Lucian

Dialogues of the Sea-Gods, 13

Ενιπευς
Εν.
Εν.

οὐ καλὰ ταῦτα, ὦ Πόσειδον · εἰρήσεται γὰρ τἀληθές · ὑπελθών μου τὴν ἐρωμένην εἰκασθεὶς ἐμοὶ διεκόρησας τὴν παῖδα · ἡ δὲ ᾤετο ὑπ’ἐμοῦ ταῦτα πεπονθέναι καὶ διὰ τοῦτο παρεῖχεν ἑαυτήν.

Ποσειδων
Πο.
Πο.

σὺ γάρ, ὦ Ἐνιπεῦ, ὑπεροπτικὸς ἦσθα καὶ βραδύς, ὃς κόρης οὕτω καλῆς φοιτώσης ὁσημέραι παρὰ σέ, ἀπολλυμένης ὑπὸ τοῦ ἔρωτος, ὑπερεώρας καὶ ἔχαιρες λυπῶν αὐτήν, ἡ δὲ περὶ τὰς ὄχθας ἁλύουσα καὶ ἐπεμβαίνουσα καὶ λουομένη ἐνίοτε ηὔχετό σοι ἐντυχεῖν, σὺ δὲ ἐθρύπτου πρὸς αὐτήν.

Ενιπευς
Εν.
Εν.

τί οὖν; διὰ τοῦτο ἐχρῆν σε προαρπάσαι τὸν ἔρωτα καὶ καθυποκρίνασθαι Ἐνιπέα ἀντὶ Ποσειδῶνος εἶναι καὶ κατασοφίσασθαι τὴν Τυρὼ ἀφελῆ κόρην οὖσαν;

Ποσειδων
Πο.
Πο.

ὀψὲ ζηλοτυπεῖς, ὦ Ἐνιπεῦ, ὑπερόπτης πρότερον ὤν · ἡ Τυρὼ δὲ οὐδὲν δεινὸν πέπονθεν οἰομένη ὑπὸ σοῦ διακεκορεῦσθαι.

Ενιπευς
Εν.
Εν.

οὐ μὲν οὖν · ἔφησθα γὰρ ἀπιὼν ὅτι Ποσειδῶν δῶν ἦσθα, ὃ καὶ μάλιστα ἐλύπησεν αὐτήν · καὶ ἐγὼ τοῦτο ἠδίκημαι, ὅτι τὰ ἐμὰ σὺ ηὐφραίνου τότε καὶ περιστήσας πορφύρεόν τι κῦμα, ὅπερ ὑμᾶς συνέκρυπτεν ἅμα, συνῆσθα τῇ παιδὶ ἀντ’ἐμοῦ.

Ποσειδων
Πο.
Πο.

ναί · σὺ γὰρ οὐκ ἤθελες, ὦ Ἐνιπεῦ.