Lucian

Dialogues of the Sea-Gods, 2

Κυκλωψ
Κυ.
Κυ.

πάτερ, οἷα πέπονθα ὑπὸ τοῦ καταράτου ξένου, ὃς μεθύσας ἐξετύφλωσέ με κοιμωμένῳ ἐπιχειρήσας.

Ποσειδων
Πο.
Πο.

τίς δὲ ἦν ταῦτα τολμήσας, Πολύφημε;

Κυκλωψ
Κυ.
Κυ.

τὸ μὲν πρῶτον Οὖτιν αὑτὸν ἀπεκάλει, ἐπεὶ δὲ διέφυγε καὶ ἔξω ἦν βέλους, Ὀδυσσεὺς ὀνομάζεσθαι ἔφη

Ποσειδων
Πο.
Πο.

οἶδα ὃν λέγεις, τὸν Ἰθακήσιον · ἐξ Ἰλίου δ’ἀνέπλει. ἀλλὰ πῶς ταῦτα ἔπραξεν οὐ δὲ πάνυ εὐθαρσὴς ὤν;

Κυκλωψ
Κυ.
Κυ.

κατέλαβον ἐν τῷ ἄντρῳ ἀπὸ τῆς νομῆς ἀναστρέψας πολλούς τινας, ἐπιβουλεύοντας δῆλον ὅτι τοῖς ποιμνίοις · ἐπεὶ γὰρ ἐπέθηκα τῇ θύρᾳ τὸ πῶμα πέτρα δέ ἐστι παμμεγέθης καὶ τὸ πῦρ ἀνέκαυσα ἐναυσάμενος ἔφερον δένδρον ἀπὸ τοῦ ὄρους, ἐφάνησαν ἀποκρύπτειν αὑτοὺς πειρώμενοι · ἐγὼ δὲ συλλαβών τινας αὐτῶν, ὥσπερ εἰκὸς ἦν, κατέφαγον λῃστάς γε ὄντας. ἐνταῦθα πανουργότατος ἐκεῖνος, εἴτε Οὖτις εἴτε Ὀδυσσεὺς ἦν, δίδωσί μοι πιεῖν φάρμακόν τι ἐγχέας, ἡδὺ μὲν καὶ εὔοσμον, ἐπιβουλότατον δὲ καὶ ταραχωδέστατον · ἅπαντα γὰρ εὐθὺς ἐδόκει μοι περιφέρεσθαι καὶ τὸ σπήλαιον αὐτὸ ἀνεστρέφετο καὶ οὐκέτι ὅλως ἐν ἐμαυτοῦ ἤμην, τέλος δὲ ἐς ὕπνον κατεσπάσθην. δὲ ἀποξύνας τὸν μοχλὸν καὶ πυρώσας γε προσέτι ἐτύφλωσέ με καθεύδοντα, καὶ ἀπ’ἐκείνου τυφλός εἰμί σοι, Πόσειδον.

Ποσειδων
Πο.
Πο.

ὡς βαθὺν ἐκοιμήθης, τέκνον, ὃς οὐκ ἐξέθορες μεταξὺ τυφλούμενος. δ’οὖν Ὀδυσσεὺς πῶς διέφυγεν; οὐ γὰρ ἂν εὖ οἶδ’ὅτι ἠδυνήθη ἀποκινῆσαι τὴν πέτραν ἀπὸ τῆς θύρας.

Κυκλωψ
Κυ.
Κυ.

ἀλλ’ἐγὼ ἀφεῖλον, ὡς μᾶλλον αὐτὸν λάβοιμι ἐξιόντα, καὶ καθίσας παρὰ τὴν θύραν ἐθήρων τὰς χεῖρας ἐκπετάσας, μόνα παρεὶς τὰ πρόβατα ἐς τὴν νομήν, ἐντειλάμενος τῷ κριῷ ὁπόσα ἐχρῆν πράττειν αὐτὸν ὑπὲρ ἐμοῦ.

Ποσειδων
Πο.
Πο.

μανθάνω · ὑπ’ἐκείνοις ἔλαθον ὑπεξελθόντες · σὲ δὲ τοὺς ἄλλους Κύκλωπας ἔδει ἐπιβοήσασθαι ἐπ’αὐτόν.

Κυκλωψ
Κυ.
Κυ.

συνεκάλεσα, πάτερ, καὶ ἧκον · ἐπεὶ δὲ ἤροντο τοῦ ἐπιβουλεύοντος τοὔνομα κἀγὼ ἔφην ὅτι Οὖτίς ἐστι, μελαγχολᾶν οἰηθέντες με ᾤχοντο ἀπιόντες. οὕτω κατεσοφίσατό με κατάρατος τῷ ὀνόματι. καὶ μάλιστα ἠνίασέ με, ὅτι καὶ ὀνειδίζων ἐμοὶ τὴν συμφοράν, οὐ δὲ πατήρ, φησίν, Ποσειδῶν ἰάσεταί σε.

Ποσειδων
Πο.
Πο.

θάρρει, τέκνον · ἀμυνοῦμαι γὰρ αὐτόν, ὡς μάθῃ ὅτι, καὶ εἰ πήρωσίν μοι ὀφθαλμῶν ἰᾶσθαι ἀδύνατον, τὰ γοῦν τῶν πλεόντων ἐπ’ἐμοί ἐστι · πλεῖ δὲ ἔτι.