Roman History: Punic Wars, Chapter 12

Appian

  1. Chapter 1
  2. Chapter 2
  3. Chapter 3
  4. Chapter 4
  5. Chapter 5
  6. Chapter 6
  7. Chapter 7
  8. Chapter 8
  9. Chapter 9
  10. Chapter 10
  11. Chapter 11
  12. Chapter 12
  13. Chapter 13
  14. Chapter 14
  15. Chapter 15
  16. Chapter 16
  17. Chapter 17
  18. Chapter 18
  19. Chapter 19
  20. Chapter 20
12

80οἱ μὲν δὴ πρέσβεις τοσαῦτα εἶπον, Κηνσωρῖνος δ’ὑπαναστὰς ἀντέλεξεν ὧδε · τὰς μὲν αἰτίας τοῦ πολέμου τί δεῖ λέγειν ὑμῖν, Καρχηδόνιοι, πρεσβεύσασιν ἐς Ῥώμην καὶ παρὰ τῆς συγκλήτου μαθοῦσιν; δὲ ἐψεύσασθε περὶ ἡμῶν, τοῦθ’ὑμᾶς ἐλέγξω. καὶ γὰρ τὸ δόγμα δηλοῖ, καὶ ἡμεῖς ὑμῖν ἐν Σικελίᾳ προείπομεν τὰ ὅμηρα παραλαμβάνοντες, τὰ λοιπὰ τῶν δοξαντων ἐπικελεύσειν ἐν Ἰτύκῃ. τῶν μὲν οὖν ὁμήρων τῆςτε ταχυτῆτος καὶ τῆς ἐπιλέξεως ἐπαινοῦμεν ὑμᾶς · τί δὲ ὅπλων δεῖ τοῖς εἰρηνεύουσι καθαρῶς; φέρετε · πάντα ὅσα δημόσιάτε καὶ ἴδια ἕκαστος ὑμῶν ἔχει, βέλητε καὶ καταπέλτας, ἡμῖν παράδοτε. μὲν οὕτως εἶπεν, οἱ δὲ πρέσβεις ἔφασαν ἐθέλειν μὲν καὶ τοῖσδε ὑπακοῦσαι, ἀπορεῖν δὲ ὅπως Ἀσδρούβαν, θάνατον ἐπεκήρυξαν, δύο μυριάδας ἀνδρῶν ἤδη συναγαγόντα καὶ αὐτῇ Καρχηδόνι παραστρατοπεδεύοντα ἀμυνοῦνται. εἰπόντων δὲ τῶν ὑπάτων ὅτι Ῥωμαῖοι τούτων ἐπιμελήσονται, οἱ μὲν καὶ ταῦτα δώσειν ὑπέσχοντο. καὶ συμπεμφθέντες αὐτοῖς Κορνήλιόςτε Σκιπίων Νασικᾶς καὶ Γναῖος Κορνήλιος Ἱσπανὸς ἐπίκλησιν παρελάμβανον εἴκοσι μυριάδας πανοπλιῶν, καὶ βελῶν καὶ ἀκοντίων πλῆθος ἄπειρον, καὶ καταπέλτας ὀξυβελεῖςτε καὶ λιθοβόλους ἐς δισχιλίους · καὶ φερομένων αὐτῶν μὲν ὄψις ἦν λαμπρὰ καὶ παράλογος, ἀμαξῶν τοσῶνδε ὑπ’αὐτῶν τῶν πολεμίων ἀγομένων, οἱ δὲ πρέσβεις εἵποντο αὐτοῖς, καὶ ὅσοι τῆς γερουσίας τῆς ἄλλης πόλεως ἄριστοι ἱερεῖς ἄλλως ἐπιφανεῖς ἔμελλον τοὺς ὑπάτους ἐς ἐντροπὴν ἔλεον ἄξειν. ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν. καὶ Κηνσωρῖνος (ἦν γὰρ εἰπεῖν ἱκανώτερος τοῦ συνάρχου) ἀναστὰς καὶ τότε, καὶ σκυθρωπάσας ἐπὶ πολύ, ἔλεξεν ὧδε.

81τῆς μὲν εὐπειθείας ὑμᾶς, Καρχηδόνιοι, καὶ προθυμίας τῆς μέχρι νῦν ἔςτε τὰ ὅμηρα καὶ τὰ ὅπλα ἐπαινοῦμεν, χρὴ δ’ἐν τοῖς ἀναγκαίοις βραχυλογεῖν. ὑπόστητε γενναίως τὸ λοιπὸν τῆς συγκλήτου κέλευσμα · ἔκστητε τῆς Καρχηδόνος ἡμῖν, καὶ ἀνοικίσασθε ὅπῃ θέλετε τῆς ὑμετέρας, ὀγδοήκοντα σταδίους ἀπὸ θαλάσσης · τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι. οἱ δ’ἔτι λέγοντος αὐτοῦ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνέσχον μετὰ βοῆς, καὶ τοὺς θεοὺς ὡς ἠπατημένοι κατεκάλουν, πολλάτε καὶ δυσχερῆ κατὰ Ῥωμαίων ἐβλασφήμουν, θανατῶντες ἔκφρονες ὄντες, τοὺς Ῥωμαίους ἐς μύσος πρέσβεων διερεθίζοντες. ἔςτε τὴν γῆν σφᾶς ἐρρίπτουν, καὶ χερσὶ καὶ κεφαλαῖς αὐτὴν ἔτυπτον · οἱ δὲ καὶ τὰς ἐσθῆτας ἐπερρήγνυντο, καὶ τοῖς σώμασι τοῖς ἑαυτῶν ἐνύβριζον ὡς ὑπὸ ἀνοίας ἐνηδρευμένοι. ἐπεὶ δέ ποτε αὐτοῖς οἶστρος ἔληξε, σιωπὴ πολλὴ καὶ κατήφεια ἦν οἷα νεκρῶν κειμένων. Ῥωμαῖοι δ’ἐξεπλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύσαιντο ἀγανακτοῦντες, καλῶς εἰδότες ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ καταδουλοῖ τὴν τόλμαν ἀνάγκη. καὶ τότε ἔπαθον οἱ Καρχηδόνιοι · παρὰ γὰρ τὴν σιωπὴν ἁπτομένου σφῶν τοῦ κακοῦ μᾶλλον, ἀγανακτεῖν μὲν ἔτι ἐπαύσαντο, ἀνέκλαιον δὲ καὶ κατεθρήνουν ἑαυτούςτε καὶ παῖδας καὶ γυναῖκας ἐξ ὀνομάτων, καὶ τὴν πατρίδα αὐτήν, ὡς ἐς ἄνθρωπον ἀκούουσαν λέγοντες οἰκτρὰ καὶ πολλά. οἱ δὲ ἱερεῖς καὶ τὰ τῶν ἱερῶν ὀνόματα καὶ τοὺς ἐν αὐτοῖς θεοὺς ἀνεκάλουν, ὡς παροῦσι κἀκείνοις προφέροντες τὴν ἀπώλειαν. ἦντε παμμιγὴς καὶ ἐλεεινὸς οἶκτος οἰμωζόντων ὁμοῦ τάτε κοινὰ καὶ τὰ ἴδια, μέχρι καὶ Ῥωμαίους αὐτοῖς ἐπιδακρῦσαι.

82τοὺς δὲ ὑπάτους ἐσῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δ’ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι. ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες ὡς μὲν πόλις ἐστὶν ἄνοπλος ἔρημος, οὐ ναῦν, οὐ καταπέλτην, οὐ βέλος, οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι πέντε μυριάδων ἔναγχος διεφθαρμένων, ξενικὸν δὲ οὐδὲν ἔστιν φίλος σύμμαχος καιρὸς ἐς ταῦτα, ἔχουσι δ’αὐτοῖς οἱ πολέμιοι καὶ τὰ τέκνα καὶ τὰ ὅπλα καὶ τὴν χώραν, καὶ περικάθηνται τὸ ἄστυ ἔνοπλοι ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δ’ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο. καὶ Βάννων, Τιγίλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν ἔλεξεν ·

83εἰ μὲν ἔστι καὶ τῶν πρότερον εἰρημένων ἔτι πρὸς ὑμᾶς, Ῥωμαῖοι, λόγος, ἐροῦμεν, οὐχ ὡς δίκαια προφέροντες (οὐ γάρ ἐστιν ἐν καιρῷ τοῖς ἀτυχοῦσιν ἀντιλογία), ἀλλ’ἵνα μάθητε ὡς οὐκ ἀπροφάσιστός ἐστιν ὑμῖν ἔλεος ἐφ’ἡμῖν, οὐ δὲ ἄλογος. ἡμεῖς γὰρ Λιβύης ἄρχοντες καὶ θαλάσσης ὅτι πλείστης, περὶ ἡγεμονίας ὑμῖν ἐπολεμήσαμεν · καὶ ταύτης ἀπέστημεν ἐπὶ Σκιπίωνος, ὅτε τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἐλέφαντας ὅσους εἴχομεν, καὶ φόρους ἐταξάμεθα δώσειν καὶ δίδομεν ἐν καιρῷ. πρὸς οὖν θεῶν τῶν τότε ὀμωμοσμένων, φείδεσθε μὲν ἡμῶν, φείδεσθε δὲ τῶν Σκιπίωνος ὅρκων, ὀμόσαντος ἔσεσθαι Ῥωμαίους Καρχηδονίοις συμμάχους καὶ φίλους. οὐ δ’ἔστιν ἐς ταυθ’ τι ἡμάρτομεν. οὐ ναῦς ἔχομεν, οὐκ ἐλέφαντας, οὐ τοὺς φόρους ἐκλείπομεν, ἀλλὰ καὶ συνεμαχήσαμεν ὑμῖν ἐπὶ τρεῖς βασιλέας. μη δέ τῳ παραστῇ καταγιγνώσκειν, εἰ ταῦτα καὶ πρῴην εἴπομεν, ὅτε τὰ ὅπλα ᾐτεῖτε · αἵτε γὰρ συμφοραὶ ποιοῦσι μακρολόγους, καὶ ἅμα συνθηκῶν οὐδὲν ἐν ταῖς ἱκεσίαις δυνατώτερον, οὐ δ’ἔχομεν ἐν οὐδὲν ἕτερον ἀντὶ λόγων καταφυγεῖν, οἳ τὴν δύναμιν ὑμῖν ἅπασαν ἐξέδομεν. τὰ μὲν δὴ πρότερα τοιαῦτα, ὧν Σκιπίων ἐστὶν ἡμῖν, Ῥωμαῖοι, βεβαιωτής · τῶν δὲ παρόντων ὑμεῖς, ὕπατοι, δημιουργοὶ καὶ μάρτυρές ἐστε ἡμῖν. ὅμηρα ᾐτήσατε, καὶ τὰ κράτιστα ἠγάγομεν ὑμῖν. ὅπλα ᾐτήσατε, καὶ πάντα ἐλάβετε, ὧν οὐ δὲ οἱ ληφθέντες ἐν ταῖς πολιορκίαις ἑκόντες μεθίενται. ἐπιστεύσαμεν δὲ ἡμεῖς τῷ Ῥωμαίων ἤθει καὶ τρόπῳ · καὶ γὰρ σύγκλητος ἡμῖν ἐπέστειλε, καὶ ὑμεῖς, τὰ ὅμηρα αἰτοῦντες, ἔφατε τὴν Καρχηδόνα αὐτόνομον ἐάσειν, εἰ λάβοιτε. εἰ δὲ προσέκειτο καὶ τὰ λοιπὰ ὑμῶν ἀνέξεσθαι κελευόντων, οὐκ εἰκὸς ἦν ὑμᾶς ἐπὶ μὲν τοῖς ὁμήροις, αἰτήματι σοφεῖ, τὴν πόλιν αὐτόνομον ἔσεσθα ι προαγορεῦσαι, ἐν δὲ προσθήκῃ τῶν ὁμήρων ποιεῖσθαι τὴν Καρχηδόνος αὐτῆς κατασκαφήν, ἣν εἰ θέμις ὑμῖν ἐστὶν ἀνελεῖν, πῶς ἐλευθέραν ἔτι ἀφήσετε αὐτόνομον, ὡς ἐλέγετε;

84τάδε μὲν εἴχομεν εἰπεῖν καὶ περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα, καὶ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα. πολλὴ δ’ ἱκεσία δι’ἀφθονίαν κακῶν · ὑπέρτε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας, χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης, καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην, ὑπέρτε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ θεῶν οὐδὲν ἀδικούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μη δὲ τοὺς τάφους τὰ ἐναγίσματα, οὐδὲν ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ ἡμῶν ἔστιν ἔλεος (φατὲ δὲ καὶ ἡμᾶς ἐλεεῖν οἳ συγχωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ, πάντωντε τῶν ἄλλων ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἔστιν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθόνους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον, ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσοβιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν. δίδομεν δ’ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλεεστέραν ὑμῖν. τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς οὓς ἀνοικίζετε, εἰ θέλετε, διαχρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν, οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ.

85δόξης δ’ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, Ῥωμαῖοι, παρὰ πάντα ἔργα, καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχήμασιν ἐπαγγέλλεσθε, καὶ τοῦθ’οἷς ἂν ἀεὶ λάβητε καταλογίζεσθε · μὴ δή, πρὸς Διὸς καὶ θεῶν, τῶντε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσίτε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μη δὲ παισὶν ὑμετέροις, μὴ ἀγαθὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε, μη δὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι χαλεπῷ δὲ ἀκουσθῆναι, παράτε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ. πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβάροις, πολλοὶ δὲ ὑμῖν, Ῥωμαῖοι, πρὸς ἑτέρους · καὶ οὐδείς πω κατέσκαψε πόλιν χεῖράςτε πρὸ μάχης καθεῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν. καὶ εἴ τις ἔστιν ἐς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν. προφέροντες δ’ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρωπείαν καὶ τὴν φοβερωτάτην τοῖς εὐτυχοῦσι Νέμεσιν, δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπραγίαν ὑμᾶς ὑβρίσαι, μήτε τὰς ἡμετέρας συμφορὰς ἐς ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δ’, εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δ’ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν · ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, νῦν μετ’ὀλίγον τὰ δοκοῦντα δρᾶν, τὸ δ’εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίγεται.

86τοιαῦτα μὲν εἶπεν Βάννων, οἱ δὲ ὕπατοι δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς, παυσαμένου δὲ Κηνσωρῖνος ἔλεξε · περὶ μὲν ὧν σύγκλητος προσέταξε, τί δεῖ πολλάκις λέγειν; προσέταξε γάρ, καὶ χρὴ γενέσθαι · οὐ δὲ ἀναθέσθαι δυνάμεθα τὰ ἤδη κεκελευσμένα γενέσθαι. ταῦτα δὲ εἰ μὲν ὡς ἐχθροῖς ἐπεκελεύομεν, ἔδει μόνον εἰπεῖν καὶ ποιεῖν ἀναγκάζειν · ἐπεὶ δὲ ἐπ’ὠφελείᾳ κοινῇ, τάχα μέν τι καὶ ἡμῶν, τὸ δὲ πλέον ὑμῶν, Καρχηδόνιοι, γίγνεται, οὐκ ὀκνήσω καὶ τοὺς λογισμοὺς ὑμῖν εἰπεῖν, ἢν δύνησθε πεισθῆναι μᾶλλον βιασθῆναι. θάλασσα ὑμᾶς ἥδε, μεμνημένους τῆς ἐν αὐτῇ ποτὲ ἀρχῆς καὶ δυνάμεως, ἀδικεῖν ἐπαίρει, καὶ ἀπὸ τοῦδε ἐς συμφορὰς περιφέρει. Σικελίᾳτε γὰρ δι’αὐτὴν ἐπεχειρήσατε, καὶ Σικελίαν ἀπωλέσατε · ἔςτε Ἰβηρίαν διεπλεύσατε, καὶ Ἰβηρίαν ἀφῄρησθε. ἔντε ταῖς συνθήκαις ἐλῄζεσθε τοὺς ἐμπόρους, καὶ τοὺς ἡμετέρους μάλιστα, ἵνα λανθάνοιτε, κατεποντοῦτε, ἕως ἁλόντες ποινὴν ἡμῖν ἔδοτε Σαρδώ. οὕτω καὶ Σαρδοῦς ἀφῃρέθητε διὰ τὴν θάλασσαν, πέφυκε πείθειν ἅπαντας ἀεὶ τοῦ πλέονος ὀρέγεσθαι διὰ τὴν ἐν αὐτῇ ταχυεργίαν.

87 καὶ Ἀθηναίους, ὅτε ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέτε καὶ καθεῖλεν · ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, καὶ τὴν αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐκτείνοντες ἐς Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι, καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις, καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει, καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν, καὶ σχεδὸν ἠπειρῶται τότε κἀκεῖνοι γενέσθαι. καὶ διέσωσεν ἐπὶ πλεῖστον αὐτούς. εὐσταθέστερος γάρ, Καρχηδόνιοι, ἐν ἠπείρῳ βίος, γεωργίᾳ καὶ ἠρεμίᾳ προσπονῶν · καὶ σμικρότερα μὲν ἴσως τὰ κέρδη, βεβαιότερα δὲ καὶ ἀκινδυνότερα καθάπαξ τὰ τῆς γεωργίας τῶν ἐμπόρων. ὅλωςτέ μοι δοκεῖ πόλις μὲν ἐν τῇ θαλάσσῃ ναῦς τις εἶναι μᾶλλον γῆ, πολὺν τὸν σάλον τῶν πραγμάτων ἔχουσα καὶ τὰς μεταβολάς, δὲ ἐν τῷ μεσογείῳ καρποῦσθαι τὸ ἀκίνδυνον ὡς ἐν γῇ. διὰ τοῦτ’ἄρα καὶ τὰ πάλαι βασίλεια ὡς ἐπίπαν ἦν ἐν μέσῳ, καὶ ἀπὸ τοῦδε μέγιστα ἐγένοντο τὰ Μήδων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ ἑτέρων.

88ἀλλὰ βασιλικῶν μὲν ὑποδειγμάτων παύομαι, οὐδὲν ὑμῖν ἔτι διαφερόντων · ἐς δὲ τὴν ὑμετέραν Λιβύην ἀπίδετε, ὅσαι μεσόγειοι πόλεις ἀκινδύνως βιοῦσιν. ὧν ἧς ἂν ἐθέλητε, γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιντε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅταν ἐς τὴν θάλασσαν κενὴν σκαφῶν ἀφορῶντες ἀναμιμνήσκησθε τοῦ πλήθους ὧν εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε, καὶ ἐς οἵους γε τοὺς λιμένας κατήγεσθε σοβαροί, καὶ τὰ νεώρια καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε. τί δὲ αἱ ἐν τοῖς τείχεσιν ὑποδοχαὶ στρατοπέδωντε καὶ ἵππων καὶ ἐλεφάντων; τί δὲ θησαυροὶ τούτοις παρῳκοδομημένοι; τί ταῦτα μνημεῖα ὑμῖν ἐστίν; τί ἄλλο πλὴν ὀδύνη, καὶ ἐρέθισμα ἐπανελθεῖν ἐς αὐτά, εἴ ποτε δύναισθε; πάθος ἐστίν ἀνθρώπειον τοῖς μεμνημένοις τῆς ποτὲ τύχης, ἐλπίζειν τὴν τύχην ἐπανελεύσεσθαι, φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη, ἧς οὐκ ἔνι μετασχεῖν ὑμῖν, ἢν μὴ τὴν ὄψιν ἀπόθησθε. καὶ τούτου σαφέστατος ἔλεγχος, ὅτι πολλάκις συγγνώμης καὶ συνθηκῶν τυχόντες παρεσπονδήσατε. εἰ μὲν οὖν ἔτι τῆς ἀρχῆς ἐφίεσθε καὶ δυσμεναίνετε ἡμῖν ὡς ἀφῃρημένοι καὶ καιροφυλακεῖτε, δεῖ τῆσδε τῆς πόλεως ὑμῖν καὶ λιμένων τοιῶνδε καὶ νεωρίων καὶ τειχῶν ἐς στρατοπέδου τρόπον εἰργασμένων. καὶ τί ἔτι φειδόμεθα ἐχθρῶν εἰλημμένων; εἰ δὲ τῆς μὲν ἀρχῆς ἀπέστητε καθαρῶς, οὐ λόγῳ μᾶλλον γνώμῃ, μόνα δ’ἐξῄρησθε Λιβύης ἔχετε, καὶ τάδε ἀπροφασίστως συνέθεσθε ἡμῖν, φέρετε, καὶ ἔργῳ ταῦτα ἐπιδείξατε, ἐς μὲν Λιβύην, ἣν ἔχετε, ἀνοικισάμενοι, τῆς δὲ θαλάσσης ἐκστάντες, ἧς ἀπέστητε.

89μη δ’ὑποκρίνεσθε ἐλεεῖν ἱερὰ καὶ ἑστίας καὶ ἀγορὰς καὶ τάφους · ὧν τάφοι μὲν ἔστων ἀκίνητοι, καὶ ἐναγίζετε αὐτοῖς ἐπερχόμενοι καὶ τοῖς ἱεροῖς θύειν εἰ θέλετε ἐπιόντες, τὰ δὲ λοιπὰ καθέλωμεν. οὐ γὰρ καὶ νεωρίοις θύετε, οὐ δὲ ἐναγίζετε τείχεσιν. ἑστίας δὲ καὶ ἱερὰ ἄλλα καὶ ἀγορὰς ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην, τάτε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε. βραχεῖτε λόγῳ μάθοιτε ἂν ὡς οὐχ ὑπὸ δυσμενείας ἀλλ’ἐπὶ βεβαίῳτε ὁμονοίᾳ καὶ ἀμεριμνίᾳ κοινῇ τάδε προστάσσομεν, εἰ ἀναμνησθείητε ὅτι καὶ Ἄλβην ἡμεῖς, οὐκ ἐχθρὰν ἀλλὰ μητρόπολιν οὖσαν, οὐ δὲ δυσμεναίνοντες ἀλλ’ὡς ἄποικοι προτιμῶντες, ἐπὶ συμφέροντι κοινῷ μετῳκίσαμεν ἐς Ῥώμην, καὶ ἐλυσιτέλησεν ἀμφοτέροις. ἀλλ’εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντικαμεν, ὡς ἂν εὐκόλως ἐπιμιγνύοισθε τῇ θαλάσσῃ, καὶ τὴν τῶν ὡραίων διάθεσίντε καὶ ἀντίληψιν ἔχοιτε εὐμαρῆ · οὐ γὰρ μακρὰν ὑμᾶς ἀπὸ θαλάσσης, ἀλλ’ὀγδοήκοντα σταδίους ἀναδραμεῖν κελεύομεν. ἡμεῖς δ’ταῦτα προστάσσοντες ὑμῖν ἑκατὸν τῆς θαλάσσης ἀπέχομεν. χωρίον δὲ ὑμῖν δίδομεν, θέλετε, ἐπιλέξασθαι, καὶ μετελθοῦσιν αὐτονόμοις εἶναι. τοῦτο δ’ἐστὶν προυλέγομεν, αὐτόνομον ἐάσειν Καρχηδόνα, εἰ πείθοιτο ἡμῖν · Καρχηδόνα γὰρ ὑμᾶς, οὐ τὸ ἔδαφος ἡγούμεθα.