Lucian

Dialogues of the Sea-Gods, 12

Δωρις
Δω.
Δω.

τί δακρύεις, Θέτι;

Θετις
Θε.
Θε.

καλλίστην, Δωρί, κόρην εἶδον ἐς κιβωτὸν ὑπὸ τοῦ πατρὸς ἐμβληθεῖσαν, αὐτήντε καὶ βρέφος αὐτῆς ἀρτιγέννητον · ἐκέλευσε δὲ πατὴρ τοὺς ναύτας ἀναλαβόντας τὸ κιβώτιον, ἐπειδὰν πολὺ ἀπὸ τῆς γῆς ἀποσπάσωσιν, ἀφεῖναι ἐς τὴν θάλατταν, ὡς ἀπόλοιτο ἀθλία, καὶ αὐτὴ καὶ τὸ βρέφος.

Δωρις
Δω.
Δω.

τίνος δὲ ἕνεκα, ἀδελφή; εἰπέ, εἴ τι ἔμαθες ἀκριβῶς ἅπαντα.

Θετις
Θε.
Θε.

Ἀκρίσιος πατὴρ αὐτῆς καλλίστην οὖσαν ἐπαρθένευεν ἐς χαλκοῦν τινα θάλαμον ἐμβαλών · εἶτα, εἰ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, φασὶ δ’οὖν τὸν Δία χρυσὸν γενόμενον ῥυῆναι διὰ τοῦ ὀρόφου ἐπ’αὐτήν, δεξαμένην δὲ ἐκείνην ἐς τὸν κόλπον καταρρέοντα τὸν θεὸν ἐγκύμονα γενέσθαι. τοῦτο αἰσθόμενος πατήρ, ἄγριός τις καὶ ζηλότυπος γέρων, ἠγανάκτησε καὶ ὑπό τινος μεμοιχεῦσθαι οἰηθεὶς αὐτὴν ἐμβάλλει ἐς τὴν κιβωτὸν ἄρτι τετοκυῖαν.

Δωρις
Δω.
Δω.

δὲ τί ἔπραττεν, Θέτι, ὁπότε καθίετο;

Θετις
Θε.
Θε.

ὑπὲρ αὐτῆς μὲν ἐσίγα, Δωρί, καὶ ἔφερε τὴν καταδίκην, τὸ βρέφος δὲ παρῃτεῖτο μὴ ἀποθανεῖν δακρύουσα καὶ τῷ πάππῳ δεικνύουσα αὐτό, κάλλιστον ὄν · τὸ δὲ ὑπ’ἀγνοίας τῶν κακῶν ὑπεμειδία πρὸς τὴν θάλατταν. ὑποπίμπλαμαι αὖθις τοὺς ὀφθαλμοὺς δακρύων μνημονεύουσα αὐτῶν.

Δωρις
Δω.
Δω.

κἀμὲ δακρῦσαι ἐποίησας. ἀλλ’ἤδη τεθνᾶσιν;

Θετις
Θε.
Θε.

οὐδαμῶς · νήχεται γὰρ ἔτι κιβωτὸς ἀμφὶ τὴν Σέριφον ζῶντας αὐτοὺς φυλάττουσα.

Δωρις
Δω.
Δω.

τί οὖν οὐχὶ σώζομεν αὐτὴν τοῖς ἁλιεῦσι τούτοις ἐμβαλοῦσαι ἐς τὰ δίκτυα τοῖς Σεριφίοις; οἱ δὲ ἀνασπάσαντες σώσουσι δῆλον ὅτι.

Θετις
Θε.
Θε.

εὖ λέγεις, οὕτω ποιῶμεν · μὴ γὰρ ἀπολέσθω μήτε αὐτὴ μήτε τὸ παιδίον οὕτως ὂν καλόν.