Procopius

On the Wars, 8

8.1

8.1.1ὅσα μὲν ἄχρι τοῦδέ μοι δεδιήγηται, τῇδε ξυγγέγραπται ᾗπερ δυνατὰ ἐγεγόνει ἐπὶ χωρίων ἐφ’ὧν δὴ ἔργα τὰ πολέμια ξυνηνέχθη γενέσθαι διελόντιτε καὶ ἁρμοσαμένῳ τοὺς λόγους, οἵπερ ἤδη ἐξενεχθέντες πανταχόθι δεδήλωνται τῆς Ῥωμαίων ἀρχῆς. τὸ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται.

8.1.2γράμμασι γὰρ τοῖς ἐς τὸ πᾶν δεδηλωμένοις οὐκέτι εἶχον τὰ ἐπιγινόμενα ἐναρμόζεσθαι, ἀλλ’ὅσα κατὰ τοὺς πολέμους τούσδε γεγονέναι ξυνέβη, ἔτι μέντοι καὶ ἐς τὸ Μήδων γένος, ἐπειδὴ τοὺς ἔμπροσθεν λόγους ἐξήνεγκα, ἐν τῷδέ μοι τῷ λόγῳ πάντα γεγράψεται, ἱστορίαντε αὐτῶν ἐπάναγκες ποικίλην ξυγκεῖσθαι.

8.1.3ἤδη μὲν οὖν ὅσα ξυνέβη ἄχρι ἐς τὸ τέταρτον ἔτος τῆς πενταετηρίδος ἐκεχειρίας, Ῥωμαίοις ἐγεγόνει καὶ Πέρσαις, ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται λόγοις · τῷ δὲ ἐπιγινομένῳ ἐνιαυτῷ Μηδικῆς στρατιᾶς πολὺς ὅμιλος ἐς γῆν τὴν Κολχίδα ἐσέβαλον.

8.1.4οἷσπερ ἐφειστήκει Πέρσης ἀνὴρ, Χοριάνης ὄνομα, πολέμων ἐσάγαν πολλῶν ἔμπειρος. καὶ αὐτῷ ξύμμαχοι βάρβαροι τοῦ Ἀλανῶν γένους πολλοὶ εἵποντο.

8.1.5οὗτος στρατὸς ἐπειδὴ ἀφίκοντο ἐς χώραν τῆς Λαζικῆς, ἐπικαλεῖται Μοχήρησις, ἐν ἐπιτηδείῳ στρατοπεδευσάμενοι ἔμενον.

8.1.6ῥεῖ δέ πη ἐνταῦθα ποταμὸς Ἵππις, οὐ μέγας οὐ δὲ ναυσίπορος, ἀλλὰ καὶ ἱππεῦσι καὶ ἀνδράσι πεζοῖς ἐσβατὸς, οὗ δὴ ἐν δεξιᾷ τὸν χάρακα ἐποιήσαντο, οὐ παρὰ τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν.

8.1.7ὅπως δὲ τοῖς τάδε ἀναλεγομένοις ἔκδηλα τὰ ἐπὶ Λαζικῆς χωρία ἔσται ὅσατε γένη ἀνθρώπων ἀμφ’αὐτὴν ἵδρυνται, καὶ μὴ ὑπὲρ τῶν ἀφανῶν σφίσιν ὥσπερ οἱ σκιαμαχοῦντες διαλέγεσθαι ἀναγκάζωνται, οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ἀναγράψασθαι ἐνταῦθα τοῦ λόγου ὅντινα δὴ τρόπον ἄνθρωποι οἰκοῦσι τὸν Εὔξεινον καλούμενον Πόντον, οὐκ ἀγνοοῦντι μὲν ὡς καὶ τῶν παλαιοτέρων τισὶ γέγραπται ταῦτα, οἰομένῳ δὲ οὐκ ἐς τὸ ἀκριβὲς αὐτοῖς πάντα εἰρῆσθαι ·

8.1.8ὧν γέ τινες Τραπεζουντίων ὁμόρους Σάνους ἔφασαν, οἳ τανῦν Τζάνοι ἐπικαλοῦνται, Κόλχους εἶναι, Λαζοὺς ἑτέρους καλέσαντες, οἳ καὶ νῦν ἐπὶ τούτου προσαγορεύονται τοῦ ὀνόματος.

8.1.9καίτοι ἔστι τούτων οὐδέτερον. Τζάνοι μὲν γὰρ τῆς παραλίας ὡς ἀπωτάτω ὄντες προσοικοῦσι τοὺς Ἀρμενίους ἐν τῇ μεσογείᾳ καὶ ὄρη πολλὰ μεταξὺ ἀποκρέμαται, λίαντε ἄβατα καὶ ὅλως κρημνώδη, χώρατε πολλὴ ἔρημος ἀνθρώπων ἐς ἀεὶ οὖσα καὶ χαράδραι ἀνέκβατοι καὶ λόφοι ὑλώδεις καὶ σήραγγες ἀδιέξοδοι, οἷς δὴ ἅπασι μὴ ἐπιθαλάσσιοι εἶναι διείργονται Τζάνοι.

8.1.10Κόλχους δὲ οὐχ οἷόντέ ἐστι μὴ τοὺς Λαζοὺς εἶναι, ἐπεὶ παρὰ Φᾶσιν ποταμὸν ᾤκηνται · τὸ δὲ ὄνομα μόνον οἱ Κόλχοι, ὥσπερ ἀνθρώπων ἔθνη καὶ πολλὰ ἕτερα, τανῦν ἐς τὸ Λαζῶν μεταβέβληται.

8.1.11χωρὶς δὲ τούτων καὶ μέγας αἰὼν μετὰ τοὺς ἐκεῖνα ἀναγραψαμένους ἐπιγενόμενος ἀείτε συννεωτερίζων τοῖς πράγμασι τὰ πολλὰ τῶν καθεστώτων τὰ πρότερα νεοχμῶσαι ἴσχυσεν, ἐθνῶντε μεταστάσεσι καὶ ἀρχόντων καὶ ὀνομάτων διαδοχαῖς.

8.1.12ἅπερ μοι διαμετρήσασθαι ἀναγκαιότατον ἔδοξεν εἶναι, οὐ τὰ μυθώδη περὶ αὐτῶν ἀπαγγέλλοντι ἄλλως ἀρχαῖα, οὐ δὲ ὅπη ποτὲ Πόντου τοῦ Εὐξείνου δεθῆναι τὸν Προμηθέα ποιηταὶ λέγουσι ·

8.1.13μύθου γὰρ ἱστορίαν παρὰ πολὺ κεχωρίσθαι οἶμαι · ἀλλ’ἐς τὸ ἀκριβὲς διεξιόντι τάτε ὀνόματα καὶ τὰ πράγματα, ὅσα δὴ τανῦν ἐπιχωριάζει τῶν τόπων ἐκείνων ἑκάστῳ.

8.2

8.2.1οὗτος τοίνυν Πόντος ἄρχεται μὲν ἐκ Βυζαντίου καὶ Καλχηδόνος, τελευτᾷ δὲ ἐς Κόλχων τὴν γῆν.

8.2.2καὶ αὐτὸν ἐν δεξιᾷ ἐσπλέοντι Βιθυνοίτε καὶ οἱ αὐτῶν ἐχόμενοι Ὁνωριάται καὶ Παφλαγόνες ᾤκηνται, οἳ δὴ ἄλλατε χωρία καὶ Ἡράκλειάντε καὶ Ἄμαστριν ἐπιθαλασσίας πόλεις ἔχουσι, καὶ μετ’αὐτοὺς οἱ Ποντικοὶ ἐπικαλούμενοι μέχρι ἐς Τραπεζοῦντα πόλιν καὶ τὰ ταύτης ὅρια. ἐνταῦθα πολίσματάτε ἄλλα ἐπιθαλασσίδια καὶ Σινώπητε καὶ Ἀμισὸς οἰκεῖται, Ἀμισοῦ δὲ ἄγχιστα τότε Θεμίσκουρον καλούμενον καὶ Θερμώδων ποταμός ἐστιν, οὗ δὴ τὸ τῶν Ἀμαζόνων στρατόπεδον γεγενῆσθαί φασιν. ἀλλὰ περὶ μὲν Ἀμαζόνων γεγράψεταί μοι οὐ πολλῷ ὄπισθεν.

8.2.3Τραπεζουντίων δὲ τὰ ὅρια διήκει ἔςτε κώμην Σουσούρμενα καὶ τὸ Ῥιζαῖον καλούμενον χωρίον, ὅπερ Τραπεζουντίων διέχει δυοῖν ἡμέραιν ὁδὸν διὰ τῆς παραλίας ἐς Λαζικὴν ἰόντι.

8.2.4Τραπεζοῦντος δέ μοι ἐπιμνησθέντι οὐ παριτέον τὸ πλείστῳ παραλόγῳ τῇδε ξυμβαῖνον. τὸ γὰρ μέλι ἐν ἅπασι τοῖς περὶ Τραπεζοῦντα χωρίοις πικρὸν γίνεται, ἐνταῦθα μόνον στασιαζομένης τῆς ἀμφ’αὐτὸ δόξης.

8.2.5τούτων δὲ δὴ τῶν χωρίων ἐν δεξιᾷ τὰ Τζανικῆς ὄρη πάντα ἀνέχει, ἐπέκεινάτε αὐτῶν Ἀρμένιοι Ῥωμαίων κατήκοοι ᾤκηνται.

8.2.6ἐκ τούτων δὲ τῶν Τζανικῶν ὀρῶν κάτεισι ποταμὸς Βόας ὄνομα, ὃς δὴ ἔςτε λόχμας παμπληθεῖς ἰὼν καὶ χώραν λοφώδη περιερχόμενος φέρεται μὲν ἄγχιστα τῶν Λαζικῆς χωρίων, ποιεῖται δὲ τὰς ἐκβολὰς ἐς τὸν Εὔξεινον καλούμενον Πόντον, οὐ μέντοι Βόας καλούμενος.

8.2.7ἐπειδὰν γὰρ τῆς θαλάσσης ἐγγὺς ἵκηται, τὸ μὲν ὄνομα μεθίησι τοῦτο, ἑτέρας δὲ τὸ ἐνθένδε προσηγορίας μεταλαγχάνει, ἐκ τῶν οἱ ἐπιγινομένων ὄνομα κτώμενος.

8.2.8Ἄκαμψιν γὰρ αὐτὸν τὸ λοιπὸν καλοῦσιν οἱ ἐπιχώριοι, τούτου δὴ ἕνεκα, ὅτι δὴ κάμψαι αὐτὸν τῇ θαλάσσῃ ἀναμιχθέντα ἀμήχανά ἐστιν, ἐπεὶ ξὺν ῥύμῃ τοσαύτῃ καὶ ὀξύτητι τοῦ ῥοῦ τὰς ἐκβολὰς ποιεῖται, ταραχὴν τοῦ ῥοθίου πολλὴν ἐπίπροσθεν ἐργαζόμενος, ὥστε ὡς πορρωτάτω τῆς θαλάσσης ἰὼν ἄπορον ποιεῖται τὸν ταύτῃ διάπλουν · οἵτε ναυτιλλόμενοι ἐνταῦθα τοῦ Πόντου, εἴτε Λαζικῆς εὐθὺ πλέοντες εἴτε καὶ ἐνθένδε ἀπάραντες, οὐκέτι ἑξῆς διαπλεῖν δύνανται.

8.2.9κάμψαι γὰρ τοῦ ποταμοῦ τὸν ῥοῦν οὐδαμῆ ἔχουσιν, ἀλλὰ πορρωτάτω μὲν ἀναγόμενοι τοῦ ἐκείνῃ πελάγους, ἐπὶ μέσον δέ που τὸν Πόντον ἰόντες, οὕτω δὴ ἀπαλλάσσεσθαι τῆς τοῦ ποταμοῦ ἐκβολῆς δύνανται. τὰ μὲν οὖν ἀμφὶ ποταμὸν Βόαν τοιαῦτά ἐστι.

8.2.10μετὰ δὲ τὸ Ῥιζαῖον αὐτονόμων ἀνθρώπων ὅροι ἐκδέχονται, οἳ δὴ Ῥωμαίωντε καὶ Λαζῶν μεταξὺ ᾤκηνται. καὶ κώμη τις, Ἀθῆναι ὄνομα, ἐνταῦθα οἰκεῖται, οὐχ ὅτι Ἀθηναίων ἄποικοι, ὥσπερ τινὲς οἴονται, τῇδε ἱδρύσαντο, ἀλλὰ γυνή τις Ἀθηναία ὄνομα ἐν τοῖς ἄνω χρόνοις κυρία ἐγεγόνει τῆς χώρας, ἧσπερ τάφος ἐνταῦθα καὶ εἰς ἐμέ ἐστι.

8.2.11μετὰ δὲ Ἀθήνας Ἄρχαβίςτε οἰκεῖται καὶ Ἀψαροῦς, πόλις ἀρχαία, τοῦ Ῥιζαίου διέχει ὁδῷ ἡμερῶν τριῶν μάλιστα.

8.2.12αὕτη Ἄψυρτος τὸ παλαιὸν ὠνομάζετο, ὁμώνυμος τῷ ἀνθρώπῳ διὰ τὸ πάθος γεγενημένη. ἐνταῦθα γάρ φασιν οἱ ἐπιχώριοι ἐξ ἐπιβουλῆς Μηδείαςτε καὶ Ἰάσονος τὸν Ἄψυρτον ἐξ ἀνθρώπων ἀφανισθῆναι, καὶ δι’αὐτὸ τὴν ἐπωνυμίαν τὸ χωρίον λαβεῖν. μὲν γὰρ ἐν ἐκείνῳ ἀπέθνησκε, τὸ δὲ ἀπ’αὐτοῦ ὠνομάζετο.

8.2.13ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας χρόνος καὶ ἀνθρώπων ἀναρίθμοις διαδοχαῖς ἐνακμάσας αὐτὸς διαφθεῖραι μὲν τὴν τῶν πραγμάτων ἐπιβολὴν ἴσχυσεν ἐξ ὧν τὸ ὄνομα ξύγκειται τοῦτο, ἐς δὲ τὸν νῦν φαινόμενον τρόπον μεταρρυθμῆσαι τὴν προσηγορίαν τῷ τόπῳ.

8.2.14τούτου δὲ τοῦ Ἀψύρτου καὶ τάφος ἐς τῆς πόλεως τὰ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν. αὕτη πόλις ἦν τὸ παλαιὸν πολυάνθρωπος, καὶ τείχους μὲν αὐτὴν περιέβαλε μέγα τι χρῆμα, θεάτρῳ δὲ καὶ ἱπποδρόμῳ ἐκαλλωπίζετο καὶ τοῖς ἄλλοις ἅπασιν, οἷσπερ πόλεως μέγεθος δείκνυσθαι εἴωθε. νῦν δὲ δὴ αὐτῶν ἄλλο οὐδὲν ἀπολέλειπται, ὅτι μὴ τῆς κατασκευῆς τὰ ἐδάφη.

8.2.15ὥστε εἰκότως θαυμάσειεν ἄν τις τῶν Κόλχους φαμένων Τραπεζουντίοις ὁμόρους εἶναι. ταύτῃ μὲν γὰρ καὶ τὸ δέρας ξὺν τῇ Μηδείᾳ συλήσας Ἰάσων οὐκ ἐπὶ τὴν Ἑλλάδα καὶ τὰ πάτρια ἤθη φυγὼν φαίνοιτο, ἀλλ’ἔμπαλιν ἐπὶ Φᾶσιντε ποταμὸν καὶ τοὺς ἐνδοτάτω βαρβάρους.

8.2.16λέγουσι μὲν οὖν ὡς κατὰ τοὺς Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος χρόνους κατάλογοι Ῥωμαίων στρατιωτῶν ἐνταῦθάτε καὶ μέχρι ἐς Λαζοὺς καὶ Σαγίνας ἵδρυντο.

8.2.17τὰ δὲ νῦν ἄνθρωποι ἐνταῦθα οἰκοῦσιν οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Λαζῶν βασιλέως κατήκοοι ὄντες, πλήν γε δὴ ὅτι Χριστιανοῖς οὖσιν οἱ Λαζῶν ἐπίσκοποι τοὺς ἱερεῖς καθίστανται σφίσι.

8.2.18καὶ αὐτοὶ ἔνσπονδοίτε καὶ φίλοι ἀμφοτέροις ἐθέλοντες εἶναι, τοὺς ἐξ ἐκατέρων παρὰ τοὺς ἑτέρους ἀεὶ στελλομένους παραπέμψειν διηνεκῶς ὡμολόγησαν. δὴ φαίνονται καὶ ἐς ἐμὲ δρῶντες.

8.2.19ἀκάτοις γὰρ ἰδίαις τοὺς παρὰ θατέρου βασιλέως ἐς τὸν ἕτερον στελλομένους ἀγγέλους ναυτιλλόμενοι παραπέμπουσι. φόρου μέντοι ὑποτελεῖς οὐδαμῆ γεγένηνται ἐς τόδε τοῦ χρόνου.

8.2.20τούτων δὲ τῶν χωρίων ἐν δεξιᾷ ὄρητε λίαν ἀπότομα ἀποκρέμαται καὶ χώρα ἔρημος ἐπὶ πλεῖστον διήκει. καὶ αὐτῆς ὕπερθεν οἱ Περσαρμένιοι καλούμενοι ᾤκηνται, καὶ Ἀρμένιοι οἳ Ῥωμαίων κατήκοοί εἰσι μέχρι ἐς τοὺς Ἰβηρίας ὅρους διήκοντες.

8.2.21ἐκ δὲ Ἀψαροῦντος πόλεως ἐς Πέτραντε πόλιν καὶ τοὺς Λαζῶν ὅρους, οὗ δὴ τελευτᾷ Εὔξεινος Πόντος, μιᾶς ἐστιν ἡμέρας ὁδός. ἀπολήγων δὲ Πόντος ἐνταῦθα μηνοειδῆ τίθεται τὴν ἀκτήν.

8.2.22καὶ μὲν τοῦ μηνοειδοῦς τούτου διάπλους ἐς πεντήκοντάτε καὶ πεντακοσίους μάλιστα σταδίους διήκει, τὰ δὲ αὐτοῦ ὄπισθεν ξύμπαντα Λαζικήτέ ἐστι καὶ ὠνόμασται.

8.2.23μετὰ δὲ αὐτοὺς κατὰ τὴν μεσόγαιαν Σκυμνίατε καὶ Σουανία ἐστί. ταῦτα δὲ τὰ ἔθνη Λαζῶν κατήκοα τυγχάνει ὄντα. καὶ ἄρχοντας μὲν οἱ τῇδε ἄνθρωποι τῶν ὁμογενῶν τινας ἔχουσιν, ἐπειδὰν δὲ τῶν ἀρχόντων τινὶ ἐπιγένηται τέλειος ἡμέρα τοῦ βίου, ἕτερον αὐτοῖς ἀντικαθίστασθαι πρὸς τοῦ Λαζῶν βασιλέως ἐς ἀεὶ εἴθισται.

8.2.24ταύτης δὲ τῆς χώρας ἐκ πλαγίου μὲν παρ’αὐτὴν μάλιστα τὴν Ἰβηρίαν Μέσχοι Ἰβήρων ἐκ παλαιοῦ κατήκοοι ᾤκηνται, τὰ οἰκία ἐν ὄρεσιν ἔχοντες.

8.2.25ὄρη δὲ τὰ Μέσχων οὐ σκληρὰ οὐ δὲ καρπῶν ἄφορά ἐστιν, ἀλλ’εὐθηνοῦσιν ἀγαθοῖς ἅπασιν, ἐπεὶ καὶ οἱ Μέσχοι γεωργοὶ δεξιοὶ καὶ ἀμπελῶνες τυγχάνουσιν ἐκεῖ ὄντες.

8.2.26ταύτῃ δὲ τῇ χώρᾳ ὄρη ἐπίκεινται ἄγαντε ὑψηλὰ καὶ ἀμφιλαφῆ καὶ δεινῶς ἄβατα. καὶ ταῦτα μὲν ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκει · ὄπισθεν δὲ αὐτῶν πρὸς ἀνίσχοντα ἥλιον Ἰβηρία ἐστὶ, μέχρι ἐς Περσαρμενίους διήκουσα.

8.2.27διὰ δὲ τῶν ὀρῶν, ταύτῃ ἀνέχει, Φᾶσις ποταμὸς κάτεισιν, ἐκ τῶν Καυκασίων ἀρχόμενος καὶ κατὰ μέσον τὸ μηνοειδὲς τοῦ Πόντου ἐκβάλλει.

8.2.28ταύτῃτε ἤπειρον ἑκατέραν αὐτὸν διορίζειν τινὲς οἴονται. τὰ μὲν γὰρ ἐν ἀριστερᾷ κατιόντος τοῦ ῥοῦ Ἀσία ἐστὶ, τὰ δὲ ἐν δεξιᾷ Εὐρώπη ὠνόμασται.

8.2.29κατὰ μὲν οὖν τὴν τῆς Εὐρώπης μοῖραν ξύμπαντα Λαζῶν τὰ οἰκία ξυμβαίνει εἶναι, ἐπὶ θάτερα δὲ οὔτε πόλισμα οὔτε ἄλλο τι ὀχύρωμα οὔτε κώμην τινὰ λόγου ἀξίαν Λαζοὶ ἔχουσι, πλήν γε δὴ ὅτι Πέτραν Ῥωμαῖοι ἐνταῦθα ἐδείμαντο πρότερον.

8.2.30κατὰ ταύτην δέ που τὴν Λαζικῆς μοῖραν ἀπέκειτο, ὥσπερ οἱ ἐπιχώριοι λέγουσι, καὶ τὸ δέρας ἐκεῖνο, οὗπερ ἕνεκα οἱ ποιηταὶ τὴν Ἀργὼ ἀποτετορνεῦσθαι μυθολογοῦσι. λέγουσι δὲ ταῦτα, ἐμὴν γνώμην, ἀληθιζόμενοι ἥκιστα.

8.2.31οὐ γὰρ ἂν, οἶμαι, λαθὼν τὸν Αἰήτην Ἰάσων ἐνθένδε ἀπηλλάσσετο ξὺν τῇ Μηδείᾳ τὸ δέρας ἔχων, εἰ μὴ τάτε βασίλεια καὶ τὰ ἄλλα τῶν Κόλχων οἰκία τοῦ χωρίου διείργετο Φάσιδι ποταμῷ, ἵνα δὴ τὸ δέρας ἐκεῖνο κεῖσθαι ξυνέβαινεν, δὴ καὶ οἱ ποιηταὶ παραδηλοῦσιν οἱ τὰ τοιαῦτα ἀναγραψάμενοι.

8.2.32 μὲν οὖν Φᾶσις τῇδε φερόμενος, ᾗπέρ μοι δεδιήγηται, ἐς αὐτόν που λήγοντα ἐκβάλλει τὸν Εὔξεινον Πόντον. τοῦ δὲ μηνοειδοῦς κατὰ μὲν τὴν μίαν ἀρχὴν, τῆς Ἀσίας ἐστὶ, Πέτρα πόλις ἐτύγχανεν οὖσα, ἐν δὲ δὴ τῇ ἀντιπέρας ἀκτῇ κατὰ τὴν τῆς Εὐρώπης μοῖραν Ἀψιλίων χώρα ἐστί ·

8.2.33Λαζῶν δὲ κατήκοοί εἰσι καὶ Χριστιανοὶ γεγόνασιν ἐκ παλαιοῦ οἱ Ἀψίλιοι, ὥσπερ καὶ τἄλλα ξύμπαντα ἔθνη, ὧνπερ ἐμνήσθην ἐς τόδε τοῦ λόγου.

8.3

8.3.1ταύτης δὲ τῆς χώρας καθύπερθεν ὄρος τὸ Καυκάσιόν ἐστι. τοῦτο δὲ τὸ ὄρος, Καύκασος, ἐς τοσόνδε ὕψος ἀνέχει, ὥστε δὴ αὐτοῦ τῶν μὲν ὑπερβολῶν οὔτε ὄμβρους οὔτε νιφετοὺς ἐπιψαύειν ποτέ. τῶν γὰρ νεφελῶν αὐτὰς ἁπασῶν καθυπερτέρας ξυμβαίνει εἶναι. τὰ δὲ μέσα μέχρι τῶν ἐσχάτων χιόνων ἔμπλεα διηνεκές ἐστι.

8.3.2καὶ ἀπ’αὐτοῦ οἱ πρόποδες ὑψηλοὶ ἐσάγαν τυγχάνουσιν ὄντες, οὐδέν τι καταδεέστεροι τῶν ἐν τοῖς ὄρεσι τοῖς ἄλλοις σκοπέλων.

8.3.3τῶν δὲ τοῦ Καυκασίου ὄρους προπόδων οἱ μὲν πρόςτε βορρᾶν ἄνεμον καὶ ἥλιον δύοντα τετραμμένοι ἔςτε Ἰλλυριοὺς καὶ Θρᾷκας διήκουσιν, οἱ δὲ πρόςτε ἀνίσχοντα ἥλιον καὶ ἄνεμον νότον ἐς τὰς διεξόδους ἐξικνοῦνται αὐτὰς, αἳ τὰ τῇδε ᾠκημένα Οὐννικὰ ἔθνη ἐς γῆν τήντε Περσῶν καὶ Ῥωμαίων ἄγουσιν.

8.3.4ὧνπερ ἁτέρα μὲν Τζοὺρ ἐπικέκληται, δὲ δὴ ἑτέρα Πύλη ἐκ παλαιοῦ Κασπία ἐκλήθη. ταύτην δὲ τὴν χώραν, ἐξ ὄρους τοῦ Καυκάσου ἄχρι ἐς τὰς Κασπίας κατατείνει Πύλας, Ἀλανοὶ ἔχουσιν, αὐτόνομον ἔθνος, οἳ δὴ καὶ Πέρσαις τὰ πολλὰ ξυμμαχοῦσιν, ἐπίτε Ῥωμαίους καὶ ἄλλους πολεμίους στρατεύουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ ὄρει τῷ Καυκασίῳ ταύτῃ πη ἔχει.

8.3.5Οὖννοι δὲ, οἱ Σάβειροι ἐπικαλούμενοι, ἐνταῦθα ᾤκηνται καὶ ἄλλα ἄττα Οὐννικὰ ἔθνη. ἐνθένδε μὲν τὰς Ἀμαζόνας ὡρμῆσθαί φασιν, ἀμφὶ δὲ τὸ Θεμίσκουρον καὶ ποταμὸν τὸν Θερμώδοντα ἐνστρατοπεδεύσασθαι, ᾗπέρ μοι ἔναγχος εἴρηται, οὗ δὴ πόλις ἐν τῷ παρόντι Ἀμισός ἐστι.

8.3.6τανῦν δὲ οὐδαμῆ τῶν ἀμφὶ τὸ Καυκάσιον ὄρος χωρίων Ἀμαζόνων τις μνήμη ὄνομα διασώζεται, καίτοι καὶ Στράβωνι καὶ ἄλλοις τισὶ λόγοι ἀμφ’αὐταῖς πολλοὶ εἴρηνται.

8.3.7ἀλλά μοι δοκοῦσι μάλιστα πάντων τά γε κατὰ τὰς Ἀμαζόνας ξὺν τῷ ἀληθεῖ λόγῳ εἰπεῖν, ὅσοι ἔφασαν οὐ πώποτε γένος γυναικῶν ἀνδρείων γεγονέναι, οὐ δ’ἐν ὄρει μόνῳ τῷ Καυκασίῳ τὴν τῶν ἀνθρώπων φύσιν θεσμῶν τῶν οἰκείων ἐξίστασθαι, ἀλλὰ βαρβάρους ἐκ τῶνδε τῶν χωρίων στρατῷ μεγάλῳ ξὺν γυναιξὶ ταῖς αὐτῶν ἰδίαις ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι, στρατόπεδόντε ἀμφὶ ποταμὸν Θερμώδοντα ποιησαμένους ἐνταῦθα μὲν τὰς γυναῖκας ἀπολιπεῖν, αὐτοὺς δὲ γῆν τῆς Ἀσίας τὴν πολλὴν καταθέοντας, ὑπαντιασάντων σφίσι τῶν τῇδε ᾠκημένων, ἅπαντας ἐξ ἀνθρώπων ἀφανισθῆναι, οὐδένατε αὐτῶν τὸ παράπαν ἐπανήκειν ἐς τῶν γυναικῶν τὸ χαράκωμα, καὶ τὸ λοιπὸν ταύτας δὴ τὰς γυναῖκας, δέει τῶν περιοίκων καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀναγκασθείσας, τότε ἀρρενωπὸν ἀμφιέσασθαι οὔτι ἐθελουσίας καὶ ἀνελομένας τὴν πρὸς τῶν ἀνδρῶν ἐν τῷ στρατοπέδῳ ἀπολελειμμένην τῶν ὅπλων σκευὴν, καὶ ταύτῃ ἐξοπλισαμένας ὡς ἄριστα ἔργα ἀνδρεῖα ξὺν ἀρετῇ ἐπιδείξασθαι, διωθουμένης ἐς τοῦτο αὐτὰς τῆς ἀνάγκης, ἕως δὴ ἁπάσαις διαφθαρῆναι ξυνέπεσε.

8.3.8ταῦτα δὲ ὧδέ πη γεγονέναι καὶ ξὺν τοῖς ἀνδράσι τὰς Ἀμαζόνας στρατεύσασθαι καὶ αὐτὸς οἴομαι, τεκμηριούμενος οἷς δὴ καὶ χρόνῳ τῷ κατ’ἐμὲ ξυνηνέχθη γενέσθαι.

8.3.9τὰ γὰρ ἐπιτηδεύματα μέχρι ἐς τοὺς ἀπογόνους παραπεμπόμενα τῶν προγεγενημένων τῆς φύσεως ἴνδαλμα γίνεται.

8.3.10Οὔννων τοίνυν καταδραμόντων πολλάκις τὴν Ῥωμαίων ἀρχὴν, τοῖςτε ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντων, τινὰς μὲν αὐτῶν πεσεῖν ἐνταῦθα τετύχηκε, μετὰ δὲ τῶν βαρβάρων τὴν ἀναχώρησιν Ῥωμαῖοι διερευνώμενοι τῶν πεπτωκότων τὰ σώματα καὶ γυναῖκας ἐν αὐτοῖς εὗρον.

8.3.11ἄλλο μέντοι γυναικῶν στράτευμα οὐδαμῆ τῆς Ἀσίας τῆς Εὐρώπης ἐπιχωριάζον ἐφάνη. οὐ μὴν οὐ δὲ τὰ Καυκάσια ὄρη ἀνδρῶν ἔρημα γεγενῆσθαι πώποτε ἀκοῇ ἴσμεν. περὶ μὲν οὖν τῶν Ἀμαζόνων τοσαῦτα εἰρήσθω.

8.3.12μετὰ δὲ Ἀψιλίουςτε καὶ τοῦ μηνοειδοῦς τὴν ἑτέραν ἀρχὴν ἐς τὴν παραλίαν Ἀβασγοὶ ᾤκηνται, ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκοντες. οἱ δὲ Ἀβασγοὶ Λαζῶν μὲν κατήκοοι ἐκ παλαιοῦ ἦσαν, ἄρχοντας δὲ ὁμογενεῖς δύο ἐσαεὶ εἶχον.

8.3.13ὧν ἅτερος μὲν ἐς τῆς χώρας τὰ πρὸς ἑσπέραν, δὲ δὴ ἕτερος ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ἵδρυτο.

8.3.14οἱ δὲ βάρβαροι οὗτοι μέχρι μὲν ἐς ἐμὲ ἄλσητε καὶ ὕλας ἐσέβοντο. θεοὺς γὰρ τὰ δένδρα βαρβάρῳ τινὶ ἀφελείᾳ ὑπώπτευον εἶναι.

8.3.15πρὸς δὲ τῶν ἐν σφίσιν ἀρχόντων τὰ δεινότατα διὰ φιλοχρηματίας μέγεθος ἔπασχον. ἄμφω γὰρ αὐτῶν οἱ βασιλεῖς, ὅσους ἂν παῖδας ἐν τούτῳ τῷ ἔθνει ἀγαθούςτε τὴν ὄψιν καὶ τὸ σῶμα καλοὺς ἴδοιεν, τούτους δὴ ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν γειναμένων ἀφέλκοντες εὐνούχουςτε ἀπεργαζόμενοι ἀπεδίδοντο ἐς Ῥωμαίων τὴν γῆν τοῖς ὠνεῖσθαι βουλομένοις χρημάτων μεγάλων.

8.3.16τούςτε αὐτῶν πατέρας ἔκτεινον εὐθὺς, τοῦ μὴ αὐτῶν τινας τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα ἐγχειριεῖν, μη δὲ ὑπόπτους αὐτοῖς τῶν κατηκόων τινὰς ἐνταῦθα εἶναι. τε τῶν υἱέων εὐμορφία σφίσιν ἐς τὸν ὄλεθρον ἀπεκρίνετο.

8.3.17διεφθείροντο γὰρ οἱ ταλαίπωροι, παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν. καὶ ἀπ’αὐτοῦ τῶν ἐν Ῥωμαίοις εὐνούχων οἱ πλεῖστοι καὶ οὐχ ἥκιστα ἐν τῇ βασιλέως αὐλῇ γένος Ἀβασγοὶ ἐτύγχανον ὄντες.

8.3.18ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι.

8.3.19τάτε γὰρ Χριστιανῶν δόγματα εἵλοντο καὶ αὐτοῖς Ἰουστινιανὸς βασιλεὺς τῶν τινα ἐκ Παλατίου εὐνούχων στείλας, Ἀβασγὸν γένος, Εὐφρατᾶν ὄνομα, τοῖς αὐτῶν βασιλεῦσι διαρρήδην ἀπεῖπε μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι, σιδήρῳ βιαζομένης τῆς φύσεως. δὴ ἄσμενοι Ἀβασγοὶ ἤκουσαν.

8.3.20καὶ τῇ τοῦ Ῥωμαίων βασιλέως ἐπιτάξει θαρροῦντες ἤδη τὸ ἔργον τοῦτο σθένει παντὶ διεκώλυον. ἐδεδίει γὰρ αὐτῶν ἕκαστος μή ποτε παιδίου πατὴρ εὐπρεποῦς γένηται.

8.3.21τότε δὴ Ἰουστινιανὸς βασιλεὺς καὶ ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος, ἱερεῖςτε αὐτοῖς καταστησάμενος, διεπράξατο ἅπαντα αὐτοὺς ἤθη τῶν Χριστιανῶν ἐκδιδάσκεσθαι, τούςτε βασιλεῖς ἄμφω Ἀβασγοὶ καθελόντες αὐτίκα ἐν ἐλευθερίᾳ βιοτεύειν ἐδόκουν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

8.4

8.4.1μετὰ δὲ τοὺς Ἀβασγῶν ὅρους κατὰ μὲν ὄρος τὸ Καυκάσιον Βροῦχοι ᾤκηνται, Ἀβασγῶντε καὶ Ἀλανῶν μεταξὺ ὄντες. κατὰ δὲ τὴν παραλίαν Πόντου τοῦ Εὐξείνου Ζῆχοι ἵδρυνται.

8.4.2τοῖς δὲ δὴ Ζήχοις κατὰ μὲν παλαιὸν Ῥωμαίων αὐτοκράτωρ βασιλέα καθίστη, τὸ δὲ νῦν οὐ δ’ὁτιοῦν Ῥωμαίοις ἐπακούουσιν οἱ βάρβαροι οὗτοι.

8.4.3μετὰ δὲ αὐτοὺς Σαγίναι μὲν οἰκοῦσι, μοῖραν δὲ αὐτῶν τῆς παραλίας Ῥωμαῖοι ἐκ παλαιοῦ ἔσχον.

8.4.4φρούριάτε δειμάμενοι ἐπιθαλασσίδια δύο, Σεβαστόπολίντε καὶ Πιτιοῦντα, δυοῖν ἡμέραιν ὁδῷ ἀλλήλοιν διέχοντα, φρουρὰν ἐνταῦθα στρατιωτῶν τὸ ἐξ ἀρχῆς κατεστήσαντο.

8.4.5τὰ μὲν γὰρ πρότερα κατάλογοι Ῥωμαίων στρατιωτῶν τὰ ἐπὶ τῆς ἀκτῆς πάντα χωρία ἐκ τῶν Τραπεζοῦντος ὁρίων ἄχρι ἐς τοὺς Σαγίνας εἶχον, ᾗπέρ μοι εἴρηται · νῦν δὲ μόνα τὰ δύο ταῦτα φρούρια ἐλέλειπτο σφίσιν, οὗ δὴ τὰ φυλακτήρια καὶ ἐς ἐμὲ εἶχον, ἐπειδὴ Χοσρόης, Περσῶν βασιλεὺς, Λαζῶν αὐτὸν ἐπαγαγομένων ἐς τὴν Πέτραν, στράτευμα Περσῶν ἐνταῦθα στέλλειν ἐν σπουδῇ εἶχε, τούςτε τὰ φρούρια ταῦτα καθέξοντας καὶ καθιζησομένους ἐν τοῖς ἐνταῦθα φυλακτηρίοις.

8.4.6ἅπερ ἐπεὶ οἱ Ῥωμαίων στρατιῶται προμαθεῖν ἴσχυσαν, προτερήσαντες τάςτε οἰκίας ἐνέπρησαν καὶ τὰ τείχη ἐς τὸ ἔδαφος καθελόντες ἔςτε τὰς ἀκάτους μελλήσει οὐδεμιᾷ ἐσβάντες ἐς ἤπειρον εὐθὺς τὴν ἀντιπέρας καὶ Τραπεζοῦντα πόλιν ἐχώρησαν, ζημιώσαντες μὲν τῇ τῶν φρουρίων διαφθορᾷ τὴν Ῥωμαίων ἀρχὴν, κέρδος δὲ αὐτῇ πορισάμενοι μέγα, ὅτι δὴ τῆς χώρας ἐγκρατεῖς οὐ γεγόνασιν οἱ πολέμιοι. ἄπρακτοι γὰρ ἀπ’αὐτοῦ ἐς τὴν Πέτραν ἀνέστρεφον Πέρσαι. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.

8.4.7ὑπὲρ δὲ Σαγίνας Οὐννικὰ ἔθνη πολλὰ ἵδρυνται. τὸ δ’ἐντεῦθεν Εὐλυσία μὲν χώρα ὠνόμασται, βάρβαροι δὲ αὐτῆς ἄνθρωποι τάτε παράλια καὶ τὴν μεσόγειον ἔχουσι, μέχρι ἐς τὴν Μαιῶτιν καλουμένην Λίμνην καὶ ποταμὸν Τάναϊν, ὃς δὴ ἐς τὴν Λίμνην ἐσβάλλει.

8.4.8αὕτη δὲ Λίμνη ἐς τὴν ἀκτὴν Πόντου τοῦ Εὐξείνου τὰς ἐκβολὰς ποιεῖται. ἄνθρωποι δὲ, οἳ ταύτῃ ᾤκηνται, Κιμμέριοι μὲν τὸ παλαιὸν ὠνομάζοντο, τανῦν δὲ Οὐτίγουροι καλοῦνται.

8.4.9καὶ αὐτῶν καθύπερθεν ἐς βορρᾶν ἄνεμον ἔθνη τὰ Ἀντῶν ἄμετρα ἵδρυνται. παρὰ δὲ τὸν χῶρον αὐτὸν, ὅθεν τῆς Λίμνης ἐκβολὴ ἄρχεται, Γότθοι οἱ Τετραξῖται καλούμενοι ᾤκηνται, οὐ πολλοὶ ὄντες, οἳ δὴ τὰ Χριστιανῶν νόμιμα σεβόμενοι περιστέλλουσιν οὐδενὸς ἧσσον.

8.4.10(Τάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι καὶ τὴν ἐκβολὴν ταύτην, ἥπερ ἐκ Λίμνης ἀρξαμένη τῆς Μαιώτιδος ἄχρι ἐς τὸν Εὔξεινον Πόντον ἥπερ διήκει, ἐς ὁδὸν ἡμερῶν, ὥς φασιν, εἴκοσιν. ἀλλὰ καὶ τὸν ἄνεμον, ὃς ἐνθένδε πνεῖ, Ταναΐτην προσαγορεύουσιν).

8.4.11εἴτε δὲ τῆς Ἀρείου δόξης ἐγένοντό ποτε οἱ Γότθοι οὗτοι, ὥσπερ καὶ τὰ ἄλλα Γοτθικὰ ἔθνη, εἴτε καὶ ἄλλο τι ἀμφὶ τῇ δόξῃ αὐτοῖς ἤσκητο, οὐκ ἔχω εἰπεῖν, ἐπεὶ οὐ δὲ αὐτοὶ ἴσασιν, ἀλλ’ἀφελείᾳτε τανῦν καὶ ἀπραγμοσύνῃ πολλῇ τιμῶσι τὴν δόξαν.

8.4.12οὗτοι ὀλίγῳ πρότερον (λέγω δὲ, ἡνίκα πρῶτόντε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανὸς βασιλεὺς τὴν αὐτοκράτορα εἶχεν ἀρχὴν) πρέσβεις τέτταρας ἐς Βυζάντιον ἔπεμψαν, ἐπίσκοπον σφίσι τινὰ δεόμενοι δοῦναι · ἐπεὶ ὅστις μὲν αὐτοῖς ἱερεὺς ἦν, τετελευτήκει οὐ πολλῷ πρότερον, ἔγνωσαν δὲ ὡς καὶ Ἀβασγοῖς ἱερέα βασιλεὺς πέμψειε, καὶ αὐτοῖς προθυμότατα Ἰουστινιανὸς βασιλεὺς ἐπιτελῆ ποιήσας τὴν δέησιν ἀπεπέμψατο.

8.4.13οἱ δὲ πρέσβεις οὗτοι δέει Οὔννων τῶν Οὐτιγούρων ἐς μὲν τὸ ἐμφανὲς, αὐτηκόων πολλῶν ὄντων, ἀποστοματίζοντες ὅτου δὴ ἕνεκα ἥκοιεν, ἄλλο οὐδὲν ὅτι μὴ τὰ ἀμφὶ τῷ ἱερεῖ βασιλεῖ ἤγγειλαν, ὡς λαθραιότατα δὲ ξυγγενόμενοι ἅπαντα φράζουσιν, ὅσα συνοίσειν τῇ Ῥωμαίων ἀρχῇ ἔμελλε, ξυγκρουομένων ἐς ἀλλήλους ἀεὶ τῶν σφίσι προσοίκων βαρβάρων. ὅντινα δὲ τρόπον οἱ Τετραξῖται καὶ ὅθεν ἀναστάντες ἐνταῦθα ἱδρύσαντο, ἐρῶν ἔρχομαι.

8.5

8.5.1πάλαι μὲν Οὔννων, τῶν τότε Κιμμερίων καλουμένων, πολύς τις ὅμιλος τὰ χωρία ταῦτα ἐνέμοντο, ὧν ἄρτι ἐμνήσθην, βασιλεύςτε εἷς ἅπασιν ἐφειστήκει.

8.5.2καί ποτέ τις αὐτῶν τὴν ἀρχὴν ἔσχεν, δὴ παῖδες ἐγένοντο δύο, ἅτερος μὲν Οὐτιγοὺρ ὄνομα, Κουτριγοὺρ δὲ ἕτερος.

8.5.3οἵπερ, ἐπειδὴ αὐτοῖν πατὴρ τὸν βίον συνεμετρήσατο, τήντε ἀρχὴν ἄμφω ἐν σφίσιν αὐτοῖς διεδάσαντο καὶ τὴν ἐπωνυμίαν τοῖς ἀρχομένοις αὐτοῖς ἔδοσαν.

8.5.4οἱ μὲν γὰρ Οὐτίγουροι, οἱ δὲ Κουτρίγουροι καὶ ἐς ἐμὲ ὀνομάζονται. οὗτοι μὲν ἅπαντες τῇδε ᾤκηντο, κοινὰ μὲν τὰ ἐπιτηδεύματα ξύμπαντα ἔχοντες, οὐκ ἐπιμιγνύμενοι δὲ ἀνθρώποις, οἳ δὴ τῆςτε Λίμνης καὶ τῆς ἐνθένδε ἐκροῆς ἐς τὰ ἐπὶ θάτερα ἵδρυντο, ἐπεὶ οὔτε διέβαινόν ποτε τὰ ὕδατα ταῦτα οὔτε διαβατὰ εἶναι ὑπώπτευον, πρὸς τὰ εὐκολώτατα περίφοβοι ὄντες, τῷ μη δὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ’ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι.

8.5.5(Λίμνην δὲ τὴν Μαιῶτιν καὶ τὴν ἐξ αὐτῆς ἐκβολὴν ὑπερβάντι εὐθὺς μὲν ἐς αὐτήν που τὴν ταύτης ἀκτὴν οἱ Τετραξῖται καλούμενοι Γότθοι τὸ παλαιὸν ᾤκηντο, ὧν ἐπεμνήσθην ἀρτίως · πολλῷ δὲ αὐτῶν ἄποθεν Γότθοιτε καὶ Οὐισίγοτθοι καὶ Βανδίλοι καὶ τὰ ἄλλα Γοτθικὰ γένη ξύμπαντα ἵδρυντο.

8.5.6οἳ δὴ καὶ Σκύθαι ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλοῦντο, ἐπεὶ πάντα τὰ ἔθνη, ἅπερ τὰ ἐκείνῃ χωρία εἶχον, Σκυθικὰ μὲν ἐπὶ κοινῆς ὀνομάζεται, ἔνιοι δὲ αὐτῶν Σαυρομάται Μελάγχλαινοι, ἄλλο τι ἐπεκαλοῦντο).

8.5.7προϊόντος δὲ τοῦ χρόνου φασὶν, εἴπερ λόγος ὑγιής ἐστι, τῶν μὲν Κιμμερίων νεανίας τινὰς ἐν κυνηγεσίῳ διατριβὴν ἔχειν, ἔλαφον δὲ μίαν πρὸς αὐτῶν φεύγουσαν ἐς τὰ ὕδατα ἐσπηδῆσαι ταῦτα.

8.5.8τούςτε νεανίας, εἴτε φιλοτιμίᾳ εἴτε φιλονεικίᾳ τινὶ ἐχομένους, καί τι δαιμόνιον αὐτοὺς κατηνάγκασε, τῇ ἐλάφῳ ἐπισπέσθαι ταύτῃ, μηχανῇτε μεθίεσθαι αὐτῆς οὐδεμιᾷ, ἕως ξὺν αὐτῇ ἐς τὴν ἀντιπέρας ἀκτὴν ἵκοντο.

8.5.9καὶ τὸ μὲν διωκόμενον τι ποτ’ἦν εὐθὺς ἀφανισθῆναι · (δοκεῖν γάρ μοι οὐ δὲ ἄλλου του ἕνεκα ἐνταῦθα ἐφάνη, ὅτι μὴ τοῦ γενέσθαι κακῶς τοῖς τῇδε ᾠκημένοις βαρβάροις) τοὺς δὲ νεανίας τοῦ μὲν κυνηγεσίου ἀποτυχεῖν, μάχης δὲ ἀφορμὴν καὶ λείας εὑρέσθαι.

8.5.10ἐς ἤθη γὰρ τὰ πάτρια ὅτι τάχιστα ἐπανήκοντες ἔνδηλα πᾶσι Κιμμερίοις πεποίηνται ὅτι δὴ ταῦτα βατὰ σφίσι τὰ ὕδατα εἴη. ἀνελόμενοι οὖν αὐτίκα τὰ ὅπλα πανδημείτε διαβάντες ἐγένοντο μελλήσει οὐδεμιᾷ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Βανδίλων μὲν ἤδη ἐνθένδε ἀναστάντων ἐπίτε Λιβύης ἱδρυσαμένων, ἐν Ἱσπανίᾳ δὲ Οὐισιγότθων οἰκησαμένων.

8.5.11Γότθοις οὖν τοῖς ἐς τὰ τῇδε ᾠκημένοις πεδία ἐξαπιναίως ἐπιπεσόντες πολλοὺς μὲν ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐτρέψαντο ἅπαντας.

8.5.12ὅσοιτε αὐτοὺς διαφυγεῖν ἴσχυσαν, ξὺν παισίτε καὶ γυναιξὶν ἐνθένδε ἀναστάντες ἀπέλιπον μὲν τὰ πάτρια ἤθη, διαπορθμευσάμενοι δὲ ποταμὸν Ἴστρον ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο.

8.5.13καὶ πολλὰ μὲν τοὺς ταύτῃ ᾠκημένους δεινὰ ἔδρασαν, μετὰ δὲ δόντος βασιλέως ᾠκήσαντο ἐς τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ τὰ μὲν ξυνεμάχουν Ῥωμαίοις, τάςτε συντάξεις ὥσπερ οἱ ἄλλοι στρατιῶται πρὸς βασιλέως κομιζόμενοι ἀνὰ πᾶν ἔτος καὶ φοιδερᾶτοι ἐπικληθέντες · οὕτω γὰρ αὐτοὺς τότε Λατίνων φωνῇ ἐκάλεσαν Ῥωμαῖοι, ἐκεῖνο, οἶμαι, παραδηλοῦντες, ὅτι δὴ οὐχ ἡσσημένοι αὐτῶν τῷ πολέμῳ Γότθοι, ἀλλ’ἐπὶ ξυνθήκαις τισὶν ἔνσπονδοι ἐγένοντο σφίσι.

8.5.14φοίδερα γὰρ Λατῖνοι τὰς ἐν πολέμῳ καλοῦσι ξυνθήκας, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις · τὰ δὲ καὶ πόλεμον πρὸς αὐτοὺς διέφερον οὐδενὶ λόγῳ, ἕως ᾤχοντο ἀπιόντες ἐς Ἰταλίαν, Θευδερίχου ἡγουμένου σφίσι. τὰ μὲν οὖν τῶν Γότθων τῇδε κεχώρηκεν.

8.5.15Οὖννοι δὲ αὐτῶν τοὺς μὲν κτείναντες, τοὺς δὲ, ὥσπερ ἐρρήθη, ἐξαναστήσαντες τὴν χώραν ἔσχον. καὶ αὐτῶν Κουτρίγουροι μὲν παῖδάςτε καὶ γυναῖκας μεταπεμψάμενοι ἐνταῦθα ἱδρύσαντο, οὗ δὴ καὶ ἐς ἐμὲ ᾤκηνται.

8.5.16καὶ δῶρα μὲν πολλὰ πρὸς βασιλέως ἀνὰ πᾶν ἔτος κομίζονται, καὶ ὣς δὲ διαβαίνοντες ποταμὸν Ἴστρον καταθέουσιν ἐσαεὶ τὴν βασιλέως χώραν, ἔνσπονδοίτε καὶ πολέμιοι Ῥωμαίοις ὄντες.

8.5.17Οὐτίγουροι δὲ ξὺν τῷ ἡγουμένῳ ἐπ’οἴκου ἀπεκομίζοντο, μόνοι τὸ λοιπὸν ἐνταῦθα καθιζησόμενοι.

8.5.18οἵπερ ἐπειδὴ Λίμνης τῆς Μαιώτιδος ἀγχοῦ ἐγένοντο, Γότθοις ἐνταῦθα τοῖς Τετραξίταις καλουμένοις ἐνέτυχον.

8.5.19καὶ τὰ μὲν πρῶτα φραξάμενοι ταῖς ἀσπίσιν οἱ Γότθοι ἀντικρὺ τοῖς ἐπιοῦσιν ὡς ἀμυνόμενοι ἔστησαν, σθένειτε τῷ σφετέρῳ καὶ χωρίου ἰσχύϊ θαρσοῦντες · αὐτοὶ γὰρ ἀλκιμώτατοι ἁπάντων εἰσὶ τῶν τῇδε βαρβάρων.

8.5.20καὶ πρώτη τῆς Μαιώτιδος ἐκροὴ, οὗ δὴ τότε οἱ Τετραξῖται Γότθοι ἵδρυντο, ἐν κόλπῳ ξυνιοῦσα μηνοειδεῖ, περιβαλοῦσάτε αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον, μίαν ἐπ’αὐτοὺς εἴσοδον οὐ λίαν εὐρεῖαν τοῖς ἐπιοῦσι παρείχετο.

8.5.21ὕστερον δὲ (οὔτε γὰρ Οὖννοι χρόνον τινὰ τρίβεσθαι σφίσιν ἐνταῦθα ἤθελον, οἵτε Γότθοι τῷ τῶν πολεμίων ὁμίλῳ ἐπὶ πολὺ ἀνθέξειν οὐδαμῆ ἤλπιζον) ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ’ ἀναμιχθέντες κοινῇ ποιήσονται τὴν διάβασιν, καὶ οἱ Γότθοι ἱδρύσονται μὲν ἐν τῇ ἀντιπέρας ἠπείρῳ παρ’αὐτὴν τῆς ἐκβολῆς μάλιστα τὴν ἀκτὴν, ἵνα δὴ καὶ τανῦν ἵδρυνται, φίλοι δὲ καὶ ξύμμαχοι τὸ λοιπὸν Οὐτιγούροις ὄντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ σφίσιν ἐνταῦθα βιώσονται τὸν πάντα αἰῶνα.

8.5.22οὕτω μὲν οὖν οἵδε οἱ Γότθοι τῇδε ἱδρύσαντο καὶ τῶν Κουτριγούρων, ὥσπερ μοι εἴρηται, ἀπολελειμμένων ἐν γῇ τῇ ἐπὶ θάτερα τῆς Λίμνης οὔσῃ μόνοι Οὐτίγουροι τὴν χώραν ἔσχον, πράγματα Ῥωμαίοις ὡς ἥκιστα παρεχόμενοι, ἐπεὶ οὐ δὲ αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλ’ἔθνεσι πολλοῖς διειργόμενοι μεταξὺ οὖσιν ἀκουσίῳ ἀπραγμοσύνῃ ἐς αὐτοὺς ἔχονται.

8.5.23ὑπερβάντι δὲ Λίμνηντε τὴν Μαιώτιδα καὶ ποταμὸν Τάναϊν ἐπὶ πλεῖστον μὲν τῶν τῇδε πεδίων Κουτρίγουροι Οὖννοι, ᾗπέρ μοι ἐρρήθη, ᾠκήσαντο · μετὰ δὲ αὐτοὺς Σκύθαιτε καὶ Ταῦροι ξύμπασαν ἔχουσι τὴν ταύτῃ χώραν, ἧσπερ μοῖρά τις Ταυρικὴ καὶ νῦν ἐπικαλεῖται, ἵνα δὴ καὶ τῆς Ἀρτέμιδος τὸν νεὼν γεγονέναι φασὶν, οὗπέρ ποτε τοῦ Ἀγαμέμνονος Ἰφιγένεια προὔστη.

8.5.24καίτοι Ἀρμένιοι ἐν τῇ παρ’αὐτοῖς Κελεσηνῇ καλουμένῃ χώρᾳ τὸν νεὼν τοῦτον γεγονέναι φασὶ Σκύθαςτε τηνικάδε ξύμπαντας καλεῖσθαι τοὺς ἐνταῦθα ἀνθρώπους, τεκμηριούμενοι τοῖς ἀμφίτε Ὀρέστῃ καὶ πόλει Κομάνῃ δεδιηγημένοις μοι ἐς ἐκεῖνο τοῦ λόγου.

8.5.25ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστί · πολλὰ γὰρ τῶν ἑτέρωθι γεγενημένων, ἴσως δὲ καὶ οὐδαμῆ ξυμπεπτωκότων, ἄνθρωποι προσποιεῖσθαι φιλοῦσιν ὡς πάτρια ἤθη, ἀγανακτοῦντες, ἢν μὴ τῇ δοκήσει τῇ αὐτῶν ἅπαντες ἕπωνται.

8.5.26μετὰ δὲ τὰ ἔθνη ταῦτα πόλις θαλασσία οἰκεῖται, Βόσπορος ὄνομα, Ῥωμαίων κατήκοος γενομένη οὐ πολλῷ πρότερον.

8.5.27ἐκ δὲ Βοσπόρου πόλεως ἐς πόλιν Χερσῶνα ἰόντι, κεῖται μὲν ἐν τῇ παραλίᾳ, Ῥωμαίων δὲ καὶ αὐτὴ κατήκοος ἐκ παλαιοῦ ἐστι, βάρβαροι, Οὐννικὰ ἔθνη, τὰ μεταξὺ ἅπαντα ἔχουσι.

8.5.28καὶ ἄλλα δὲ πολίσματα δύο ἀγχοῦ Χερσῶνος, Κῆποίτε καὶ Φανάγουρις καλούμενα, Ῥωμαίων κατήκοα ἐκ παλαιοῦτε καὶ ἐς ἐμὲ ἦν. ἅπερ οὐ πολλῷ ἔμπροσθεν βαρβάρων τῶν πλησιοχώρων ἑλόντες τινὲς ἐς ἔδαφος καθεῖλον.

8.5.29ἐκ δὲ Χερσῶνος πόλεως ἐς τὰς ἐκβολὰς ποταμοῦ Ἴστρου, ὃν καὶ Δανούβιον καλοῦσιν, ὁδὸς μέν ἐστιν ἡμερῶν δέκα, βάρβαροι δὲ τὰ ἐκείνῃ ξύμπαντα ἔχουσιν.

8.5.30Ἴστρος δὲ ποταμὸς ἐξ ὀρέων μὲν τῶν Κελτικῶν ῥεῖ, περιιὼν δὲ τὰς Ἰταλίας ἐσχατιὰς, φερόμενόςτε ἐπὶ τὰ Δακῶν καὶ Ἰλλυριῶν καὶ τὰ ἐπὶ Θρᾴκης χωρία, ἐκβάλλει ἐς τὸν Εὔξεινον Πόντον. τὰ δὲ ἐνθένδε ἅπαντα μέχρι ἐς Βυζάντιον τοῦ Ῥωμαίων βασιλέως τυγχάνει ὄντα.

8.5.31 μὲν οὖν τοῦ Εὐξείνου Πόντου περίοδος ἐκ Καλχηδόνος μέχρι ἐς Βυζάντιον ταύτῃ πη ἔχει.

8.5.32ἐς ὅσον δὲ περίοδος ἥδε διήκει, ἅπαντα μὲν ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν, βαρβάρων, ὥσπερ μοι ἐρρήθη, ᾠκημένων ἐνταῦθα τοσούτων τὸ πλῆθος, ἐπιμιξίαςτε Ῥωμαίοις παρ’αὐτῶν τινας, ὅτι μὴ ὅσα κατὰ πρεσβείαν, ἴσως οὐδεμιᾶς οὔσης · ἐπεὶ οὐ δὲ τοῖς πρότερον ταῦτα ἐγκεχειρηκόσι διαμετρήσασθαι ἐς τὸ ἀκριβές τι ξυμβαίνει εἰρῆσθαι.

8.5.33ἐκεῖνο μέντοι διαφανές ἐστιν, ὡς Πόντου τοῦ Εὐξείνου τὰ ἐν δεξιᾷ, εἴη δ’ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, δυοῖν καὶ πεντήκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί · δὴ οὐκ ἄπο τρόπου τεκμηριούμενος φαίη ἄν τις καὶ τὴν ἑτέραν τοῦ Πόντου μοῖραν μέτρου τοῦδε εἶναι οὐ πολλῷ ἄποθεν.

8.6

8.6.1ἐπεὶ δὲ ἀφικόμεθα ἐνταῦθα τοῦ λόγου, ἀναγράψασθαι οὔ μοι ἄπο καιροῦ ἔδοξεν εἶναι ὅσα δὴ ἀμφὶ τοῖς ὁρίοις τῆςτε Ἀσίας καὶ τῆς Εὐρώπης διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα δεινοί.

8.6.2λέγουσι μὲν γάρ τινες αὐτῶν τὰ ἠπείρω ταύτα διορίζειν ποταμὸν Τάναϊν, ἀπισχυριζόμενοι μὲν χρῆναι τὰς τομὰς φυσικὰς εἶναι, τεκμηριούμενοι δὲ ὡς μὲν θάλασσα προϊοῦσα ἐκ τῶν ἑσπερίων ἐπὶ τὴν ἑῴαν φέρεται μοῖραν, ποταμὸς δὲ Τάναϊς ἐκ τῶν ἀρκτῴων φερόμενος ἐς ἄνεμον νότον μεταξὺ ταῖν ἠπείροιν χωρεῖ · ἔμπαλιν δὲ τὸν Αἰγύπτιον Νεῖλον ἐκ μεσημβρίας ἰόντα πρὸς βορρᾶν ἄνεμον Ἀσίαςτε καὶ Λιβύης μεταξὺ φέρεσθαι.

8.6.3ἄλλοι δὲ ἀπ’ἐναντίας αὐτοῖς ἰόντες οὐχ ὑγιᾶ τὸν λόγον ἰσχυρίζονται εἶναι. λέγουσι γὰρ ὡς τὰ μὲν ἠπείρω ταύτα τὸ ἐξ ἀρχῆς τε ἐν Γαδείροις διορίζει πορθμὸς ἀπ’Ὠκεανοῦ ἐξιὼν καὶ προϊοῦσα ἐνθένδε θάλασσα, καὶ τὰ μὲν τοῦ πορθμοῦ καὶ τῆς θαλάσσης ἐν δεξιᾷ Λιβύητε καὶ Ἀσία ὠνόμασται, τὰ δὲ ἐν ἀριστερᾷ πάντα Εὐρώπη ἐκλήθη μέχρι που ἐς λήγοντα τὸν Εὔξεινον καλούμενον Πόντον.

8.6.4τούτων δὲ δὴ τοιούτων ὄντων μὲν Τάναϊς ποταμὸς ἐν γῇ τῆς Εὐρώπης τικτόμενος ἐκβάλλει ἐς Λίμνην τὴν Μαιώτιδα, δὲ Λίμνη ἐς τὸν Εὔξεινον Πόντον τὰς ἐκβολὰς ποιεῖται οὔτε λήγοντα οὔτε μὴν κατὰ μέσον, ἀλλ’ἔτι πρόσω.

8.6.5τὰ δὲ εὐώνυμα τούτου δὴ τοῦ Πόντου τῇ τῆς Ἀσίας λογίζεται μοίρᾳ · χωρὶς δὲ τούτων ποταμὸς Τάναϊς ἐξ ὀρέων τῶν Ῥιπαίων καλουμένων ἔξεισιν, ἅπερ ἐν γῇ τῇ Εὐρώπῃ ἐστὶν, ὥσπερ καὶ αὐτοὶ οἱ ταῦτα ἐκ παλαιοῦ ἀναγραψάμενοι ὁμολογοῦσι.

8.6.6τούτων δὲ τῶν Ῥιπαίων ὀρῶν τὸν Ὠκεανὸν ὡς ἀπωτάτω ξυμβαίνει εἶναι. τὰ τοίνυν αὐτῶντε καὶ Τανάϊδος ποταμοῦ ὄπισθεν ξύμπαντα Εὐρωπαῖα ἐφ’ἑκάτερα ἐπάναγκες εἶναι.

8.6.7πόθεν οὖν ἄρα ποτὲ ἄρχεται ἤπειρον ἑκατέραν διορίζειν Τάναϊς οὐ ῥᾴδιον εἶναι εἰπεῖν. ἢν δέ τινα ποταμὸν διορίζειν ἄμφω τὰ ἠπείρω λεκτέον, οὗτος δὴ ἐκεῖνος Φᾶσις ἂν εἴη.

8.6.8καταντικρὺ γὰρ πορθμοῦ τοῦ ἐν Γαδείροις φερόμενος ταῖν ἠπείροιν κατὰ μέσον χωρεῖ, ἐπεὶ μὲν πορθμὸς ἐξ Ὠκεανοῦ ἐξιὼν θάλασσαν τήνδε ἀπεργαζόμενος τὰ ἠπείρω ταύτα ἐφ’ἑκάτερα ἔχει, δὲ Φᾶσις κατ’αὐτόν που λήγοντα μάλιστα ἰὼν τὸν Εὔξεινον Πόντον ἐς τοῦ μηνοειδοῦς τὰ μέσα ἐκβάλλει, τὴν τῆς γῆς ἐκτομὴν ἀπὸ τῆς θαλάσσης διαφανῶς ἐκδεχόμενος.

8.6.9ταῦτα μὲν οὖν ἑκάτεροι προτεινόμενοι διαμάχονται. ὡς δὲ οὐ μόνος πρότερος λόγος, ἀλλὰ καὶ οὗτος, ὅνπερ ἀρτίως ἐλέγομεν, μήκειτε χρόνου κεκόμψευται καὶ ἀνδρῶν τινων παλαιοτάτων δόξῃ, ἐγὼ δηλώσω, ἐκεῖνο εἰδὼς ὡς ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνθρωποι ἅπαντες, ἤν τινος φθάσωσι λόγου ἀρχαίου πεποιημένοι τὴν μάθησιν, οὐκέτι ἐθέλουσι τῇ τῆς ἀληθείας ζητήσει ἐμφιλοχωροῦντες ταλαιπωρεῖν, οὐ δὲ νεωτέραν τινὰ μεταμαθεῖν ἀμφ’αὐτῷ δόξαν, ἀλλὰ ἀεὶ αὐτοῖς τὸ μὲν παλαιότερον ὑγιέςτε δοκεῖ καὶ ἔντιμον εἶναι, τὸ δὲ κατ’αὐτοὺς εὐκαταφρόνητον νομίζεται εἶναι καὶ ἐπὶ τὸ γελοιῶδες χωρεῖ.

8.6.10πρὸς δὲ τούτοις τανῦν οὐ περὶ νοερῶν νοητῶν τινος ἀφανῶν ἄλλως γίγνεται ζήτησις, ἀλλὰ περὶ ποταμοῦτε καὶ χώρας · ἅπερ χρόνος οὔτε ἀμείβειν οὔτε πη ἀποκρύψασθαι ἴσχυσεν.

8.6.11τε γὰρ πεῖρα ἐγγὺς καὶ ὄψις ἐς μαρτυρίαν ἱκανωτάτη, οὐδέντε παρεμποδισθήσεσθαι οἶμαι τοῖς τὸ ἀληθὲς εὑρέσθαι ἐν σπουδῇ ἔχουσιν.

8.6.12 τοίνυν Ἁλικαρνασεὺς Ἡρόδοτος ἐν τῇ τῶν ἱστοριῶν τετάρτῃ φησὶ μίαν μὲν εἶναι τὴν γῆν ξύμπασαν, νομίζεσθαι δὲ εἰς μοίραςτε καὶ προσηγορίας τρεῖς διαιρεῖσθαι, Λιβύηντε καὶ Ἀσίαν καὶ Εὐρώπην.

8.6.13καὶ αὐτῶν Λιβύης μὲν καὶ τῆς Ἀσίας Νεῖλον τὸν Αἰγύπτιον ποταμὸν μεταξὺ φέρεσθαι, τὴν δὲ δὴ Ἀσίαντε καὶ Εὐρώπην διορίζειν τὸν Κόλχον Φᾶσιν. εἰδὼς δέ τινας ἀμφὶ Τανάϊδι ποταμῷ ταῦτα οἴεσθαι, καὶ τοῦτο ἐν ὑστέρῳ ἐπεῖπε.

8.6.14καί μοι οὐκ ἄπο καιροῦ ἔδοξεν εἶναι αὐτὰ τοῦ Ἡροδότου τὰ γράμματα τῷ λόγῳ ἐνθεῖναι ὧδέ πη ἔχοντα Οὐ δὲ ἔχω συμβαλέσθαι ἀπὸ τοῦ μιῇ ἐούσῃ γῇ ὀνόματα τριφάσια κέαται, ἐπωνυμίην ἔχοντα γυναικῶν, καὶ ὁρίσματα αὐτῇ Νεῖλόςτε Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις Κόλχος.

8.6.15οἱ δὲ Τάναϊν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσιν. ἀλλὰ καὶ τραγῳδοποιὸς Αἰσχύλος ἐν Προμηθεῖ τῷ Λυομένῳ εὐθὺς ἀρχόμενος τῆς τραγῳδίας τὸν ποταμὸν Φᾶσιν τέρμονα καλεῖ γῆςτε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης.

8.6.16 κἀκεῖνο δέ μοι ἐν τῷ παρόντι εἰρήσεται, ὡς τούτων δὴ τῶν τὰ τοιαῦτα σοφῶν οἱ μὲν τὴν Μαιῶτιν οἴονται Λίμνην ἀπεργάζεσθαι τὸν Εὔξεινον Πόντον, καὶ αὐτοῦ τὸ μὲν ἐν ἀριστερᾷ, τὸ δὲ ἐν δεξιᾷ τῆς Λίμνης χωρεῖν, μητέρατε διὰ τοῦτο τοῦ Πόντου καλεῖσθαι τὴν Λίμνην.

8.6.17ταῦτάτέ φασι τεκμηριούμενοι, ὅτι δὴ ἐκ τοῦ καλουμένου Ἱεροῦ τούτου δὴ τοῦ Πόντου ἐκροὴ ἐπὶ Βυζαντίου καθάπερ τις ποταμὸς κάτεισι, καὶ ἀπ’αὐτοῦ πέρας εἶναι τοῦτο τοῦ Πόντου οἴονται.

8.6.18οἱ δὲ τοῦ λόγου κατηγοροῦντες ἀποφαίνουσιν ὅτι δὴ μία τις ἐξ Ὠκεανοῦ ξύμπασα θάλασσα οὖσα καὶ οὐδαμῆ ἑτέρωθι ἀπολήγουσα ἐς γῆν τὴν Λαζῶν κατατείνει, πλήν γε εἰ μή τις, φασὶ, τὸ ἐν τοῖς ὀνόμασι διαλλάσσον ἑτερότητα εἴπῃ, ὅτι δὴ τὸ ἐνθένδε θάλασσα Πόντος ὠνόμασται.

8.6.19εἰ δὲ τὰ ῥεύματα ἐκ τοῦ Ἱεροῦ καλουμένου κάτεισιν ἐς Βυζάντιον, οὐδὲν τοῦτο πρᾶγμα. τὰ γὰρ ἐν πορθμοῖς ἅπασι ξυμπίπτοντα πάθη οὐδενὶ λόγῳ φαίνεται εἴκοντα, οὐ δέ τις αὐτὰ φράσαι πώποτε ἱκανὸς γέγονεν.

8.6.20ἀλλὰ καὶ Σταγειρίτης Ἀριστοτέλης, σοφὸς ἀνὴρ ἐν τοῖς μάλιστα, ἐν Χαλκίδι τῇ τῆς Εὐβοίας τούτου δὴ ἕνεκα γεγονὼς, κατανοῶντε τὸν ταύτῃ πορθμὸν, ὅνπερ Εὔριπον ὀνομάζουσι, καὶ λόγον τὸν φυσικὸν ἐς τὸ ἀκριβὲς διερευνᾶσθαι βουλόμενος, ὅπως δὴ καὶ ὅντινα τρόπον ἐνίοτε μὲν τὰ τοῦ πορθμοῦ τούτου ῥεύματα ἐκ δυσμῶν φέρεται, ἐνίοτε δὲ ἐξ ἡλίου ἀνατολῶν, καὶ κατὰ ταῦτα πλεῖν τὰ πλοῖα ξύμπαντα ἐνταῦθα ξυμβαίνει, ἢν δέ ποτε τοῦ ῥοῦ ἐξ ἀνίσχοντος ἡλίου ἰόντος, ἀρξαμένωντε τῶν ναυτῶν ἐνθένδε ξὺν τῇ τοῦ ῥοθίου ἐπιρροῇ ναυτίλλεσθαι, ᾗπερ εἰώθει, ἀπ’ἐναντίας αὐτοῦ τὸ ῥεῦμα ἴῃ, ὅπερ πολλάκις ἐνταῦθα φιλεῖ γίνεσθαι, ἀναστρέφει μὲν τὰ πλοῖα ταῦτα εὐθὺς ἔνθεν ὥρμηται, τὰ δὲ ἄλλα ἐκ δυσμῶν ἐπὶ θάτερα πλεῖ, καίπερ αὐτοῖς τῶν ἀνέμων τινὸς ὡς ἥκιστα ἐπιπνεύσαντος, ἀλλὰ γαλήνηςτε βαθείας τινὸς καὶ νηνεμίας ἐνταῦθα οὔσης, ταῦτα Σταγειρίτης ἐννοῶντε καὶ ἀνακυκλῶν ἐπὶ χρόνου μῆκος, δυσθανατῶν ἐπὶ ξυννοίᾳ ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου.

8.6.21οὐ μὴν ἀλλὰ κἀν τῷ τὴν Ἰταλίαντε καὶ Σικελίαν διείργοντι πορθμῷ πολλὰ τῷ παραλόγῳ γίνεσθαι πέφυκε. δοκεῖ γὰρ ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους τὸ ῥεῦμα ἐκεῖσε ἰέναι.

8.6.22καίτοι ἐξ Ὠκεανοῦ καὶ Γαδείρων τῆς θαλάσσης πρόοδος γίνεται. ἀλλὰ καὶ ἴλιγγοι ἐξαπιναίως ἐνταῦθα συχνοὶ ἀπ’οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας τὰς ναῦς διαχρῶνται.

8.6.23καὶ διὰ τοῦτο οἱ ποιηταὶ λέγουσι πρὸς τῆς Χαρύβδεως ῥοφεῖσθαι τὰ πλοῖα, ὅσα ἂν τύχῃ τηνικάδε ὄντα ἐν τῷ πορθμῷ τούτῳ.

8.6.24οὗτοι δὲ ταῦτα δὴ ἅπαντα οἴονται τὰ πλείστῳ παραλόγῳ ἐν πᾶσι ξυμβαίνοντα τοῖς πορθμοῖς, ἐκ τῆς ἄγχιστα οὔσης ἑκατέρωθεν ἠπείρου ξυμβαίνειν. βιαζόμενον γάρ φασι τῇ στενοχωρίᾳ τὸ ῥόθιον ἐς ἀτόπους τινὰς καὶ λόγον οὐκ ἐχούσας ἀνάγκας χωρεῖν.

8.6.25ὥστε εἰ καὶ ῥοῦς ἐκ τοῦ Ἱεροῦ καλουμένου ἐς Βυζάντιον δοκεῖ φέρεσθαι, οὐκ ἄν τις τήντε θάλασσαν καὶ τὸν Εὔξεινον Πόντον ἀπολήγειν ἰσχυρίσαιτο ἐνταῦθα εἰκότως.

8.6.26οὐ γὰρ ἐπὶ στερρᾶς τινος λόγος ὅδε φύσεως ἕστηκεν, ἀλλ’ στενοχωρία κἀνταῦθα νικάτω. οὐ μὴν οὐ δὲ παντάπασι τὸ τοιοῦτον ταύτῃ πη ἔχει.

8.6.27λέγουσι γὰρ οἱ ἀσπαλιεῖς τῶν τῇδε χωρίων ὡς οὐχ ὅλος δὴ εὐθὺ τοῦ Βυζαντίου ῥοῦς κάτεισιν, ἀλλ’αὐτοῦ τὰ μὲν ἄνω, ἅπερ ἡμῖν διαφανῆ ἐστι, κατὰ ταῦτα ἰέναι ξυμβαίνει, τὰ μέντοι ἔνερθεν, ἵνα δὴ ἄβυσσός ἐστίτε καὶ ὠνόμασται, τὴν ἐναντίαν τοῖς ἄνω διαρρήδην χωρεῖν, ἔμπαλίντε τοῦ φαινομένου ἐσαεὶ φέρεσθαι.

8.6.28ταῦτά τοι, ἐπειδὰν ἄγραν μετιόντες ἰχθύων τὰ λίνα ἐνταῦθά πη ἀπορρίψωσι, ταῦτα δὲ ἀεὶ τῷ ῥεύματι βιαζόμενα τὴν ἐπὶ τὸ Ἱερὸν φέρεσθαι.

8.6.29ἐν δὲ Λαζικῇ πανταχόθεν γῆ τῆς θαλάσσης ἀποκρουομένη τὴν πρόοδον καὶ ἀναχαιτίζουσα τὸν αὐτῆς δρόμον, πρῶτόντε καὶ μόνον ἀπολήγειν αὐτὴν ἐνταῦθα ποιεῖ, τοῦ δημιουργοῦ δηλονότι τὰ ὅρια σφίσι τῇδε θεμένου.

8.6.30ἁπτομένη γὰρ θάλασσα τῆς ταύτῃ ἠϊόνος οὔτε πρόσω χωρεῖ οὔτε πη ἐς ὕψος ἐπαίρεται μεῖζον, καίπερ πανταχόθεν ἀεὶ περιρρεομένη ποταμῶν ἐκβολαῖς ἀναρίθμωντε καὶ ὑπερφυῶν ἄγαν, ἀλλ’ἀναποδίζουσα ὀπίσω ἐπάνεισιν αὖθις καὶ μέτρον διαριθμουμένη τὸ ταύτης ἴδιον, διασώζει τὸν ἐξ αὐτῆς ὅρον, ὥσπερ τινὰ δειμαίνουσα νόμον, ἀνάγκῃτε τῇ ἀπ’αὐτοῦ ἐς τὸ ἀκριβὲς σφιγγομένη καὶ φυλασσομένη μή τι τῶν ξυγκειμένων ἐκβᾶσα φανείη.

8.6.31τὰς γὰρ ἄλλας ἁπάσας τῆς θαλάσσης ἀκτὰς οὐκ ἀπ’ἐναντίας αὐτῇ, ἀλλ’ἐκ πλαγίου ξυμβαίνει κεῖσθαι. ἀλλὰ περὶ μὲν τούτων γινωσκέτωτε καὶ λεγέτω ἕκαστος ὅπη αὐτῷ φίλον.

8.7

8.7.1ὅτου δὲ Χοσρόης ἕνεκα Λαζικῆς μεταποιεῖσθαι διὰ σπουδῆς εἶχεν ἤδη μὲν πρόσθεν μοι ἐρρήθη · δὲ δὴ αὐτόντε καὶ Πέρσας μάλιστα πάντων ἐς τοῦτο ἤνεγκεν, ἐνταῦθα δηλώσω, ὅτι δὴ καὶ χώραν τήνδε περιηγησάμενος ξύμπασαν σαφῆ τὸν περὶ τούτου πεποίηκα λόγον.

8.7.2πολλάκις οἱ βάρβαροι οὗτοι, Χοσρόου σφίσιν ἡγουμένου, στρατῷ μεγάλῳ ἐμβαλόντες ἐς Ῥωμαίων τὴν γῆν οὐκ εὐδιήγητα μὲν τοῖς πολεμίοις ἐπήνεγκαν πάθη, ἅπερ μοι ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις ἐρρήθη, αὐτοῖς δὲ ὄφελος οὐ δ’ὁτιοῦν ἀπενεγκαμένοις ἐνθένδε τοῖςτε χρήμασι καὶ τοῖς σώμασι προσκεκακῶσθαι ξυνέπεσε. πολλοὺς γὰρ ἀποβεβληκότες ἀεὶ ἀπηλλάσσοντο ἐκ Ῥωμαίων τῆς γῆς.

8.7.3διὸ δὴ ἐς ἤθη ἐπανιόντες τὰ πάτρια Χοσρόῃ ὡς λαθραιότατα ἐλοιδοροῦντο καὶ διαφθορέα τοῦ Περσῶν γένους αὐτὸν ἀπεκάλουν.

8.7.4καί ποτε καὶ ἐκ Λαζικῆς ἐπανήκοντες, ἐπειδὴ ἐνταῦθα πάθεσιν ἔτυχον ὡμιληκότες ἀνηκέστοις τισὶ, ξυστήσεσθαίτε ἐκ τοῦ ἐμφανοῦς ἐπ’αὐτὸν ἔμελλον καὶ διαχρήσεσθαι θανάτῳ οἰκτίστῳ, εἰ μὴ προμαθὼν ἐφυλάξατο, θωπείᾳ πολλῇ τοὺς ἐν σφίσι λογιμωτάτους περιελθών.

8.7.5καὶ ἀπ’αὐτοῦ ἀπολογεῖσθαι τὴν κατηγορίαν ἐθέλων μέγα τι ὄφελος Περσῶν τῇ ἀρχῇ ἐκπορίζεσθαι διὰ σπουδῆς εἶχε. πόλει γοῦν Δάρας αὐτίκα ἐγκεχειρηκὼς ἀπεκρούσθη ἐνθένδε, ὥσπερ μοι εἴρηται, ἐς ἀπόγνωσίντε τῆς τοῦ χωρίου ἐπικρατήσεως παντάπασιν ἦλθεν.

8.7.6οὐ δὲ γὰρ αὐτὸ ἐξ ἐπιδρομῆς ἐξαιρήσειν τὸ λοιπὸν εἶχεν, οὕτω φυλασσομένων τῶν ἐκείνῃ φρουρῶν, οὐ μὴν οὐ δὲ πολιορκῶν μηχανῇ τινι περιέσεσθαι αὐτῶν ἤλπιζε.

8.7.7τάτε γὰρ ἄλλα τῶν ἐπιτηδείων ἐσαεὶ ἐν πόλει Δάρας διαρκῶς ἐστιν ἐξεπίτηδες ἀποκείμενα, ὅπως δὴ ἐς μέγα τι χρόνου διαρκέσειε μῆκος, καὶ πηγὴ ἄγχιστά πη φυομένη ἐν χώρῳ κρημνώδει ποταμὸν ἀπεργάζεται μέγαν, ὅσπερ τῆς πόλεως εὐθὺ φέρεται, οὐ δυναμένων τῶν ἐπιβουλεύειν ἐφιεμένων ἑτέρωσέ πη αὐτὸν ἀποτρέπειν τρόπῳ τῳ ἄλλῳ διὰ τὴν δυσχωρίαν βιάζεσθαι.

8.7.8ἐπειδὰν δὲ τοῦ περιβόλου ἐντὸς γένηται, τήντε πόλιν περιιὼν ξύμπασαν καὶ τὰς ταύτῃ δεξαμενὰς ἐμπλησάμενος εἶτα ἔξεισιν, ὡς ἀγχοτάτωτε τοῦ περιβόλου ἐς χάος ἐμπεσὼν ἀφανίζεται. καὶ ὅπη ποτὲ τὸ ἐνθένδε ἐκδίδωσιν οὐδενὶ γέγονε φανερὸν ἐς τόδε τοῦ χρόνου.

8.7.9τοῦτο δὲ τὸ χάος οὐκ ἐπὶ παλαιοῦ γεγονὸς ἔτυχεν, ἀλλὰ χρόνῳ πολλῷ ὕστερον τὴν πόλιν Ἀναστάσιος βασιλεὺς ἐδείματο ταύτην φύσις αὐτὸ τοῦ χωρίου ἀπαυτοματίσασα ἔθετο, καὶ διὰ τοῦτο ξυμβαίνει τοῖς προσεδρεύειν ἐθέλουσιν ἀμφὶ πόλιν Δάρας πιέζεσθαι ὕδατος ἀπορίᾳ πολλῇ.

8.7.10ταύτης οὖν, ὥσπερ μοι εἴρηται, ἀποτυχὼν Χοσρόης τῆς πείρας ἐς ἔννοιαν ἦλθεν ὡς, ἢν καὶ πόλιν οἱ Ῥωμαίων ἑτέραν τινὰ παραστήσασθαι δυνατὰ εἴη, ἀλλὰ καθίζεσθαι οὐ μή ποτε οἷόςτε εἴη ἐν μέσῳ Ῥωμαίων, ὀχυρωμάτων τοῖς πολεμίοις ἀπολελειμμένων ὀπίσω πολλῶν.

8.7.11καὶ Ἀντιόχειαν γὰρ τούτου δὴ εἵνεκα ἐς ἔδαφος καθελὼν ἡνίκα ἐξεῖλεν, ἀπηλλάγη ἐκ Ῥωμαίων τῆς γῆς. διὸ δὴ μετεωρισθεὶς τὴν διάνοιαν ἐπὶ μακροτέρας ἐλπίδος ὠχεῖτο, διερευνώμενος ἀμήχανα ἔργα.

8.7.12ἀκοῇ γὰρ ἔχων ὅντινα τρόπον ἐπ’ἀριστερᾷ Πόντου τοῦ Εὐξείνου οὗτοι δὴ βάρβαροι, οἳ ἀμφὶ τὴν Μαιῶτιν ᾤκηνται Λίμνην, καὶ ἀδεῶς κατατρέχουσι Ῥωμαίων τὴν γῆν, οὕτω καὶ Πέρσαις Λαζικὴν ἔχουσι πόνῳ οὐδενὶ δυνατὰ ἔσεσθαι ἔλεγεν, ἡνίκα ἂν βουλομένοις , εὐθὺ Βυζαντίου ἰέναι, οὐδαμῆ διαπορθμευομένοις τὴν θάλασσαν, ὥσπερ καὶ τὰ ἄλλα βαρβαρικὰ ἔθνη, ταύτῃ ἵδρυται, ἐσαεὶ δρῶσι.

8.7.13διὰ ταῦτα μὲν Λαζικῆς Πέρσαι μεταποιοῦνται. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.

8.8

8.8.1Χοριάνης μὲν οὖν καὶ Μήδων στρατὸς ἐστρατοπεδεύσαντο ἀμφὶ ποταμὸν Ἵππιν. ἐπειδὴ δὲ ταῦτα Γουβάζηςτε, Κόλχων βασιλεὺς, ἔμαθε καὶ Δαγισθαῖος, ὅσπερ ἡγεῖτο τοῦ Ῥωμαίων στρατοῦ, ἐπίκοινα βουλευσάμενοι ἦγον ἐπὶ τοὺς πολεμίους τὸ Ῥωμαίων καὶ Λαζῶν στράτευμα.

8.8.2γενόμενοίτε Ἵππιδος τοῦ ποταμοῦ ἐπὶ θάτερα καὶ αὐτοῦ ἐνστρατοπεδευσάμενοι τὰ παρόντα ἐν βουλῇ εἶχον, πότερα μένουσίτε αὐτοῖς καὶ δεχομένοις ἐπιόντας τοὺς πολεμίους ξυνοίσει μᾶλλον ἐπὶ τοὺς πολεμίους σφίσιν ἰτέον, ὅπως δὴ θάρσους τοῦ σφετέρου ποιησάμενοι ἐπίδειξιν Πέρσαις, ἔνδηλάτε τοῖς ἐναντίοις καταστησάμενοι ὡς καταφρονήματι ἐπ’αὐτοὺς ἴωσι, τῆςτε ξυμβολῆς αὐτῆς ἄρχοντες δουλῶσαι τῶν ἀνθισταμένων τὸ φρόνημα ἱκανοὶ εἶεν.

8.8.3ἐπειδήτε γνώμη ἐνίκα τῶν ἐπὶ τοὺς πολεμίους παρακαλούντων, ὥρμηντο ἐπ’αὐτοὺς εὐθὺς ἅπαντες. ἐνταῦθα Λαζοὶ Ῥωμαίοις ξυντάσσεσθαι οὐκέτι ἠξίουν, προτεινόμενοι ὅτι δὴ Ῥωμαῖοι μὲν οὔτε πατρίδος οὔτε τῶν ἀναγκαιοτάτων προκινδυνεύοντες ἐς τὸν ἀγῶνα καθίστανται, αὐτοῖς δὲ ὑπέρτε παίδων καὶ γυναικῶν καὶ γῆς τῆς πατρῴας κίνδυνός ἐστιν.

8.8.4ὥστε κἂν γυναῖκας τὰς σφετέρας ἐρυθριῷεν, εἰ σφίσι πρὸς τῶν ἐναντίων ξυμβαίη κρατεῖσθαι. ταύτῃ δὴ τῇ ἀνάγκῃ τὴν οὐκ οὖσαν αὐτοῖς ἀρετὴν αὐτοσχεδιάσειν ὑπώπτευον.

8.8.5πρῶτοίτε αὐτοὶ κατὰ μόνας ὤργων τοῖς πολεμίοις ὁμόσε ἰέναι, ὅπως αὐτοὺς μὴ ξυνταράξωσιν ἐν τῷ ἔργῳ Ῥωμαῖοι, οὐχ ὅμοια σφίσιν ἐς τὸν κίνδυνον προθυμούμενοι.

8.8.6ταῦτα νεανιευσαμένων Λαζῶν περιχαρὴς Γουβάζης γενόμενος μικρόντε ἄποθεν Ῥωμαίων αὐτοὺς ξυγκαλέσας τοιάδε παρεκελεύσατο Παραίνεσιν μὲν ἐς εὐψυχίαν ὁρμῶσαν οὐκ οἶδα εἴ τινα δεῖ πρὸς ὑμᾶς, ἄνδρες, ποιεῖσθαι.

8.8.7οἷς γὰρ τῶν πραγμάτων ἀνάγκη τὴν προθυμίαν ἀνίστησι, παρακελεύσεως ἂν οὐδεμιᾶς προσδεῖν οἴομαι, ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν.

8.8.8ὑπὲρ γυναικῶν γὰρ καὶ παίδων καὶ γῆς τῆς πατρῴας καὶ ἁπλῶς εἰπεῖν ὑπὲρ τῶν ὅλων κίνδυνός ἐστιν, ὑπὲρ ὧν ἡμῖν ἐπίασι Πέρσαι.

8.8.9τοῖς δέ τι ἀφαιρεῖσθαι τῶν ὑπαρχόντων βιαζομένοις οὐδεὶς τῶν πάντων παραχωρεῖ, ὑπερμάχεσθαι τῶν προσηκόντων ἀναγκαζούσης τῆς φύσεως.

8.8.10οὐκ ἀγνοεῖτε δὲ ὡς Πέρσαις τὴν πλεονεξίαν οὐδὲν ἵστησιν, ἐν ἐξουσίᾳ γεγονόσι τοῦ δύνασθαι, οὐ δὲ ἄρξουσι μόνον ἡμῶν τάξουσι φόρους τὰ ἄλλα κατηκόους ποιήσονται, εἴ τι μὴ ἐπιλελήσμεθα ὧν Χοσρόης ἐγκεχείρηκεν ἐφ’ἡμῖν οὐ πολλῷ πρότερον, ἢν νῦν περιέσονται ἡμῶν τῷ πολέμῳ.

8.8.11ἀλλὰ μη δὲ ἄχρι τοῦ λόγου προϊέτω μοι τὰ τῆς Περσῶν πείρας, μη δὲ διαλιπέτω τὸ Λαζῶν ὄνομα. οὐ χαλεπὸς δὲ, ἄνδρες, ἡμῖν πρὸς Μήδους ἀγὼν, πολλάκις αὐτοῖς καὶ ἐς χεῖρας ἐλθοῦσι καὶ ὑπερβαλλομένοις τῇ μάχῃ.

8.8.12τῷ γὰρ ξυνειθισμένῳ τὸ δύσκολον οὐδαμῆ πάρεστι, προδαπανηθείσης τῆς τοῦ ἔργου ταλαιπωρίας μελέτῃ καὶ πείρᾳ. ὥστε διὰ τοῦτο καὶ καταφρονεῖν τῶν πολεμίων ἅτε νενικημένων ἐν ξυμβολαῖς καὶ οὐχ ὁμοίως θρασυνομένων ἡμᾶς δεήσει.

8.8.13φρόνημα γὰρ δουλωθὲν ἅπαξ παλινδρομεῖν ἥκιστα εἴωθε. ταῦτα τοίνυν ἐκλογιζόμενοι μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς ἐναντίοις ὁμόσε χωρεῖτε.

8.8.14τοσαῦτα Γουβάζης εἰπὼν ἐξῆγε τὸ Λαζῶν στράτευμα, καὶ ἐτάξαντο ὧδε. πρῶτοι μὲν οἱ Λαζῶν ἱππεῖς τεταγμένοι ἀπ’ἐναντίας ᾔεσαν, ὄπισθεν δὲ οὐκ ἄγχιστά πη, ἀλλ’ὡς ἀπωτάτω, Ῥωμαίων ἵππος αὐτοῖς εἵπετο.

8.8.15τούτων δὲ δὴ τῶν Ῥωμαίων ἡγοῦντο Φιλήγαγόςτε, Γήπαις γένος, δραστήριος ἀνὴρ, καὶ Ἰωάννης Ἀρμένιος, διαφερόντως ἀγαθὸς τὰ πολέμια, Θωμᾶ υἱὸς, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, οὗ δὴ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην.

8.8.16ἐν ὑστέρῳ δὲ Γουβάζηςτε Λαζῶν βασιλεὺς καὶ Δαγισθαῖος Ῥωμαίων στρατηγὸς ξὺν τοῖς ἀμφοτέρων πεζοῖς εἵποντο, λογισάμενοι ὡς, εἰ τοῖς ἱππεῦσι τραπῆναι ξυμβαίη, ἐς αὐτοὺς ῥᾷστα σωθήσονται.

8.8.17Ῥωμαῖοι μὲν οὖν καὶ Λαζοὶ τῷ τρόπῳ τούτῳ ἐτάξαντο, Χοριάνης δὲ ἄνδρας μὲν χιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος τεθωρακισμένουςτε καὶ τὰ ἄλλα ἐξωπλισμένους ὡς ἄριστα, πρόσω ἐπὶ κατασκοπῇ ἔπεμψεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὄπισθεν ᾔει, φυλακτήριον ὀλίγων τινῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπών.

8.8.18προτερήσασα δὲ Λαζῶν ἵππος ἀτιμάζει τὰς ἐπαγγελίας οἷς ἔδρασεν, ἐπὶ τῶν ἔργων διαβαλοῦσα τὰς πρόσθεν ἐλπίδας.

8.8.19τοῖς γὰρ τῶν πολεμίων προδρόμοις ἐντετυχηκότες ἐξαπιναίως οὐκ ἐνεγκόντεςτε τὴν αὐτῶν ὄψιν, τρέψαντες αὐτίκα τοὺς ἵππους, κόσμῳ οὐδενὶ ὀπίσω ἀνέστρεφον, τοῖςτε Ῥωμαίοις ἐπειγόμενοι ἀνεμίγνυντο, ἐς αὐτοὺς οὐκ ἀπαξιοῦντες καταφυγεῖν, οἷς δὴ ξυντάσσεσθαι τὰ πρότερα ὤκνουν.

8.8.20ἐπειδὴ δὲ ἀμφότεροι ἀλλήλων ἄγχιστα ἵκοντο, χειρῶν μὲν τὰ πρότερα οὐδέτεροι ἦρχον οὐ δὲ ξυνέμισγον, ἀλλὰ τῶν ἐναντίων ἑκάτεροι ἐπιόντων μὲν ἀνεπόδιζον, ὑποχωρούντων δὲ ἐπεβάτευον, ἔςτε ὑπαγωγὰς καὶ παλινδιώξεις καὶ ἀγχιστρόφους μεταβολὰς πολύν τινα κατέτριψαν χρόνον.

8.8.21ἦν δέ τις Ἀρταβάνης ὄνομα ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ, Περσαρμένιος γένος, ὅσπερ ἐς Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους πολλῷ πρότερον ἀπηυτομοληκὼς ἔτυχεν, οὐχ ἁπλῶς, ἀλλὰ φόνῳ Περσῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν μαχίμων, Ῥωμαίοις τὴν ἐς αὐτοὺς πίστιν πεποιημένος ἐχέγγυον.

8.8.22Βαλεριανῷ γὰρ τότε στρατηγοῦντι ἐν Ἀρμενίοις ἐς ὄψιν ἐλθὼν ἄνδρας πεντήκοντα Ῥωμαίους οἱ αὐτῷ διδόναι ἐδεῖτο. τυχώντε ὧνπερ ἐβούλετο, ἐς φρούριον ἐν Περσαρμενίοις κείμενον ᾔει.

8.8.23οὗ δὴ ἑκατόντε καὶ εἴκοσι Περσῶν φυλακτήριον ὑπὸ τῷ φρουρίῳ αὐτὸν ξὺν τοῖς ἑπομένοις ἐδέξαντο, οὔπω ἔνδηλον ὄντα ὅτι δὴ μεταπορευθεὶς τὴν πολιτείαν νεωτερίζει.

8.8.24 δὲ τούςτε εἴκοσι καὶ ἑκατὸν κτείνας καὶ ξύμπαντα ληϊσάμενος τὰ ἐν τῷ φρουρίῳ χρήματα, μεγάλα ὑπερφυῶς ὄντα, παρὰ Βαλεριανὸν καὶ τὸ Ῥωμαίων στράτευμα ἦλθε, πιστόςτε σφίσιν ἀπ’αὐτοῦ φανεὶς Ῥωμαίοις τὸ λοιπὸν ξυνεστράτευεν.

8.8.25οὗτος Ἀρταβάνης ἐν ταύτῃ τῇ μάχῃ δύο ξὺν αὑτῷ τῶν Ῥωμαίων στρατιωτῶν ἐπαγόμενος ἐν μεταιχμίῳ ἐγένετο, οὗ δὴ ἀφίκοντο καὶ τῶν πολεμίων τινές.

8.8.26ἐφ’οὓς Ἀρταβάνης ὁρμήσας, τῶν Περσῶν ἕνα, ψυχῆςτε ἀρετῇ καὶ σώματος ἀλκῇ ἐπιεικῶς μέγαν, τῷ δόρατι εὐθὺς ἔκτεινεν, ἔκτε τοῦ ἵππου ῥίψας προσουδίζει χαμαί.

8.8.27τῶν δέ τις βαρβάρων παρὰ τῷ πεπτωκότι ἑστὼς ξίφει κατὰ κόρρης τὸν Ἀρταβάνην ἐπάταξεν οὐ καιρίαν πληγήν. ἅτερόςτε τῶν τῷ Ἀρταβάνῃ ἐπισπομένων, Γότθος γένος, τοῦτον δὴ τὸν ἄνδρα, τὴν χεῖρα ἔτι ἐν τῇ τοῦ Ἀρταβάνου κεφαλῇ ἔχοντα, κατὰ λαγόνα ἐπιτυχὼν τὴν εὐώνυμον διεχρήσατο.

8.8.28καὶ οἱ χίλιοι τοῖς ξυμπεπτωκόσιν ἐκπεπληγμένοι ὀπίσω ἐχώρουν, τόντε Χοριάνην σὺν τῷ ἄλλῳ Περσῶντε καὶ Ἀλανῶν στρατῷ ἔμενον καὶ οὐκ ἐς μακρὰν ἀνεμίγνυντο σφίσιν.

8.8.29ἤδη δὲ καὶ οἱ ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον πεζοὶ ἐς ἱππεῖς τοὺς σφετέρους ἀφίκοντο καὶ μάχη ἐν χερσὶν ἀμφοτέρωθεν ἦν.

8.8.30τότε δὴ Φιλήγαγόςτε καὶ Ἰωάννης, ἐλάσσους εἶναι ἐνεγκεῖν ἐπιοῦσαν τὴν τῶν βαρβάρων ἵππον οἰόμενοι, μάλιστα ἐπεὶ ἀπέγνωσαν τὴν Λαζῶν δύναμιν, ἀπὸ τῶν ἵππων ἀποθορόντες ταὐτὸ ποιεῖν ἀναγκάζουσι Ῥωμαίουςτε καὶ Λαζοὺς ἅπαντας.

8.8.31ἐς φάλαγγάτε ὡς βαθυτάτην ταξάμενοι πεζοὶ μετωπηδὸν ἀντίοι τοῖς πολεμίοις ἔστησαν ἅπαντες, τὰ δόρατα ἐπανατεινόμενοι σφίσιν.

8.8.32οἱ δὲ βάρβαροι οὐκ ἔχοντες τι γένωνται (οὔτε γὰρ ἐπιδραμεῖν πεζοῖς γε οὖσι τοῖς ἐναντίοις ἐδύναντο οὔτε αὐτῶν ξυνταράξαι τὴν φάλαγγα οἷοίτε ἦσαν) ἐπεὶ αὐτοῖς οἱ ἵπποι ταῖςτε τῶν δοράτων αἰχμαῖς καὶ τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαίτιζον, ἐπὶ τὰ τόξα ἔβλεπον ἅπαντες, ἐλπίδι θαρσοῦντες ὡς πλήθει βελῶν ῥᾷστα τοὺς πολεμίους ἐς φυγὴν τρέψονται.

8.8.33καὶ Ῥωμαῖοι ξὺν Λαζοῖς ἅπασι ταὐτὸ τοῦτο ἐποίουν. ἑκατέρωθέντε συχνὰ ἐς ἀλλήλους τοξεύματα ᾔει, ἔκτε ἀμφοτέρων πολλοὶ ἔπιπτον.

8.8.34Πέρσαι μὲν οὖν καὶ Ἀλανοὶ μάλιστα συνεχῆ τὰ βέλη πολλῷ ἔτι μᾶλλον οἱ ἐναντίοι ἀφίεσαν. ἀλλ’αὐτῶν τὰ πολλὰ ἐς τὰς ἀσπίδας ξυνέβαινεν ἀποκρούεσθαι. ἐν τούτῳ δὲ τῷ πολέμῳ Χοριάνῃ τῷ Περσῶν ἄρχοντι βεβλῆσθαι ξυνέβη.

8.8.35ὑφ’ὅτου μέντοι οὗτος ἀνὴρ βληθείη, φανερὸν οὐδενὶ γέγονε · τύχῃ γάρ τινι ἐκ τοῦ ὁμίλου ἰὼν ἄτρακτος ἔςτε τοῦ ἀνθρώπου τὸν αὐχένα παγεὶς εὐθυωρὸν αὐτὸν διεχρήσατο, ἑνόςτε θανάτῳ ἀνδρὸς τε μάχη ἐκλίθη καὶ πρὸς τοὺς Ῥωμαίους νίκη ἐχώρει.

8.8.36 μὲν γὰρ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἐπὶ στόμα πεσὼν ἔκειτο, δρόμῳ δὲ πολλῷ ἐπὶ τὸ χαράκωμα οἱ βάρβαροι ᾔεσαν, οἵτε Ῥωμαῖοι ξὺν τοῖς Λαζοῖς ἐπισπόμενοι πολλοὺς ἔκτεινον, ἐλπίδα ἔχοντες αἱρήσειν αὐτοβοεὶ τὸ τῶν ἐναντίων στρατόπεδον.

8.8.37ἀλλά τις τῶν Ἀλανῶν ἐς εὐψυχίας πέρι καὶ σώματος ἰσχύος εὖ ἥκων, τοξεύειντε συχνὰ ἐφ’ἑκάτερα διαφερόντως ἐξεπιστάμενος, ἐς τοῦ χάρακος τὴν εἴσοδον στενοτάτην οὖσαν εἱστήκει, ἐμπόδιόςτε τοῖς ἐπιοῦσι παρὰ δόξαν ἐπὶ πλεῖστον ἐγίνετο.

8.8.38Ἰωάννης δὲ, τοῦ Θωμᾶ παῖς, μόνος ὡς ἀγχοτάτω παρ’αὐτὸν ἥκων ἐξαπιναίως τὸν ἄνθρωπον δόρατι ἔκτεινεν, οὕτωτε Ῥωμαῖοι καὶ Λαζοὶ τοῦ στρατοπέδου ἐκράτησαν. καὶ τῶν βαρβάρων πλεῖστοι μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ λοιποὶ ἀπεκομίσθησαν ἐς τὰ πάτρια ἤθη, ὡς ἑκάστῳ δυνατὰ γέγονεν.

8.8.39αὕτη μὲν οὖν Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Κολχίδα γενομένη ἐς τοῦτο ἐτελεύτα. καὶ ἄλλη δὲ Περσῶν στρατιὰ τοὺς ἐν Πέτρᾳ φρουροὺς τῷτε τῶν ἐπιτηδείων πλήθει καὶ πᾶσι τοῖς ἄλλοις ἐπιρρώσαντες ἀνεχώρησαν.

8.9

8.9.1ἐν τούτῳ δὲ τάδε ξυνηνέχθη γενέσθαι. Λαζοὶ Δαγισθαῖον ἐς βασιλέα διέβαλλον, ἐς Βυζάντιον ἥκοντες, προδοσίαντε καὶ μηδισμὸν ἐπιφέροντες.

8.9.2Πέρσαις γὰρ αὐτὸν ἰσχυρίζοντο ἀναπεισθέντα οὐ βεβουλῆσθαι καταπεπτωκότος τοῦ Πέτρας περιβόλου ἐπιβατεῦσαι, τούςτε πολεμίους θυλάκους μεταξὺ ψάμμου ἐμπλησαμένους καὶ αὐτῶν τὰς ἐπιβολὰς ἀντὶ λίθων ποιησαμένους τοῦ περιβόλου ὅσα καταπεπτώκει ταύτῃ κρατύνασθαι.

8.9.3ἔλεγόντε ὡς Δαγισθαῖος, εἴτε χρήμασιν εἴτε ὀλιγωρίᾳ ἐς τοῦτο ἠγμένος, τὴν ἐπίθεσιν ἐς ἕτερόν τινα χρόνον ἀπέθετο, καὶ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι οἷόςτε ἐγεγόνει.

8.9.4αὐτὸν οὖν βασιλεὺς ἐν τῷ οἰκήματι καθείρξας ἐτήρει · Βέσσαν δὲ, ἐξ Ἰταλίας οὐ πολλῷ ἔμπροσθεν ἥκοντα, στρατηγὸν Ἀρμενίων καταστησάμενος ἐς Λαζικὴν πέμπει, ἄρχειν ἐπαγγείλας τοῦ ἐνταῦθα Ῥωμαίων στρατοῦ.

8.9.5οὗ δὴ καὶ Βενῖλος, Βούζου ἀδελφὸς, ξὺν στρατῷ ἤδη σταλεὶς ἔτυχε καὶ Ὀδόναχόςτε καὶ Βάβας ἐκ Θρᾴκης καὶ Οὐλίγαγος Ἔρουλος γένος.

8.9.6τε Ναβέδης ἐσβαλὼν ἐς Λαζικὴν στρατῷ ἄλλο μέν τι λόγου ἄξιον οὐδὲν ἔδρασεν, Ἀβασγοῖς δὲ ἀποστᾶσιν ἀπότε Ῥωμαίων καὶ Λαζῶν ἐπιχωριάσας τῇ στρατιᾷ ταύτῃ, παῖδας τῶν ἐν σφίσι λογίμων ἑξήκοντα ἐν ὁμήρων λόγῳ πρὸς αὐτῶν ἔλαβε.

8.9.7τότε δὲ ποιούμενος Ναβέδης ὁδοῦ πάρεργον, καὶ Θεοδώραν Ὀψίτῃ ξυνοικήσασαν (ὃς ἐγεγόνει Γουβάζου μὲν θεῖος, Λαζῶν δὲ βασιλεὺς) εὑρὼν ἐν Ἀψιλίοις εἷλεν, ἔςτε τὰ Περσῶν ἤθη ἀπήνεγκε.

8.9.8Ῥωμαία δὲ γένος γυνὴ ἐτύγχανεν οὖσα, ἐπεὶ ἐκ παλαιοῦ οἱ Λαζῶν βασιλεῖς ἐς Βυζάντιον πέμποντες βασιλέωςτε γνώμῃ ξυνιόντες ἐς κῆδός τισι τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς γυναῖκας ἐνθένδε γαμετὰς ἐκομίζοντο.

8.9.9καὶ Γουβάζης ἀμέλει Ῥωμαίας γυναικὸς ἐγεγόνει γένος. ὅτου δὲ ἕνεκα οἱ Ἀβασγοὶ οὗτοι ἐς ἀπόστασιν εἶδον, ἐγὼ δηλώσω.

8.9.10ἐπειδὴ βασιλεῖς τοὺς σφετέρους καθεῖλον, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, στρατιῶται Ῥωμαίων πρὸς βασιλέως στελλόμενοι ἐπεχωρίαζόντε αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ προσποιεῖσθαι τῇ Ῥωμαίων ἀρχῇ τὴν χώραν ἠξίουν, καινάτε αὐτοῖς ἄττα ἐπέταττον.

8.9.11οἷσπερ Ἀβασγοὶ βιαιοτέροις οὖσιν ἀτεχνῶς ἤχθοντο. δείσαντες οὖν μὴ Ῥωμαίων δοῦλοι τὸ λοιπὸν ἔσονται, τοὺς ἄρχοντας αὖθις κατεστήσαντο σφίσιν Ὀψίτην μὲν ὄνομα ἐς τῆς χώρας τὰ πρὸς ἀνίσχοντα ἥλιον, Σκεπαρνᾶν δὲ ἐς τὰ πρὸς ἑσπέραν.

8.9.12ἐς ἀγαθῶν γὰρ ἐκπεπτωκότες ἀπόγνωσιν τὰ πρότερον δόξαντα σφίσι μοχθηρὰ εἶναι τῶν ἐπιγενομένων ἅτε πονηροτέρων ὄντων, ὡς τὸ εἰκὸς, ἀντηλλάσσοντο, δύναμίντε ἀπ’αὐτοῦ τὴν Ῥωμαίων δειμαίνοντες Πέρσαις ὡς λαθραιότατα προσεχώρησαν. ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, Βέσσαν ἐκέλευε στράτευμα λόγου ἄξιον ἐπ’αὐτοὺς στεῖλαι.

8.9.13 δὲ πολλοὺς ἀπολεξάμενος τοῦ Ῥωμαίων στρατοῦ, καὶ ἄρχοντας ἐπιστήσας αὐτοῖς Οὐλίγαγόντε καὶ Ἰωάννην τὸν Θωμᾶ υἱὸν, αὐτίκα ἐπὶ τοὺς Ἀβασγοὺς ναυσὶν ἔπεμψεν. ἐτύγχανε δὲ ἅτερος μὲν τῶν ἐν Ἀβασγοῖς ἡγουμένων, Σκεπαρνᾶς ὄνομα, ἐν Πέρσαις τινὰ διατριβὴν ἔχων.

8.9.14μετάπεμπτος γὰρ ὀλίγῳ πρότερον παρὰ Χοσρόην ἀφῖκτο. δὲ δὴ ἕτερος, τὴν Ῥωμαίων μαθὼν ἔφοδον, τούςτε Ἀβασγοὺς ἅπαντας ἤγειρε καὶ ὑπαντιάζειν διὰ σπουδῆς εἶχεν.

8.9.15ἔστι δὲ χῶρος μετὰ τοὺς Ἀψιλίας ὅρους ἐν τῇ ἐς τὴν Ἀβασγίαν εἰσόδῳ τοιόσδε · ὄρος ὑψηλὸν ἐκ τῶν Καυκασίων ἀρχόμενον καὶ κατὰ βραχὺ ἐλασσούμενόντε καὶ ὑπολῆγον ὥσπερ τις κλῖμαξ κατατείνει καὶ τελευτᾷ ἐς τὸν Εὔξεινον Πόντον.

8.9.16καὶ φρούριον μὲν ἐχυρώτατόντε καὶ μεγέθους πέρι ἀξιολογώτατον ἐκ παλαιοῦ Ἀβασγοὶ ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους τούτου ἐδείμαντο.

8.9.17οὗ δὴ καταφεύγοντες ἐκκρούουσιν ἀεὶ τὰς τῶν πολεμίων ἐφόδους, οὐδαμῆ ἐχόντων τὴν δυσχωρίαν βιάζεσθαι. μία δὲ εἴσοδος εἰσάγουσά ἐστιν ἔςτε τὸ φρούριον τοῦτο καὶ ἐς τὴν ἄλλην Ἀβασγῶν χώραν, ἥπερ ἀνδράσι σύνδυο ἐρχομένοις ἀπόρευτος τυγχάνει οὖσα.

8.9.18μηχανὴ γὰρ οὐδεμία ἐστὶν ὅτι μὴ κατ’ἄνδρα καὶ μόλις πεζεύοντα ἐνθένδε ἰέναι. τῆςτε ἀτραποῦ ταύτης ὑπέρκειται φάραγξ ἐσάγαν σκληρὰ ἐκ τοῦ φρουρίου διήκουσα μέχρι ἐς τὴν θάλασσαν.

8.9.19φέρεται δὲ καὶ προσηγορίαν τῆς φάραγγος ἀξίαν χῶρος, ἐπεὶ αὐτὸν ἑλληνίζοντες οἱ τῇδε ἄνθρωποι τὰ Τραχέα καλοῦσιν.

8.9.20 μὲν οὖν Ῥωμαίων στόλος μεταξὺ ὁρίων τῶντε Ἀβασγῶν καὶ Ἀψιλίων κατέπλευσεν, Ἰωάννης δὲ καὶ Οὐλίγαγος ἐς τὴν γῆν τοὺς στρατιώτας ἀποβιβάσαντες πεζῇ ἐχώρουν, οἵτε ναῦται ταῖς ἀκάτοις ἁπάσαις παρὰ τὴν ἠϊόνα τῷ στρατῷ εἵποντο.

8.9.21ἐπειδὴ δὲ τῶν Τραχέων ὡς ἀγχοτάτω ἐγένοντο, ἐξωπλισμένουςτε ὁρῶσιν Ἀβασγοὺς ἅπαντας καὶ τῆς ἀτραποῦ ὕπερθεν, ἧς ἄρτι ἐμνήσθην, κατὰ τὴν φάραγγα ὅλην ἐν τάξει ἑστῶτας, ἀμηχανίᾳτε πολλῇ εἴχοντο θέσθαι τὰ σφίσι παρόντα οὐδαμῆ ἔχοντες, ἕως ἐν αὑτῷ πολλὰ λογισάμενος Ἰωάννης ἄκεσίν τινα τοῦ κακοῦ εὗρε.

8.9.22τὸν γὰρ Οὐλίγαγον ξὺν τῷ ἡμίσει τοῦ στρατοῦ ἐνταῦθα ἐάσας αὐτὸς τοὺς ἄλλους ἐπαγόμενος τὰς ἀκάτους ἐπλήρου. ἐρέσσοντέςτε χῶρον τὸν τῶν Τραχέων περιῆλθόντε καὶ διέβησαν ὅλον καὶ κατὰ νώτου τῶν πολεμίων ταύτῃ ἐγένοντο.

8.9.23ἄραντες οὖν τὰ σημεῖα ἐς αὐτοὺς ᾔεσαν. Ἀβασγοὶ δὲ τοὺς πολεμίους σφίσιν ἑκατέρωθεν ἐγκειμένους ἰδόντες ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, οὐ δὲ τὴν τάξιν ἐφύλασσον, ἐς ὑπαγωγὴν δὲ ξὺν πολλῇ ἀκοσμίᾳ τραπόμενοι πρόσω ἐχώρουν, οὕτω τῷ δέει καὶ τῇ ἀπ’αὐτοῦ ἀμηχανίᾳ συμποδιζόμενοι ὥστε οὔτε τὴν πατρῴαν σφίσι δυσχωρίαν ἔτι διαγινώσκειν ἐδύναντο οὔτε πη εὐπετῶς ἐνθένδε ἰέναι.

8.9.24Ῥωμαῖοι δὲ αὐτοῖς ἑκατέρωθεν ἐπισπόμενοίτε καὶ καταλαβόντες πολλοὺς ἔκτειναν. δρόμῳτε ξὺν τοῖς φεύγουσιν ἐς τὸ φρούριον ἀφικόμενοι ἀνακεκλιμένης ἔτι ἐπιτυγχάνουσι τῆς ταύτῃ πυλίδος. οἱ γὰρ φύλακες ἐπιθεῖναι τὰς θύρας οὐδαμῆ εἶχον, ἀλλὰ τοὺς φεύγοντας ἔτι ἐδέχοντο.

8.9.25τῶντε φυγόντων τοῖς διώκουσιν ἀναμιχθέντων ἐπὶ τὰς πύλας ἵενται ἅπαντες, οἱ μὲν ἐπιθυμίᾳ τοῦ σώζεσθαι, οἱ δὲ τοῦ τὸ φρούριον ἐξελεῖν.

8.9.26ἀνακεκλιμένας οὖν τὰς πύλας εὑρόντες συνεισέβαλον ἐς ταύτας ἀλλήλοις. οἱ γὰρ πυλωροὶ οὔτε διακρίνειν ἀπὸ τῶν πολεμίων τοὺς Ἀβασγοὺς εἶχον οὔτε τὰς πύλας ὑπερβιαζομένου τοῦ ὁμίλου ἐπιτιθέναι.

8.9.27καὶ οἱ μὲν Ἀβασγοὶ ἄσμενοι ἐντὸς τοῦ περιβόλου γενόμενοι ξὺν τῷ φρουρίῳ ἡλίσκοντο, Ῥωμαῖοι δὲ τῶν ἐναντίων κεκρατηκέναι οἰόμενοι πόνῳ δυσκολωτέρῳ ἐνταῦθα ὡμίλουν.

8.9.28τῶν γὰρ οἰκιῶν συχνῶντε οὐσῶν καὶ οὐ λίαν διεχουσῶν ἀλλήλων, ἀλλὰ καὶ τρόπον τείχους πανταχόθεν συμπεφραγμένων, Ἀβασγοὶ ἐς αὐτὰς ἀναβάντες καὶ σθένει παντὶ ἀμυνόμενοι, τοὺς πολεμίους κατὰ κορυφὴν ἔβαλλον, πόνῳ καὶ φόβῳ καὶ τῷ ἐς παῖδάςτε καὶ γυναῖκας ἐλέῳ καὶ τῇ ἐνθένδε ἀπορίᾳ ἐχόμενοι, ἕως Ῥωμαίοις ἐμπρῆσαι τὰς οἰκίας ἐς ἔννοιαν ἦλθε.

8.9.29πῦρ τοίνυν αὐταῖς πανταχόθεν ἀνάψαντες τοῦ ἀγῶνος παντάπασι τούτου ἐκράτησαν. Ὀψίτης μὲν οὖν, τῶν Ἀβασγῶν ἄρχων, ξὺν ὀλίγοις τισὶ φυγεῖν ἴσχυσεν, ἔςτε Οὔννους τοὺς πλησιοχώρους καὶ ὄρος τὸ Καυκάσιον ἀνεχώρησε.

8.9.30τοῖς δὲ δὴ ἄλλοις ξὺν ταῖς οἰκίαις ἐξηνθρακωμένοις τετεφρῶσθαι ξυνέβη, ὑπὸ ταῖς τῶν πολεμίων γεγονέναι χερσίν.

8.9.31ἐζώγρησαν δὲ Ῥωμαῖοι καὶ τὰς τῶν ἀρχόντων γυναῖκας ξὺν γόνῳ παντὶ, τοῦτε φρουρίου τὸν περίβολον ἐς ἔδαφος καθεῖλον καὶ τὴν χώραν ἔρημον κατεστήσαντο ἐκ τοῦ ἐπὶ πλεῖστον. Ἀβασγοῖς μὲν οὖν τὰ τῆς ἀποστάσεως ἐς τοῦτο ἐτελεύτα, ἐν δὲ Ἀψιλίοις ἐγένετο τάδε.

8.10

8.10.1Ἀψίλιοι μὲν ἐκ παλαιοῦ κατήκοοι Λαζῶν τυγχάνουσιν ὄντες. ἔστι δέ τι φρούριον ἐν ταύτῃ τῇ χώρᾳ ἐχυρὸν μάλιστα, Τζιβιλὴν αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι.

8.10.2τῶν δέ τις ἐν Λαζοῖς λογίμων, Τερδέτης ὄνομα, ὅσπερ εἶχε τὴν τοῦ καλουμένου μαγίστρου ἀρχὴν ἐν τούτῳ τῷ ἔθνει, Γουβάζῃ τῷ τῶν Λαζῶν βασιλεῖ προσκεκρουκώςτε καὶ χαλεπῶς ἔχων, Πέρσαις ὡμολόγησε λάθρα τοῦτο δὴ ἐνδώσειν τὸ φρούριον, στράτευμάτε Περσῶν ἐπαγόμενος ἐπὶ ταύτῃ τῇ πράξει ἐς Ἀψιλίαν ᾔει.

8.10.3καὶ ἐπεὶ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προτερήσας αὐτὸς ξὺν τοῖς ἑπομένοις οἱ Λαζοῖς ἐντὸς τοῦ περιβόλου ἐγένετο, ἐπεὶ οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες ἀπιστεῖν τῷ Λαζῶν ἄρχοντι οὐδαμῆ εἶχον, οὐδεμιᾷ ἐς αὐτὸν ὑποψίᾳ ἐχόμενοι. οὕτωτε ἀφικόμενον τὸ Περσῶν στράτευμα τῷ φρουρίῳ Τερδέτης ἐδέξατο.

8.10.4καὶ ἀπ’αὐτοῦ Μῆδοι οὐ Λαζικὴν μόνον, ἀλλὰ καὶ Ἀψιλίαν ἔχεσθαι τότε πρὸς αὐτῶν ᾤοντο. οὔτε δὲ Ῥωμαῖοι οὔτε Λαζοὶ ἀσχολίᾳ τῇ ἀμφὶ Πέτρᾳτε καὶ τῷ Μήδων στρατῷ πιεζόμενοι Ἀψιλίοις ἐπαμύνειν ἔσχον.

8.10.5ἦν δέ τις γυνὴ τῷ ἄρχοντι τοῦ ἐνταῦθα φυλακτηρίου, Ἀψιλία γένος, τὴν ὄψιν εὐπρεπὴς μάλιστα. ταύτης δὴ τῆς γυναικὸς ἐκτόπως ἐρασθεὶς ἐξαπιναίως τοῦ Περσῶν στρατεύματος ἄρχων τὰ μὲν πρῶτα πειρᾶν ἤρξατο, ἔπειτα δὲ, ἐπεί οἱ πρὸς τῆς γυναικὸς οὐδὲν προὐχώρει, βιάζεσθαι μελλήσει αὐτὴν οὐδεμιᾷ ἐνεχείρησεν.

8.10.6οἷς δὴ ὀξυθυμωθεὶς τῆς γυναικὸς ἀνὴρ, αὐτόντε νύκτωρ καὶ τοὺς ξὺν αὐτῷ ἐς τὸ φρούριον εἰσεληλυθότας ἅπαντας ἔκτεινε, παρανάλωμα τῆς τοῦ ἄρχοντος ἐπιθυμίας γεγενημένους, καὶ τὸ φρούριον ἔσχεν αὐτός. Ἀψίλιοίτε Κόλχων διὰ τοῦτο ἀπέστησαν, ἐπικαλοῦντες ὅτι δὴ σφᾶς πρὸς Περσῶν κακουμένους προσποιεῖσθαι οὐδαμῆ ἤθελον.

8.10.7ἀλλὰ Γουβάζης Ῥωμαίων χιλίους καὶ Ἰωάννην τὸν Θωμᾶ υἱὸν, οὗπερ ἔναγχος ἐπεμνήσθην, ἐπ’αὐτοὺς ἔπεμψεν · ὅσπερ αὐτοὺς πολλὰ τιθασσεύων ἐπαγαγέσθαι ἀμαχητὶ ἔσχε καὶ Λαζῶν κατηκόους κατεστήσατο αὖθις. τὰ μὲν οὖν ἀμφίτε Ἀψιλίοις καὶ Τζιβιλῇ τῷ φρουρίῳ τῇδε ἐχώρησεν.

8.10.8ὑπὸ τοῦτον δὲ τὸν χρόνον Χοσρόῃ ξυνέβη μη δὲ τὸν γόνον τῇ ἀπανθρωπίᾳ τῇ αὐτοῦ ἀνέπαφον μεῖναι. τῶν γάρ οἱ παίδων πρεσβύτατος Ἀνασώζαδος ὄνομα (δύναται δὲ τοῦτο τῇ Περσῶν φωνῇ ἀθανατίζων) προσκεκρουκὼς αὐτῷ ἔτυχεν, ἄλλατε πολλὰ τῇ ἐς τὴν δίαιταν παρανομίᾳ ἐξαμαρτὼν καὶ ταῖς γυναιξὶ τοῦ πατρὸς ὀκνήσει οὐδεμιᾷ ἐς εὐνὴν συνιών. τὰ μὲν οὖν πρῶτα φυγῇ τὸν παῖδα τοῦτον Χοσρόης ἐζημίωσεν.

8.10.9ἔστι δέ τις ἐν Πέρσαις Οὐαζαΐνη χώρα, ἀγαθὴ μάλιστα, οὗ δὴ πόλις Βηλαπατὼν καλουμένη οἰκεῖται, ἑπτὰ ἡμερῶν ὁδῷ Κτησιφῶντος διέχουσα.

8.10.10ἐνταῦθα τοῦ πατρὸς ἐπαγγείλαντος Ἀνασώζαδος οὗτος διατριβὴν εἶχε. τότε δὲ τῷ Χοσρόῃ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέχθη ἐξ ἀνθρώπων ἀφανισθῆναι ·

8.10.11νοσώδης γὰρ ἦν Χοσρόης φύσει. ἀμέλει καὶ τοὺς ἰατροὺς πανταχόθεν πολλάκις ἀμφ’αὑτὸν ἤγειρεν, ἐν τοῖς καὶ Τριβοῦνος ἰατρὸς ἦν, Παλαιστῖνος γένος.

8.10.12 δὲ Τριβοῦνος οὗτος λόγιος μὲν ἦν καὶ τὰ ἐς τέχνην τὴν ἰατρικὴν οὐδενὸς ἥσσων, ἄλλως δὲ σώφρωντε καὶ θεοφιλὴς καὶ τῆς ἐπιεικείας ἐς ἄκρον ἥκων.

8.10.13καί ποτε Χοσρόην κακῶς τοῦ σώματος ἔχοντα ἰασάμενος ἀπηλλάγη ἐκ τῆς Περσῶν χώρας, δῶρα πολλάτε καὶ λόγου ἄξια πρὸς τοῦ ἀνθρώπου κεκομισμένος.

8.10.14ἡνίκα τοίνυν ταύτης προτέρα ἐκεχειρία ἐγένετο, Ἰουστινιανὸν βασιλέα Χοσρόης τὸν ἰατρὸν τοῦτον συνδιαιτησόμενον αὑτῷ ἐς ἐνιαυτὸν ᾔτησε δοῦναι. τῆςτέ οἱ αἰτήσεως ἐπιτελεσθείσης, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐκέλευσε τὸν Τριβοῦνον Χοσρόης αἰτεῖσθαι ὅτου ἂν δέηται.

8.10.15 δὲ ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ὥστε οἱ Ῥωμαίων τῶν αἰχμαλώτων τινὰς Χοσρόην ἀφεῖναι.

8.10.16 δέ οἱ ἄλλουςτε τρισχιλίους ἀφῆκε καὶ ὅσους πρὸς ὄνομα ἐξῃτήσατο ἐν τοῖς αἰχμαλώτοις λογίμους ὄντας, κλέοςτε μέγα ἐκ τοῦ ἔργου τούτου ἐς πάντας ἀνθρώπους Τριβοῦνος ἔσχε. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.

8.10.17ἐπειδὴ δὲ Ἀνασώζαδος τὰ Χοσρόῃ τῷ πατρὶ ἀμφὶ τῇ νόσῳ ξυμπεσόντα ἔγνω, τῆς βασιλείας ἐπιβατεύων, νεώτερα πράγματα ἔπρασσε.

8.10.18τοῦτε πατρός οἱ ῥαΐσαντος, οὐδέν τι ἧσσον τήντε πόλιν αὐτὸς ἀποστήσας καὶ ὅπλα ἀντάρας ἐς τὸν πόλεμον ἀκμάζων ᾔει.

8.10.19ταῦτα Χοσρόης ἀκούσας στρατιάντε καὶ στρατηγὸν Φάβριζον ἐπ’αὐτὸν ἔπεμψε. νικήσας οὖν τῇ μάχῃ Φάβριζος ὑποχείριόντε τὸν Ἀνασώζαδον πεποιημένος παρὰ Χοσρόην οὐ πολλῷ ὕστερον ἤνεγκε.

8.10.20καὶ ὃς τοὺς τοῦ παιδὸς ὀφθαλμοὺς ἐλωβήσατο, οὐ τὰς ὄψεις ἀφελόμενος, ἀλλὰ βλέφαράτε ἄνω καὶ κάτω ἀκοσμίᾳ πολλῇ ἀντιστρέψας.

8.10.21περόνην γὰρ σιδηρᾶν πυρακτώσας τινὰ καὶ ταύτῃ μυόντοιν τοῖν τοῦ παιδὸς ὀφθαλμοῖν τὰ ἔξω χρίσας, οὕτω δὴ τῶν βλεφάρων τὸν κόσμον λωβήσασθαι ἔσχε.

8.10.22ταῦτα δὲ Χοσρόης τούτου δὴ ἕνεκα. ἐποίει μόνον, ὅπως ἂν τῷ παιδὶ ἀναστέλληται ἐπὶ τῇ βασιλείᾳ ἐλπίς. ἄνδρα γὰρ λώβῃ ἐχόμενον οὐκέτι νόμος ἐφίησι βασιλέα καθίστασθαι Πέρσαις, ὥσπερ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

8.11

8.11.1τῷ μὲν οὖν Ἀνασωζάδῳ τάτε τῆς τύχης καὶ τοῦ τρόπου ἐς τοῦτο ἐτελεύτα · τὸ δὲ πέμπτον ἔτος τῆς ἐκεχειρίας διήνυστο.

8.11.2καὶ Πέτρον μὲν ἄνδρα πατρίκιον, τὴν τοῦ μαγίστρου ἀρχὴν ἔχοντα, παρὰ Χοσρόην Ἰουστινιανὸς βασιλεὺς ἔστελλεν, ἐφ’ τὰς σπονδὰς ἀμφὶ τῇ ἑῴᾳ παντάπασι διοικήσονται.

8.11.3 δὲ αὐτὸν ἀπεπέμψατο, ἕψεσθαί οἱ ἄνδρα οὐκ ἐς μακρὰν ὑποσχόμενος τὸν ταῦτα διαθησόμενον, ὅπη ἑκατέροις ξυνοίσειν μέλλει.

8.11.4Ἰσδιγούσναντε αὖθις οὐ πολλῷ ὕστερον ἔπεμψεν, ὀφρυάζοντάτε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον, οὗ δὴ τε τῦφος καὶ τὸ φύσημα φορητὸν εἶναι Ῥωμαίων οὐδενὶ ἔδοξεν.

8.11.5ἐπήγετο δὲ τήντε γυναῖκα καὶ τὰς παῖδας καὶ τὸν ἀδελφὸν, ἑπομένωντε καὶ θεραπευόντων πάμπολυ πλῆθος. εἴκασεν ἄν τις ἐς παράταξιν τοὺς ἄνδρας ἰέναι.

8.11.6εἵποντο δὲ αὐτῷ καὶ δύο τῶν ἐν Πέρσαις λογιμωτάτων, οἳ δὴ καὶ διαδήματα ἐπὶ τῶν κεφαλῶν χρυσᾶ ἐφόρουν.

8.11.7ἔδακνέτε τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, ὅτι δὴ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς οὐ κατὰ πρεσβευτὴν, ἀλλὰ πολλῷ ἔτι μᾶλλον φιλοφροσύνηςτε καὶ μεγαλοπρεπείας ἠξίωσε.

8.11.8Βραδούκιος μέντοι ξὺν αὐτῷ ἐς Βυζάντιον οὐκέτι ἦλθεν, ἐπεὶ Χοσρόην φασὶν αὐτὸν ἐξ ἀνθρώπων ἀφανίσαι, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκόντα, πλήν γε δὴ ὅτι ὁμοτράπεζος τῷ Ῥωμαίων βασιλεῖ γέγονεν.

8.11.9οὐ γὰρ ἂν, ἔφη, ἑρμηνεύς γε ὢν ἐς τοῦτο ἀξιώματος πρὸς βασιλέως ἀφίκετο, εἰ μὴ καταπροδοὺς ἔτυχε τὰ Περσῶν πράγματα. τινὲς δὲ τὸν Ἰσδιγούσναν αὐτὸν διαβαλεῖν φασιν, ὡς λάθρα Ῥωμαίοις ἐς λόγους ἔλθοι.

8.11.10τὰ δὲ πρῶτα πρεσβευτὴς οὗτος βασιλεῖ ἐντυχὼν οὐ μικρὸν ἀμφὶ τῇ εἰρήνῃ, οὐ μέγα εἶπεν, ἀλλ’ᾐτιᾶτο Ῥωμαίους ἐς τὴν ἐκεχειρίαν ἠδικηκέναι, Ἀρέθαντε καὶ Σαρακηνοὺς τοὺς Ῥωμαίων ἐνσπόνδους Ἀλαμουνδάρῳ ἐν σπονδαῖς λυμήνασθαι φάσκων, ἄλλατε οὐκ ἀξιόλογα ἐπιφέρων ἐγκλήματα, ὧνπέρ μοι ἐπιμνησθῆναι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι.

8.11.11ἐν μὲν οὖν Βυζαντίῳ ταῦτα ἐπράσσετο. Βέσσας δὲ παντὶ τῷ Ῥωμαίων στρατῷ Πέτρας ἐς πολιορκίαν καθίστατο. Ῥωμαῖοι μὲν οὖν ἀμφὶ τὸ τεῖχος διώρυσσον, ἵνα δὴ καὶ Δαγισθαῖος τὰ πρότερα τὴν διώρυχα πεποιημένος τὸν περίβολον ταύτῃ καθεῖλεν. ὅτου δὲ δὴ ἕνεκα ἐς τὸν αὐτὸν χῶρον ὤρυσσον, ἐγὼ δηλώσω.

8.11.12οἱ τὴν πόλιν τὸ ἐξ ἀρχῆς ταύτην δειμάμενοι, ἐπὶ πέτρας μὲν ἔθεντο ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ τοῦ περιβόλου θεμέλια, ἐνιαχῆ δὲ καὶ ὑπὲρ χώματος αὐτὰ ξυνέβαινε κεῖσθαι.

8.11.13ἦν δέ τις τοῦ τείχους μοῖρα ἐς τῆς πόλεως τὰ πρὸς ἑσπέραν οὐ λίαν εὐρεῖα, ἧς δὴ ἑκατέρωθεν ἐπὶ πέτρας τινὸς σκληρᾶςτε καὶ ἀμηχάνου τοῦ περιβόλου τὰ θεμέλια ἐτεκτήναντο.

8.11.14ταύτην τοίνυν τὴν μοῖραν Δαγισθαῖόςτε τὰ πρότερα καὶ τανῦν Βέσσας διώρυσσον ὁμοίως, οὐκ ἐφιείσης τῆς τοῦ χωρίου φύσεως σφίσι περαιτέρω ἰέναι, ἀλλὰ τὸ τῆς διώρυχος μῆκος συμμετρούσηςτε αὐτοῖς καὶ πρυτανευούσης εἰκότως.

8.11.15ἡνίκα οὖν Πέρσαι μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν τὸ καταπεπτωκὸς τοῦτο τοῦ τείχους ἀνοικοδομήσασθαι ἤθελον, οὐ κατὰ τὰ πρότερα τὴν οἰκοδομίαν πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε.

8.11.16κάχληκος τὸν κενωθέντα ἐμπλησάμενοι χῶρον δοκοὺς παχείας αὐτοῦ ὕπερθεν ἔθεντο, ἅσπερ ἐνδελεχέστατα ξύσαντες ὁμαλάςτε παντάπασι καταστησάμενοι ἔζευξαν μὲν ἐς ἀλλήλας ἐς μέγα τι εὖρος, κρηπῖδα δὲ αὐτὰς ἀντὶ θεμελίων ποιησάμενοι τοῦ περιβόλου καθύπερθεν αὐτῶν ἐτεκτήναντο τὴν οἰκοδομίαν ἐμπείρως. ὅπερ οὐ ξυνέντες Ῥωμαῖοι ἔνερθεν τῶν θεμελίων ποιεῖσθαι τὴν διώρυχα ᾤοντο.

8.11.17καὶ τὸν χῶρον κενώσαντες ὅλον ἐκ τῶν δοκῶν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐπὶ πλεῖστον τῆς γῆς τὸν μὲν περίβολον κατασεῖσαι κατὰ πολὺ ἴσχυσαν, μοῖράτε αὐτοῦ ἐξαπιναίως κατεπεπτώκει, οὐ μέντοι οὔτε πη ἐπὶ θάτερα τὸ πεπτωκὸς τοῦτο ἐκλίθη οὔτε τις αὐτῷ τῶν λίθων ἐπιβολὴ ξυνεταράχθη, ἀλλ’ἀκραιφνὲς ὅλον εὐθείᾳ τινὶ καταβάσει, ὥσπερ ἐκ μηχανῆς, ἐς τὸν κενωθέντα χῶρον καταβὰν ἔστη, καὶ τὴν οἰκείαν ἐφύλασσε χώραν, οὐκ ἐς ὕψος ὅσον τὰ πρότερα, ἀλλ’ἔς τι ἧσσον.

8.11.18κενωθέντος οὖν παντὸς τοῦ τῶν δοκῶν ἔνερθεν χώρου ὑφιζάνειν αὐτὰς ἐνταῦθα ξὺν τῇ ὑπὲρ αὐτὰς οἰκοδομίᾳ πάσῃ ξυνέβη.

8.11.19τοῖς δὲ Ῥωμαίοις οὐ δ’ὣς ἐσβατὸν ἐγεγόνει τὸ τεῖχος. γὰρ τῶν Περσῶν ὅμιλος, ἡνίκα πολὺς ξὺν τῷ Μερμερόῃ ἐνταῦθα ἦλθε, μέγα τι χρῆμα τῇ πρόσθεν οἰκοδομίᾳ ἐνθέμενοι ὑψηλὸν ἐσάγαν τὸν περίβολον ἐτεκτήναντο.

8.11.20Ῥωμαῖοι μὲν οὖν, ἐπειδὴ τοῦ περιβόλου τὸ κατασεισθὲν αὖθις ἑστηκὸς εἶδον, διηποροῦντότε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο.

8.11.21οὔτε γὰρ διορύσσειν ἔτι ἠδύναντο, ἐς τοῦτο ἀποκεκριμένης τῆς κατώρυχος σφίσι, κριῷτε χρῆσθαι οὐδαμῆ εἶχον, ἐπεὶ ἐν μὲν τῷ ἀνάντει ἐτειχομάχουν, δὲ μηχανὴ αὕτη ἐφέλκεσθαι οὐχ οἵατέ ἐστιν ὅτι μὴ ἐν χωρίῳ ὁμαλῷτε καὶ λίαν ὑπτίῳ.

8.11.22τύχῃ δέ τινι ξυνεκύρησεν ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ εἶναι βαρβάρων τῶν Σαβείρων ὀλίγους τινὰς ἐξ αἰτίας τοιᾶσδε.

8.11.23οἱ Σάβειροι ἔθνος μέν ἐστιν Οὐννικὸν, ᾤκηνται δὲ ἀμφὶ τὰ Καυκάσια ὄρη, πάμπολυ πλῆθος μὲν ἐσάγαν ὄντες, ἐς ἀρχὰς δὲ πολλὰς ἐπιεικῶς διῃρημένοι.

8.11.24τούτων δὲ τῶν ἀρχόντων οἱ μέν τινές εἰσι τῷ Ῥωμαίων αὐτοκράτορι, οἱ δὲ τῷ Περσῶν βασιλεῖ ἐκ παλαιοῦ γνώριμοι. τοῖντε βασιλέοιν ἑκάτερος χρυσίον εἰώθει τακτὸν τοῖς αὑτοῦ ἐνσπόνδοις προΐεσθαι, οὐκ ἐπέτειον μέντοι, ἀλλ’ἡνίκα ἂν ἐς τοῦτο αὐτὸν χρεία ἐνάγοι.

8.11.25τότε οὖν Ἰουστινιανὸς βασιλεὺς τῶν Σαβείρων τούς οἱ ἐπιτηδείους ἐς τὴν ὁμαιχμίαν παρακαλῶν ἔστειλέ τινα τὸν τὰ χρήματα παρ’αὐτοὺς κομιοῦντα.

8.11.26 δὲ (πολεμίων γὰρ μεταξὺ ὄντων ἐς ὄρη τὰ Καυκάσια ἰέναι ξὺν τῷ ἀσφαλεῖ ἄλλωςτε καὶ χρήματα ἐπαγόμενος οὐδαμῆ εἶχεν) ἀφικνεῖται μὲν παράτε τὸν Βέσσαν καὶ τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἐς τὴν Πέτρας πολιορκίαν καθίστατο, παρὰ δὲ τοὺς Σαβείρους πέμψας ἐκέλευσεν αὐτῶν τινας ὅτι τάχιστα τοὺς τὰ χρήματα ληψομένους παρ’αὐτὸν ἥκειν, οἵτε βάρβαροι τρεῖς ἀπολεξάμενοι τῶν ἐν σφίσιν ἀρχόντων, ξὺν ὀλίγοις τισὶν ἐς Λαζικὴν εὐθὺς ἔπεμψαν · οἳ δὴ ἐνταῦθα γενόμενοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐς τήνδε τὴν τειχομαχίαν κατέστησαν.

8.11.27οὗτοι ἐπειδὴ Ῥωμαίους εἶδον ἀπογνόνταςτε καὶ ἀπορουμένους τὸ παρὸν θέσθαι, μηχανήν τινα ἐπετεχνήσαντο, οἵα οὔτε Ῥωμαίων οὔτε Περσῶν τινι, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἐς ἔννοιαν ἦλθε, καίτοι τεχνιτῶν μὲν πολὺς ὅμιλος ἐν ἑκατέρᾳ πολιτείᾳ γέγονέτε ἀεὶ καὶ τανῦν ἐστιν.

8.11.28ἐς χρείαν δὲ πολλάκις ἐς τὸν πάντα αἰῶνα κατέστησαν τῆς μηχανῆς ἑκάτεροι ταύτης, ἐς ἐρύματάτε τειχομαχοῦντες ἐν χωρίοις σκληροῖς καὶ δυσβάτοις τισὶ κείμενα · ἀλλ’αὐτῶν οὐδενὶ τὸ ἐνθύμημα τοῦτο γεγένηται, ὅπερ τούτοις δὴ τοῖς βαρβάροις τανῦν γέγονεν · οὕτως ἀεὶ προϊόντι τῷ χρόνῳ συννεωτερίζειν τῶν πραγμάτων τὰς ἐπινοίας φιλεῖ τῶν ἀνθρώπων φύσις.

8.11.29κριὸν γὰρ αὐτοσχεδιάζουσιν οἱ Σάβειροι οὗτοι, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ καινουργήσαντες ἑτέρῳ τῳ τρόπῳ.

8.11.30οὐ γὰρ δοκοὺς ἐς τὴν μηχανὴν ταύτην, οὐκ ὀρθὰς, οὐκ ἐγκαρσίας ἐμβέβληνται, ἀλλὰ ῥάβδους παχείας τινὰς ἐς ἀλλήλας ξυνδέοντες, καὶ αὐτὰς ἀντὶ τῶν δοκῶν πανταχόθι ἐναρμοσάμενοι, βύρσαιςτε τὴν μηχανὴν καλύψαντες ὅλην τὸ τοῦ κριοῦ διεσώσαντο σχῆμα, μίαν δοκὸν μόνην, ᾗπερ εἴθισται, κατὰ μέσην τὴν μηχανὴν ἁλύσεσιν ἀναρτήσαντες χαλαραῖς τισιν, ἧσπερ τὸ ἄκρον ὀξὺ γεγενημένον καὶ σιδήρῳ περικαλυφθὲν ὥσπερ βέλους ἀκὶς ἔμελλε συχνὰ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι.

8.11.31οὕτω δὲ κούφην τὴν μηχανὴν ἀπειργάσαντο, ὥστε οὐκέτι αὐτὴν πρὸς ἀνδρῶν τῶν ἔνδον ὄντων ἐφέλκεσθαι διωθεῖσθαι ἀναγκαῖον ἐγίνετο, ἀλλ’ἄνδρες τεσσαράκοντα, οἳ καὶ τὴν δοκὸν ἀνασύρειντε καὶ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι ἔμελλον, ἔνδον τῆς μηχανῆς ὄντες καὶ ὑπὸ τῶν βυρσῶν καλυπτόμενοι ἔφερον τὸν κριὸν ἐπὶ τῶν ὤμων οὐδενὶ πόνῳ.

8.11.32τρεῖς μὲν οὗτοι οἱ βάρβαροι μηχανὰς τοιαύτας εἰργάσαντο, τὰς δοκοὺς ξὺν τῷ σιδήρῳ ἐκ τῶν κριῶν ἀφελόμενοι, οὓς δὴ Ῥωμαῖοι ἐν παρασκευῇ ἔχοντες οὐχ οἷοίτε ἦσαν ἐς τὸ τεῖχος ἐφέλκειν · ὑποδύντες δὲ αὐτῶν ἑκάστην οὐχ ἥσσους κατὰ τεσσαράκοντα στρατιῶται Ῥωμαῖοι ἀριστίνδην ἀπολεχθέντες ὡς ἀγχοτάτω τοῦ τείχους ἔθεντο.

8.11.33ἑκατέρωθεν δὲ μηχανῆς ἑκάστης ἕτεροι ἵσταντο, τεθωρακισμένοιτε καὶ κράνεσι τὰς κεφαλὰς ἐς τὸ ἀκριβὲς κεκαλυμμένοι καὶ κοντοὺς ἔχοντες, ὧνπερ τὰ ἄκρα σιδηρίοις ἀγκιστροειδέσιν ἐρήρειστο, τούτου δὴ παρεσκευασμένων αὐτοῖς ἕνεκα, ὅπως, ἐπειδὰν τοῦ κριοῦ ἐς τὸν περίβολον ἐμβολὴ ξυγχέῃ τὰς τῶν λίθων ἐπιβολὰς, τούτοις δὴ τοῖς κοντοῖς περιαιρεῖντε τοὺς ξυγχεομένους τῶν λίθων καὶ ἀπορρίπτειν δυνατοὶ εἶεν.

8.11.34Ῥωμαῖοι μὲν οὖν ἔργου εἴχοντο καὶ τὸ τεῖχος ἤδη συχναῖς ταῖς ἐμβολαῖς κατεσείετο, οἱ δὲ τῶν μηχανῶν ἐφ’ἑκάτερα ὄντες τοῖς ἀγκιστροειδέσι κοντοῖς τῶν λίθων τοὺς ξυνταρασσομένους ἀπὸ τῆς κατὰ τὴν οἰκοδομίαν ξυνθήκης ἐρρίπτουν, ἁλώσεσθαίτε πόλις αὐτίκα δὴ μάλα ἐπίδοξος ἦν.

8.11.35οἱ δὲ Πέρσαι ἐπενόουν τάδε. ξύλινον πύργον, ὅσπερ αὐτοῖς ἐκ παλαιοῦ παρεσκεύαστο, καθύπερθεν τοῦ περιβόλου ἐτίθεντο, ἀνδρῶν ἔμπλεων τῶν ἐν σφίσι μαχιμωτάτων, ἥλοιςτε σιδηροῖς καὶ θώραξι τάςτε κεφαλὰς καὶ τὸ ἄλλο σῶμα περιβαλόντων.

8.11.36ἀγγεῖα δὲ θείουτε καὶ ἀσφάλτου ἐμπλησάμενοι καὶ φαρμάκου, ὅπερ Μῆδοι μὲν νάφθαν καλοῦσιν, Ἕλληνες δὲ Μηδείας ἔλαιον, πυρίτε ταῦτα ὑφάψαντες ἐπὶ τὰς μηχανὰς τῶν κριῶν ἔβαλλον, ἅσπερ ὀλίγου ἐμπιπράναι πάσας ἐδέησαν.

8.11.37ἀλλ’οἱ παρὰ ταύτας, ὥσπερ μοι ἐρρήθη, ἑστῶτες, τοῖς κοντοῖς, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐνδελεχέστατα περιαιροῦντες τὰ βαλλόμενα καὶ περικαθαίροντες, ἅπαντα ἐς τὸ ἔδαφος ἐκ τῶν μηχανῶν εὐθὺς ἐρρίπτουν.

8.11.38οὐκ ἐπὶ πολὺ δὲ πρὸς τὸ ἔργον τοῦτο ἀνθέξειν ὑπώπτευον. τὸ γὰρ πῦρ οὗ προσψαύσειεν ἐνεπίμπρα αὐτίκα, εἰ μὴ εὐθυωρὸν ἀποβληθείη. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.

8.11.39Βέσσας δὲ αὐτὸς τεθωρακισμένος καὶ ἅπαν ἐξοπλίσας τὸ στράτευμα κλίμακας πολλὰς ἐς τὸ πεπτωκὸς τοῦ τείχους προῆγε.

8.11.40καὶ λόγῳ τοσοῦτον παραθαρρύνας, ὅσον μὴ ἀμβλῦναι τοῦ καιροῦ τὴν ἀκμὴν, ἔργοις τῆς παρακελεύσεως τὰ λοιπὰ ἔνειμεν. ἀνὴρ γὰρ πλέον ἑβδομήκοντα γεγονὼς ἐτῶν καὶ παντάπασιν ἔξωρος ὢν ἤδη πρῶτος ἐπέβη τῆς κλίμακος.

8.11.41ἐνταῦθα μάχη καὶ ἀρετῆς ἐπίδειξις γίνεται Ῥωμαίοιςτε καὶ Πέρσαις οἵαν ἔγωγε κατὰ τοῦτον τὸν χρόνον οὐδαμῆ οἶμαι ξυνενεχθῆναι.

8.11.42τὸ μὲν γὰρ βαρβάρων πλῆθος εἰς δισχιλίους καὶ τριακοσίους ξυνῄει, Ῥωμαῖοι δὲ ἐς ἑξακισχιλίους ἐτύγχανον ὄντες.

8.11.43καὶ αὐτῶν ἑκατέρωθεν ὅσοι οὐ διεφθάρησαν τραυματίαι σχεδόν τι γεγόνασι πάντες, ὀλίγοιςτε λίαν ἐπ’ἀθῴοις τοῖς σώμασι περιεῖναι ξυνέβη. Ῥωμαῖοι μὲν οὖν τὴν ἀνάβασιν ἐβιάζοντο δυνάμει τῇ πάσῃ, Πέρσαι δὲ αὐτοὺς πόνῳ πολλῷ ἀπεκρούοντο.

8.11.44ἀμφοτέρωθεν δὲ κτεινομένων πολλῶν οὐ μακράν που ἐγένοντο τοῦ ἀπεῶσθαι τὸν κίνδυνον Πέρσαι. ὠθισμοῦ γὰρ πολλοῦ ἐν τῇ τῶν κλιμάκων ὑπερβολῇ γεγενημένου ἄλλοιτε Ῥωμαίων συχνοὶ ἅτε πολεμίοις καθύπερθεν οὖσι μαχόμενοι ἔθνησκον καὶ Βέσσας στρατηγὸς ἐς τὸ ἔδαφος πεσὼν ἔκειτο.

8.11.45καὶ τότε δὴ κραυγῆς ἐξαισίας πρὸς ἀμφοτέρων γεγενημένης οἱ μὲν βάρβαροι πανταχόθεν ξυρρέοντες ἐπ’αὐτὸν ἔβαλον, οἱ δὲ δορυφόροι ξυνέστησάντε σπουδῇ ἀμφ’αὐτὸν καὶ κράνη μὲν ἐν ταῖς κεφαλαῖς ἔχοντες, θώρακας δὲ ἀμπεχόμενοι πάντες, ἔτι μέντοι καθύπερθεν ταῖς ἀσπίσι φραξάμενοι καὶ ἐν χρῷ ξυνιόντες ἀλλήλοις, ὀροφῆς αὐτῷ σχῆμα ἐποίουν καὶ τόντε στρατηγὸν ὡς ἀσφαλέστατα ἔκρυψαν καὶ τὰ βαλλόμενα παντὶ σθένει ἀπεκρούοντο.

8.11.46καὶ πάταγος μὲν τῶν ἀεὶ πεμπομένων κἀν ταῖς ἀσπίσιντε καὶ τοῖς ἄλλοις ὅπλοις ἀποκαυλιζομένων πολὺς ἐγεγόνει, κραυγῇ δὲ καὶ ἄσθματι καὶ ταλαιπωρίᾳ ἕκαστος εἴχετο.

8.11.47Ῥωμαῖοίτε ἅπαντες τῷ στρατηγῷ ἀμύνειν ἐν σπουδῇ ἔχοντες ἔβαλον ἐς τὸ τεῖχος, οὐδένα ἀνιέντες καιρὸν, καὶ ταύτῃ τοὺς πολεμίους ἀνέστελλον.

8.11.48τότε δὴ Βέσσας (οὐ δὲ γὰρ ἐξανίστασθαι εἶχε, τῆς ὁπλίσεως ἀντιστατούσης, ἄλλωςτε καὶ τοῦ σώματός οἱ οὐκ εὐσταλοῦς ὄντος, ἦν γὰρ οὗτος ἀνὴρ εὔσαρκόςτε καὶ, ὅπερ ἐρρήθη, ἐσχατογέρων) οὐκ ἐς ἀμηχανίαν ἐξέπεσε, καίπερ ἐς τοσοῦτον κινδύνου ἥκων, ἀλλὰ βουλεύεταί τι ἐκ τοῦ αἰφνιδίου, ᾧπερ αὑτόντε καὶ τὰ Ῥωμαίων πράγματα διασώσασθαι ἔσχε.

8.11.49τοῖς γὰρ δορυφόροις ἐπέστελλε σύρειντε αὐτὸν ἐκ ποδὸς καὶ ὡς ἀπωτάτω τοῦ τείχους ἐφέλκειν.

8.11.50οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ αὐτὸν οἱ μὲν ἔσυρον, οἱ δὲ ξὺν αὐτῷ ὑπεχώρουν, τὰς μὲν ἀσπίδας ὕπερθεν ἐπ’ἀλλήλους ἔχοντες, τοσαύτην δὲ ποιούμενοι βάδισιν, ὅσον ἐκεῖνος ἐσύρετο, ὡς μὴ ἀπαρακάλυπτος γεγονὼς πρὸς τῶν πολεμίων βληθείη.

8.11.51ἐπειδὴ δὲ Βέσσας ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει, ἐξανίστατότε καὶ παρακελευσάμενος ἐπὶ τὸ τεῖχος ᾔει, τῆςτε κλίμακος ἐπιβατεύσας αὖθις ἐπὶ τὴν ἀνάβασιν ὥρμητο.

8.11.52ἐπισπόμενοι δὲ Ῥωμαῖοι πάντες ἔργα ἐς τοὺς πολεμίους ἐπεδείκνυντο ἀρετῆς ἄξια. περίφοβοίτε γενόμενοι Πέρσαι καιρὸν σφίσι τινὰ τοὺς ἐναντίους διδόναι ᾔτουν, ὅπως συσκευασάμενοι ἀπαλλάσσωνται τὴν πόλιν ἐνδόντες.

8.11.53Βέσσας δὲ δολώσεις αὐτοὺς ἐπιτεχνάσασθαι ὑποτοπάζων, ὅπως μεταξὺ κρατύνωνται τὸ τοῦ περιβόλου ὀχύρωμα, τὴν μὲν ξυμβολὴν καταπαύειν ἔφη οὐχ οἷόςτε εἶναι, τοὺς δὲ ἀμφὶ τῇ ὁμολογίᾳ βουλομένους αὐτῷ ξυγγενέσθαι, τῶν στρατοπέδων μαχομένων, οὐδέν τι ἧσσον εἰς ἑτέραν τινὰ ξὺν αὐτῷ ἰέναι τοῦ τείχους μοῖραν, δείξας τι χωρίον αὐτοῖς.

8.11.54τῶν δὲ οὐκ ἐνδεχομένων τὸν λόγον γίνεται μὲν αὖθις καρτερά τις μάχη καὶ ὠθισμὸς πολὺς, ἔτι δὲ ἀγχωμάλου τῆς ξυμβολῆς οὔσης ξυνηνέχθη τὸ τεῖχος ἑτέρωθι, οὗπερ διορύξαντες Ῥωμαῖοι πρότερον ἔτυχον, ἐξαπιναίως καταπεσεῖν. ἐνταῦθα οὖν πολλοὶ ἐξ ἀμφοτέρων ξυνέρρεον.

8.11.55καὶ Ῥωμαῖοι μὲν πλήθει τοὺς πολεμίους παρὰ πολὺ ὑπεραίροντες, καίπερ δίχα διῃρημένοι, πολλῷ ἔτι μᾶλλον βάλλοντέςτε καὶ ὠθοῦντες καρτερώτατα τοῖς ἐναντίοις ἐνέκειντο.

8.11.56Πέρσαι δὲ οὐκέτι ὁμοίως ἀντεῖχον, ἑκατέρωθι βιαζόμενοι, ἀλλὰ διαιρεθεῖσα ὀλιγανθρωπία ἐς ἄμφω τὰ μέρη διαφανὴς ἦν.

8.11.57οὕτω δὲ πονουμένων ἀμφοτέρων ἔτι τῶν στρατευμάτων καὶ οὔτε Περσῶν ἀποκρούεσθαι δυναμένων ἐγκειμένους σφίσι τοὺς πολεμίους οὔτε Ῥωμαίων βιάζεσθαι παντάπασι τὴν εἴσοδον οἵωντε ὄντων, νεανίας ἀνὴρ, Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱὸς, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, τὰ μὲν καταπεπτωκότα τοῦ περιβόλου καὶ τοὺς ἐνταῦθα ὠθισμοὺς εἴασεν, Ἀρμενίων δὲ τῶν οἱ ἑπομένων ἐπαγαγόμενος ὀλίγους τινὰς διὰ τοῦ κρημνώδους, ᾗπερ ἅπαντες τὴν πόλιν ἀνάλωτον εἶναι ὑπώπτευον, βιασάμενος ἀνέβη τοὺς ταύτῃ φρουρούς.

8.11.58κατάτε τὰς ἐπάλξεις γενόμενος ἕνα Περσῶν τῶν τῇδε ἀμυνομένων, ὅσπερ μαχιμώτατος ἐδόκει εἶναι, δόρατι ἔκτεινεν. ἐσβατόντε Ῥωμαίοις ξυνηνέχθη τρόπῳ τοιῷδε.

8.11.59Πέρσαι, οἳ ἐν πύργῳ τῷ ξυλίνῳ ἑστήκεσαν, μέγα τι χρῆμα τῶν πυρφόρων ἀγγείων ὑφῆψαν, ὅπως τῶν βαλλομένων τῷ περιόντι καταφλέξαι αὐτοῖς ἀνδράσι τὰς μηχανὰς οἷοίτε ὦσιν, οὐ δυναμένων τῶν ἀμυνομένων ἅπαντα τοῖς κοντοῖς διωθεῖσθαι.

8.11.60πνεῦμα δὲ νότου σκληρόντε καὶ ὑπερφυὲς ἄγαν ἐξαπιναίως ἐξ ἐναντίας αὐτοῖς ξὺν πολλῷ πατάγῳ ἐπιπεσὸν, τῶν τοῦ πύργου σανίδων ἀμηγέπη μιᾶς ἥψατο.

8.11.61οὐ ξυνιέντων δὲ αὐτίκα τῶν ἐνταῦθα Περσῶν (πόνῳ γὰρ καὶ θορύβῳ καὶ δέει καὶ ταραχῇ ἀμέτρῳ εἴχοντο ἅπαντες, τε ἀνάγκη αὐτοῖς παρῃρεῖτο τὴν αἴσθησιν) φλὸξ κατὰ βραχὺ αἰρομένη τῷτε τῆς Μηδείας ἐπωνύμῳ ἐλαίῳ καὶ οἷσπερ ἄλλοις ἐξήρτυτο τὸν πύργον ὅλον καὶ Πέρσας τοὺς ἐνταῦθα ἐνέπρησεν.

8.11.62ἐξηνθρακωμένοιτε ἅπαντες ἔπεσον, οἱ μὲν ἐντὸς τοῦ περιβόλου, οἱ δὲ τούτου ἐκτὸς, ἵνα δὴ αἵτε μηχαναὶ καὶ οἱ ἀμφ’αὐτὰς Ῥωμαῖοι ἑστήκεσαν · οὕτω δὲ καὶ οἱ ἄλλοι Ῥωμαῖοι, ὅσοι δὴ ἐς τοῦ περιβόλου τὰ καταπεπτωκότα ἐμάχοντο, ἐνδιδόντων σφίσι τῶν πολεμίων ἔςτε ὀλιγωρίαν ἐμπεπτωκότων, ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καὶ κατ’ἄκρας Πέτρα ἑάλω.

8.11.63τῶν μὲν οὖν Περσῶν ἐς πεντακοσίους ἐς τὴν ἀκρόπολιν ἀναδραμόντες καὶ τὸ ἐκείνῃ καταλαβόντες ὀχύρωμα ἡσυχῆ ἔμενον, τοὺς δὲ ἄλλους Ῥωμαῖοι, ὅσους οὐκ ἔκτειναν ἐν τῇ ξυμβολῇ, ἐζώγρησαν ἅπαντας ἐς τριάκοντα καὶ ἑπτακοσίους μάλιστα ὄντας.

8.11.64καὶ αὐτῶν ὀκτὼ μὲν καὶ δέκα ἀκραιφνεῖς εὗρον, οἱ δὲ λοιποὶ ἅπαντες τραυματίαι ὄντες ἐτύγχανον. ἔπεσον δὲ καὶ Ῥωμαίων πολλοίτε καὶ ἄριστοι, καὶ Ἰωάννης Θωμᾶ υἱὸς, λίθῳ τὴν κεφαλὴν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ πρός του τῶν βαρβάρων βληθεὶς ἔργατε θαυμαστὰ ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.

8.12

8.12.1τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Ῥωμαῖοι τῶν βαρβάρων τοὺς τὴν ἀκρόπολιν καταλαβόντας πολιορκοῦντες λόγους προὔφερον, τήντε σωτηρίαν αὐτοῖς προτεινόμενοι καὶ τὰ πιστὰ δώσειν ὑπὲρ τούτων ὁμολογοῦντες, ταύτῃ Πέρσας καραδοκοῦντες σφᾶς αὐτοὺς ἐγχειριεῖν σφίσιν.

8.12.2οἱ δὲ αὐτῶν οὐκ ἐνδεχόμενοι τοὺς λόγους ἐς ἀντίστασιν εἶδον, καίπερ οὐκ ἐπὶ πολὺ ἀνθέξειν τῇ ταλαιπωρίᾳ οἰόμενοι, ἀλλὰ δι’ἀρετὴν θανατῶντες.

8.12.3Βέσσας δὲ αὐτοὺς ἀποστῆσαι τῆς γνώμης ἐθέλων ἀντικαταστῆσαίτε ἐς τὴν τῆς σωτηρίας ἐπιθυμίαν, τῶν τινα Ῥωμαίων στρατιωτῶν ὡς πλησιαίτατα αὐτοῖς ἰέναι κελεύει παραίνεσίντέ τινα ἐς τοὺς ἀνθρώπους ποιήσασθαι, δηλώσας ὅσα δὴ ἐς αὐτοὺς εἰπεῖν βούλοιτο.

8.12.4καὶ ὃς ἀγχοτάτω γενόμενος ἔλεξε τοιάδε Τί πεπονθότες ἐφ’ὑμῖν αὐτοῖς, βέλτιστοι Πέρσαι, τὸν ὄλεθρον διατείνεσθε τοῦτον, ἐπιτηδεύοντες τὰ θανάσιμα σπουδῇ ἀλογίστῳ καὶ τῆς ἀρετῆς τὰ ἐπιτηδεύματα διαφανῶς ἀτιμάζοντες; οὐ γάρ ἐστιν ἀνδρεῖον τὸ τοῖς ἀμηχάνοις ἀντιστατεῖν, οὐ δὲ ξυνετὸν τὸ μὴ βούλεσθαι τοῖς κεκρατηκόσιν ὑπείκειν · οὐ δὲ μὴν ἄδοξον τὸ τύχῃ τῇ παρούσῃ ἑπομένους βιῶναι.

8.12.5ἀνάγκη γὰρ οὐ δὲ ἀγαθῆς τινος ἐλπίδος τυχοῦσα τὴν ἀτιμίαν ἐκφεύγει δικαίως, ἢν καὶ τῶν ἔργων περιβάλληται τὰ αἰσχρότατα. κακῷ γὰρ τῷ ἀμηχάνῳ τὸ σύγγνωμον ἕπεσθαι πέφυκε.

8.12.6μὴ τοίνυν τὴν ἀπόνοιαν ἐν προὔπτῳ ζηλοῦτε κινδύνῳ, μη δὲ τῆς σωτηρίας τὴν ἀλαζονείαν ἀλλάξασθε, ἀλλ’ἐνθυμεῖσθε ὡς ἀναβιώσεσθαι μὲν τοὺς τετελευτηκότας ἀδύνατον, οἱ δὲ περιόντες καὶ χρόνῳ διαχρήσονται σφᾶς αὐτοὺς ὕστερον, ἤν γε τοῦτο κρεῖσσον εἶναι δοκῇ.

8.12.7βουλεύσασθε οὖν τὴν ὑστάτην βουλὴν καὶ περισκοπεῖσθε τὰ ξύμφορα, ἐκεῖνο εἰδότες, ὡς ταῦτα ἂν τῶν βουλευμάτων τὰ βέλτιστα εἴη ἐν οἷς τὸ μεταμέλειν τοῖς βουλευσαμένοις ἐν ἐξουσίᾳ ἔσται.

8.12.8ὡς ἡμεῖς γε ὑμᾶς καὶ ζυγομαχοῦντας οἰκτείρομεν καὶ θανατώντων φειδόμεθα καὶ πρὸς τὸν βίον ἐνδιαθρυπτομένουςτε καὶ βλακεύοντας ἐλεεῖν ἀξιοῦμεν, Ῥωμαίοις Χριστιανοῖς νόμος.

8.12.9ἄλλοτε ὑμῖν περιέσται οὐδὲν, πλήν γε δὴ ὅτι τὴν πολιτείαν ἐπὶ τὰ βελτίω μεταβαλόντες Ἰουστινιανὸν ἀντὶ Χοσρόου κύριον ἕξετε · ὑπὲρ γὰρ τούτων ὑμῖν καὶ τὰ πιστὰ δώσειν ὁμολογοῦμεν.

8.12.10μὴ τοίνυν ὑμᾶς αὐτοὺς διαχρήσησθε, παρὸν σώζεσθαι. οὐ γὰρ εὐτυχὲς ἐμφιλοχωρεῖν τοῖς δεινοῖς ἐπ’οὐδεμιᾷ τὸ παράπαν ὀνήσει, ἐπεὶ οὐκ ἀνδραγαθίζεσθαι, ἀλλὰ θανατᾶν τοῦτό γε.

8.12.11γενναῖος δὲ ὃς ἂν ἐγκαρτερῇ τὰ δεινότατα, ἡνίκα τι προσδοκᾷ ἀπ’αὐτοῦ χρήσιμον. οὐ γὰρ ἐπαινοῦσι τὴν ἑκούσιον τελευτὴν ἄνθρωποι, ἔνθα δή τις ἐπίκειται κρείσσων τῷ κατ’αὐτὴν κινδύνῳ ἐλπὶς, ἀλλὰ βίου μὲν καταστροφὴ ἄχρηστος ἄνοια προπετὴς, τὸ δὲ εἰς θάνατον ἀνόητον θράσος τοῦ δραστηρίου πρόσχημα οὐκ εὐπρεπὲς τοῖς γε σώφροσιν εἶναι δοκεῖ.

8.12.12καίτοι καὶ τοῦτο ἐκλογίζεσθαι χρὴ, μή τι δόξητε καὶ εἰς τὸ θεῖον ἀγνωμονεῖν. εἰ γὰρ ἀπολεῖν ἐβούλετο, ἄνδρες, ὑμᾶς, οὐκ ἂν, οἶμαι, παραδεδώκει τοῖς διασώζειν ἐφιεμένοις.

8.12.13τὰ μὲν οὖν παρ’ἡμῶν τοιαῦτά ἐστι. βουλεύσεσθε δὲ ὑμεῖς δηλονότι, ὧνπερ ἀξίοις ὑμῖν ξυμβαίνει εἶναι.

8.12.14 μὲν παραίνεσις ταύτῃ πη εἶχε. Πέρσαι δὲ τοὺς λόγους οὐ δὲ ὅσον ἀκοῇ δέχεσθαι ἤθελον, ἀλλ’ἐθελοκωφοῦντες ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο.

8.12.15καὶ τότε, τοῦ στρατηγοῦ ἐγκελευσαμένου, Ῥωμαῖοι πῦρ τῇ ἀκροπόλει ἐμβέβληνται, τῷ τρόπῳ τούτῳ ἐνδώσειν τὰ σώματα σφίσι τοὺς πολεμίους οἰόμενοι.

8.12.16τῆς δὲ φλογὸς ἐπὶ μέγα χωρούσης οἱ βάρβαροι, τοῦ πάθους αὐτοῖς ἐν ὀφθαλμοῖς ὄντος, ἐξεπιστάμενοι ὅτι δὴ σφίσιν αὐτίκα δὴ μάλα τετεφρῶσθαι ξυμβήσεται, ἐλπίδα οὐδεμίαν ἔχοντες, οὐ δὲ εἰδότες καθ’ τι σωθήσονται ἀμυνόμενοι, οὐ δ’ὣς ὑποχείριοι τοῖς πολεμίοις γενέσθαι ἤθελον, ἀλλὰ ξὺν τῇ ἀκροπόλει εὐθὺς ἅπαντες, θαυμάζοντος τὰ ποιούμενα τοῦ Ῥωμαίων στρατοῦ, καταφλεγόμενοι διεφθάρησαν.

8.12.17δι’ὅσηςτε σπουδῆς Χοσρόης Λαζικὴν ἦγε, τηνικάδε φανερὸν γέγονεν · ὅς γε στρατιώτας μὲν τοὺς πάντων λογιμωτάτους ἀπολεξάμενος ἐν τῷ τῆς Πέτρας κατεστήσατο φυλακτηρίῳ, ὅπλα δὲ κατέθετο τοσαῦτα τὸ πλῆθος, ὥστε ληϊσαμένων αὐτὰ Ῥωμαίων στρατιώτῃ ἑκάστῳ πέντε ἀνδρῶν ἐπιβαλεῖν σκευὴν, καίτοι κἀν τῇ ἀκροπόλει πολλὰ καυθῆναι ξυνέβη.

8.12.18εὕρηται δὲ καὶ σίτου καὶ τεταριχευμένων κρεῶν μέγα τι χρῆμα καὶ τῶν ἄλλων ἐπιτηδείων, ὅσα δὴ ἔμελλε πενταετὲς τοῖς πολιορκουμένοις πᾶσιν ἐπαρκέσειν.

8.12.19οἶνον δὲ οὐκ ἔτυχον ἐνταῦθα καταθέμενοι Πέρσαι, πλήν γε ὅτι τόντε ὀξίνην καὶ διαρκῆ κύαμον.

8.12.20ἐπεὶ δὲ καὶ ὕδωρ ἐκ τοῦ ὀχετοῦ ἐπιρρέον ἐνταῦθα Ῥωμαῖοι εὗρον, ἐν θαύματι μεγάλῳ γενόμενοι διηποροῦντο, ἕως τὸν πάντα λόγον ἀμφὶ τοῖς κρυφίοις ὀχετοῖς ἔμαθον. τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.

8.12.21ἡνίκα Πέτραν Χοσρόης ἑλὼν τῇδε τὸ φυλακτήριον κατεστήσατο, εὖ εἰδὼς ὡς Ῥωμαῖοι προσεδρεύσουσι μὲν αὐτῇ μηχανῇ πάσῃ, εὐθὺς δὲ διελεῖν τὴν ὀχεταγωγίαν μελλήσει οὐδεμιᾷ ἐγχειρήσουσιν, ἐπενόει τοιάδε.

8.12.22τοῦτο δὴ τὸ ὕδωρ, ὅπερ ἐς τὴν πόλιν εἰσήγετο, ἐς τρεῖς διελὼν μοίρας κατώρυχάτε βαθεῖαν κομιδῆ ποιησάμενος, ὀχετοὺς ἐτεκτήνατο τρεῖς, τὸν ἕνα μὲν κάτω ἐς τῆς κατώρυχος ταύτης τὰ ἔσχατα, κόπρῳ καὶ λίθοις καλύψας ἄχρι ἐς τὰ τῆς κατώρυχος μέσα · ἐνταῦθάτε κρύψας τὸν δεύτερον, ὕπερθεν τὸν τρίτον ἐδείματο, ὑπὲρ γῆςτε ὄντα καὶ ὁρατὸν πᾶσιν · ὥστε τριώροφον κεκρυμμένως τὸν ὀχετὸν εἶναι.

8.12.23ὧνπερ οὐ ξυνέντες κατ’ἀρχὰς τῆς πολιορκίας Ῥωμαῖοι τοῦτον δὴ τὸν διαφανῆ ὀχετὸν διελόντες, ἐπίπροσθέντε οὐκ ἐπεξαγαγόντες τὸν ἐπὶ διώρυχι πόνον, ἀλλὰ τοῦ ἔργου πρὸ τῆς ἐνθένδε ἀπωλείας ἀποπαυσάμενοι, ᾤοντο ἐνδεῖν τοῖς πολιορκουμένοις τὸ ὕδωρ, σφαλλούσης αὐτοῖς τὴν διάνοιαν τῆς παρὰ τὸ πονεῖσθαι ὀλιγωρίας.

8.12.24τῆς δὲ προσεδρείας μηκυνομένης, τῶν τινας πολεμίων λαβόντες Ῥωμαῖοι ἔμαθον ἐκ τοῦ ὀχετοῦ τοὺς πολιορκουμένους ὑδρεύεσθαι.

8.12.25κατορύξαντες τοίνυν τὸν χῶρον εὑρίσκουσι τὸν δεύτερον ὀχετὸν ἐνταῦθά πη ὄντα, καὶ τοῦτον διελόντες αὐτίκα ᾤοντο ταύτῃ πᾶσαν κατειργάσθαι τῶν πολεμίων τὴν δύναμιν, οὐ δὲ τοῖς δευτέροις ἐν τῇ ἀπ’αὐτῶν διδασκαλίᾳ παιδευθέντες τὰ πρότερα.

8.12.26ἐπεὶ δὲ καὶ τὴν πόλιν ἑλόντες ἐπιρρέον, ὥσπερ μοι ἐρρήθη, ἐκ τοῦ ὀχετοῦ τὸ ὕδωρ εἶδον, ἐθαύμαζόντε καὶ ἀπορίᾳ πολλῇ εἴχοντο.

8.12.27τὸ δὲ γεγονὸς παρὰ τῶν αἰχμαλώτων ἀκούσαντες, τῆςτε τῶν πολεμίων ἐς τὰ ἔργα ἐπιμελείας καὶ τῆς σφετέρας παρὰ τοὺς πόνους ὀλιγωρίας ὀπίσω τῶν πραγμάτων ᾐσθάνοντο.

8.12.28τοὺς μὲν οὖν αἰχμαλώτους ἅπαντας Βέσσας εὐθὺς βασιλεῖ ἔπεμψε, τὸν δὲ Πέτρας περίβολον ἐς ἔδαφος καθεῖλεν, ὡς μὴ πράγματα οἱ πολέμιοι σφίσιν αὖθις παρέχωνται.

8.12.29καὶ αὐτὸν βασιλεὺς ἀποδεδειγμένης τῆς ἀρετῆς ἐπῄνεσεν ἐς τὰ μάλιστα καὶ τῆς εὐβουλίας, ὅτι δὴ ὅλον καθεῖλε τὸ τεῖχος.

8.12.30γέγονεν οὖν Βέσσας αὖθις οἷςτε εὐημέρησεν οἷςτε ἀρετῆς πεποίηται δήλωσιν ἀπόβλεπτος ἐς πάντας ἀνθρώπους.

8.12.31ἡνίκα μὲν γὰρ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο, ἐλπίδα Ῥωμαῖοι πολλὴν ἐπ’αὐτῷ εἶχον ἅτε ἀνδρειοτάτῳ διαγεγονότι τὰ πρότερα.

8.12.32ἐπεὶ δὲ αὐτῷ ἐνταῦθα δεδυστυχηκέναι ξυνέπεσε, Ῥώμηςτε οὕτω τοῖς Γότθοις ἁλούσης, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καὶ διεφθαρμένου ἐκ τοῦ ἐπὶ πλεῖστον Ῥωμαίων τοῦ γένους, βασιλεὺς μὲν Ἰουστινιανὸς οὕτω δὴ ἐς Βυζάντιον ἀναστρέψαντα στρατηγὸν κατεστήσατο ἐπὶ Πέρσας αὐτόν.

8.12.33διέσυρον δὲ τὴν πρᾶξιν ὡς εἰπεῖν ἅπαντες καὶ τὰ βασιλεῖ βεβουλευμένα ἐχλεύαζον, εἰ τῷ Βέσσᾳ τούτῳ, Γότθωντε ἡσσηθέντι κατὰ κράτος καὶ τυμβογέροντι γεγενημένῳ, πόλεμον τὸν Μηδικὸν ἐγχειρίσειεν ἐπὶ δυσμαῖς βίου.

8.12.34ἀλλὰ τούτων σχεδόν τι ἅπασι δεδογμένων, εὐτυχίᾳτε καὶ ἀρετῇ τοιᾷδε τῷ στρατηγῷ τῷδε ξυνηνέχθη χρῆσθαι. οὕτως ἄρα οὐχ ᾗπερ τοῖς ἀνθρώποις δοκεῖ, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα, ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται.

8.12.35τῷ γὰρ παραλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω.

8.13

8.13.1Μερμερόης δὲ, δείσας μή τι Πέτρᾳτε καὶ Πέρσαις τοῖς τῇδε ἀπολελειμμένοις φλαῦρον διὰ χρόνου μῆκος ξυμβαίη, ἄρας παντὶ τῷ στρατῷ ἐνταῦθα ᾔει, ἐπεὶ αὐτὸν καιρὸς μετὰ τὴν τοῦ χειμῶνος ὥραν ἐς τοῦτο ἐνῆγε.

8.13.2μεταξὺ δὲ τὰ ξυμπεσόντα μαθὼν ἅπαντα τῆς μὲν ὁδοῦ ταύτης τὸ παράπαν ἀπέσχετο, εὖ εἰδὼς ὅτι δὴ ἐκτὸς ποταμοῦ Φάσιδος ἄλλο τι χωρίον Λαζοῖς ὅτι μὴ τὸ ἐν Πέτρᾳ οὐκ ἦν.

8.13.3ἀναστρέψας δὲ καὶ καταλαβὼν τὰς ἐξ Ἰβηρίας ἐπὶ γῆν τὴν Κολχίδα εἰσόδους, ἵνα δὴ Φᾶσις διαβατός ἐστιν, αὐτόντε πεζῇ διαμείψας καὶ οὐχ ἥκιστα ποταμὸν, Ῥέοντα ὄνομα, οὐ δὲ αὐτὸν ἐκείνῃ ναυσίπορον ὄντα, τοῦτε Φάσιδος ἐν δεξιᾷ ταύτῃ γενόμενος ἐπὶ πόλιν, Ἀρχαιόπολιν ὄνομα, πρώτητε καὶ μεγίστη ἐν Λαζοῖς ἐστιν, ἐπῆγε τὸ στράτευμα.

8.13.4ἦσαν δὲ ὀλίγων χωρὶς ἱππεῖς ἅπαντες, καὶ αὐτοῖς ἐλέφαντες ὀκτὼ εἵποντο. ἐφ’ὧν δὴ ἔμελλον ἱστάμενοι Πέρσαι τοὺς πολεμίους ὥσπερ ἐκ πύργων κατὰ κορυφῆς ἐνθένδε βάλλειν.

8.13.5ὥστε εἰκότως ἄν τις Περσῶν τὴν ἐς τοὺς πολέμους ταλαιπωρίαντε καὶ ἐπιτέχνησιν ἀγασθείη, οἵ γε τὴν ἐξ Ἰβηρίας ἐς τὴν Κολχίδα ὁδὸν φέρουσαν, κρημνώδεσίτε νάπαις καὶ δυσχωρίαις λοχμώδεσι πανταχόθι ξυνεχομένην, ὕλαιςτε οὕτως ἀμφιλαφέσι καλυπτομένην, ὡς καὶ ἀνδρὶ εὐζώνῳ δοκεῖν ἀπόρευτον τὰ πρότερα εἶναι, οὕτως ὁμαλῆ κατεστήσαντο ὥστε οὐχ ὅσον τὴν ἵππον αὐτῶν ὅλην πόνῳ οὐδενὶ ἐνθένδε ἰέναι, ἀλλὰ καὶ τῶν ἐλεφάντων ὅσους βούλοιντο ἐπαγομένους ταύτῃ στρατεύειν.

8.13.6ἦλθον δὲ αὐτοῖς καὶ σύμμαχοι Οὖννοι ἐκ τῶν Σαβείρων καλουμένων δισχίλιοίτε καὶ μύριοι.

8.13.7ἀλλὰ δείσας Μερμερόης μὴ ἐς πλῆθος τοσοῦτον ὄντες οἱ βάρβαροι οὗτοι μήτε τι αὐτῷ ὑπακούειν ἐπαγγέλλοντι ἐθελήσωσιν, ἀλλὰ καί τι ἀνήκεστον ἐς τὸ Περσῶν στράτευμα δράσωσι, τετρακισχιλίους μὲν ξυστρατεύεσθαι σφίσιν εἴασε, τοὺς δὲ λοιποὺς χρήμασι πολλοῖς δωρησάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι.

8.13.8 δὲ Ῥωμαίων στρατὸς δισχίλιοι μὲν καὶ μύριοι ἦσαν, οὐ μὴν ἀγηγερμένοι ἐς ταὐτὸ ἅπαντες, ἀλλ’ἐν μὲν τῷ ἐν Ἀρχαιοπόλει φυλακτηρίῳ τρισχίλιοι ἦσαν, ὧν Ὀδόναχόςτε καὶ Βάβας ἦρχον, ἄμφω ἀγαθοὶ τὰ πολέμια ·

8.13.9οἱ δὲ δὴ ἄλλοι ἐντὸς τῶν ἐκβολῶν ποταμοῦ Φάσιδος ἐνστρατοπεδευσάμενοι ἔμενον, ἐκεῖνο διανοούμενοι, ὥστε ἤν πη ἐπισκήψῃ τῶν πολεμίων στρατὸς, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι βοηθοῖεν δυνάμει τῇ πάσῃ. ἦρχον δὲ αὐτῶν Βενῖλόςτε καὶ Οὐλίγαγος.

8.13.10ξυνῆν δὲ αὐτοῖς καὶ Οὐαράζης Περσαρμένιος, ἄρτι ἐξ Ἰταλίας ἥκων. δὴ Τζάνοι ὀκτακόσιοι εἵποντο.

8.13.11Βέσσας γὰρ, ἐπειδὴ τάχιστα τὴν Πέτραν εἷλε, πονεῖν μὲν ἔτι οὐδαμῆ ἤθελεν, ἐς δὲ Ποντικοὺς καὶ Ἀρμενίους ἀποχωρήσας ἐπεμελεῖτο ὡς ἔνι μάλιστα τῶν ἀπὸ τῆς ἀρχῆς αὐτοῦ πόρων, ταύτῃτε τῇ σμικρολογίᾳ τὰ Ῥωμαίων αὖθις πράγματα ἔσφηλεν.

8.13.12εἰ γὰρ εὐθὺς τότε νενικηκὼς, ᾗπέρ μοι εἴρηται, καὶ τὴν Πέτραν ἑλὼν ἐς τὰ Λαζῶντε καὶ Ἰβήρων ὅρια ἦλθε καὶ τὰς ἐκείνῃ δυσχωρίας ἐφράξατο, οὐκ ἄν, μοι δοκεῖ, ἔτι Περσῶν στράτευμα ἐς Λαζικὴν ᾔει.

8.13.13νῦν δὲ στρατηγὸς οὗτος τοῦ πόνου τούτου ὀλιγωρήσας μόνον οὐχὶ τοῖς πολεμίοις Λαζικὴν αὐτοχειρὶ παραδέδωκε, τῆς ἐκ βασιλέως ὀργῆς ὀλίγα φροντίσας.

8.13.14εἰώθει γὰρ Ἰουστινιανὸς βασιλεὺς ἐπιχωρεῖν τὰ πολλὰ τοῖς ἄρχουσιν ἁμαρτάνουσι, καὶ ἀπ’αὐτοῦ ἔςτε τὴν δίαιταν καὶ τὴν πολιτείαν ἐκ τοῦ ἐπὶ πλεῖστον παρανομοῦντες ἡλίσκοντο.

8.13.15ἦν δὲ Λαζῶν φρούρια δύο πρὸς αὐτοῖς μάλιστα τοῖς Ἰβηρίας ὁρίοις, Σκάνδατε καὶ Σαραπανίς. ἅπερ ἐν δυσχωρίαις κείμενα χαλεπαῖς τισι καὶ ὅλως δυσκόλοις δυσπρόσοδα ὑπερφυῶς ὄντα ἐτύγχανε.

8.13.16ταῦτα Λαζοὶ μὲν τὸ παλαιὸν πόνῳ πολλῷ ἐφρούρουν, ἐπεὶ ἐνταῦθα τῶν ἐδωδίμων τὸ παράπαν οὐδὲν φύεται, ἀλλὰ φέροντες ἄνθρωποι ἐπὶ τῶν ὤμων τὰ ἐπιτήδεια ἐσεκομίζοντο.

8.13.17βασιλεὺς δὲ Ἰουστινιανὸς κατ’ἀρχὰς τοῦδε τοῦ πολέμου Λαζοὺς ἀναστήσας ἐνθένδε Ῥωμαίων φρουρὰν στρατιωτῶν κατεστήσατο.

8.13.18οἳ δὴ οὐ πολλῷ ὕστερον, πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, τὰ φρούρια ταῦτα ἐξέλιπον, ἐπεὶ αὐτοὶ μὲν ἐλύμοις ἀποζῆν ὥσπερ οἱ Κόλχοι ἐς πλείω χρόνον, οὐκ εἰωθὸς σφίσιν, ὡς ἥκιστα εἶχον, Λαζοὶ δὲ αὐτοῖς μακρὰν ὁδὸν πορευόμενοι φέροντέςτε τὰ ἐπιτήδεια πάντα οὐκέτι ἀντεῖχον.

8.13.19Πέρσαι δὲ αὐτὰ καταλαβόντες ἔσχον, ἔντε ταῖς σπονδαῖς αὐτὰ Ῥωμαῖοι ἀπέλαβον τὰς ἀντιδόσεις Βώλουτε τοῦ φρουρίου καὶ τοῦ Φαραγγίου πεποιημένοι, ὥσπερ μοι ταῦτα ἐν τοῖς ἔμπροσθεν λόγοις πάντα ἐρρήθη.

8.13.20Λαζοὶ μὲν οὖν ταῦτα τὰ φρούρια ἐς ἔδαφος καθεῖλον, ὡς μὴ αὐτὰ Πέρσαι ἐπιτειχίσματα κατὰ σφῶν ἔχοιεν. Πέρσαι δὲ αὐτοῖν θάτερον, ὅπερ Σκάνδα καλοῦσιν, αὖθις οἰκοδομησάμενοι ἔσχον, τε Μερμερόης ἐπίπροσθεν ἦγε τὸν Μήδων στρατόν.

8.13.21ἦν δὲ πόλις ἐν τῷ πεδίῳ, Ῥοδόπολις ὄνομα, ἥπερ ὑπηντίαζε πρώτη τοῖς ἐς τὴν Κολχίδα ἐξ Ἰβηρίας ἐσβάλλουσιν, εὐέφοδόςτε καὶ ἐπιμαχωτάτη ἐς τὰ μάλιστα.

8.13.22διὸ δὴ αὐτὴν πολλῷ πρότερον δείσαντες Λαζοὶ τὴν Περσῶν ἔφοδον ἐς ἔδαφος καθεῖλον. ὅπερ ἐπεὶ οἱ Πέρσαι ἔμαθον, εὐθὺ Ἀρχαιοπόλεως ᾔεσαν.

8.13.23γνοὺς δὲ Μερμερόης τοὺς πολεμίους ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος ἐπ’αὐτοὺς ἤλαυνεν.

8.13.24ἄμεινον γάρ οἱ ἔδοξεν εἶναι τούτους πρότερον ἐξελόντι οὕτω δὴ ἐς τῆς Ἀρχαιοπόλεως τὴν πολιορκίαν καθίστασθαι, ὡς μὴ ὄπισθεν αὐτοὶ ἰόντες κακουργήσωσι τὸ Περσῶν στράτευμα.

8.13.25ὡς ἀγχοτάτω δὲ τοῦ Ἀρχαιοπόλεως περιβόλου γενόμενος ἠσπάσατο ἐρεσχελῶντε τοὺς ταύτῃ Ῥωμαίους, καί τι νεανιευσάμενος ὡς αὐτίκα δὴ μάλα ἐπανήξει σφίσι.

8.13.26βουλομένῳ γάρ οἱ αὐτῷ ἔφασκεν εἶναι Ῥωμαίους τοὺς ἄλλους προσειπεῖν πρότερον, οἳ δὴ ἐνστρατοπεδεύονται ἀμφὶ ποταμὸν Φᾶσιν.

8.13.27οἱ δὲ ἀποκρινάμενοι ἰέναι μὲν αὐτὸν ἐκέλευον ὅπη βούλοιτο, ἰσχυρίσαντο μέντοι ὡς, ἢν τοῖς ἐκείνῃ Ῥωμαίοις ἐντύχῃ, οὐ μή ποτε αὐτοῖς ἐπανήξει.

8.13.28ταῦτα ἐπεὶ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, κατωρρώδησάντε καὶ ἥσσους οἰόμενοι εἶναι φέρειν τῶν ἐπιόντων τὴν δύναμιν ἐς τὰς σφίσι παρεσκευασμένας ἀκάτους ἐμβάντες ποταμὸν Φᾶσιν διεπορθμεύσαντο ἅπαντες, τῶν σφίσι παρόντων ἐπιτηδείων, ὅσα μὲν διακομίζειν οἷοίτε ἦσαν, ἐν ταῖς ἀκάτοις ἐνθέμενοι, τὰ δὲ ἄλλα ἐς τὸν ποταμὸν ἐμβεβλημένοι, ὅπως μὴ αὐτοῖς οἱ πολέμιοι τρυφᾶν δύνωνται.

8.13.29γενόμενος οὖν ἐνταῦθα παντὶ τῷ στρατῷ Μερμερόης οὐ πολλῷ ὕστερον, ἔρημόντε παντάπασιν ἰδὼν τὸ τῶν πολεμίων στρατόπεδον ἤσχαλλέτε καὶ ἀπορούμενος ἐδυσφορεῖτο.

8.13.30καύσαςτε τὸ Ῥωμαίων χαράκωμα καὶ τῷ θυμῷ ζέων ἀνέστρεφεν αὐτίκα καὶ τὸ στράτευμα ἐπὶ τὴν Ἀρχαιόπολιν ἦγε.

8.14

8.14.1κεῖται δὲ Ἀρχαιόπολις ἐπὶ λόφου τινὸς σκληροῦ ἐσάγαν, καὶ ποταμὸς αὐτὴν παραρρεῖ ἐξ ὀρῶν κατιὼν, ἅπερ τῆς πόλεως καθύπερθέν ἐστι.

8.14.2πύλαι δὲ αὐτῇ αἱ μὲν κάτω εἰσὶ, φέρουσαι παρὰ τοῦ λόφου τὴν ὑπώρειαν, οὐκ ἀπρόσοδοι μέντοι, ἀλλ’ὅσον ἄνοδον ἐκ τοῦ πεδίου τινὰ ἐς αὐτὰς οὐχ ὁμαλῆ εἶναι · αἱ δὲ ἄνω ἐς τὸ κρημνῶδες ἐξάγουσαι αὐτὰς δυσπρόσοδοι ἐσάγαν εἰσί. χῶροι γὰρ λοχμώδεις πρὸ τούτων τῶν πυλῶν εἰσιν, ἐπὶ πλεῖστον διήκοντες.

8.14.3ἐπείτε ὕδατος ἄλλου τοῖς τῇδε ᾠκημένοις οὐδαμῆ μέτεστι, τείχη δύο ἐνθένδε οἱ τὴν πόλιν δειμάμενοι ἄχρι ἐς τὸν ποταμὸν ἐτεκτήναντο, ὅπως ἂν σφίσιν ἐν τῷ ἀσφαλεῖ τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι δυνατὰ εἴη. Μερμερόης οὖν παντὶ σθένει τειχομαχεῖν ἐνταῦθα σπουδάζωντε καὶ διατεινόμενος ἐποίει τάδε.

8.14.4πρῶτα μὲν τοῖς Σαβείροις ἐπήγγειλε κριοὺς παμπληθεῖς ἐργάζεσθαι, οἵους ἂν φέρειν ἄνθρωποι ἐπὶ τῶν ὤμων δυνατοὶ εἶεν, ἐπεὶ μηχανὰς μὲν τὰς συνειθισμένας τρόπῳ οὐδενὶ ἐς Ἀρχαιοπόλεως τὸν περίβολον ἐπάγεσθαι εἶχε, κατὰ τὸν τοῦ ὄρους πρόποδα κείμενον, ἠκηκόει δὲ ὅσα τοῖς Ῥωμαίων ἐνσπόνδοις Σαβείροις ἀμφὶ τὸ Πέτρας τεῖχος ἐργασθείη οὐ πολλῷ ἔμπροσθεν, καὶ τοῖς ἐπινενοημένοις ἑπόμενος τὴν ἐκ τῆς πείρας ὠφέλειαν μετῄει.

8.14.5οἱ δὲ τὰ ἐπαγγελλόμενα ἐποίουν. κριούςτε αὐτίκα συχνοὺς ἐτεκτήναντο, ᾗπέρ μοι ἔναγχος Ῥωμαίοις εἰργάσθαι Σαβείρους ἐρρήθη. ἔπειτα δὲ τοὺς μὲν Δολομίτας καλουμένους κατὰ τῆς πόλεως τὰ κρημνώδη στέλλει ἐνοχλεῖν ἐπιστείλας τοὺς ταύτῃ πολεμίους δυνάμει τῇ πάσῃ.

8.14.6οἱ δὲ Δολομῖται οὗτοι βάρβαροι μέν εἰσιν, ᾠκημένοι ἐν Πέρσαις μέσοις, οὐ μὴν κατήκοοι γεγόνασι βασιλέως τοῦ Περσῶν πώποτε.

8.14.7ἱδρυμένοι γὰρ ἐν ὄρεσιν ἀποτόμοιςτε καὶ ὅλως ἀβάτοις αὐτόνομοι ὄντες ἐκ παλαιοῦ διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου · μισθαρνοῦντες δὲ ἀεὶ συστρατεύουσι Πέρσαις ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσι.

8.14.8καὶ πεζοὶ μέν εἰσιν ἅπαντες, ξίφοςτε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ ἀκόντια ἐν ταῖς χερσὶ τρία.

8.14.9θεῖν δὲ λίαν ἔντε τοῖς κρημνοῖς καὶ τῶν ὀρῶν ταῖς ὑπερβολαῖς ἐξεπίστανται, ὥσπερ ἐν πεδίῳ ὑπτίῳ.

8.14.10καὶ διὰ τοῦτο Μερμερόης αὐτοὺς τῇδε τειχομαχεῖν ἔταξεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ πύλας τὰς κάτω τούςτε κριοὺς καὶ τοὺς ἐλέφαντας ἐπαγόμενος ᾔει.

8.14.11οἱ μὲν οὖν Πέρσαι ξὺν τοῖς Σαβείροις ἐς τὸ τεῖχος συχνὰ βάλλοντες, τοῖςτε τοξεύμασι καλύψαντες τὸν ταύτῃ ἀέρα, οὐ μακράν που ἐγένοντο ἀναγκάσαι τοὺς ἐνταῦθα Ῥωμαίους ἐκλιπεῖν τὰς ἐπάλξεις.

8.14.12οἱ δὲ Δολομῖται τὰ δοράτια ἐκ τῶν κρημνῶν ἐκτὸς τοῦ περιβόλου ἐσακοντίζοντες πολλῷ ἔτι μᾶλλον τοὺς κατ’αὐτοὺς πολεμίους ἐλύπουν.

8.14.13πανταχόθιτε Ῥωμαίοις τὰ πράγματα πονηράτε καὶ κινδύνων ἔμπλεα ἐγεγόνει, ἔσχατα ἐσχάτων κακὰ πάσχουσι.

8.14.14τότε δὴ Ὀδόναχόςτε καὶ Βάβας, εἴτε ἀρετὴν ἐνδεικνύμενοι εἴτε τῶν στρατιωτῶν ἀποπειρᾶσθαι βουλόμενοι, καί τι αὐτοὺς θεῖον ἐκίνησεν, εἴασαν μὲν τῶν στρατιωτῶν ὀλίγους τινὰς, οἷς δὴ ἐπέστελλον ἀπὸ τῶν ἐπάλξεων τοὺς τειχομαχοῦντας ἀμύνασθαι, τοὺς πλείστους δὲ ξυγκαλέσαντες βραχεῖάν τινα παρακέλευσιν ἐποιήσαντο καὶ ἔλεξαν τάδε Τὸν μὲν παρόντα κίνδυνον, ἄνδρες συστρατιῶται, καὶ τὴν περιλαβοῦσαν ἡμᾶς ἀνάγκην ὁρᾶτε.

8.14.15δεῖ δὲ ἡμᾶς τούτοις δὴ τοῖς κακοῖς ὡς ἥκιστα εἴκειν. τοὺς γὰρ εἰς ἀπόγνωσιν σωτηρίας ἐλθόντας τοῦτο ἂν διασώσασθαι δύναιτο μόνον, τὸ μὴ τῆς σωτηρίας ἐφίεσθαι · ἐπεὶ τῷ φιλοψύχῳ τὸ διαφθείρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον ἕπεσθαι πέφυκε.

8.14.16καὶ τόδε δὲ ὑμᾶς ἐννοεῖν ἐν τοῖς παροῦσι δεινοῖς δεήσει, ὡς ἐκ τῶν ἐπάλξεων τῶνδε ἀμυνομένοις τοὺς πολεμίους οὐκ ἐν βεβαίῳ τὰ τῆς σωτηρίας ἡμῖν κείσεται, ἢν καὶ τὴν ἀγωνίαν ὡς προθυμότατα διενέγκωμεν.

8.14.17μάχη γὰρ ἐκ διεστηκότων ξυνισταμένη ἀνδραγαθίζεσθαι οὐδενὶ ξυγχωρεῖ, ἀλλ’ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος.

8.14.18ἢν μέντοι ξυμβολὴ ξυσταδὸν γένηται, τάτε τῆς προθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον κρατήσει καὶ μετὰ τῆς ἀνδρίας νίκη χωρήσει.

8.14.19ἄνευ δὲ τούτων εὐημερήσαντες μὲν ἐν τῇ ξυμβολῇ οἱ ἀπὸ τοῦ περιβόλου μαχόμενοι οὐδὲν ἄν τι τῆς εὐημερίας ἀπόναιντο μέγα, ἐπεὶ ἐν μὲν τῷ παραυτίκα τοὺς πολεμίους σφίσιν ἀπεῶσθαι ξυμβαίνει, ἐς δὲ τὴν ὑστεραίαν κίνδυνος αὖθις ἐν ἀκμῇ γίνεται, καὶ κατὰ μικρὸν δὲ σφαλέντες αὐτοῖς, ὡς τὸ εἰκὸς, συνδιαφθείρονται τοῖς ὀχυρώμασιν.

8.14.20ἐκ χειρὸς δὲ τοὺς ἐναντίους νενικηκότες ἐν τῷ ἀσφαλεῖ τὴν σωτηρίαν τὸ λοιπὸν ἕξουσιν. ὧν ἐνθυμηθέντες ἴωμεν ἐπὶ τοὺς πολεμίους προθυμίᾳ τῇ πάσῃ, τὴν ἄνωθεν ἐπικουρίαν ἐπαγαγόμενοι, εὐέλπιδέςτε τῇ προσπεσούσῃ τανῦν ἀπογνώσει γεγενημένοι.

8.14.21τοὺς γὰρ ἐλπίδα σωτηρίας τινὸς ἐν σφίσιν αὐτοῖς οὐδαμῆ ἔχοντας τὸ θεῖον ἀεὶ διασώζεσθαι μάλιστα εἴωθε.

8.14.22τοσαῦτα Ὀδόναχόςτε καὶ Βάβας παρακελευσάμενοι τάςτε πύλας ἀνέῳγον καὶ τὸ στράτευμα δρόμῳ ἐξῆγον, ὀλίγων ἀπολελειμμένων ἐνταῦθά τινων ἐξ αἰτίας τοιᾶσδε.

8.14.23τῶν τις Λαζῶν τῇ προτεραίᾳ, λόγιμος μὲν ὢν ἐν τούτῳ τῷ ἔθνει, ἐν Ἀρχαιοπόλει δὲ ᾠκημένος, ἔπρασσε πρὸς Μερμερόην ἐπὶ τῇ πατρίδι προδοσίας πέρι.

8.14.24 δέ οἱ ἄλλο οὐδὲν ἐπήγγελλε χαρίζεσθαι Πέρσαις, πλήν γε δὴ ὅπως, ἡνίκα ἐς τειχομαχίαν καθιστῶνται, τὰ οἰκία ἐμπρήσῃ λάθρα, ἔνθα τε σῖτος καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων ἀπέκειτο.

8.14.25ἐπέστελλε δὲ ταῦτα, δυοῖν γενήσεσθαι τὸ ἕτερον λογισάμενος · γὰρ Ῥωμαίους περὶ τὸ πῦρ τοῦτο σπουδάζοντάςτε καὶ διατριβὴν ποιουμένους ἐνδώσειν σφίσι κατ’ἐξουσίαν ἐπιβατεύειν τοῦ περιβόλου, τειχομαχοῦντας ἀποκρούεσθαι βουλομένους Πέρσας ταῦτα δὴ τὰ οἰκία ἐν ὀλιγωρίᾳ ποιήσεσθαι ·

8.14.26καιομένων δὲ τῷ τρόπῳ τούτῳ τοῦτε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πόνῳ σφᾶς οὐδενὶ πολιορκίᾳ ἐν χρόνῳ ὀλίγῳ Ἀρχαιόπολιν ἐξαιρήσειν.

8.14.27τοιαύτῃ μὲν γνώμῃ Μερμερόης τούτῳ δὴ τῷ Λαζῷ ταῦτα ἐπέστελλεν · δέ οἱ τὴν ἐπίταξιν ὡμολόγει ἐπιτελῆ δράσειν, ἡνίκα τὴν τειχομαχίαν ἀκμάζουσαν ἴδῃ, πῦρ ὡς λαθραιότατα τοῖς δωματίοις τούτοις ἐνάψας.

8.14.28αἰρομένην δὲ τὴν φλόγα ἐξαπιναίως Ῥωμαῖοι ἰδόντες ὀλίγοι μέν τινες ἐβοήθουν ἐνταῦθα, καὶ πόνῳ πολλῷ τὸ πῦρ ἔσβεσαν ἀμηγέπη λυμηνάμενον, οἱ δὲ λοιποὶ ἅπαντες, ὥσπερ ἐρρήθη, ἐπὶ τοὺς πολεμίους ἐχώρησαν.

8.14.29ἐμπεσόντες δὲ αὐτοῖς ἐκ τοῦ αἰφνιδίου καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήξαντες πολλοὺς ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε χεῖρας αὐτοῖς ἀνταίρειν τολμῶντας.

8.14.30Πέρσαι γὰρ ὀλίγους κομιδῆ τοὺς πολεμίους ὄντας ἐπεξιέναι σφίσιν ἐν ἐλπίδι οὐδεμιᾷ ἔχοντες ἀλλήλων διεστηκότες ὡς ἐς τειχομαχίαν ἐτετάχατο ξὺν ἀκοσμίᾳ.

8.14.31καὶ οἱ μὲν ἐπὶ τῶν ὤμων τοὺς κριοὺς φέροντες ἄνοπλοίτε καὶ τὰ ἐς μάχην ἀπαράσκευοι, ὡς τὸ εἰκὸς, ἦσαν, οἱ δὲ δὴ ἄλλοι τὰ τόξα ἐντεταμένα ἐν χερσὶν ἔχοντες συσταδὸν ἐγκειμένους τοὺς πολεμίους ἀμύνεσθαι μηχανῇ οὐδεμιᾷ εἶχον.

8.14.32οὕτω δὴ κόπτοντες Ῥωμαῖοι ἐπιστροφάδην αὐτοὺς διεχρῶντο. ξυνέβη δὲ τότε καὶ τῶν ἐλεφάντων ἕνα πληγέντα, ὡς ἔνιοί φασιν, ἀπὸ ταὐτομάτου ξυνταραχθέντα, περιστρέφεσθαίτε οὐδενὶ κόσμῳ καὶ ἀναχαιτίζειν, καὶ τοὺς μὲν ἐπιβάτας ῥίπτειν, τῶν δὲ δὴ ἄλλων τὴν τάξιν ἐκλύειν.

8.14.33καὶ ἀπ’αὐτοῦ οἱ μὲν βάρβαροι ἀνεπόδιζον, Ῥωμαῖοι δὲ ἀδεέστερον τοὺς ἐν ποσὶν ἀεὶ διεχρῶντο.

8.14.34θαυμάσειε δ’ἄν τις ἐνταῦθα δικαίως, εἰ Ῥωμαῖοι μὲν, ἐξεπιστάμενοι καθ’ τι χρὴ ἀποκρούσασθαι τῶν πολεμίων τὴν διὰ τῶν ἐλεφάντων ἐπίθεσιν, τῶν δεόντων οὐδὲν ἔδρασαν, τοῖς παροῦσι δηλονότι ξυνταραχθέντες, ἀπὸ ταὐτομάτου δὲ τὸ τοιοῦτον σφίσι ξυνηνέχθη γενέσθαι. τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω.

8.14.35ἡνίκα Χοσρόηςτε καὶ Μήδων στρατὸς ἐτειχομάχουν ἀμφὶ τὸν Ἐδέσσης περίβολον, τῶν τις ἐλεφάντων, ἐπιβεβηκότος οἱ ὁμίλου πολλοῦ τῶν ἐν Πέρσαις μαχιμωτάτων, ἀγχοῦ τοῦ περιβόλου γενόμενος ἐπίδοξος ἦν ὅτι δὴ δι’ὀλίγου βιασάμενος τοὺς ἀπὸ τοῦ ἐκείνῃ πύργου ἀμυνομένους ἅτε κατὰ κορυφὴν συχνὰ βαλλομένους τὴν πόλιν αἱρήσει.

8.14.36ἐδόκει γάρ τις μηχανὴ τὸ τοιοῦτον ἑλέπολις εἶναι. ἀλλὰ Ῥωμαῖοι χοῖρον ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τοῦτον διέφυγον.

8.14.37κραυγμὸν γάρ τινα, ὢν, ὡς τὸ εἰκὸς, ἠρτημένος, χοῖρος ἐνθένδε ἠφίει, ὅνπερ ἐλέφας ἀχθόμενος ἀνεχαίτιζε καὶ κατὰ βραχὺ ἀναποδίζων ὀπίσω ἐχώρει.

8.14.38ἐκεῖνο μὲν οὖν ταύτῃ ἐχώρησε. νῦν δὲ τὸ παρειμένον τῇ Ῥωμαίων ὀλιγωρίᾳ τύχη ἐπλήρου. ἀλλ’ἐπειδὴ Ἐδέσσης ἐμνήσθην, οὐ σιωπήσομαι τὸ ἐκείνῃ τέρας πρὸ τοῦδε τοῦ πολέμου ξυνενεχθέν.

8.14.39ἡνίκα γὰρ Χοσρόης λύειν ἔμελλε τὰς ἀπεράντους καλουμένας σπονδὰς, γυνή τις ἐν πόλει βρέφος ἐκύει τὰ μὲν ἄλλα ἐπιεικῶς ἀνθρωπόμορφον, δύο δέ τοι κεφαλὰς ἔχον.

8.14.40 δὴ τοῖς ἀποβεβηκόσι φανερὸν γέγονεν. Ἔδεσσάτε γὰρ καὶ ἑῴα σχεδόν τι πᾶσα καὶ πρὸς βορρᾶν ἄνεμον πολλὴ Ῥωμαίων ἀρχὴ βασιλεῦσι περιμάχητος δυοῖν γέγονε. ταῦτα μὲν οὖν τῇδε ξυνέπεσεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

8.14.41τῆς δὲ ταραχῆς οὕτως ἐπιπεσούσης τῷ Μήδων στρατῷ, ὅσοι δὴ αὐτῶν ὄπισθεν ἐτετάχατο, τὴν μὲν ταραχὴν τῶν ἔμπροσθεν ὄντων θεώμενοι, τὸ δὲ ξυμβεβηκὸς οὐδαμῆ πεπυσμένοι, κατωρρώδησαν, ἔςτε ὑπαγωγὴν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο.

8.14.42 ταὐτὸ δὲ τοῦτο καὶ οἱ Δολομῖται παθόντες (ἐξ ὑπερδεξίων γὰρ μαχόμενοι τὰ ποιούμενα πάντα ἑώρων) αἰσχράν τινα φυγὴν ἔφευγον, τε τροπὴ λαμπρὰ ἐγεγόνει.

8.14.43καὶ τετρακισχίλιοι μὲν τῶν βαρβάρων αὐτοῦ ἔπεσον, ἐν τοῖς καὶ τῶν ἀρχόντων τρεῖς τετύχηκεν εἶναι, τέσσαρα δὲ τῶν Περσικῶν σημείων Ῥωμαῖοι εἷλον, ἅπερ εὐθὺς ἐς Βυζάντιον βασιλεῖ ἔπεμψαν.

8.14.44ἵππους δέ φασιν αὐτῶν οὐχ ἥσσους ἐς δισμυρίους ἀπολωλέναι, οὐ βληθέντας οὐ δὲ πληγέντας πρὸς τῶν πολεμίων, ἀλλὰ μακρὰν μὲν ὁδὸν πορευθέντας, κόπῳ δὲ ὡμιληκότας ἐν ταύτῃ πολλῷ, τροφῶν δὲ, ἐπεὶ ἐν Λαζικῇ ἐγένοντο, ὡς ἥκιστα ἐς κόρον ἐλθόντας, οὕτωτε λιμῷ καὶ ἀσθενείᾳ πιεζομένους πολλῇ διεφθάρθαι.

8.14.45ταύτης δὲ τῆς πείρας Μερμερόης ἀποτυχὼν παντὶ τῷ στρατῷ ἐς Μοχήρησιν ἀπεχώρησεν, ἐπεὶ καὶ Ἀρχαιοπόλεως ἀποτυχόντες, Λαζικῆς τῆς ἄλλης τὴν ἐπικράτησιν ἐκ τοῦ ἐπὶ πλεῖστον οἱ Πέρσαι εἶχον.

8.14.46Ἀρχαιοπόλεως δὲ Μοχήρησις ἡμέρας μιᾶς ὁδῷ ἀπέχει, πολλὰς καὶ πολυανθρώπους κώμας ἔχουσα. καὶ γῆς τῆς Κολχίδος αὕτη μάλιστα ἀρίστη ἐστίν · ἐπεὶ καὶ οἶνος ἐνταῦθα καὶ οἱ ἄλλοι καρποὶ ἀγαθοὶ φύονται, καίτοι τά γε ἄλλα τῆς Λαζικῆς οὐ ταύτῃ ἔχει.

8.14.47ταύτην παραρρεῖ τὴν χώραν ποταμὸς, Ῥέων ὄνομα, οὗ δὴ καὶ φρούριον ᾠκοδομήσαντο ἐκ παλαιοῦ Κόλχοι, οὗπερ ὕστερον αὐτοὶ τὸ πλεῖστον ἐς ἔδαφος καθεῖλον, ἐπεὶ ἐν πεδίῳ κείμενον ἐσάγαν ὑπτίῳ εὐέφοδον σφίσιν ἔδοξεν εἶναι.

8.14.48Κοτιάϊον δὲ τότε τὸ φρούριον ὠνομάζετο τῇ Ἑλλήνων φωνῇ, νῦν μέντοι Κόταϊς αὐτὸ καλοῦσι Λαζοὶ τῇ τῆς φωνῆς ἀγνοίᾳ τὴν τοῦ ὀνόματος διαφθείροντες ἁρμονίαν. ταῦτα μὲν Ἀριανὸς οὕτως ἱστόρησεν.

8.14.49ἕτεροι δέ φασι πόλιντε γεγονέναι ἐν τοῖς ἄνω χρόνοις τὸ χωρίον καὶ Κοίταιον καλεῖσθαι · ἔνθεντε τὸν Αἰήτην ὡρμῆσθαι, καὶ ἀπ’αὐτοῦ τοὺς ποιητὰς αὐτόντε Κοιταϊέα καὶ γῆν τὴν Κολχίδα Κοιταΐδα καλεῖν.

8.14.50τοῦτο Μερμερόης τανῦν ἀνοικοδομήσασθαι ἐν σπουδῇ ἔχων, ἐπεὶ οὐδεμίαν παρασκευὴν τοῦ ἔργου εἶχεν, ἅμα δὲ καὶ χειμὼν ἤδη ἐνέκειτο, ξύλινα τοῦ φρουρίου ὅσα καταπεπτώκει ὡς τάχιστα ποιησάμενος αὐτοῦ ἔμενε.

8.14.51τοῦ δὲ Κόταϊς ἄγχιστα φρούριον ἐχυρώτατόν ἐστιν, Οὐθιμέρεος ὄνομα · ἐν δὴ φυλακτήριον ἐς τὸ ἀκριβὲς οἱ Λαζοὶ εἶχον.

8.14.52μετεῖχον δὲ σφίσι τῆς τοῦ φρουρίου φυλακῆς καὶ Ῥωμαῖοι στρατιῶται ὀλίγοι τινές.

8.14.53 μὲν οὖν Μερμερόης τῷ παντὶ στρατῷ ἐνταῦθα καθῆστο, γῆςτε τῆς Κολχίδος τὰ κάλλιστα ἔχων, ἐμπόδιόςτε τοῖς ἐναντίοις γινόμενος ἐς τὸ Οὐθιμέρεος φρούριον τῶν ἐπιτηδείων τι ἐσκομίζεσθαι, ἐς χώραν τήντε Σουανίαν καὶ τὴν Σκυμνίαν καλουμένην ἰέναι, καίπερ σφίσιν αὐτῆς κατηκόου οὔσης.

8.14.54πολεμίων γὰρ ἐν Μοχηρήσιδι ὄντων, Λαζοῖςτε καὶ Ῥωμαίοις ὁδοῦ ἀποκεκλεῖσθαι τῆς εἰς τὰ ταύτῃ χωρία ξυμβαίνει. τὰ μὲν οὖν στρατόπεδα ἐπὶ Λαζικῆς ἐφέρετο τῇδε.

8.15

8.15.1ἐν δὲ Βυζαντίῳ Χοσρόου πρεσβευτὴς Ἰσδιγούσνας ἀμφὶ τῇ εἰρήνῃ ἐς λόγους Ἰουστινιανῷ βασιλεῖ ξυνιὼν πολύ τι χρόνου κατέτριψε μῆκος.

8.15.2πολλάτε διαφιλονεικήσαντες ἐν ὑστάτῳ ξυνέβησαν, ἐφ’ πενταετῆ μὲν τὴν ἐκεχειρίαν ἐν τῇ ἑκατέρου βασιλέως ἐπικρατείᾳ εἶναι, φοιτῶντας δὲ παρ’ἀλλήλους ἑκατέρωθεν καὶ ἀδεῶς ἐπικηρυκευομένους ἐν τούτῳ τῷ χρόνῳ τάτε ἀμφὶ Λαζικῇ καὶ Σαρακηνοῖς διάφορα διοικήσασθαι.

8.15.3ξυνέκειτο δὲ Πέρσας πρὸς Ῥωμαίων λαβεῖν ὑπὲρ μὲν τῆς ἐκεχειρίας τῶν πέντε τούτων ἐνιαυτῶν κεντηνάρια χρυσοῦ εἴκοσιν, ὑπὲρ δὲ μηνῶν ὀκτωκαίδεκα, οὓς δὴ μετὰ τὴν προτέραν ἐκεχειρίαν ἐς ταύτην διαδραμεῖν μεταξὺ ἔτυχεν, ἕως ἑκάτεροι παρ’ἀλλήλους ἐπρέσβευον, ἕτερα κεντηνάρια ἕξ.

8.15.4ἐπὶ τούτῳ γὰρ ἔφασκον Πέρσαι καὶ τοὺς ὑπὲρ τῶν σπονδῶν λόγους ξυγκεχωρηκέναι γενέσθαι.

8.15.5ταῦτα δὲ τὰ εἴκοσι κεντηνάρια Ἰσδιγούσνας μὲν αὐτόθεν ἠξίου κομίζεσθαι, βασιλεὺς δὲ ἤθελεν ἐς ἕκαστον ἔτος τέτταρα δοῦναι, τούτου δὴ ἕνεκα, τοῦ μὴ παραβῆναι τὰς ξυνθήκας Χοσρόην ἐνέχυρον ἔχειν.

8.15.6ὕστερον μέντοι τὸ ξυγκείμενον ἅπαν χρυσίον Ῥωμαῖοι Πέρσαις εὐθὺς ἔδοσαν, τοῦ μὴ δοκεῖν δασμοὺς ἀνὰ πᾶν ἔτος αὐτοῖς ἀποφέρειν.

8.15.7τὰ γὰρ αἰσχρὰ ὀνόματα, οὐ τὰ πράγματα, εἰώθασιν ἄνθρωποι ἐκ τοῦ ἐπὶ πλεῖστον αἰσχύνεσθαι.

8.15.8ἦν δέ τις ἐν Πέρσαις Βερσαβοῦς ὄνομα, λόγιμόςτε διαφερόντως καὶ Χοσρόῃ βασιλεῖ ἐς τὰ μάλιστα φίλος.

8.15.9ὅνπερ ποτὲ Βαλεριανὸς ἐν Ἀρμενίοις παραπεπτωκότα ἐν ξυμβολῇ δορυάλωτον εἷλεν, ἔςτε Βυζάντιον αὐτίκα βασιλεῖ ἔπεμψε.

8.15.10καὶ αὐτῷ χρόνος πολὺς φυλασσομένῳ ἐνταῦθα ἐτρίβη. βουλομένῳτε ἦν τῷ Χοσρόῃ χρημάτων ὑπὲρ αὐτοῦ προΐεσθαι πλῆθος, ὅπως τὸν Βερσαβοῦν ἐπανήκοντα ἴδῃ ἐς τὰ Περσῶν ἤθη.

8.15.11ἀλλὰ νῦν ἐξαιτησαμένου αὐτὸν Ἰσδιγούσνα Ἰουστινιανὸς βασιλεὺς τὸν ἄνδρα ἀφῆκεν. ἐπηγγέλλετο γὰρ βασιλεῖ πρεσβευτὴς οὗτος ἀναπείσειν Χοσρόην, ἐκ τῆς Λαζικῆς ἀναστῆσαι τὸ Περσῶν στράτευμα.

8.15.12ἐγένετο δὲ ἐκεχειρία ἥδε Ῥωμαίοιςτε καὶ Πέρσαις, πέμπτοντε καὶ εἰκοστὸν ἐνιαυτὸν Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

8.15.13ταύταις δὲ ταῖς σπονδαῖς Ῥωμαίων οἱ πλεῖστοι ἐπιεικῶς ἤχθοντο. καὶ εἰ μὲν δικαίαν τινὰ ἀλόγιστον ἐποιοῦντο τὴν μέμψιν, οἷά γε τὰ τῶν ἀρχομένων, οὐκ ἔχω εἰπεῖν.

8.15.14ἔλεγον δὲ ὅτι δὴ Λαζικῆς βεβαιότατα πρὸς Περσῶν ἀρχομένης αἱ ξυνθῆκαι αὗται γεγόνασιν, ὡς μή τις πενταετὲς αὐτοὺς ἐνοχλήσῃ, ἀλλ’ἀδεέστερόντε καὶ ἀπονώτερον γῆς τῆς Κολχίδος τὰ κάλλιστα πάντα τοῦτον τὸν χρόνον ἐνοικεῖν δύνωνται.

8.15.15ὅθεν αὐτοὺς τὸ λοιπὸν ἐξελάσαι οὐδεμιᾷ Ῥωμαῖοι ἐς ἅπαντα τὸν αἰῶνα μηχανῇ ἕξουσιν, ἀλλὰ καὶ τὸ Βυζάντιον ἐνθένδε Πέρσαις εὐέφοδον τὸ λοιπὸν ἔσται. ταῦτα οὖν ἀποσκοποῦντες οἱ πολλοὶ ἤσχαλλον καὶ δυσφορούμενοι διηποροῦντο.

8.15.16καὶ ὅτι Πέρσαι τὸ ἐκ παλαιοῦ μὲν σφίσιν ἐν σπουδῇ γεγονὸς, δόξαν δὲ οὔτε πολέμῳ κρατήσειν οὔτε τῳ ἄλλῳ τρόπῳ δυνατὸν ἔσεσθαι, λέγω δὲ, ὅπως ἐς δασμοῦ ἀπαγωγὴν ὑπόφοροι αὐτῶν Ῥωμαῖοι ἔσονται, ἰσχυρότατα ἐν τῷ παρόντι τῷ τῆς ἐκεχειρίας ὀνόματι ἐκρατύναντο.

8.15.17τάξας γὰρ Χοσρόης Ῥωμαίοις κεντηναρίων ἐπέτειον τεσσάρων δασμὸν, οὗπερ γλιχόμενος τὸ ἐξ ἀρχῆς διαφανὴς ἦν, ἐς ἕνδεκα ἔτη τανῦν καὶ μῆνας ἓξ εὐπρεπεῖ λόγῳ, ἓξ καὶ τεσσαράκοντα κεντηνάρια τῇ τῆς ἐκεχειρίας κεκόμισται σκήψει, ὄνομα τῷ δασμῷ τὰς σπονδὰς θέμενος, καίπερ ἐπὶ Λαζικῆς μεταξὺ βιαζόμενόςτε καὶ πολεμῶν, ᾗπερ ἐρρήθη.

8.15.18ὧνπερ Ῥωμαῖοι σφᾶς αὐτοὺς ῥύσασθαι ἐς τὸν ἔπειτα χρόνον ἐν ἐλπίδι τὸ λοιπὸν οὐδεμιᾷ εἶχον, ἀλλὰ φόρου ὑποτελεῖς Πέρσαις ᾔσθοντο οὐ κεκρυμμένως γεγενημένοι.

8.15.19ταῦτα μὲν οὖν ταύτῃ ἐπέπρακτο. Ἰσδιγούσνας δὲ χρήματάτε περιβαλόμενος, ὅσα οὐδεὶς πρέσβεων πώποτε, καὶ πάντων, οἶμαι, πλουσιώτατος Περσῶν γεγονὼς ἐπ’οἴκου ἀπεκομίσθη, ἐπεὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἐτετιμήκειτε ἐν τοῖς μάλιστα καὶ χρήμασι μεγάλοις δωρησάμενος ἀπεπέμψατο.

8.15.20μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ’αὐτόςτε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐσάγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο, ἐπὶ χρόνου μῆκος ἐντυγχάνειντε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο, καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι, ὠνεῖσθαίτε καὶ ἀποδίδοσθαι ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι πάντα ἐργασίᾳτε τῇ περὶ ταῦτα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ, καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ῥωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ξυνόντος ὅλως τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει.

8.15.21ἐν τούτῳ τῷ χρόνῳ τετύχηκέ τι τῶν οὔπω πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, γεγονότων ξυνενεχθῆναι. τοῦ μὲν γὰρ ἔτους μετόπωρον ἦν, αὐχμὸς δὲ καὶ πνιγμὸς ὥσπερ θέρους μέσου ἐγένετο θαυμαστὸν ὅσον · ὥστε ἀμέλει ῥόδων μὲν πλῆθος ἅτε ἦρος ὄντος ἐφύη, τῶν εἰωθότων οὐδενὶ τὸ παράπαν διαλλασσόντων.

8.15.22καρποὺς δὲ τὰ δένδρα σχεδόν τι ἅπαντα νέους τινὰς αὖθις ἤνεγκε, κἀν ταῖς ἀμπέλοις οὐδέν τι ἧσσον ἐγένοντο βότρυες, καίπερ τοῦ τρυγήτου γεγενημένου ἡμέραις ἤδη οὐ πολλαῖς ἔμπροσθεν.

8.15.23οἷς δὴ οἱ ταῦτα δεινοὶ τεκμηριούμενοι προὔλεγον ἀπροσδόκητον μέγα τι ἔσεσθαι, οἱ μὲν ἀγαθὸν, οἱ δὲ τοὐναντίον.

8.15.24ἐγὼ δὲ ταῦτα μὲν κατά τι ξυμβεβηκὸς γεγονέναι οἶμαι, νότων ἐπὶ πλεῖστον ἀνέμων, ᾗπερ εἰώθει, ἐπιπεσόντων καὶ θέρμης ἐνθένδε παρὰ τὰ ξυνειθισμένα πολλῆςτε καὶ οὐ κατὰ φύσιν τῆς ὥρας ἐπιγενομένης τῇ χώρᾳ.

8.15.25εἰ δέ τι, ὥσπερ οὗτοί φασι, καὶ σημαίνει παρὰ δόξαν ἐσόμενον, βεβαιότατα ἐκ τῶν ἀποβησομένων εἰσόμεθα.

8.16

8.16.1ἐν δὲ τάδε ἀμφὶ ταῖς σπονδαῖς Ῥωμαίοιςτε καὶ Πέρσαις ἐν Βυζαντίῳ ἐπράσσετο, ἐν τούτῳ ἐπὶ Λαζικῆς τάδε ξυνηνέχθη γενέσθαι.

8.16.2Γουβάζης Λαζῶν βασιλεὺς Ῥωμαίοις εὐνοϊκῶς ἔσχεν, ἐπεί οἱ Χοσρόην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐπιβουλεύειν θάνατον ᾔσθετο.

8.16.3τῶν δὲ ἄλλων Λαζῶν οἱ πλεῖστοι ἀνήκεστα πρὸς τῶν Ῥωμαίων στρατιωτῶν δεινὰ πάσχοντες καὶ διαφερόντως τοῖς ἄρχουσι τοῦ στρατοῦ ἀχθόμενοι ἐμήδιζον ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ τὰ Περσῶν ἀσπαζόμενοι, ἀλλ’ἀπαλλαξείοντες τῆς Ῥωμαίων ἀρχῆς καὶ τῶν δυσχερῶν τὰ τέως μὴ παρόντα αἱρούμενοι.

8.16.4ἦν δέ τις ἐν Λαζοῖς οὐκ ἀφανὴς ἀνὴρ Θεοφόβιος ὄνομα, ὅσπερ τῷ Μερμερόῃ λαθραιότατα ἐς λόγους ξυμμίξας φρούριον ἐνδώσειν τὸ Οὐθιμέρεος ὡμολόγησεν.

8.16.5 δὲ αὐτὸν ἐλπίσι μεγάλαις ἐπάρας ἐς τὴν πρᾶξιν ὥρμησε ταύτην, φίλον μὲν αὐτὸν ἐν τοῖς μάλιστα Χοσρόῃ βασιλεῖ ἐκ τοῦ ἔργου τούτου ἰσχυρισάμενος ἔσεσθαι, Πέρσαις δὲ ἀνάγραπτον ἐπ’εὐεργεσίᾳ ἐς τὸν πάντα αἰῶνα, καὶ ἀπ’αὐτοῦ δόξῃτε καὶ πλούτῳ καὶ δυνάμει αὐτὸν γενήσεσθαι μέγαν. οἷς δὴ Θεοφόβιος ἐπαρθεὶς πολλῷ ἔτι μᾶλλον εἰς τὸ ἔργον ἠπείγετο.

8.16.6καὶ ἦν γὰρ οὐδεμία ἐπιμιξία Ῥωμαίοιςτε καὶ Λαζοῖς τότε, ἀλλ’οἱ μὲν Πέρσαι πολλῇ ἐξουσίᾳ πανταχόσε περιήρχοντο τῶν ταύτῃ χωρίων, Ῥωμαίων δὲ καὶ Λαζῶν οἱ μὲν παρὰ ποταμὸν Φᾶσιν ἐλάνθανον, οἱ δὲ Ἀρχαιόπολιν ἄλλο τι τῶν ἐκείνῃ ὀχυρωμάτων καταλαβόντες ἐκρύπτοντο · καὶ Γουβάζης αὐτὸς, Λαζῶν βασιλεὺς, ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς ἡσυχῆ ἔμενε.

8.16.7πόνῳ γοῦν Θεοφόβιος οὐδενὶ ἴσχυσε τὴν ὑπόσχεσιν τῷ Μερμερόῃ ἐπιτελέσαι. ἐν γὰρ τῷ φρουρίῳ γενόμενος ἔφασκε Λαζοῖςτε καὶ Ῥωμαίοις, οἳ τὸ ἐνταῦθα φυλακτήριον εἶχον, ὡς ἅπας μὲν Ῥωμαίων στρατὸς ἀπολώλει, Γουβάζῃ δὲ βασιλεῖ καὶ Λαζοῖς τοῖς ἀμφ’αὐτὸν ἅπασι διαφθαρείη τὰ πράγματα, Κολχὶς δὲ ξύμπασα πρὸς Περσῶν ἔχοιτο, καὶ οὐ δέ τις ἐλπὶς Ῥωμαίοις ποτὲ τῷ Γουβάζῃ ἀνασωθήσεσθαι τῆς χώρας τὸ κράτος.

8.16.8τὰ μὲν γὰρ πρότερα κατὰ μόνας ταῦτα τὸν Μερμερόην διαπεπρᾶχθαι, μυριάδαςτε πλέον ἑπτὰ ἐπαγαγόμενον Περσῶν μαχίμων ἀνδρῶν καὶ βαρβάρους Σαβείρους παμπληθεῖς · νῦν δὲ καὶ βασιλέα Χοσρόην στρατῷ ἀμυθήτῳ ἐνθάδε ἥκοντα ἐξαπιναίως αὐτοῖς ἀναμεμίχθαι καὶ οὐκ ἂν τὸ λοιπὸν οὐ δὲ αὐτὴν Κόλχων τῇ στρατιᾷ ταύτῃ τὴν γῆν ἐπαρκέσειν.

8.16.9ταῦτα τερατευσάμενος Θεοφόβιος, ἐς δέος μέγα καὶ ἀμηχανίαν κατεστήσατο τοὺς ἐνταῦθα φρουρούς.

8.16.10καὶ αὐτὸν ἐλιπάρουν πρὸς θεοῦ τοῦ πατρῴου ἱκετεύοντες τὰ παρόντα ὅση δύναμις εὖ θέσθαι σφίσι.

8.16.11καὶ ὃς αὐτοῖς ὡμολόγει πρὸς τοῦ Χοσρόου ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ οἴσειν, ἐφ’ τὸ φρούριον ἐνδώσουσι Πέρσαις. ἐπείτε τοὺς ἀνθρώπους ταῦτα ἤρεσκεν, αὐτίκα ἐνθένδε ἀπαλλαγεὶς αὖθίςτε τῷ Μερμερόῃ ἐς ὄψιν ἥκων ἅπαντα ἔφραζεν.

8.16.12 δὲ Περσῶν ἄνδρας τοὺς δοκιμωτάτους ἀπολεξάμενος ξὺν αὐτῷ ἐς τὸ Οὐθιμέρεος ἔπεμψε, τάτε πιστὰ παρεξομένους ἀμφίτε τοῖς χρήμασι καὶ τῇ σωτηρίᾳ τοῖς τῇδε φρουροῖς καὶ τὸ φρούριον τοῦτο καθέξοντας.

8.16.13οὕτω μὲν Πέρσαι τὸ Οὐθιμέρεος φρούριον ἔσχον καὶ Λαζικῆς τὴν ἐπικράτησιν ἰσχυρότατα ἐκρατύναντο.

8.16.14οὐ μόνην δὲ Λαζικὴν ταύτην οἱ Πέρσαι ὑποχειρίαν πεποίηνται, ἀλλὰ καὶ Σκυμνίαντε καὶ Σουανίαν, ἐκ δὲ Μοχηρήσιδος ἄχρι ἐς Ἰβηρίαν ἄβατα Ῥωμαίοιςτε καὶ τῷ Λαζῶν βασιλεῖ ξύμπαντα τὰ ἐκείνῃ χωρία τῷ τρόπῳ τούτῳ ἐγένετο.

8.16.15ἀμύνεσθαι δὲ τοὺς πολεμίους οὔτε Ῥωμαῖοι οὔτε Λαζοὶ εἶχον, ἐπεὶ οὐ δὲ καταβαίνειν ἐκ τῶν ὀρῶν τῶν ὀχυρωμάτων ἐτόλμων οὐ δέ πη τοῖς πολεμίοις ἐπεξιέναι.

8.16.16Μερμερόης δὲ τῆς τοῦ χειμῶνος ἐγκειμένης ὥρας ξύλινον μὲν τεῖχος ἐν Κόταϊς ἐτεκτήνατο, φρουράντε Περσῶν τῶν μαχίμων οὐχ ἧσσον τρισχιλίων ἐνταῦθα καταστησάμενος, ἔντε τῷ Οὐθιμέρεος ἄνδρας αὐτάρκεις ἀπολιπών.

8.16.17οἰκοδομησάμενος δὲ καὶ τὸ ἄλλο Λαζῶν φρούριον, δὴ καλοῦσι Σαραπανὶν, πρὸς αὐτοῖς μάλιστα τοῖς ἐσχάτοις ὁρίοις Λαζικῆς κείμενον, αὐτοῦ ἔμενεν.

8.16.18ἔπειτα δὲ Ῥωμαίουςτε καὶ Λαζοὺς ἀγείρεσθαίτε μαθὼν καὶ ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος, παντὶ τῷ στρατῷ ἐπ’αὐτοὺς ᾔει.

8.16.19ὅπερ ἐπεὶ Γουβάζηςτε καὶ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, οὐχ ὑποστάντες τῶν πολεμίων τὴν ἔφοδον διελύθησάντε καὶ διεσώθησαν ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν.

8.16.20τε Γουβάζης ἀναδραμὼν ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς διεχείμαζε ξύντε τοῖς παισὶ καὶ τῇ γυναικὶ καὶ τοῖς ἐς τὰ μάλιστα ἐπιτηδείοις, τῇ μὲν ἀμηχανίᾳ τῶν παρόντων κακῶν διαμαχόμενος πρὸς τὴν ἀπὸ τῆς ὥρας ἀνάγκην, ἐλπίδι δὲ τοῦ Βυζαντίου ἐς τὸν μέλλοντα χρόνον θαρσῶν, ταύτῃτε τὴν τύχην παρηγορῶν τὴν τότε παροῦσαν, οἷά γε τὰ ἀνθρώπεια, καὶ καραδοκῶν τὰ βελτίω.

8.16.21καὶ οἱ ἄλλοι δὲ Λαζοὶ τῇ πρὸς βασιλέα Γουβάζην αἰδοῖ τὴν τοῦ χειμῶνος ὥραν οὐδέν τι ἧσσον ἐν τοῖς σκοπέλοις κατέτριβον, δύσκολον μὲν ἐνταῦθα οὐδὲν πρὸς τῶν πολεμίων δειμαίνοντες, ἐπεὶ τοῖς ἐπιβουλεύουσιν, ἄλλωςτε καὶ κατὰ τὸν χειμῶνα, ταῦτα τὰ ὄρη ἀμήχανάτε καὶ ὅλως ἀπρόσοδα ξυμβαίνει εἶναι, λιμῷ δὲ καὶ ψύχει καὶ τῇ ἄλλῃ κακοπαθείᾳ δυσθανατῶντες.

8.16.22 δὲ Μερμερόης οἰκίατε πολλὰ κατ’ἐξουσίαν ᾠκοδομήσατο ἐν ταῖς κατὰ τὴν Μοχήρησιν κώμαις καὶ τὰ ἐπιτήδεια πανταχόθι καταστησάμενος τῶν τῇδε χωρίων, τῶντε αὐτομόλων περιπέμπων τινὰς ἐς τῶν ὀρῶν τὰς ἀκρωρείας καὶ τὰ πιστὰ παρεχόμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν · οἷς δὴ καὶ τῶν ἀναγκαίων ἀπορουμένοις ἐχορήγει συχνὰ καὶ ὡς οἰκείων ἐπεμελεῖτο, τάτε ἄλλα διῳκεῖτο ξὺν ἀδείᾳ πολλῇ ἅτε τῆς χώρας γεγονὼς κύριος.

8.16.23καὶ πρὸς Γουβάζην ἔγραψε τάδε Δύο ταῦτα ῥυθμίζει τοῖς ἀνθρώποις τὸν βίον, δύναμίςτε καὶ φρόνησις. οἱ μὲν γὰρ τῷ δυνατῷ περιόντες τῶν πέλας αὐτοίτε βιοτεύουσι κατ’ἐξουσίαν καὶ ὅπη βούλονται τοὺς καταδεεστέρους ἐσαεὶ ἄγουσιν, οἱ δὲ διὰ τὴν ἀσθένειαν δεδουλωμένοι τοῖς κρείττοσι, τῷ ξυνετῷ τὴν ἀδυναμίαν ἰώμενοι, θωπείᾳ τοὺς κρατοῦντας μετίασι καὶ οὐδέν τι ἧσσον ἐν τοῖς οἰκείοις βιοῦν δύνανται, πάντων ἀπολαύοντες τῇ κολακείᾳ, ὧνπερ αὐτοῖς διὰ τὴν ἀσθένειαν στερεῖσθαι ξυμβαίνει.

8.16.24καὶ ταῦτα οὐ παρὰ μὲν τῶν ἐθνῶν τισι σφίσι φέρεται οὕτως, παρὰ δὲ τοῖς ἄλλοις οὐ ταύτῃ πη ἔχει, ἀλλὰ ἀνθρώποις ὡς εἰπεῖν ἅπασι πανταχόθι γῆς τῆς οἰκουμένης ὥσπερ ἄλλο τι ἐμπέπηγε φύσει.

8.16.25καὶ σὺ τοίνυν, φίλε Γουβάζη, ἢν μὲν οἴει περιέσεσθαι Περσῶν τῷ πολέμῳ, μήτε μέλλε μήτε σοι ἐμπόδιον γινέσθω μηδέν.

8.16.26εὑρήσεις γὰρ ἡμᾶς τῆς Λαζικῆς ἔνθα ἂν βούλοιο ὑφισταμένουςτε τὴν σὴν ἔφοδον καὶ ἀντιπαραταττομένους ὑπὲρ χώρας τῆσδε ὅση δύναμις · ὥστε παρέσται σοι διαγωνιζομένῳ ἀνδραγαθίζεσθαι πρὸς ἡμᾶς.

8.16.27εἰ μέντοι ἀδύνατος ὢν Περσῶν τῇ δυνάμει ἀντιτάσσεσθαι καὶ αὐτὸς οἶδας, σὺ δὲ, ’γαθὲ, τὸ δεύτερον διαχείριζε, τὸ γνῶθι σαυτὸν, καὶ προσκύνει τὸν σαυτοῦ δεσπότην Χοσρόην ἅτε βασιλέα καὶ νενικηκότα καὶ κύριον.

8.16.28αἴτειτέ σοι τῶν πεπραγμένων ἵλεων εἶναι, ὅπως ἂν τὸ λοιπὸν δυνατὸς εἴης τῶν ἐνοχλούντων ἀπηλλάχθαι κακῶν.

8.16.29ὡς ἔγωγε ἀναδέχομαι βασιλέα Χοσρόην ἵλεώντέ σοι γενήσεσθαι καὶ τὰ πιστὰ δώσειν, ὁμήρους σοι παρεχόμενον παῖδας τῶν ἐν Πέρσαις λογίμων ἀρχόντων, ὡς τάτε ἄλλα καὶ τὴν σωτηρίαν καὶ τὴν βασιλείαν τὴν σὴν τὸν πάντα αἰῶνα ἐν ἀσφαλείᾳ ἕξεις.

8.16.30εἰ δέ σοι τούτων οὐδέτερον βουλομένῳ ἐστὶν, ἀλλὰ σὺ ἔς τινα ἑτέραν ἀπιὼν χώραν δὸς τοῖς διὰ τὴν σὴν ἀβουλίαν ταλαιπώροις γενομένοις Λαζοῖς ἀναπνεῦσαί ποτε καὶ ἀπὸ δυσκόλων τῶν αὐτοῖς ἐγκειμένων ἀνενεγκεῖν, μη δὲ αὐτοῖς ἀπέραντον ὄλεθρον τόνδε προστρίβεσθαι βούλου ἐπὶ σφαλερᾶς τῆς ἐλπίδος ὀχούμενος · λέγω δὲ τῆς Ῥωμαίων ἐπικουρίας.

8.16.31οὐ γάρ σοι τιμωρεῖν ποτε δυνατοὶ ἔσονται, ὥσπερ οὐ δὲ ἄχρι ἐς τὴν ἡμέραν δεδύνηνται τήνδε. Μερμερόης μὲν ταῦτα ἔγραψε.

8.16.32Γουβάζην δὲ οὐ δ’ὣς ἔπειθεν, ἀλλ’ἐν τοῖς τῶν ὀρῶν κολωνοῖς ἔμενε, καραδοκῶν τὴν ἐκ Ῥωμαίων ἐπικουρίαν καὶ τῷ ἐς τὸν Χοσρόην ἔχθει ὡς ἥκιστα ἐς τὴν Ῥωμαίων ἀπόγνωσιν ἐγκλίνειν ἐθέλων.

8.16.33οἱ γὰρ ἄνθρωποι τὴν διάνοιαν ἐκ τοῦ ἐπὶ πλεῖστον πρὸς τὴν τοῦ βουλήματος ἁρμόζονται χρείαν, καὶ λόγῳ μὲν τῷ ἀρέσκοντι αὐτοὺς ἀεὶ προσχωροῦσι, καὶ προσίενται τὰ ἐξ αὐτοῦ πάντα, οὐ διασκοπούμενοι μὴ ψευδὴς εἴη, τῷ δὲ λυποῦντι χαλεπῶς ἔχοντες ἀπιστοῦσιν, οὐ διερευνώμενοι μὴ ἀληθὴς εἴη.

8.17

8.17.1ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινες μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, γνόντεςτε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ σπουδῆς εἴη μηκέτι πρὸς Περσῶν τὴν μέταξαν ὠνεῖσθαι Ῥωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ῥωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἄλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται ·

8.17.2χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃτε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ γίνεσθαι τὴν μέταξαν ἐν γῇ τῇ Ῥωμαίων δυνατὰ εἴη.

8.17.3ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλουτε οὔσης καὶ διηνεκῶς ἀναγκαζούσης ἐργάζεσθαι.

8.17.4ἀλλὰ τοὺς μὲν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι, τὸν δὲ αὐτῶν γόνον εὔπορόντε καὶ ῥᾴδιον ὅλως. εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου ἀνάριθμα.

8.17.5ταῦτα δὲ τὰ ᾠὰ χρόνῳ πολλῷ τῆς γονῆς ὕστερον κόπρῳ καλύψαντες ἄνθρωποι ταύτῃτε διαρκῆ θερμήναντες χρόνον ζῷα ποιοῦσι.

8.17.6ταῦτα εἰπόντας βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοῖς δωρήσασθαι ὁμολογήσας τῷ ἔργῳ πείθει ἐπιρρῶσαι τὸν λόγον.

8.17.7οἱ δὲ γενόμενοι ἐν Σηρίνδῃ αὖθις τάτε ᾠὰ μετήνεγκαν ἐς Βυζάντιον, ἐς σκώληκάςτε αὐτὰ τρόπῳ ᾧπερ ἐρρήθη μεταπεφυκέναι διαπραξάμενοι τρέφουσίτε συκαμίνου φύλλοις, καὶ ἀπ’αὐτοῦ γίνεσθαι μέταξαν τὸ λοιπὸν κατεστήσαντο ἐν Ῥωμαίων τῇ γῇ.

8.17.8τότε μὲν οὖν τάτε κατὰ τὸν πόλεμον πράγματα Ῥωμαίοιςτε καὶ Πέρσαις καὶ τὰ ἀμφὶ μετάξῃ ταύτῃ πη ἔσχε.

8.17.9μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν ἀφικόμενος παρὰ Χοσρόην σὺν τοῖς χρήμασιν Ἰσδιγούσνας τὰ ξυγκείμενα σφίσιν ἐσήγγελλε. καὶ ὃς τὰ μὲν χρήματα κεκομισμένος τὴν ἐκεχειρίαν μελλήσει οὐδεμιᾷ ἐπεσφράγισε, Λαζικῆς δὲ μεθίεσθαι οὐδαμῆ ἤθελεν.

8.17.10ἀλλὰ καὶ τοῖς χρήμασι τούτοις Οὔννων τῶν Σαβείρων ἑταιρισάμενος μέγα τι χρῆμα ξὺν Πέρσαις τισὶ τῷ Μερμερόῃ εὐθὺς ἔπεμψεν. δὴ ἐπέστελλεν ἔργου ἔχεσθαι δυνάμει τῇ πάσῃ, καὶ μὴν καὶ ἐλέφαντάς οἱ πολλοὺς ἔστειλε.

8.17.11Μερμερόης δὲ παντὶ τῷ Περσῶντε καὶ Οὔννων στρατῷ ἐκ Μοχηρήσιδος ἀναστὰς ἐπὶ τὰ Λαζῶν ὀχυρώματα ᾔει, τοὺς ἐλέφαντας ἐπαγόμενος.

8.17.12Ῥωμαῖοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ’ἀμφὶ τὰς ἐκβολὰς Φάσιδος ποταμοῦ, Μαρτίνου ἡγουμένου σφίσι, χωρίου ἰσχύι σφᾶς αὐτοὺς ὡς ἀσφαλέστατα κρατυνάμενοι ἡσυχῆ ἔμενον.

8.17.13ξυνῆν δὲ αὐτοῖς καὶ Γουβάζης Λαζῶν βασιλεύς. οὗτος δὲ Μήδων στρατὸς, τύχης αὐτῷ ξυμβάσης τινὸς, οὐδὲν ἄχαρι οὔτε Ῥωμαίων οὔτε Λαζῶν τινα ἔδρασε.

8.17.14τὰ μὲν γὰρ πρῶτα Μερμερόης ἐν φρουρίῳ τῳ μαθὼν τὴν Γουβάζου ἀδελφὴν εἶναι, ἐπ’αὐτὸ ἐπῆγε τὸ στράτευμα ὡς ἐξαιρήσων μηχανῇ πάσῃ.

8.17.15καρτερώτατα δὲ ἀμυνομένων τῶν ταύτῃ φρουρῶν καὶ χωρίου σφίσι ξυλλαμβανούσης τῆς φύσεως ὀχυρότητι ἄπρακτοι ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν ·

8.17.16ἔπειτα ἐπὶ Ἀβασγοὺς σπουδῇ ἵεντο. Ῥωμαῖοι δὲ οἱ ἐν Τζιβιλῇ φρουρὰν ἔχοντες τὴν δίοδον καταλαμβάνοντες στενοτάτηντε καὶ κρημνώδη οὖσαν, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὸ παράπαντε ἀδιέξοδον, ἐμπόδιοι σφίσιν ἐγένοντο.

8.17.17διὸ δὴ οὐκ ἔχων Μερμερόης καθ’ τι τοὺς ἀνθισταμένους βιάζηται, ὑπῆγεν ὀπίσω τὸ στράτευμα ἐπίτε Ἀρχαιόπολιν ὡς πολιορκήσων αὐτίκα ᾔει. τοῦτε περιβόλου ἀποπειρασάμενος, ἐπεὶ οὐδὲν προὐχώρει, ἀνέστρεφεν αὖθις.

8.17.18Ῥωμαῖοι δὲ ἀναχωροῦσιν ἐπισπόμενοι τοῖς πολεμίοις ἐν δυσχωρίᾳ πολλοὺς ἔκτεινον, ἐν τοῖς καὶ τῶν Σαβείρων τὸν ἄρχοντα ξυνηνέχθη πεσεῖν.

8.17.19μάχηςτε καρτερᾶς ἀμφὶ τῷ νεκρῷ γενομένης ὕστερον Πέρσαι περὶ λύχνων ἁφὰς βιασάμενοι τοὺς ἐναντίους ἐτρέψαντο, ἐπίτε Κόταϊς καὶ Μοχήρησιν ἀπεχώρησαν. ταῦτα μὲν οὖν Ῥωμαίοιςτε καὶ Πέρσαις ἐπέπρακτο τῇδε.

8.17.20τὰ μέντοι ἐπὶ Λιβύης ἅπαντα Ῥωμαίοις εὖτε καὶ καλῶς καθειστήκει. τῷ γὰρ Ἰωάννῃ, ὅνπερ ἐνταῦθα βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν κατεστήσατο, εὐτυχήματα λόγουτε καὶ ἀκοῆς κρείσσω ξυνηνέχθη γενέσθαι.

8.17.21ὃς δὴ ἕνα τῶν ἐν Μαυρουσίοις ἀρχόντων ἑταιρισάμενος, Κουτζίναν ὄνομα, τάτε πρότερα μάχῃ τοὺς ἄλλους ἐνίκησε καὶ οὐ πολλῷ ὕστερον Ἀντάλαντε καὶ Ἰαύδαν, οἳ Μαυρουσίων τῶν ἐν Βυζακίῳτε καὶ Νουμιδίᾳ τὸ κράτος εἶχον, ὑποχειρίους πεποίηται, εἵποντότε αὐτῷ ἐν ἀνδραπόδων λόγῳ.

8.17.22καὶ ἀπ’αὐτοῦ πολέμιον Ῥωμαίοις οὐδὲν ὑπὸ τοῦτον τὸν χρόνον ἔν γε Λιβύῃ ἐγένετο. τοῖς μέντοι φθάσασι πολέμοιςτε καὶ στάσεσιν ἔρημος ἀνθρώπων χώρα ἐκ τοῦ ἐπὶ πλεῖστον οὖσα διέμεινεν.

8.18

8.18.1ἐν δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη ἐν Εὐρώπῃ γενέσθαι. Γήπαιδες μὲν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, τὰς σπονδὰς θέμενοι πρὸς Λαγγοβάρδας τοὺς σφίσι πολεμίους ὄντας ἐτύγχανον.

8.18.2παντάπασι δὲ οὐχ οἷοίτε ὄντες τὰ διάφορα πρὸς αὐτοὺς διαλῦσαι πολεμητέα σφίσιν οὐ πολλῷ ὕστερον ᾤοντο εἶναι.

8.18.3Γήπαιδες μὲν οὖν καὶ Λαγγοβάρδαι πανδημεὶ ἐπ’ἀλλήλους τῷ πολέμῳ ἀκμάζοντες ᾔεσαν. ἡγεῖτο δὲ τῶν μὲν Γηπαίδων Θορισὶν, τῶν δὲ Λαγγοβαρδῶν Αὐδουὶν ὄνομα.

8.18.4καὶ αὐτῶν ἑκατέρῳ ἀνδρῶν μυριάδες πολλαὶ εἵποντο. ἤδη μὲν οὖν ἄγχιστά πη ἀμφότεροι ἦλθον, οὔπω δὲ τὰ στρατόπεδα πρὸς ἀλλήλων καθεωρῶντο.

8.18.5δείματα δὲ τὰ πανικὰ καλούμενα ἐξαπιναίως ἑκατέροις ἐπιπεσόντα φεύγοντας ἀπ’αἰτίας οὐδεμιᾶς ἅπαντας ὀπίσω ἀπήνεγκε, μόνων τῶν ἀρχόντων αὐτοῦ ἀπολελειμμένων ξὺν ὀλίγοις τισίν.

8.18.6οἵπερ αὐτοὺς ἀνθέλκειντε καὶ τῆς ὑπαγωγῆς ἀναχαιτίζειν ἀποπειρασάμενοι οὐδὲν ἤνυον οὔτε θωπείαις οἰκτραῖς οὔτε ἀπειλαῖς φοβεραῖς χρώμενοι.

8.18.7περιδεὴς οὖν γεγονὼς Αὐδουὶν ὁρῶν διασκεδαννυμένους ἀκόσμως οὕτως (οὐ γὰρ ᾔδει τοὺς πολεμίους τὴν ὁμοίαν κεκληρῶσθαι τύχην) τῶν οἱ ἑπομένων τινὰς ἐπὶ πρεσβείᾳ παρὰ τοὺς ἐναντίους εὐθὺς ἔπεμψε τὴν εἰρήνην αἰτησομένους.

8.18.8οἵπερ, ἐπεὶ παρὰ τὸν ἄρχοντα τῶν Γηπαίδων Θορισὶν ἀφικόμενοι τὰ πρασσόμενα εἶδον, ἔκτε τῶν ἐν σφίσιν αὐτοῖς τετυχηκότων κατενόησαν τὰ τοῖς πολεμίοις ξυνενεχθέντα καὶ τῷ Θορισὶν ἐς ὄψιν ἐλθόντες ἀνεπυνθάνοντο αὐτοῦ ὅπη ποτέ οἱ γῆς τῶν ἀρχομένων τὸ πλῆθος εἴη.

8.18.9καὶ ὃς τῶν ξυμπεπτωκότων οὐδὲν ἀρνηθεὶς Φεύγουσιν οὐδενὸς διώκοντος ἔφη. οἱ δὲ ὑπολαβόντες Ταὐτὸ τοῦτο φασὶ Λαγγοβάρδαι πεπόνθασιν. ἀληθιζομένῳ γάρ σοι, βασιλεῦ, οὐδέν τι τῶν ἡμετέρων ἀποκρυψόμεθα.

8.18.10οὐκοῦν ἐπειδὴ τὰ γένη ταῦτα διολωλέναι ὡς ἥκιστα βουλομένῳ τῷ θεῷ ἐστι καὶ ἀπ’αὐτοῦ διέλυσε τὴν παράταξιν, σωτήριον ἀμφοτέροις ἐπιβαλὼν δέος, φέρε δὴ καὶ ἡμεῖς ἐπιχωρήσωμεν τῇ τοῦ θεοῦ γνώμῃ, τὸν πόλεμον καταλύοντες. ἔστω, γινέσθω ταῦτα Θορισὶν ἔφη.

8.18.11δυοῖντε οὕτως ἐνιαυτοῖν ἐκεχειρίαν πεποίηνται, ὅπως μεταξὺ ἐπικηρυκευόμενοίτε καὶ παρ’ἀλλήλους ἀεὶ φοιτῶντες ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ διάφορα διαλύσωσι. τότε μὲν οὖν οὕτως ἑκάτεροι ἀνεχώρησαν.

8.18.12ἐν δὲ τῇ ἐκεχειρίᾳ ταύτῃ οὐχ οἷοίτε γεγενημένοι ἐς τῶν ἀντιλεγομένων τὴν διάλυσιν ἀλλήλοις ξυμβῆναι, αὖθις ἐπὶ τὰ πολέμια ἔργα χωρεῖν ἔμελλον.

8.18.13δειμαίνοντέςτε Γήπαιδες τὴν Ῥωμαίων ἀρχὴν (ἐπίδοξοι γὰρ ἦσαν ὡς Λαγγοβάρδαις ξυντάξονται) τῶν τινας Οὔννων ἐς τὴν ὁμαιχμίαν ἐπάγεσθαι διενοοῦντο.

8.18.14ἔπεμψαν οὖν παρὰ τῶν Κουτριγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐνθένδε ᾤκηνται Λίμνης τῆς Μαιώτιδος, καὶ αὐτῶν ἐδέοντο πόλεμον τὸν πρὸς Λαγγοβάρδας ξυνδιενεγκεῖν σφίσιν.

8.18.15οἱ δὲ αὐτοῖς δισχιλίουςτε καὶ μυρίους εὐθὺς ἔπεμψαν, ὧν ἄλλοιτε ἡγοῦντο καὶ Χινιαλὼν, ἀνὴρ διαφερόντως ἀγαθὸς τὰ πολέμια.

8.18.16Γήπαιδες δὲ τούτων δὴ τῶν βαρβάρων τῇ παρουσίᾳ ἐν τῷ παρόντι ἀχθόμενοι, ἐπεὶ οὔπω τῆς μάχης ἐνειστήκει καιρὸς, ἀλλ’ἐνιαυτὸς ταῖς ξυνθήκαις ἔτι ἐλέλειπτο, πείθουσιν αὐτοὺς καταθεῖν μεταξὺ τὴν βασιλέως γῆν, πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ῥωμαίους ἐπιβουλήν.

8.18.17ἐπεὶ δὲ Ῥωμαῖοι τὴν διάβασιν ποταμοῦ Ἴστρου ἐς τὸ ἀκριβὲς ἔντε Ἰλλυριοῖς καὶ τοῖς ἐπὶ Θρᾴκης χωρίοις ἐφρούρουν, αὐτοὶ τούτους δὴ τοὺς Οὔννους ἐν χώρᾳ τῇ κατ’αὐτοὺς διαπορθμεύσαντες ποταμὸν Ἴστρον ἐς τὰ Ῥωμαίων ἤθη ἀφίεσαν.

8.18.18καὶ οἱ μὲν πάντα σχεδόν τι ἐληΐσαντο τὰ ἐκείνῃ χωρία, βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπενόει τάδε. πέμψας παρὰ Οὔννων τῶν Οὐτιγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐπέκεινα Λίμνης ᾤκηνται τῆς Μαιώτιδος, ἐμέμφετότε καὶ ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην, εἴπερ τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν ἐν τοῖς τῶν ἔργων ἀδικωτάτοις καταλέγειν δεήσει.

8.18.19αὐτῶν γὰρ Κουτρίγουροι, ἔφη, πλησιοχώρων ὄντων ἀφροντιστήσαντες, καὶ ταῦτα ἐκ Βυζαντίου χρήματα μεγάλα κομιζόμενοι ἀνὰ πᾶν ἔτος, τρόπῳ οὐδενὶ τῆς ἐς Ῥωμαίους ἀδικίας οὐ θέλουσιν ἀποπαύεσθαι, ἀλλ’ὁσημέραι καταθέουσίτε καὶ ληΐζονται αὐτοὺς οὐδενὶ λόγῳ.

8.18.20τούτων δὲ αὐτοὶ οὐδὲν τὸ μέρος κερδαίνοντες, οὐ δὲ τῆς λείας Κουτριγούροις διαλαγχάνοντες, οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους, καίπερ αὐτοῖς φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες.

8.18.21ταῦτα σημήνας τοῖς Οὐτιγούροις Ἰουστινιανὸς βασιλεὺς καὶ χρήμασι μὲν αὐτοὺς δωρησάμενος, ὑπομνήσας δὲ ὅσων δώρων καὶ πρότερον πολλάκις πρὸς αὐτοῦ ἔτυχον, ἀναπείθει σφᾶς ἔφοδον αὐτίκα ἐς τῶν Κουτριγούρων τοὺς ὑπολελειμμένους ποιήσασθαι.

8.18.22οἱ δὲ Γότθων τῶν σφίσι προσοίκων, οἳ δὴ Τετραξῖται καλοῦνται, δισχιλίους ἐς ξυμμαχίαν ἐπαγόμενοι διέβησαν πανδημεὶ ποταμὸν Τάναϊν.

8.18.23ἦρχε δὲ αὐτῶν Σανδὶλ, ἀνὴρ ξυνετώτατος μὲν καὶ πολέμων πολλῶν ἔμπειρος, ἐς ἀλκὴν δὲ καὶ ἀνδρίαν ἱκανῶς πεφυκώς.

8.18.24ἐπεὶ δὲ τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο, τῶν Κουτριγούρων πολλοῖς ὑπαντιάσασιν ἐς χεῖρας ἦλθον. ὧνπερ ἰσχυρότατα τοὺς ἐπιόντας ἀμυνομένων ἐπὶ μακρότατον μὲν μάχη ἐγεγόνει, μετὰ δὲ Οὐτίγουροι τρεψάμενοι τοὺς ἐναντίους πολλοὺς ἔκτειναν.

8.18.25ὀλίγοι δέ τινες φεύγοντες, ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ γέγονε, διεσώθησαν. καὶ αὐτῶν οἱ πολέμιοι παῖδάςτε καὶ γυναῖκας ἀνδραποδίσαντες ἐπ’οἴκου ἀπεκομίσθησαν.

8.19

8.19.1τούτων δὲ τῶν βαρβάρων τότε πρὸς ἀλλήλους διαμαχομένων ᾗπέρ μοι εἴρηται, τοῦτε κινδύνου σφίσι κατὰ τὴν ἀγωνίαν ἀκμάζοντος, εὐτυχίᾳ χρῆσθαι Ῥωμαίοις ξυνηνέχθη πολλῇ.

8.19.2ὅσοι γὰρ αὐτῶν ὑπὸ Κουτριγούροις ἐν αἰχμαλώτων λόγῳ ὄντες ἐτύγχανον, ἐς μυριάδας, ὥς φασι, ξυνιόντες πολλὰς, ἐν τῷ πόνῳ τούτῳ διαλαθόντες ἐνθένδετε κατὰ τάχος ἐξαναστάντες οὐδενὸς σφίσιν ἐπισπομένου ἐς τὰ πάτρια ἤθη ἀφίκοντο, καὶ νίκης ἀλλοτρίας ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώναντο.

8.19.3βασιλεὺς δὲ Ἰουστινιανὸς Ἀράτιον στρατηγὸν στείλας παράτε Χινιαλὼν καὶ Οὔννους τοὺς ἄλλους, ἀγγεῖλαι μὲν ἐκέλευε τὰ σφίσιν ἐν γῇ τῇ σφετέρᾳ αὐτῶν ξυνενεχθέντα, χρήματα δὲ αὐτοῖς προϊέμενον πεῖσαι ἀπαλλάσσεσθαι ὅτι τάχιστα ἐκ Ῥωμαίων τῆς γῆς.

8.19.4οἱ δὲ τῶντε Οὐτιγούρων τὴν ἔφοδον γνόντες καὶ χρήματα μεγάλα πρὸς τοῦ Ἀρατίου κεκομισμένοι ξυνέβησαν μήτε φόνον ἔτι ἐργάσεσθαι μήτε ἀνδραποδιεῖν Ῥωμαίων μηδένα μήτε τι ἄλλο ἄχαρι δράσειν, ἀλλὰ τὴν ἀναχώρησιν ἅτε διὰ φίλων ποιήσεσθαι τῶν τῇδε ἀνθρώπων.

8.19.5ξυνέκειτο δὲ καὶ τοῦτο, ὥστε, εἰ μὲν δυνατοὶ εἶεν οἱ βάρβαροι οὗτοι ἐν γῇ τῇ πατρῴᾳ ἐπανιόντες ἱδρύεσθαι, μένειντε αὐτοῦ καὶ πίστεως τῆς ἐς Ῥωμαίους τὸ λοιπὸν ἔχεσθαι · ἢν δέ γε αὐτοῖς ἐν ταύτῃ μένειν ἀδύνατα , ἐπανιέναι μὲν αὖθις αὐτοὺς ἐς γῆν τὴν Ῥωμαίων, βασιλέα δὲ σφᾶς δωρήσασθαί τισι τῶν ἐπὶ Θρᾴκης χωρίων, ἐφ’ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοίτε τὸν πάντα αἰῶνα Ῥωμαίοις ἔσονται καὶ τὴν χώραν ἐς τὸ ἀκριβὲς ξυμφυλάξουσιν ἐκ πάντων βαρβάρων.

8.19.6ἤδη δὲ καὶ Οὔννων τῶν ἡσσημένων ἐν τῇ ξυμβολῇ καὶ διαφυγόντων τοὺς Οὐτιγούρους δισχίλιοι ἦλθον ἐς Ῥωμαίων τὴν γῆν, παῖδάςτε καὶ γυναῖκας ἐπαγόμενοι ·

8.19.7ἡγοῦντο δὲ αὐτῶν ἄλλοιτε καὶ Σιννίων, ὅσπερ ξὺν Βελισαρίῳ πολλῷ πρότερον ἐπίτε Γελίμερα καὶ Βανδίλους ἐστράτευσε · γίνονταίτε Ἰουστινιανοῦ βασιλέως ἱκέται. καὶ ὃς αὐτοὺς ὑπεδέξατο προθυμίᾳ τῇ πάσῃ, ἔντε χωρίοις ἱδρύσασθαι τοῖς ἐπὶ Θρᾴκης ἐκέλευσεν.

8.19.8ἅπερ ἐπεὶ Σανδὶλ, τῶν Οὐτιγούρων βασιλεὺς, ἔμαθε, παρωξυσμένοςτε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν Κουτριγούρους ὁμογενεῖς ὄντας ἀδικίας τῆς ἐς Ῥωμαίους τιννύμενος ἐξ ἠθῶν ἀναστήσειεν αὐτοὺς τῶν πατρίων, οἱ δὲ βασιλέως σφᾶς ἐνδεξαμένου ἐνοικησάμενοι ἐν Ῥωμαίων τῇ γῇ πολλῷ ἄμεινον βιοτεύσουσιν, ἔπεμψε πρέσβεις ἐς βασιλέα τὰ πεπραγμένα ὀνειδιοῦντας, οὐκ ἐπιστολὴν αὐτοῖς τινα ἐγχειρίσας, ἐπεὶ γραμμάτων παντάπασιν Οὖννοι ἀνήκοοίτε καὶ ἀμελέτητοι ἐς τόδε εἰσὶ καὶ οὔτε γραμματιστήν τινα ἔχουσιν οὔτε τῳ περὶ τὰ γράμματα πόνῳ συναύξεται αὐτοῖς τὰ παιδία, βαρβαρικώτερον δὲ ἅπαντα ἀποστοματιοῦντας, ὅσα δὴ αὐτὸς ἐπιστείλειε σφίσιν.

8.19.9ἀφικόμενοι οὖν οἱ πρέσβεις ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ λέγειν οἱ ἔφασαν δι’αὐτῶν ὡς ἐν ἐπιστολῇ τάδε βασιλέα Σανδίλ Παροιμίαν τινὰ ἐκ παιδὸς ἀκηκοὼς οἶδα, καὶ εἴ τι μὴ αὐτῆς ἐπιλέλησμαι, τοιαύτη τις παροιμία τυγχάνει οὖσα.

8.19.10τὸ θηρίον λύκος τῆς μὲν τριχὸς, φασὶν, ἴσως ἄν τι καὶ παραλλάξαι οὐκ ἀδύνατος εἴη, τὴν μέντοι γνώμην οὐ μεταστρέφει, οὐκ ἀφιείσης αὐτῷ μεθαρμοσαμένῳ ταύτην τῆς φύσεως.

8.19.11ταῦτα μὲν, παροιμιαζόμενός φησιν Σανδὶλ, τῶν πρεσβυτέρων ἀκήκοα, πλαγίῳ τινὶ παραδηλούντων τὰ ἀνθρώπινα λόγῳ. οἶδα δέ τι καὶ ἀπὸ τῆς πείρας μαθὼν, οἷα εἰκὸς ἦν ἀγροικιζόμενον βάρβαρον ἐκμαθεῖν ·

8.19.12τοὺς κύνας οἱ ποιμένες ἐπιτιτθίους ὄντας ἀναιρούμενοι οὐκ ἀπημελημένως οἴκοι ἐκτρέφουσιν, εὔγνωμον δὲ τοῖς σιτίζουσι ζῷον κύων καὶ τὰ ἐς χάριν μνημονικώτατον. πράσσεται οὖν ταῦτα τοῖς ποιμέσι τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων ποτὲ διακρούεσθαι τὰς ἐκείνων ἐφόδους τοὺς κύνας παραστάταςτε καὶ σωτῆρας τοῖς προβατίοις καθισταμένους. καὶ ταῦτα ἐν γῇ τῇ πάσῃ γίνεσθαι οἴομαι.

8.19.13τεθέαται γὰρ τῶν πάντων οὐδεὶς οὔτε ποίμνῃ κύνας ἐπιβουλεύσαντας οὔτε λύκους ἀμυνομένους αὐτῆς πώποτε, ἀλλ’ὥσπερ τινὰ τοῦτον φύσις θεσμὸν κυσίτε καὶ προβάτοις καὶ λύκοις νομοθετήσασα ἔθετο.

8.19.14οἶμαι δὲ κἀν τῇ βασιλείᾳ τῇ σῇ, οὗ δὴ πραγμάτων ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάντων, τάχα δέ που καὶ τῶν ἀμηχάνων περιουσίαν ξυμβαίνει εἶναι, παράλλαξιν τούτων τινὰ οὐδαμῆ γίγνεσθαι.

8.19.15 γοῦν τοῖς πρέσβεσι τοῖς ἐμοῖς δείξατε ὅπως ἄν τι καὶ τῶν οὐκ εἰωθότων ἐπὶ γήραος οὐδῷ μάθοιμεν · εἰ δὲ ἀραρότως ταῦτα πανταχῆ πέφυκεν, οὐ καλόν σοί ἐστι Κουτριγούρων τὸ γένος ξεναγεῖσθαι, οἶμαι, τεθολωμένον ἐπαγαγομένῳ γειτόνημα, καὶ οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας, τανῦν ἐνδήμους πεποιημένῳ.

8.19.16αὐτοίτε γὰρ τρόπον ἐς Ῥωμαίους τὸν οἰκεῖον ἐνδείξονται οὐ πολλῷ ὕστερον, καὶ τούτου χωρὶς οὔτε πολέμιος ἐπιλείψει διαφθείρων τὴν Ῥωμαίων ἀρχὴν, ἐλπίδι τοῦ ἡσσηθεὶς ἀμείνων ἔσεσθαι παρὰ σοὶ, οὔτε φίλος περιέσται Ῥωμαίοις, ἐμπόδιός ποτε τοῖς καταθέουσι γῆν τὴν ὑμετέραν ἐσόμενος, δέει τοῦ μὴ, ἐπειδὰν φέρηται παρὰ τῆς τύχης τὰ κράτιστα, τοὺς ἡσσημένους ἐπιδεῖν ἐπιφανέστερον αὑτοῦ παρ’ὑμῖν πράσσοντας, εἴ γε ἡμεῖς μὲν ἐν χώρᾳ ἐρήμῳτε καὶ ἄλλως ἀγόνῳ τὰ διαιτητήρια ἔχομεν, τοῖς δὲ Κουτριγούροις σιτωνεῖντε καὶ τοῖς οἰνῶσι κατακραιπαλᾶν ἐν ἐξουσίᾳ ἐστὶ καὶ παροψίδας αἱρεῖσθαι πάσας.

8.19.17πάντως δέ πη καὶ βαλανείων αὐτοῖς μέτεστι, καὶ χρυσοφοροῦσιν οἱ πλανῆται καὶ ἱματίων οὐκ ἀμοιροῦσι λεπτῶντε καὶ πεποικιλμένων καὶ καταληλειμμένων χρυσῷ.

8.19.18καίτοι Κουτρίγουροι μὲν Ῥωμαίων ἀνάριθμα πλήθη ἐξηνδραποδικότες τὰ πρότερα μετήνεγκαν ἐς γῆν τὴν σφετέραν.

8.19.19οἷς δὴ τὰ ἀνδραποδώδη πάντα ἐπέχειν οὐ πάρεργον τοῖς καταράτοις ἐγίνετο, ἀλλὰ καὶ μάστιγας οὐχ ἡμαρτηκόσιν ἐντεῖναι καὶ θανατοῦν ἴσως πρόχειρον ἦν, καὶ ὅσα ἄλλα δεσπότῃ βαρβάρῳ τε τρόπος καὶ ἐξουσία ἐφίησιν.

8.19.20ἡμεῖς δὲ πόνοιςτε ἡμετέροις καὶ κινδύνοις ἐς ψυχὴν φέρουσι τύχης αὐτοὺς ἀπαλλάξαντες τῆς τότε κρατούσης τοῖς γειναμένοις ἀπέδομεν, διαπονήματα ἡμῖν τοῦ πολέμου γεγενημένους.

8.19.21ὧν δὴ τὰς ἀμοιβὰς πρὸς ὑμῶν ἀπ’ἐναντίας ἑκάτεροι κεκομίσμεθα, εἴ γε ἡμεῖς μὲν ἀπολαύομεν ἔτι τῶν πατρίων κακῶν, οἱ δὲ τοῖς δι’ἀρετὴν ἡμετέραν ἀποφυγοῦσι τὴν αὐτῶν δούλωσιν χώρας τῆς ἐκείνων ἰσομοιροῦντες διαλαγχάνουσι.

8.19.22τοσαῦτα μὲν Οὐτιγούρων οἱ πρέσβεις εἶπον. βασιλεὺς δὲ αὐτοὺς πολλὰ τιθασσεύσας καὶ δώρων πλήθει παρηγορήσας οὐκ ἐς μακρὰν ἀπεπέμψατο. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.

8.20

8.20.1κατὰ δὲ τὸν χρόνον τοῦτον τῷτε Οὐάρνων ἔθνει καὶ στρατιώταις νησιώταις, οἳ δὴ ἐν νήσῳ τῇ Βριττίᾳ καλουμένῃ ᾤκηνται, πόλεμος καὶ μάχη ἐγένετο ἐξ αἰτίας τοιᾶσδε.

8.20.2Οὔαρνοι μὲν ὑπὲρ Ἴστρον ποταμὸν ἵδρυνται, διήκουσι δὲ ἄχρι ἐς Ὠκεανὸν τὸν ἀρκτῷον καὶ ποταμὸν Ῥῆνον, ὅσπερ αὐτούςτε διορίζει καὶ Φράγγους καὶ τὰ ἄλλα ἔθνη, ταύτῃ ἵδρυνται.

8.20.3οὗτοι ἅπαντες, ὅσοι τὸ παλαιὸν ἀμφὶ Ῥῆνον ἑκατέρωθεν ποταμὸν ᾤκηντο, ἰδίου μέν τινος ὀνόματος ἕκαστοι μετελάγχανον, ὧν δὴ ἔθνος ἓν Γερμανοὶ ὀνομάζονται, ἐπὶ κοινῆς δὲ Γερμανοὶ ἐκαλοῦντο ἅπαντες.

8.20.4Βριττία δὲ νῆσος ἐπὶ τούτου μὲν Ὠκεανοῦ κεῖται, τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν, ἀλλ’ὅσον ἀπὸ σταδίων διακοσίων καταντικρὺ τῶν τοῦ Ῥήνου ἐκβολῶν μάλιστα, Βρεττανίας δὲ καὶ Θούλης τῆς νήσου μεταξύ ἐστιν.

8.20.5ἐπεὶ Βρεττανία μὲν πρὸς δύοντά που κεῖται ἥλιον κατὰ τῆς Ἱσπανῶν τὰ ἔσχατα χώρας, ἀμφὶ σταδίους οὐχ ἧσσον ἐς τετρακισχιλίους τῆς ἠπείρου διέχουσα, Βριττία δὲ ἐς τῆς Γαλλίας τὰ ὄπισθεν, δὴ πρὸς Ὠκεανὸν τετραμμένα, Ἱσπανίας δηλονότι καὶ Βρεττανίας πρὸς βορρᾶν ἄνεμον.

8.20.6Θούλη δὲ, ὅσα γε ἀνθρώπους εἰδέναι, ἐς Ὠκεανοῦ τοῦ πρὸς τῇ ἄρκτῳ τὰ ἔσχατα κεῖται. ἀλλὰ τὰ μὲν ἀμφὶ Βρεττανίᾳ καὶ Θούλῃ ἐν τοῖς ἔμπροσθέν μοι λόγοις ἐρρήθη · Βριττίαν δὲ τὴν νῆσον ἔθνη τρία πολυανθρωπότατα ἔχουσι, βασιλεύςτε εἷς αὐτῶν ἑκάστῳ ἐφέστηκε.

8.20.7καὶ ὀνόματα κεῖται τοῖς ἔθνεσι τούτοις Ἀγγίλοιτε καὶ Φρίσσονες καὶ οἱ τῇ νήσῳ ὁμώνυμοι Βρίττωνες.

8.20.8τοσαύτη δὲ τῶνδε τῶν ἐθνῶν πολυανθρωπία φαίνεται οὖσα, ὥστε ἀνὰ πᾶν ἔτος κατὰ πολλοὺς ἐνθένδε μετανιστάμενοι ξὺν γυναιξὶ καὶ παισὶν ἐς Φράγγους χωροῦσιν.

8.20.9οἱ δὲ αὐτοὺς ἐνοικίζουσιν ἐς γῆς τῆς σφετέρας τὴν ἐρημοτέραν δοκοῦσαν εἶναι, καὶ ἀπ’αὐτοῦ τὴν νῆσον προσποιεῖσθαί φασιν.

8.20.10ὥστε ἀμέλει οὐ πολλῷ πρότερον Φράγγων βασιλεὺς ἐπὶ πρεσβείᾳ τῶν οἱ ἐπιτηδείων τινὰς παρὰ βασιλέα Ἰουστινιανὸν ἐς Βυζάντιον στείλας ἄνδρας αὐτοῖς ἐκ τῶν Ἀγγίλων ξυνέπεμψε, φιλοτιμούμενος ὡς καὶ νῆσος ἥδε πρὸς αὐτοῦ ἄρχεται. τὰ μὲν οὖν κατὰ τὴν Βριττίαν καλουμένην νῆσον τοιαῦτά ἐστι.

8.20.11τῶν δὲ Οὐάρνων ἀνήρ τις οὐ πολλῷ πρότερον, Ἑρμεγίσκλος ὄνομα, ἦρχεν. ὅσπερ τὴν βασιλείαν κρατύνασθαι διὰ σπουδῆς ἔχων, τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Φράγγων ἄρχοντος γυναῖκα γαμετὴν ἐποιήσατο.

8.20.12τετελευτήκει γὰρ αὐτῷ ἔναγχος πρότερον ξυνοικοῦσα γυνὴ, παιδὸς ἑνὸς γενομένη μήτηρ, ὃν καὶ ἀπέλιπε τῷ πατρὶ Ῥάδιγιν ὄνομα, δὴ πατὴρ παρθένου κόρης, γένους Βριττίας, ἐμνήστευσε γάμον, ἧσπερ ἀδελφὸς βασιλεὺς ἦν τότε Ἀγγίλων τοῦ ἔθνους, χρήματα μεγάλα τῷ τῆς μνηστείας αὐτῇ δεδωκὼς λόγῳ.

8.20.13οὗτος ἀνὴρ ξὺν Οὐάρνων τοῖς λογιμωτάτοις ἐν χωρίῳ τῳ ἱππευόμενος ὄρνιν τινὰ ἐπὶ δένδρουτε καθήμενον εἶδε καὶ πολλὰ κρώζοντα.

8.20.14εἴτε δὲ τοῦ ὄρνιθος τῆς φωνῆς ξυνεὶς εἴτε ἄλλο μέν τι ἐξεπιστάμενος, ξυνεῖναι δὲ τοῦ ὄρνιθος μαντευομένου τερατευσάμενος, τοῖς παροῦσιν εὐθὺς ἔφασκεν ὡς τεθνήξεται τεσσαράκοντα ἡμέραις ὕστερον.

8.20.15τοῦτο γὰρ αὐτῷ τὴν τοῦ ὄρνιθος δηλοῦν πρόρρησιν. ἐγὼ μὲν οὖν προορώμενος ἔφη ὅπως δὴ ὡς ἀσφαλέστατα ξὺν τῇ ἀπραγμοσύνῃ βιώσεσθε, τοῖςτε Φράγγοις ἐς κῆδος συνῆλθον, γυναῖκα ἐνθένδε τὴν ἐμοὶ ξυνοικοῦσαν ἐπαγαγόμενος, καὶ τῷ παιδὶ τῷ ’μῷ περιβέβλημαι τὴν Βριττίαν μνηστήν.

8.20.16ἀλλὰ νῦν, ἐπεὶ ἐγὼ μὲν τεθνήξεσθαι ὑποτοπάζω αὐτίκα δὴ μάλα, εἰμὶ δὲ ἄπαις ἄρσενόςτε καὶ θήλεος γόνου, ὅσα γε τὰ γυναικὸς τῆσδε, πρὸς δὲ καὶ παῖς ἀνυμέναιόςτε καὶ ἄνυμφος ἔτι νῦν ἐστι, φέρε ὑμῖν ἐπικοινώσομαι τὴν ἐμὴν διάνοιαν, καὶ εἴ τι ὑμῖν οὐκ ἀσύμφορον δόξειεν εἶναι, ὑμεῖς δὲ αὐτὴν, ἐπειδὰν ἀφίκωμαι τάχιστα ἐς τὸ μέτρον τοῦ βίου, τύχῃ ἀγαθῇ κατακυροῦντες διαπεραίνετε.

8.20.17οἶμαι τοίνυν Οὐάρνοις ξυνοίσειν τὴν κηδείαν ἐς Φράγγους μᾶλλον ἐς τοὺς νησιώτας ποιεῖσθαι.

8.20.18Βρίττιοι μὲν γὰρ οὐ δὲ ὅσον ἐπιμίγνυσθαι ὑμῖν οἷοίτέ εἰσιν, ὅτι μὴ ὀψέτε καὶ μόλις · Οὔαρνοι δὲ καὶ Φράγγοι τουτὶ μόνον τοῦ Ῥήνου τὸ ὕδωρ μεταξὺ ἔχουσιν, ὥστε αὐτοὺς ἐν γειτόνων μὲν ὡς πλησιαίτατα ὄντας ὑμῖν, ἐς δυνάμεως δὲ κεχωρηκότας μέγα τι χρῆμα, ἐν προχείρῳ ἔχειν εὖ ποιεῖντε ὑμᾶς καὶ λυμαίνεσθαι, ἡνίκα ἂν αὐτοῖς βουλομένοις εἴη.

8.20.19λυμανοῦνται δὲ πάντως, ἢν μὴ τὸ κῆδος αὐτοῖς ἐμπόδιον ἔσται. βαρεῖα γὰρ φύσει τοῖς ἀνθρώποις ὑπερβάλλουσα αὐτοὺς τῶν πλησιοχώρων δύναμις γίνεται καὶ πρὸς ἀδικίαν ἑτοιμοτάτη, ἐπεὶ γείτονι δυνατῷ ῥᾴδιον ἐπὶ τοὺς πέλας οὐδὲν ἀδικοῦντας ἐκπορίζεσθαι πολέμου αἰτίας.

8.20.20ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, παρείσθω μὲν ὑμῖν τοῦ παιδὸς τοῦδε νησιῶτις μνηστὴ χρήματα πάντα, ὅσα παρ’ἡμῶν κεκομισμένη τούτου δὴ ἕνεκα ἔτυχε, τῆς ὕβρεως ἀπενεγκαμένη μισθὸν, νόμος ἀνθρώπων κοινὸς βούλεται · Ῥάδιγις δὲ παῖς ξυνοικιζέσθω τῇ μητρυιᾷ τὸ λοιπὸν τῇ αὑτοῦ, καθάπερ πάτριος ἡμῖν ἐφίησι νόμος.

8.20.21 μὲν ταῦτα εἰπὼν τῇ τεσσαρακοστῇ ἀπὸ τῆς προρρήσεως ἡμέρᾳ νοσήσας τὴν πεπρωμένην ἀνέπλησεν. δὲ τοῦ Ἑρμεγίσκλου υἱὸς, Οὐάρνων τὴν βασιλείαν παραλαβὼν, γνώμῃ τῶν ἐν βαρβάροις τοῖσδε λογίμων ἀνδρῶν ἐπιτελῆ ἐποίει τὴν τοῦ τετελευτηκότος βουλὴν καὶ τὸν γάμον αὐτίκα τῇ μνηστῇ ἀπειπὼν τῇ μητρυιᾷ ξυνοικίζεται.

8.20.22ἐπειδὴ δὲ ταῦτα τοῦ Ῥαδίγιδος μνηστὴ ἔμαθεν, οὐκ ἐνεγκοῦσα τὴν τοῦ πράγματος συμφορὰν, τίσασθαι αὐτὸν τῆς εἰς αὐτὴν ὕβρεως ὥρμητο.

8.20.23τίμιον γὰρ οὕτω τοῖς ἐκείνῃ βαρβάροις σωφροσύνη νομίζεται εἶναι, ὥστε δὴ μόνου παρ’αὐτοῖς ξυντετυχηκότος ὀνόματος γάμου, μὴ ἐπιγενομένου τοῦ ἔργου, δοκεῖ πεπορνεῦσθαι γυνή.

8.20.24τὰ μὲν οὖν πρῶτα πέμψασα πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ τῶν οἱ ἐπιτηδείων τινὰς ἀνεπυνθάνετο ὅτου δὴ ὑβρίσειεν ἐς αὐτὴν ἕνεκα, οὔτε πεπορνευμένην οὔτε τι ἄλλο εἰργασμένην εἰς αὐτὸν ἄχαρι.

8.20.25ἐπεὶ δὲ ἀνύτειν οὐδὲν ταύτῃ ἐδύνατο, τὸ ἀρρενωπὸν ἀνελομένη ἐπὶ πολέμια ἔργα ἐχώρει.

8.20.26ναῦς οὖν αὐτίκα τετρακοσίας ἀγείρασα στράτευμάτε αὐταῖς ἐνθεμένη οὐχ ἧσσον μυριάδων δέκα μαχίμων ἀνδρῶν, αὐτὴ ἐξηγεῖτο ἐπὶ τοὺς Οὐάρνους τῇ στρατιᾷ ταύτῃ.

8.20.27ἐπήγετο δὲ καὶ τῶν ἀδελφῶν τῶν ἑαυτῆς ἕνα, ξυνδιοικησόμενον αὐτῇ τὰ παρόντα, οὐχ ὡς μέντοι τὴν βασιλείαν ἔχειν, ἀλλ’ἔτι ἐν ἰδιώτου τελοῦντα μοίρᾳ.

8.20.28ἄλκιμοι δέ εἰσι πάντων μάλιστα βαρβάρων ὧν ἡμεῖς ἴσμεν οἱ νησιῶται οὗτοι, ἔςτε τὰς ξυμβολὰς πεζοὶ ἴασιν.

8.20.29οὐ γὰρ ὅσον εἰσὶ τοῦ ἱππεύεσθαι ἀμελέτητοι, ἀλλ’οὐ δὲ ἵππον τι ποτέ ἐστιν ἐπίστασθαι σφίσι ξυμβαίνει, ἐπεὶ ἵππον ἐν ταύτῃ τῇ νήσῳ οὐ δὲ ὅσα κατ’εἰκόνα θεῶνται. οὐ γάρ ποτε τὸ ζῷον τοῦτο ἔν γε Βριττίᾳ γεγονὸς φαίνεται.

8.20.30εἰ δέ ποτε αὐτῶν τισιν ἐπὶ πρεσβείᾳ ἄλλου του ἕνεκα Ῥωμαίοις Φράγγοις ἄλλῳ τῳ ἵππους ἔχοντι ἐπιχωριάσασθαι ξυμβαίη, ἐνταῦθάτε ἵπποις ὀχεῖσθαι αὐτοῖς ἐπάναγκες εἴη, ἀναθρώσκειν μὲν ἐπ’αὐτοὺς οὐδεμιᾷ μηχανῇ ἔχουσιν, ἕτεροι δὲ αὐτοὺς μετεωρίζοντες ἄνθρωποι ἐπὶ τοὺς ἵππους ἀναβιβάζουσιν, ἀπαλλάσσεσθαίτε βουλομένους ἐνθένδε αὖθις αἴροντες ἐπὶ τῆς γῆς κατατίθενται.

8.20.31οὐ μὴν οὐ δὲ Οὔαρνοι ἱππόται εἰσὶν, ἀλλὰ πεζοὶ καὶ αὐτοὶ ἅπαντες. οὗτοι μὲν οὖν οἱ βάρβαροι τοιοίδε εἰσί. περίνεως δὲ οὐκ ἦν ἐν τούτῳ τῷ στόλῳ, ἀλλ’αὐτερέται πάντες. οὐ δὲ ἱστία τούτοις δὴ τοῖς νησιώταις τυγχάνει ὄντα, ἀλλ’ἐρέσσοντες ἀεὶ ναυτίλλονται μόνον.

8.20.32ἐπειδὴ δὲ κατέπλευσαν εἰς τὴν ἤπειρον, παρθένος μὲν, ἥπερ αὐτῶν ἦρχε, χαράκωμα ἐχυρὸν πηξαμένη παρ’αὐτὴν μάλιστα τὴν ἐκβολὴν ποταμοῦ Ῥήνου ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔμενε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ τὸν ἀδελφὸν ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι κελεύει.

8.20.33ἐστρατοπεδεύοντο δὲ Οὔαρνοι τότε τῆςτε Ὠκεανοῦ ἠϊόνος καὶ Ῥήνου ἐκβολῆς οὐ πολλῷ ἄποθεν. οὗ δὴ ἀφικομένων κατὰ τάχος Ἀγγίλων ξυνέμιξαν μὲν ἀμφότεροι ἐς χεῖρας ἀλλήλοις, ἡσσῶνται δὲ κατὰ κράτος Οὔαρνοι.

8.20.34καὶ αὐτῶν πίπτουσι μὲν πολλοὶ ἐν τούτῳ τῷ πόνῳ, οἱ λοιποὶ δὲ ξὺν τῷ βασιλεῖ ἐς ὑπαγωγὴν τρέπονται ἅπαντες, οἵτε Ἀγγίλοι τὴν δίωξιν ἐπ’αὐτοὺς δι’ὀλίγου πεποιημένοι, θέμις πεζοῖς, ἐς τὸ στρατόπεδον ἀπεχώρησαν.

8.20.35οὕσπερ ἐκάκιζεν ἐπανήκοντας ἐς αὐτὴν παρθένος, τῷτε ἀδελφῷ ἐλοιδορεῖτο πικρότατα, οὐδὲν τῇ στρατιᾷ λόγου ἄξιον ἰσχυριζομένη πεπρᾶχθαι, ἐπεὶ μὴ ἀγάγοιεν αὐτῇ ζῶντα Ῥάδιγιν.

8.20.36καὶ αὐτῶν ἀπολεξαμένη τοὺς μάλιστα μαχιμωτάτους εὐθὺς ἔστειλεν, ἀπαγγείλασα δορυάλωτον ἀγαγεῖν τὸν ἄνδρα μηχανῇ πάσῃ.

8.20.37οἱ δὲ τὴν αὐτῆς ἐπιτελοῦντες ἐπίταξιν περιήρχοντο διερευνώμενοι ξύμπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐκείνῃ χωρία, ἕως ἐν ὕλῃ ἀμφιλαφεῖ κρυπτόμενον Ῥάδιγιν εὗρον · δήσαντέςτε αὐτὸν τῇ παιδὶ ἀπεκόμισαν.

8.20.38καὶ μὲν αὐτῆς ἐν ὀφθαλμοῖς εἱστήκει, τρέμωντε καὶ τεθνήξεσθαι αὐτίκα δὴ μάλα ὑποτοπάζων θανάτῳ οἰκτίστῳ · δὲ αὐτὸν ἐκ τοῦ παραδόξου οὔτε ἀπέκτεινεν οὔτε τι ἄλλο ἄχαρι ἔδρασεν, ἀλλὰ ὀνειδίσασα τὴν ἐς αὐτὴν ὕβριν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα ἠλογηκὼς τὰ ξυγκείμενα ἑτέρᾳ γυναικὶ ἐς εὐνὴν ξυνέλθοι, καὶ ταῦτα οὐ πεπορνευμένης αὐτῷ τῆς μνηστῆς.

8.20.39καὶ ὃς τὴν αἰτίαν ἀπολογούμενος τὰς τοῦ πατρὸς ἐντολὰς καὶ τὴν τῶν ἀρχομένων σπουδὴν προὔφερεν, ἱκεσίουςτε προὐτείνετο λόγους καὶ λιταῖς ἀνέμισγε τὴν ἀπολογίαν πολλαῖς, ἐς τὴν ἀνάγκην ἀναφέρων τὸ ἔγκλημα.

8.20.40βουλομένῃτε αὐτῇ ξυνοικισθήσεσθαι ὡμολόγει καὶ τὰ οὐκ ἐν δίκῃ τὸ πρότερόν οἱ αὐτῷ πεπραγμένα τοῖς ἐπιγενησομένοις ἰάσεσθαι.

8.20.41ἐπεὶ δὲ τὴν παῖδα ταῦτα ἤρεσκε, τῶντε δεσμῶν ἀφεῖτο Ῥάδιγις τῆςτε ἄλλης φιλοφροσύνης ἠξίωτο, ἀποπέμπεται μὲν τὴν Θευδιβέρτου εὐθὺς ἀδελφὴν, τὴν δὲ Βριττίαν ἐγήματο. ταῦτα μὲν τῇδε κεχώρηκεν.

8.20.42ἐν ταύτῃ δὲ τῇ Βριττίᾳ νήσῳ τεῖχος ἐδείμαντο μακρὸν οἱ πάλαι ἄνθρωποι, δίχα τέμνον αὐτῆς πολλήν τινα μοῖραν · τοῦ δὲ τείχους τε ἀὴρ καὶ γῆ καὶ τὰ ἄλλα πάντα οὐχ ὁμοίως ἐφ’ἑκάτερά ἐστι.

8.20.43τὰ μὲν γὰρ τοῦ τείχους πρὸς ἀνίσχοντα ἥλιον εὐεξίατε ἀέρων ἐστὶ συμμεταβαλλομένη ταῖς ὥραις, θέρους μὲν μετρίως ἀλεεινὴ, ψυχεινὴ δὲ χειμῶνος ·

8.20.44καὶ ἄνθρωποι μὲν πολλοὶ ᾤκηνται κατὰ ταὐτὰ βιοτεύοντες τοῖς ἄλλοις ἀνθρώποις, τάτε δένδρα καρποῖς ἐν ἐπιτηδείῳ γινομένοις ὡραίοις ἀνθεῖ, τάτε λήϊα τῶν ἄλλων οὐδὲν καταδεέστερον τέθηλεν ·

8.20.45ἀλλὰ καὶ ὕδασιν χώρα ἐναβρυνομένη διαρκῶς φαίνεται. πρὸς δύοντα δὲ πᾶν τοὐναντίον, ὥστε ἀμέλει ἀνθρώπῳ μὲν οὐ δὲ ἡμιώριον δυνατόν ἐστιν ἐνταῦθα βιῶναι, ἔχις δὲ καὶ ὄφεις ἀνάριθμοι καὶ ἄλλων θηρίων παντοδαπὰ γένη διακεκλήρωται τὸν χῶρον ἐκεῖνον.

8.20.46καὶ, τὸ δὴ παραλογώτατον, οἱ ἐπιχώριοι λέγουσιν ὡς, εἴ τις ἄνθρωπος τὸ τεῖχος ἀμείψας ἐπὶ θάτερα ἴοι, εὐθυωρὸν θνήσκει, τὸ λοιμῶδες τῶν ἐκείνῃ ἀέρων ὡς ἥκιστα φέρων, τοῖςτε θηρίοις ἐνθάδε ἰοῦσιν θάνατος εὐθὺς ὑπαντιάζων ἐκδέχεται.

8.20.47ἐνταῦθα δέ μοι γενομένῳ τῆς ἱστορίας ἐπάναγκές ἐστι λόγου μυθολογίᾳ ἐμφερεστάτου ἐπιμνησθῆναι, ὃς δή μοι οὔτε πιστὸς τὸ παράπαν ἔδοξεν εἶναι, καίπερ ἀεὶ πρὸς ἀνδρῶν ἐκφερόμενος ἀναρίθμων, οἳ δὴ τῶν μὲν πρασσομένων αὐτουργοὶ, τῶν δὲ λόγων αὐτήκοοι ἰσχυρίζοντο γεγονέναι, οὔτε παριτέος παντάπασιν, ὡς μὴ τά γε ἀμφὶ Βριττίᾳ τῇ νήσῳ ἀναγραφόμενος ἀγνοίας τινὸς τῶν τῇδε ξυμβαινόντων διηνεκῶς ἀπενέγκωμαι δόξαν.

8.20.48λέγουσιν οὖν τὰς τῶν ἀποβιούντων ἀνθρώπων ψυχὰς ἐς τοῦτο ἀεὶ διακομίζεσθαι τὸ χωρίον. ὅντινα δὲ τρόπον, αὐτίκα δηλώσω, σπουδαιότατα μὲν ἀπαγγελλόντων ἀκηκοὼς πολλάκις τῶν τῇδε ἀνθρώπων, ἐς ὀνείρων δέ τινα δύναμιν ἀποκεκρίσθαι νενομικὼς τὰ θρυλλούμενα.

8.20.49παρὰ τὴν ἀκτὴν τοῦ κατὰ τὴν Βριττίαν Ὠκεανοῦ νῆσον κώμας παμπληθεῖς ξυμβαίνει εἶναι. οἰκοῦσι δὲ αὐτὰς ἄνθρωποι σαγηνεύοντέςτε καὶ γῆν γεωργοῦντες καὶ ἐπ’ἐμπορίαν ναυτιλλόμενοι ἐς τήνδε τὴν νῆσον, τὰ μὲν ἄλλα Φράγγων κατήκοοι ὄντες, φόρου μέντοι ἀπαγωγὴν οὐπώποτε παρασχόμενοι, ὑφειμένου αὐτοῖς ἐκ παλαιοῦ τοῦδε τοῦ ἄχθους, ὑπουργίας τινὸς, ὥς φασιν, ἕνεκα, μοι ἐν τῷ παρόντι λελέξεται.

8.20.50λέγουσιν οἱ ταύτῃ ἄνθρωποι ἐκ περιτροπῆς ἐπικεῖσθαι τὰς τῶν ψυχῶν παραπομπὰς σφίσιν. ὅσοις οὖν τῇ ἐπιγενησομένῃ νυκτὶ ἐς τὸ ἐπιτήδευμα τοῦτο τῇ τῆς ὑπουργίας διαδοχῇ ἰτέον ἐστὶν, οὗτοι δὴ ἐπειδὰν τάχιστα ξυσκοτάζῃ, ἐς τὰς οἰκίας τὰς αὑτῶν ἀναχωροῦντες καθεύδουσι, προσδεχόμενοι τὸν συναγωγέα τοῦ πράγματος.

8.20.51ἀωρὶ δὲ τῶν νυκτῶν τῶν μὲν θυρῶν σφίσιν ἀρασσομένων αἰσθάνονται, φωνῆς δέ τινος ἀφανοῦς ἐπαΐουσιν ἐπὶ τὸ ἔργον αὐτοὺς ξυγκαλούσης.

8.20.52αὐτοίτε ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν στρωμάτων ἐξανιστάμενοι ἐπὶ τὴν ἠϊόνα βαδίζουσιν, οὐ ξυνιέντες μὲν ὁποία ποτὲ ἀνάγκη αὐτοὺς ἐς τοῦτο ἐνάγει, ἀλλ’ὅμως ἀναγκαζόμενοι.

8.20.53ἐνταῦθα δὲ ἀκάτους παρεσκευασμένας ὁρῶσιν ἐρήμους τὸ παράπαν ἀνθρώπων, οὐ τὰς σφετέρας μέντοι, ἀλλ’ἑτέρας τινὰς, ἐς ἃς δὴ ἐσβάντες τῶν κωπῶν ἅπτονται.

8.20.54καὶ τῶν βάρεων αἰσθάνονται ἀχθομένων μὲν ἐπιβατῶν πλήθει, ἄχρι δὲ ἐς σανίδαςτε ἄκρας καὶ τῶν κωπῶν τὴν χώραν τῷ ῥοθίῳ βεβαπτισμένων, ἀποδεουσῶντε τοῦ ὕδατος ὅσον οὐ δὲ δάκτυλον ἕνα, αὐτοὶ μέντοι οὐδένα θεῶνται, ἀλλὰ καὶ μίαν ἐρέσσοντες ὥραν ἐς τὴν Βριττίαν καταίρουσι.

8.20.55καίτοι ταῖς ἀκάτοις ἡνίκα ταῖς αὑτῶν ἰδίαις ναυτίλλονται, οὐχ ἱστίοις χρώμενοι, ἀλλ’ἐρέσσοντες, ἐς νύκτατε καὶ ἡμέραν μόλις ἐνταῦθα διαπορθμεύονται · ἐς τὴν νῆσον δὲ καταπλεύσαντες ἀποφορτιζόμενοι ἀπαλλάσσονται αὐτίκα δὴ μάλα, τῶν βάρεων σφίσι κούφων γινομένων ἐκ τοῦ αἰφνιδίου κἀκ τοῦ ῥοθίου ἐπαιρομένων ἔντε τῷ ὕδατι καταδυομένων οὐδέν τι ἄλλο, πλήν γε ὅσα ἐς τὴν τρόπιν αὐτήν.

8.20.56καὶ αὐτοὶ μὲν ἀνθρώπων οὐδένα ὁρῶσιν οὔτε ξυμπλέοντα οὔτε ἀπαλλασσόμενον τῆς νηὸς, φωνῆς δὲ ἀκούειν τινὸς ἐνθένδε φασὶ τοῖς ὑποδεχομένοις ἀπαγγέλλειν δοκούσης πρὸς ὄνομα τῶν συμπεπλευκότων αὐτοῖς ἕκαστον, τάτε ἀξιώματα ἐπιλεγούσης οἷς πρώην ἐχρῶντο καὶ πατρόθεν αὐτοὺς ἀνακαλούσης.

8.20.57ἢν δὲ καὶ γυναῖκες ξυνδιαπορθμευσάμεναι αὐτοῖς τύχωσι, τῶν ἀνδρῶν ἀποστοματίζουσι τὰ ὀνόματα οἷσπερ ξυνοικοῦσαι ἐβίων.

8.20.58ταῦτα μὲν οὖν οἱ τῇδε ἄνθρωποι ξυμβαίνειν φασίν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

8.21

8.21.1οὕτω μὲν οὖν τὰ κατὰ τοὺς πολέμους ἐν χώρᾳ ἑκάστῃ ξυνηνέχθη γενέσθαι. δὲ Γοτθικὸς πόλεμος ἐφέρετο ὧδε. Βελισάριον μὲν ἐς Βυζάντιον μεταπεμψάμενος βασιλεὺς, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, διὰ τιμῆς ἦγε, καὶ οὐ δὲ Γερμανοῦ τετελευτηκότος πέμπειν αὐτὸν ἐς τὴν Ἰταλίαν διενοεῖτο, ἀλλὰ καὶ στρατηγὸν τῆς ἑῴας ὄντα, τῶν βασιλικῶν σωματοφυλάκων ἄρχοντα καταστησάμενος, αὐτοῦ κατεῖχεν.

8.21.2ἦντε τῷ ἀξιώματι πρῶτος Βελισάριος Ῥωμαίων ἁπάντων, καίτοι τινὲς αὐτῶν πρότεροι ἀνάγραπτοίτε ἐς πατρικίους γεγόνασι καὶ ἐς αὐτὸν ἀναβεβήκεσαν τῶν ὑπάτων τὸν δίφρον.

8.21.3ἀλλὰ καὶ ὣς αὐτῷ τῶν πρωτείων ἐξίσταντο πάντες, αἰσχυνόμενοι κατὰ τῆς ἀρετῆς τῷ νόμῳ χρῆσθαι καὶ τὸ ἀπ’αὐτοῦ δικαίωμα περιβάλλεσθαι.

8.21.4ταῦτάτε βασιλέα κομιδῆ ἤρεσκεν. Ἰωάννης δὲ Βιταλιανοῦ διεχείμαζεν ἐν Σάλωσι. προσδεχόμενοίτε αὐτὸν ἐν Ἰταλίᾳ τοῦτον δὴ τὸν χρόνον οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἄπρακτοι ἔμενον. καὶ χειμὼν ἔληγε, καὶ τὸ ἑκκαιδέκατον ἔτος ἐτελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.

8.21.5τῷ δὲ ἐπιγενομένῳ ἐνιαυτῷ Ἰωάννης μὲν διενοεῖτο ἐκ Σαλώνωντε ἐξανίστασθαι καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ὅτι τάχιστα ἐπὶ Τουτίλαντε καὶ Γότθους.

8.21.6βασιλεὺς δὲ αὐτὸν διεκώλυεν, αὐτοῦτε μένειν ἐπέστελλεν, ἕως Ναρσῆς εὐνοῦχος ἀφίκηται. αὐτὸν γὰρ τοῦδε αὐτοκράτορα καταστήσασθαι τοῦ πολέμου ἐβούλευσεν.

8.21.7ὅτου δὲ δὴ ἕνεκα ταῦτα βουλομένῳ βασιλεῖ εἴη διαρρήδην μὲν τῶν πάντων οὐδενὶ φανερὸν γέγονε · βασιλέως γὰρ βούλευμα ἔκπυστον ὅτι μὴ αὐτοῦ ἐθελουσίου ἀμήχανά ἐστιν · δὲ ὑποπτεύοντες ἄνθρωποι ἔλεγον, ἐγὼ δηλώσω.

8.21.8ἔννοια Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οἱ ἄλλοι τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες Ἰωάννου ἐπακούειν ὡς ἥκιστα ἐθελήσουσιν, οὐκ ἀξιοῦντες καταδεέστεροί τι αὐτοῦ τὸ ἀξίωμα εἶναι.

8.21.9καὶ ἀπ’αὐτοῦ ἔδεισε μὴ διχοστατοῦντες τῇ γνώμῃ ἐθελοκακοῦντες τῷ φθόνῳ ξυγχέωσι τὰ πρασσόμενα.

8.21.10ἤκουσα δὲ καὶ τόνδε τὸν λόγον ἀπαγγέλλοντος Ῥωμαίου ἀνδρὸς, ἡνίκα ἐπὶ Ῥώμης διατριβὴν εἶχον · ἦν δὲ οὗτος ἀνὴρ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς.

8.21.11ἔλεγεν οὖν Ῥωμαῖος οὗτος ὡς ἄρχοι μὲν Ἰταλίας ποτὲ Ἀταλάριχος Θευδερίχου θυγατριδοῦς, βοῶν δέ τις ἀγέλη ἐς Ῥώμην ὑπὸ τοῦτον τὸν χρόνον ἀμφὶ δείλην ὀψίαν ἐξ ἀγροῦ ἥκει διὰ τῆς ἀγορᾶς, ἣν Φόρον Εἰρήνης καλοῦσι Ῥωμαῖοι.

8.21.12ἐνταῦθα γάρ πη τῆς Εἰρήνης νεὼς κεραυνόβλητος γενόμενος ἐκ παλαιοῦ κεῖται. ἔστι δέ τις ἀρχαία πρὸ ταύτης δὴ τῆς ἀγορᾶς κρήνη, καὶ βοῦς ἐπὶ ταύτης χαλκοῦς ἕστηκε, Φειδίου, οἶμαι, τοῦ Ἀθηναίου Λυσίππου ἔργον.

8.21.13ἀγάλματα γὰρ ἐν χώρῳ τούτῳ πολλὰ τούτοιν δὴ τοῖν ἀνδροῖν ποιήματά ἐστιν. οὗ δὴ καὶ Φειδίου ἔργον ἕτερον · τοῦτο γὰρ λέγει τὰ ἐν τῷ ἀγάλματι γράμματα.

8.21.14ἐνταῦθα καὶ τὸ τοῦ Μύρωνος βοΐδιον. ἐπιμελὲς γὰρ ἐγεγόνει τοῖς πάλαι Ῥωμαίοις τῆς Ἑλλάδος τὰ κάλλιστα πάντα ἐγκαλλωπίσματα Ῥώμης ποιήσασθαι.

8.21.15ἕνα δὲ ταῦρον ἔφη τῶν τηνικάδε παριόντων εὐνοῦχον τῆςτε ἀγέλης ἀπολειπόμενον καὶ ταύτης δὴ τῆς κρήνης ἐπιβατεύσαντα καθύπερθεν βοὸς τοῦ χαλκοῦ στῆναι.

8.21.16τύχῃ δέ τινι παριόντα τινὰ, Τοῦσκον γένος, κομιδῆ ἄγροικον δόξαντα εἶναι, ξυμβάλλοντα τὸ ποιούμενον φάναι (εἰσὶ γὰρ μαντικοὶ καὶ ἐς ἐμὲ Τοῦσκοι) ὡς εὐνοῦχός ποτε καταλύσει τὸν ἄρχοντα Ῥώμης.

8.21.17καὶ τηνικάδε μὲν τε Τοῦσκος ἐκεῖνος καὶ παρ’αὐτοῦ λόγος γέλωτα ὦφλε. πρὸ γὰρ τῆς πείρας ἀεὶ ἄνθρωποι τὰς προρρήσεις φιλοῦσι χλευάζειν, οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου, τῷ μήτε ἀποβεβηκέναι τὰ πράγματα μήτε τὸν περὶ αὐτῶν λόγον εἶναι πιστὸν, ἀλλὰ μύθῳ τινὶ γελοιώδει ἐμφερῆ φαίνεσθαι.

8.21.18νῦν δὲ δὴ ἅπαντες τὸ ξύμβολον τοῦτο τοῖς ἀποβεβηκόσιν ὑποχωροῦντες θαυμάζουσι.

8.21.19καὶ διὰ τοῦτο ἴσως ἐπὶ Τουτίλαν ἐστρατήγει Ναρσῆς, στοχαζομένης τοῦ ἐσομένου τῆς βασιλέως γνώμης, πρυτανευούσης τὸ δέον τῆς τύχης.

8.21.20 μὲν οὖν Ναρσῆς στράτευμάτε λόγου ἄξιον καὶ χρήματα μεγάλα πρὸς βασιλέως κεκομισμένος ἐστέλλετο.

8.21.21ἐπειδὴ δὲ ξὺν τοῖς ἑπομένοις ἐν μέσῃ Θρᾴκῃ ἐγένετο, χρόνον τινὰ ἐν Φιλιππουπόλει ἀποκεκλεισμένος τῆς ὁδοῦ ἔμεινε.

8.21.22στράτευμα γὰρ Οὐννικὸν ἐπισκῆψαν τῇ Ῥωμαίων ἀρχῇ ἅπαντα ἦγόντε καὶ ἔφερον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐπειδὴ δὲ αὐτῶν οἱ μέν τινες ἐπὶ Θεσσαλονίκην, οἱ δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔεσαν, μόλις ἐνθένδε ἀπαλλαγεὶς ἐπίπροσθεν ᾔει.

8.22

8.22.1ἐν δὲ μὲν Ἰωάννης ἐπὶ Σαλώνων Ναρσῆν ἔμενε, Ναρσῆς δὲ Οὔννων τῇ ἐφόδῳ συμποδιζόμενος σχολαίτερον ᾔει, ἐν τούτῳ Τουτίλας προσδεχόμενος τὴν Ναρσοῦ στρατιὰν ἐποίει τάδε.

8.22.2ἄλλουςτε Ῥωμαίους καί τινας τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἐν Ῥώμῃ καθίστη, τοὺς λοιποὺς ἐπὶ Καμπανίας ἐάσας.

8.22.3καὶ αὐτοὺς ἐκέλευεν ὅση δύναμις ἐπιμελεῖσθαι τῆς πόλεως, ἐνδεικνύμενος ὅτι δὴ αὐτῷ μεταμέλει τῶν οἱ ἐς Ῥώμην εἰργασμένων τὰ πρότερα, ἐπεὶ ἐμπρήσας αὐτῆς πολλὰ ἔτυχεν, ἄλλωςτε καὶ ὑπὲρ Τίβεριν ποταμόν.

8.22.4οἱ δὲ καθεστῶτες ἐν αἰχμαλώτων λόγῳ καὶ περιῃρημένοι χρήματα πάντα, μὴ ὅτι τῶν κοινῶν, ἀλλ’οὐ δὲ τῶν ἰδίᾳ σφίσι προσηκόντων δυνατοὶ ἦσαν μεταποιεῖσθαι.

8.22.5καίτοι ἀνθρώπων μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν φιλοπόλιδες Ῥωμαῖοι τυγχάνουσιν ὄντες, περιστέλλειντε τὰ πάτρια πάντα καὶ διασώζεσθαι ἐν σπουδῇ ἔχουσιν, ὅπως δὴ μηδὲν ἀφανίζηται Ῥώμῃ τοῦ παλαιοῦ κόσμου.

8.22.6οἵ γε καὶ πολύν τινα βεβαρβαρωμένοι αἰῶνα τάςτε πόλεως διεσώσαντο οἰκοδομίας καὶ τῶν ἐγκαλλωπισμάτων τὰ πλεῖστα, ὅσα οἷόντε ἦν, χρόνῳτε τοσούτῳ τὸ μῆκος καὶ τῷ ἀπαμελεῖσθαι δι’ἀρετὴν τῶν πεποιημένων ἀντέχειν.

8.22.7ἔτι μέντοι καὶ ὅσα μνημεῖα τοῦ γένους ἐλέλειπτο ἔτι, ἐν τοῖς καὶ ναῦς Αἰνείου, τοῦ τῆς πόλεως οἰκιστοῦ, καὶ εἰς τόδε κεῖται, θέαμα παντελῶς ἄπιστον.

8.22.8νεώσοικον γὰρ ποιησάμενοι ἐν μέσῃ τῇ πόλει, παρὰ τὴν τοῦ Τιβέριδος ὄχθην, ἐνταῦθάτε αὐτὴν καταθέμενοι, ἐξ ἐκείνου τηροῦσιν. ἥπερ ὁποία ποτέ ἐστιν αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι.

8.22.9μονήρηςτε ναῦς ἥδε καὶ περιμήκης ἄγαν τυγχάνει οὖσα, μῆκος μὲν ποδῶν εἴκοσι καὶ ἑκατὸν, εὖρος δὲ πέντε καὶ εἴκοσι, τὸ δέ γε ὕψος τοσαύτη ἐστὶν ὅσον αὐτὴν ἐρέσσεσθαι μὴ ἀδύνατα εἶναι.

8.22.10ξύλων δὲ κόλλημα οὐ δὲ ἓν τὸ παράπαν ἐνταῦθά ἐστιν οὐ δὲ σιδήρων ἄλλῃ τινὶ μηχανῇ τὰ ξύλα τοῦ πλοίου εἰς ἄλληλά πη ἐρήρεισται, ἀλλὰ μονοειδῆ ξύμπαντά ἐστι λόγουτε καὶ ἀκοῆς κρείσσω καὶ μόνῳ γεγονότα, ὅσα γε ἡμᾶς εἰδέναι, ἐν τῷδε τῷ πλοίῳ.

8.22.11τε γὰρ τρόπις μονοφυὴς οὖσα ἐκ πρύμνης ἄκρας ἄχρι ἐς τὴν πρῷραν διήκει, κατὰ βραχὺ μὲν θαυμασίως ἐπὶ τὸ κοῖλον ὑποχωροῦσα, καὶ αὖ πάλιν ἐνθένδε κατὰ λόγον εὖ μάλα ἐπὶ τὸ ὀρθόντε καὶ διατεταμένον ἐπανιοῦσα.

8.22.12τάτε παχέα ξύμπαντα ξύλα ἐς τὴν τρόπιν ἐναρμοσθέντα (ἅπερ οἱ μὲν ποιηταὶ δρυόχους καλοῦσιν, ἕτεροι δὲ νομέας) ἐκ τοίχου μὲν ἕκαστον θατέρου ἄχρι ἐς τῆς νεὼς διήκει τὸν ἕτερον τοῖχον.

8.22.13ὑφιζάνοντα δὲ καὶ αὐτὰ ἐξ ἑκατέρας ἄκρας καμπὴν ποιεῖται διαφερόντως εὐπρόσωπον, ὅπως ἂν τὴν νῆα μάλιστα κοίλην ἀποτετορνεῦσθαι ξυμβαίη, εἴτε τῆς φύσεως κατὰ τὴν τῆς χρείας ἀνάγκην τάτε ξύλα διακοψάσης καὶ ξυναρμοσαμένης τὰ πρότερα τὸ κύρτωμα τοῦτο εἴτε χειροποιήτῳ τέχνῃτε καὶ μηχανῇ ἄλλῃ τῆς τῶν νομέων ἀνωμαλίας ἐν ἐπιτηδείῳ γεγενημένης.

8.22.14σανίςτε πρὸς ἐπὶ τούτοις ἑκάστη ἐκ πρύμνης ἄκρας ἐς τῆς νηὸς ἐξικνεῖται τὴν ἑτέραν ἀρχὴν, μονοειδὴς οὖσα καὶ κέντρα σιδηρᾶ τούτου ἕνεκα προσλαβοῦσα μόνον, ὅπως δὴ ταῖς δοκοῖς ἐναρμοσθεῖσα τὸν τοῖχον ποιῇ.

8.22.15οὕτω μὲν ναῦς ἥδε πεποιημένη κρείσσω παρέχεται τοῦ λόγου τὴν ὄψιν, ἐπεὶ τῶν ἔργων τὰ πλείστῳ παραλόγῳ ξυμβαίνοντα οὐκ εὐδιήγητα τίθεται τοῖς ἀνθρώποις ἀεὶ τῶν πραγμάτων φύσις, ἀλλὰ ταῖς ἐπινοίαις τὰ ξυνειθισμένα νικῶσα καὶ τοῦ λόγου κρατεῖ.

8.22.16τούτων δὲ δὴ τῶν ξύλων οὐδὲν οὔτε σέσηπεν οὔτε τι ὑποφαίνει ὡς σαπρὸν εἴη, ἀλλ’ἀκραιφνὴς πανταχόθι οὖσα ναῦς, ὥσπερ ὑπόγυον τῷ τεχνίτῃ τῷ αὐτῆς, ὅστις ποτ’ἦν, νεναυπηγημένη, ἔρρωται καὶ ἐς ἐμὲ θαυμαστὸν ὅσον. τὰ μὲν οὖν ἀμφὶ τῇ τοῦ Αἰνείου νηὶ ταύτῃ ἔχει.

8.22.17Τουτίλας δὲ πλοῖα μακρὰ ἐς τριακόσια Γότθων πληρώσας ἐς τὴν Ἑλλάδα ἐκέλευεν ἰέναι, ληΐζεσθαι τοὺς παραπίπτοντας ἐπιστείλας δυνάμει τῇ πάσῃ.

8.22.18οὗτος δὲ στόλος ἄχρι ἐς τὴν Φαιάκων χώραν, νῦν Κέρκυρα ἐπικαλεῖται, οὐδὲν ἄχαρι ἐργάζεσθαι ἔσχε.

8.22.19νῆσον γὰρ οὐδεμίαν ἐν τῷδε τῷ διάπλῳ οἰκουμένην ξυμβαίνει εἶναι ἐκ τοῦ κατὰ τὴν Χάρυβδιν πορθμοῦ μέχρι ἐς τὴν Κέρκυραν, ὥστε πολλάκις ἐγὼ ἐνταῦθα γενόμενος διηπορούμην ὅπη ποτὲ ἄρα τῆς Καλυψοῦς νῆσος εἴη.

8.22.20ταύτης γὰρ τῆς θαλάσσης οὐδαμῆ νῆσον τεθέαμαι, ὅτι μὴ τρεῖς, οὐ πολλῷ ἄποθεν τῆς Φαιακίδος, ἀλλ’ὅσον ἀπὸ σταδίων τριακοσίων, ἄγχιστά πη ἀλλήλων οὔσας, βραχείας κομιδῆ καὶ οὐ δὲ ἀνθρώπων οἰκία ἐχούσας οὔτε ζῴων οὔτε ἄλλων τὸ παράπαν οὐδέν. Ὀθονοὶ δὲ καλοῦνται τανῦν αἱ νῆσοι αὗται.

8.22.21καὶ φαίη ἄν τις τὴν Καλυψὼ ἐνταῦθα γενέσθαι, καὶ ἀπ’αὐτοῦ τὸν Ὀδυσσέα γῆς τῆς Φαιακίδος ὄντα οὐ πολλῷ ἄποθεν σχεδίᾳ, ὥς φησιν Ὅμηρος, ἄλλῳ τῳ τρόπῳ νεώς τινος χωρὶς ἐνθένδε διαπορθμεύσασθαι. ἀλλὰ ταῦτα ἡμῖν ὅσον τεκμηριοῦσθαι εἰρήσθω.

8.22.22τοῖς γὰρ παλαιοτάτοις ἐς τὸ ἀκριβὲς ἐναρμόσασθαι τὸν ἀληθῆ λόγον οὐ ῥᾴδιον, ἐπεὶ πολὺς χρόνος τάτε τῶν χωρίων ὀνόματα καὶ τὴν ἀμφ’αὐτοῖς δόξαν ἐκ τοῦ ἐπὶ πλεῖστον μεταβάλλειν φιλεῖ.

8.22.23τὸ πλοῖον ἀμέλει, ὅπερ ἐν γῇ τῇ Φαιάκων ἐκ λίθου λευκοῦ πεποιημένον παρὰ τὴν ταύτης ἀκτὴν ἕστηκεν, ἐκεῖνό τινες οἴονται εἶναι, τὸν Ὀδυσσέα ἐς τὴν Ἰθάκην ἐκόμισεν, ἡνίκα ξεναγεῖσθαι αὐτὸν ἐνταῦθα ξυνέβη.

8.22.24καίτοι οὐ μονοειδὲς τὸ πλοῖον τοῦτό ἐστιν, ἀλλὰ ἐκ λίθων ὅτι μάλιστα πολλῶν ξύγκειται.

8.22.25καὶ γράμματα ἐν αὐτῷ ἐγκεκόλαπται καὶ διαρρήδην βοᾷ τῶν τινα ἐμπόρων ἐν τοῖς ἄνω χρόνοις ἱδρύσασθαι τὸ ἀνάθημα τοῦτο Διὶ τῷ Κασίῳ.

8.22.26Δία γὰρ Κάσιον ἐτίμων ποτὲ οἱ τῇδε ἄνθρωποι, ἐπεὶ καὶ πόλις, ἐν τὸ πλοῖον τοῦτο ἕστηκεν, ἐς τόνδε τὸν χρόνον Κασώπη ἐπικαλεῖται.

8.22.27τοῦτον δὲ τὸν τρόπον ἐκ λίθων πολλῶν καὶ ναῦς ἐκείνη πεποίηται, ἣν Ἀγαμέμνων τοῦ Ἀτρέως τῆς Εὐβοίας ἐν Γεραιστῷ ἀνέθηκε τῇ Ἀρτέμιδι, ἀφοσιούμενος κἀν τούτῳ τὴν ἐς αὐτὴν ὕβριν, ἡνίκα διὰ τὸ τῆς Ἰφιγενείας πάθος τὸν ἀπόπλουν Ἄρτεμις ξυνεχώρει τοῖς Ἕλλησιν.

8.22.28 δὴ γράμματα ἐν πλοίῳ τούτῳ τηνικάδε ὕστερον ξυσθέντα δηλοῖ ἐν ἑξαμέτρῳ. ὧν τὰ μὲν πλεῖστα ἐξίτηλα χρόνῳ τῷ μακρῷ γέγονε, τὰ δὲ πρῶτα καὶ ἐς τόδε διαφαίνεται λέγοντα ὧδε Νῆά με λαϊνέην ἱδρύσατο τῇδ’Ἀγαμέμνων, Ἑλλήνων στρατιῆς σῆμα πλοϊζομένης.

8.22.29καὶ ἐν ἀρχῇ ἔχει Τύννιχος ἐποίει Ἀρτέμιδι Βολοσίᾳ. οὕτω γὰρ τὴν Εἰλείθυιαν ἐν τοῖς ἄνω χρόνοις ἐκάλουν, ἐπεὶ καὶ βολὰς τὰς ὠδῖνας ὠνόμαζον. ἐμοὶ δὲ αὖθις ὅθενπερ ἐξέβην ἰτέον.

8.22.30ἐπειδὴ ἐς τὴν Κέρκυραν οὗτος Γότθων στόλος ἀφίκετο, αὐτήντε ἦγον καὶ ἔφερον ἐξ ἐπιδρομῆς καὶ ὅσαι ἄλλαι αὐτῇ νῆσοι ἐπίκεινται, αἳ Συβόται καλοῦνται ·

8.22.31διαβάντες δὲ καὶ εἰς τὴν ἤπειρον ἐξαπιναίως ἅπαντα ἐληΐζοντο τὰ ἀμφὶ Δωδώνην χωρία καὶ διαφερόντως Νικόπολίντε καὶ Ἀγχίαλον, οὗ δὴ Ἀγχίσην, τὸν Αἰνείου πατέρα, ἐξ Ἰλίου ἁλούσης ξὺν τῷ παιδὶ πλέοντά φασιν οἱ ἐπιχώριοι ἐξ ἀνθρώπων ἀφανισθῆναι καὶ τὴν ἐπωνυμίαν τῷ χωρίῳ δοῦναι.

8.22.32περιιόντες δὲ τὴν παραλίαν ὅλην καὶ ναυσὶ Ῥωμαίων ἐντυχόντες πολλαῖς αὐτοῖς φορτίοις ἁπάσας εἷλον. ἐν ταῖς εἶναι ξυνέβη καὶ τῶν νηῶν τινας, αἳ τῇ Ναρσοῦ στρατιᾷ ἐκ τῆς Ἑλλάδος τὰ ἐπιτήδεια ἔφερον. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.

8.23

8.23.1Τουτίλας δὲ πολλῷ πρότερον Γότθων στράτευμα ἐς Πικηνοὺς ἐτύγχανε πέμψας, ἐφ’ δὴ τὸν Ἀγκῶνα ἐξελοῦσιν · οἷς δὴ ἄρχοντας τοὺς ἐν Γότθοις δοκιμωτάτους ἐπέστησε, Σκιποῦάρτε καὶ Γίβαλ καὶ Γουνδοὺλφ, ὅσπερ Βελισαρίου δορυφόρος ἐγεγόνει ποτέ.

8.23.2τινὲς δὲ αὐτὸν Ἰνδοὺλφ ἐκάλουν. οἷς δὴ καὶ πλοῖα μακρὰ ἑπτὰ καὶ τεσσαράκοντα ἔδωκεν, ὅπως τὸ φρούριον κατὰ γῆντε καὶ θάλασσαν πολιορκοῦντες ῥᾷόντε καὶ ἀπονώτερον τὴν αὐτοῦ ἐπικράτειαν θήσονται.

8.23.3χρόνου δὲ ταύτῃ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ, συνέβαινε τοὺς πολιορκουμένους τῇ τῶν ἀναγκαίων ἀπορίᾳ πιέζεσθαι.

8.23.4ἅπερ ἐπεὶ Βαλεριανὸς ἔμαθεν, ἐπὶ Ῥαβέννης διατριβὴν ἔχων, ἀμύνειντε κατὰ μόνας τοῖς ἐν τῷ Ἀγκῶνι Ῥωμαίοις οὐχ οἷόςτε ὢν, πέμψας πρὸς Ἰωάννην τὸν Βιταλιανοῦ ἀδελφιδοῦν ἐπὶ Σαλώνων ὄντα ἔγραψε τάδε Μόνος Ἀγκὼν ἡμῖν τοῦ κόλπου ἐντὸς ἀπολέλειπται, ὡς αὐτὸς οἶσθα, εἴπερ ἔτι νῦν ἀπολέλειπται.

8.23.5οὕτω γὰρ τοῖς ἐν τούτῳ Ῥωμαίοις πικρότατα πολιορκουμένοις τὰ πράγματα ἔχει ὥστε δέδοικα μὴ βοηθοῦντες ἔξωροι ὦμεν, ὀπίσω τοῦ καιροῦ τὴν σπουδὴν ἔχοντες, ἕωλόντε τὴν ὑπὲρ αὐτοῦ προθυμίαν ποιούμενοι.

8.23.6ἀλλὰ παύσομαι. γὰρ τῶν πολιορκουμένων ἀνάγκη μακροτέραν τὴν ἐπιστολὴν οὐκ ἐᾷ γίνεσθαι τὸν χρόνον ἐφ’ἑαυτὴν ἀκριβῶς σφίγγουσα καὶ κίνδυνος ὀξυτέραν τοῦ λόγου τὴν ἐπικουρίαν ζητῶν.

8.23.7ταύτην Ἰωάννης ἀναλεξάμενος τὴν ἐπιστολὴν, καίπερ αὐτῷ πρὸς βασιλέως ἀπορρηθὲν, αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν οἱ πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος.

8.23.8ἄνδραςτε ἀπολεξάμενος, οὓς μάλιστα πάντων ἀγαθοὺς τὰ πολέμια ᾤετο εἶναι, καὶ αὐτῶν ὀκτὼ καὶ τριάκοντα πλοῖα μακρὰ ἐμπλησάμενος πλέοντάτε ὡς τάχιστα καὶ πρὸς πόλεμον τὸν ἐν θαλάσσῃ ὡς ἄριστα πεποιημένα, ἔνιάτε αὐτοῖς τῶν ἐπιτηδείων ἐνθέμενος, ἄρας ἐκ Σαλώνων τῷ Σκάρδωνι προσέσχεν. οὗ δὴ καὶ Βαλεριανὸς ξὺν ναυσὶ δώδεκα οὐκ ἐς μακρὰν ἦλθεν.

8.23.9ἐπειδὴ δὲ ἀλλήλοις ξυνέμιξαν, κοινολογησάμενοίτε καὶ τὰ σφίσι ξύμφορα δόξαντα εἶναι βεβουλευμένοι, ἐνθένδε μὲν ἀποπλέουσιν, ἐς δὲ ἤπειρον τὴν ἀντιπέρας κατάραντες ἐς χωρίον ὁρμίζονται, δὴ Σενογαλλίαν Ῥωμαῖοι καλοῦσι, τοῦ Ἀγκῶνος οὐ πολλῷ ἄποθεν.

8.23.10ὅπερ ἐπεὶ οἱ Γότθων στρατηγοὶ ἔμαθον, πλοῖα μακρὰ καὶ αὐτοὶ τὰ σφίσι παρόντα, ἑπτὰ καὶ τεσσαράκοντα ὄντα, Γότθων τῶν λογίμων αὐτίκα ἐπλήρουν.

8.23.11τὸ δὲ ἄλλο στράτευμα ἐπὶ τῇ προσεδρείᾳ τοῦ φρουρίου ἀπολιπόντες εὐθὺ τῶν πολεμίων ἐχώρουν.

8.23.12ἡγεῖτο δὲ τῶν μὲν ἐπὶ τῇ πολιορκίᾳ μεμενηκότων Σκιποῦαρ, τῶν δὲ δὴ ἐν ταῖς ναυσὶν ὄντων Γίβαλτε καὶ Γουνδούλφ.

8.23.13ἐπειδήτε ἄγχιστα ἀλλήλων ἐγένοντο, τάςτε ναῦς ἑκάτεροι ἀνεκώχευον καὶ ξυναγαγόντες αὐτὰς ἐς ὀλίγον παραίνεσιν ἐς τοὺς στρατιώτας ἐποιοῦντό τινα.

8.23.14πρῶτοίτε Ἰωάννης καὶ Βαλεριανὸς ἔλεξαν τοιάδε Μηδεὶς ὑμῶν, ξυστρατιῶται, ὑπὲρ τοῦ Ἀγκῶνος μόνου τούτου καὶ τῶν ἐν αὐτῷ πολιορκουμένων Ῥωμαίων ἀγωνιεῖσθαι τανῦν οἰέσθω, μη δὲ ἄχρι τοῦδε ἀποκριθήσεσθαι ἡμῖν τὴν ξυμβολὴν τήνδε, ἀλλὰ ξύμπαν, ὡς συνελόντας εἰπεῖν, τὸ τοῦ πολέμου κεφάλαιον ἐνταῦθα ἑστάναι, ἔνθατε ἂν ἀποκλῖναι ξυμβαίη τὴν μάχην, συγκληροῦσθαι αὐτῇ καὶ τῆς τύχης τὸ πέρας.

8.23.15οὑτωσὶ γὰρ περὶ τῶν παρόντων σκοπεῖσθε · πολλή τις ἐπὶ ταῖς δαπάναις ἀπόκειται τοῦ πολέμου ῥοπὴ, τούςτε τῶν ἐπιτηδείων σπανίζοντας ἡττᾶσθαι τῶν πολεμίων ἐπάναγκες.

8.23.16λιμῷ γὰρ οὐκ οἶδεν ἀρετὴ ξυνοικίζεσθαι, πεινῆντε καὶ ἀνδραγαθίζεσθαι οὐκ ἀνεχομένης τῆς φύσεως.

8.23.17τούτων δὲ τοιούτων ὄντων ἄλλο μὲν οὐδὲν ὀχύρωμα ἡμῖν ἐκ τοῦ Δρυοῦντος ἐς Ῥάβενναν ἀπολέλειπται, ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖντε καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει, οὕτωτε οἱ πολέμιοι κρατοῦσι τῆς χώρας ὥστε φίλιον οὐδὲν μεμένηκεν ἡμῖν ἐνταῦθα χωρίον, ὅθεν ἂν καὶ κατὰ βραχὺ τῶν τι ἐπιτηδείων ἐκπορίζεσθαι χρή.

8.23.18ἐς δὲ τὸν Ἀγκῶνα ἡμῖν προσδοκία μεμένηκε πᾶσα τοῦ καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐνταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν.

8.23.19οὐκοῦν εὐημερήσαντες ἐν τῇ ξυμβολῇ τήμερον καὶ βασιλεῖ τὸν Ἀγκῶνα, ὡς τὸ εἰκὸς, κρατυνάμενοι τάχα ἂν καὶ τὰ ἄλλα τοῦ πρὸς Γότθους πολέμου ἐν ἐλπίσιν ἀγαθαῖς τὸ λοιπὸν ἕξομεν.

8.23.20σφαλέντες δὲ ἐν ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν θεὸς Ῥωμαίοις διηνεκῆ εἶναι. κἀκεῖνο δὲ λογίζεσθαι ἡμῖν ἄξιον, ὡς κακοῖς ἐν τῷ ἔργῳ γινομένοις ἡμῖν οὐ δὲ ἀποφεύγειν ἐξόν.

8.23.21οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων κατειλημμένην οὔτε τὴν θάλασσαν πλώιμον, οὕτω θαλασσοκρατούντων τῶν πολεμίων, ἀλλὰ περιέστηκεν ἡμῖν τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα καὶ ξυμμεταβαλλομένη τοῖς κατὰ τὴν ἀγώνισιν ἔργοις.

8.23.22ἀνδραγαθίζεσθε τοίνυν ὅση δύναμις, τοῦτο ἐκεῖνο ἐκλογιζόμενοι, ὡς ἡσσηθέντες μὲν ἐν τῷ παρόντι τὴν ὑστάτην ἧτταν κληρώσεσθε, νενικηκότες δὲ μετὰ τῶν ἄγαν εὐδαιμόνων ξὺν τῇ εὐκλείᾳ τετάξεσθε.

8.23.23Ἰωάννης μὲν καὶ Βαλεριανὸς τοσαῦτα εἶπον. καὶ οἱ Γότθων δὲ ἄρχοντες τοιάνδε τὴν παράκλησιν ἐποιήσαντο Ἐπειδὴ πάσης ἀπεληλαμένοι τῆς Ἰταλίας καὶ πολύν τινα χρόνον οὐκ ἴσμεν ἐν ὁποίοις ποτὲ μυχοῖς οἵδε οἱ κατάρατοι τῆς γῆς τῆς θαλάσσης διαλαθόντες τανῦν ἡμῖν τετολμήκασιν ἐς χεῖρας ἰέναι, καὶ ὡς ἀναμαχούμενοι ἐφ’ἡμᾶς ἥκουσιν, ἐπάναγκες αὐτοῖς τὸ ἐκ τῆς ἀβουλίας ἐγγενόμενον θράσος ἀναχαιτίζειν προθυμίᾳ τῇ πάσῃ, ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη.

8.23.24ἀμαθία γὰρ οὐ κατ’ἀρχὰς ἀναστελλομένη ἀναβαίνει μὲν ἐπ’ἄπειρον τόλμαν, ἐς ἀνηκέστους δὲ τῶν παραπιπτόντων τελευτᾷ συμφοράς.

8.23.25δείξατε τοίνυν αὐτοῖς ὅτι τάχιστα ὡς Γραικοίτε εἰσι καὶ ἄνανδροι φύσει καὶ ἡσσημένοι θρασύνονται, μη δὲ συγχωρήσητε τὴν διάπειραν αὐτοῖς πρόσω ἰέναι.

8.23.26ἀνανδρία γὰρ καταφρονηθεῖσα ἐπὶ παρρησίαν ἐξάγεται μείζω, ἐπεὶ τῷ προϊέναι τὸ θάρσος ἄοκνον γίνεται.

8.23.27ἐπὶ πολὺ δὲ ἀνθέξειν αὐτοὺς ἀνδραγαθιζομένοις ὑμῖν μηδαμῶς οἴεσθε. φρόνημα γὰρ τῇ δυνάμει τῶν αὐτῷ χρωμένων μὴ συμμετρούμενον πρὸ μὲν τοῦ ἔργου ἐπαιρόμενον ἐν ἀκμῇ φαίνεται, ἀρξαμένης δὲ τῆς ξυμβολῆς καταρρεῖν εἴωθεν.

8.23.28ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, ἀναμνήσθητε μὲν ὅντινα τρόπον οἱ πολέμιοι πολλάκις ἀποπειρασάμενοι τῆς ἀρετῆς τῆς ὑμετέρας ἀπήλλαξαν, ἐκλογίζεσθε δὲ ὡς οὐκ ἀμείνους ἐκ τοῦ αἰφνιδίου γεγενημένοι ἐφ’ἡμᾶς ὥρμηνται, ἀλλὰ τὰ παραπλήσια τοῖς προλαβοῦσι τετολμηκότες, τὴν ὁμοίαν καὶ νῦν κληρώσονται τύχην.

8.23.29τοσαῦτα καὶ οἱ τῶν Γότθων ἄρχοντες παρακελευσάμενοι καὶ τοῖς πολεμίοις ὑπαντιάσαντες μελλήσει οὐδεμιᾷ ἐς χεῖρας ἦλθον. ἦντε ναυμαχία ἐσάγαν ἰσχυρὰ, πεζομαχίᾳ ἐμφερὴς οὖσα.

8.23.30τάςτε γὰρ ναῦς μετωπηδὸν ἀντιπρώρους ταῖς τῶν ἐναντίων ἑκάτεροι στήσαντες τὰ τοξεύματα ἐς ἀλλήλους ἀφίεσαν, καὶ αὐτῶν ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ἄγχιστά πη ἀλλήλων γινόμενοι ἐν χρῷτε ξυνιόντες ἀπὸ τῶν καταστρωμάτων ξυνέμισγον, ξίφεσίτε καὶ δόρασιν, ὥσπερ ἐν πεδίῳ, μαχόμενοι.

8.23.31καὶ τὰ μὲν προοίμια τοῦ ἀγῶνος τοῦδε τοιαῦτα ἐγεγόνει. ὕστερον δὲ οἱ βάρβαροι ἀπειρίᾳ τοῦ ναυμαχεῖν ξὺν πολλῇ ἀταξίᾳ τὴν ξυμβολὴν τήνδε διέφερον · οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπ’ἀλλήλων διίσταντο ὥστε διδόναι τοῖς πολεμίοις αὐτοὺς κατὰ μόνας ἐμβάλλειν, οἱ δὲ συχνοὶ ἐς ταὐτὸ ξυνιόντες πρὸς ἀλλήλων ἀεὶ τῇ τῶν πλοίων στενοχωρίᾳ ξυνεποδίζοντο.

8.23.32εἴκασεν ἄν τις φορμηδὸν αὐτοῖς τὰ τῶν πλοίων ἰκρία ξυγκεῖσθαι. καὶ οὐ δὲ τοξεύειν ἐς τῶν ἐναντίων τοὺς διεστῶτας ἠδύναντο, ὅτι μὴ ὀψέτε καὶ μόλις, οὐ δὲ ξίφεσιν δόρασι χρῆσθαι, ἡνίκα ἂν σφίσιν ἐγκειμένους αὐτοὺς ἴδοιεν, ἀλλὰ κραυγῇτε καὶ ὠθισμῷ ἐν σφίσιν αὐτοῖς διηνεκῶς εἴχοντο, ξυγκρούοντέςτε ἀεὶ ἐς ἀλλήλους καὶ τοῖς κοντοῖς αὖθις διωθούμενοι οὐδενὶ κόσμῳ, καὶ πὴ μὲν συμφύροντες τῇ στενοχωρίᾳ τὸ μέτωπον, πὴ δὲ ἀποφοιτῶντες πολλῷ ἄποθεν ἐπὶ πονηρῷ τῶν σφετέρων ἑκάτεροι.

8.23.33τάςτε παρακελεύσεις αὐτῶν ἕκαστος ἐς τοὺς ἄγχιστα ὄντας ξὺν ὀλολυγῇ πολλῇ ἐποιοῦντο, οὐκ ἐπὶ τοὺς πολεμίους, ἀλλ’ὅπως τὰς διαστάσεις αὐτοὶ ἀπ’ἀλλήλων ἐργάζωνται.

8.23.34ἠσχολημένοιτε τῇ ἐς ἀλλήλους ἀμηχανίᾳ τῆς κατὰ σφῶν νίκης αἰτιώτατοι τοῖς πολεμίοις ἐγίνοντο. οἱ δὲ Ῥωμαῖοι ἀνδρείως μὲν τὰ ἐς τὴν ξυμβολὴν, ἐμπείρως δὲ τὰ ἐς τὴν ναυμαχίαν διαχειρίζοντες, τάτε πλοῖα μετωπηδὸν στήσαντες, καὶ οὔτε κατὰ πολὺ διεστῶτες ἀλλήλων οὔτε μὴν ἄγχιστα ξυνιόντες περαιτέρω τῆς χρείας, ἀλλὰ συμμέτρους ἀεὶ τάςτε ξυνόδους καὶ διαστάσεις ποιούμενοι, ἢν μὲν ναῦν πολεμίαν ἀποσκεδαννυμένην τῶν ἄλλων θεῷντο, κατέδυον ἐμβάλλοντες οὐδενὶ πόνῳ, εἰ δέ που ξύγχυσιν ἐς τῶν πολεμίων τινὰς ἴδοιεν, ἐνταῦθα τάτε τοξεύματα συχνὰ ἔπεμπον καὶ ἡνίκα σφίσιν ἐπιπέσοιεν, ἀτάκτοις οὖσι καὶ συντριβέσι γεγενημένοις τῷ τῆς ἀταξίας καμάτῳ, ἐκ χειρὸς αὐτοὺς διεχρῶντο.

8.23.35ἀπειρηκότες οὖν οἱ βάρβαροι πρόςτε τὰ τῆς τύχης ἐναντιώματα καὶ τὰς κατὰ τὴν μάχην ἁμαρτάδας ξυμπεπτωκυίας, οὐκ εἶχον καθ’ τι μαχέσονται, οὐ δὲ ναυμαχοῦντες, οὐ μέντοι οὐ δὲ καθάπερ ἐν πεζομαχίᾳ ἐπὶ τῶν καταστρωμάτων ἑστῶτες, ἀλλὰ ῥίψαντες τὴν ἀγώνισιν ἐπικινδύνως ἠτρέμιζον, ἐπὶ τῇ τύχῃ καταλιπόντες.

8.23.36διὸ δὴ ἐς ὑπαγωγὴν οἱ Γότθοι αἰσχρὰν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο, καὶ οὔτε ἀλκῆς οὔτε φυγῆς τινος εὐπρεποῦς οὔτε του ἄλλου ἐς σωτηρίαν αὐτοὺς ἄγοντος ἐμέμνηντο ἔτι, ἀλλὰ μεταξὺ πλοίων τῶν πολεμίων ὡς τὰ πολλὰ σκεδαννύμενοι διηποροῦντο.

8.23.37καὶ αὐτῶν τινες ναυσὶν ἕνδεκα διέφυγον καὶ λαθόντες ἐσώθησαν, οἱ δὲ λοιποὶ ἅπαντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.

8.23.38ὧν δὴ πολλοὺς μὲν αὐτοχειρὶ Ῥωμαῖοι διέφθειρον, πολλοὺς δὲ αὐταῖς ναυσὶ καταδύοντες ἔκτεινον · τῶν δὲ στρατηγῶν Γουνδοὺλφ μὲν ξὺν ταῖς ἕνδεκα ναυσὶ λαθὼν ἔφυγε, τὸν δὲ δὴ ἕτερον ἐζώγρησαν Ῥωμαῖοι.

8.23.39καὶ ἔπειτα οἱ ἐν ταῖς ἕνδεκα ναυσὶν ἐς τὴν γῆν ἀποβάντες τὰ μὲν πλοῖα εὐθὺς ἔκαυσαν, ὡς μὴ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γένωνται, αὐτοὶ δὲ πεζῇ ἐς τὸ στρατόπεδον ἐκομίσθησαν, τοὺς ἐν Ἀγκῶνι ἐπολιόρκουν.

8.23.40φράσαντέςτε αὐτοῖς τὰ ξυμπεσόντα εὐθυωρὸν ξὺν αὐτοῖς τὴν ἀναχώρησιν ἐποιήσαντο, τὸ στρατόπεδον τοῖς πολεμίοις ἀπολιπόντες, καὶ δρόμῳτε καὶ θορύβῳ πολλῷ ἐς Αὔξιμον πόλιν ἐγγύς πη οὖσαν ἀνέδραμον.

8.23.41Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς τὸν Ἀγκῶνα οὐ πολλῷ ὕστερον τότε στρατόπεδον τῶν πολεμίων ἀνδρῶν ἔρημον αἱροῦσι καὶ τὰ ἐπιτήδεια τοῖς ἐν τῷ φρουρίῳ ἐσκομίσαντες ἀπέπλευσαν ἐνθένδε.

8.23.42καὶ Βαλεριανὸς μὲν ἐπὶ Ῥαβέννης ἐχώρησεν, Ἰωάννης δὲ ἐς Σάλωνας ἀνέστρεψεν. αὕτη διαφερόντως μάχη τότε φρόνημα καὶ τὴν δύναμιν Τουτίλα καὶ Γότθων κατέλυσεν.

8.24

8.24.1ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τῇδε Ῥωμαίοις τὰ πράγματα εἶχεν ἐν Σικελίᾳ. Λιβέριος μὲν ἐνθένδε βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, Ἀρταβάνης δὲ, τοῦτο βασιλεῖ δεδογμένον, παντὸς ἦρχε τοῦ ἐν Σικελίᾳ Ῥωμαίων στρατοῦ.

8.24.2ὃς δὴ Γότθους τοὺς ἐν τοῖς ἐκείνῃ φρουρίοις ἀπολελειμμένους, ὀλίγους κομιδῆ ὄντας, πολιορκῶν, μάχῃτε αὐτῶν τοὺς ἐπεξιόντας νικήσας ἐς πᾶσάντε ἀπορίαν τῶν ἀναγκαίων καταστησάμενος ὕστερον ὁμολογίᾳ ξύμπαντας εἷλεν.

8.24.3οἷς οἱ Γότθοι περίφοβοίτε γεγενημένοι καὶ τοῖς κατὰ τὴν ναυμαχίαν ξυμπεπτωκόσι περιαλγοῦντες τὸν πόλεμον ἀπεγίνωσκον, ἤδη δυσέλπιδες τὸ παράπαν γεγενημένοι, λογιζόμενοίτε ὡς ἐν τῷ παρόντι δὴ αἰσχρῶς ἡσσημένοι τῶν πολεμίων καὶ παντάπασι διεφθαρμένοι, ἤν τις Ῥωμαίοις βοήθεια καὶ κατὰ βραχὺ ἐπιγένηται, τρόπῳ οὐδενὶ ἀντέχειν αὐτοῖς οὐ δὲ χρόνου ῥοπήν τινα ἱκανοὶ ἔσονται ἐπὶ τῆς Ἰταλίας ἑστήξειν. οὐ μὴν οὐ δὲ κατὰ πρεσβείαν διαπράξασθαί τι ἐκ βασιλέως ἐν ἐλπίδι εἶχον.

8.24.4πολλάκις γὰρ ἐς αὐτὸν πρέσβεις Τουτίλας ἐτύγχανε πέμψας. οἳ, ἐπεὶ ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ ἦλθον, ἀνεδίδαξαν μὲν ὡς τῆς Ἰταλίας τὰ μὲν πολλὰ κατέλαβον Φράγγοι, δὲ λοιπὴ ἔρημος ἀνθρώπων τῷ πολέμῳ ἐπὶ πλεῖστον γεγένηται, Σικελίας δὲ καὶ Δαλματίας, αἵπερ ἀκραιφνεῖς διέμειναν μόναι, Ῥωμαίοις ἐξίστανται Γότθοι, δασμοὺς δὲ καὶ φόρους ὑπὲρ τῆς ἐρήμου ἀποφέρειν ὁμολογοῦσιν ἀνὰ πᾶν ἔτος καὶ συμμαχήσειν ἐφ’οὓς ἂν βασιλεὺς βούλοιτο καὶ τὰ ἄλλα κατήκοοι αὐτῷ ἔσεσθαι.

8.24.5ἀλλὰ βασιλεὺς μάθησιν οὐδεμίαν τῶν λεγομένων ποιούμενος τοὺς πρέσβεις ἅπαντας ἀπεπέμπετο, πρὸς τὸ Γότθων ὄνομα χαλεπῶς ἔχων, ἄρδηντε αὐτὸ τῆς Ῥωμαίων ἀρχῆς ἐξελάσαι διανοούμενος. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.

8.24.6Θευδίβερτος δὲ, Φράγγων ἀρχηγὸς, οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, Λιγουρίαςτε χωρία ἄττα καὶ Ἄλπεις Κουτίας καὶ Βενετιῶν τὰ πολλὰ οὐδενὶ λόγῳ ἐς ἀπαγωγὴν φόρου ὑποτελῆ ποιησάμενος.

8.24.7τὴν γὰρ ἀσχολίαν τῶν μαχομένων οἰκείαν οἱ Φράγγοι εὐκαιρίαν πεποιημένοι τοῖς ἐκείνων περιμαχήτοις αὐτοὶ ἀκινδύνως ἐπλούτουν.

8.24.8καὶ Γότθοις μὲν πολίσματα ὀλίγα ἐν Βενετίοις διέμεινε, τάτε ἐπιθαλασσίδια χωρία Ῥωμαίοις · τὰ δὲ ἄλλα ὑποχείρια σφίσιν ἅπαντα πεποίηνται Φράγγοι.

8.24.9Ῥωμαίωντε καὶ Γότθων πόλεμον τόνδε ᾗπέρ μοι εἴρηται πρὸς ἀλλήλους διαφερόντων καὶ πολεμίους οὐ δυναμένων ἐπικτᾶσθαι καινοὺς, Γότθοιτε καὶ Φράγγοι ἐς λόγους ἀλλήλοις ξυνίασι, καὶ ξυνέκειτο, μέχρι μὲν ἂν Γότθοι πρὸς Ῥωμαίους τὸν πόλεμον διαφέροιεν, ἔχοντας ἑκατέρους ὧνπερ ἐγένοντο ἐγκρατεῖς ἡσυχῆ μένειν, μηδέντε σφίσι πρὸς ἀλλήλους πολέμιον εἶναι.

8.24.10ἢν δέ γε βασιλέως ποτὲ Ἰουστινιανοῦ περιέσεσθαι Τουτίλαν τῷ πολέμῳ συμβαίη, τηνικάδε Γότθουςτε καὶ Φράγγους διοικήσασθαι ταῦτα, ὅπη ἂν συνοίσειν ἑκατέροις δοκῇ.

8.24.11ἀλλὰ ταῦτα μὲν τῇδε ξυνέκειτο. τὴν δὲ Θευδιβέρτου ἀρχὴν διεδέξατο Θευδίβαλδος παῖς. βασιλεύςτε Ἰουστινιανὸς Λεόντιον, τὸν Ἀθανασίου γαμβρὸν, ἄνδρα ἐκ βουλῆς, πρεσβευτὴν παρ’αὐτὸν ἔπεμψεν ἔςτε ὁμαιχμίαν παρακαλῶν ἐπὶ Τουτίλαντε καὶ Γότθους καὶ χωρίων ἐκστῆναι τῶν ἐπὶ τῆς Ἰταλίας αἰτούμενος, ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχε.

8.24.12Λεόντιος δὲ, ἐπειδὴ παρὰ Θευδίβαλδον ἀφίκετο, ἔλεξεν ὧδε Ἴσως μέν τι καὶ ἄλλοις παρὰ τὰς ἐλπίδας τισὶ τετυχηκέναι ξυνέπεσεν, ὁποῖον δὲ Ῥωμαίοις τανῦν πρὸς ὑμῶν γεγονέναι ξυνέβη, οὐδενὶ, οἶμαι, ξυνηνέχθη πώποτε τῶν πάντων ἀνθρώπων.

8.24.13βασιλεὺς μὲν γὰρ Ἰουστινιανὸς οὐ πρότερον κατέστη ἐς πόλεμον τόνδε, οὐ δὲ Γότθοις πολεμησείων ἔνδηλος γέγονεν, ἕως αὐτῷ Φράγγοι φιλίαςτε καὶ ξυμμαχίας ὀνόματι χρήματα μεγάλα κεκομισμένοι τὴν ἀγωνίαν ξυλλήψεσθαι ὡμολόγησαν.

8.24.14οἱ δὲ οὐχ ὅπως τι δρᾶν τῶν ὡμολογημένων ἠξίωσαν, ἀλλὰ καὶ προσηδικήκασι Ῥωμαίους τοιαῦτα οἷα οὐ δ’ἄν τις ὑποπτεῦσαι ῥᾳδίως ἔσχεν.

8.24.15 γὰρ πατὴρ σὸς Θευδίβερτος χώρας ἐπιβατεῦσαι ὑπέστη, οὐδὲν αὐτῷ προσῆκον, ἧσπερ βασιλεὺς πόνῳτε πολλῷ καὶ κινδύνοις πολέμου, καὶ ταῦτα Φράγγων ἁπάντων ἐκποδὼν ἱσταμένων, κύριος γέγονε.

8.24.16διόπερ τανῦν ἐς ὑμᾶς ἥκω, οὐχ ὅπως μέμψομαι αἰτιάσομαι, ἀλλ’αἰτησόμενόςτε καὶ παραινέσων ὅσα ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλει.

8.24.17λέγω δὲ, ὅπως βεβαιότατα μὲν διασώζητε τὴν ὑπάρχουσαν ὑμῖν εὐπραξίαν, συγχωρήσητε δὲ Ῥωμαίους ἔχειν τὰ αὐτῶν ἴδια ·

8.24.18τοὺς γὰρ δύναμιν περιβεβλημένους μεγάλην καὶ βραχέων τινῶν οὐχ ὁσία κτῆσις ἀφαιρεῖσθαι πολλάκις τὰ παρόντα αὐτοῖς ἐκ παλαιοῦ ἀγαθὰ ἴσχυσεν, ἐπεὶ τὸ εὔδαιμον τῷ ἀδίκῳ ἐς ταὐτὸ ξυνιέναι οὐδαμῆ εἴωθε, καὶ μὴν καὶ ὅπως ἡμῖν τὸν πρὸς Τουτίλαν ξυνδιενέγκητε πόλεμον, τὴν τοῦ πατρὸς ὑποτελοῦντες ὁμολογίαν.

8.24.19τοῦτο γὰρ ἂν πρέπον γνησίοις παισὶ πάντων μάλιστα, ἐπανορθοῦν μὲν, εἴ τι τοῖς γειναμένοις ἡμαρτῆσθαι ξυμβαίνει, περιστέλλειν δὲ καὶ κρατύνεσθαι ὅσα δὴ αὐτοῖς ἄριστα εἴργασται.

8.24.20ἐπεὶ καὶ τῶν ἀνθρώπων ταῦτα διαφερόντως εὐκτὰ τοῖς συνετωτάτοις ἂν εἴη, ὅπως δὴ αὐτῶν τὰ μὲν τῶν ἐπιτηδευμάτων ἄριστα οἱ παῖδες ζηλοῖεν, εἰ δέ τι αὐτοῖς οὐκ ὀρθῶς πέπρακται, μὴ ὑπ’ἄλλου του τὸ τοιοῦτον ὑπὸ τῶν παίδων ἄμεινον ἔσεσθαι.

8.24.21καίτοι ἐχρῆν ὑμᾶς ἀκλήτους Ῥωμαίοις πόλεμον τόνδε ξυνάρασθαι. πρὸς Γότθους γὰρ ἡμῖν ἀγών ἐστιν, οἳ τὸ ἐξ ἀρχῆς ἐχθροίτε καὶ ὅλως ἄπιστοι γεγόνασι Φράγγοις, ἄσπονδάτε αὐτοῖς καὶ ἀκήρυκτα πολεμοῦντες τὸν πάντα αἰῶνα.

8.24.22οἳ δὴ νῦν μὲν δέει τῷ ἐξ ἡμῶν οὐκ ἀπαξιοῦσι κολακικοὶ ἐς ὑμᾶς εἶναι · εἰ δέ ποτε ἡμῶν ἀπαλλαγεῖεν, οὐκ ἐς μακρὰν τὴν ἐς Φράγγους ἐνδείξονται γνώμην.

8.24.23πονηροὶ γὰρ ἄνθρωποι τὸν αὑτῶν τρόπον ἀμείβειν μὲν οὐκ εὐτυχοῦντες, οὐ πράσσοντες κακῶς δύνανται, ἀποκρύπτειν δὲ αὐτὸν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐν κακοπαθείαις εἰώθασιν, ἄλλωςτε ἢν καὶ τῶν πέλας τινὸς δέωνται, τῆς χρείας αὐτοὺς συγκαλύπτειν ἀναγκαζούσης τὴν μοχθηρίαν.

8.24.24ὧν ἐνθυμηθέντες ἀνανεοῦτε μὲν τὴν ἐς βασιλέα φιλίαν, ἀμύνεσθε δὲ τοὺς ἄνωθεν ὑμῖν δυσμενεῖς δυνάμει τῇ πάσῃ.

8.24.25Λεόντιος μὲν τοσαῦτα εἶπε. Θευδίβαλδος δὲ ἀμείβεται ὧδε Συμμάχους μὲν ἐπὶ Γότθους ἡμᾶς οὐκ ὀρθῶς οὐ δὲ τὰ δίκαια ποιοῦντες καλεῖτε. φίλοι γὰρ ἡμῖν τανῦν Γότθοι τυγχάνουσιν ὄντες. εἰ δὲ ἀβέβαιοι Φράγγοι ἐς αὐτοὺς εἶεν, οὐ δὲ ὑμῖν ποτε πιστοὶ ἔσονται.

8.24.26γνώμη γὰρ ἅπαξ μοχθηρὰ ἐς τοὺς φίλους ὀφθεῖσα ἐκτρέπεσθαι τῆς δικαίας ὁδοῦ ἀεὶ πέφυκεν. ὧν μέντοι ἐπεμνήσθητε χωρίων ἕνεκα, τοσαῦτα ἐροῦμεν, ὡς πατὴρ ἐμὸς Θευδίβερτος οὔτε βιάσασθαι πώποτε τῶν ὁμόρων τινὰ ἐν σπουδῇ ἔσχεν οὔτε κτήμασιν ἀλλοτρίοις ἐπιπηδᾶν.

8.24.27τεκμήριον δέ · οὐ γάρ εἰμι πλούσιος. οὐ τοίνυν οὐ δὲ τὰ χωρία ταῦτα Ῥωμαίους ἀφελόμενος, ἀλλὰ Τουτίλα ἔχοντος ἤδη αὐτὰ καὶ διαρρήδην ἐνδιδόντος καταλαβὼν ἔσχεν, ἐφ’ χρῆν μάλιστα βασιλέα Ἰουστινιανὸν συνήδεσθαι Φράγγοις.

8.24.28 γὰρ τούς τι ἀφελομένους τῶν αὐτοῦ κτημάτων ἰδίων ὑφ’ἑτέρων τινῶν βιασθέντας ὁρῶν, εἰκότως ἂν χαίροι, τὴν δίκην ἐκτετικέναι ὀρθῶς καὶ δικαίως τοὺς αὐτὸν ἠδικηκότας οἰόμενος, ἢν μὴ ἐς τοὺς βιασαμένους αὐτὸς φθονερὸς γένηται, ἐπεὶ τὸ προσποιεῖσθαι τὰ τῶν ἐχθρῶν δικαιώματα ἐς φθόνον ὡς τὰ πολλὰ περιίστασθαι οἴονται ἄνθρωποι.

8.24.29δικασταῖς μέντοι ἐπιτρέπειν οἷοίτέ ἐσμεν τὴν περὶ τούτων διάγνωσιν, ὥστε εἴ τι Ῥωμαίους ἀφελέσθαι τὸν πατέρα τὸν ἐμὸν φανερὸν γένηται, τοῦτο ἡμᾶς ἀποτιννύναι μελλήσει οὐδεμιᾷ ἐπάναγκες εἴη. ὑπέρτε τούτων πρέσβεις ἐς Βυζάντιον σταλήσονται παρ’ἡμῶν οὐ πολλῷ ὕστερον.

8.24.30τοσαῦτα εἰπὼν τόντε Λεόντιον ἀπεπέμψατο καὶ πρεσβευτὴν Λεύδαρδον, ἄνδρα Φράγγον, τέταρτον αὐτὸν παρὰ βασιλέα Ἰουστινιανὸν ἔστειλε. καὶ οἱ μὲν ἐς Βυζάντιον ἀφικόμενοι ἔπρασσον ὧνπερ ἕνεκα ἦλθον.

8.24.31Τουτίλας δὲ νήσους τὰς Λιβύῃ προσηκούσας καταλαβεῖν διὰ σπουδῆς εἶχε. στόλον οὖν αὐτίκα νηῶν ἀγείρας καὶ στράτευμα τούτῳ ἐνθέμενος ἀξιόχρεων ἔςτε Κουρσικὴν καὶ Σαρδὼ στέλλει.

8.24.32οἱ δὲ τὰ μὲν πρῶτα ἐς Κουρσικὴν ἀποπλεύσαντες, οὐδενὸς αὐτῆς ἀμυνομένου, τὴν νῆσον ἔσχον, μετὰ δὲ καὶ Σαρδὼ κατέλαβον.

8.24.33ἄμφω δὲ τὰ νήσω Τουτίλας ὑποτελεῖς ἐς ἀπαγωγὴν φόρου πεποίηται. ὅπερ Ἰωάννης μαθὼν, ὃς τοῦ ἐν Λιβύῃ Ῥωμαίων στρατοῦ ἦρχε, στόλοντε νηῶν καὶ στρατιωτῶν πλῆθος ἐς Σαρδὼ ἔπεμψεν.

8.24.34οἵπερ ἐπειδὴ Καρανάλεως πόλεως ἄγχιστα ἵκοντο, ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίστασθαι διενοοῦντο. τειχομαχεῖν γὰρ οὐκ ᾤοντο οἷοίτε εἶναι, ἐπεὶ Γότθοι ἐνταῦθα φυλακτήριον διαρκὲς εἶχον.

8.24.35ἐπειδὴ δὲ ταῦτα οἱ βάρβαροι ἔγνωσαν, ἐπεξελθόντες ἐκ τῆς πόλεως καὶ τοῖς πολεμίοις ἐξαπιναίως ἐπιπεσόντες τρεψάμενοίτε αὐτοὺς οὐδενὶ πόνῳ πολλοὺς ἔκτειναν.

8.24.36οἱ δὲ λοιποὶ φεύγοντες, ἐν μὲν τῷ παραυτίκα ἐς τὰς ναῦς διεσώθησαν, ὀλίγῳ δὲ ὕστερον ἐνθένδε ἀπάραντες ἐς Καρχηδόνα παντὶ τῷ στόλῳ ἀφίκοντο.

8.24.37ἐνταῦθάτε διαχειμάσαντες ἔμενον, ἐφ’ δὴ ἅμα ἦρι ἀρχομένῳ παρασκευῇ πλείονι ἐπίτε Κουρσικὴν καὶ Σαρδὼ αὖθις στρατεύσωσι. ταύτην δὲ τὴν Σαρδὼ τανῦν Σαρδινίαν καλοῦσιν.

8.24.38ἐνταῦθα φύεσθαι ξυμβαίνει πόαν ἧς δὴ ἀπογευομένοις ἀνθρώποις αὐτίκα σπασμὸς θανάσιμος ἐπιγίνεται, οἳ δὴ τελευτῶσιν οὐ πολλῷ ὕστερον, γέλωτα γελᾶν ἀπὸ τοῦ σπασμοῦ δοκοῦντές τινα, ὅνπερ ὁμωνύμως τῇ χώρᾳ Σαρδώνιον καλοῦσι.

8.24.39τὴν δὲ Κουρσικὴν οἱ πάλαι ἄνθρωποι Κύρνον ἐκάλουν. ἐνταῦθα, ὥσπερ ἄνθρωποι πίθηκες γίνονται, οὕτω δή τινων ἵππων ἀγέλαι εἰσὶ τῶν προβατίων ὀλίγῳ μειζόνων. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.

8.25

8.25.1Σκλαβηνῶν δὲ πολὺς ὅμιλος Ἰλλυριοῖς ἐπισκήψαντες πάθη ἐνταῦθα οὐκ εὐδιήγητα εἰργάσαντο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα ἐπ’αὐτοὺς ἔπεμψεν, οὗ δὴ ἄλλοιτε καὶ οἱ Γερμανοῦ παῖδες ἡγοῦντο.

8.25.2οἵπερ τῷ πλήθει τῶν πολεμίων παρὰ πολὺ ἐλασσούμενοι χωρῆσαι μὲν αὐτοῖς ὁμόσε οὐδαμῆ ἴσχυσαν, ὄπισθεν δὲ ἀεὶ μένοντες τῶν βαρβάρων τοὺς ἀπολειπομένους ἐσίνοντο.

8.25.3καὶ πολλοὺς μὲν αὐτῶν ἔκτεινον, τινὰς δὲ καὶ ζωγρήσαντες βασιλεῖ ἔπεμψαν. οὐδὲν μέντοι ἧσσον οἱ βάρβαροι οὗτοι τὰ δεινὰ ἔδρασαν.

8.25.4ἐν ταύτῃτε τῇ λεηλασίᾳ χρόνου τι μέγα κατατρίψαντες μῆκος τὰς μὲν ὁδοὺς νεκρῶν ἀνέπλησαν ἁπάσας, ἐξανδραποδίσαντες δὲ ἀνάριθμα πλήθη καὶ ληϊσάμενοι ξύμπαντα, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἐπ’οἴκου ἀπεκομίσθησαν σὺν πάσῃ τῇ λείᾳ.

8.25.5οὐ δὲ γὰρ διαπορθμευομένους ποταμὸν Ἴστρον ἴσχυσαν σφᾶς ἐνεδρεῦσαι Ῥωμαῖοι ἄλλῳ τῳ βιάσασθαι τρόπῳ, ἐπεὶ Γήπαιδες αὐτοὺς μισθαρνήσαντες ὑπεδέξαντο καὶ διεπόρθμευσαν μακρόμισθοι γεγενημένοι. ἐπὶ κεφαλῇ γὰρ ἑκάστῃ κατὰ στατῆρα χρυσοῦν μίσθωσις ἦν.

8.25.6διόπερ βασιλεὺς ἐδυσφορεῖτο, οὐκ ἔχων τὸ λοιπὸν ὅπη ποτὲ αὐτοὺς ἀναστέλλοι διαβαίνοντας ποταμὸν Ἴστρον, ἐφ’ ληΐσονται τὴν Ῥωμαίων ἀρχὴν, ξὺν ταῖς ὠφελίαις τὴν ἀποπορείαν ποιουμένους ἐνθένδε, ἤθελέτε τούτων δὴ ἕνεκα Γηπαίδων τῷ ἔθνει ἐς συνθήκας καταστῆναί τινας.

8.25.7ἐν τούτῳ δὲ Γήπαιδέςτε καὶ Λαγγοβάρδαι αὖθις πολεμησείοντες ἐπ’ἀλλήλους ᾔεσαν. Γήπαιδέςτε τὴν Ῥωμαίων δειμαίνοντες δύναμιν (ἀνήκοοι γὰρ οὐδαμῆ ἦσαν ὡς Ἰουστινιανὸς βασιλεὺς ὁμαιχμίαν διωμότως πρὸς Λαγγοβάρδας πεποίηται) φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις γενέσθαι ἐν σπουδῇ ἔσχον.

8.25.8πρέσβεις οὖν ἐς Βυζάντιον εὐθὺς πέμπουσι, βασιλέα καὶ αὐτοὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. καὶ ὃς αὐτοῖς μελλήσει οὐδεμιᾷ ἐπὶ τῇ ξυμμαχίᾳ τὰ πιστὰ ἔδωκε.

8.25.9δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δυοκαίδεκα ὅρκια δόντες, ταύτας αὐτοῖς τὰς συνθήκας ἐπέρρωσαν.

8.25.10οὐ πολλῷ δὲ ὕστερον Λαγγοβάρδαις κατὰ τὸ ξυμμαχικὸν δεομένοις στρατιὰν ἐς ξυμμαχίαν ἐπὶ Γήπαιδας Ἰουστινιανὸς βασιλεὺς ἔπεμψεν, ἐπενεγκὼν Γήπαισι Σκλαβηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ῥωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν Ἴστρον.

8.25.11ἡγοῦντο δὲ τῆς στρατιᾶς ταύτης Ἰουστῖνόςτε καὶ Ἰουστινιανὸς οἱ Γερμανοῦ παῖδες Ἀράτιόςτε καὶ Σουαρτούας, ὃς πρὸς Ἰουστινιανοῦ μὲν ἄρχων Ἐρούλοις κατέστη πρότερον, ἐπαναστάντων δέ οἱ τῶν ἀπὸ Θούλης τῆς νήσου ἡκόντων, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐς βασιλέατε ἀφίκετο φεύγων καὶ Ῥωμαίοις στρατηγὸς τῶν ἐν Βυζαντίῳ καταλόγων εὐθὺς γέγονε, καὶ Ἀμαλαφρίδας, Γότθος ἀνὴρ, Ἀμαλαφρίδης μὲν θυγατριδοῦς, τῆς Θευδερίχου τοῦ Γότθων βασιλέως ἀδελφῆς, Ἑρμενεφρίδου δὲ υἱὸς τοῦ Θορίγγων ἡγησαμένου.

8.25.12ὅνπερ Βελισάριος μὲν σὺν Οὐιττίγιδι ἐς Βυζάντιον ἤγαγε, βασιλεὺς δὲ Ῥωμαίων ἄρχοντα κατεστήσατο, καὶ τὴν αὐτοῦ ἀδελφὴν Αὐδουὶν τῷ Λαγγοβαρδῶν ἄρχοντι κατηγγύησε.

8.25.13τοῦ δὲ στρατοῦ τούτου οὐδεὶς παρὰ Λαγγοβάρδας ἀφίκετο, ὅτι μὴ οὗτος Ἀμαλαφρίδας σὺν τοῖς ἑπομένοις. οἱ γὰρ ἄλλοι ἐν Ἰλλυριοῖς ἀμφὶ πόλιν Οὐλπίαναν βασιλέως ἐπαγγείλαντος διατριβὴν ἔσχον, στάσεως ἐνταῦθα πρὸς τῶν οἰκητόρων γεγενημένης, ὧνπερ ἕνεκα σφίσιν αὐτοῖς οἱ Χριστιανοὶ διαμάχονται, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ τούτων γεγράψεται.

8.25.14οἱ μὲν οὖν Λαγγοβάρδαι πανδημεὶ σὺν τῷ Ἀμαλαφρίδᾳ ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Γήπαιδες, καὶ αὐτῶν παμπληθεῖς φασιν ἐν τῷ πόνῳ τούτῳ ἀποθανεῖν.

8.25.15Αὐδουίντε, τῶν Λαγγοβαρδῶν βασιλεὺς, τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια μὲν Ἰουστινιανῷ βασιλεῖ ἐδήλου, νενικημένων τῶν πολεμίων, ἐμέμφετο δὲ οὐ παραγενέσθαι οἱ κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατὸν, καίπερ Λαγγοβαρδῶν τοσούτων τὸ πλῆθος ἔναγχος ἐσταλμένων ἐφ’ Ναρσῇ ξυστρατεύσωσιν ἐπὶ Τουτίλαντε καὶ Γότθους. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.

8.25.16ἐν τούτῳ δὲ τῷ χρόνῳ σεισμοὶ κατὰ τὴν Ἑλλάδα ἐπιπεσόντες ἐξαίσιοι τήντε Βοιωτίαν καὶ Ἀχαίαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατέσεισαν.

8.25.17καὶ χωρία μὲν ἀνάριθμα, πόλεις δὲ ὀκτὼ ἐς ἔδαφος καθεῖλον, ἐν ταῖς Χαιρώνειάτε καὶ Κορώνεια ἦν καὶ Πάτραι καὶ Ναύπακτος ὅλη, ἔνθα δὴ καὶ φόνος γέγονεν ἀνθρώπων πολύς.

8.25.18καὶ χάος δὲ τῆς γῆς πολλαχῆ ἀποσχισθείσης γεγένηται. τὰ δὲ διαιρεθέντα ἔνια σχῆμα μὲν αὖθις ἐς ταὐτὸ ξυνιόντα τὸ πρότερον τῇ γῇ σχῆμάτε καὶ εἶδος ἀπέδωκεν, ἔστι δὲ οὗ καὶ διεστηκότα μεμένηκεν · ὥστε οὐ δὲ ἀλλήλοις ἐπιμίγνυσθαι οἱ τῇδε ἄνθρωποί εἰσι δυνατοὶ ὅτι μὴ περιόδοις πολλαῖς χρώμενοι.

8.25.19ἐν δέ γε τῷ πορθμῷ, ὅνπερ μεταξὺ Θεσσαλίαςτε καὶ Βοιωτίας ξυμβαίνει εἶναι, γέγονέ τις ἐκ τοῦ αἰφνιδίου τῆς θαλάσσης ἐπιρροὴ ἀμφίτε πόλιν τὴν Ἐχιναίων καλουμένην καὶ τὴν ἐν Βοιωτοῖς Σκάρφειαν.

8.25.20πόρρωτε τῆς ἠπείρου ἀναβᾶσα καὶ κατακλύσασα τὰ ἐκείνῃ χωρία ἐς ἔδαφος καθεῖλεν εὐθύς. χρόνοςτε τῇ θαλάσσῃ πολὺς ἐπιχωριαζούσῃ τῇ ἠπείρῳ ἐτρίβη, ὥστε τοῖς ἀνθρώποις πεζῇ ἰοῦσι βατὰς ἐπὶ πλεῖστον γενέσθαι τὰς νήσους, αἵπερ ἔντοσθεν τοῦ πορθμοῦ τούτου τυγχάνουσιν οὖσαι, τοῦ τῆς θαλάσσης δηλονότι ῥοθίου ἐκλιπόντος μὲν τὴν αὑτοῦ χώραν, ἐπιπολάζοντος δὲ παρὰ δόξαν τὴν γῆν ἄχρι ἐς τὰ ὄρη, ταύτῃ ἀνέχει.

8.25.21ἡνίκα δὲ τῇ θαλάσσῃ ἐς τὰ οἰκεῖα ἐπανιέναι ξυνέπεσεν, ἰχθύες ἐν τῇ γῇ ἀπελείποντο, ὧνπερ ὄψις ἀήθης παντάπασιν οὖσα τοῖς τῇδε ἀνθρώποις τερατώδης τις ἔδοξεν εἶναι.

8.25.22οὓς δὴ ἐδωδίμους εἶναι οἰόμενοι ἀνείλοντο μὲν ὡς ἑψήσοντες, θέρμης δὲ αὐτῶν τῆς ἐκ τοῦ πυρὸς ἁψαμένης ἐς ἰχῶράςτε καὶ σηπεδόνας οὐ φορητὰς τὸ σῶμα ὅλον ἀποκεκρίσθαι ξυνέπεσεν.

8.25.23ἀμφὶ δὲ τὰ ἐκείνῃ χωρία, οὗ δὴ τὸ Σχίσμα ὠνόμασται, καὶ σεισμὸς ὑπερμεγέθης γενόμενος πλείω φόνον ἀνθρώπων ἐν πάσῃ τῇ ἄλλῃ Ἑλλάδι εἰργάσατο, μάλιστα ἐπεί τινα ἑορτὴν πανηγυρίζοντες ἔτυχον ἐκ πάσηςτε τῆς Ἑλλάδος ἐνταῦθα τότε τούτου δὴ ἕνεκα ξυνειλεγμένοι πολλοί.

8.25.24ἐν δὲ Ἰταλίᾳ τάδε ξυνέπεσε. Κροτωνιᾶται καὶ στρατιῶται οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες, ὧν Παλλάδιος ἦρχε, πικρότατα πρὸς Γότθων πολιορκούμενοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, πολλάκις μὲν λαθόντες τοὺς πολεμίους ἔπεμψαν ἐν Σικελίᾳ, μαρτυρόμενοι τοὺς ἐνταῦθα τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας καὶ διαφερόντως τὸν Ἀρταβάνην, ὡς εἰ μὴ βοηθοῖεν ὅτι τάχιστα σφίσιν, οὔτι ἐθελουσίως σφᾶςτε αὐτοὺς καὶ τὴν πόλιν οὐ πολλῷ ὕστερον τοῖς πολεμίοις ἐνδώσουσιν.

8.25.25οὐδεὶς δὲ ἐνθένθε αὐτοῖς ἐπικουρήσων ἦλθε. καὶ χειμὼν ἔληγε, καὶ τὸ ἑπτακαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.

8.26

8.26.1βασιλεὺς δὲ μαθὼν τὰ ἐν Κρότωνι πρασσόμενα πέμψας ἐς τὴν Ἑλλάδα ἐκέλευε τοὺς ἐν Θερμοπύλαις φρουροὺς ἔςτε τὴν Ἰταλίαν πλεῖν κατὰ τάχος καὶ τοῖς ἐν Κρότωνι πολιορκουμένοις βοηθεῖν δυνάμει τῇ πάσῃ.

8.26.2οἱ δὲ κατὰ ταῦτα ἐποίουν. ἄραντέςτε σπουδῇ πολλῇ καὶ πνεύματος ἐπιφόρου ἐπιτυχόντες ἀπροσδόκητοι τῷ Κροτωνιατῶν λιμένι προσέσχον. οἵτε βάρβαροι ἐξαπιναίως τὸν στόλον ἰδόντες αὐτίκα δὴ μάλα ἐς δέος μέγα ἐμπεπτωκότες θορύβῳ πολλῷ τὴν πολιορκίαν διέλυσαν.

8.26.3καὶ αὐτῶν οἱ μέν τινες ναυσὶν ἐς τὸν Ταραντηνῶν λιμένα διέφυγον, οἱ δὲ πεζῇ ἰόντες ἐς ὄρος τὸ Σκύλαιον ἀνεχώρησαν · δὴ ξυνενεχθέντα πολλῷ ἔτι μᾶλλον ἐδούλωσε Γότθων τὸ φρόνημα.

8.26.4καὶ ἀπ’αὐτοῦ Ῥάγναρίςτε, Γότθος ἀνὴρ δόκιμος μάλιστα, ὃς τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου ἦρχε, καὶ Μόρας, ὅσπερ ἐφειστήκει τοῖς ἐν Ἀχεροντίᾳ φρουροῖς, Πακουρίῳ τῷ Περανίου τῶν ἐν Δρυοῦντι Ῥωμαίων ἄρχοντι, γνώμῃ τῶν σφίσιν ἑπομένων, ἐς λόγους ἦλθον, ἐφ’ δὴ ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ πρὸς Ἰουστινιανοῦ βασιλέως λαβόντες Ῥωμαίοις σφᾶς αὐτοὺς ἐγχειρίσουσι ξὺν τοῖς ἑπομένοις καὶ τὰ ὀχυρώματα, ὧνπερ ἐπὶ τῇ φυλακῇ καταστάντες ἐτύγχανον. ἐπὶ ταύτῃ μὲν οὖν τῇ ὁμολογίᾳ Πακούριος ἐπὶ Βυζαντίου κομίζεται.

8.26.5Ναρσῆς δὲ ἐκ Σαλώνων ἄρας ἐπὶ Τουτίλαντε καὶ Γότθους ᾔει παντὶ τῷ Ῥωμαίων στρατῷ, μεγάλῳ ὑπερφυῶς ὄντι. χρήματα γὰρ κεκομισμένος ἐπιεικῶς μεγάλα πρὸς βασιλέως ἐτύγχανεν.

8.26.6ἀφ’ὧν δὴ ἔμελλε στρατιάντε ἀξιολογωτάτην ἀγεῖραι καὶ ταῖς ἄλλαις ἐπαρκέσειν τοῦ πολέμου ἀνάγκαις, τοῖς δὲ δὴ ἐπὶ τῆς Ἰταλίας στρατιώταις ἐκλῦσαι τὰ πρόσθεν ὀφλήματα πάντα, ἐφ’οἷσπερ αὐτοῖς ὑπερήμερος χρόνου πολλοῦ βασιλεὺς ἐγεγόνει, οὐ κομιζομένοις ἐκ τοῦ δημοσίου, ᾗπερ εἴθισται, τὰς σφίσι τεταγμένας συντάξεις · ἔτι μέντοι καὶ αὐτῶν βιάσασθαι τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰς γνώμας, ὥστε δὴ αὐτοὺς τοῖς χρήμασι τούτοις χειροήθεις γεγενημένους τὴν ἐπὶ τῇ πολιτείᾳ μεταγνῶναι προαίρεσιν.

8.26.7λίαν γὰρ τὰ πρότερα πόλεμον τόνδε ἀπημελημένως διαφέρων Ἰουστινιανὸς βασιλεὺς ἀξιολογωτάτην αὐτοῦ πεποίηται τὴν παρασκευὴν ἐν ὑστάτῳ.

8.26.8ἐπειδὴ γὰρ αὐτόν οἱ Ναρσῆς ἐγκείμενον εἶδεν, ἐφ’ ἐς Ἰταλίαν στρατεύοι, φιλοτιμίαν ἐνδέδεικται στρατηγῷ πρέπουσαν, οὐκ ἄλλως βασιλεῖ ἐπαγγέλλοντι ὑπηρετήσειν ὁμολογήσας, ἢν μὴ τὰς δυνάμεις ἀξιομάχους ἐπάγεσθαι μέλλῃ.

8.26.9χρήματάτε οὖν καὶ σώματα καὶ ὅπλα τῷ τρόπῳ τούτῳ ἐπαξίως πρὸς τοῦ βασιλέως κεκόμισται τῆς Ῥωμαίων ἀρχῆς, καὶ προθυμίαν αὐτὸς ἀοκνοτάτην ἐπιδειξάμενος ἀξιόχρεων στρατιὰν ἐξήγειρεν.

8.26.10ἔκτε γὰρ Βυζαντίου ἐπηγάγετο Ῥωμαίων στρατιωτῶν μέγα τι χρῆμα κἀκ τῶν ἐπὶ Θρᾴκης χωρίων ἔκτε Ἰλλυριῶν πολλοὺς ἤθροισε.

8.26.11καὶ Ἰωάννης δὲ ξύντε τῷ οἰκείῳ στρατεύματι καὶ τῷ πρὸς Γερμανοῦ τοῦ κηδεστοῦ ἀπολελειμμένῳ ξὺν αὐτῷ ᾔει.

8.26.12καὶ Αὐδουὶν, Λαγγοβαρδῶν ἡγούμενος, χρήμασι πολλοῖς ἀναπεισθεὶς Ἰουστινιανῷ βασιλεῖ καὶ τῇ τῆς ὁμαιχμίας ξυνθήκῃ, πεντακοσίουςτε καὶ δισχιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος ἄνδρας ἀγαθοὺς τὰ πολέμια ἐς ξυμμαχίαν αὐτῷ ἔπεμψεν, οἷς δὴ καὶ θεραπεία εἵπετο μαχίμων ἀνδρῶν πλέον τρισχιλίων.

8.26.13εἵποντο δὲ αὐτῷ καὶ τοῦ Ἐρούλων ἔθνους πλέον τρισχίλιοι, ἱππεῖς ἅπαντες, ὧν ἄλλοιτε καὶ Φιλημοὺθ ἦρχον, καὶ Οὖννοίτε παμπληθεῖς καὶ Δαγισθαῖος ξὺν τοῖς ἑπομένοις ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦτο ἀπαλλαγεὶς, καὶ Καβάδης, Πέρσας ἔχων αὐτομόλους πολλοὺς, Ζάμου μὲν υἱὸς, Καβάδου δὲ τοῦ Περσῶν βασιλέως υἱωνὸς, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ χαναράγγου σπουδῇ διαφυγόντοςτε Χοσρόην τὸν θεῖον καὶ πολλῷ πρότερον ἀφικομένου ἐς τὰ Ῥωμαίων ἤθη · καὶ Ἄσβαδος, νεανίας τις, Γήπαις γένος, διαφερόντως δραστήριος, ὁμογενεῖς τετρακοσίους ξὺν αὑτῷ ἔχων, ἄνδρας ἀγαθοὺς τὰ πολέμια · καὶ Ἀροὺθ, Ἔρουλος μὲν τὸ γένος, ἐκ παιδὸς δὲ Ῥωμαίων τὴν δίαιταν στέρξας καὶ τὴν Μαυρικίου τοῦ Μούνδου γυναῖκα γαμετὴν ποιησάμενος, αὐτόςτε μαχιμώτατος ὢν καὶ πολλοὺς τοῦ Ἐρούλων ἔθνους ἑπομένους ἔχων ἐν πολέμου κινδύνοις ὡς μάλιστα δοκιμωτάτους · Ἰωάννηςτε, Φαγᾶς τὴν ἐπίκλησιν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, Ῥωμαίων ἐπαγαγόμενος ὅμιλον ἀνδρῶν μαχίμων.

8.26.14ἦν οὖν μεγαλοδωρότατος Ναρσῆς καὶ πρὸς τὸ εὖ ποιεῖν τοὺς δεομένους ὀξὺς ἐσάγαν, δύναμίντε πολλὴν περιβεβλημένος ἐκ βασιλέως ἀδεέστερον ἐς τὰ σπουδαζόμενα ἐχρῆτο τῇ γνώμῃ.

8.26.15καὶ ἀπ’αὐτοῦ πολλοὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἄρχοντέςτε καὶ στρατιῶται εὐεργέτου αὐτοῦ ἔτυχον.

8.26.16ἐπεὶ οὖν ἀποδέδεικτο στρατηγὸς ἐπὶ Τουτίλαντε καὶ Γότθους, ὡς ἀσμενέστατα ἕκαστοι στρατεύεσθαι ὑπ’αὐτῷ ἤθελον, οἱ μὲν ἐκτίνειν οἱ ἐθέλοντες παλαιὰς χάριτας, οἱ δὲ καραδοκοῦντες, ὡς τὸ εἰκὸς, μεγάλων ἀγαθῶν παρ’αὐτοῦ τεύξεσθαι.

8.26.17μάλιστα δὲ αὐτῷ Ἔρουλοίτε καὶ οἱ ἄλλοι βάρβαροι εὐνοϊκῶς εἶχον, διαφερόντως πρὸς τοῦ ἀνθρώπου εὖ πεπονθότες.

8.26.18ἐπειδὴ δὲ Βενετίων ὡς ἀγχοτάτω ἐγένοντο, παρὰ τῶν Φράγγων τοὺς ἡγεμόνας, οἳ τῶν ἐκείνῃ φυλακτηρίων ἦρχον, ἄγγελον στείλας ᾐτεῖτο τὴν δίοδον σφίσιν ἅτε φίλοις οὖσι παρέχεσθαι.

8.26.19οἱ δὲ τοῦτο Ναρσῇ ἐπιτρέψειν οὐδεμιᾷ μηχανῇ ἔφασαν, ἐς μὲν τὸ ἐμφανὲς τὴν αἰτίαν οὐκ ἐξενεγκόντες, ἀλλ’, ὡς ἔνι μάλιστα κατακρυψάμενοι, τοῦ Φράγγων ἕνεκα ξυμφόρου τῆς ἐς τοὺς Γότθους εὐνοίας τὴν κωλύμην ποιεῖσθαι, σκῆψιν δέ τινα οὐ λίαν εὐπρόσωπον δόξασαν εἶναι προβεβλημένοι, ὅτι δὴ Λαγγοβάρδας τοὺς σφίσι πολεμιωτάτους οὗτος ἐπαγόμενος ἥκει.

8.26.20ἐπὶ τούτοις διαπορουμένῳ τὴν ἀρχὴν τῷ Ναρσῇ καὶ Ἰταλῶν τῶν οἱ παρόντων ἀμφὶ τῷ πρακτέῳ πυνθανομένῳ ἐσήγγελλόν τινες ὡς εἰ καὶ Φράγγοι παρήσουσι σφᾶς τήνδε τὴν δίοδον ποιεῖσθαι, ἀλλ’ἐς Ῥάβενναν ἐνθένδε κομίζεσθαι οὐδαμῆ ἕξουσιν, οὐ δὲ τὴν πορείαν ταύτην ποιεῖσθαι ὅτι μὴ ἄχρι ἐς πόλιν Βερώνην.

8.26.21Τουτίλαν γὰρ ἀπολεξάμενον εἴ τι δόκιμον ἦν ἐν τῷ Γότθων στρατῷ, στρατηγόντε αὐτοῖς καταστησάμενον Τεΐαν τὸν Γότθον, ἄνδρα διαφερόντως ἀγαθὸν τὰ πολέμια, στεῖλαι ἐς πόλιν Βερώνην Γότθων κατήκοον οὖσαν, ἐφ’ τῷ Ῥωμαίων στρατῷ διακωλύοι τὴν πάροδον, ὅσα γε δυνατά.

8.26.22καὶ ἦν δὲ οὕτως. ἐπειδήτε Τεΐας ἐγένετο ἐν πόλει Βερώνῃ, τὴν ἐκείνῃ δίοδον τοῖς πολεμίοις ἀπέφραξε πᾶσαν, ἀδιέξοδάτε καὶ ὅλως ἄπορα πανταχόσε ἀμφὶ ποταμὸν Πάδον τὰ χωρία εἶναι ἀνάγκῃ χειροποιήτῳ σκευωρησάμενος, καὶ πὴ μὲν λόχμαςτε καὶ τάφρους καὶ φάραγγας τεκτηνάμενος, πὴ δὲ τέλμινάςτε ὡς βαθυτάτας καὶ χώρους τεναγώδεις τινὰς αὐτὸς τῷ Γότθων στρατῷ ἐφύλασσεν ἐς τὸ ἀκριβὲς, ὡς ὁμόσε χωρῆσαι Ῥωμαίοις, ἤν τι ἀποπειρῶνται τῆς ἐνθένδε ὁδοῦ.

8.26.23ταῦτα δὲ Τουτίλας ἐμηχανᾶτο, οἰόμενος διὰ μὲν τῆς παραλίας κόλπου τοῦ Ἰονίου Ῥωμαίοις μήποτε δυνατὰ ἔσεσθαι τὴν πορείαν ποιεῖσθαι, ἐπεὶ ναυσίποροι ποταμοὶ παμπληθεῖς ἐνταῦθα ἐκβολὰς ἔχοντες ἀπόρευτα παντάπασι παρέχονται εἶναι τὰ ἐκείνῃ χωρία · ναῦς δὲ αὐτοὺς τοσαύτας τὸ πλῆθος ὡς ἥκιστα ἔχειν, ὥστε δὴ ἀθρόους παντὶ τῷ στρατῷ διαπορθμεύεσθαι τὸν Ἰόνιον κόλπον, ἢν δέ γε κατ’ὀλίγους ναυτίλλωνται, αὐτὸς ἂν τῷ καταλοίπῳ στρατῷ τῶν Γότθων τοὺς ἑκάστοτε ἀποβαίνοντας πόνῳ οὐδενὶ ἀναστείλειε.

8.26.24τοιαύτῃ μὲν οὖν γνώμῃ τε Τουτίλας ἐπήγγελλε ταῦτα καὶ Τεΐας ἐποίει. Ναρσῇ δὲ λίαν ἀμηχανοῦντι Ἰωάννης Βιταλιανοῦ, τῶν τῇδε χωρίων ἐμπείρως ἔχων, παρῄνει παντὶ τῷ στρατῷ μὲν κατὰ τὴν παραλίαν ἰέναι, κατηκόων σφίσιν ὄντων, ὡς προδεδήλωται, τῶν τῇδε ἀνθρώπων, παρακολουθεῖν δὲ τῶν νηῶν τινας καὶ ἀκάτους πολλάς.

8.26.25ἐπειδὰν γὰρ στρατὸς ἐπὶ ταῖς τῶν ποταμῶν ἐκβολαῖς γένωνται, γέφυραν ἐκ τῶν ἀκάτων τούτων τῷ τοῦ ποταμοῦ ῥοθίῳ ἐναρμοσάμενοι, ῥᾷον ἂν καὶ ἀπονώτερον ποιήσαιντο τὴν διάβασιν. μὲν Ἰωάννης ταῦτα παρῄνει, πείθεται δὲ Ναρσῆς, καὶ τῷ τρόπῳ τούτῳ παντὶ τῷ στρατῷ ἐπὶ Ῥαβέννης κομίζεται.

8.27

8.27.1ἐν δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη γενέσθαι. Ἰλδιγισὰλ Λαγγοβάρδας ἀνὴρ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ Αὐδουὶν ὄντος ἐχθροῦ, ὃς τούτων δὴ τῶν βαρβάρων ἡγεῖτο (αὐτῷ γὰρ τὴν ἀρχὴν κατὰ γένος προσήκουσαν Αὐδουὶν βιασάμενος ἔσχεν) ἐξ ἠθῶν ἀποδρὰς τῶν πατρίων ἐπὶ Βυζαντίου κομίζεται.

8.27.2οὗ δὴ αὐτὸν ἀφικόμενον Ἰουστινιανὸς βασιλεὺς ἐν τοῖς μάλιστα φιλοφροσύνης ἠξίωσεν, ἄρχοντάτε κατεστήσατο ἑνὸς τῶν ἐπὶ τοῦ Παλατίου φυλακῆς τεταγμένων λόχων, οὕσπερ σχολὰς ὀνομάζουσιν.

8.27.3εἵποντο δὲ αὐτῷ τοῦ Λαγγοβαρδῶν ἔθνους ἄνδρες ἀγαθοὶ τὰ πολέμια οὐχ ἥσσους τριακόσιοι, οἳ δὴ μίαν πρῶτον ἐπὶ Θρᾴκης δίαιταν εἶχον.

8.27.4τὸν Ἰλδιγισὰλ οὖν Αὐδουὶν μὲν πρὸς βασιλέως Ἰουστινιανοῦ ἐξῃτεῖτο ἅτε φίλοςτε Ῥωμαίοις καὶ ξύμμαχος ὢν, μισθὸν τῆς φιλίας τὴν προδοσίαν αὐτῷ τοῦ ἱκέτου εἰσπραττόμενος.

8.27.5 δὲ τρόπῳ οὐδενὶ ἐδίδου. χρόνῳ δὲ ὕστερον Ἰλδιγισὰλ, ἐνδεέστερον κατὰ τὴν ἀξίαν αὐτοῦ καὶ τὴν Ῥωμαίων δόξαν ἐπικαλῶν οἱ αὐτῷ τήντε τιμὴν καὶ τὰ ἐπιτήδεια εἶναι, δυσφορουμένῳ ἐπὶ πλεῖστον ἐῴκει · δὴ Γόαρ κατενόησε, Γότθος ἀνὴρ, πάλαιτε δορυάλωτος ἐν τῷδε τῷ πολέμῳ ἐκ Δαλματίας ἐνταῦθα ἥκων, ἡνίκα τὸν πόλεμον Οὐίττιγις Γότθων βασιλεὺς πρὸς Ῥωμαίους διέφερε ·

8.27.6θυμοειδὴς δὲ ὢν καὶ δραστήριος ἄγαν πρὸς τύχην τὴν παροῦσαν ζυγομαχῶν διαγέγονεν. ἐπειδὴ δὲ Γότθοι μετὰ τὴν Οὐιττίγιδος ἐπικράτησιν ἐς ἀπόστασιν εἶδον, βασιλεῖ ὅπλα ἀντάραντες, κακουργῶν ἐπὶ τῇ πολιτείᾳ διαφανῶς ἥλω. φυγῇ δὲ ζημιωθεὶς τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται, καὶ χρόνος αὐτῷ πολὺς ἐν τῇ ποινῇ ταύτῃ ἐτρίβη.

8.27.7ἀλλ’ὕστερον οἰκτισάμενος βασιλεὺς κατήγαγεν ἐς Βυζάντιον. οὗτος Γόαρ τὸν Ἰλδιγισὰλ ἰδὼν ἀσχάλλοντα, ἧπέρ μοι εἴρηται, ἐνδελεχέστατα νουθετῶν ἀναπείθει δρασμῷ χρήσασθαι, ξὺν αὐτῷ ὁμολογήσας ἐκ Βυζαντίου ἀπαλλαγήσεσθαι.

8.27.8ἐπειδὴ δὲ αὐτοῖς βουλὴ ἤρεσκε, φεύγουσι μὲν ἐξαπιναίως ξὺν ὀλίγοις τισὶν, ἐς δὲ Ἄπρων ἀφικόμενοι τὴν Θρᾳκῶν πόλιν ἀναμίγνυνται Λαγγοβάρδαις τοῖς τῇδε οὖσι. τοῖςτε βασιλικοῖς ἱπποφορβίοις κατατυχόντες μέγα τι χρῆμα ἵππων ἐνθένδε ἐπαγόμενοι πρόσω ἐχώρουν.

8.27.9ὧνπερ ἐπειδὴ βασιλεὺς ᾔσθετο, ἔςτε Θρᾴκην ὅλην καὶ Ἰλλυριοὺς στείλας ἄρχουσίτε πᾶσι καὶ στρατιώταις ἐπέστελλε τοῖς δραπέταις τούτοις σθένει παντὶ ὑπαντιάσαι.

8.27.10καὶ πρῶτα μὲν Οὔννων τῶν Κουτριγούρων καλουμένων ὀλίγοι τινὲς (οἳ δὴ ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες, ᾗπέρ μοι οὐ πολλῷ ἔμπροσθεν δεδιήγηται, δόντος βασιλέως ἐπὶ τῆς Θρᾴκης ἱδρύσαντο) τοῖς φεύγουσι τούτοις ἐς χεῖρας ἦλθον.

8.27.11ἡσσηθέντες δὲ μάχῃ τινὲς μὲν πίπτουσιν, οἱ δὲ λοιποὶ τραπόμενοι οὐκέτι ἐδίωκον, ἀλλ’αὐτοῦ ἔμενον. οὕτωτε Θρᾴκην ὅλην διεληλύθασιν Ἰλδιγισάλτε καὶ Γόαρ ξὺν τοῖς ἑπομένοις, οὐδενὸς ἐνοχλοῦντος.

8.27.12ἐν Ἰλλυριοῖς δὲ γενόμενοι Ῥωμαίων στρατὸν εὗρον ἐπὶ τῷ σφῶν πονηρῷ ξὺν ἐπιμελείᾳ ξυνειλεγμένον.

8.27.13τοῦ δὲ στρατοῦ τούτου ἄλλοιτέ τινες καὶ Ἀράτιόςτε καὶ Ῥεκίθαγγος καὶ Λεωνιανὸς καὶ Ἀριμοὺθ ἦρχον, οἳ δὴ ἐτύγχανον τὴν ἡμέραν ἱππεύσαντες ὅλην.

8.27.14ἔςτε χῶρον ὑλώδη ἀφικόμενοι περὶ λύχνων ἁφὰς ἔστησαν, ὡς αὐλισόμενοίτε καὶ διανυκτερεύσοντες ἐνταῦθα τὴν νύκτα ἐκείνην.

8.27.15τοῖς μὲν οὖν στρατιώταις ἐπέστελλον οἱ ἄρχοντες οὗτοι τάτε ἄλλα καὶ ἵππων τῶν σφετέρων ἐπιμελεῖσθαι καὶ παρὰ τὸν ταύτῃ ῥέοντα ποταμὸν αὑτοὺς ἀναψύχειν, παρηγοροῦντας τὸν τῆς ὁδοῦ κόπον.

8.27.16αὐτοίτε κατὰ τρεῖς τέτταρας ἕκαστος δορυφόρους ἐπαγόμενοι ἀποκεκρυμμένως τοῦ ποταμοῦ ἔπινον · δίψει γὰρ, ὡς τὸ εἰκὸς, χαλεπῇ εἴχοντο.

8.27.17οἱ δὲ ἀμφὶ Γόαρ καὶ Ἰλδιγισὰλ ἀγχοῦ που ὄντες καὶ σκοποὺς πέμψαντες ταῦτα ἔγνωσαν. ἀπροσδόκητοίτε πίνουσιν αὐτοῖς ἐπιστάντες ἅπαντας ἔκτειναν, καὶ τὸ λοιπὸν ἀδεέστερον σφίσιν αὐτοῖς τὰ ἐς τὴν πορείαν ᾗπερ ἐβούλοντο διῳκήσαντο.

8.27.18ἄναρχοι γὰρ οἱ στρατιῶται γενόμενοι διηποροῦντότε καὶ παντάπασιν ἀμηχανοῦντες ὀπίσω ἀπήλαυνον. Γόαρ μὲν οὖν καὶ Ἰλδιγισὰλ οὕτω διαφυγόντες ἐς Γήπαιδας ἦλθον.

8.27.19ἐτύγχανε δὲ καί τις ἐκ Γηπαίδων, Οὐστρίγοτθος ὄνομα, ἐς Λαγγοβάρδας φυγὼν τρόπῳ τοιῷδε. Ἐλεμοῦνδος μὲν Γηπαίδων γεγονὼς βασιλεὺς οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, τούτου δή οἱ μόνου τοῦ Οὐστριγότθου ἀπολελειμμένου παιδὸς, ὅνπερ Θορισὶν βιασάμενος (μειράκιον γὰρ ἦν ἔτι) τὴν ἀρχὴν ἔσχε.

8.27.20διὸ δὴ παῖς οὐκ ἔχων τὸν ἠδικηκότα καθ’ τι ἀμύνηται, ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ἐς Λαγγοβάρδας Γήπαισι πολεμίους ὄντας ἀπιὼν ᾤχετο.

8.27.21ἐγένοντο δὲ Γήπαισιν ὀλίγῳ ὕστερον πρόςτε βασιλέα Ἰουστινιανὸν καὶ τὸ Λαγγοβαρδῶν ἔθνος διαλλαγαὶ, ὁρκίοιςτε ἀλλήλους δεινοτάτοις κατέλαβον μὴν τὸ λοιπὸν φιλίαν τὴν ἐς ἀλλήλους ἀπέραντον διασώσασθαι.

8.27.22ἐπειδήτε αὐτοῖς τὰ ἐς τὰς διαλλαγὰς βεβαιότατα ξυνετελέσθη, βασιλεύςτε Ἰουστινιανὸς καὶ Αὐδουὶν τῶν Λαγγοβαρδῶν ἡγούμενος παρὰ Θορισὶν τὸν Γηπαίδων ἄρχοντα πέμψαντες τὸν Ἰλδιγισὰλ ἅτε κοινὸν ἐχθρὸν ἐξῃτοῦντο, τὴν ἐς τὸν ἱκέτην τὸν αὐτοῦ προδοσίαν δεόμενοι δήλωσιν τῆς ἐς αὐτοὺς φιλίας ποιήσασθαι πρώτην.

8.27.23καὶ ὃς τοῖς Γηπαίδων λογίμοις κοινολογησάμενος τὰ παρόντα σπουδῇ ἀνεπυνθάνετο εἰ ποιητέα οἱ τὰ πρὸς τοῖν βασιλέοιν αἰτούμενα εἴη.

8.27.24οἱ δὲ ἄντικρυς μὴ ποιήσειν ἀπεῖπον, κρεῖσσον ἀπισχυρισάμενοι εἶναι Γηπαίδων τῷ ἔθνει αὐταῖςτε γυναιξὶ καὶ γόνῳ παντὶ διολωλέναι αὐτίκα δὴ μάλα ἀνοσίοις ἐπ’ἀσεβήματι γενέσθαι τοιούτῳ.

8.27.25ταῦτα ἀκούσας Θορισὶν ἐς ἀμηχανίαν ἐξέπιπτεν. οὔτε γὰρ ἀκουσίων τῶν ἀρχομένων ἐπιτελέσαι τὸ ἔργον εἶχεν οὔτε ἀνακυκλεῖν πόλεμον, πόνῳτε καὶ χρόνῳ πεπαυμένον πολλῷ, πρόςτε Ῥωμαίους καὶ Λαγγοβάρδας ἔτι ἤθελεν.

8.27.26ὕστερον μέντοι ἐπενόει τάδε. πέμψας παρὰ τὸν Αὐδουὶν ἐξῃτεῖτο τὸν Ἐλεμούνδου υἱὸν Οὐστρίγοτθον, ἐπὶ τὴν ὁμοίαν αὐτῷ ἁμαρτάδα ὁρμῶν, τῶντε ἱκετῶν ἀνταλλάσσεσθαι τὴν προδοσίαν παρακαλῶν.

8.27.27τῇ γὰρ τῆς ἐμφεροῦς ἀτοπίας ὀκνήσει τὴν ἐπίταξιν αὐτῶν ἀναχαιτίσειν εἶχεν, ἀλλ’Αὐδουὶν αὐτὸν μηδεμιᾷ μελλήσει τῇ παρανομίᾳ καὶ ὁμολογίᾳ λήψεσθαι.

8.27.28τούτωντε αὐτοῖς δεδογμένων ἐξεπιστάμενοι ὡς οὔτε Λαγγοβάρδαι οὔτε Γήπαιδες ἐθέλουσι τοῦ μιάσματος μεταλαχεῖν σφίσιν, ἐς μὲν οὖν τὸ ἐμφανὲς οὐδὲν ἔδρασαν, ἑκάτερος δὲ δόλῳ τὸν θατέρου ἐχθρὸν ἔκτεινεν.

8.27.29ὅντινα μέντοι τρόπον, ἀφίημι λέγειν. οὐ γὰρ ὁμολογοῦσιν ἀλλήλοις οἱ ἀμφ’αὐτοῖν λόγοι, ἀλλὰ κατὰ πολὺ διαλλάσσουσιν οἷά γε τῶν πραγμάτων τὰ λαθραιότατα. τὰ μὲν οὖν κατὰ Ἰλδιγισὰλ καὶ Οὐστρίγοτθον ἐς τοῦτο ἐτελεύτα.

8.28

8.28.1τοῖς δὲ ἀμφὶ Ναρσῆν ἀφικομένοις ἐς Ῥάβενναν πόλιν ἀνεμίγνυντο Βαλεριανὸς καὶ Ἰουστῖνος οἱ στρατηγοὶ, καὶ εἴ τι ἄλλο στράτευμα Ῥωμαίων ταύτῃ ἐλέλειπτο.

8.28.2ἐπειδὴ δὲ αὐτοῖς ἐννέα ἡμερῶν χρόνος ἐς Ῥάβενναν ἐτέτριπτο, Οὐσδρίλας, Γότθος ἀνὴρ, διαφερόντως ἀγαθὸς τὰ πολέμια, τοῦ ἐν Ἀριμίνῳ φυλακτηρίου ἄρχων, πρὸς Βαλεριανὸν ἔγραψε τάδε Πάντα ταῖς φήμαις καταλαβόντες, τοῖςτε φάσμασιν ἤδη ξύμπασαν Ἰταλίαν συσχόντες καὶ ὀφρυάσαντες οὐχ ὅσα γε τὰ ἀνθρώπεια, ταύτῃτε Γότθους, ὥσπερ οἴεσθε, δεδιξάμενοι, εἶτα κάθησθε νῦν ἐν Ῥαβέννῃ τῷ μὲν ἀποκεκρύφθαι ὡς ἥκιστα τοῖς πολεμίοις ἔνδηλοι, οἶμαι, ξυμφρουροῦντες ἔτι τὸ φρόνημα τοῦτο, βαρβάρων δὲ παμμίκτῳ ὁμίλῳ τὴν οὐδαμόθεν προσήκουσαν ὑμῖν κατατρίβοντες χώραν.

8.28.3ἀλλ’ἀνάστητε ὅτι τάχιστα καὶ πολεμίων ἔργων τὸ λοιπὸν ἅπτεσθε, δείξατέτε ὑμᾶς αὐτοὺς Γότθοις, μη δὲ ἀναρτήσητε μακροτέραις ἐλπίσιν ἡμᾶς, προσδεχομένους ἐκ παλαιοῦ τὸ θέαμα.

8.28.4 μὲν γραφὴ τοσαῦτα ἐδήλου. ἐπειδὴ δὲ ταῦτα Ναρσῆς ἀπενεχθέντα εἶδε, Γότθων τῆς ἀλαζονείας γελάσας, καθίστατο εὐθὺς παντὶ τῷ στρατῷ ἐς τὴν ἔξοδον, φρουρὰν ξὺν Ἰουστίνῳ ἐν Ῥαβέννῃ ἀπολιπών.

8.28.5γενόμενοίτε πόλεως Ἀριμίνου ἄγχιστα, εὗρον οὐκ εὐπετῆ σφίσι τὸ ἐνθένδε τὴν δίοδον οὖσαν, Γότθων περιῃρηκότων τὴν ἐκείνῃ γέφυραν οὐ πολλῷ πρότερον.

8.28.6 γὰρ ποταμὸς τὴν Ἀρίμινον παραρρέων ἀνδρὶ μὲν ἀόπλῳ ἑνὶ πεζῇ ἰόντι μόλις διαβατὸς γίνεται διὰ τῆς γεφύρας πόνῳτε καὶ ταλαιπωρίᾳ πολλῇ, καὶ ταῦτα μηδενὸς ἐνοχλοῦντος τὴν δίοδον ἀναστέλλοντος · πλήθει δὲ ἀνθρώπων καὶ διαφερόντως ἐξωπλισμένων, ἄλλωςτε καὶ πολεμίων ἀντιστατούντων, τρόπῳ ὁτῳοῦν ἐνταῦθα διαπορθμεύσασθαι ἀδύνατά ἐστι.

8.28.7διόπερ Ναρσῆς ἐν τῷ γεφύρας χώρῳ γενόμενος ξὺν ὀλίγοις τισὶν ἀπορούμενος ἐπὶ πλεῖστον διεσκοπεῖτο ὁπόθεν ἄν ποτε πόρον τινὰ τῷ πράγματι εὕροι.

8.28.8οὗ δὴ καὶ Οὐσδρίλας τινὰς ἐπαγαγόμενος ἱππέων ἦλθε, μή τι τῶν πρασσομένων αὐτὸν διαλάθοι. τῶν δέ τις Ναρσῇ ἐπισπομένων τὸ τόξον ἐντείνας ἐπ’αὐτοὺς ἔβαλλεν, ἑνίτε τῶν ἵππων κατατυχὼν εὐθὺς ἔκτεινεν.

8.28.9οἵτε ἀμφὶ τὸν Οὐσδρίλαν τότε μὲν ἐνθένδε κατὰ τάχος ἀπαλλαγέντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, αὐτίκα δὲ καὶ ἄλλους ἐπαγαγόμενοι τῶν σφίσι μαχιμωτάτων διὰ πύλης ἑτέρας ἐπ’αὐτοὺς ἵεντο, ὡς ἀπροσδόκητοίτε αὐτοῖς ἐπιπεσόντες καὶ τὸν Ναρσῆν διαχρησόμενοι αὐτίκα δὴ μάλα.

8.28.10ἐπὶ θάτερα γὰρ τοῦ ποταμοῦ διερευνώμενος τῇ στρατιᾷ τὴν διάβασιν ἤδη ἀφῖκτο. ἀλλὰ τῶν τινες Ἐρούλων τύχῃ αὐτοῖς τινι ἐνταῦθα ὑπαντιάσαντες κτείνουσίτε τὸν Οὐσδρίλαν, καὶ ὅστις ποτὲ ἦν ἐπιγνωσθέντα παρὰ Ῥωμαίου ἀνδρὸς τὴν κεφαλὴν ἀφαιρούμενοι, ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθον, καὶ Ναρσῇ ἐπιδείξαντες τῇ προθυμίᾳ ἐπέρρωσαν πάντας, τεκμηριουμένους τῷ ξυμβεβηκότι τὰ ἐκ τοῦ θεοῦ Γότθοις πολέμια εἶναι · οἵ γε τῶν πολεμίων τῷ στρατηγῷ ἐνεδρεύσαντες αὐτοὶ οὐκ ἐξ ἐπιβουλῆς προνοίας τινὸς τὸν ἄρχοντα σφῶν ἐξαπιναίως ἀφῄρηντο.

8.28.11Ναρσῆς δὲ, καίπερ Οὐσδρίλα πεπτωκότος, ὃς τοῦ ἐν Ἀριμήνῳ φυλακτηρίου ἦρχε, πρόσω ἤπειγε τὸ στράτευμα. οὔτε γὰρ Ἀρίμηνον οὔτε ἄλλο τι χωρίον πρὸς τῶν πολεμίων ἐχόμενον ἐνοχλεῖν ἤθελεν, ὡς μή τις αὐτῷ τρίβοιτο χρόνος, μη δὲ τῷ παρέργῳ τῆς χρείας σπουδαιοτάτη διείργοιτο πρᾶξις.

8.28.12τῶν δὲ πολεμίων ἅτε πεπτωκότος σφίσι τοῦ ἄρχοντος ἡσυχαζόντωντε καὶ οὐκέτι ἐμποδίων καθισταμένων Ναρσῆς ἀδεέστερον γεφύρᾳ τὸν ποταμὸν ζεύξας διεβίβασε πόνῳ οὐδενὶ τὸν στρατὸν ἅπαντα.

8.28.13ὁδοῦ δὲ τῆς Φλαμηνίας ἐνθένδε ἀφέμενος ἐν ἀριστερᾷ ᾔει. Πέτρας γὰρ τῆς Περτούσης καλουμένης, ἧσπέρ μοι τὸ τοῦ ὀχυρώματος καρτερὸν χωρίου φύσει ἐν τοῖς ἔμπροσθεν δεδιήγηται λόγοις, κατειλημμένης τοῖς ἐναντίοις πολλῷ πρότερον, ἀπόρευτα Ῥωμαίοις καὶ παντάπασιν ἀδιέξοδα, ὅσα γε κατὰ τὴν Φλαμηνίαν ὁδὸν, ὄντα ἐτύγχανεν. ὁδὸν οὖν Ναρσῆς διὰ ταῦτα τὴν ἐπιτομωτέραν ἀφεὶς τὴν βάσιμον ᾔει.

8.29

8.29.1τῷ μὲν οὖν Ῥωμαίων στρατῷ τά γε ἀμφὶ τῇ πορείᾳ ταύτῃ πη εἶχε. Τουτίλας δὲ πεπυσμένος ἤδη τὰ ἐν Βενετίαις ξυνενεχθέντα Τεΐαν μὲν τὰ πρῶτα καὶ τὴν ξὺν αὐτῷ στρατιὰν προσδεχόμενος ἐν τοῖς ἐπὶ Ῥώμης χωρίοις ἡσυχῆ ἔμενεν.

8.29.2ἐπειδὴ δὲ παρῆσαν, μόνοιτε δισχίλιοι ἱππεῖς ἐλείποντο ἔτι, τούτους δὴ οὐκ ἀναμείνας Τουτίλας, ἀλλὰ παντὶ ἄρας τῷ ἄλλῳ στρατῷ ὡς τοῖς πολεμίοις ἐν ἐπιτηδείῳ ὑπαντιάσων ᾔει.

8.29.3ἐν δὲ τῇ ὁδῷ ταύτῃ τάτε τῷ Οὐσδρίλᾳ συμπεπτωκότα καὶ Ἀρίμηνον τοὺς πολεμίους διαβεβηκέναι μαθὼν, ὅλην μὲν Τουσκίαν ἀμείψας, ἐν ὄρει δὲ τῷ Ἀπεννίνῳ καλουμένῳ γενόμενος, αὐτοῦ ἐνστρατοπεδευσάμενος, ἔμενεν ἄγχιστα κώμης, ἥνπερ οἱ ἐπιχώριοι Ταγίνας καλοῦσιν.

8.29.4τε Ῥωμαίων στρατιὰ Ναρσοῦ ἡγουμένου οὐ πολλῷ ὕστερον ἐν τῷ ὄρει καὶ αὐτοὶ τῷ Ἀπεννίνῳ ἐνστρατοπεδευσάμενοι ἔμενον, σταδίους ἑκατὸν μάλιστα τοῦ τῶν ἐναντίων στρατοπέδου διέχοντες, ἐν χωρίῳ ὁμαλῷ μὲν, λόφους δὲ ἄγχιστά πη περιβεβλημένῳ πολλοὺς, ἵνα δή ποτε στρατηγοῦντα Ῥωμαίων Κάμιλλον τῶν Γάλλων ὅμιλον διαφθεῖραι μάχῃ νενικηκότα φασί.

8.29.5φέρει δὲ καὶ εἰς ἐμὲ μαρτύριον τοῦ ἔργου τούτου τὴν προσηγορίαν χῶρος καὶ διασώζει τῇ μνήμῃ τῶν Γάλλων τὸ πάθος, Βουσταγαλλώρων καλούμενος. βοῦστα γὰρ Λατῖνοι τὰ ἐκ τῆς πυρᾶς καλοῦσι λείψανα.

8.29.6τύμβοιτε τῇδε γεώλοφοι τῶν νεκρῶν ἐκείνων παμπληθεῖς εἰσιν. αὐτίκα δὲ στείλας ἐνθένδε Ναρσῆς τῶν οἱ ἐπιτηδείων τινὰς παραίνεσιν ἐπήγγελλε ποιεῖσθαι τῷ Τουτίλᾳ καταθέσθαι μὲν τὰ πολέμια, βουλεύεσθαι δὲ εἰρηναῖά ποτε, διαριθμουμένῳ ὅτι δὴ αὐτὸς, ἀνθρώπων ἄρχων ὀλίγωντέ τινων καὶ ὑπόγυον νόμῳ οὐδενὶ ξυνειλεγμένων, πάσῃ τῇ Ῥωμαίων ἀρχῇ ἐπὶ πλεῖστον διαμάχεσθαι οὐκ ἂν δύναιτο.

8.29.7ἔφη δὲ αὐτοῖς καὶ τοῦτο, ὥστε δὴ αὐτὸν, εἰ πολεμησείοντα ἴδοιεν, μελλήσει οὐδεμιᾷ ἐγκελεύεσθαι τακτὴν διορίσαι τινὰ ἡμέραν τῇ μάχῃ.

8.29.8ἐπειδὴ γοῦν οἱ πρέσβεις οὗτοι τῷ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, τὰ ἐπιτεταγμένα ἐποίουν. καὶ μὲν νεανιευόμενος ἐκομψεύετο ὡς τρόπῳ αὐτοῖς παντὶ πολεμητέον εἴη, οἱ δὲ ὑπολαβόντες Ἀλλ’, γενναῖε ἔφασαν ῥητόν τινα καιρὸν τῇ ξυμβολῇ τίθει. καὶ ὃς αὐτίκα ὀκτὼ ἡμερῶν ξυμμίξωμεν ἔφη.

8.29.9οἱ μὲν οὖν πρέσβεις παρὰ τὸν Ναρσῆν ἐπανήκοντες τὰ ξυγκείμενα σφίσιν ἐπήγγελλον, δὲ Τουτίλαν δολώσεις ὑποτοπάζων ἐπινοεῖν παρεσκευάζετο ὡς τῇ ὑστεραίᾳ μαχούμενος.

8.29.10καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. ἡμέρᾳ γὰρ τῇ ἐπιγενομένῃ αὐτάγγελος παντὶ τῷ στρατῷ παρῆν Τουτίλας. ἤδη δὲ ἀλλήλοις ἑκάτεροι ἀντεκάθηντο, οὐ πλέον δυοῖν διέχοντες τοξευμάτων βολαῖν.

8.29.11ἦν γέ τι γεώλοφον ἐνταῦθα βραχὺ, δὴ καταλαβεῖν ἀμφότεροι διὰ σπουδῆς εἶχον, ἐν ἐπιτηδείῳ σφίσιν οἰόμενοι κεῖσθαι, ὅπωςτε βάλλειν τοὺς ἐναντίους ἐξ ὑπερδεξίων ἔχοιεν καὶ ὅτι χῶροι λοφώδεις, ᾗπέρ μοι δεδήλωται, ἐνταῦθά πη ἦσαν, ταύτῃ τοι κυκλώσασθαί τινας τὸ Ῥωμαίων στρατόπεδον κατὰ νώτου ἰόντας ἀμήχανον ἦν, ὅτι μὴ διὰ μιᾶς τινος ἀτραποῦ, παρὰ τὸ γεώλοφον ἐτύγχανεν οὖσα.

8.29.12διὸ δὴ περὶ πλείονος αὐτὸ ποιεῖσθαι ἀμφοτέροις ἐπάναγκες ἦν, Γότθοις μὲν, ὅπως ἐν τῇ ξυμβολῇ κυκλωσάμενοι τοὺς πολεμίους ἐν ἀμφιβόλῳ ποιήσονται, Ῥωμαίοις δὲ, ὅπως δὴ ταῦτα μὴ πάθοιεν.

8.29.13ἀλλὰ προτερήσας Ναρσῆς πεντήκοντα ἐκ καταλόγου πεζοὺς ἀπολέξας ἀωρὶ νύκτωρ ὡς καταληψομένουςτε καὶ καθέξοντας αὐτὸ ἔστειλε.

8.29.14καὶ οἱ μὲν οὐδενὸς σφίσι τῶν πολεμίων ἐμποδὼν ἱσταμένου ἐνταῦθα γενόμενοι ἡσυχῆ ἔμενον.

8.29.15ἔστι δέ τις χειμάρρους τοῦ γεωλόφου ἐπίπροσθεν, παρὰ μὲν τὴν ἀτραπὸν, ἧς ἄρτι ἐμνήσθην, τοῦ δὲ χώρου καταντικρὺ οὗ ἐστρατοπεδεύσαντο Γότθοι, οὗ δὴ οἱ πεντήκοντα ἔστησαν, ἐν χρῷ μὲν ξυνιόντες ἀλλήλοις, ἐς φάλαγγα δὲ ὡς ἐν στενοχωρίᾳ ξυντεταγμένοι.

8.29.16μεθ’ἡμέραν δὲ τὸ γεγονὸς ἰδὼν Τουτίλας ἀπώσασθαι αὐτοὺς ἐν σπουδῇ εἶχεν. ἴληντε ἱππέων εὐθὺς ἐπ’αὐτοὺς ἔπεμψεν, ἐξελᾶν ὅτι τάχιστα ἐνθένδε αὐτοὺς ἐπιστείλας.

8.29.17οἱ μὲν οὖν ἱππεῖς θορύβῳτε πολλῷ καὶ κραυγῇ ἐπ’αὐτοὺς ἵεντο, ὡς αὐτοβοεὶ ἐξαιρήσοντες, οἱ δὲ εἰς ὀλίγον ξυντεταγμένοι καὶ ταῖς μὲν ἀσπίσι φραξάμενοι, τὰ δὲ δοράτια ἐπανατεινάμενοι ἔστησαν.

8.29.18εἶτα οἱ μὲν Γότθοι σπουδῇ ἐπιόντες ξυνταράξαντες αὑτοὺς ἤλαυνον, οἱ δὲ πεντήκοντα, τῶντε ἀσπίδων τῷ ὠθισμῷ καὶ τῶν δορατίων τῇ ἐπιβολῇ πυκνοτάτῃ οὔσῃ καὶ οὐδαμῆ ξυγκεχυμένῃ ὡς καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο, ἐξεπίτηδέςτε πάταγον ταῖς ἀσπίσιν ἐποίουν, ταύτῃ μὲν τοὺς ἵππους ἀεὶ δεδισσόμενοι, τοὺς δὲ ἄνδρας ταῖς τῶν δορατίων αἰχμαῖς.

8.29.19καὶ οἵτε ἵπποι ἀνεχαιτίζοντο τῇτε δυσχωρίᾳ καὶ τῶν ἀσπίδων τῷ πατάγῳ λίαν ἀχθόμενοι καὶ διέξοδον οὐδαμῆ ἔχοντες, οἵτε ἄνδρες ἀπεκναίοντο, ἀνθρώποιςτε οὕτω ξυμφραξαμένοις μαχόμενοι καὶ τρόπῳ οὐδενὶ εἴκουσι, καὶ ἵπποις ἐγκελευόμενοι ὡς ἥκιστα ἐπαΐουσιν. ἀποκρουσθέντεςτε τὴν πρώτην ὀπίσω ἐχώρουν.

8.29.20καὶ αὖθις ἀποπειρασάμενοι καὶ ταὐτὰ πάσχοντες ἀνεπόδιζον. πολλάκιςτε οὕτως ἀπαλλάξαντες οὐκέτι ἠνώχλουν, ἀλλ’ἑτέραν ἴλην Τουτίλας ἐς τὸ ἔργον τοῦτο ἀντικαθίστη.

8.29.21ὧνπερ ὁμοίως τοῖς προτέροις ἀπαλλαγέντων ἕτεροι ἐς τὴν πρᾶξιν καθίσταντο. πολλάςτε ἴλας Τουτίλας οὕτως ἀμείψας ἐπὶ πάσαιςτε ἄπρακτος γεγονὼς εἶτα ἀπεῖπεν.

8.29.22οἱ μὲν οὖν πεντήκοντα κλέος ὑπὲρ ἀρετῆς ἀπήνεγκαν μέγα, δύο δὲ αὐτῶν διαφερόντως ἐν τῷ πόνῳ τούτῳ ἠρίστευσαν, Παῦλόςτε καὶ Ἀνσίλας, οἳ δὴ ἐκπεπηδηκότες τῆς φάλαγγος δήλωσιν ἀρετῆς μάλιστα πάντων πεποίηνται.

8.29.23τοὺς μὲν γὰρ ἀκινάκας σπασάμενοι κατέθεντο εἰς τὸ ἔδαφος, τὰ δὲ τόξα ἐντεινάμενοι ἔβαλλον ἐπικαιριώτατα στοχαζόμενοι τῶν πολεμίων.

8.29.24καὶ πολλοὺς μὲν ἄνδρας, πολλοὺς δὲ ἵππους διεχρήσαντο, ἕως ἔτι εἶχον τοὺς ἀτράκτους αὐτοῖς αἱ φαρέτραι. ἐπειδὴ δὲ ἅπαντα αὐτοὺς τὰ βέλη ἤδη ἐπιλελοίπει, οἱ δὲ τάτε ξίφη ἀνελόμενοι καὶ τὰς ἀσπίδας προβεβλημένοι κατὰ μόνας τοὺς ἐπιόντας ἠμύνοντο.

8.29.25ἐπειδάντε ἱππευόμενοι τῶν ἐναντίων τινὲς ξὺν τοῖς δόρασιν ἐπ’αὐτοὺς ἴοιεν, οἱ δὲ τοῖς ξίφεσι παίοντες ἀπεκαύλιζον τῶν δοράτων εὐθὺς τὰς αἰχμάς.

8.29.26πολλάκις δὲ αὐτῶν οὕτω δὴ ἀναστελλόντων τὰς τῶν πολεμίων ἐπιδρομὰς ξυνηνέχθη τὸ θατέρου ξίφος (ἦν δὲ οὗτος ἀνὴρ Παῦλος ὀνόματι) τῷ συγκεκάμφθαι τῇ ἐς τὰ ξύλα συνεχεῖ τομῇ καὶ τὸ παράπαν ἀχρεῖον εἶναι.

8.29.27ὅπερ αὐτίκα μὲν προσουδίζει χαμαὶ, χερσὶ δὲ ἀμφοτέραις ἐπιλαβόμενος τῶν δοράτων ἀφῃρεῖτο τοὺς ἐπιόντας. τέτταράτε δόρατα οὕτω τοὺς πολεμίους διαφανῶς ἀφελόμενος αἰτιώτατος γέγονε τοῦ τὴν πρᾶξιν αὐτοὺς ἀπογνῶναι.

8.29.28διὸ δὴ αὐτὸν καὶ ὑπασπιστὴν αὑτοῦ ἴδιον ἀπὸ τοῦ ἔργου τούτου Ναρσῆς τὸ λοιπὸν κατεστήσατο.

8.30

8.30.1ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἑκάτεροι δὲ παρεσκευάζοντο εἰς παράταξιν. καὶ Ναρσῆς τὸ στράτευμα ἐν χώρῳ ὀλίγῳ ξυναγαγὼν τοιάδε παρεκελεύσατο Τοῖς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς ἀγωνίαν τοῖς πολεμίοις καθισταμένοις παρακελεύσεώςτε ἂν ἴσως δεήσειε πολλῆς καὶ παραινέσεως ἐς τὴν προθυμίαν ὁρμώσης, ὅπως δὴ ταύτῃ τῶν ἐναντίων πλεονεκτοῦντες κατὰ νοῦν μάλιστα τῆς παρατάξεως ἀπαλλάξωσιν · ὑμῖν δὲ, ἄνδρες, οἷς καὶ τῇ ἀρετῇ καὶ τῷ πλήθει καὶ τῇ ἄλλῃ παρασκευῇ πάσῃ πολλῷ τῷ διαλλάσσοντι πρὸς καταδεεστέρους μάχη ἐστὶν, οὐδὲν ἄλλο προσδεῖν οἴομαι τῷ θεῷ ἵλεῳ ἐς ξυμβολὴν τήνδε καθίστασθαι.

8.30.2εὐχῇ τοίνυν αὐτὸν ἐνδελεχέστατα ἐς ξυμμαχίαν ἐπαγόμενοι πολλῷ τῷ καταφρονήματι ἐπὶ τούτων δὴ τῶν λῃστῶν τὴν ἐπικράτησιν ἵεσθε, οἵ γε δοῦλοι βασιλέως τοῦ μεγάλου τὸ ἐξ ἀρχῆς ὄντες καὶ δραπέται γεγενημένοι τύραννόντε αὑτοῖς ἀγελαῖόν τινα ἐκ τοῦ συρφετοῦ προστησάμενοι ἐπικλοπώτερον συνταράξαι τὴν Ῥωμαίων ἀρχὴν ἐπὶ καιροῦ τινος ἴσχυσαν.

8.30.3καίτοι τούτους γε ἡμῖν οὐ δὲ ἀντιπαρατάσσεσθαι νῦν τὰ εἰκότα λογιζομένους ὑπώπτευσεν ἄν τις.

8.30.4οἱ δὲ θράσει θανατῶντες ἀλογίστῳ τινὶ καὶ μανιώδη προπέτειαν ἐνδεικνύμενοι προὖπτον αὐτοῖς θάνατον ἀναιρεῖσθαι τολμῶσιν, οὐ προβεβλημένοι τὴν ἀγαθὴν ἐλπίδα, οὐ δὲ τί ἐπιγενήσεται σφίσιν αὐτοῖς ἐκ τοῦ παραλόγου καὶ τοῦ παραδόξου καραδοκοῦντες, ἀλλὰ πρὸς τοῦ θεοῦ διαρρήδην ἐπὶ τὰς ποινὰς τῶν πεπολιτευμένων ἀγόμενοι. ὧν γὰρ ἄνωθέν τι κατεγνώσθη παθεῖν, χωροῦσιν ἐπὶ τὰς τιμωρίας αὐτόματοι.

8.30.5χωρὶς δὲ τούτων ὑμεῖς μὲν πολιτείας εὐνόμου προκινδυνεύοντες καθίστασθε εἰς ξυμβολὴν τήνδε, οἱ δὲ νεωτερίζουσιν ἐπὶ τοῖς νόμοις ζυγομαχοῦντες, οὐ παραπέμψειν τι τῶν ὑπαρχόντων ἐς διαδόχους προσδοκῶντές τινας, ἀλλ’εὖ εἰδότες ὡς συναπολεῖται αὐτοῖς ἅπαντα καὶ μετ’ἐφημέρου βιοτεύουσι τῆς ἐλπίδος. ὥστε καταφρονεῖσθαι τὰ μάλιστά εἰσιν ἄξιοι.

8.30.6τῶν γὰρ οὐ νόμῳ καὶ ἀγαθῇ πολιτείᾳ ξυνισταμένων ἀπολέλειπται μὲν ἀρετὴ πᾶσα, διακέκριται δὲ, ὡς τὸ εἰκὸς, νίκη, οὐκ εἰωθυῖα ταῖς ἀρεταῖς ἀντιτάσσεσθαι.

8.30.7τοιαύτην μὲν Ναρσῆς τὴν παρακέλευσιν ἐποιήσατο. καὶ Τουτίλας δὲ τεθηπότας τὴν Ῥωμαίων στρατιὰν τούς οἱ ἑπομένους ὁρῶν ξυγκαλέσας καὶ αὐτὸς ἅπαντας ἔλεξε τάδε Ὑστάτην ὑμῖν παραίνεσιν ποιησόμενος ἐνταῦθα ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον.

8.30.8ἄλλης γὰρ, οἶμαι, παρακελεύσεως μετὰ τήνδε τὴν ξυμβολὴν οὐκέτι δεήσει, ἀλλὰ τὸν πόλεμον ἐς ἡμέραν μίαν ἀποκεκρίσθαι ξυμβήσεται πάντως.

8.30.9οὕτω γὰρ ἡμᾶςτε καὶ βασιλέα Ἰουστινιανὸν ἐκνενευρίσθαι τετύχηκε καὶ περιῃρῆσθαι δυνάμεις ἁπάσας, πόνοιςτε καὶ μάχαις καὶ ταλαιπωρίαις ὡμιληκότας ἐπὶ χρόνου παμμέγεθες μῆκος, ἀπειρηκέναιτε πρὸς τὰς τοῦ πολέμου ἀνάγκας, ὥστε, ἢν τῇ ξυμβολῇ τῇ νῦν τῶν ἐναντίων περιεσόμεθα, οὐδαμῶς ἀναποδιεῖν τὸ λοιπὸν ἕξουσιν, ἢν δὲ ἡμεῖς τι προσπταίσωμεν ἐν ταύτῃ τῇ μάχῃ, ἐλπὶς οὐδεμία εἰς τὸ ἀναμαχήσεσθαι λελείψεται Γότθοις, ἀλλὰ τὴν ἧσσαν ἑκατέροις σκῆψιν ἐς τὴν ἡσυχίαν εὐπρόσωπον διαρκῶς ἕξομεν.

8.30.10ἀπολέγοντες γὰρ ἄνθρωποι πρὸς τῶν πραγμάτων τὰ πονηρότατα ἐς αὐτὰ ἐπανιέναι οὐκέτι τολμῶσιν, ἀλλὰ καὶ σφόδρα ἴσως διωθουμένης αὐτοὺς ἐπὶ ταῦτα τῆς χρείας ταῖς γνώμαις ἀναχαιτίζονται, δεδισσομένης αὐτοῖς τὰς ψυχὰς τῆς τῶν κακῶν μνήμης.

8.30.11τοσαῦτα, ἄνδρες, ἀκηκοότες ἀνδραγαθίζεσθε μὲν τῷ παντὶ σθένει, μηδεμίαν ἐς ἄλλον τινὰ χρόνον ἀποτιθέμενοι τῆς ψυχῆς ἀρετὴν, ταλαιπωρεῖσθε δὲ ἀλκῇ τῇ πάσῃ, μη δὲ τὸ σῶμα ταμιευόμενοι ἐς κίνδυνον ἄλλον.

8.30.12ὅπλων δὲ ὑμῖν γινέσθω καὶ ἵππων μηδεμία φειδὼ, ὡς οὐκέτι χρησίμων ἐσομένων ὑμῖν. ἅπαντα γὰρ προκατατρίψασα τὰ ἄλλα τύχη, μόνην τῆς ἐλπίδος τὴν κεφαλὴν εἰς τὴν ἡμέραν ἐφύλαξε ταύτην.

8.30.13τὴν εὐψυχίαν τοίνυν ἀσκεῖτε καὶ πρὸς εὐτολμίαν παρασκευάζεσθε. οἷς γὰρ ἐπὶ τριχὸς ἐλπὶς, ὥσπερ τανῦν ὑμῖν, ἕστηκεν, οὐ δὲ χρόνου τινὰ βραχυτάτην ῥοπὴν ἀναπεπτωκέναι ξυνοίσει.

8.30.14παρεληλυθυίας γὰρ τῆς ἀκμῆς τοῦ καιροῦ ἀνόνητος σπουδὴ τὸ λοιπὸν γίνεται, κἂν διαφερόντως ὑπέρογκος , οὐκ ἐνδεχομένης τῶν πραγμάτων τῆς φύσεως ἀρετὴν ἕωλον, ἐπεὶ παρελθούσης τῆς χρείας ἔξωρα καὶ τὰ ἐπιγινόμενα ἐπάναγκες εἶναι.

8.30.15οἶμαι τοίνυν προσήκειν ὑμᾶς ἐπικαιριώτατα ἐνεργολαβεῖν τὴν ἀγώνισιν, ὡς ἂν δυνήσεσθε, καὶ τοῖς ἀπ’αὐτῆς ἀγαθοῖς χρῆσθαι. ἐξεπίστασθέτε ὡς ἐν τῷ παρόντι ὡς ἀξιώλεθρος μάλιστα φυγὴ γίνεται.

8.30.16φεύγουσι γὰρ ἄνθρωποι λιπόντες τὴν τάξιν οὐκ ἄλλου τοῦ ἕνεκα ὅπως βιώσονται · ἢν δὲ θάνατον φυγὴ προὖπτον ἐπάγεσθαι μέλλῃ, τὸν κίνδυνον ὑποστὰς τοῦ φυγόντος πολλῷ ἔτι μᾶλλον ἐν ἀσφαλεῖ ἔσται.

8.30.17τοῦ δὲ τῶν πολεμίων ὁμίλου ὑπερφρονεῖν ἄξιον, ἐξ ἐθνῶν ξυνειλεγμένων ὅτι μάλιστα πλείστων. ξυμμαχία γὰρ πολλαχόθεν ἐρανισθεῖσα οὔτε τὴν πίστιν οὔτε τὴν δύναμιν ἀσφαλῆ φέρεται, ἀλλὰ σχιζομένη τοῖς γένεσι μερίζεται καὶ ταῖς γνώμαις εἰκότως.

8.30.18μη δὲ γὰρ οἴεσθε Οὔννουςτε καὶ Λαγγοβάρδας καὶ Ἐρούλους ποτὲ, χρημάτων αὐτοῖς μεμισθωμένους οὐκ οἶδα ὁπόσων, προκινδυνεύσειν αὐτῶν ἄχρι ἐς θάνατον.

8.30.19οὐ γὰρ οὕτως αὐτοῖς ψυχὴ ἄτιμος ὥστε καὶ ἀργυρίου τὰ δευτερεῖα παρ’αὐτοῖς φέρεσθαι, ἀλλ’εὖ οἶδα ὡς μάχεσθαι τὰ ἐς τὴν ὄψιν ποιούμενοι ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα, κεκομισμένοι τὴν μίσθωσιν, τὴν ἐπίταξιν ὑποτετελεκότες τῶν ἐν σφίσιν ἀρχόντων.

8.30.20τοῖς γὰρ ἀνθρώποις καὶ τὰ τῶν πραγμάτων τερπνότατα δοκοῦντα εἶναι μὴ ὅτι πολέμια, ἢν μὴ κατὰ γνώμην αὐτοῖς πράσσηται, ἀλλὰ βιασθεῖσιν μισθαρνήσασιν ἄλλῳ τῳ ἀναγκασθεῖσιν, οὐκέτι αὐτοῖς ἐπὶ τὸ καταθύμιον ἀποκεκρίσθαι ξυμβήσεται, ἀλλὰ τῷ ἀναγκαίῳ μοχθηρὰ φαίνεται. ὧν ἐνθυμηθέντες προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς πολεμίοις χωρήσωμεν.

8.31

8.31.1τοσαῦτα μὲν οὖν καὶ Τουτίλας εἶπε. τὰ δὲ στρατεύματα ἐς μάχην ξυνῄει καὶ ἐτάξαντο ὧδε. μετωπηδὸν μὲν ἀμφοτέρωθεν ἅπαντες ἔστησαν, ὡς βαθύτατόντε καὶ περίμηκες τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι.

8.31.2τῶν δὲ Ῥωμαίων κέρας μὲν τὸ ἀριστερὸν Ναρσῆςτε καὶ Ἰωάννης ἀμφὶ τὸ γεώλοφον εἶχον καὶ ξὺν αὐτοῖς εἴ τι ἄριστον ἐν τῷ Ῥωμαίων στρατῷ ἐτύγχανεν ὄν ·

8.31.3ἑκατέρῳ γὰρ τῶν ἄλλων χωρὶς στρατιωτῶν, δορυφόρωντε καὶ ὑπασπιστῶν καὶ βαρβάρων Οὔννων εἵπετο πλῆθος ἀριστίνδην συνειλεγμένων ·

8.31.4κατὰ δὲ δεξιὸν Βαλεριανόςτε καὶ Ἰωάννης Φαγᾶς σὺν τῷ Δαγισθαίῳ καὶ οἱ κατάλοιποι Ῥωμαῖοι ἐτάξαντο πάντες.

8.31.5πεζοὺς μέντοι τοξότας ἐκ τῶν καταλόγου στρατιωτῶν ὀκτακισχιλίους μάλιστα ἔστησαν ἐς ἄμφω τὰ κέρα. κατὰ δὲ τὰ μέσα τῆς φάλαγγος τούςτε Λαγγοβάρδας καὶ τὸ Ἐρούλων ἔθνος καὶ πάντας τοὺς ἄλλους βαρβάρους Ναρσῆς ἔταξεν, ἔκτε τῶν ἵππων ἀποβιβάσας καὶ πεζοὺς εἶναι καταστησάμενος, ὅπως ἂν μὴ κακοὶ ἐν τῷ ἔργῳ γενόμενοι ἐθελοκακοῦντες, ἂν οὕτω τύχῃ, ἐς ὑπαγωγὴν ὀξύτεροι εἶεν.

8.31.6τὸ μέντοι πέρας κέρως τοῦ εὐωνύμου τῶν Ῥωμαίων μετώπου Ναρσῆς ἐγγώνιον κατεστήσατο, πεντακοσίουςτε καὶ χιλίους ἱππεῖς ἐνταῦθα στήσας.

8.31.7προείρητο δὲ τοῖς μὲν πεντακοσίοιςτε καὶ χιλίοις, ἐπειδὰν τάχιστα τῶν Ῥωμαίων τισὶ τραπῆναι ξυμβαίη, ἐπιβοηθεῖν αὐτοῖς ἐν σπουδῇ, τοῖς δὲ χιλίοις, ὁπηνίκα οἱ τῶν πολεμίων πεζοὶ ἔργου ἄρχωνται, κατόπισθέντε αὐτῶν αὐτίκα γενέσθαι καὶ ἀμφιβόλους ποιήσασθαι.

8.31.8καὶ Τουτίλας δὲ τρόπῳ τῷ αὐτῷ τοῖς πολεμίοις ἀντίαν τὴν στρατιὰν ξύμπασαν ἔστησε. καὶ περιιὼν τὴν οἰκείαν παράταξιν τοὺς στρατιώτας παρεθράσυνέτε καὶ παρεκάλει ἐς εὐτολμίαν προσώπῳ καὶ λόγῳ.

8.31.9καὶ Ναρσῆς δὲ ταὐτὸ τοῦτο ἐποίει, ψέλλιάτε καὶ στρεπτοὺς καὶ χαλινοὺς χρυσοῦς ἐπὶ κοντῶν μετεωρίσας καὶ ἄλλα ἄττα τῆς ἐς τὸν κίνδυνον προθυμίας ὑπεκκαύματα ἐνδεικνύμενος.

8.31.10χρόνον δέ τινα μάχης οὐδέτεροι ἦρχον, ἀλλ’ἡσυχῆ ἀμφότεροι ἔμενον, προσδεχόμενοι τὴν τῶν ἐναντίων ἐπίθεσιν.

8.31.11μετὰ δὲ εἷς ἐκ τοῦ Γότθων στρατοῦ, Κόκκας ὄνομα, δόξαν ἐπὶ τῷ δραστηρίῳ διαρκῶς ἔχων, τὸν ἵππον ἐξελάσας, ἄγχιστα ἦλθε τοῦ Ῥωμαίων στρατοῦ, προὐκαλεῖτότε, εἴ τίς οἱ βούλοιτο πρὸς μονομαχίαν ἐπεξιέναι.

8.31.12 δὲ Κόκκας οὗτος εἷς τῶν Ῥωμαίων στρατιωτῶν ἐτύγχανεν ὢν τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰ πρότερα.

8.31.13καί οἱ αὐτίκα τῶν τις Ναρσοῦ δορυφόρων ἀντίος ἔστη, Ἀρμένιος γένος, Ἀνζαλᾶς ὄνομα, καὶ αὐτὸς ἵππῳ ὀχούμενος.

8.31.14 μὲν οὖν Κόκκας ὁρμήσας πρῶτος ὡς τῷ δόρατι παίσων ἐπὶ τὸν πολέμιον ἵετο, καταστοχαζόμενος τῆς ἐκείνου γαστρός.

8.31.15 δ’Ἀνζαλᾶς ἐξαπιναίως τὸν ἵππον ἐκκλίνας ἀνόνητον αὐτὸν κατεστήσατο γενέσθαι τῆς οἰκείας ὁρμῆς. ταύτῃτε αὐτὸς ἐκ πλαγίου τοῦ πολεμίου γενόμενος ἐς πλευρὰν αὐτοῦ τὴν ἀριστερὰν τὸ δόρυ ὦσε.

8.31.16καὶ μὲν ἐκ τοῦ ἵππου πεσὼν ἐς τὸ ἔδαφος νεκρὸς ἔκειτο · κραυγὴ δὲ ἀπὸ τοῦ Ῥωμαίων στρατοῦ ὑπερφυὴς ἤρθη, οὐ δ’ὣς μέντοι μάχης τινὸς οὐδέτεροι ἦρξαν.

8.31.17Τουτίλας δὲ μόνος ἐν μεταιχμίῳ ἐγένετο, οὐ μονομαχήσων, ἀλλὰ τὸν καιρὸν τοῖς ἐναντίοις τοῦτον ἐκκρούσων. Γότθων γὰρ τοὺς ἀπολειπομένους δισχιλίους ἄγχιστά πη προσιέναι μαθὼν ἀπετίθετο ἐς τὴν αὐτῶν παρουσίαν τὴν ξυμβολὴν, ἐποίει δὲ τάδε.

8.31.18πρῶτα μὲν οὐκ ἀπηξίου τοῖς πολεμίοις ἐνδείκνυσθαι ὅστις ποτὲ εἴη. τήντε γὰρ τῶν ὅπλων σκευὴν κατακόρως τῷ χρυσῷ κατειλημμένην ἠμπίσχετο καὶ τῶν οἱ φαλάρων κόσμος ἔκτε τοῦ πίλου καὶ τοῦ δόρατος ἁλουργόςτε καὶ ἄλλως βασιλικὸς ἀπεκρέματο θαυμαστὸς ὅσος.

8.31.19καὶ αὐτὸς ὑπερφυεῖ ὀχούμενος ἵππῳ παιδιὰν ἐν μεταιχμίῳ ἔπαιζε τὴν ἐνόπλιον ἐπισταμένως. τόντε γὰρ ἵππον ἐν κύκλῳ περιελίσσων, ἐπὶ θάτεράτε ἀναστρέφων αὖθις κυκλοτερεῖς πεποίητο δρόμους.

8.31.20καὶ ἱππευόμενος μεθίει ταῖς αὔραις τὸ δόρυ, ἀπ’αὐτῶντε κραδαινόμενον ἁρπασάμενος εἶτα ἐκ χειρὸς ἐς χεῖρα παραπέμπων συχνὰ ἐφ’ἑκάτερα, καὶ μεταβιβάζων ἐμπείρως, ἐφιλοτιμεῖτο τῇ ἐς τὰ τοιαῦτα μελέτῃ, ὑπτιάζων καὶ ἰσχιάζων καὶ πρὸς ἑκάτερα ἐγκλινόμενος, ὥσπερ ἐκ παιδὸς ἀκριβῶς τὰ ἐς τὴν ὀρχήστραν δεδιδαγμένος.

8.31.21ταῦτάτε ποιῶν πᾶσαν κατέτριψε τὴν δείλην πρωΐαν. ἐπὶ πλεῖστον δὲ τὴν τῆς μάχης ἀναβολὴν μηκύνειν ἐθέλων ἔπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, φάσκων ἐθέλειν αὐτοῖς ἐς λόγους ξυμμῖξαι.

8.31.22Ναρσῆς δὲ φενακίζειν αὐτὸν ἰσχυρίζετο, εἴ γε πολεμησείων τὰ πρότερα, ἡνίκα τοῦ προτείνεσθαι λόγους ἐξουσία εἴη, νῦν ἐν μεταιχμίῳ γενόμενος ἐς τοὺς διαλόγους χωροίη.

8.32

8.32.1ἐν τούτῳ δὲ Γότθοις καὶ οἱ δισχίλιοι ἧκον · οὕσπερ ἐς τὸ χαράκωμα Τουτίλας ἀφικέσθαι μαθὼν, ἐπειδὴ καὶ καιρὸς ἐς ἄριστον ἦγεν, αὐτόςτε ἐς σκηνὴν τὴν οἰκείαν ἐχώρησε καὶ Γότθοι διαλύσαντες τὴν παράταξιν ὀπίσω ἀνέστρεφον.

8.32.2ἐν δὲ τῇ καταλύσει τῇ αὐτοῦ γεγονὼς Τουτίλας τοὺς δισχιλίους ἤδη παρόντας εὗρε. τότε ἄριστον ἅπαντας αἱρεῖσθαι κελεύσας καὶ τὴν τῶν ὅπλων σκευὴν μεταμφιασάμενος ἅπαντας ἐξωπλίσατο μὲν ἐς τὸ ἀκριβὲς ἐν στρατιωτῶν λόγῳ, εὐθὺς δὲ τὴν στρατιὰν ἐπὶ τοὺς πολεμίους ἐξῆγεν, ἀπροσδόκητος αὐτοῖς ἐπιπεσεῖσθαι οἰόμενος καὶ ταύτῃ αἱρήσειν.

8.32.3ἀλλ’οὐ δ’ὣς ἀπαρασκεύους Ῥωμαίους εὗρε. δείσας γὰρ Ναρσῆς, ὅπερ ἐγένετο, μὴ σφίσιν ἀπροσδοκήτοις ἐπιπέσοιεν οἱ πολέμιοι, ἀπεῖπεν ἅπασι μήτε ἄριστον αἱρεῖσθαι μήτε ἀποδαρθεῖν μήτε μὴν ἀποθωρακίσασθαι τῶν πάντων μηδένα μήτε τοῦ χαλινοῦ μεθεῖναι τὸν ἵππον.

8.32.4οὐ μέντοι οὐ δὲ ἀποσίτους τὸ παράπαν αὐτοὺς εἴασεν, ἀλλ’ἐν τῇ τάξει καὶ τῇ τῶν ὅπλων σκευῇ ἀκρατισαμένους ἐκέλευσε διηνεκὲς οὕτως ἀποσκοποῦντας καραδοκεῖν τῶν πολεμίων τὴν ἔφοδον.

8.32.5τρόπῳ μέντοι τῷ αὐτῷ οὐκέτι ἐτάξαντο, ἀλλὰ Ῥωμαίοις μὲν τὰ κέρα, ἐν οἷς κατὰ τετρακισχιλίους οἱ πεζοὶ τοξόται εἱστήκεισαν, ἐπὶ τὸ μηνοειδὲς τοῦ Ναρσοῦ γνώμῃ ἐτράπετο.

8.32.6Γότθοι δὲ οἱ πεζοὶ ἅπαντες ὄπισθεν τῶν ἱππέων ἀθρόοι ἵσταντο, ἐφ’, ἢν τοῖς ἱππεῦσι τραπῆναι ξυμβῇ, ἀναστρέφοντες μὲν ἐπ’αὐτοὺς οἱ φεύγοντες σώζοιντο, ἐπίκοινα δὲ ἀμφότεροι εὐθὺς χωρήσαιεν. προείρητο δὲ Γότθοις ἅπασι μήτε τοξεύματι μήτε ἄλλῳ ὁτῳοῦν ἐς συμβολὴν τήνδε ὅτι μὴ τοῖς δόρασι χρῆσθαι.

8.32.7διὸ δὴ Τουτίλαν πρὸς τῆς ἀβουλίας καταστρατηγηθῆναι τῆς αὑτοῦ ξυνηνέχθη · ὅς γε καθιστάμενος ἐς τήνδε τὴν μάχην οὐκ οἶδα ὅτῳ ἀναπεισθεὶς παρείχετο τοῖς ἐναντίοις τὴν αὑτοῦ στρατιὰν οὔτε τῇ ὁπλίσει ἀντίξουν οὔτε τῇ τάξει ἀντίρροπον οὔτε τῳ ἄλλῳ ἀντίπαλον, ἐπεὶ Ῥωμαῖοι μὲν ἑκάστοις ὡς ἐπικαιρότατα ἦν ἐν τῷ ἔργῳ ἐχρῶντο, τοξεύοντες, δόρατα ὠθοῦντες, ξίφη διαχειρίζοντες, ἄλλο τι ἐνεργοῦντες τῶν σφίσι προχείρων κἀν τῷ παρόντι ἐπιτηδείων, οἱ μὲν ἱππευόμενοι, οἱ δὲ καὶ πεζῇ ἐς τὴν παράταξιν καθιστάμενοι, κατὰ τὸ τῇ χρείᾳ ξυνοῖσον, καὶ πὴ μὲν κύκλωσιν τῶν πολεμίων διαπρασσόμενοι, πὴ δὲ προσιόντας δεχόμενοι καὶ ταῖς ἀσπίσιν ἀποκρουόμενοι τὴν ἐπίθεσιν.

8.32.8οἱ δὲ τῶν Γότθων ἱππεῖς, τῶν πεζῶν σφίσιν ἀπολελειμμένων ὀπίσω, μόνοις θαρσοῦντες τοῖς δόρασιν ὁρμῇ ἀνεπισκέπτῳ ἐπῄεσαν, ἔντε τῷ πόνῳ γενόμενοι τῆς σφετέρας ἀβουλίας ἀπώναντο.

8.32.9ἐπὶ μέσους γὰρ τοὺς πολεμίους ὁρμήσαντες ἔλαθον σφᾶς αὐτοὺς ἐν μέσῳ πεζῶν τῶν ὀκτακισχιλίων γενόμενοι, τοῖςτε τοξεύμασι πρὸς αὐτῶν βαλλόμενοι ἑκατέρωθεν ἀπεῖπον εὐθὺς, ἐπεὶ οἱ τοξόται ἄμφω τοῦ μετώπου τὰ κέρα ἐπὶ τὸ μηνοειδὲς κατὰ βραχὺ ἔτρεπον, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται.

8.32.10πολλοὺς μὲν οὖν ἄνδρας, πολλοὺς δὲ ἵππους ἐν τῷ πόνῳ τούτῳ Γότθοι ἀπέβαλον, οὔπω τοῖς ἐναντίοις ξυμμίξαντες, πολλῶντε ἀνηκέστων κακῶν ἐς πεῖραν ἐλθόντες ὀψέτε καὶ μόλις ἐς τῶν πολεμίων ἀφίκοντο τὴν παράταξιν.

8.32.11ἐνταῦθα τῶν Ῥωμαίων τινὰς τῶν σφίσι ξυμμάχων βαρβάρων μᾶλλον τῶν ἄλλων θαυμάζειν οὐκ ἔχω.

8.32.12μία γὰρ ἁπάντων προθυμίατε καὶ ἀρετὴ καὶ ἐναγώνισις ἦν, ἕκαστοίτε τῶν ἐναντίων ἐπιόντων σφίσιν ὡς καρτερώτατα δεξάμενοι τὴν ἐπιδρομὴν ἀπεώσαντο.

8.32.13ἤδη δὲ ἀμφὶ τὰ πρὸς ἑσπέραν ἦν καὶ τὰ στρατόπεδα ἐξαπιναίως ἐκινήθη ἑκάτερα, Γότθων μὲν ἐς ὑπαγωγὴν, Ῥωμαίων δὲ ἐς τὴν δίωξιν.

8.32.14ὡρμημένοις γὰρ ἐς αὐτοὺς Γότθοι οὐκ ἀντεῖχον τοῖς πολεμίοις, ἀλλ’ἐνεδίδοσαν ἐπιόντων αὐτῶν καὶ προτροπάδην ἀνέστρεφον, καταπεπληγμένοι αὐτῶν τῷτε ὁμίλῳ καὶ τῇ εὐκοσμίᾳ.

8.32.15ἐς ἀλκήντε οὐδαμῆ ἔβλεπον, ὥσπερ φάσματα ἐπιπεσόντα σφίσι δειμαίνοντες ἐξ οὐρανοῦ πολεμούμενοι.

8.32.16δι’ὀλίγου δὲ εἰς πεζοὺς αὐτοῖς τοὺς σφετέρους ἀφικομένοις πολλῷ ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο καὶ πρόσω ἐχώρει.

8.32.17οὐ γὰρ ἐν κόσμῳ τὴν ἀναχώρησιν ποιησάμενοι ἐς αὐτοὺς ἦλθον, ὡς ἀναπνεύσοντέςτε καὶ ξὺν αὐτοῖς ἀναμαχούμενοι, ᾗπερ εἴθισται, ὠθισμῷ τοὺς διώκοντας ἀπωσόμενοι παλίωξιν ἐγχειρίσοντες ἄλλην τινὰ πολέμου ἰδέαν, ἀλλ’οὕτως ἀτάκτως ὥστε αὐτῶν τισι καὶ διεφθάρθαι τῆς ἵππου ἐπιπεσούσης ξυνέπεσε.

8.32.18διόπερ αὐτοὺς οἱ πεζοὶ οὔτε διαστάντες ἐδέξαντο οὔτε διασωσόμενοι ἔστησαν, ἀλλὰ ξὺν αὐτοῖς προτροπάδην ἅπαντες ἔφευγον, ἔνθα δὴ καὶ ἀλλήλους ὥσπερ ἐν νυκτομαχίᾳ διέφθειρον.

8.32.19τε τῶν Ῥωμαίων στρατὸς, τῆς ἐκείνων ἀπολαύοντες ὀρρωδίας, φειδοῖ οὐδεμιᾷ τοὺς ἐν ποσὶν ἀεὶ ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε ἀντιβλέπειν τολμῶντας, ἀλλὰ σφᾶς αὐτοὺς τοῖς πολεμίοις παρεχομένους τι βούλοιντο χρῆσθαι · οὕτω δὴ αὐτοῖς τάτε δείματα ἐπεκάθιζε καὶ φόβος ἐκράτει.

8.32.20καὶ αὐτῶν ἑξακισχίλιοι μὲν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, πολλοὶ δὲ σφᾶς αὐτοὺς ἐνεχείρισαν τοῖς ἐναντίοις. οἳ δὴ αὐτοὺς ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ δὲ ὕστερον ἔκτειναν. οὐ μόνον δὲ Γότθοι ἀνῄρηντο, ἀλλὰ καὶ τῶν πάλαι Ῥωμαίων στρατιωτῶν πλεῖστοι, τῶν τὸ πρότερον ἀποταξαμένων μὲν τῇ Ῥωμαίων στρατιᾷ, ἀπηυτομοληκότων δὲ, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, παρὰ Τουτίλαντε καὶ Γότθους.

8.32.21ὅσοις δὲ δὴ τοῦ Γότθων στρατοῦ μήτε ἀπολωλέναι μήτε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ ξυνηνέχθη γενέσθαι, οὗτοι διαλαθεῖντε καὶ φυγεῖν ἴσχυσαν, ὡς αὐτῶν ἕκαστος ἵππου ποδῶν τύχης ἔσχεν καιροῦ χώρου φέροντος ἐς τοῦτο ἐπιτυχεῖν.

8.32.22ἥδε μὲν οὖν μάχη ἐς τοῦτο ἐτελεύτα καὶ ξυνεσκόταζε παντάπασιν ἤδη. Τουτίλαν δὲ φεύγοντα ἐν σκότῳ σὺν ἀνδράσιν οὐ πλέον πέντε οὖσιν, ὧνπερ Σκιποῦαρ εἷς ἐτύγχανεν ὢν, τῶν τινες Ῥωμαίων ἐδίωκον, οὐκ εἰδότες ὡς Τουτίλας εἴη · ἐν τοῖς καὶ Ἄσβαδον τὸν Γήπαιδα ξυνέβαινεν εἶναι.

8.32.23ὅσπερ ἐπεὶ Τουτίλα ἀγχοτάτω ἐγένετο, ὡς τῷ δόρατι αὐτὸν κατὰ τῶν νώτων παίσων ἐπῄει.

8.32.24Γοτθικὸν δέ τι μειράκιον ἐκ τῆς Τουτίλα οἰκίας φεύγοντι τῷ δεσπότῃ ἑπόμενον, τύχηντε ἀπαξιοῦν τὴν τότε παροῦσαν, ἀνέκραγε μέγα Τί τοῦτο, κύων, τὸν δεσπότην τὸν σαυτοῦ πλήξων ὥρμηκας; μὲν οὖν Ἄσβαδος ἐπὶ Τουτίλαν τὸ δόρυ σθένει παντὶ ὦσεν, αὐτὸς δὲ πρὸς τοῦ Σκιποῦαρ τὸν πόδα πληγεὶς αὐτοῦ ἔμεινε.

8.32.25καὶ αὐτὸς δὲ Σκιποῦαρ πρός του τῶν διωκόντων πληγεὶς ἔστη, οἵτε ξὺν Ἀσβάδῳ πεποιημένοι τὴν δίωξιν, τέτταρες ὄντες, ὅπως αὐτὸν διασώσοιντο, οὐκέτι ἐδίωκον, ἀλλὰ ξὺν αὐτῷ ὀπίσω ἀνέστρεφον.

8.32.26οἱ δὲ τῷ Τουτίλᾳ ἐπισπόμενοι, διώκειν σφᾶς ἔτι τοὺς πολεμίους οἰόμενοι, οὐδέν τι ἧσσον πρόσω ἤλαυνον, καίπερ αὐτὸν καιρίαν πληγέντα καὶ λειποψυχοῦντα βεβαιότατα ἐπαγόμενοι, πρυτανευούσης αὐτοῖς τῆς ἀνάγκης τὸν βίαιον δρόμον.

8.32.27σταδίους δὲ ἀνύσαντες τέσσαράςτε καὶ ὀγδοήκοντα ἐς χωρίον ἀφίκοντο Κάπρας ὄνομα. οὗ δὴ τὸ λοιπὸν ἡσυχάζοντες Τουτίλα τὴν πληγὴν ἐθεράπευον, ὅσπερ οὐ πολλῷ ὕστερον τὸν βίον ἐξεμέτρησεν.

8.32.28ἐνταῦθάτε αὐτὸν οἱ ἐπισπόμενοι κρύψαντες τῇ γῇ ἀνεχώρησαν. αὕτη γέγονε Τουτίλᾳ τῆςτε ἀρχῆς καὶ τοῦ βίου καταστροφὴ, ἔτη ἕνδεκα Γότθων ἄρξαντι, οὐκ ἐπαξίως ἐπιγενομένη τῶν ἔμπροσθεν αὐτῷ πεπραγμένων, ἐπεὶ καὶ τὰ πράγματα πρότερον τῷ ἀνθρώπῳ ἐχώρησε, καὶ τοῖς ἔργοις οὐ κατὰ λόγον τελευτὴ ἐπεγένετο.

8.32.29ἀλλὰ καὶ νῦν τύχη ὡραϊζομένητε διαφανῶς καὶ διασύρουσα τὰ ἀνθρώπεια τότε παράλογον τὸ αὐτῆς ἴδιον καὶ τὸ τοῦ βουλήματος ἀπροφάσιστον ἐπιδέδεικται, Τουτίλᾳ μὲν τὴν εὐδαιμονίαν ἐξ αἰτίας οὐδεμιᾶς ἐπὶ χρόνου μῆκος αὐτοματίσασα, δειλίαν δὲ οὕτω τῷ ἀνθρώπῳ καὶ καταστροφὴν ἀπαυθαδισαμένη ἐξ οὐ προσηκόντων ἐν τῷ παρόντι.

8.32.30ἀλλὰ ταῦτα μὲν ἀνθρώπῳ, οἶμαι, καταληπτὰ οὔτε γέγονε πώποτε οὔτε μήποτε ὕστερον ἔσται · λέγεται δὲ ἀεὶ καὶ δοξάζεται διαψιθυριζόμενα ἐς τὸν πάντα αἰῶνα, ὥς πη ἑκάστῳ φίλον, λόγῳ τῷ εἰκότι δοκοῦντι εἶναι παρηγοροῦντι τὴν ἄγνοιαν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

8.32.31Τουτίλαν γοῦν Ῥωμαῖοι οὕτως ἐξ ἀνθρώπων ἀφανισθῆναι οὐκ ἔγνωσαν, ἕως αὐτοῖς γυνὴ μία, Γότθα γένος, ἔφρασέτε καὶ τὸν τάφον ἐπέδειξεν.

8.32.32οἵτε ἀκηκοότες οὐχ ὑγιᾶ τὸν λόγον εἶναι οἰόμενοι, ἐν τῷ χωρίῳ ἐγένοντο, καὶ τὴν θήκην ὀκνήσει οὐδεμιᾷ διορύξαντες ἐξήνεγκαν μὲν τὸν Τουτίλαν ἐνθένδε νεκρὸν, ἐπιγνόντες δὲ αὐτὸν, ὥς φασι, καὶ τούτου δὴ τοῦ θεάματος ἐμπλησάμενοι τὴν σφετέραν ἐπιθυμίαν αὖθις αὐτὸν τῇ γῇ ἔκρυψαν, ἔςτε Ναρσῆν αὐτίκα τὸν πάντα λόγον ἀνήνεγκαν.

8.32.33τινὲς δὲ οὐχ οὕτω τά γε κατὰ Τουτίλαν καὶ τήνδε τὴν μάχην ξυμβῆναι, ἀλλὰ τρόπῳ τῳ ἑτέρῳ φασίν · ὅνπερ μοι ἀναγράψασθαι οὔ τοι ἄπο τρόπου ἔδοξεν εἶναι.

8.32.34λέγουσι γὰρ οὐκ ἀπροφάσιστον οὐ δὲ παράλογον τὴν ὑπαγωγὴν ξυνενεχθῆναι τῷ Γότθων στρατῷ, ἀλλὰ Ῥωμαίων ἀκροβολιζομένων τινῶν βέλος ἐκ τοξεύματος τῷ Τουτίλᾳ ἐξαπιναίως ἐπιπεσεῖν, οὐκ ἐκ προνοίας τοῦ πέμψαντος, ἐπεὶ Τουτίλας ἐν στρατιώτου λόγῳ ὡπλισμένοςτε καὶ παρατεταγμένος ὅπου δὴ τῆς φάλαγγος ἀπημελημένος εἱστήκει, οὐ βουλόμενος τοῖς πολεμίοις ἔνδηλος εἶναι, οὐ δέ πη αὑτὸν ἐς ἐπιβουλὴν παρεχόμενος, ἀλλὰ τύχης τούτῳ ταῦτα σκευωρουμένης τινὸς καὶ ἰθυνάσης ἐπὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸν ἄτρακτον · καὶ αὐτὸν μὲν καιρίαν βληθέντα, ὡς ἔνι μάλιστα, περιώδυνον γεγενημένον ἔξω γενέσθαι τῆς φάλαγγος ξύντε ὀλίγοις κατὰ βραχὺ ὀπίσω ἰέναι.

8.32.35καὶ μέχρι μὲν ἐς Κάπρας ἀντέχοντα τῇ ταλαιπωρίᾳ τὸν ἵππον ἐλᾶν, ἐνταῦθα δὲ λειποψυχήσαντα τὸ λοιπὸν μεῖναι τὴν πληγὴν θεραπεύσοντα, οὐ πολλῷτε ὕστερον αὐτῷ ἐπιγενέσθαι τὴν τέλειον ἡμέραν τοῦ βίου.

8.32.36τὴν δὲ Γότθων στρατιὰν οὔτε ἄλλως ἀξιόμαχον τοῖς ἐναντίοις οὖσαν, ἀλλὰ καὶ ἀπομάχου σφίσι παρὰ δόξαν γεγενημένου τοῦ ἄρχοντος, ἐν θάμβει γενέσθαι, εἰ μόνος αὐτοῖς οὐκ ἐξ ἐπιβουλῆς τῶν πολεμίων Τουτίλας καιρίαν βληθείη, καὶ ἀπ’αὐτοῦ περιφόβουςτε καὶ ἀθύμους γεγενημένους ἔςτε ὀρρωδίαν ὅρον οὐκ ἔχουσαν καὶ ὑπαγωγὴν οὕτως αἰσχρὰν ἐμπεπτωκέναι. ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὅπη γινώσκει.

8.33

8.33.1Ναρσῆς δὲ περιχαρὴς τοῖς ξυμπεπτωκόσι γενόμενος ἐπαναφέρων οὐκ ἀνίει ἐς τὸν θεὸν ἅπαντα, ὅπερ καὶ ἀληθὴς λόγος ἐγίνετο, τάτε ἐν ποσὶ διῳκεῖτο.

8.33.2καὶ πρῶτα μὲν τῶν οἱ ἐπισπομένων Λαγγοβαρδῶν ἀπαλλαξείων τῆς ἀτοπίας (οἵ γε πρὸς τῇ ἄλλῃ ἐς τὴν δίαιταν παρανομίᾳ τάςτε οἰκοδομίας, αἷς ἂν ἐντύχοιεν, ἐνεπίμπρασαν καὶ γυναιξὶ ταῖς ἐς τὰ ἱερὰ καταφευγούσαις βιαζόμενοι ἐπλησίαζον) χρήμασι μεγάλοις αὐτοὺς δεξιωσάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι, Βαλεριανόντε καὶ Δαμιανὸν, τὸν αὑτοῦ ἀδελφιδοῦν, ξὺν τοῖς ἑπομένοις ἐξηγεῖσθαι τῆς ὁδοῦ ἄχρι ἐς τὰ Ῥωμαίων ὅρια σφίσι κελεύσας, ὅπως μηδενὶ ἐν τῇ ἀποπορείᾳ λυμήνωνται.

8.33.3ἐπειδὴ δὲ Λαγγοβάρδαι ἀπηλλάγησαν ἐκ Ῥωμαίων τῆς γῆς, Βαλεριανὸς ἐστρατοπεδεύσατο ἀμφὶ πόλιν Βερώναν, ὡς πολιορκήσωντε καὶ παραστησόμενος αὐτὴν βασιλεῖ.

8.33.4δείσαντέςτε οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες Βαλεριανῷ ἐς λόγους ἦλθον, ὡς σφᾶςτε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ ἐνδώσοντες.

8.33.5 δὴ Φράγγοι μαθόντες, ὅσοι φρουρὰν ἐς τὰ ἐπὶ Βενετίας χωρία εἶχον, διεκώλυον προθυμίᾳ τῇ πάσῃ τῆς χώρας ἅτε αὐτοῖς προσηκούσης ἀξιοῦντες μεταποιεῖσθαι. καὶ ἀπ’αὐτοῦ ἄπρακτος ἐνθένδε παντὶ τῷ στρατεύματι Βαλεριανὸς ἀνεχώρησε.

8.33.6Γότθοι δὲ, ὅσοι ἀποφυγόντες ἐκ τῆς ξυμβολῆς διεσώθησαν, διαβάντες ποταμὸν Πάδον, πόλιντε Τικινὸν καὶ τὰ ἐκείνῃ χωρία ἔσχον, ἄρχοντάτε τὸν Τεΐαν κατεστήσαντο σφίσιν.

8.33.7ὃς δὴ τὰ χρήματα εὑρὼν ἅπαντα, ὅσα Τουτίλας ἔτυχεν ἐν Τικινῷ καταθέμενος, Φράγγους ἐς ξυμμαχίαν ἐπαγαγέσθαι διενοεῖτο, Γότθους δὲ ὡς ἐκ τῶν παρόντων διεῖπέτε καὶ διεκόσμει, ξυλλέγων σπουδῇ ἀμφ’αὑτὸν ἅπαντας.

8.33.8ταῦτα Ναρσῆς ἀκούσας Βαλεριανὸν μὲν ἐκέλευσε πᾶσι τοῖς ἑπομένοις ἀμφὶ Πάδον ποταμὸν φυλακὴν ἔχειν, ὅπως μὴ Γότθοι ἀδεέστερον ξυστήσεσθαι δυνατοὶ εἶεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥώμην ᾔει.

8.33.9ἐν Τούσκοιςτε γενόμενος Ναρνίαν μὲν ὁμολογίᾳ εἷλε, καὶ Σπολιτινοῖς ἀτειχίστοις οὖσι φρουρὰν ἔλιπεν, ἀνοικοδομήσασθαι ὅτι τάχιστα ἐπιστείλας ὅσα τοῦ περιβόλου καθελόντες ἐτύγχανον Γότθοι.

8.33.10ἔπεμψε δὲ καί τινας ἀποπειρασομένους τοῦ ἐν Περυσίᾳ φυλακτηρίου. ἡγοῦντο δὲ τῶν ἐν Περυσίᾳ φρουρῶν αὐτόμολοι γεγονότες Ῥωμαῖοι δύο, Μελιγήδιόςτε καὶ Οὔλιφος, ὅσπερ Κυπριανοῦ δορυφόρος γεγονὼς πρότερον, Τουτίλᾳ πολλά οἱ ἐπαγγειλαμένῳ ἀναπεισθεὶς Κυπριανὸν τότε ἄρχοντα τοῦ ἐνταῦθα φυλακτηρίου δόλῳ ἔκτεινεν.

8.33.11 μὲν οὖν Μελιγήδιος λόγους τοῦ Ναρσοῦ ἐνδεξάμενος ἐβουλεύετο ξὺν τοῖς οἱ ἑπομένοις Ῥωμαίοις τὴν πόλιν ἐνδοῦναι, οἱ δὲ ἀμφὶ τὸν Οὔλιφον τῶν πρασσομένων αἰσθόμενοι ξυνίσταντο ἐπ’αὐτοὺς ἐκ τοῦ ἐμφανοῦς.

8.33.12καὶ Οὔλιφος μὲν ξὺν τοῖς οἱ ὁμογνωμονοῦσιν αὐτοῦ διεφθάρη, Μελιγήδιος δὲ παρέδωκε Περυσίαν Ῥωμαίοις αὐτίκα. τῷ μέντοι Οὐλίφῳ ξυνέβη τίσις ἐκ τοῦ θεοῦ δηλονότι ἐπιπεσοῦσα, ἐν αὐτῷ μάλιστα διεφθάρθαι τῷ χώρῳ, ἵνα δὴ αὐτὸς τὸν Κυπριανὸν διεχρήσατο. ταῦτα μὲν δὴ οὕτω κεχώρηκε.

8.33.13Γότθοι δὲ οἱ ἐν Ῥώμῃ φυλακὴν ἔχοντες ἐπειδὴ Ναρσῆντε καὶ τὸν Ῥωμαίων στρατὸν ἐπὶ σφᾶς ἰόντας ἄγχιστά πη ἐπύθοντο εἶναι, παρεσκευάζοντο ὡς τὰ δυνατὰ σφίσιν ὑπαντιάσοντες.

8.33.14ἐτύγχανε δὲ Τουτίλας πολλὰς μὲν ἐμπρησάμενος τῆς πόλεως οἰκοδομίας, ἡνίκα δὴ αὐτὴν τὸ πρῶτον ἐξεῖλεν. ἐν ὑστάτῳ δὲ λογισάμενος, ὡς ἐς ὀλίγους ἀποκεκριμένοι οὐχ οἷοίτέ εἰσι τὸ λοιπὸν Γότθοι ἅπαντα τὸν περίβολον Ῥώμης διαφυλάξαι, τειχίσματι βραχεῖ ὀλίγην τινὰ τῆς πόλεως μοῖραν ἀμφὶ τὸν Ἀδριανοῦ περιβαλὼν τάφον καὶ αὐτὸ τῷ προτέρῳ τείχει ἐνάψας φρουρίου κατεστήσατο σχῆμα.

8.33.15ἐνταῦθάτε τὰ σφίσιν αὐτοῖς τιμιώτατα καταθέμενοι Γότθοι ἐς μὲν τὸ ἀκριβὲς τὸ φρούριον τοῦτο ἐφύλασσον, τὸ δὲ ἄλλο τῆς πόλεως τεῖχος ἀπημελημένον ὑπερεώρων.

8.33.16φρουροὺς τοίνυν σφῶν ἐν τούτῳ τῷ χωρίῳ τηνικάδε ἀπολιπόντες ὀλίγους τινὰς οἱ λοιποὶ ἅπαντες ἀμφὶ τὰς ἐπάλξεις τοῦ τῆς πόλεως γενόμενοι τείχους τῶν πολεμίων ἀποπειράσασθαι τειχομαχούντων ἐν σπουδῇ εἶχον.

8.33.17ὅλον μὲν οὖν τὸν Ῥώμης περίβολον διὰ μεγέθους ὑπερβολὴν οὔτε Ῥωμαῖοι ἐπιόντες περιβάλλεσθαι εἶχον οὔτε Γότθοι φρουρεῖν.

8.33.18διασκεδαννύμενοι δὲ οἱ μὲν ὅπη παρατύχοι προσέβαλλον, οἱ δὲ ὡς ἐκ τῶν παρόντων ἠμύνοντο. καὶ Ναρσῆς μὲν τοξοτῶν ἐπαγόμενος μέγα τι χρῆμα ἐς μοῖράν τινα τοῦ περιβόλου ἐπέσκηπτεν, ἑτέρωθι δὲ Ἰωάννης Βιταλιανοῦ ξὺν τοῖς οἱ ἑπομένοις προσέβαλλε.

8.33.19Φιλημοὺς δὲ καὶ οἱ Ἔρουλοι κατ’ἄλλο τι μέρος ἠνώχλουν, ἑκαστάτωτε αὐτῶν οἱ λοιποὶ εἵποντο. ἐτειχομάχουν δὲ ἅπαντες ὡς ἀπωτάτω ἀλλήλων ὄντες.

8.33.20καὶ κατ’αὐτοὺς οἱ βάρβαροι ξυνιστάμενοι ἐδέχοντο τὴν ἐπίθεσιν. τὰ μέντοι ἄλλα τοῦ περιβόλου, ἵνα δὴ Ῥωμαίων οὐκ ἐγένετο προσβολὴ, ἀνδρῶν ἔρημα παντάπασιν ἦν, Γότθων ἁπάντων, ὅπη ἂν οἱ πολέμιοι ἐπισκήψαιεν, ἀγειρομένων, ᾗπέρ μοι εἴρηται.

8.33.21ἐν τούτῳ δὲ γνώμῃ Ναρσοῦ Δαγισθαῖος στρατιώταςτε παμπληθεῖς ἔχων καὶ τότε Ναρσοῦ καὶ τὸ Ἰωάννου σημεῖον καὶ κλίμακας πολλὰς ἐπαγόμενος μοίρᾳ τινὶ τοῦ περιβόλου ἐξαπιναίως ἐπέσκηψε, φρουρᾶς τὸ παράπαν ἐρήμῳ οὔσῃ.

8.33.22τάςτε κλίμακας εὐθὺς ἁπάσας οὐδενὸς ἀμυνομένου τῷ τείχει ἐρείσας πόνῳ οὐδενὶ ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου ἐγένετο, τάςτε πύλας κατ’ἐξουσίαν ἀνέῳγον.

8.33.23ὧνπερ αὐτίκα Γότθοι αἰσθόμενοι οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ’ἔφευγον ἅπαντες ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ ἐγεγόνει. καὶ οἱ μὲν εἰς τὸ φρούριον εἰσεπήδησαν, οἱ δὲ δὴ ἐς τὸν Πόρτον ἐχώρησαν δρόμῳ.

8.33.24ἐνταῦθά μοι τοῦ λόγου ἔννοια γέγονεν ὅντινα τύχη διαχλευάζει τὰ ἀνθρώπεια τρόπον, οὐκ ἀεὶ κατὰ ταὐτὰ παρὰ τοὺς ἀνθρώπους ἰοῦσα οὐ δὲ ἴσοις αὐτοὺς ὀφθαλμοῖς βλέπουσα, ἀλλὰ ξυμμεταβαλλομένη χρόνῳ καὶ τόπῳ, καὶ παίζει ἐς αὐτοὺς παιδιάν τινα παρὰ τὸν καιρὸν τὸν χῶρον τὸν τρόπον διαλλάσσουσα τὴν τῶν ταλαιπώρων ἀξίαν, εἴ γε Ῥώμην μὲν ἀπολωλεκὼς τὰ πρότερα Βέσσας οὐ πολλῷ ὕστερον ἀνεσώσατο Ῥωμαίοις τῆς Λαζικῆς Πέτραν, ἔμπαλιν δὲ Δαγισθαῖος Πέτραν τοῖς πολεμίοις μεθεὶς ἀνεκτήσατο ἐν χρόνῳ ὀλίγῳ βασιλεῖ Ῥώμην.

8.33.25ἀλλὰ ταῦτα μὲν γέγονέτε τὸ ἐξ ἀρχῆς καὶ ἀεὶ ἔσται, ἕως ἂν αὐτὴ τύχη ἀνθρώποις . Ναρσῆς δὲ τότε παντὶ τῷ στρατῷ ἐπὶ τὸ φρούριον πολεμῶν ᾔει.

8.33.26κατορρωδήσαντέςτε οἱ βάρβαροι καὶ τὰ πιστὰ ὑπὲρ τῶν σωμάτων κεκομισμένοι σφᾶςτε αὐτοὺς καὶ τὸ φρούριόν οἱ αὐτίκα δὴ μάλα παρέδοσαν, ἕκτοντε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

8.33.27οὕτωτε Ῥώμη ἐπὶ τούτου βασιλεύοντος τὸ πέμπτον ἑάλω, ἧσπερ εὐθὺς Ναρσῆς τῶν πυλῶν τὰς κλεῖς βασιλεῖ ἔπεμψε.

8.34

8.34.1τότε δὴ τοῖς ἀνθρώποις διαφανέστατα ἐπιδέδεικται ὡς ἅπασιν, οἷσπερ ἔδει γενέσθαι κακῶς, καὶ τὰ εὐτυχήματα δοκοῦντα εἶναι εἰς ὄλεθρον ἀποκέκριται, κατὰ νοῦντε ἀπαλλάξαντες ἴσως τῇ τοιαύτῃ εὐημερίᾳ ξυνδιαφθείρονται.

8.34.2Ῥωμαίων γὰρ τῇτε ξυγκλήτῳ βουλῇ καὶ τῷ δήμῳ τὴν νίκην τήνδε πολλῷ ἔτι μᾶλλον φθόρου αἰτίαν ξυνηνέχθη γενέσθαι τρόπῳ τοιῷδε.

8.34.3Γότθοι μὲν φεύγοντες καὶ τὴν Ἰταλίας ἐπικράτησιν ἀπογνόντες, ὁδοῦ ποιούμενοι πάρεργον, τοὺς παρατυχόντας σφίσι Ῥωμαίους οὐδεμιᾷ διεχρῶντο φειδοῖ.

8.34.4οἱ δὲ βάρβαροι τοῦ Ῥωμαίων στρατοῦ ὡς πολεμίοις ἐχρῶντο πᾶσιν, οἷς ἂν ἐντύχοιεν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ.

8.34.5πρὸς δὲ καὶ τόδε αὐτοῖς ξυνηνέχθη γενέσθαι. πολλοὶ τῶν ἀπὸ τῆς ξυγκλήτου βουλῆς, τοῦτο Τουτίλᾳ δεδογμένον, τὰ πρότερα ἔμενον ἐς τὰ ἐπὶ Καμπανίας χωρία.

8.34.6ὧνπέρ τινες, ἐπεὶ Ῥώμην ἔχεσθαι πρὸς τοῦ βασιλέως στρατοῦ ἔγνωσαν, ἐκ Καμπανίας ἐξαναστάντες ἐς αὐτὴν ᾔεσαν. δὴ Γότθοι μαθόντες, ὅσοι ἐν τοῖς ταύτῃ ὀχυρώμασιν ἐτύγχανον ὄντες, ἅπαντα διερευνώμενοι τὰ ἐκείνῃ χωρία τοὺς πατρικίους ἅπαντας ἔκτειναν. ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην.

8.34.7ἐτύγχανε δὲ καὶ Τουτίλας, ἡνίκα Ναρσῇ ὑπαντιάσων ἐνθένδε ᾔει, τῶν ἐκ πόλεως ἑκάστης δοκίμων Ῥωμαίων τοὺς παῖδας ἀγείρας καὶ αὐτῶν ἐς τριακοσίους ἀπολεξάμενος, οὕσπερ μάλιστα τὸ σῶμα καλοὺς ᾤετο εἶναι, τοῖς μὲν γειναμένοις ὅτι δὴ αὐτῷ ξυνδιαιτήσονται ὑπειπὼν, ὁμήρους δέ οἱ λόγῳ τῷ ἀληθεῖ ἐσομένους.

8.34.8καὶ αὐτοὺς Τουτίλας μὲν τότε ὑπὲρ ποταμὸν Πάδον ἐκέλευσεν εἶναι, Τεΐας δὲ τανῦν ἐνταῦθα εὑρὼν ἅπαντας ἔκτεινε.

8.34.9Ῥάγναρίςτε, Γότθος ἀνὴρ, ὅσπερ ἡγεῖτο τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου, καίπερ τὰ πιστὰ γνώμῃ βασιλέως πρὸς τοῦ Πακουρίου κεκομισμένος, Ῥωμαίοιςτε προσχωρήσειν ὁμολογήσας, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, παρασχόμενος δὲ καὶ Γότθους ἓξ ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ Ῥωμαίοις, ἐπειδὴ Τεΐαν ἤκουσε βασιλέα καταστάντα Γότθοις τούςτε Φράγγους ἐς ἐπικουρίαν ἐπαγαγέσθαι καὶ παντὶ τῷ στρατῷ τοῖς πολεμίοις ἐθέλειν ὁμόσε ἰέναι, μεταπορευθεὶς τὴν βουλὴν ἐπιτελεῖν τὰ ὡμολογημένα οὐδαμῆ ἤθελε.

8.34.10σπουδάζων δὲ καὶ διατεινόμενος τοὺς ὁμήρους ἀπολαβεῖν ἐπενόει τάδε. πέμψας παρὰ τὸν Πακούριον ᾔτει σταλῆναί οἱ τῶν Ῥωμαίων στρατιωτῶν ὀλίγους τινὰς, ἐφ’ ξὺν τῷ ἀσφαλεῖ ἔςτε τὸν Δρυοῦντα ἰέναι σφίσι δυνατὰ εἴη ἐνθένδετε διαπορθμευσαμένοις τὸν Ἰόνιον κόλπον ἐπὶ Βυζαντίου κομίζεσθαι.

8.34.11 μὲν οὖν Πακούριος μακρὰν ἀπολελειμμένος τῶν τῷ ἀνθρώπῳ βεβουλευμένων τῶν οἱ ἑπομένων πεντήκοντα στέλλει.

8.34.12 δὲ αὐτοὺς τῷ φρουρίῳ δεξάμενος καθεῖρξεν εὐθὺς, τῷτε Πακουρίῳ ἐσήμαινεν ὡς, εἴπερ αὐτῷ τοὺς στρατιώτας βουλομένῳ εἴη τοὺς αὑτοῦ ῥύεσθαι, ἀποδιδόναι δεήσει τοὺς Γότθων ὁμήρους.

8.34.13ταῦτα ἀκούσας Πακούριος ὀλίγους μέν τινας ἐπὶ τῇ τοῦ Δρυοῦντος φυλακῇ εἴασε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ ἐπὶ τοὺς πολεμίους αὐτίκα ᾔει.

8.34.14Ῥάγναρις δὲ τοὺς μὲν πεντήκοντα μελλήσει οὐδεμιᾷ ἔκτεινεν, ὡς ὑπαντιάσων δὲ τοῖς πολεμίοις ἐκ τοῦ Τάραντος τοὺς Γότθους ἐξῆγεν. ἐπειδήτε ἀλλήλοις ξυνέμιξαν, ἡσσῶνται Γότθοι.

8.34.15Ῥάγναρίςτε αὐτοῦ ἀποβαλὼν πλείστους ξὺν τοῖς καταλοίποις δρασμῷ εἴχετο. ἐς μέντοι τὸν Τάραντα εἰσελθεῖν οὐδαμῆ ἴσχυσε, πανταχόθεν αὐτὸν περιβεβλημένων Ῥωμαίων, ἀλλ’ἐς Ἀχεροντίδα ἐλθὼν ἔμεινε.

8.34.16ταῦτα μὲν οὖν τοιαύτῃ ἐγεγόνει. Ῥωμαῖοι δὲ οὐ πολλῷ ὕστερον τόντε Πόρτον πολιορκήσαντες ὁμολογίᾳ εἷλον καὶ φρούριον ἐν Τούσκοις, δὴ Νέπα καλοῦσι, καὶ τὸ ἐν Πέτρᾳ τῇ Περτούσῃ ὀνομαζομένῃ ὀχύρωμα.

8.34.17Τεΐας δὲ (οὐ γὰρ ἀξιομάχους τῷ Ῥωμαίων στρατῷ Γότθους κατὰ μόνας ᾤετο εἶναι) παρὰ Θευδίβαλδον τὸν Φράγγων ἄρχοντα ἔπεμψε, χρήματα πολλὰ προτεινόμενος ἐπίτε ξυμμαχίαν παρακαλῶν.

8.34.18ἀλλὰ Φράγγοι τὰ ξύμφορα, οἶμαι, βεβουλευμένοι οὔτε ὑπὲρ τῆς Γότθων οὔτε ὑπὲρ τῆς τῶν Ῥωμαίων ὠφελείας ἐβούλοντο θνήσκειν, ἀλλὰ σφίσιν αὐτοῖς προσποιεῖν Ἰταλίαν ἐν σπουδῇ εἶχον, καὶ τούτου δὴ ἕνεκα τοὺς ἐν πολέμῳ κινδύνους ὑφίστασθαι ἤθελον.

8.34.19ἐτύγχανε δὲ Τουτίλας ἔνια μὲν τῶν χρημάτων ἐν Τικινῷ καταθέμενος, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὰ δὲ πλεῖστα ἐν φρουρίῳ ἐχυρῷ μάλιστα, ὅπερ ἐν Κύμῃ τῇ ἐπὶ Καμπανίας ξυμβαίνει εἶναι, καὶ φρουροὺς ἐνταῦθα καταστησάμενος, ἄρχοντάτε αὐτοῖς τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν Ἡρωδιανῷ ἐπιστήσας.

8.34.20τούτους δὴ βουλόμενος Ναρσῆς ἐξελεῖν ἐς Κύμην τινὰς τοὺς τὸ φρούριον πολιορκήσοντας ἔπεμψεν, αὐτὸς δὲ Ῥώμην διακοσμῶν αὐτοῦ ἔμεινε. καὶ ἄλλους στείλας ἐκέλευε Κεντουκέλλας πολιορκεῖν.

8.34.21Τεΐας δὲ ἀμφὶ τοὺς ἐν Κύμῃ φρουροὺς καὶ τὰ χρήματα δείσας, ἀπογνούςτε τὴν ἀπὸ τῶν Φράγγων ἐλπίδα, τούς οἱ ἑπομένους διέτασσεν ὡς τοῖς πολεμίοις ὁμόσε χωρήσων.

8.34.22ὧνπερ αἰσθόμενος Ναρσῆς Ἰωάννηντε τὸν Βιταλιανοῦ ἀδελφιδοῦν καὶ Φιλημοὺθ ξὺν τῷ οἰκείῳ στρατεύματι ἐς τὰ ἐπὶ Τουσκίας χωρία ἰέναι κελεύει, ἐνταῦθάτε καθιζησομένους καὶ τοῖς ἐναντίοις ἀναχαιτίσοντας τὴν ἐπὶ Καμπανίας ὁδὸν, ὅπως οἱ Κύμην πολιορκοῦντες ἀδεέστερον αὐτὴν βίᾳ ὁμολογίᾳ ἐξελεῖν δύναιντο.

8.34.23ἀλλὰ Τεΐας ὁδοὺς μὲν ἐν δεξιᾷ τὰς ἐπιτομωτάτας ἐπὶ τὸ πλεῖστον ἀφεὶς, περιόδους δὲ πολλὰς καὶ μακροτάτας περιβαλόμενος, διάτε τῆς παραλίας κόλπου τοῦ Ἰονίου ἰὼν, ἐς Καμπανίαν ἀφίκετο, τοὺς πολεμίους λαθὼν ἅπαντας.

8.34.24ὅπερ ἐπεὶ Ναρσῆς ἔμαθε, τούςτε ἀμφὶ τὸν Ἰωάννην καὶ Φιλημοὺθ μετεπέμπετο, οἳ τὴν δίοδον ἐν Τούσκοις ἐφρούρουν, καὶ Βαλεριανὸν ἄρτι Πέτραν ἐξαιροῦντα τὴν Περτοῦσαν καλουμένην μετεκάλει ξὺν τοῖς ἑπομένοις, τάςτε δυνάμεις ξυνήγειρε, παντίτε καὶ αὐτὸς τῷ στρατῷ ὡς ἐς μάχην ξυντεταγμένος ἐς Καμπανοὺς ᾔει.

8.35

8.35.1ἔστι δέ τι ὄρος ἐπὶ Καμπανίας Βέβιος, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ὅτι δὴ πολλάκις ἀφίησιν ἦχον μυκηθμῷ ἐμφερῆ. καὶ ἐπειδὰν αὐτῷ τοῦτο ξυμβαίη, δὲ καὶ κόνεως ἐπὶ τούτῳ ζεούσης μέγα τι χρῆμα ἐρεύγεται. ταῦτα μὲν ἐς ἐκεῖνό μοι τοῦ λόγου ἐρρήθη.

8.35.2τούτου δὴ τοῦ ὄρους, ᾗπερ καὶ τῆς κατὰ τὴν Σικελίαν Αἴτνης, κενὰ τὰ ἐν μέσῳ ἐκ τῶν ἐσχάτων ἄχρι ἐς τὴν ὑπερβολὴν ἀπὸ ταὐτομάτου τετύχηκεν εἶναι, οὗ δὴ ἔνερθεν διηνεκὲς τὸ πῦρ καίεται.

8.35.3ἐς τόσον δὲ βάθος τοῦτο δὴ τὸ κενὸν διήκειν ξυμβαίνει ὥστε δὴ ἀνθρώπῳ ἐν τῇ ἀκρωρείᾳ ἑστῶτι ὑπερκύπτειντε τολμῶντι ἐνθένδε οὐ ῥᾳδίως φλὸξ ὁρατὴ γίνεται.

8.35.4ὁπηνίκα δὲ ξυνενεχθείη τῷ ὄρει τῷδε τὴν κόνιν, ᾗπέρ μοι ἐρρήθη, ἐρεύγεσθαι, καὶ πέτρας ἀποτεμνομένη ἀπὸ τῶν τοῦ Βεβίου ἐσχάτων φλὸξ ὑπὲρ τὴν κορυφὴν τοῦ ὄρους τούτου μετεωρίζει, τὰς μὲν βραχείας, τὰς δὲ καὶ μεγάλας κομιδῆ οὔσας, ἐνθένδετε αὐτὰς ἀποπεμπομένη ὅπη παρατύχοι διασκεδάννυσι.

8.35.5ῥέει δὲ καὶ ῥύαξ ἐνταῦθα πυρὸς ἐκ τῆς ἀκρωρείας κατατείνων ἄχρι ἐς τοῦ ὄρους τὸν πρόποδα καὶ ἔτι πρόσω, ἅπερ ἅπαντα καὶ κατὰ τὴν Αἴτνην γίνεσθαι πέφυκεν. ὄχθας δὲ ποιεῖται ὑψηλὰς ἑκατέρωθεν τοῦ πυρὸς ῥύαξ, τὰ ἔνερθεν τέμνων.

8.35.6καὶ φερομένη μὲν ἐπὶ τοῦ ῥύακος τὰ πρῶτα φλὸξ καιομένῃ εἰκάζεται ὕδατος ἐκροῇ · ἐπεὶ δὲ αὐτῇ ἀποσβεσθῆναι ξυμβαίη, ἀναστέλλεται μὲν τῷ ῥύακι δρόμος εὐθὺς, ἐπίπροσθέντε ῥοῦς οὐδαμῆ πρόεισι, τὸ δὲ ὑφιζάνον τούτου δὴ τοῦ πυρὸς πηλὸς φαίνεται σποδιᾷ ἐμφερής.

8.35.7κατὰ τούτου δὴ τοῦ Βεβίου τὸν πρόποδα ὕδατος πηγαὶ ποτίμου εἰσί. καὶ ποταμὸς ἀπ’αὐτῶν πρόεισι Δράκων ὄνομα, ὃς δὴ ἄγχιστά πη τῆς Νουκερίας πόλεως φέρεται. τούτου τοῦ ποταμοῦ ἑκατέρωθεν ἐστρατοπεδεύσαντο ἀμφότεροι τότε.

8.35.8ἔστι δὲ Δράκων τὸ μὲν ῥεῦμα βραχὺς, οὐ μέντοι ἐσβατὸς οὔτε ἱππεῦσιν οὔτε πεζοῖς, ἐπεὶ ἐν στενῷ ξυνάγων τὸν ῥοῦν τήντε γῆν ἀποτεμνόμενος ὡς βαθύτατα ἑκατέρωθεν ὥσπερ ἀποκρεμαμένας ποιεῖται τὰς ὄχθας.

8.35.9πότερα δὲ τῆς γῆς τοῦ ὕδατος φέρεται τὴν αἰτίαν φύσις οὐκ ἔχω εἰδέναι. καταλαβόντες δὲ τοῦ ποταμοῦ τὴν γέφυραν Γότθοι, ἐπεὶ αὐτῆς ἐστρατοπεδεύσαντο ἄγχιστα, πύργουςτε ξυλίνους ταύτῃ ἐνθέμενοι μηχανάςτε ἄλλας καὶ τὰς βαλλίστρας καλουμένας ἐνταῦθα πεποίηνται, ὅπως ἐνθένδε κατὰ κορυφὴν τῶν πολεμίων ἐνοχλοῦντας δύνωνται βάλλειν.

8.35.10ἐκ χειρὸς μὲν οὖν γίνεσθαί τινα ξυμβολὴν ἀμήχανα ἦν, τοῦ ποταμοῦ, ᾗπέρ μοι εἴρηται, μεταξὺ ὄντος · ἀμφότεροι δὲ ὡς ἀγχοτάτω τῆς κατ’αὐτὸν ὄχθης γενόμενοι τοξεύμασι τὰ πολλὰ ἐς ἀλλήλους ἐχρῶντο.

8.35.11ἐγίνοντο δὲ καὶ μονομαχίαι τινὲς, Γότθου ἀνδρὸς, ἂν οὕτω τύχοι, ἐκ προκλήσεως τὴν γέφυραν διαβαίνοντος. χρόνοςτε μηνῶν δυοῖν τοῖν στρατοπέδοιν ἐς τοῦτο ἐτρίβη.

8.35.12ἕως μὲν οὖν ἐθαλασσοκράτουν ἐνταῦθα οἱ Γότθοι, ἐσκομιζόμενοι τὰ ἐπιτήδεια ναυσὶν ἀντεῖχον, ἐπεὶ τῆς θαλάσσης ἐστρατοπεδεύοντο οὐ πολλῷ ἄποθεν.

8.35.13ὕστερον δὲ Ῥωμαῖοι τάτε πλοῖα τῶν πολεμίων προδοσίᾳ Γότθου ἀνδρὸς εἷλον, ὃς δὴ ταῖς ναυσὶν ἐφειστήκει πάσαις, καὶ αὐτοῖς νῆες ἀνάριθμοι ἦλθον ἔκτε Σικελίας καὶ τῆς ἄλλης ἀρχῆς.

8.35.14ἅμα δὲ καὶ Ναρσῆς πύργους ξυλίνους ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθῃ καταστησάμενος δουλῶσαι τῶν ἐναντίων τὸ φρόνημα παντελῶς ἴσχυσεν.

8.35.15οἷς δὴ οἱ Γότθοι περίφοβοι γεγενημένοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς ὄρος ἄγχιστα ὂν καταφεύγουσιν, ὅπερ Ῥωμαῖοι Γάλακτος Ὄρος τῇ Λατίνων καλοῦσι φωνῇ · οὗ δὴ αὐτοῖς Ῥωμαῖοι ἐπισπέσθαι οὐδαμῆ εἶχον, τῆς δυσχωρίας ἀντιστατούσης.

8.35.16ἀλλὰ τοῖς βαρβάροις αὐτίκα ἐνταῦθα ἀναβεβηκόσι μετέμελεν, ἐπεὶ τῶν ἐπιτηδείων πολλῷ ἔτι μᾶλλον ἐσπάνιζον, σφίσιτε αὐτοῖς καὶ τοῖς ἵπποις ἐκπορίζεσθαι αὐτὰ οὐδεμιᾷ μηχανῇ ἔχοντες.

8.35.17διὸ δὴ τὴν ἐν ξυμβολῇ τοῦ βίου καταστροφὴν αἱρετωτέραν τῆς πρὸς τοῦ λιμοῦ εἶναι οἰόμενοι ὁμόσε τοῖς πολεμίοις παρὰ δόξαν ἐχώρουν, ἀπροσδόκητοίτε αὐτοῖς ἐξαπιναίως ἐπέπεσον.

8.35.18Ῥωμαῖοι δὲ αὐτοὺς ὡς ἐκ τῶν παρόντων ἀμυνούμενοι ἔστησαν, οὐ κατὰ ἄρχοντας λόχους καταλόγους τὴν τάξιν καταστησάμενοι, οὐ δὲ τρόπῳ τῳ ἄλλῳ διακεκριμένοι ἀλλήλων, οὐ δὲ τῶν σφίσι παραγγελλομένων ἐν τῇ ξυμβολῇ ἀκουσόμενοι, ἀλλ’ἀλκῇ τῇ πάσῃ, ὅπη ποτὲ παρατύχῃ, τοῖς πολεμίοις ἀντιταξόμενοι.

8.35.19Γότθοι μὲν οὖν τῶν ἵππων ἀφέμενοι πρῶτοι πεζῇ μετωπηδὸν εἰς βαθεῖαν φάλαγγα ἔστησαν ἅπαντες, καὶ Ῥωμαῖοι δὲ ταῦτα ἰδόντες τοὺς ἵππους ἀφῆκαν, καὶ τρόπῳ τῷ αὐτῷ ἐτάξαντο πάντες.

8.35.20ἐνταῦθά μοι μάχητε πολλοῦ λόγου ἀξία καὶ ἀνδρὸς ἀρετὴ οὐ δὲ τῶν τινος λεγομένων ἡρώων, οἶμαι, καταδεεστέρα γεγράψεται, ἧς δὴ Τεΐας δήλωσιν ἐν τῷ παρόντι πεποίηται.

8.35.21Γότθους μὲν ἐς εὐτολμίαν τῶν παρόντων ἀπόγνωσις ὥρμα, Ῥωμαῖοι δὲ αὐτοὺς, καίπερ ἀπονενοημένους ὁρῶντες, ὑφίσταντο δυνάμει τῇ πάσῃ, τοῖς καταδεεστέροις ἐρυθριῶντες ὑποχωρεῖν, ἀμφότεροίτε θυμῷ ἐπὶ τοὺς πέλας πολλῷ ἵεντο, οἱ μὲν θανατῶντες, οἱ δὲ ἀρετῶντες.

8.35.22καὶ μὲν μάχη πρωὶ ἤρξατο, Τεΐας δὲ πᾶσιν ἔνδηλος γεγενημένος καὶ τὴν μὲν ἀσπίδα προβεβλημένος, ἐπανατεινόμενος δὲ τὸ δόρυ, πρῶτος ξὺν ὀλίγοις τισὶ τῆς φάλαγγος ἔστη.

8.35.23Ῥωμαῖοι δὲ αὐτὸν ἰδόντες, οἰόμενοίτε, ἢν αὐτὸς πέσῃ, διαλυθήσεσθαι τὴν ξυμβολὴν σφίσιν αὐτίκα δὴ μάλα, ξυνίσταντο ἐπ’αὐτὸν ὅσοι ἀρετῆς μετεποιοῦντο, παμπληθεῖς ὄντες, καὶ τὰ δόρατα ἐς αὐτὸν ἅπαντες οἱ μὲν ὤθουν, οἱ δὲ ἐσηκόντιζον.

8.35.24αὐτὸς δὲ ὑπὸ τῇ ἀσπίδι κεκαλυμμένος ταύτῃ μὲν τὰ δόρατα ἐδέχετο πάντα, ἐμπίπτων δὲ αὐτοὺς ἐκ τοῦ αἰφνιδίου πολλοὺς διεχρῆτο.

8.35.25καὶ ὁπηνίκα οἱ τὴν ἀσπίδα ἔμπλεων οὖσαν πεπηγότων δοράτων θεῷτο, τῶν τινι ὑπασπιστῶν ταύτην παραδιδοὺς ἑτέραν ᾑρεῖτο.

8.35.26οὕτω μαχόμενος ἐς τῆς ἡμέρας τὸ τριτημόριον διαγέγονε, καὶ τότε δὴ δώδεκα μὲν αὐτῷ δόρατα ἐμπεπηγότα ἀσπὶς εἶχε, κινεῖν δὲ αὐτὴν ὅπη βούλοιτο καὶ ἀποκρούεσθαι τοὺς ἐπιόντας οὐκέτι ἴσχυε.

8.35.27τῶν δέ τινα ὑπασπιστῶν μετεκάλει σπουδῇ, οὐ τὴν τάξιν λιπὼν οὐ δὲ ὅσον ἄχρι ἐς δάκτυλον ἕνα οὐ δὲ ἀναποδίσας, τοὺς πολεμίους ἐπὶ τὰ πρόσω ἐπαγαγόμενος, οὐ δὲ ἐπιστραφεὶς, οὐ δὲ τὰ νῶτα τῇ ἀσπίδι ἐρείσας, οὐ μὴν οὐ δὲ πλάγιος γεγονὼς, ἀλλ’ὥσπερ τῷ ἐδάφει ἐρηρεισμένος αὐτοῦ μετὰ τῆς ἀσπίδος εἱστήκει, κτείνωντε τῇ δεξιᾷ χειρὶ καὶ ἀποκρουόμενος τῇ λαιᾷ καὶ ἀνακαλῶν τὸ τοῦ ὑπασπιστοῦ ὄνομα.

8.35.28καὶ μὲν αὐτῷ μετὰ τῆς ἀσπίδος παρῆν, δὲ ταύτην εὐθὺς τῆς βαρυνομένης τοῖς δόρασιν ἀντηλλάσσετο.

8.35.29ἐν τούτῳ δέ οἱ χρόνου τινὰ βραχεῖαν στιγμὴν γυμνῷ γενέσθαι τὰ στέρνα ξυνέβη, τύχῃτέ οἱ ξυνέπεσε τότε ἀκοντίῳ βεβλῆσθαι καὶ ἀπ’αὐτοῦ εὐθυωρὸν θνήσκει.

8.35.30καὶ αὐτοῦ τὴν κεφαλὴν ἐπὶ κοντοῦ μετεωρίσαντες τῶν Ῥωμαίων τινὲς στρατιᾷ ἑκατέρᾳ περιιόντες ἐδείκνυον, Ῥωμαίοις μὲν, ὅπως δὴ θαρσήσωσι μᾶλλον, Γότθοις δὲ, ὅπως ἀπογνόντες τὸν πόλεμον καταλύσωσιν.

8.35.31οὐ μὴν οὐ δ’ὣς τὴν ξυμβολὴν κατέλυσαν Γότθοι, ἀλλ’ἄχρι ἐς νύκτα ἐμάχοντο, καίπερ ἐξεπιστάμενοι τὸν βασιλέα τεθνάναι σφίσιν. ἐπειδὴ δὲ ξυνεσκόταζεν, αὐτοῦ ἑκάτεροι διαλυθέντες ἐν τῇ τῶν ὅπλων σκευῇ ἐνυκτέρευσαν.

8.35.32ἡμέρᾳ δὲ τῇ ἐπιγενομένῃ ἀναστάντες ὄρθρου τρόπῳ τῷ αὐτῷ αὖθις ἐτάξαντο καὶ μέχρι ἐς νύκτα ἐμάχοντο, καὶ οὔτε ὑπεχώρουν ἀλλήλοις οὔτε πη ἐτρέποντο ἀνεπόδιζον, καίπερ ἀμφοτέρωθεν κτεινομένων πολλῶν, ἀλλ’ἀπηγριωμένοι τῷ ἐς ἀλλήλους ἀπηνεῖ ἔργου εἴχοντο, Γότθοι μὲν εὖ εἰδότες ὅτι δὴ τὴν ὑστάτην διαφέρουσι μάχην, Ῥωμαῖοι δὲ αὐτῶν ἐλασσοῦσθαι ἀπαξιοῦντες.

8.35.33ἐν ὑστάτῳ δὲ οἱ βάρβαροι παρὰ τὸν Ναρσῆν πέμψαντες τῶν λογίμων τινὰς μεμαθηκέναι μὲν ἔλεγον ὡς πρὸς τὸν θεὸν σφίσιν ἀγὼν γένοιτο · αἰσθάνεσθαι γὰρ τὴν ἀντιταχθεῖσαν αὐτοῖς δύναμιν · καὶ τοῖς ξυμπεσοῦσι ξυμβάλλοντες τὴν τῶν πραγμάτων ἀλήθειαν γνωσιμαχεῖν τὸ λοιπὸν βούλεσθαι καὶ ἀπολιπεῖν τὴν ἀγώνισιν, οὐ μέντοι βασιλεῖ ἐπακούσοντες, ἀλλὰ ξὺν τῶν ἄλλων βαρβάρων τισὶν αὐτόνομοι βιοτεύσοντες, ἐδέοντότε εἰρηναίαν σφίσι τὴν ἀναχώρησιν ἐνδοῦναι Ῥωμαίους, οὐ φθονοῦντας αὐτοῖς λογισμοῦ σώφρονος, ἀλλὰ καὶ χρήμασι τοῖς αὐτῶν ὥσπερ ἐφοδίοις αὐτοὺς δωρουμένους, ὅσα δὴ ἐν τοῖς ἐπὶ τῆς Ἰταλίας φρουρίοις αὐτῶν ἕκαστος ἐναποθέμενος ἔτυχε πρότερον.

8.35.34ταῦτα μὲν Ναρσῆς ἐν βουλῇ ἐποιεῖτο. Ἰωάννης δὲ Βιταλιανοῦ παρῄνει δέησιν ἐνδέχεσθαι τήνδε, καὶ μὴ περαιτέρω θανατῶσιν ἀνθρώποις διὰ μάχης ἰέναι, μη δὲ ἀποπειράσασθαι τόλμης ἐν ἀπογνώσει φυομένης τοῦ βίου, καὶ τοῖς αὐτῆς ἐχομένοις καὶ τοῖς ὑπαντιάζουσι χαλεπὴ γίνεται.

8.35.35ἀρκεῖ γὰρ, ἔφη, τοῖς γε σώφροσι τὸ νικᾶν, τὸ δὲ ὑπεράγαν ἐθέλειν ἴσως ἄν τῳ καὶ ἐς τὸ ἀξύμφορον τρέποιτο.

8.35.36πείθεται τῇ ὑποθήκῃ Ναρσῆς, καὶ ξυνέβησαν ἐφ’ τῶν βαρβάρων οἱ ἀπολελειμμένοι χρήματα κεκομισμένοι τὰ αὐτῶν ἴδια ἐκ πάσης ἀπαλλάξονται Ἰταλίας εὐθὺς, πόλεμόντε μηχανῇ οὐδεμιᾷ πρὸς Ῥωμαίους διοίσουσιν ἔτι.

8.35.37Γότθοι μὲν οὖν μεταξὺ χίλιοι τοῦ στρατοπέδου ἐξαναστάντες ἐς Τικινόντε πόλιν καὶ χωρία τὰ ὑπὲρ ποταμὸν Πάδον ἐχώρησαν, ὧν ἄλλοιτε ἡγοῦντο καὶ Ἰνδοὺλφ, οὗπερ πρότερον ἐπεμνήσθην.

8.35.38οἱ δὲ λοιποὶ ἅπαντες ὅρκια δόντες τὰ ξυγκείμενα πάντα ἐπέρρωσαν. οὕτωτε καὶ Κύμην καὶ τὰ λοιπὰ πάντα ἐξεῖλον Ῥωμαῖοι, καὶ τὸ ὀκτωκαιδέκατον ἔτος ξυνετελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.