26οὐ πολὺ δὲ ὕστερον οἱ Καρχηδόνιοι στρατεύουσιν ἐς Ἰβηρίαν, καὶ αὐτὴν κατὰ μέρος ὑπήγοντο, μέχρι Ζακανθαίων ἐπὶ Ῥωμαίους καταφυγόντων Καρχηδονίοις ὅρος ἐν Ἰβηρίᾳ γίγνεται, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν. καὶ τάσδε αὖ τὰς σπονδὰς ἔλυσαν Καρχηδόνιοι, περάσαντες Ἀννίβου σφῶν ἡγουμένου. διαβάντες δέ, ὁ μὲν Ἀννίβας διαστρατηγεῖν ἑτέροις τὰ ἐν Ἰβηρία καταλιπὼν ἐς τὴν Ἰταλίαν ἐσέβαλε · στρατηγοὶ δὲ Ῥωμαίων ἐν Ἰβηρίᾳ, Πόπλιόςτε Κορνήλιος Σκιπίων καὶ Γναῖος Κορνήλιος Σκιπίων, ἀλλήλοιν ἀδελφώ, λαμπρὰ ἔργα ἀποδεικνυμένω θνήσκετον ἄμφω πρὸς τῶν πολεμίων. καὶ οἱ μετ’αὐτοὺς στρατηγοὶ κακῶς ἔπραττον, μέχρι Σκιπίων ὁ Ποπλίου Σκιπίωνος τοῦδε τοῦ περὶ Ἰβηρίαν ἀναιρεθέντος υἱὸς ἐπιπλεύσας, καὶ δόξαν ἅπασιν ἐμβαλὼν ὡς ἥκοι κατὰ θεὸν καὶ δαιμονίῳ χρῷτο συμβούλῳ περὶ ἁπάντων, ἐκράτειτε λαμπρῶς, καὶ ἐπὶ δόξης ἐκ τοῦδε πολλῆς γενόμενος τὴν μὲν στρατηγίαν τοῖς ἐς διαδοχὴν ἐπιπεμφθεῖσι παρέδωκεν, ἐς δὲ Ῥώμην ἐπανελθῶν ἠξίου πεμφθῆναι στρατηγὸς ἐς Λιβύην ὡς ἀναστήσων Ἀννίβαν ἐξ Ἰταλίας καὶ Καρχηδονίοις δίκην ἐπιθήσων ἐν τῇ πατρίδι.
7τῶν δὲ πολιτευομένων οἱ μὲν ἀντέλεγον οὐ χρῆναι, κεκενωμένης ἄρτι τῆς Ἰταλίας τοσοῖσδε πολέμοις καὶ πορθουμένης ἔτι πρὸς Ἀννίβου, καὶ Μάγωνος ἐν πλευραῖς ἐπ’αὐτὴν Λίγυάςτε καὶ Κελτοὺς ξενολογοῦντος, ἐς Λιβύην στρατεύειν, οὐ δὲ τὴν ἀλλοτρίαν χειροῦσθαι πρὶν τὴν οἰκείαν ἀπαλλάξαι τῶν παρόντων · οἱ δὲ ᾤοντο Καρχηδονίους νῦν μὲν ἀδεεῖς ὄντας ἐφεδρεύειν τῇ Ἰταλίᾳ, οὐδὲν ἐνοχλουμένους οἴκοι, πολέμου δὲ οἰκείου σφίσι γενομένου καὶ Ἀννίβαν μεταπέμψεσθαι. οὕτω μὲν ἐκράτησε πέμπειν ἐς Λιβύην Σκιπίωνα, οὐ μὴν συνεχώρησαν αὐτῷ καταλέγειν στρατὸν ἐξ Ἰταλίας πονουμένης ἔτι πρὸς Ἀννίβου · ἐθελοντὰς δέ, εἴ τινες εἶεν, ἐπέτρεψαν ἐπάγεσθαι, καὶ τοῖς ἀμφὶ τὴν Σικελίαν ἔτι οὖσι χρῆσθαι. τριήρειςτε ἔδοσαν αὐτῷ κατασκευάσασθαι δέκα, καὶ πληρώματα αὐταῖς λαβεῖν, ἐπισκευάσαι δὲ καὶ τὰς ἐν Σικελία. καὶ χρήματα οὐκ ἔδωκαν, πλὴν εἴ τις ἐθέλοι τῷ Σκιπίωνι κατὰ φιλίαν συμφέρειν. οὕτως ἀμελῶς ἥπτοντο τοῦδε τοῦ πολέμου τὰ πρῶτα, μεγίστου σφίσι καὶ ἀξιοτιμοτάτου μετ’ὀλίγον γενομένου.
8ὁ δὲ Σκιπίων ἔνθους ὢν ἐπὶ Καρχηδόνι ἐκ πολλοῦ, καί τινας ἱππέαςτε καὶ πεζούς, ἐς ἑπτακισχιλίους μάλιστα. ἀθροίσας, διέπλευσεν ἐς Σικελίαν ἔχων ἀμφ’αὑτὸν ἀρτιγενείους ἐπιλέκτους τριακοσίους, οἷς εἴρητο χωρὶς ὅπλων ἕπεσθαι. Σικελῶν δ’αὖ τριακοσίους καταγράψας εὐδαίμονας ἐκέλευσεν ἥκειν ἐς ἡμέραν ῥητήν, ἐσκευασμένους ὅπλοιςτε καὶ ἵπποις ὅτι δύναιντο καλλίστοις. ὡς δὲ ἀφίκοντο, προύθηκεν εἴ τις ἑαυτοῦ θέλοι τὸν στρατευσόμενον ἀντιδοῦναι. δεξαμένων δὲ πάντων, ἤγαγεν ἐς μέσον τοὺς τριακοσίους τοὺς ὅπλων ἐρήμους, καὶ ἐς τούσδε ἐκείνοις προσέταξε μετασκευάσασθαι. οἱ δ’ἑκόντες παρεδίδοσαν ὅπλα καὶ ἵππους. καὶ περιῆν τῷ Σκιπίωνι τριακοσίους νέους Ἰταλιώτας ἔχειν ἀντὶ Σικελιωτῶν, κάλλιστα ἵπποις καὶ ὅπλοις ἀλλοτρίοις ἐσκευασμένους, καὶ χάριν εὐθὺς ἐπὶ τῷδε εἰδότας · οἷς δὴ καὶ προθυμοτάτοις ἐς πάντα χρώμενος διετέλει.
9Καρχηδόνιοι δὲ ταῦτα πυνθανόμενοι Ἀσδρούβαν μὲν τὸν Γέσκωνος ἐπὶ θήραν ἐλεφάντων ἐξέπεμπον, Μάγωνι δ’ἀμφὶ τὴν Λιγυστίνην ξεναγοῦντι πεζοὺς ἀπέστελλον ἐς ἑξακισχιλίους καὶ ἱππέας ὀκτακοσίους καὶ ἐλέφαντας ἑπτά, καὶ προσέτασσον αὐτῷ μεθ’ὅσων δύναιτο ἄλλων ἐσβαλεῖν ἐς Τυρρηνίαν, ἵνα τὸν Σκιπίωνα περισπάσειεν ἐκ Λιβύης. Μάγων μὲν δὴ καὶ τότε ἐβράδυνεν, Ἀννίβᾳτε συνελθεῖν οὐ δυνάμενος πολὺ διεστῶτι, καὶ τὸ μέλλον ἀεὶ περιορώμενος. Ἀσδρούβας δ’ἀπὸ τῆς θήρας ἐπανελθὼν κατέλεγε Καρχηδονίωντε καὶ Λιβύων ἐς ἑξακισχιλίους πεζοὺς ἑκατέρων καὶ ἱππέας ἑξακοσίους, δούλουςτε ἠγόραζε πεντακισχιλίους, τὸ ναυτικὸν ἐρέσσειν, καὶ παρὰ τῶν Νομάδων ἔλαβε δισχιλίους ἱππέας, καὶ ξένους ἐμισθοῦτο, καὶ πάντας ἐγύμναζε, διακοσίους σταδίους ἀποσχὼν ἀπὸ Καρχηδόνος.
10Νομάδων δὲ τῶν ἐν Λιβύῃ δυνάσται μὲν ἦσαν κατὰ μέρη πολλοί, Σύφαξ δ’ὑπὲρ ἅπαντας, καὶ τιμὴν εἶχε πρὸς τῶν ἄλλων ἐπιφανῆ. Μασσυλίων δ’αὖ, γένους ἀλκίμου, παῖς ἦν τοῦ βασιλέως Μασσανάσσης, ὃς ἐτέθραπτο μὲν ἐν Καρχηδόνι καὶ ἐπεπαίδευτο, ὄντι δ’αὐτῷ καὶ τὸ σῶμα καλῷ καὶ τὸν τρόπον ἀρίστῳ Ἀσδρούβας ὁ Γέσκωνος, οὐδενὸς Καρχηδονίων δεύτερος, ἠγγύησε τὴν θυγατέρα, καίπερ ὄντι Νομάδι, Καρχηδόνιος ὤν. ὡς δ’ἠλλύησεν, ἐπήγετο ἐς Ἰβηρίαν στρατηγῶν τὸ μειράκιον. Σύφαξ δὲ κνιζό μενος ὑπ’ἔρωτος ἐπὶ τῇ παιδὶ τὰ Καρχηδονίων ἐλεηλάτει, καὶ Σκιπίωνι διαπλεύσαντι πρὸς αὐτὸν ἐξ Ἰβηρίας συνέθετο συμμαχήσειν ἐπὶ Καρχηδονίους ἰόντι. αἰσθόμενοι δ’οἱ Καρχηδόνιοι καὶ μέγα ποιούμενοι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον Σύφακα προσλαβεῖν, ἐξέδοσαν αὐτῷ τὴν παρθένον ἀγνοούντων καὶ ὄντων ἐν Ἰβηρίᾳ Ασδρούβουτε καὶ Μασσανάσσου. ἐφ’οἷς ὁ Μασσανάσσης ὑπεραλγῶν συνετίθετο καὶ ὅδε ἐν Ἰβηρίᾳ τῷ Σκιπίωνι, λανθάνων, ὡς ᾤετο, Ἀσδρούβαν. ὁ δ’αἰσθόμενος βαρέως μὲν ἔφερεν ὑπὲρ τοῦ μειρακίου καὶ τῆς θυγατρός, ὑβρισμένοιν ἀμφοῖν, ἡγεῖτο δ’ὅμως τῇ πατρίδι συμφέρειν ἐκποδὼν Μασσανάσσην ποιήσασθαι, καὶ ἐπανιόντι ἐς Λιβύην ἐξ Ἰβηρίας ἐπὶ θανάτῳ τοῦ πατρὸς συνέπεμπε προπομποὺς ἱππέας, οἷς εἴρητο ἀφανῶς ἐπιβουλεύειν αὐτῷ καὶ κτείνειν ὅπῃ δύναιντο.
11ὁ δ’αἰσθόμενος ἐξέφυγέτε, καὶ τὴν πάτρῴαν ἀρχὴν ἐκρατύνετο, ἱππέας ἀθροίζων, οἷς ἡμέραςτε καὶ νυκτὸς ἦν ἔργον ἀκοντίοις πολλοῖς χρωμένους ἐπελαύνειν ἀεὶ καὶ ἀναχωρεῖν καὶ αὖθις ἐπελαύνειν. καὶ ὅλως ἐστὶν αὐτοῖς ἡ μάχη φυγὴ καὶ δίωξις. ἴσασι δὲ καὶ λιμὸν φέρειν οἱ Νομάδες οἵδε, καὶ πόᾳ χρῆσθαι πολλάκις ἀντὶ σίτου · καὶ τὸ πάμπαν ὑδροποτοῦσιν. ὅτε ἵππος αὐτοῖς κριθῆς μὲν οὐ δ’ὅλως γεύεται, ποηφαγῶν ἀεί, πίνει δὲ διὰ πολλοῦ. τοιούτους ὁ Μασσανάσσης ἐς δισμυρίους συναγαγὼν ἐξῆγεν ἐπὶ θήρας ἢ λεηλασίας ἑτέρων ἐθνῶν · ἅπερ ᾤετο καὶ ἔργα καὶ γυμνάσια εἶναι. Καρχηδόνιοι δὲ καὶ Σύφαξ νομίζοντες ἐπὶ σφᾶς εἶναι τὴν παρασκευὴν τοῦ μειρακίου (οὐ γὰρ ἠγνόουν ἃ ἐλελυπήκεσαν αὐτόν), ἔκριναν προτέρῳ τῷδε πολεμεῖν ἔστε καθέλωσι, καὶ τότε Ῥωμαίοις ἀπαντᾶν.
12Σύφαξ μὲν οὖν καὶ Καρχηδόνιοι πλείους ἦσαν παρὰ πολύ, μετὰ δὲ ἁμαξῶν καὶ παρασκευῆς βαρείας καὶ τρυφῆς ἐστρατεύοντο · Μασσανάσσης δὲ πόνωντε πᾶσιν ἐξῆρχε, καὶ ἱππικὸν μόνον εἶχε καὶ ὑποζύγιον οὐδέν, οὐ δὲ ἀγοράν. ὅθεν ῥᾳδίως ὑπέφευγέτε καὶ ἐπεχείρει καὶ ἐς τὰ ὀχυρὰ ἀνεπήδα. πολλάκιςτε καὶ καταλαμβανόμενος διεσκίδνη τὸ στράτευμα, ὅπῃ δυνηθεῖεν ἀποφεύγειν κατὰ μέρη. καὶ σὺν ὀλίγοις αὐτὸς ὑπεκρύπτετό ποι, μέχρι συνέλθοιεν αὐτῷ νυκτὸς ἢ μεθ’ἡμέραν ἐς τὸ συγκείμενον. τρίτος δέ ποτε ἐν σπηλαίῳ κρυπτόμενος ἔλαθε, τῶν πολεμίων περὶ τὸ σπήλαιον στρατοπεδευόντων. οὐ δ’ἔστιν ὅτε ἐστάθμευεν ἐν στρατοπέδῳ, ἀλλὰ καὶ μάλιστ’ἐστρατήγει λανθάνειν ὅποι ποτε εἴη. ὅθεν οὐκ εἶχον αὐτῷ συνεχῶς προεπιχειρεῖν οἱ πολέμιοι, ἀλλ’ἠμύνοντο ἐπιόντα. ἀγορὰ δ’ἦν αὐτῷ καθ’ἑκάστην ἡμέραν, ὅ τι περὶ ἑσπέραν καταλάβοι χωρίον ἢ κώμην ἢ πόλιν, λῃζομένῳτε πάντα καὶ διαρπάζοντι καὶ μεριζομένῳ τοῖς συνοῦσιν. ὅθεν αὐτῷ πολλοὶ τῶν Νομάδων ἐπεφοίτων, μισθοὺς μὲν οὐ διδόντι τεταγμένους, τὰς δ’ὠφελείας πολὺ πλείονας ἔχοντες.