Lucian

Dialogues of the Sea-Gods, 4

Μενελαος
Με.
Με.

ἀλλὰ ὕδωρ μέν σε γίγνεσθαι, Πρωτεῦ, οὐκ ἀπίθανον, ἐνάλιόν γε ὄντα, καὶ δένδρον, ἔτι φορητόν, καὶ ἐς λέοντα δὲ ὁπότε ἀλλαγείης, ὅμως οὐ δὲ τοῦτο ἔξω πίστεως · εἰ δὲ καὶ πῦρ γίγνεσθαι δυνατὸν ἐν θαλάττῃ οἰκοῦντα, τοῦτο πάνυ θαυμάζω καὶ ἀπιστῶ.

Πρωτευς
Πρ.
Πρ.

μὴ θαυμάσῃς, Μενέλαε · γίγνομαι γάρ.

Μενελαος
Με.
Με.

εἶδον καὶ αὐτός · ἀλλά μοι δοκεῖς εἰρήσεται γὰρ πρὸς σέ γοητείαν τινὰ προσάγειν τῷ πράγματι καὶ τοὺς ὀφθαλμοὺς ἐξαπατᾶν τῶν ὁρώντων αὐτὸς οὐδὲν τοιοῦτο γιγνόμενος.

Πρωτευς
Πρ.
Πρ.

καὶ τίς ἂν ἀπάτη ἐπὶ τῶν οὕτως ἐναργῶν γένοιτο; οὐκ ἀνεῳγμένοις τοῖς ὀφθαλμοῖς εἶδες, ἐς ὅσα μετεποίησα ἐμαυτόν; εἰ δὲ ἀπιστεῖς καὶ τὸ πρᾶγμα ψευδὲς εἶναι δοκεῖ, φαντασία τις πρὸ τῶν ὀφθαλμῶν ἱσταμένη, ἐπειδὰν πῦρ γένωμαι, προσένεγκέ μοι, γενναιότατε, τὴν χεῖρα · εἴσῃ γάρ, εἰ ὁρῶμαι μόνον καὶ τὸ κάειν τότε μοι πρόσεστιν.

Μενελαος
Με.
Με.

οὐκ ἀσφαλὴς πεῖρα, Πρωτεῦ.

Πρωτευς
Πρ.
Πρ.

σὺ δέ μοι, Μενέλαε, δοκεῖς οὐ δὲ πολύπουν ἑωρακέναι πώποτε οὐ δὲ πάσχει ἰχθῦς οὗτος εἰδέναι.

Μενελαος
Με.
Με.

ἀλλὰ τὸν μὲν πολύπουν εἶδον, πάσχει δέ, ἡδέως ἂν μάθοιμι παρὰ σοῦ.

Πρωτευς
Πρ.
Πρ.

ὁποίᾳ ἂν πέτρᾳ προσελθὼν ἁρμόσῃ τὰς κοτύλας καὶ προσφὺς ἔχηται, ἐκείνῃ ὅμοιον ἀπεργάζεται ἑαυτὸν καὶ μεταβάλλει τὴν χρόαν μιμούμενος τὴν πέτραν, ὡς ἂν λάθῃ τοὺς ἁλιέας μὴ διαλλάττων μη δὲ φανερὸς ὢν διὰ τοῦτο, ἀλλὰ ἐοικὼς τῷ λίθῳ.

Μενελαος
Με.
Με.

φασὶ ταῦτα · τὸ δὲ σὸν πολλῷ παραδοξότερον, Πρωτεῦ.

Πρωτευς
Πρ.
Πρ.

οὐκ οἶδα, Μενέλαε, τίνι ἂν ἄλλῳ πιστεύσειας τοῖς ἑαυτοῦ ὀφθαλμοῖς ἀπιστῶν.

Μενελαος
Με.
Με.

εἶδον · ἀλλὰ τὸ πρᾶγμα τεράστιον, αὐτὸς πῦρ καὶ ὕδωρ.