Roman History: Punic Wars, Chapter 16

Appian

  1. Chapter 1
  2. Chapter 2
  3. Chapter 3
  4. Chapter 4
  5. Chapter 5
  6. Chapter 6
  7. Chapter 7
  8. Chapter 8
  9. Chapter 9
  10. Chapter 10
  11. Chapter 11
  12. Chapter 12
  13. Chapter 13
  14. Chapter 14
  15. Chapter 15
  16. Chapter 16
  17. Chapter 17
  18. Chapter 18
  19. Chapter 19
  20. Chapter 20
16

105εν τούτῳ δὲ καὶ σύγκλητος ἐς τὸ στρατόπεδον ἔπεμπε τοὺς εἰσομένους καὶ μεταδώσοντας αὐτῇ τὰ ἀκριβέστατα, ἐφ’ὧν τε Μανίλιος καὶ τὸ συνέδριον καὶ οἱ λοιποὶ τῶν χιλιάρχων, ἐσβεσμένου τοῦ φθόνου διὰ τὴν εὐπραγίαν, ἐμαρτύρουν τῷ Σκιπίωνι, καὶ στρατὸς ἅπας καὶ τὰ ἔργα ἐπ’ἐκείνοις, ὥστ’ἐπανελθόντες οἱ πρέσβεις διεθρόησαν ἐς ἅπαντας τὴν ἐμπειρίαν καὶ ἐπίτενξιν τοῦ Σκιπίωνος καὶ τῆς στρατιᾶς τὴν ἐς αὐτὸν ὁρμήν. δὲ βουλὴ τούτοις μὲν ἔχαιρε, πολλῶν δὲ γεγενημένων πταισμάτων ἐς Μασσανάσσην ἔπεμπε, καὶ παρεκάλει συμμαχεῖν αὐτὸν ἐρρωμένως ἐπὶ Καρχηδόνα. δ’ὑπὸ μὲν τῶν πρέσβεων οὐ κατελήφθη, κάμνων δὲ γήρᾳ καὶ νόσῳ, καὶ παῖδας ἔχων νόθους μὲν πλείονας, οἷς ἐδεδώρητο πολλά, γνησίους δὲ τρεῖς οὐδὲν ἀλλήλοις τὰ ἔργα ἐοικότας, ἐκάλει τὸν Σκιπίωνα κατὰ φιλίαν αὐτοῦτε καὶ τοῦ πάππου σύμβουλόν οἱ περὶ τῶν τέκνων καὶ τῆς ἀρχῆς ἐσόμενον. δὲ ᾔει μὲν αὐτίκα, μικρὸν δὲ πρὶν ἐλθεῖν Μασσανάσσης ἀποψύχων ἐπέσκηψε τοῖς παισὶ πείθεσθαι τοῦ Σκιπίωνος, ὡς ἂν αὐτοῖς διαιρῇ τὰ ὄντα.

106καὶ μὲν τοῦτ’εἰπὼν ἐτελεύτησεν, ἀνὴρ ἐς πάντα ἐπιτυχής, τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν, ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος, ἀναλαβεῖν καὶ προαγαγεῖν ἐπὶ μέγιστον, ἀπὸ Μαυρουσίων τῶν παρ’ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγεια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων ποηφαγούντων διὰ τὸ ἀγεώργητον, θησαυρούςτε μεγάλους χρημάτων καταλιπεῖν καὶ στρατιὰν πολλὴν γεγυμνασμένην, τῶν δ’ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δ’αἴτιον τῆς ἀναστάσεως γενέσθαι, πάμπαν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ σῶμα μέγαςτε καὶ εὔρωστος ἐς γῆρας πολύ, καὶ μάχης ἐπειρᾶτο μέχρι τοῦ θανάτου, ἵππουτε χωρὶς ἀναβολέως ἐπέβαινεν. καὶ μεγίστῳ δὴ τῷδ’ἐτεκμηρίωσε μάλιστα τὴν εὐρωστίαν αὑτοῦ · πολλῶν γὰρ αὐτῷ παίδων γιγνομένωντε καὶ ἀποθνησκόντων, οὔποτε μὲν ἦσαν αὐτῷ μείους τῶν δέκα, τετραετὲς δὲ παιδίον ἐνενηκοντούτης ὢν ἀπέλιπεν. μὲν δὴ Μασσανάσσης ὧδε χρόνουτε καὶ σώματος ἔχων ἐτεθνήκει, Σκιπίων δὲ τοῖς μὲν νόθοις αὐτοῦ παισὶ προσέθηκεν ἑτέρας δωρεάς, τοῖς δὲ γνησίοις τοὺς μὲν θησαυροὺς καὶ φόρους καὶ τὸ ὄνομα τῆς βασιλείας κοινὸν ἀπέφηνε, τὰ δ’ἄλλα διέκρινεν ὡς ἔμελλεν ἁρμόσειν πρὸς ἐβούλετο ἕκαστος, Μικίψῃ μέν, ὃς πρεσβύτατος ὢν εἰρηνικώτατος ἦν, Κίρτην ἐξαίρετον ἔχειν καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ, Γολόσσῃ δέ, στρατιωτικῷτε ὄντι καὶ δευτέρῳ καθ’ἡλικίαν, πολέμουτε καὶ εἰρήνης εἶναι κυρίῳ, Μαστανάβᾳ δέ, ὃς νεώτατος ὢν ἤσκει δικαιοσύνην, δικάζειν τοῖς ὑπηκόοις τὰ ἀμφίλογα.

107οὕτω μὲν Σκιπίων τὴν ἀρχὴν καὶ περιουσίαν Μασσανάσσου διεῖλε τοῖς παισί, καὶ Γολόσσην εὐθὺς ἐς συμμαχίαν ἐπήγετο · δὲ τὰς Φαμέου μάλιστα ἐνέδρας, αἳ πολλὰ Ῥωμαίους ἐλύπουν, ἐρευνώμενος ἀνέστελλεν. ἐν δέ τινι χειμασίᾳ Σκιπίων καὶ Φαμέας ἀντιπαρώδευον ἀλλήλοις, μέσην ἔχοντες ἄβατον χαράδραν, καὶ οὐδὲν ἐς ἀλλήλους δυνάμενοι. δεδιὼς δ’ Σκιπίων μή τις ἐνέδρα κατὰ τὸ πρόσθεν εἴη, προϊὼν κατεσκέπτετο σὺν τρισὶ φίλοις. καὶ αὐτὸν Φαμέας ἰδὼν ἀντιπροῄει μεθ’ἑνὸς φίλου. ἐλπίσας δ’αὐτὸν Σκιπίων εἰπεῖν τι θέλειν, ἐξίππευσε μεθ’ἑνὸς καὶ ὅδε φίλου. καὶ ὡς ἤδη κατακούειν ἐδύναντο ἀλλήλων, πρὸ Καρχηδονίων οἱ προελήλυθεν. τί δὴ τῆς ἰδίας σωτηρίας οὐ προνοεῖς, εἰ μὴ τῆς κοινῆς δύνασαι; δέ, τίς ἐστιν, ἔφη, μοι σωτηρία, Καρχηδονίων μὲν οὕτως ἐχόντων, Ῥωμαίων δ’ὑπ’ἐμοῦ κακὰ πολλὰ πεπονθότων; καὶ Σκιπίων, ἐγγυῶμαί σοί, φησιν, εἰ πιστὸς ἐγὼ καὶ ἀξιόχρεως, καὶ σωτηρίαν καὶ συγγνώμην παρὰ Ῥωμαίων καὶ χάριν ἔσεσθαι. δ’ἐπῄνεσε μὲν ὡς ἀξιοπιστότατον ἐκ πάντων, κρινῶ δ’, ἔφη · κἂν δυνατὸν ἡγῶμαι, φανερὸν ἔσται σοι.

108καὶ οἱ μὲν ἐπὶ τούτοις διεκρίθησαν, δὲ Μανίλιος αἰδούμενος τὴν δυσπραξίαν τὴν ἐς Ἀσδρούβαν αὐτῷ γενομένην, αὖθις ἐς Νέφεριν ἐστράτευε, πεντακαίδεκα ἡμερῶν τροφὰς ἐπαγόμενος. πλησιάσας δ’ἔθετο χάρακα καὶ ὠχύρου καὶ ἐτάφρευε, καθὰ Σκιπίων ἐν τῇ προτέρᾳ στρατείᾳ παρήγγειλεν. οὐδὲν δὲ ἀνύων ἐν αἰδοῖ μείζονι ἐγίγνετο καὶ φόβῳ τοῦ πάλιν αὐτοῖς ἀπιοῦσι τὸν Ἀσδρούβαν ἐπιθέσθαι. καὶ μὲν ἐν τῷδε ἦν ἀπορίας, ἐπιστολὴν δέ τις ἐκ τοῦ Γολόσσου στρατοῦ ἔφερε τῷ Σκιπίωνι. δ’, ὡς εἶχε, σεσημασμένην ἐπέδειξε τῷ στρατηγῷ. καὶ λύσαντες ηὗρον · ἐς τήνδε τὴν ἡμέραν ἐγὼ μὲν τόδε τὸ χωρίον καταλήψομαι · σὺ δ’ἐλθὲ μεθ’ὅσων βούλει, καὶ τοῖς προφύλαξιν εἰπὲ δέχεσθαι τὸν νυκτὸς ἀφικνούμενον. μὲν ἐπιστολὴ χωρὶς ὀνομάτων τοιάδ’ἐδήλου, συνῆκε δ’ Σκιπίων εἶναι παρὰ Φαμέου. καὶ Μανίλιος ἐδεδοίκει μὲν περὶ τῷ Σκιπίωνι, μή τις ἀπάτη παρ’ἀνδρὸς γένοιτο πιθανωτάτου πάντων ἐς ἐνέδρας · εὔελπιν δ’αὐτὸν ὁρῶν ἔπεμπεν, ἐπιτρέψας περὶ μὲν τῆς σωτηρίας δοῦναι πίστιν ἀσφαλῆ τῷ Φαμέᾳ, χάριν δὲ μὴ ὁρίζειν, ἀλλ’ἐπαγγέλλεσθαι Ῥωμαίους τὰ πρέποντα ποιήσειν. οὐ μὴν ἐδέησεν οὐ δ’ἐπαγγελίας · γάρ τοι Φαμέας ὡς ἧκεν ἐς τὸ συγκείμενον, περὶ μὲν τῆς σωτηρίας ἔφη πιστεύειν δεξιουμένῳ Σκιπίωνι, τὰς δὲ χάριτας Ῥωμαίοις ἐπιτρέπειν. ταῦτα δ’εἰπὼν ἐξέτασσε τῆς ἐπιούσης ἐς μάχην, καὶ προπηδήσας μὲτὰ τῶν ἰλαρχῶν ἐς τὸ μεταίχμιον ὡς ἐπί τινα σκέψιν ἑτέραν, εἶπεν · εἰ μὲν ἔστιν ἔτι τῇ πατρίδι βοηθεῖν, ἕτοιμός εἰμι μεθ’ὑμῶν · εἰ δ’ἔχει τὰ ἐκείνης ὡς ἔχει, ἐμοὶ μὲν δοκεῖ τῆς ἰδίας σωτηρίας προνοεῖν, καὶ πίστιν ἔλαβον ἐπίτε ἐμαυτῷ καὶ ὅσους πείσαιμι ὑμῶν, καιρὸς δὲ καὶ ὑμᾶς ἐπιλέγεσθαι τὰ συνοίσοντα. μὲν οὕτως εἶπε, τῶν δ’ἰλαρχῶν οἱ μὲν σὺν τοῖς αὑτῶν ηὐτομόλησαν, καὶ ἐγένοντο πάντες ἐς διακοσίους καὶ δισχιλίους ἱππέας · τοὺς δ’Ἄννων κατεκώλυσεν, Λεῦκος ἦν ἐπίκλησις.

109ἐπανιόντι δὲ τῷ Σκιπίωνι μετὰ τοῦ Φαμέου στρατὸς ἀπήντα, καὶ τὸν Σκιπίωνα ηὐφήμουν ὡς ἐπὶ θριάμβῳ. Μανίλιος δ’ὑπερηδόμενόςτε, καὶ οὐκέτι τὴν ἐπάνοδον αἰσχρὰν ἐπὶ τῷδε ἡγούμενος, οὐ δ’Ἀσδρούβαν ἕψεσθαι προσδοκῶν καταπεπληγμένον, ἀνεζεύγνυεν αὐτίκα δι’ἔνδειαν, ἑπτακαιδεκάτην ἡμέραν ἀντὶ πεντεκαίδεκα ἔχων. τρισὶ δ’ἄλλαις ἐχρῆν κακοπαθοῦντα ἐπανελθεῖν. οὖν Σκιπίων τόντε Φαμέαν καὶ Γολόσσην καὶ τοὺς ὑφ’ἑκατέρῳ λαβὼν ἱππέας, προσλαβὼν δέ τινας καὶ τῶν Ἰταλικῶν, ἐς πεδίον ἠπείχθη τὸ καλούμενον μέγα βάραθρον, καὶ πολλὴν ἐξ αὐτοῦ λείαντε καὶ ἀγορὰν ἧκε φέρων τῷ στρατῷ περὶ νύκτα. Μανίλιος δὲ πυθόμενός οἱ διάδοχον ἐπιέναι Καλπούρνιον Πίσωνα, προέπεμπεν ἐς Ῥώμην Σκιπίωνα μετὰ Φαμέου · καὶ στρατὸς ἐπὶ τὴν ναῦν καταθέοντες ηὐφήμουν τὸν Σκιπίωνα, καὶ ηὔχοντο ὕπατον ἐς Λιβύην ἐπανελθεῖν ὡς μόνον αἱρήσοντα Καρχηδόνα. θεόληπτος γάρ τις αὐτοῖς ἥδε δόξα ἐνέπιπτε, Σκιπίωνα μόνον αἱρήσειν Καρχηδόνα · καὶ πολλοὶ ταῦτα τοῖς οἰκείοις ἐς Ῥώμην ἐπέστελλον. δὲ βουλὴ Σκιπίωνα μὲν ἐπῄνει, Φαμέαν δ’ἐτίμησαν ἁλουργίδι καὶ ἐπιπορπήματι χρυσῷ καὶ ἵππῳ χρυσοφαλάρῳ καὶ πανοπλίᾳ καὶ ἀργυρίου δραχμαῖς μυρίαις, ἔδωκαν δὲ καὶ μνῶν ἑκατὸν ἀργύρωμα καὶ σκηνὴν καὶ κατασκευὴν ἐντελῆ. καὶ ἐπήλπισαν περὶ πλειόνων, εἰ τὰ λοιπὰ τοῦ πολέμου συνεκπονήσειεν αὑτοῖς. δ’ὑποσχόμενος ἐς Λιβύην διέπλευσεν ἐς τὸ Ῥωμαιων στρατόπεδον.

110ἧκε δὲ Καλπούρνιος Πίσων ὕπατος ἅμα ἦρι, καὶ σὺν αὐτῷ Λεύκιος Μαγκῖνος ἐπὶ τὴν ναυαρχίαν · οἳ Καρχηδονίοις μὲν οὐκ ἐπεχείρουν, οὐ δὲ Ἀσδρούβᾳ, τὰς δὲ πόλεις ἐπιόντες Ἀσπίδος μὲν ἀπετύγχανον, ἐκ γῆς καὶ θαλάσσης ἀποπειράσαντες, ἑτέραν δ’ἐγγὺς εἷλεν Πίσων, καὶ διήρπαζεν αἰτιωμένην ἐπὶ συνθήκαις αὐτῷ προσελθεῖν. ἀπὸ δὲ ταύτης ἐς Ἰππάγρετα μετῆλθεν, μεγάλητε ἦν καὶ τείχεσι καὶ ἀκροπόλει καὶ λιμέσι καὶ νεωρίοις ὑπ’Ἀγαθοκλέους τοῦ Σικελιωτῶν τυράννου κατεσκεύαστο καλῶς, μέση δ’οὖσα Καρχηδόνος καὶ Ἰτύκης τὴν ἀγορὰν ἐλῄστευε τὴν Ῥωμαίοις διαπλέουσαν · ὅθεν καὶ πάνυ ἐπλούτουν. καὶ Καλπούρνιος ἀμύνασθαίτε αὐτοὺς ἐπενόει, καὶ τό γε κέρδος ἀφελέσθαι. ἀλλ’ μὲν τὸ θέρος ὅλον ἐφεδρεύων οὐκ ἤνυε, δὶς δ’ἐκδραμόντες οἱ Ἱππαγρέτιοι, Καρχηδονίων αὐτοῖς συμμαχούντων, τὰς μηχανὰς αὐτοῦ κατέπρησαν. καὶ μὲν ἄπρακτος ἐς Ἰτύκην ἐπανελθὼν ἐχείμαζεν.

111οἱ Καρχηδόνιοι δέ, ἐπειδή σφισι καὶ τὸ Ἀσδρούβα στρατόπεδον ἀπαθὲς ἦν, καὶ αὐτοὶ κρείττους ἐν τῇ μάχῃ ἐγεγένητο Πίσωνος ἀμφὶ τὰ Ἱππάγρετα, Βιθύαςτε αὐτοῖς Νομὰς μετὰ ὀκτακοσίων ἱππέων ἀπὸ Γολόσσου προσεκεχωρήκει, καὶ Μικίψην καὶ Μαστανάβαν τοὺς Μασσανάσσου παῖδας ἑώρων ὑπισχνουμένους μὲν ἀεὶ Ῥωμαίοις ὅπλα καὶ χρήματα, βραδύνοντας δὲ καὶ περιορωμένους ἄρα τὸ μέλλον, ἐπῄρθησαν τοῖς φρονήμασι καὶ Λιβύην ἀδεῶς ἐπῄεσαν, κρατυνόμενοίτε τὴν χώραν καὶ πολλὰ ὑβριστικὰ ἐν ταῖς πόλεσι κατὰ Ῥωμαίων ἐκκλησιάζοντες. ἔςτε τὴν ἀνανδρίαν αὐτῶν προύφερον τὰ ἐς Νέφεριν αὐτοῖς δὶς γενόμενα, καὶ ὅσα ἔναγχος ἐς Ἱππάγρετα, καὶ τὸ αὐτῆς Καρχηδόνος ἀνόπλουτε οὔσης καὶ ἀφράκτου μὴ δεδυνῆσθαι κατασχεῖν. ἔπεμπον δὲ καὶ ἐς Μικίψην καὶ Μαστανάβαν καὶ ἐς τοὺς αὐτονόμους Μαυρουσίων, παρακαλοῦντες ὁμοῦ, καὶ διδάσκοντες ὅτι καὶ σφίσι μεθ’αὑτοὺς ἐπιχειρήσουσι Ῥωμαῖοι. ἔστελλον δὲ καὶ ἐς Μακεδονίαν ἄλλους πρὸς τὸν νομιζόμενον υἱὸν εἶναι Περσέως, πολεμοῦντα Ῥωμαίοις, καὶ ἀνέπειθον ἔχεσθαι τοῦ πολέμου καρτερῶς ὡς οὐκ ἐλλειψόντων αὐτῷ χρημάτων καὶ νεῶν ἀπὸ Καρχηδόνος. ὅλωςτε μικρὸν οὐδὲν ἔτι ἐφρόνουν ὁπλισάμενοι, ἀλλὰ θυμῷ καὶ τόλμῃ καὶ παρασκευῇ κατὰ μικρὸν ηὔξοντο. ἐπῇρτο δ’ἐν μέρει καὶ Ἀσδρούβας κατὰ τὴν χώραν στρατηγὸς τῷ δὶς κρατῆσαι Μανιλίου · τήντε τῆς πόλεως στρατηγίαν προσλαβεῖν ἐπειγόμενος, Ἀσδρούβαν τὸν ἄρχοντα αὐτῆς, ἀδελφιδοῦν ὄντα Γολόσσου, διέβαλλε τῇ βουλῇ τὰ Καρχηδονίων Γολόσσῃ προδιδόναι. καὶ τοῦ λόγου προτεθέντος ἐς μέσον, μὲν ἠπορεῖτο ὡς ἐπ’ἀδοκήτῳ, οἱ δὲ τύπτοντες αὐτὸν τοῖς ὑποβάθροις κατέβαλον.