Roman History: Punic Wars, Chapter 10

Appian

  1. Chapter 1
  2. Chapter 2
  3. Chapter 3
  4. Chapter 4
  5. Chapter 5
  6. Chapter 6
  7. Chapter 7
  8. Chapter 8
  9. Chapter 9
  10. Chapter 10
  11. Chapter 11
  12. Chapter 12
  13. Chapter 13
  14. Chapter 14
  15. Chapter 15
  16. Chapter 16
  17. Chapter 17
  18. Chapter 18
  19. Chapter 19
  20. Chapter 20
10

67καὶ τέλος εἶχε Ῥωμαίοις δεύτερος πρὸς Καρχηδονίους πόλεμος, ἀρξάμενος ἀπὸ Ἰβηρίας, λήξας δ’ἐν Λιβύῃ ἐς τάσδε τὰς περὶ αὐτῆς Καρχηδόνος σπονδάς. καὶ ὀλυμπιάδες ἐν τοῖς Ἕλλησιν ἦσαν ἀμφὶ τὰς ἑκατὸν καὶ τεσσαράκοντα καὶ τέσσαρας. Μασσανάσσης δὲ Καρχηδονίοιςτε μηνίων καὶ Ῥωμαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων ὡς γενομένῃ ποτὲ ἑαυτοῦ. καὶ οἱ Καρχηδόνιοι Ῥωμαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι. οἱ δ’ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν ὅσα δύναιντο Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπετέμετο Καρχηδονίων Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο, αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα Καρχηδὼν εἰρηνεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν ἔκτε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας.

68καὶ εὐθύς, οἷον ἐν ταῖς εὐτυχίαις γίγνεται, οἱ μὲν ἐρρωζμάιον, οἱ δὲ ἐδημοκράτιζον, οἷς δ’ἤρεσκε Μασσανάσσης. ἡγοῦντο δ’ἑκάστων οἱ καὶ δόξῃ καὶ ἀρετῇ προύχοντες, τῶν μὲν ῥωμαϊζόντων μέγας Ἄννων, τῶν δ’αἱρουμένων τὰ Μασσανάσσου Ἀννίβας ψὰρ ἐπικαλούμενος, τῶν δὲ δημοκρατιζόντων Ἀμίλχαρ, Σαυνίτης ἐπώνυμον ἦν, καὶ Καρθάλων · οἳ φυλάξαντες Ῥωμαίουςτε Κελτίβηρσι πολεμοῦντας καὶ Μασσανάσσην ἐπικουροῦντα υἱῷ πρὸς ἑτέρων Ἰβήρων συγκεκλεισμένῳ, πείθουσι τὸν Καρθάλωνα βοήθαρχον ὄντα, καὶ ἐπὶ τῇδε τῇ ἀρχῇ τὴν χώραν περιιόντα, ἐπιθέσθαι τοῖς Μασσανάσσου σκηνουμένοις ἐν ἀμφιλόγῳ γῇ. δὲ καὶ ἔκτεινέ τινας αὐτῶν καὶ λείαν περιήλασε, καὶ τοὺς ἐν τοῖς ἀγροῖς Λίβυας ἐπὶ τοὺς Νομάδας ἤγειρεν. ἄλλατε πολλὰ αὐτοῖς ἔργα πολέμων ἐς ἀλλήλους γίγνεται, μέχρι Ῥωμαίων ἕτεροι πρέσβεις ἐπῆλθον ἐς διαλύσεις, οἷς ὁμοίως εἴρητο Μασσανάσσῃ βοηθεῖν ἀδήλως. καὶ ἐβεβαίωσαν οἵδε τῷ Μασσανάσσῃ ὅσα προειλήφει, μετὰ τέχνης, ὧδε. εἶπον μὲν οὐδὲν οὐ δὲ ἤκουσαν, ἵνα μή τι ὡς ἐν δίκῃ Μασσανάσσης ἐλαττοῖτο, ἐν μέσῳ δ’ἀμφοῖν γενόμενοι τὰς χεῖρας διέστησαν · καὶ τοῦτο ἦν αὐτοῖς κέλευσμα πρὸς ἀμφοτέρους ἐς διαλύσεις. οὐ πολὺ δ’ὕστερον Μασσανάσσης ἠμφισβήτει καὶ τῶν λεγομένων μεγάλων πεδίων καὶ χώρας πεντήκοντα πόλεων, ἣν Τύσκαν προσαγορεύουσιν. ἐφ’οἷς πάλιν οἱ Καρχηδόνιοι κατέφυγον ἐπὶ Ῥωμαίους. οἱ δ’ὑπέσχοντο μὲν αὐτοῖς καὶ τότε πρέσβεις πέμψειν ἐς δίαιταν, διέτριψαν δὲ ἕως εἴκασαν πολλὰ τῶν Καρχηδονίων διεφθάρθαι.

69καὶ τότε πρέσβεις ἔπεμπον ἑτερουςτε καὶ Κάτωνα, οἳ ἐς τὴν ἀμφίλογον γῆν ἀφικόμενοι ἠξίουν σφίσιν ἀμφοτέρους περὶ ἁπάντων ἐπιτρέπειν. Μασσανάσσης μὲν οὖν, οἷα πλεονεκτῶν καὶ Ῥωμαίοις ἀεὶ θαρρῶν, ἐπέτρεπεν, οἱ Καρχηδόνιοι δ’ὑπώπτευον, ἐπεὶ καὶ τοὺς πρότερον ᾔδεσαν οὐκ εὖ δικάσαντας. ἔφασαν οὖν τὰς συνθήκας τὰς ἐπὶ Σκιπίωνος οὐδὲν χρῄζειν δικῶν οὐ δὲ διορθώσεως, ὅσα μὴ ἐξ αὐτῶν παραβαίνεται μόνα. οἱ δ’οὐκ ἀνασχόμενοι περὶ μέρους δικάζειν ἐπανῄεσαν, καὶ τὴν χώραν περιεσκόπουν, ἀκριβῶςτε εἰργασμένην καὶ κατασκευὰς μεγάλας ἔχουσαν. εἶδον δὲ καὶ τὴν πόλιν ἐσελθόντες, ὅσητε τὴν δύναμιν ἦν, καὶ πλῆθος ὅσον ηὔξητο ἐκ τῆς οὐ πρὸ πολλοῦ κατὰ Σκιπίωνα διαφθορᾶς. ἐπανελθόντεςτε ἐς Ῥώμην, ἔφραζον οὐ ζήλου μᾶλλον φόβου γέμειν αὐτοῖς τὰ Καρχηδονίων, πόλεως δυσμενοῦς τοσῆσδε καὶ γείτονος εὐχερῶς οὕτως αὐξανομένης. καὶ Κάτων μάλιστα ἔλεγεν οὔ ποτε Ῥωμαίοις βέβαιον οὐ δὲ τὴν ἐλευθερίαν ἔσεσθαι πρὶν ἐξελεῖν Καρχηδόνα. ὧν βουλὴ πυνθανομένη ἔκρινε μὲν πολεμεῖν, ἔτι δ’ἔχρῃζε προφάσεων, καὶ τὴν κρίσιν ἀπόρρητον εἶχον. Κάτωνα δ’ἐξ ἐκείνου φασὶν ἐν τῇ βουλῇ συνεχεῖ γνώμῃ λέγειν, Καρχηδόνα μὴ εἶναι, Σκιπίωνα δὲ τὸν Νασικᾶν τὰ ἐναντία ἀξιοῦν, Καρχηδόνα ἐᾶν, ἐς φόβον ἄρα καὶ τόνδε · Ῥωμαίων ἐκδιαιτωμένων ἤδη.

70Καρχηδονίων δ’οἱ δημοκρατίζοντες τοὺς τὰ Μασσανάσσου φρονοῦντας ἐξέβαλον, ἐς τεσσαράκοντα μάλιστα ὄντας, καὶ ψῆφον ἐπήνεγκαν φυγῆς, καὶ τὸν δῆμον ὥρκωσαν μήτε καταδέξεσθαί ποτε μήτε ἀνέξεσθαι τῶν λεγόντων καταδέχεσθαι. οἱ δ’ἐξελαθέντες ἐπὶ τὸν Μασσανάσσην κατέφυγον, καὶ ἐξώτρυνον ἐς πόλεμον. δὲ καὶ αὐτὸς οὕτως ἔχων ἔπεμπε τῶν παίδων ἐς Καρχηδόνα Γολόσσηντε καὶ Μικίψαν, ἀξιῶν καταδέχεσθαι τοὺς δι’αὑτὸν ἐξεληλαμένους. τούτοις προσιοῦσι τὰς πύλας βοήθαρχος ἀπέκλεισε, δείσας μὴ τὸν δῆμον οἱ συγγενεῖς τῶν φευγόντων καταδακρύσειαν. Γολόσσῃ δὲ καὶ ἐπανιόντι Ἀμίλχαρ Σαυνίτης ἐπέθετο, καὶ τινὰς μὲν ἔκτεινεν, αὐτὸν δὲ ἐθορύβησεν, ἐφ’οἷς Μασσανάσσης προφάσεις τάσδε ποιούμενος ἐπολιόρκει πόλιν Ὁρόσκοπα. καὶ τῆσδε παρὰ τὰς συνθήκας ἐφιέμενος. οἱ δὲ Καρχηδόνιοι πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, ἱππεῦσι δὲ πολιτικοῖς τετρακοσίοις, Ἀσδρούβα τοῦ τότε σφῶν βοηθάρχου στρατηγοῦντος, ἐπὶ τὸν Μασσανάσσην ἐστράτευον. καὶ πλησιάσασιν αὐτοῖς Ἅσασίςτε καὶ Σούβας ταξίαρχοι τοῦ Μασσανάσσου, διενεχθέντες τι τοῖς παισὶ Μασσανάσσου, προσέδραμον ἐς αὐτομολίαν ἱππέας ἄγοντες ἑξακισχιλίους, οἷς ἐπαρθεὶς Ἀσδρούβας μετεστρατοπέδευεν ἐγγυτέρω τοῦ βασιλέως, καὶ ἐν ταῖς ἀκροβολίαις ἐπὶ κρεισσόνων ἦν. δὲ Μασσανάσσης ἐνεδρεύων αὐτὸν ὑπεχώρει κατ’ὀλίγον οἷα φεύγων, ἕως προσήγαγεν ἐς πεδίον μέγα καὶ ἔρημον, οὗ πανταχόθεν ἦσαν λόφοι καὶ ἀπόκρημνα καὶ ἀγορᾶς ἀπορία. τότε δ’ἐπιστρέψας ἐστρατοπέδευεν ἐν τοῖς πεδινοῖς · δὲ Ἀσδρούβας ἐς τοὺς λόφους ὡς ὀχυρωτέρους ἀνέδραμεν.

71καὶ οἱ μὲν τῆς ἐπιούσης ἔμελλον ἐς χεῖρας ἥξειν, Σκιπίων δ’ νεώτερος, τὴν Καρχηδόνα ὕστερον ἑλών, ὑποστρατευόμενος τότε Λευκόλλῳ Κελτίβηρσι πολεμοῦντι, ἐς τὸν Μασσανάσσην ἀφικνεῖτο πεμφθεὶς ἐλέφαντας αἰτῆσαι. καὶ αὐτῷ Μασσανάσσης, τοῦ σώματος ὡς ἐς μάχην ἐπιμελούμενος, ἱππέας ἀπαντᾶν ἔπεμψε, καὶ τῶν παίδων τισὶν ἐκέλευεν ἐλθόντα ὑποδέξασθαι. αὐτὸς δ’ἅμ’ἕῳ τὸν στρατὸν ἐξέτασσεν, ὀγδοήκοντα μὲν καὶ ὀκτὼ γεγονὼς ἔτη, ἱππεύων δ’ἔτι καρτερῶς καὶ γυμνὸν τὸν ἵππον ἀναβαίνων, ὡς ἔθος ἐστὶ Νομάσι, καὶ στρατηγῶν καὶ μαχόμενος, εἰσὶ γὰρ Λιβύων οἱ Νομάδες εὐρωστότατοι, καὶ μακροβίων ὄντων μακροβιώτατοι. αἴτιον δ’ἴσως τε χειμὼν οὐ πολὺ κρύος ἔχων, ὑφ’οὗ φθείρεται πάντα, καὶ τὸ θέρος οὐ κατακαῖον ὥσπερ Αἰθίοπάςτε καὶ Ἰνδούς. διὸ καὶ τῶν θηρίων τὰ δυνατώτατα ἥδε γῆ φέρει, καὶ οἱ ἄνδρες ἐν ὑπαίθρῳ καὶ πόνοις εἰσὶν ἀεί. ὁλίγοςτε οἶνος αὐτοῖς, καὶ τροφὴ πᾶσιν ἁπλῆτε καὶ εὐτελής. μὲν δὴ Μασσανάσσης ἐπιβὰς ἵππου διεκόσμει τὸν στρατόν, καὶ Ἀσδρούβας ἀντεξῆγε τὸν ἴδιον αὐτῷ, πολὺ πλῆθος · ἤδη γὰρ καὶ τῷδε πολλοὶ προσεληλύθεσαν ἐκ τῆς χώρας. δὲ Σκιπίων ἐθεᾶτο τὴν μάχην ἀφ’ὑψηλοῦ καθάπερ ἐκ θεάτρου. ἔλεγετε πολλάκις ὕστερον, ἀγῶσι συνενεχθεὶς ποικίλοις, οὔποτε ὧδε ἡσθῆναι · μόνον γὰρ ἔφη τόνδε τὸν πόνον ἄφροντις ἰδεῖν, μυριάδας ἀνδρῶν συνιούσας ἐς μάχην ἕνδεκα. ἔλεγέτε σεμνύνων δύο πρὸ αὑτοῦ τὴν τοιάνδε θέαν ἰδεῖν ἐν τῷ Τρωικῷ πολέμῳ, τὸν Δία ἀπὸ τῆς Ἴδης καὶ τὸν Ποσειδῶνα ἐκ Σαμοθρᾴκης.

72γενομένης δὲ τῆς μάχης ἐς νύκτα ἀπ’ἠοῦς, καὶ πολλῶν πεσόντων ἑκατέρωθεν, ἔδοξεν ἐπὶ κρεισσόνων Μασσανάσσης γενέσθαι. καὶ αὐτῷ ὑποστρέφοντι ἀπὸ τοῦ ἔργου Σκιπίων ὤφθη. δὲ αὐτὸν οἷα φίλον ἐκ πάππου περιεῖπε θεραπεύων. ὅπερ οἱ Καρχηδόνιοι μαθόντες, ἐδέοντο τοῦ Σκιπίωνος πρὸς Μασσανάσσην σφᾶς συναλλάξαι. δὲ συνήγαγε μὲν αὐτούς, γιγνομένων δὲ προκλήσεων οἱ Καρχηδόνιοι τῷ Μασσανάσσῃ τὴν μὲν περὶ τὸ Ἐμπόριον γῆν ἔλεγον μεθήσειν, καὶ ἀργυρίου τάλαντα δώσειν διακόσια αὐτίκα καὶ ὀκτακόσια σὺν χρόνῳ, τοὺς δ’αὐτομόλους αἰτοῦντος οὐχ ὑπέστησαν οὐ δ’ἀκοῦσαι, ἀλλ’ἄπρακτοι διεκρίθησαν. καὶ Σκιπίων μὲν ἐς Ἰβηρίαν ἔχων τοὺς ἐλέφαντας ἐπανῄει, Μασσανάσσης δὲ τὸν λόφον τῶν πολεμίων περιταφρεύσας, ἐφύλασσε μηδεμίαν αὐτοῖς ἀγορὰν ἐσφέρεσθαι. οὐ δ’ἄλλως ἐγγὺς ἦν οὐδέν, ἐπεὶ καὶ αὐτῷ μόλις ἐκ μακροῦ σφόδρα ἐπιμόχθως ἐφέρετο ὀλίγη. Ἀσδρούβας δ’εὐθὺς μὲν ἐδόκει δύνασθαι διεκπαῖσαι τοὺς πολεμίους ἐρρωμένῳ ἔτι καὶ ἀπαθεῖ τῷ στρατῷ, ἀγορὰν δ’ἔχων Μασσανάσσου πλείονα προκαλεῖσθαι τὸν Μασσανάσσην ἐνόμιζε, καὶ παρέμενε, πυνθανόμενος ἅμα καὶ Ῥωμαίων ἐπιέναι πρέσβεις ἐς διαλύσεις. οἱ δ’ἦλθον μέν, εἴρητο δ’αὐτοῖς, εἰ Μασσανάσσης ἐλασσοῖτο, λῦσαι τὴν διαφοράν, εἰ δ’ἐπὶ κρεισσόνων εἴη, καὶ παροξῦναι.

73οἱ μὲν δὴ τὸ ἑαυτῶν ἔπραξαν, δὲ λιμὸς τὸν Ἀσδρούβαν καὶ τοὺς Καρχηδονίους ἐξέτριβε · καὶ τοῖς σώμασι πάντα ἔχοντες ἀσθενῶς, βιάσασθαι μὲν οὐκέτι τοὺς πολεμίους ἐδύναντο, τὰ δ’ὑποζύγια πρῶτον, εἶτα τοὺς ἵππους ἐπὶ τοῖς ὑποζυγίοις ἔθυον, καὶ ἱμάντας ἑψοῦντες ἤσθιον. καὶ νόσων αὐτοὺς ἰδέαι πᾶσαι κατελάμβανον ἔκτε πονηρίας τροφῶν καὶ ἀκινησίας ἔργων καὶ ὥρας ἔτους · συνεκέκλειστο γὰρ ἐς ἓν χωρίον καὶ στενὸν στρατόπεδον ὄχλος ἀνθρώπων ἐν Λιβύῃ θέρους. τῶντε ξύλων αὐτοὺς ἐς τὴν ἕψησιν ἐπιλιπόντων τὰ ὅπλα κατέκαιον. καὶ τῶν ἀποθνησκόντων οὐδεὶς οὔτ’ἐξεφέρετο, Μασσανάσσου τὴν φυλακὴν οὐκ ἀνιέντος, οὔτ’ἐξεκαίετο ξύλων ἀπορίᾳ. οὖν φθόρος αὐτοῖς ἦν πολύςτε καὶ περιώδυνος, συνοῦσιν ὀδωδόσι καὶ σηπομένοις σώμασιν. τότε πλεῖστον ἤδη τοῦ στρατοῦ διέφθαρτο · καὶ τὸ ὑπόλοιπον οὐδεμίαν σφίσιν ἐλπίδα σωτηρίας ὁρῶντες, τοὺς αὐτομόλους ὑπέστησαν ἐκδοῦναι τῷ Μασσανάσσῃ, καὶ πεντακισχίλια ἀργυρίου τάλαντα πεντήκοντα ἔτεσιν ἐσενεγκεῖν, τούςτε φυγάδας σφῶν καταδέξασθαι παρὰ τὸ ὅρκιον, καὶ αὐτοὶ διὰ μιᾶς πύλης τοὺς ἐχθροὺς καθ’ἕνα διεξελθεῖν σὺν χιτωνίσκῳ μόνῳ. Γολόσσης δ’αὐτοῖς ἀπιοῦσι, χαλεπαίνων τῆς οὐ πρὸ πολλοῦ διώξεως, εἴτε συνειδότος τοῦ πατρὸς εἴτε δι’ἑαυτοῦ, Νομάδας ἱππέας ἐπέπεμψεν, οἳ οὐκ ἀμυνομένους, οὔτε ὅπλον ἔχοντας ἐς ἄμυναν οὔτε φυγεῖν ὑπ’ἀσθενείας δυναμένους ἔκτειναν. ἔκτε μυριάδων πέντε στρατοῦ καὶ ὀκτακισχιλίων ἀνδρῶν ὀλίγοι πάμπαν ἐς Καρχηδόνα περιεσώθησαν, καὶ σὺν αὐτοῖς Ἀσδρουβαςτε στρατηγὸς καὶ ἕτεροι τῶν ἐπιφανῶν.