων ἐξίππευσεν ἐς τὴν Ἰτύκην σὺν ὀλίγοις, μέρος τι τῆς ἐνέδρας ἐξεφαίνετο, καὶ ὁ Μασσανάσσης ἐκέλευσε τὸν τεταγμένον ἐπὶ τοῖς ἱππεῦσι τῶν Καρχηδονίων ἐπιδραμεῖν αὐτοῖς ὡς οὖσιν ὀλίγοις. καὶ αὐτὸς ἐκ βραχέος εἵπετο ὡς ἐπιβοηθήσων. ἐν μέσῳ δὲ τῶν Λιβύων γενομένων, ἥτε πλείων ἐνέδρα κατεφαίνετο, καὶ συνηκόντισαν αὐτοὺς ἑκατέρωθεν οἵτε Ῥωμαῖοι καὶ ὁ Μασσανάσσης, πλὴν τετρακοσίων, οἳ ἐλήφθησαν αἰχμάλωτοι. Μασσανάσσης δ’, ἐπεὶ τοῦτο ἐξετετέλεστο, ἀπήντα τῷ Ἄννωνι κατὰ σπουδὴν ὡς φίλος ἐπανιόντι, καὶ συλλαβὼν αὐτὸν ἀπῆγεν ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον, καὶ ἀντέδωκεν Ἀσδρούβᾳ τῆς μητρὸς τῆς ἑαυτοῦ.
15Σκιπίων δὲ καὶ Μασσανάσσης τὴν χώραν ἐπόρθουν, καὶ Ῥωμαίων ἐξέλυον ὅσοι δεθέντες ἔσκαπτον ἐν τοῖς ἀγροῖς, ἐξ Ἰβηρίας ἢ Σικελίας ἢ ἀπ’αὐτῆς τῆς Ἰταλίας πεμφθέντες ὑπὸ Ἀννίβου. πολιορκοῦσι δ’αὐτοῖς πόλιν μεγάλην ᾗ ὄνομα ἦν Λόχα, καὶ πολλὰ δεινὰ πάσχουσιν, οἱ μὲν Λοχαῖοι προστιθεμένων τῶν κλιμάκων ἐπεκηρυκεύοντο ἐκλείψειν τὴν πόλιν ὑπόσπονδοι, καὶ ὁ Σκιπίων ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν · ἡ δ’οὐχ ὑπήκουεν ὑπ’ὀργῆς ὧν ἐπεπόνθεσαν, ἀλλ’ἐπιβάντες τοῖς τείχεσι καὶ γύναια καὶ παιδία κατέσφαττον · ὁ δὲ τοὺς μὲν ἔτι ὄντας Λοχαίων ἀφῆκεν ἀπαθεῖς, τὴν δὲ στρατιὰν τὴν λείαν ἀφείλετο, καὶ τοὺς λοχαγούς, ὅσοι συνεξήμαρτον, ἐκλήρωσεν ἐν τῷ μέσῳ, καὶ τρεῖς τοὺς λαχόντας ἐκόλασε θανάτῳ. καὶ τάδε πράξας αὖθις ἐλεηλάτει. Ἀσδρούβας δ’αὐτοὺς ἐνήδρευε, Μάγωνα μὲν τὸν ἵππαρχον ἐπιπέμψας ἐκ μετώπου, αὐτὸς δὲ ὄπισθεν ἐπιών. οἱ δ’ἐν μέσῳ γενόμενοι τὸ ἔργον ἐμερίσαντο, καὶ ἐς ἑκατέρους αὐτῶν ἑκάτερος ἐπιστραφεὶς πεντακισχιλίους τῶν Λιβύων ἀπέκτειναν, καὶ χιλίους καὶ ὀκτακοσίους ἔλαβον αἰχμαλώτους, τοὺς δὲ λοιποὺς ἐς τὰς πέτρας κατήραξαν.
16καὶ ὁ Σκιπίων εὐθὺς ἐπὶ τοῖσδε προσέβαλεν Ἰτύκῃ κατὰ γῆν καὶ κατὰ θάλασσαν, δύο μὲν πεντήρεσιν ἐζευγμέναις πύργον ἐπιθείς, ὅθεν τριπήχη βέλη καὶ λίθους μεγάλους ἐς τοὺς πολεμίους ἠφίει, καὶ πολλὰ μὲν ἐλύπει πολλὰ δ’ἀντέπασχε θραυομένων τῶν νεῶν, χώματα δ’ἐπαίρων μέγιστα, καὶ κριοῖς τὸ τεῖχος, ὅτε προσπελάσειε, τύπτων, δρεπάνοιςτε περισπῶν ὅσαι βύρσαι περὶ αὐτὸ καὶ ἄλλα σκεπαστήρια ἦν. οἱ δὲ τὰ μὲν χώματα ὑπετάφρευον, καὶ τὰ δρέπανα βρόχοις παρῆγον, καὶ τοὺς κριοὺς τῆς ὁρμῆς ἐξέλυον, ἐπιβάλλοντες ἐπικαρσίας δοκούς · ἐς δὲ τὰς μηχανὰς ἐξεπήδων μετὰ πυρός, ὅτε πνεῦμα φυλάξειαν ἐς αὐτὰς ἐπίφορον. ὅθεν ὁ Σκιπίων ἀπογνοὺς οὕτως αἱρήσειν τὴν πόλιν, ἐς πολιορκίαν αὐτῆς καθίστατο.
17Σύφαξ δὲ τῶν γιγνομένων πυνθανόμενος ἧκε μετὰ τοῦ στρατοῦ, καὶ οὐ μακρὰν ἐστάθμευεν ἀπὸ Ἀσδρούβου. ἔτι δ’ὑποκρινόμενος εἶναι φίλος ἑκατέροις, καὶ τρίβειν τὸν πόλεμον ἐγνωκὼς μέχρι νῆέςτε ἕτεραι ναυπηγούμεναι πρὸς τῶν Καρχηδονίων ἐπιγένοιντο καὶ μισθοφόροι τινὲς Κελτῶν καὶ Λιγύων ἐπέλθοιεν, ἐπεχείρει διαιτᾶν διαλύσεις, καὶ ἐδικαίου μήτε Ῥωμαίους Λιβύης μήτε Καρχηδονίους Ἰταλίας ἐπιβαίνειν ἐπὶ πολέυῳ, ἔχειν δὲ Ῥωμαίους Σικελίαν καὶ Σαρδὼ καὶ εἴ τινας ἄλλας νήσους ἔχουσι, καὶ Ἰβηρίαν. ἢν δέ τις ἀπειθῇ, τοῖς πειθομένοις ἔφη συμμαχήσειν. ἅμα δὲ ταῦτ’ἔπρασσε, καὶ Μασσανάσσην ἐπείρα μεταθέσθαι πρὸς αὑτόν, τήντε Μασσυλίων ἀρχὴν αὐτῷ βεβαιώσειν ὑπισχνούμενος, καὶ τῶν θυγατέρων τριῶν οὐσῶν δώσειν ἐς γάμον ἣν ἂν ἐθέλῃ. ἔφερε δ’ὁ ταῦτα λέγων χρυσίον, ἵνα, εἰ μὴ πείσειε, δοίη τῶν θεραπευτήρων αὐτοῦ τῷ κτείνειν Μασσανάσσην ὑπισχνουμένῳ. ὁ μὲν δὴ μὴ πείθων ἔδωκέ τινι τὸ χρυσίον ἐπὶ τῷ φόνῳ · ὁ δὲ λαβὼν ἔδειξε τῷ Μασσανάσσῃ, καὶ τὸν δόντα ἤλεγξεν.
18Σύφαξ δ’οὐ προσδοκῶν ἔτι λήσειν, φανερῶς τοῖς Καρχηδονίοις συνεμάχει, πόλιντε ἐν μεσογείῳ Θολοῦντα, Ῥωμαίων παρασκευὴν καὶ σῖτον πολὺν ἔχουσαν, ἐκ προδοσίας εἷλε, καὶ τοὺς φρουροῦντας αὐτὴν ἔκτεινεν οὐκ ἐθελήσαντας ἀπελθεῖν ὑποσπόνδους, συμμαχίαντε ἄλλην πολλὴν Νομάδων μετεπέμπετο. καὶ οἱ μισθοφόροι παρῆσαν αὐτοῖς ἤδη, καὶ νῆες εὐτρεπῶς εἶχον, ὥστε ἔγνωστο πολεμεῖν Σύφακα μὲν ὁρμώμενον ἐπὶ τοὺς πολιορκοῦντας Ἰτύκην, Ἀσδρούβαν δ’ἐπὶ τὸ Σκιπίωνος στρατόπεδον. τὰς δὲ ναῦς ἔδει ταῖς ναυσὶν ἐπιπλεῖν, καὶ γίγνεσθαι ταῦτα τῆς ἐπιούσης ἡμέρας ἅπαντα ὁμοῦ, ἵνα μὴ διαρκέσειαν αὐτοῖς οἱ Ῥωμαῖοι διὰ τὴν ὀλιγότητα.