Dialogues of the Sea-Gods, 10
τὴν νῆσον τὴν πλανωμένην, ὦ Πόσειδον, ἣν ἀποσπασθεῖσαν τῆς Σικελίας ὕφαλον ἔτι νήχεσθαι συμβέβηκε, ταύτην, φησὶν ὁ Ζεύς, στῆσον ἤδη καὶ ἀνάφηνον καὶ ποίησον ἤδη δῆλον ἐν τῷ Αἰγαίῳ μέσῳ βεβαίως μένειν στηρίξας πάνυ ἀσφαλῶς · δεῖται γάρ τι αὐτῆς.
πεπράξεται ταῦτα, ὦ Ἶρι. τίνα δὲ ὅμως παρέξει αὐτῷ τὴν χρείαν ἀναφανεῖσα καὶ μηκέτι πλέουσα;
τὴν Λητὼ ἐπ’αὐτῆς δεῖ ἀποκυῆσαι · ἤδη γὰρ πονήρως ὑπὸ τῶν ὠδίνων ἔχει.
τί οὖν; οὐχ ἱκανὸς ὁ οὐρανὸς ἐντεκεῖν; εἰ δὲ μὴ οὗτος, ἀλλ’ἥ γε γῆ πᾶσα οὐκ ἂν δύναιτο ὑποδέξασθαι τὰς γονὰς αὐτῆς;
οὔκ, ὦ Πόσειδον · ἡ Ἥρα γὰρ ὅρκῳ μεγάλῳ κατέλαβε τὴν γῆν, μὴ παρασχεῖν τῇ Λητοῖ τῶν ὠδίνων ὑποδοχήν. ἡ τοίνυν νῆσος αὕτη ἀνώμοτός ἐστιν · ἀφανὴς γὰρ ἦν.
συνίημι. στῆθι, ὦ νῆσε, καὶ ἀνάδυθι αὖθις ἐκ τοῦ βυθοῦ καὶ μηκέτι ὑποφέρου, ἀλλὰ βεβαίως μένε καὶ ὑπόδεξαι, ὦ εὐδαιμονεστάτη, τοῦ ἀδελφοῦ τὰ τέκνα δύο, τοὺς καλλίστους τῶν θεῶν · καὶ ὑμεῖς, ὦ Τρίτωνες, διαπορθμεύσατε τὴν Λητὼ ἐς αὐτήν · καὶ γαληνὰ ἅπαντα ἔστω. τὸν δράκοντα δέ, ὃς νῦν ἐξοιστρεῖ αὐτὴν φοβῶν, τὰ νεογνὰ ἐπειδὰν τεχθῇ, αὐτίκα μέτεισι καὶ τιμωρήσει τῇ μητρί. σὺ δὲ ἀπάγγελλε τῷ Διὶ πάντα εἶναι εὐτρεπῆ · ἕστηκεν ἡ Δῆλος · ἡκέτω ἡ Λητὼ ἤδη καὶ τικτέτω.