Lucian

Dialogues of the Sea-Gods, 3

Ποσειδων
Πο.
Πο.

τί τοῦτο, Ἀλφειέ; μόνος τῶν ἄλλων ἐμπεσὼν ἐς τὸ πέλαγος οὔτε ἀναμίγνυσαι τῇ ἅλμῃ, ὡς ἔθος ποταμοῖς ἅπασιν, οὔτε ἀναπαύεις σεαυτὸν διαχυθείς, ἀλλὰ διὰ τῆς θαλάττης ξυνεστὼς καὶ γλυκὺ φυλάττων τὸ ῥεῖθρον, ἀμιγὴς ἔτι καὶ καθαρὸς ἐπείγῃ οὐκ οἶδα ὅπου βύθιος ὑποδὺς καθάπερ οἱ λάροι καὶ ἐρῳδιοί; καὶ ἔοικας ἀνακύψειν που καὶ αὖθις ἀναφανεῖν σεαυτόν.

Αλφειος
Αλ.
Αλ.

ἐρωτικόν τι τὸ πρᾶγμά ἐστιν, Πόσειδον, ὥστε μὴ ἔλεγχε · ἠράσθης δὲ καὶ αὐτὸς πολλάκις.

Ποσειδων
Πο.
Πο.

γυναικός, Ἀλφειέ, νύμφης ἐρᾷς καὶ τῶν Νηρηίδων αὐτῶν μιᾶς;

Αλφειος
Αλ.
Αλ.

οὔκ, ἀλλὰ πηγῆς, Πόσειδον.

Ποσειδων
Πο.
Πο.

δὲ ποῦ σοι γῆς αὕτη ῥεῖ;

Αλφειος
Αλ.
Αλ.

νησιῶτίς ἐστι Σικελή · Ἀρέθουσαν αὐτὴν καλοῦσιν.

Ποσειδων
Πο.
Πο.

οἶδα οὐκ ἄμορφον, Ἀλφειέ, τὴν Ἀρέθουσαν, ἀλλὰ διαυγήςτέ ἐστι καὶ διὰ καθαροῦ ἀναβλύζει καὶ τὸ ὕδωρ ἐπιπρέπει ταῖς ψηφῖσιν ὅλον ὑπὲρ αὐτῶν φαινόμενον ἀργυροειδές.

Αλφειος
Αλ.
Αλ.

ὡς ἀληθῶς οἶσθα τὴν πηγήν, Πόσειδον · παρ’ἐκείνην οὖν ἀπέρχομαι.

Ποσειδων
Πο.
Πο.

ἀλλ’ἄπιθι μὲν καὶ εὐτύχει ἐν τῷ ἔρωτι · ἐκεῖνο δέ μοι εἰπέ, ποῦ τὴν Ἀρέθουσαν εἶδες αὐτὸς μὲν Ἀρκὰς ὤν, δὲ ἐν Συρακούσαις ἐστίν;

Αλφειος
Αλ.
Αλ.

ἐπειγόμενόν με κατέχεις, Πόσειδον, περίεργα ἐρωτῶν.

Ποσειδων
Πο.
Πο.

εὖ λέγεις · χώρει παρὰ τὴν ἀγαπωμένην, καὶ ἀναδὺς ἀπὸ τῆς θαλάττης ξυναυλίᾳ μίγνυσο τῇ πηγῇ καὶ ἓν ὕδωρ γίγνεσθε.