Dialogues of the Sea-Gods, 7
ταύτην, ὦ Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ τοῦ πελάγους ἐς Αἴγυπτον ὁ Ἑρμῆς ἄγει, ὁ Ζεὺς διεκόρησεν ἁλοὺς ἔρωτι;
ναί, ὦ Νότε · οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς ἦν τοῦ ποταμοῦ Ἰνάχου · νῦν δὲ ἡ Ἥρα τοιαύτην ἐποίησεν αὐτὴν ζηλοτυπήσασα, ὅτι καὶ πάνυ ἑώρα ἐρῶντα τὸν Δία.
νῦν οὖν ἔτι ἐρᾷ τῆς βοός;
καὶ μάλα, καὶ διὰ τοῦτο ἐς Αἴγυπτον αὐτὴν ἔπεμψε καὶ ἡμῖν προσέταξε μὴ κυμαίνειν τὴν θάλατταν ἔστ’ἂν διανήξηται, ὡς ἀποτεκοῦσα ἐκεῖ — κυεῖ δὲ ἤδη — θεὸς γένοιτο καὶ αὐτὴ καὶ τὸ τεχθέν.
ἡ δάμαλις θεός;
καὶ μάλα, ὦ Νότε · ἄρξειτε, ὡς ὁ Ἑρμῆς ἔφη, τῶν πλεόντων καὶ ἡμῶν ἔσται δέσποινα, ὅντινα ἂν ἡμῶν ἐθέλῃ ἐκπέμψαι ἢ κωλῦσαι ἐπιπνεῖν.
θεραπευτέα τοιγαροῦν, ὦ Ζέφυρε, ἤδη δέσποινά γε οὖσα.
νὴ Δί’· εὐνουστέρα γὰρ ἂν οὕτω γένοιτο. ἀλλ’ἤδη γὰρ διεπέρασε καὶ ἐξένευσεν ἐς τὴν γῆν. ὁρᾷς ὅπως οὐκέτι μὲν τετραποδιστὶ βαδίζει, ἀνορθώσας δὲ αὐτὴν ὁ Ἑρμῆς γυναῖκα παγκάλην αὖθις ἐποίησε;
παράδοξα γοῦν ταῦτα, ὦ Ζέφυρε · οὐκέτι τὰ κέρατα οὐ δὲ οὐρὰ καὶ δίχηλα τὰ σκέλη, ἀλλ’ἐπέραστος κόρη. ὁ μέντοι Ἑρμῆς τί παθὼν μεταβέβληκεν ἑαυτὸν καὶ ἀντὶ νεανίου κυνοπρόσωπος γεγένηται;
μὴ πολυπραγμονῶμεν, ὅτε ἄμεινον ἐκεῖνος οἶδε τὰ πρακτέα.