On the Wars, 6
6.1.1μετὰ δὲ Ῥωμαῖοι παντὶ τῷ στρατῷ διακινδυνεύειν οὐκέτι ἐτόλμων. ἱππομαχίας δὲ ποιούμενοι ἐξ ἐπιδρομῆς τρόπῳ τῷ προτέρῳ τὰ πολλὰ τοὺς βαρβάρους ἐνίκων.
6.1.2ᾔεσαν δὲ καὶ πεζοὶ ἑκατέρωθεν, οὐκ ἐς φάλαγγα ξυντεταγμένοι, ἀλλὰ τοῖς ἱππεῦσιν ἑπόμενοι.
6.1.3καί ποτε Βέσσας ἐν πρώτῃ ὁρμῇ ἐς τοὺς πολεμίους ξὺν τῷ δόρατι ἐσπηδήσας τρεῖςτε τῶν ἀρίστων ἱππέων ἔκτεινε καὶ τοὺς ἄλλους ἐς φυγὴν ἔτρεψεν.
6.1.4αὖθις δὲ Κωνσταντῖνος τοὺς Οὔννους ἐπαγόμενος ἐν Νέρωνος πεδίῳ ἀμφὶ δείλην ὀψίαν, ἐπειδὴ τῷ πλήθει ὑπερβιαζομένους τοὺς ἐναντίους εἶδεν, ἐποίει τοιάδε.
6.1.5στάδιον μέγα ἐνταῦθα ἐκ παλαιοῦ ἐστιν, οὗ δὴ οἱ τῆς πόλεως μονομάχοι τὰ πρότερα ἠγωνίζοντο, πολλάτε ἄλλα οἱ πάλαι ἄνθρωποι ἀμφὶ τὸ στάδιον τοῦτο ἐδείμαντο, καὶ ἀπ’αὐτοῦ στενωποὺς, ὡς τὸ εἰκὸς, πανταχόθι τοῦ χωρίου ξυμβαίνει εἶναι.
6.1.6τότε οὖν Κωνσταντῖνος, ἐπεὶ οὔτε περιέσεσθαι τοῦ τῶν Γότθων ὁμίλου εἶχεν οὔτε κινδύνου μεγάλου ἐκτὸς φεύγειν οἷόςτε ἦν, ἀπὸ τῶν ἵππων ἅπαντας τοὺς Οὔννους ἀποβιβάσας πεζὸς ξὺν αὐτοῖς ἔς τινα τῶν ἐκείνῃ στενωπῶν ἔστη.
6.1.7ὅθεν δὴ βάλλοντες ἐκ τοῦ ἀσφαλοῦς τοὺς πολεμίους συχνοὺς ἔκτεινον. καὶ χρόνον μέν τινα οἱ Γότθοι βαλλόμενοι ἀντεῖχον.
6.1.8ἤλπιζον γὰρ, ἐπειδὰν τάχιστα τῶν Οὔννων τὰς φαρέτρας ἐπιλείπῃ τὰ βέλη, κύκλωσίντε αὐτῶν οὐδενὶ πόνῳ ποιήσασθαι καὶ δήσαντες ἐς στρατόπεδον αὐτοὺς τὸ σφέτερον ἄξειν.
6.1.9ἐπεὶ δὲ οἱ Μασσαγέται, τοξόται μὲν ἀγαθοὶ ὄντες, ἐς πολὺν δὲ ὅμιλον βάλλοντες, τοξεύματι σχεδόν τι ἑκάστῳ πολεμίου ἀνδρὸς ἐπετύγχανον, ᾔσθοντο μὲν ὑπὲρ ἥμισυ ἀπολωλότες, ἤδη δὲ καὶ ἐς δυσμὰς ἰόντος ἡλίου οὐκ ἔχοντες ὅ τι γένωνται ἐς φυγὴν ὥρμηντο.
6.1.10ἔνθα δὴ αὐτῶν πολλοὶ ἔπεσον. ἐπισπόμενοι γὰρ οἱ Μασσαγέται, ἐπεὶ τοξεύειν ὡς ἄριστα καὶ πολλῷ χρώμενοι δρόμῳ ἐπίστανται, οὐδέν τι ἧσσον ἐς νῶτα βάλλοντες ἔκτεινον. οὕτωτε ἐς Ῥώμην Κωνσταντῖνος ξὺν τοῖς Οὔννοις ἐς νύκτα ἧκε.
6.1.11Περανίου δὲ ἡμέραις οὐ πολλαῖς ὕστερον Ῥωμαίων τισὶ διὰ πύλης Σαλαρίας ἐπὶ τοὺς πολεμίους ἡγησαμένου ἔφευγον μὲν κατὰ κράτος οἱ Γότθοι, παλινδιώξεως δὲ περὶ ἡλίου δυσμὰς ἐκ τοῦ αἰφνιδίου γεγενημένης, τῶν τις Ῥωμαίων πεζὸς ἐς μέγαν καταστὰς θόρυβον ἐς βαθεῖάν τινα κατώρυχα ἐμπίπτει, οἷαι πολλαὶ τοῖς πάλαι ἀνθρώποις πρὸς σίτου παρακαταθήκην ἐνταῦθα, οἶμαι, πεποίηνται.
6.1.12οὔτε δὲ κραυγῇ χρῆσθαι τολμήσας, ἅτε που ἐγγὺς στρατοπεδευομένων τῶν πολεμίων, οὔτε τοῦ βόθρου τρόπῳ ὁτῳοῦν ἀπαλλάσσεσθαι οἷόςτε ὢν, ἐπεὶ ἀνάβασιν οὐδαμῆ εἶχεν, αὐτοῦ διανυκτερεύειν ἠνάγκαστο.
6.1.13τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ, τροπῆς αὖθις τῶν βαρβάρων γεγενημένης, τῶν τις Γότθων ἐς τὴν αὐτὴν κατώρυχα ἐμπίπτει.
6.1.14ἔνθα δὴ ἄμφω ἔςτε φιλοφροσύνην καὶ εὔνοιαν ξυνηλθέτην ἀλλήλοιν, ξυναγούσης αὐτοὺς τῆς ἀνάγκης, τάτε πιστὰ ἔδοσαν, ἦ μὴν κατεσπουδασμένην ἑκατέρῳ τὴν τα- θατέρου σωτηρίαν εἶναι, καὶ τότε δὴ μέγα καὶ ἐξαίσιον ἄμφω ἐβόων.
6.1.15Γότθοι μὲν οὖν τῇτε φωνῇ ἐπισπόμενοι καὶ ὑπὲρ τῆς κατώρυχος διακύψαντες ἐπυνθάνοντο ὅστις ποτὲ ὁ βοῶν εἴη.
6.1.16οὕτω δὲ τοῖν ἀνδροῖν δεδογμένον, σιωπὴν μὲν ὁ Ῥωμαῖος εἶχεν, ἅτερος δὲ τῇ πατρίῳ γλώσσῃ ἔναγχος ἔφασκεν ἐν τῇ γενομένῃ τροπῇ ἐμπεπτωκέναι, βρόχοντε αὐτοὺς, ὅπως ἀναβαίνοι, ἠξίου καθεῖναι.
6.1.17καὶ οἱ μὲν ὡς τάχιστα τῶν κάλων τὰς ἀρχὰς ἀπορρίψαντες τοῦ Γότθου ποιεῖσθαι τὴν ἀνολκὴν ᾤοντο, λαβόμενος δὲ ὁ Ῥωμαῖος τῶν βρόχων εἵλκετο ἄνω, τοιοῦτον εἰπὼν, ὡς, ἢν μὲν αὐτὸς ἀναβαίνοι πρῶτος, οὔποτε τοῦ ἑταίρου ἀμελήσειν τοὺς Γότθους, ἢν δέ γε τὸν πολέμιον πύθωνται μόνον ἐνταῦθα εἶναι, οὐδένα ἂν αὐτοῦ ποιοῖντο λόγον.
6.1.18ταῦτα εἰπὼν ἀνέβη. καὶ αὐτὸν ἐπεὶ οἱ Γότθοι εἶδον, ἐθαύμαζόντε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο, πάντατε παρ’αὐτοῦ τὸν λόγον ἀκούσαντες ἐν δευτέρῳ τὸν ἑταῖρον ἀνεῖλκον, ὃς δὴ αὐτοῖς τάτε ξυγκείμενα σφίσι καὶ τὰ δεδομένα πρὸς ἀμφοτέρων πιστὰ ἔφρασε.
6.1.19καὶ αὐτὸς μὲν ξὺν τοῖς ἑταίροις ἀπιὼν ᾤχετο, τὸν δὲ Ῥωμαῖον κακῶν ἀπαθῆ ἐς τὴν πόλιν ἀφῆκαν ἰέναι.
6.1.20ἔπειτα δὲ ἱππεῖς μὲν πολλάκις ἑκατέρωθεν οὐ πολλοὶ ὡς ἐς μάχην ὡπλίζοντο, ἐς μονομαχίαν δὲ ἀεὶ τὰ τῆς ἀγωνίας αὐτοῖς ἐτελεύτα καὶ πάσαις Ῥωμαῖοι ἐνίκων. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν.
6.1.21ὀλίγῳ δὲ ὕστερον χρόνῳ ξυμβολῆς ἐν Νέρωνος γινομένης πεδίῳ, διώξειςτε ἄλλων ἄλλῃ κατ’ὀλίγους ἱππεῖς ποιουμένων, Χορσάμαντις, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, Μασσαγέτης γένος, ξὺν ἑτέροις τισὶν ἄνδρας ἑβδομήκοντα τῶν πολεμίων ἐδίωκεν.
6.1.22ἐπειδήτε τοῦ πεδίου πόρρω ἐγένετο, οἱ μὲν ἄλλοι Ῥωμαῖοι ὀπίσω ἀπήλαυνον, Χορσάμαντις δὲ μόνος ἔτι ἐδίωκεν. ὅπερ κατιδόντες οἱ Γότθοι στρέψαντες τοὺς ἵππους ἐπ’αὐτὸν ᾔεσαν.
6.1.23καὶ ὁ μὲν ἐς μέσους χωρήσας, ἕνατε τῶν ἀρίστων δόρατι κτείνας, ἐπὶ τοὺς ἄλλους ᾔει, οἱ δὲ αὖθις τραπόμενοι ἐς φυγὴν ὥρμηντο.
6.1.24αἰσχυνόμενοι δὲ τοὺς ἐν τῷ στρατοπέδῳ (ἤδη γὰρ καὶ πρὸς αὐτῶν καθορᾶσθαι ὑπώπτευον) πάλιν ἰέναι ἐπ’αὐτὸν ἤθελον.
6.1.25τα- ταὐτὸ δὲ παθόντες, ὅπερ καὶ πρότερον, ἕνατε τῶν ἀρίστων ἀποβαλόντες, ἐς φυγὴν οὐδὲν ἧσσον ἐτράποντο, μέχριτε τοῦ χαρακώματος τὴν δίωξιν ὁ Χορσάμαντις ποιησάμενος ἀνέστρεψε μόνος.
6.1.26ὀλίγῳ δὲ ὕστερον ἐν μάχῃ ἑτέρᾳ κνήμην τὴν ἀριστερὰν βληθέντι τούτῳ ἐνομίσθη εἶναι ἄκρου ὀστέου τὸ βέλος ἁψάμενον.
6.1.27ἀπόμαχος μέντοι ἡμέρας ὅσας δὴ ἐπὶ ταύτῃ γεγονὼς τῇ πληγῇ ἅτε ἀνὴρ βάρβαρος οὐκ ἤνεγκε πρᾴως, ἀλλ’ἠπείλησε τῆς ἐς τὸ σκέλος ὕβρεως τοὺς Γότθους ὅτι τάχιστα τίσασθαι.
6.1.28ῥαΐσας οὖν οὐ πολλῷ ὕστερον ἔντε ἀρίστῳ οἰνωμένος, ὥσπερ εἰώθει, μόνος ἐπὶ τοὺς πολεμίους ἐβούλευσεν ἰέναι καὶ τῆς ἐς τὸν πόδα ὕβρεως τίσασθαι, ἔντε Πιγκιανῇ γενόμενος πυλίδι, στέλλεσθαι πρὸς Βελισαρίου ἔφασκεν ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον.
6.1.29οἱ δὲ ταύτῃ φρουροὶ (οὐ γὰρ ἀπιστεῖν ἀνδρὶ τῶν Βελισαρίου δορυφόρων ἀρίστῳ εἶχον) τάςτε πύλας ἀνέῳξαν καὶ ὅπη βούλοιτο ἀφῆκαν ἰέναι.
6.1.30κατιδόντεςτε αὐτὸν οἱ πολέμιοι, τὰ μὲν πρῶτα αὐτόμολον σφίσι τινὰ προσχωρεῖν ᾤοντο, ἐπεὶ δὲ ἀγχοῦ γενόμενος τοῦ τόξου εἴχετο, οὐκ εἰδότες ὅστις ποτὲ εἴη, χωροῦσιν ἐπ’αὐτὸν εἴκοσιν.
6.1.31οὓς δὴ εὐπετῶς ἀπωσάμενος ἀπήλαυνε βάδην, πλειόνωντε Γότθων ἐπ’αὐτὸν ἰόντων οὐκ ἔφυγεν.
6.1.32ὡς δὲ πλήθους πολλοῦ ἐπιρρέοντος ἀμύνεσθαι ἠξίου, Ῥωμαῖοι ἐκ τῶν πύργων θεώμενοι μαίνεσθαι μὲν τὸν ἄνδρα ὑπώπτευον, ὡς δὲ Χορσάμαντις εἴη οὔπω ἠπίσταντο.
6.1.33ἔργα μὲν ἐπιδειξάμενος μεγάλατε καὶ λόγου πολλοῦ ἄξια, ἔςτε κύκλωσιν ἐμπεπτωκὼς τοῦ τῶν πολεμίων στρατεύματος, ποινὰς ἀλόγου θράσους ἐξέτισεν.
6.1.34ἅπερ ἐπειδὴ Βελισάριόςτε καὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πένθει μεγάλῳ γενόμενοι, ἅτε τῆς πάντων ἐλπίδος ἐπὶ τῷ ἀνθρώπῳ διαφθαρείσης, ὠδύροντο.
6.2.1Εὐθάλιος δέ τις ἀμφὶ θερινὰς τροπὰς ἐς Ταρακίναν ἐκ Βυζαντίου ἧκε, χρήματα ἔχων ἅπερ τοῖς στρατιώταις βασιλεὺς ὦφλε.
6.2.2δείσαςτε μὴ κατὰ τὴν ὁδὸν ἐντυχόντες πολέμιοι τὰ χρήματάτε ἀφέλωνται καὶ αὐτὸν κτείνωσι, γράφει πρὸς Βελισάριον ἀσφαλῆ οἱ ἐς Ῥώμην τὴν πορείαν ποιήσασθαι.
6.2.3ὁ δὲ ἄνδρας μὲν ἑκατὸν τῶν αὑτοῦ ὑπασπιστῶν δοκίμους ἀπολεξάμενος ξὺν δορυφόροις δύο πέμπει ἐς Ταρακίναν οἵπερ αὐτῷ τὰ χρήματα ξυγκομίσαιεν.
6.2.4δόκησιν δὲ ἀεὶ τοῖς βαρβάροις παρείχετο ὡς παντὶ τῷ στρατῷ μαχεσόμενος, ὅπως μὴ ἐνθένδε τῶν πολεμίων τινὲς ἢ τροφῶν ξυγκομιδῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἴωσιν.
6.2.5ἐπεὶ δὲ τῇ ὑστεραίᾳ τοὺς ἀμφὶ Εὐθάλιον ἔγνω παρέσεσθαι, διεῖπέτε καὶ διεκόσμει ὡς ἐς μάχην τὸ στράτευμα, καὶ οἱ βάρβαροι ἐν παρασκευῇ ἦσαν.
6.2.6ὅλην μὲν οὖν δείλην πρωίαν κατεῖχεν ἀμφὶ τὰς πύλας τοὺς στρατιώτας. ᾔδει γὰρ Εὐθάλιόντε καὶ τοὺς ξὺν αὐτῷ ἐς νύκτα ἀφίξεσθαι.
6.2.7ἐς δὲ ἡμέραν μέσην ἄριστον ἐκέλευε τὸ στράτευμα αἱρεῖσθαι, καὶ οἱ Γότθοι τα- ταὐτὸ τοῦτο ἐποίουν, ἐς τὴν ὑστεραίαν αὐτὸν οἰόμενοι τὴν ξυμβολὴν ἀποτίθεσθαι.
6.2.8ὀλίγῳ δὲ ὕστερον Μαρτῖνον μὲν καὶ Βαλεριανὸν ξὺν τοῖς ἑπομένοις ἐς Νέρωνος πεδίον Βελισάριος ἔπεμψε, ξυνταράσσειν ὅτι μάλιστα ἐπιστείλας τὸ τῶν πολεμίων στρατόπεδον.
6.2.9ἐκ δὲ πυλίδος Πιγκιανῆς ἱππέας ἑξακοσίους ἐπὶ τῶν βαρβάρων τὰ χαρακώματα ἔστελλεν.
6.2.10οἷς δὴ τρεῖς τῶν αὑτοῦ δορυφόρων ἐπέστησεν, Ἀρτασίρηντε ἄνδρα Πέρσην καὶ Βώχαν Μασσαγέτην γένος καὶ Κουτίλαν Θρᾷκα. καὶ πολλοὶ μὲν αὐτοῖς τῶν ἐναντίων ἀπήντησαν.
6.2.11χρόνον δὲ πολὺν ἡ μάχη ἐν χερσὶν οὐκ ἐγίνετο, ἀλλ’ἐπιοῦσίτε ὑπεχώρουν ἀλλήλοις καὶ τὰς διώξεις ἑκάτεροι ἀγχιστρόφους ποιούμενοι ἐῴκεισαν βουλομένοις ἐς τοῦτο σφίσι δαπανᾶσθαι τὸν τῆς ἡμέρας χρόνον.
6.2.12προϊόντες μέντοι ὀργῇ ἐς ἀλλήλους εἴχοντο ἤδη. καρτερᾶςτε γεγενημένης τῆς ξυμβολῆς, ἑκατέρων μὲν πολλοὶ καὶ ἄριστοι ἔπεσον, ἀμφοτέροις δὲ ἀπότε τῆς πόλεως καὶ τῶν χαρακωμάτων ἐπίκουροι ἦλθον.
6.2.13ὧν δὴ ἀναμιγνυμένων τοῖς μαχομένοις ἔτι μᾶλλον ὁ πόνος ἐπὶ μέγα ᾔρετο. καὶ ἡ κραυγὴ τήντε πόλιν καὶ τὰ στρατόπεδα περιλαβοῦσα τοὺς μαχομένους ἐξέπλησσε.
6.2.14τέλος δὲ Ῥωμαῖοι ἀρετῇ ὠσάμενοι τοὺς πολεμίους ἐτρέψαντο. ἐν τούτῳ τῷ ἔργῳ Κουτίλας μέσην τὴν κεφαλὴν ἀκοντίῳ πληγεὶς καὶ ταύτῃ τὸ δοράτιον ἐμπεπηγὸς ἔχων ἐδίωκε.
6.2.15τῆςτε τροπῆς γενομένης ἅμα τοῖς περιοῦσιν ἐς τὴν πόλιν ἀμφὶ ἡλίου δύσιν ἐσήλασε, κραδαινομένου οἱ ἐν τῇ κεφαλῇ τοῦ ἀκοντίου, θέαμα λόγου πολλοῦ ἄξιον.
6.2.16ἐν τούτῳ δὲ καὶ Ἄρζην, τῶν Βελισαρίου ὑπασπιστῶν ἕνα, τῶν τις Γότθων τοξότης μεταξὺ τῆςτε ῥινὸς καὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ βάλλει.
6.2.17καὶ τοῦ μὲν τοξεύματος ἡ ἀκὶς ἄχρι ἐς τὸν αὐχένα ὀπίσω διῆλθεν, οὐ μέντοι διεφάνη, τοῦ δὲ ἀτράκτου τὸ λειπόμενον ἐπῆντε τῷ προσώπῳ καὶ ἱππευομένου τοῦ ἀνθρώπου ἐσείετο.
6.2.18ὃν δὴ ξὺν τῷ Κουτίλᾳ θεώμενοι ἐν θαύματι μεγάλῳ ἐποιοῦντο Ῥωμαῖοι, ὅτι δὴ ἱππεύοντο, οὐδεμίαν ἐπιστροφὴν τοῦ κακοῦ ἔχοντες. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
6.2.19ἐν δὲ Νέρωνος πεδίῳ τὰ βαρβάρων πράγματα καθυπέρτερα ἦν. οἵτε ἀμφὶ Βαλεριανὸν καὶ Μαρτῖνον, πλήθει πολλῷ πολεμίων μαχόμενοι, καρτερῶς μὲν ὑφίσταντο, ἔπασχον δὲ τὰ δεινότατα, καὶ κινδύνου ἐς μέγα τι ἀφίκοντο χρῆμα.
6.2.20καὶ τότε δὴ Βελισάριος Βώχαν ἐκέλευεν ἐπαγόμενον τοὺς ξὺν αὐτῷ ἀκραιφνέσι σώμασίτε καὶ ἵπποις ἐκ τῆς ξυμβολῆς ἐπανήκοντας ἐς Νέρωνος πεδίον ἰέναι.
6.2.21ἤδη δὲ ἦν τῆς ἡμέρας ὀψέ. καὶ Ῥωμαίοις τῶν ἀμφὶ Βώχαν ἐπιβεβοηθηκότων ἐκ τοῦ αἰφνιδίου τροπὴ τῶν βαρβάρων ἐγίνετο, ἐς ἣν ἐπὶ πλεῖστον Βώχας ἐμπεσὼν ἐς κύκλωσιν δυοκαίδεκα πολεμίων δόρατα φερόντων ἀφίκετο.
6.2.22καὶ αὐτὸν ἔπαισαν μὲν ὁμοῦ τοῖς δόρασιν ἅπαντες. τοῦ δὲ θώρακος ὑφισταμένου αἱ μὲν ἄλλαι πληγαὶ οὐ σφόδρα ἐλύπουν, εἷς δὲ τῶν Γότθων ἐξόπισθεν ὑπὲρ μασχάλην τὴν δεξιὰν γυμνοῦ τοῦ σώματος ἄγχιστα τοῦ ὤμου ἐπιτυχὼν ἔπληξε τὸν νεανίαν, οὐ καιρίαν μέντοι, οὐ δὲ ἐς θανάτου κίνδυνον ἄγουσαν.
6.2.23ἔμπροσθεν δὲ ἄλλος μηρὸν αὐτοῦ τὸν εὐώνυμον νύξας τὸν ταύτῃ μυῶνα οὐκ εὐθείᾳ τινὶ, ἀλλ’ἐγκαρσίᾳ πληγῇ ἔτεμε.
6.2.24Βαλεριανὸς δὲ καὶ Μαρτῖνος τὰ ποιούμενα κατεῖδόντε καὶ οἱ ἐπιβεβοηθηκότες ὡς τάχιστα ἔτρεψάντε τοὺς πολεμίους καὶ τοῦ χαλινοῦ τοῦ Βώχα ἵππου ἄμφω λαβομένω ἐς τὴν πόλιν ἀφίκοντο. νύξτε ἐπεγένετο καὶ ξὺν τοῖς χρήμασιν Εὐθάλιος ἦλθεν.
6.2.25ἐπεὶ δὲ ἅπαντες ἐν τῇ πόλει ἐγένοντο, τῶν τραυμάτων ἐπεμελοῦντο. Ἄρζου μὲν οὖν τὸ βέλος ἀπὸ τοῦ προσώπου ἀφέλκεσθαι βουλόμενοι οἱ ἰατροὶ χρόνον τινὰ ἤσχαλλον, οὐχ ὅτι τοῦ ὀφθαλμοῦ ἕνεκεν, ὃν δὴ οὐκ ἄν ποτε σωθήσεσθαι ὑπετόπαζον, ἀλλ’ὅπως μὴ ὑμένωντε καὶ νεύρων τρήσεσιν, οἷα πολλὰ ἐνταῦθά ἐστιν, ἄνδρα τῆς Βελισαρίου οἰκίας ἄριστον διαφθείρωσιν.
6.2.26ἔπειτα δὲ τῶν τις ἰατρῶν, Θεόκτιστος ὄνομα, ὄπισθεν ἐς τὸν αὐχένα ἐρείσας ἐπυνθάνετο τοῦ ἀνθρώπου εἰ λίαν ἀλγοίη.
6.2.27τοῦ δὲ ἀλγεῖν φήσαντος, οὐκοῦν αὐτόςτε σωθήσῃ, εἶπε, καὶ τὴν ὄψιν οὐκ ἂν βλαβήσῃ. ταῦτα δὲ ἰσχυρίσατο τεκμηράμενος, ὅτι τοῦ βέλους ἡ ἀκὶς τοῦ δέρματος οὐ πόρρω διήκει.
6.2.28τοῦ μὲν οὖν ἀτράκτου ὅσον ἔξω ἐφαίνετο ἐκτεμὼν ἔρριψε, διελὼν δὲ τῶν ἰνίων τὸ δέρμα, οὗ μάλιστα ὁ ἀνὴρ πολυώδυνος ἦν, ἐντεῦθεν πόνῳ οὐδενὶ τὴν ἀκίδα ἐφείλκυσε, τρισίτε προὔχουσαν ὀπίσω ὀξείαις καὶ μοῖραν τοῦ βέλους τὴν λειπομένην ξὺν αὐτῇ φέρουσαν.
6.2.29οὕτωτε Ἄρζης κακῶντε παντάπασιν ἀπαθὴς ἔμεινε καὶ οὐ δὲ ἴχνος αὐτοῦ τῆς πληγῆς ἐς τὸ πρόσωπον ἀπελείπετο.
6.2.30Κουτίλας δὲ βιαιότερον τοῦ δορατίου ἐκ τῆς κεφαλῆς ἀφαιρεθέντος (ἐπεπήγει γὰρ ἐπὶ πλεῖστον) ἐς λειποθυμίαν ἐξέπεσεν.
6.2.31ἐπεὶ δέ οἱ φλεγμαίνειν αἱ τῇδε μήνιγγες ἤρξαντο, φρενίτιδι νόσῳ ἁλοὺς οὐ πολλῷ ὕστερον ἐτελεύτησε.
6.2.32Βώχαν μέντοι αὐτίκα αἵματόςτε ῥύσις ἄφατος ἐκ τοῦ μηροῦ ἔσχε καὶ τεθνηξομένῳ οὐκ ἐς μακρὰν ἐῴκει. αἴτιον δὲ τούτου εἶναι ἰατροὶ ἔλεγον, ὅτι οὐκ ἐπ’εὐθείας, ἀλλ’ἐγκαρσίᾳ ἐντομῇ τὸν μυῶνα ἡ πληγὴ ἔκοψεν. ἡμέραις γοῦν ἀπέθανε τρισὶν ὕστερον.
6.2.33διὰ ταῦτα μὲν οὖν Ῥωμαῖοι τὴν νύκτα ὅλην ἐκείνην ἐν πένθει μεγάλῳ ἐγένοντο. Γότθων δὲ θρῆνοίτε πολλοὶ καὶ κωκυτοὶ μεγάλοι ἐκ τῶν χαρακωμάτων ἠκούοντο.
6.2.34καὶ ἐθαύμαζόν γε Ῥωμαῖοι, ἐπεὶ οὐδὲν ἐδόκει πάθος ξυμβῆναι τοῖς πολεμίοις λόγου ἄξιον τῇ προτεραίᾳ, πλήν γε δὴ ὅτι οὐκ ὀλίγοι αὐτῶν ἐν ταῖς ξυμβολαῖς διεφθάρησαν.
6.2.35ὅπερ καὶ πρότερον αὐτοῖς οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ξυνενεχθὲν οὐ λίαν γε αὐτοὺς διὰ τὴν πολυανθρωπίαν ἐτάραξεν.
6.2.36ἐγνώσθη μέντοι τῇ ὑστεραίᾳ ὡς ἄνδρας δοκίμους ἐς τὰ μάλιστα τοῦ ἐν Νέρωνος πεδίῳ στρατοπέδου Γότθοι ἐθρήνουν, οὓς δὴ ὁ Βώχας ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινεν.
6.2.37ἐγένοντο δὲ καὶ ἄλλαι οὐκ ἀξιόλογοι ξυμβολαὶ, ἅσπερ μοι ξυγγράψαι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. πάσας μέντοι ἑπτὰ καὶ ἑξήκοντα ἐν τῇδε τῇ πολιορκίᾳ ξυνηνέχθη γενέσθαι, καὶ δύο δὴ ἄλλας ὑστάτας, αἵ μοι ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσονται.
6.2.38τότε δὲ ὅτε χειμὼν ἔληγε καὶ τὸ δεύτερον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
6.3.1ἤδη δὲ τῆς θερινῆς τροπῆς ἀρξαμένης λιμόςτε ὁμοῦ καὶ λοιμὸς τοῖς ἐν τῇ πόλει ἐπέπεσε. καὶ τοῖς στρατιώταις σῖτος μὲν ἔτι ἐλείπετο, ἄλλο δὲ τῶν ἐπιτηδείων οὐδὲν, Ῥωμαίους δὲ τοὺς ἄλλους ὅτε σῖτος ἐπελελοίπει καὶ ὁ λιμὸς ἀκριβῶς ξὺν τῷ λοιμῷ ἐπίεζεν.
6.3.2ὧν δὴ οἱ Γότθοι αἰσθόμενοι μάχῃ μὲν διακινδυνεύειν πρὸς τοὺς πολεμίους οὐκέτι ἤθελον, ἐφύλασσον δὲ ὅπως αὐτοῖς μηδὲν τοῦ λοιποῦ ἐσκομίζοιτο.
6.3.3ἐστὸν δὲ ὕδατος ὀχετὼ δύο μεταξὺ Λατίνηςτε καὶ Ἀππίας ὁδοῦ, ὑψηλὼ ἐς ἄγαν, κυρτώμασίτε ἐπὶ πλεῖστον ἀνεχομένω.
6.3.4τούτω δὴ τὼ ὀχετὼ ἐν χώρῳ διέχοντι Ῥώμης σταδίοις πεντήκοντα ξυμβάλλετόντε ἀλλήλοιν καὶ τὴν ἐναντίαν ὁδὸν δι’ὀλίγου τρέπεσθον.
6.3.5ὁ γὰρ ἔμπροσθεν χώραν λαχὼν τὴν ἐν δεξιᾷ τηνικαῦτα χωρεῖ φερόμενος τὰ εὐώνυμα.
6.3.6πάλιν δὲ ξυνιόντε καὶ χώραν τὴν προτέραν ἀπολαβόντε τὸ λοιπὸν διακέκρισθον, καὶ ἀπ’αὐτοῦ χῶρον τὸν μεταξὺ ὀχύρωμα ξυμβαίνει τῷ ἐκ τῶν ὀχετῶν περιβάλλεσθαι.
6.3.7τούτων δὲ τὰ κάτω κυρτώματα οἱ βάρβαροι λίθοιςτε καὶ πηλῷ φράξαντες φρουρίου σχῆμα πεποίηνται κα- κἀνταῦθα οὐχ ἧσσον ἢ ἐς ἑπτακισχιλίους ἐνστρατοπεδευσάμενοι φυλακὴν εἶχον τοῦ μηκέτι τοὺς πολεμίους ἐς τὴν πόλιν τι τῶν ἐπιτηδείων ἐσκομίζεσθαι.
6.3.8τότε δὴ Ῥωμαίους πᾶσα μὲν ἐλπὶς ἀγαθοῦ ἐπελελοίπει, πᾶσα δὲ ἰδέα κακοῦ περιεστήκει. τέως μὲν οὖν ὁ σῖτος ἤκμαζε, τῶν στρατιωτῶν οἱ εὐτολμότατοι ἐναγούσης αὐτοὺς τῆς τῶν χρημάτων ἐπιθυμίας τοῖς ἵπποιςτε ὀχούμενοι καὶ ἄλλους ἐφέλκοντες ἐν τοῖς ληΐοις ἐγίνοντο νύκτωρ τῆς πόλεως οὐ μακρὰν ἄποθεν.
6.3.9τέμνοντέςτε τοὺς ἀστάχυας καὶ τοῖς ἵπποις, οὓς αὐτοὶ ἐφεῖλκον, ἐνθέμενοι, ἐς τὴν πόλιν λανθάνοντες τοὺς πολεμίους ἐκόμιζον χρημάτωντε μεγάλων Ῥωμαίων τοῖς εὐδαίμοσιν ἀπεδίδοντο.
6.3.10οἱ μέντοι ἄλλοι βοτάναις τισὶν ἀπέζων, οἷαι πολλαὶ ἀμφίτε τὰ προάστεια καὶ τοῦ περιβόλου ἐντὸς γίνονται. βοτάνη γὰρ γῆν τὴν Ῥωμαίων οὔτε χειμῶνος ὥρᾳ οὔτε ἐς ἄλλον τινὰ ἐπιλείπει καιρὸν, ἀλλ’ἀνθεῖτε ἀεὶ καὶ τέθηλεν ἐς πάντα τὸν χρόνον.
6.3.11ἀφ’οὗ δὴ καὶ ἱπποφορβεῖν ἐνταῦθα τοὺς πολιορκουμένους τετύχηκε. τινὲς δὲ καὶ ἐξ ἡμιόνων τῶν ἐν Ῥώμῃ θνησκόντων ἀλλᾶντας ποιούμενοι ἀπεδίδοντο λάθρα.
6.3.12ἐπεὶ δὲ σῖτον τὰ λήϊα οὐκέτι εἶχε καὶ ἐς μέγα κακὸν ἅπαντες Ῥωμαῖοι ἀφίκοντο, Βελισάριόντε περιίσταντο καὶ μάχῃ μιᾷ διακρίνεσθαι πρὸς τοὺς πολεμίους ἠνάγκαζον, Ῥωμαίων οὐδένα τῆς ξυμβολῆς ἀπολείψεσθαι ὑποσχόμενοι. καὶ αὐτῷ ἀπορουμένῳτε τοῖς παροῦσι καὶ λίαν ἀχθομένῳ τῶν ἀπὸ τοῦ δήμου ἔλεξάν τινες τοιάδε Οὐ προσδεχομένους ἡμᾶς ἡ παροῦσα, ὦ στρατηγὲ, κατέλαβε τύχη, ἀλλ’εἰς πᾶν ἡμῖν το- τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε.
6.3.14τετυχηκότες γὰρ ὧν πρότερον ἐν ἐπιθυμίᾳ κατέστημεν, τανῦν ἐς τὴν παροῦσαν ξυμφορὰν ἥκομεν, καὶ περιέστηκεν ἡμῶν ἡ προλαβοῦσα δόξα τὸ καλῶς τῆς βασιλέως προμηθείας ἐφίεσθαι, νῦν ἄνοιάτε οὖσα καὶ κακῶν τῶν μεγίστων ὑπόθεσις.
6.3.15ἀφ’οὗ δὴ ἐς τόδε ἀνάγκης ἀφίγμεθα ὥστε ἐν τῷ παρόντι ἔτι βιάζεσθαι καὶ πρὸς τοὺς βαρβάρους ὁπλίζεσθαι τετολμήκαμεν.
6.3.16καὶ συγγνώμη μὲν εἰ πρὸς Βελισάριον θρασυνόμεθα. γαστὴρ γὰρ οὐκ οἶδεν ἀποροῦσα τῶν ἀναγκαίων αἰσχύνεσθαι.
6.3.17ἀπολελογήσθω δὲ ἡμῖν τῆς προπετείας ἡ τύχη. πάντων γὰρ εἰκότως ἀνιαρότατος εἶναι δοκεῖ μηκυνόμενος τοῖς οὐκ εὖ φερομένοις ὁ βίος. τὰ μὲν οὖν ξυμπεσόντα ἡμῖν ὁρᾷς δήπουθεν.
6.3.18ἀγροὶ μὲν οὗτοι καὶ χώρα ξύμπασα ὑποπέπτωκε ταῖς τῶν πολεμίων χερσίν. ἡ πόλις δὲ αὕτη τῶν ἀγαθῶν ἀποκέκλεισται πάντων οὐκ ἴσμεν ἐξ ὅτου δὴ χρόνου.
6.3.19Ῥωμαίων δὲ οἱ μὲν ἤδη κεῖνται, τὸ μη δὲ γῇ κρύπτεσθαι κληρωσάμενοι, ἡμεῖς δὲ οἱ περιόντες, ὡς ἂν συλλήβδην εἴπωμεν ἅπαντα τὰ δεινὰ, ξυντετάχθαι τοῖς οὕτω κειμένοις εὐχόμεθα.
6.3.20πάντα γὰρ τοῖς ἐντυγχάνουσιν ὁ λιμὸς τὰ κακὰ φορητέα δείκνυσιν, ἔνθατε ἂν φαίνηται, μετὰ τῆς τῶν ἄλλων ἐπέρχεται λήθης καὶ θανάτους ἅπαντας, πλὴν τοῦ παρ’αὐτοῦ προσιόντος, πρὸς ἡδονῆς εἶναι τοῖς ἀνθρώποις ἐργάζεται.
6.3.21ἕως τοίνυν ἔτι μὴ κεκράτηκεν ἡμῶν τὸ κακὸν, δὸς ἡμῖν ὑπὲρ ἡμῶν αὐτῶν ἀνελέσθαι τὴν ἀγωνίαν, ἐξ ἧς ἡμῖν ἢ περιεῖναι τῶν πολεμίων ἢ τῶν δυσχερῶν ἀπηλλάχθαι ξυμβήσεται.
6.3.22οἷς μὲν γὰρ ἐλπίδα σωτηρίας ἡ μέλλησις φέρει, πολλὴ ἄνοια ἂν εἴη προτερήσασιν ἐς κίνδυνον τὸν ὑπὲρ τῶν ὅλων καθίστασθαι, οἷς δὲ τῇ βραδυτῆτι δυσκολώτερος ὁ ἀγὼν γίνεται, τὸ καὶ πρὸς ὀλίγον ἀναβάλλεσθαι χρόνον τῆς παραυτίκα προπετείας μεμπτότερον.
6.3.23Ῥωμαῖοι μὲν τοσαῦτα εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε Ἀλλ’ἔμοιγε καὶ λίαν προσδεχομένῳ τὰ παρ’ὑμῶν γεγένηται πάντα, ἐκβέβηκε δὲ παρὰ δόξαν οὐδέν.
6.3.24ἐγὼ γὰρ πάλαι οἶδα δῆμον ὅτι πρᾶγμα ἀβουλότατόν ἐστι, καὶ οὔτε τὰ παρόντα φέρειν πέφυκεν οὔτε τὰ μέλλοντα προβουλεύεσθαι, ἀλλ’ἐγχειρεῖν μὲν εὐπετῶς ἀεὶ τοῖς ἀμηχάνοις, διαφθείρεσθαι δὲ ἀνεπισκέπτως ἐπίσταται μόνον.
6.3.25ἐγὼ μέντοι οὐκ ἄν ποτε διὰ τὴν ὑμετέραν ὀλιγωρίαν οὔτε ὑμᾶς ἀπολέσαιμι ἑκών γε εἶναι οὔτε ὑμῖν τὰ βασιλέως συνδιαφθείραιμι πράγματα.
6.3.26πόλεμος γὰρ οὐκ ἐξ ἀλογίστου σπουδῆς κατορθοῦσθαι φιλεῖ, ἀλλ’εὐβουλίᾳτε καὶ προμηθείᾳ τὴν τῶν καιρῶν ἀεὶ σταθμώμενος ῥοπήν.
6.3.27ὑμεῖς μὲν οὖν πεττεύειν οἰόμενοι τὸν ἕνα βούλεσθε ὑπὲρ ἁπάντων ἀναρρίπτειν κύβον, ἐμοὶ δὲ οὐ σύνηθες αἱρεῖσθαι πρὸ τοῦ ξυμφόρου τὸ σύντομον.
6.3.28εἶτα σὺν ἡμῖν ἐπαγγέλλεσθε τοῖς πολεμίοις διὰ μάχης ἰέναι, πότε τὰς μελέτας τοῦ πολέμου πεποιημένοι; ἢ ποῖος τὰ τοιαῦτα ἐκμαθὼν τοῖς ὅπλοις οὐκ οἶδεν ὅτι οὐ χωρεῖ ἄχρι τῆς διαπείρας ἡ μάχη; οὐ δὲ αὐτός οἱ ἐμμελετᾶν ὁ πολέμιος ἐν τοῖς ἀγῶσι παρέχεται.
6.3.29νῦν μὲν τὴν προθυμίαν ὑμῶν ἄγαμαι καὶ συγγνώμων εἰμὶ ταραχῆς τῆσδε.
6.3.30ὡς δὲ ὑμῖν ταῦτα οὐκ εἰς καιρὸν γέγονε καὶ ἡμεῖς μελλήσει προμηθεῖ χρώμεθα ἐγὼ δηλώσω. στράτευμα ἡμῖν ἀριθμοῦ κρεῖσσον ἐκ πάσης γῆς ἀθροίσας βασιλεὺς ἔπεμψε καὶ στόλος, ὅσος οὐ πώποτε Ῥωμαίοις ξυνέστη, τήντε Καμπανίας ἀκτὴν καὶ κόλπου τοῦ Ἰονίου τὰ πλεῖστα καλύπτει.
6.3.31ὀλίγωντε ἡμερῶν ξὺν πᾶσι τοῖς ἐπιτηδείοις παρ’ἡμᾶς ἥξουσι, τήντε ἀπορίαν ἡμῖν διαλύσοντες καὶ πλήθει βελῶν τὰ τῶν βαρβάρων στρατόπεδα καταχώσοντες.
6.3.32ἐλογισάμην οὖν ἐς τὴν ἐκείνων παρουσίαν τὸν τῆς ξυμβολῆς μᾶλλον ἀποθέσθαι καιρὸν καὶ ξὺν τῷ ἀσφαλεῖ τὸ τοῦ πολέμου πορίζεσθαι κράτος, ἢ σπουδῇ ἀλογίστῳ θρασυνόμενος τὴν τῶν ὅλων σωτηρίαν προΐεσθαι. ὅπως δὲ αὐτίκατε ἥξουσι καὶ μὴ περαιτέρω μελλήσουσιν, ἐγὼ προνοήσω.
6.4.1τούτοις μὲν Ῥωμαίων τὸν δῆμον παραθρασύνας Βελισάριος ἀπεπέμψατο, Προκόπιον δὲ, ὃς τάδε ξυνέγραψεν, αὐτίκα ἐς Νεάπολιν ἐκέλευεν ἰέναι. φήμη γάρ τις περιήγγελλεν ὡς στράτευμα ἐνταῦθα βασιλεὺς πέμψειε.
6.4.2καί οἱ ἐπέστελλε ναῦςτε ὅτι πλείστας σίτου ἐμπλήσασθαι καὶ στρατιώτας ἀγεῖραι ἅπαντας, ὅσους ἐν τῷ παρόντι ἐκ Βυζαντίου ἥκειν τετύχηκεν, ἢ ἵππων φυλακῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἐνταῦθα λελεῖφθαι, οἵους δὴ πολλοὺς ἐς τὰ ἐν Καμπανίᾳ χωρία ἠκηκόει ἰέναι, τινὰς δὲ καὶ τῶν ταύτῃ φρουρῶν ἀφελέσθαι, ἥξειντε ξὺν αὐτοῖς τὸν σῖτον παρακομίζοντι ἐς Ὀστίαν, ὅθι τὸ Ῥωμαίων ἐπίνειον.
6.4.3καὶ ὁ μὲν ξὺν τῷ Μουνδίλᾳ τῷ δορυφόρῳ καὶ ὀλίγοις ἱππεῦσι διὰ πύλης, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, νύκτωρ διῆλθε, λαθὼν τὸ τῶν πολεμίων στρατόπεδον, ὅπερ ἄγχιστα ὁδοῦ τῆς Ἀππίας ἐφύλασσεν.
6.4.4ἐπειδήτε ἐς Ῥώμην οἱ ἀμφὶ Μουνδίλαν ἐπανήκοντες ἀφῖχθαι ἤδη Προκόπιον ἐς Καμπανίαν οὐδενὶ ἐντυχόντα τῶν βαρβάρων ἀπήγγελλον, νύκτωρ γὰρ οὔποτε τοὺς πολεμίους ἔξω τοῦ στρατοπέδου πορεύεσθαι, εὐέλπιδες μὲν γεγένηνται πάντες, Βελισάριος δὲ θαρσήσας ἤδη ἐπενόει τάδε ·
6.4.5τῶν ἱππέων πολλοὺς ἐς τὰ πλησίον ἐξέπεμπεν ὀχυρώματα, ἐπιστείλας, ἤν τινες τῶν πολεμίων ταύτῃ ἴωσιν, ἐφ’ᾧ τὰ ἐπιτήδεια ἐς τὰ στρατόπεδα ἐσκομίσονται, ἔνθεν αὐτοῖς ἐπεκδρομάςτε καὶ ἐνέδρας πανταχόθι τῶν τῇδε χωρίων ἀεὶ ποιουμένους μὴ ἐπιτρέπειν, ἀλλὰ παντὶ σθένει ἀπείργειν, ὅπως ἥτε πόλις ἐλασσόνως ἢ πρότερον τῇ ἀπορίᾳ πιέζοιτο καὶ οἱ βάρβαροι πολιορκεῖσθαι μᾶλλον ἢ αὐτοὶ πολιορκεῖν Ῥωμαίους δόξειαν.
6.4.6Μαρτῖνον μὲν οὖν καὶ Τραϊανὸν ξὺν χιλίοις ἐς Ταρακίναν ἐκέλευσεν ἰέναι. οἷς δὴ καὶ Ἀντωνίναν τὴν γυναῖκα ξυνέπεμψεν, ἐντειλάμενος ἔςτε Νεάπολιν αὐτὴν στέλλεσθαι ξὺν ὀλίγοις τισὶ καὶ τύχην ἐκ τοῦ ἀσφαλοῦς τὴν σφίσι ξυμβησομένην καραδοκεῖν.
6.4.7Μάγνον δὲ καὶ Σινθούην τὸν δορυφόρον πεντακοσίους μάλιστα ἐπαγομένους ἐς Τίβουριν τὸ φρούριον ἔπεμψε, σταδίους τεσσαράκοντα καὶ ἑκατὸν Ῥώμης διέχον.
6.4.8ἐς μέντοι τὸ Ἀλβανῶν πόλισμα, σταδίους μὲν τοσούτους ἀπέχον, ἐν δὲ τῇ Ἀππίᾳ ὁδῷ κείμενον, πρότερον ἤδη Γόνθαριν ξὺν Ἐρούλοις τισὶ πέμψας ἔτυχεν, οὓς δὴ οἱ Γότθοι βιασάμενοι ἐξήλασαν ἐνθένδε οὐ πολλῷ ὕστερον.
6.4.9ἔστι δέ τις νεὼς Παύλου τοῦ ἀποστόλου, Ῥώμης τοῦ περιβόλου τεσσαρεσκαίδεκα σταδίους ἀπέχων. ὅτε ποταμὸς αὐτὸν παραρρεῖ Τίβερις. ἐνταῦθα ὀχύρωμα μὲν οὐδαμῆ ἐστι, στοὰ δέ τις ἄχρι ἐς τὸν νεὼν διήκουσα ἐκ τῆς πόλεως, ἄλλαιτε πολλαὶ οἰκοδομίαι ἀμφ’αὐτὸν οὖσαι οὐκ εὐέφοδον ποιοῦσι τὸν χῶρον.
6.4.10ἔστι δέ τις καὶ αἰδὼς πρὸς ταῦτα δὴ τὰ ἱερὰ τοῖς Γότθοις. ἐς οὐδέτερον γοῦν τοῖν ἀποστόλοιν νεὼν παρὰ πάντα τὸν τοῦ πολέμου καιρὸν ἄχαρί τι πρὸς αὐτῶν γέγονεν, ἀλλὰ πάντα τῇδε τοῖς ἱερεῦσιν, ᾗπερ εἰώθει, ἐξοσιοῦσθαι ξυμβέβηκεν.
6.4.11ἐν τούτῳ δὲ τῷ χωρίῳ Βαλεριανὸν, τοὺς Οὔννους ἅπαντας ἀπαγαγόντα, χαράκωμα παρὰ τοῦ Τιβέριδος τὴν ὄχθην ἐκέλευε ποιεῖσθαι, ὅπως ἂν αὐτοῖςτε ἀδεέστερον οἱ ἵπποι τρέφοιντο καὶ οἱ Γότθοι μᾶλλον ἔτι ἀναστέλλοιντο τοῦ κατ’ἐξουσίαν ὡς ἀπωτάτω τῶν στρατοπέδων τῶν σφετέρων ἰέναι.
6.4.12ὁ δὲ κατὰ ταῦτα ἐποίει. ἐπειδήτε οἱ Οὖννοι ἐνταῦθα ἐστρατοπεδεύσαντο, οὗπερ ὁ στρατηγὸς ἐνετέλλετο, ἐς τὴν πόλιν ἀπήλαυνε.
6.4.13ταῦτα μὲν οὖν Βελισάριος διαπεπραγμένος ἡσύχαζε, μάχης μὲν οὐκ ἄρχων, ἐκ δὲ τοῦ τείχους ἀμύνεσθαι προθυμούμενος, ἤν τις ἔξωθεν ἐπ’αὐτὸ κακουργήσων ἴοι.
6.4.14καὶ σῖτον μέντοι τισὶ τοῦ Ῥωμαίων δήμου παρείχετο. Μαρτῖνος δὲ καὶ Τραϊανὸς διελθόντες νύκτωρ τὰ τῶν πολεμίων στρατόπεδα, ἐπειδὴ ἐν Ταρακίνῃ ἐγένοντο, Ἀντωνίναν μὲν ἐς Καμπανίαν ξὺν ὀλίγοις τισὶν ἔπεμψαν, αὐτοὶ δὲ τὰ ταύτῃ ὀχυρώματα καταλαβόντες, ἔνθεντε ὁρμώμενοι καὶ τὰς ἐφόδους ἐκ τοῦ αἰφνιδίου ποιούμενοι, τῶν Γότθων τοὺς ἐς τὰ ἐκείνῃ χωρία περιιόντας ἀνέστελλον. Μάγνος δὲ καὶ Σινθούης τοῦτε φρουρίου ὅσα καταπεπτώκει ἐν βραχεῖ ἀνῳκοδομήσαντο χρόνῳ καὶ ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ ἐγένοντο, ἤδη μᾶλλον ἐλύπουν τοὺς πολεμίους ἅτε αὐτῶν τὸ ἐπιτείχισμα οὐκ ἄποθεν ὂν συχνάτε καταθέοντες καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήσσοντες ἀεὶ τῶν βαρβάρων τοὺς τὰ ἐπιτήδεια παραπέμποντας, ἕως Σινθούης ἐν μάχῃ δή τινι δόρατι πληγεὶς τὴν δεξιὰν χεῖρα τῶντε νεύρων οἱ ἀποκοπέντων ἀπόμαχος τὸ λοιπὸν γέγονε.
6.4.15καὶ Οὖννοι δὲ τὸ στρατόπεδον ἐν γειτόνων, ὥσπερ μοι ἐρρήθη, πεποιημένοι οὐκ ἐλάσσω κακὰ τοὺς Γότθους ἐποίουν, ὥστε καὶ αὐτοὶ τῷ λιμῷ ἐπιέζοντο ἤδη, οὐκέτι σφίσιν ἀδείας οὔσης τὰς τροφὰς ὥσπερ τὸ πρότερον ἐσκομίζεσθαι.
6.4.16καὶ λοιμὸς δὲ αὐτοῖς ἐπεισπεσὼν πολλοὺς ἔφθειρε, καὶ μάλιστα ἐν τῷ στρατοπέδῳ, ὅπερ αὐτοῖς ἀγχοῦ τῆς Ἀππίας ὁδοῦ ὕστατον, ὥσπερ μοι προδεδήλωται, γεγονὸς ἔτυχε.
6.4.18καὶ αὐτῶν ὀλίγοι ἐνθένδε ὅσοι οὐ διεφθάρησαν ἐς τα- τἄλλα χαρακώματα ὑπεχώρησαν. τα- ταὐτὸ δὲ τοῦτο καὶ Οὖννοι παθόντες ἐς Ῥώμην εἰσῆλθον.
6.4.19ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Προκόπιος δὲ, ἐπεὶ ἐν Καμπανίᾳ ἐγένετο, στρατιώταςτε οὐχ ἧσσον ἢ πεντακοσίους ἐνταῦθα ἤγειρε, καὶ νεῶν πολύ τι χρῆμα σίτου ἐμπλησάμενος ἐν παρασκευῇ εἶχε.
6.4.20παρῆν δέ οἱ καὶ Ἀντωνίνα οὐ πολλῷ ὕστερον καὶ τοῦ στόλου ἤδη ξὺν αὐτῷ ἐπεμελεῖτο.
6.4.21τότε καὶ τὸ ὄρος ὁ Βέβιος ἐμυκήσατο μὲν, οὐ μέντοι ἠρεύξατο, καίτοι γε καὶ λίαν ἐπίδοξος ἀπ’αὐτοῦ ἐγεγόνει ὅτι ἐρεύξεται. διὸ δὴ καὶ τοῖς ἐπιχωρίοις ξυνέβη ἐς δέος μέγα ἐμπεπτωκέναι.
6.4.22τὸ δὲ ὄρος τοῦτο Νεαπόλεως μὲν ἑβδομήκοντα σταδίοις διέχει, τετραμμένον αὐτῆς πρὸς βορρᾶν ἄνεμον, ἀπότομον δὲ ἀτεχνῶς ἐστι, τὰ κάτω μὲν ἀμφιλαφὲς κύκλῳ, τὰ δὲ ὕπερθεν κρημνῶδέςτε καὶ δεινῶς ἄβατον.
6.4.23ἐν δὲ τῇ τοῦ Βεβίου ὑπερβολῇ σπήλαιον κατὰ μέσον μάλιστα βαθὺ φαίνεται, ὥστε εἰκάζειν αὐτὸ ἄχρι ἐς τὰ ἔσχατα τοῦ ὄρους διήκειν.
6.4.24καὶ πῦρ ἐνταῦθα ὁρᾶν πάρεστιν, ἤν τις ὑπερκύπτειν τολμήσειε, καὶ χρόνῳ μὲν τῷ ἄλλῳ ἡ φλὸξ ἐφ’ἑαυτὴν στρέφεται, πράγματα οὐδενὶ παρεχομένη τῶν ταύτῃ ἀνθρώπων, ἐπειδὰν δὲ κτύπον τινὰ μυκηθμῷ ἐμφερῆ τὸ ὄρος ἀφῇ, κόνεως μέγα τι χρῆμα οὐ πολλῷ ὕστερον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνίησι.
6.4.25καὶ ἢν μέν τινα ὁδῷ τὸ κακὸν τοῦτο βαδίζοντα λάβῃ, τοῦτον δὴ τὸν ἄνθρωπον οὐδεμία μηχανὴ βιώσεσθαί ἐστιν, ἢν δὲ οἰκίαις τισὶν ἐπιπέσῃ, πίπτουσι καὶ αὐταὶ τῷ τῆς κόνεως πλήθει ἀχθόμεναι.
6.4.26ἀνέμου δὲ σκληροῦ, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἀνιέναι μὲν αὐτὴν ξυμβαίνει ἐς ὕψος μέγα, ὡς μηκέτι ἀνθρώπῳ ὁρατὴν εἶναι, φέρεσθαι δὲ ὅπη ἂν αὐτῇ τὸ πνεῦμα ἐπίφορον ἴοι, ἐμπίπτειντε ἐς γῆν, ἣ ὡς ἑκαστάτω τυγχάνει οὖσα.
6.4.27καί ποτε μέν φασιν ἐν Βυζαντίῳ ἐπιπεσοῦσαν οὕτως ἐκπλῆξαι τοὺς ταύτῃ ἀνθρώπους ὥστε πανδημεὶ ἐξ ἐκείνου δὴ καὶ ἐς τόδε τοῦ χρόνου λιταῖς ἐνιαυσίοις ἐξιλάσκεσθαι τὸν θεὸν ἔγνωσαν, ἐς Τρίπολιν δὲ τῆς Λιβύης χρόνῳ ἑτέρῳ ἐμπεπτωκέναι.
6.4.28καὶ πρότερον μὲν ἐνιαυτῶν ἑκατὸν ἢ καὶ πλειόνων τὸν μυκηθμὸν τοῦτόν φασι γενέσθαι, ὕστερον δὲ καὶ πολλῷ ἔτι θᾶσσον ξυμβῆναι.
6.4.29τοῦτο μέντοι ἀπισχυρισάμενοι λέγουσιν, ὅτι δὴ ἐπειδὰν τῷ Βεβίῳ ταύτην ἐρεύξασθαι τὴν κόνιν ξυμβαίη, εὐθηνεῖν ἀνάγκη τὴν ἐκείνην χώραν καρποῖς ἅπασιν.
6.4.30ἀὴρ δὲ λεπτότατός ἐστι καὶ πρὸς ὑγείαν ἱκανῶς πεφυκὼς ἐν τῷ ὄρει τούτῳ πάντων μάλιστα. ἐς τοῦτο ἀμέλει τοὺς φθόῃ ἁλόντας ἐκ τῶν ἄνωθεν χρόνων ἰατροὶ πέμπουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ Βεβίῳ ταύτῃ πη ἔχει.
6.5.1ἐν τούτῳ δὲ καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου κατέπλευσεν, Ἰσαύρων μὲν ἐς τὸν Νεαπόλεως λιμένα τρισχίλιοι, ὧν Παῦλος καὶ Κόνων ἡγοῦντο, ἐς Δρυοῦντα δὲ Θρᾷκες ἱππεῖς ὀκτακόσιοι, ὧν Ἰωάννης ἦρχεν ὁ Βιταλιανοῦ τοῦ πρώην τετυραννηκότος ἀδελφιδοῦς καὶ ξὺν αὐτοῖς ἕτεροι στρατιῶται ἐκ καταλόγου ἱππικοῦ χίλιοι · ὧν ἄλλοιτε καὶ Ἀλέξανδρόςτε καὶ Μαρκέντιος ἦρχον.
6.5.2ἐτύγχανε δὲ ἤδη καὶ Ζήνων ξὺν τριακοσίοις ἱππεῦσιν ἐς Ῥώμην διάτε Σαμνίου καὶ Λατίνης ὁδοῦ ἀφικόμενος. ἐπεὶ δὲ καὶ Ἰωάννης ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Καμπανίαν ἦλθεν, ἁμάξας πολλὰς ἐκ Καλαβρῶν ἔχων, ἀνεμίγνυντο αὐτοῖς πεντακόσιοι ἠθροισμένοι ἐκ Καμπανίας, ὥσπερ μοι εἴρηται.
6.5.3οὗτοι μὲν ὁδὸν ἔχοντες τὴν παραλίαν ξὺν ταῖς ἁμάξαις ᾔεσαν ἐν νῷ ἔχοντες, ἤν τι ἀπαντήσῃ πολέμιον σφίσι, κύκλοντέ τινα καὶ χαρακώματος σχῆμα τὰς ἁμάξας ποιησάμενοι ἐνθένδε τοὺς ἐπιόντας ἀμύνασθαι, τοὺς δὲ ἀμφὶ Παῦλόντε καὶ Κόνωνα πλεῖν κατὰ τάχος ἐκέλευον, καὶ σφίσιν ἐς Ὀστίαν συμμῖξαι τὸ Ῥωμαίων ἐπίνειον, σῖτον μὲν ἱκανὸν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ναῦς δὲ ἁπάσας οὐ σίτου μόνον ἐμπλησάμενοι, ἀλλὰ καὶ οἴνου καὶ τῶν ἀναγκαίων ἁπάντων.
6.5.4καὶ αὐτοὶ μὲν τοὺς ἀμφὶ Μαρτῖνόντε καὶ Τραϊανὸν ᾤοντο ἐς τὰ ἐπὶ Ταρακίνης χωρία εὑρήσειν καὶ ξὺν αὐτοῖς ἐνθένδε ἰέναι · γεγονότες δὲ ἄγχιστα ἔμαθον ὡς ὀλίγῳ πρότερον ἐς Ῥώμην μετάπεμπτοι ἀνεχώρησαν.
6.5.5Βελισάριος δὲ τοὺς ἀμφὶ τὸν Ἰωάννην προσιέναι μαθὼν καὶ δείσας μὴ σφᾶς οἱ πολέμιοι πλήθει πολλῷ ἀπαντήσαντες διαφθείρωσιν ἐποίει τάδε.
6.5.6πύλην τὴν Φλαμινίαν, οὗ δὴ αὐτῆς ἄγχιστα ἐνστρατοπεδεύσασθαι τοὺς πολεμίους τετύχηκε, λίθων οἰκοδομίαις αὐτὸς κατ’ἀρχὰς τοῦδε τοῦ πολέμου ἀπέφραξεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι εὐπετῶς ἔχωσιν ἢ βιάζεσθαι ἤ τινα ἐπιβουλὴν ἐς τὴν πόλιν ποιεῖσθαι.
6.5.7καὶ ἀπ’αὐτοῦ ξυμβολὴν οὐδεμίαν ἐν ταύτῃ γεγονέναι ξυμβέβηκεν, οὐ δ’ἄν τι οἱ βάρβαροι ἔσεσθαι σφίσι πολέμιον ἐνθένδε ὑπώπτευον.
6.5.8ταύτης τῆς πύλης νύκτωρ τὴν οἰκοδομίαν περιελὼν, οὐδενὶ τῶν πάντων προειρημένον, τὸ πλεῖστον τοῦ στρατοῦ ἐνταῦθα ἡτοίμαζεν.
6.5.9ἅματε ἡμέρᾳ διὰ πύλης Πιγκιανῆς Τραϊανόντε καὶ Διογένην ξὺν ἱππεῦσι χιλίοις ἔπεμψεν, οὓς δὴ ἔντε τοῖς χαρακώμασι βάλλειν ἐκέλευσε καὶ, ἐπειδὰν οἱ ἐναντίοι ἐπ’αὐτοὺς ἴωσι, φεύγειντε ἥκιστα αἰδουμένους καὶ μέχρι ἐς τὸν περίβολον ἀπελαύνειν δρόμῳ.
6.5.10τινὰς δὲ καὶ ταύτης ἐντὸς τῆς πυλίδος ἔστησεν. οἱ μὲν οὖν ἀμφὶ Τραϊανὸν, καθάπερ σφίσιν ἐπέστελλε Βελισάριος, τοὺς βαρβάρους ἠρέθιζον, καὶ αὐτοὺς οἱ Γότθοι ἐκ πάντων ἀγειρόμενοι τῶν χαρακωμάτων ἠμύνοντο.
6.5.11ἀμφότεροίτε ὡς τάχιστα ἐπὶ τὸν τῆς πόλεως περίβολον ᾔεσαν, οἱ μὲν ὅτι φεύγουσι δόξαν παρέχοντες, οἱ δὲ διώκειν τοὺς πολεμίους οἰόμενοι.
6.5.12Βελισάριος δὲ, ἐπειδὴ τάχιστα τοὺς ἐναντίους ἐς τὴν δίωξιν καθισταμένους εἶδε, πύληντε τὴν Φλαμινίαν ἀνοίγνυσι καὶ τὸ στράτευμα ἐπὶ τοὺς βαρβάρους οὐ προσδεχομένους ἀφίησιν.
6.5.13ἓν δὲ τῶν Γότθων στρατόπεδον παρὰ τὴν ταύτῃ ὁδὸν ἐτύγχανεν ὄν. καί τις αὐτοῦ ἔμπροσθεν ἦν στενοχωρία κρημνώδηςτε καὶ δεινῶς ἄβατος.
6.5.14ἐνταῦθα τῶν τις βαρβάρων τεθωρακισμένοςτε καὶ σώματος ἐς ἄγαν εὖ ἥκων, ἐπειδὴ εἶδε προϊόντας τοὺς πολεμίους, προτερήσας εἱστήκει καὶ τοὺς ἑταίρους ἐκάλειτε καὶ τὴν στενοχωρίαν ξυμφυλάσσειν ἠξίου.
6.5.15Μουνδίλας δὲ φθάσας αὐτόντε ἔκτεινε καὶ τῶν ἄλλων βαρβάρων οὐδένα ἐς τοῦτον διελθεῖν τὸν στενωπὸν ξυνεχώρησε.
6.5.16διελθόντες οὖν, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἔςτε τὸ πλησίον χαράκωμα ἵκοντο καὶ αὐτοῦ τινες δι’ὀλίγου ἀποπειρασάμενοι οὐκ ἔσχον ἑλεῖν ἰσχύϊ τοῦ χαρακώματος, καίπερ οὐ πολλῶν ἐνταῦθα ἐγκαταλελειμμένων βαρβάρων.
6.5.17ἥτε γὰρ τάφρος ἐς μέγα τι βάθους ὠρώρυκτο χρῆμα καὶ χοῦς ὃς ἐνθένδε ἀφῄρητο, ἐς τὴν ἐντὸς ἀεὶ ἐντιθέμενος μοῖραν ἐς ὕψοςτε ᾔρετο καὶ ἀντὶ τείχους ἐγίνετο, τοῖςτε σκόλοψι περιεσταύρωτο ὑπερφυῶς, ὀξέσιτε λίαν καὶ συχνοῖς οὖσιν.
6.5.18οἷς δὴ θαρσοῦντες οἱ βάρβαροι καρτερῶς τοὺς πολεμίους ἠμύνοντο. εἷς δὲ τῶν Βελισαρίου ὑπασπιστῶν, Ἀκυλῖνος ὄνομα, δραστήριος ἀνὴρ ἐν τοῖς μάλιστα, λώρου λαβόμενος ἵππου, ἐνθένδε ξὺν τῷ ἵππῳ ἐς μέσον τὸ χαράκωμα ἥλατο, καί τινας τῶν ἐναντίων αὐτοῦ ἔκτεινε.
6.5.19περιστάντων δὲ αὐτὸν συχνάτε ἀκοντιζόντων τῶν ἐναντίων ὁ μὲν ἵππος πληγεὶς ἔπεσεν, αὐτὸς δὲ παρὰ δόξαν διὰ μέσων τῶν πολεμίων διέφυγε.
6.5.20πεζὸς δὲ ξὺν τοῖς ἑταίροις ἐπὶ πύλας Πιγκιανὰς ᾔει. ἔτιτε διώκοντας τοὺς βαρβάρους καταλαβόντες καὶ κατὰ νώτου βάλλοντες ἔκτειναν.
6.5.21ὅπερ δὴ οἱ ἀμφὶ Τραϊανὸν κατιδόντες, ἐπιβεβοηθηκότων σφίσι καὶ τῶν ταύτῃ ἐν παρασκευῇ καθεστώτων ἱππέων, ἐπὶ τοὺς διώκοντας δρόμῳ ἐχώρουν.
6.5.22τότε δὴ οἱ Γότθοι καταστρατηγηθέντεςτε καὶ τῶν πολεμίων ἐν μέσῳ ἐκ τοῦ ἀπροσδοκήτου ἀπειλημμένοι, οὐδενὶ κόσμῳ ἐκτείνοντο.
6.5.23πολύςτε αὐτῶν γέγονε φόνος καὶ ὀλίγοι κομιδῆ ἐς τὰ στρατόπεδα διέφυγον μόλις, οἵτε λοιποὶ περὶ πᾶσι τοῖς χαρακώμασι δείσαντες αὐτοῦ φραξάμενοι τὸ λοιπὸν ἔμενον, αὐτίκα δὴ μάλα ἐπιέναι σφίσι τοὺς Ῥωμαίους οἰόμενοι.
6.5.24ἐν τούτῳ τῷ ἔργῳ τῶν τις βαρβάρων Τραϊανὸν βάλλει ἐς τὸ πρόσωπον, ὀφθαλμοῦ μὲν τοῦ δεξιοῦ ἄνωθεν, ὀλίγῳ δὲ τῆς ῥινὸς ἄποθεν.
6.5.25καὶ σίδηρος μὲν ἅπας ἐντόςτε ἐπάγη καὶ παντάπασιν ἀφανὴς γέγονε, καίπερ μεγάληντε τὴν ἀκίδα ἔχων καὶ μακρὰν κομιδῆ, τοῦ δὲ βέλους τὸ λειπόμενον ἐς τὴν γῆν οὐδενὸς βιασαμένου εὐθὺς ἔπεσε. δοκεῖ γάρ μοι οὐ δὲ ἀσφαλῶς ἐς αὐτὸν ὁ σίδηρός πη ἐρηρεῖσθαι.
6.5.26Τραϊανῷ μέντοι αἴσθησις τούτου οὐδεμία ἐγένετο, ἀλλ’οὐδέν τι ἧσσον κτείνωντε καὶ διώκων τοὺς πολεμίους διέμεινε. πέμπτῳ δὲ ὕστερον ἐνιαυτῷ αὐτόματον ἐν τῷ προσώπῳ προὖχον τὸ τοῦ σιδήρου ἄκρον ἐφάνη.
6.5.27τρίτοντε τοῦτο ἔτος ἐξ οὗ κατὰ βραχὺ πρόεισιν ἔξω ἀεί. ἐπίδοξος οὖν ἐστι πολλῷ ὕστερον χρόνῳ ἔξω γενήσεσθαι ἡ ἀκὶς ξύμπασα. ἐμπόδιος δὲ τῷ ἀνθρώπῳ οὐδαμῆ γέγονε. ταῦτα μὲν δὴ οὕτως ἔσχεν.
6.6.1οἱ δὲ βάρβαροι εὐθὺς μὲν ἀπεγίνωσκόντε τὸν πόλεμον καὶ ὅπως ἐνθένδε ἀναχωρήσωσιν ἐν βουλῇ εἶχον, πρόςτε τοῦ λοιμοῦ καὶ τῶν πολεμίων διεφθαρμένοι, ἐς ὀλίγουςτε ἤδη ἐκ μυριάδων περιεστηκότες πολλῶν, οὐχ ἥκιστα δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο τῷ μὲν λόγῳ πολιορκοῦντες, ἔργῳ δὲ πολιορκούμενοι πρὸς τῶν ἐναντίων καὶ πάντων ἀποκεκλεισμένοι τῶν ἀναγκαίων.
6.6.2ἐπεὶ δὲ καὶ στράτευμα ἕτερον ἐλθεῖν τοῖς πολεμίοις κατὰ γῆντε καὶ θάλασσαν ἐκ Βυζαντίου ἐπύθοντο, οὐχ ὅσον ἐτύγχανεν ὂν, ἀλλ’ὅσον ἡ τῆς φήμης ἐξουσία ποιεῖν ἴσχυε, κατωρρωδηκότες τὸν κίνδυνον τὴν ἀναχώρησιν ἐν βουλῇ ἐποιοῦντο.
6.6.3ἔπεμψαν οὖν πρέσβεις ἐς Ῥώμην, Ῥωμαῖον ἄνδρα ἐν Γότθοις δόκιμον τρίτον αὐτὸν, ὃς παρὰ Βελισάριον ἐλθὼν ἔλεξε τοιάδε Ὡς μὲν οὐδετέροις ἡμῶν ἐς τὸ ξυμφέρον τὰ τοῦ πολέμου κεχώρηκεν ἐξεπίσταται ἡμῶν ἕκαστος ἐς αὐτὴν ἥκων τῶν ἐνθένδε δυσκόλων τὴν πεῖραν.
6.6.5τί γὰρ ἄν τις ἑκατέρων ἀρνηθείη τῶν στρατοπέδων, ὧν γε οὐδετέροις ἐν ἀγνοίᾳ κεῖσθαι συμπέπτωκεν;
6.6.6ὡς δὲ ἀξυνέτων ἐστὶν ἀνδρῶν ἀπέραντάτε ταλαιπωρεῖν βούλεσθαι, φιλονεικίας ἕνεκα τῆς αὐτίκα, καὶ λύσιν τῶν ἐνοχλούντων μηδεμίαν εὑρεῖν, οὐδεὶς ἂν, οἶμαι, τῶν γε οὐκ ὄντων ἀνοήτων ἀντείποι.
6.6.7ὅταν δὲ ταῦτα οὕτως ἔχῃ, τοὺς ἑκατέρων ἡγουμένους προσήκει μὴ δόξης τῆς οἰκείας τὴν τῶν ἀρχομένων σωτηρίαν προΐεσθαι, ἀλλὰ τάτε δίκαια καὶ τὰ ξύμφορα οὐ σφίσιν αὐτοῖς μόνον, ἀλλὰ καὶ τοῖς σφῶν ἐναντίοις ἑλέσθαι, οὕτωτε τὴν διάλυσιν τῶν παρόντων ποιεῖσθαι δυσκόλων.
6.6.8τὸ μὲν γὰρ τῶν μετρίων ἐφίεσθαι πᾶσι χαλεποῖς δίδωσι πόρον, τῷ δὲ φιλονείκῳ τὸ μηδὲν περαίνεσθαι τῶν δεόντων συμπέφυκεν.
6.6.9ἡμεῖς μὲν οὖν καταστροφῆς πέρι τοῦδε βουλευσάμενοι τοῦ πολέμου τὰ ξύμφορα ἑκατέροις προτεινόμενοι, ἐν οἷς τι καὶ τῶν δικαίων ἐλασσοῦσθαι οἰόμεθα, παρ’ὑμᾶς ἥκομεν.
6.6.10ὅπως δὲ καὶ ὑμεῖς μὴ φιλονεικίᾳ τινὶ πρὸς ἡμᾶς χρώμενοι ξυνδιαφθείρεσθαι μᾶλλον ἢ τὰ ξυνοίσοντα ὑμῖν αὐτοῖς ἑλέσθαι βουλεύσησθε.
6.6.11προσήκει δὲ μὴ ξυνεχεῖ ῥήσει τοὺς λόγους ἀμφοτέρους ποιεῖσθαι, ἀλλ’ὑπολαμβάνοντας ἐκ τοῦ παραυτίκα, ἤν τι μὴ ἐπιτηδείως εἰρῆσθαι δοκῇ.
6.6.12οὕτω γὰρ ἑκατέροις εἰρηκέναιτε διὰ βραχέος ὅσα σφίσι κατὰ νοῦν ἐστι καὶ τὰ δέοντα πεπραχέναι ξυμβήσεται.
6.6.13ἀπεκρίνατο Βελισάριος Οὕτω μὲν, ὅπως φατὲ, προϊέναι τὸν διάλογον οὐδὲν κωλύσει, ὅπως δὲ εἰρηναῖάτε καὶ δίκαια πρὸς ὑμῶν λέγοιτο.
6.6.14αὖθις οὖν Γότθων οἱ πρέσβεις εἶπον Ἠδικήκατε ἡμᾶς, ἄνδρες Ῥωμαῖοι, ἐπὶ φίλουςτε καὶ ξυμμάχους ὄντας ὅπλα οὐ δέον ἀράμενοι. ἐροῦμεν δὲ ἅπερ καὶ ὑμῶν ἕκαστον οἰόμεθα ξυνεπίστασθαι.
6.6.15Γότθοι γὰρ οὐ βίᾳ Ῥωμαίους ἀφελόμενοι γῆν τὴν Ἰταλίας ἐκτήσαντο, ἀλλ’Ὀδόακρός ποτε τὸν αὐτοκράτορα καθελὼν ἐς τυραννίδα τὴν τῇδε πολιτείαν μεταβαλὼν εἶχε.
6.6.16Ζήνων δὲ τότε τῆς ἑῴας κρατῶν καὶ τιμωρεῖν μὲν τῷ ξυμβεβασιλευκότι βουλόμενος καὶ τοῦ τυράννου τήνδε τὴν χώραν ἐλευθεροῦν, Ὀδοάκρου δὲ καταλῦσαι τὴν δύναμιν οὐχ οἷόςτε ὢν, Θευδέριχον ἀναπείθει τὸν ἡμῶν ἄρχοντα, καίπερ αὐτόντε καὶ Βυζάντιον πολιορκεῖν μέλλοντα, καταλῦσαι μὲν τὴν πρὸς αὐτὸν ἔχθραν τιμῆς ἀναμνησθέντα πρὸς αὐτοῦ ἧς τετύχηκεν ἤδη, πατρίκιόςτε καὶ Ῥωμαίων γεγονὼς ὕπατος, Ὀδόακρον δὲ ἀδικίας τῆς ἐς Αὐγούστουλον τίσασθαι, καὶ τῆς χώρας αὐτόντε καὶ Γότθους τὸ λοιπὸν κρατεῖν ὀρθῶς καὶ δικαίως.
6.6.17οὕτω τοίνυν παραλαβόντες τὴν τῆς Ἰταλίας ἀρχὴν τούςτε νόμους καὶ τὴν πολιτείαν διεσωσάμεθα τῶν πώποτε βεβασιλευκότων οὐδενὸς ἧσσον, καὶ Θευδερίχου μὲν ἢ ἄλλου ὁτουοῦν διαδεξαμένου τὸ Γότθων κράτος νόμος τὸ παράπαν οὐδεὶς οὐκ ἐν γράμμασιν, οὐκ ἄγραφός ἐστι.
6.6.18τὰ δὲ τῆς εἰς θεὸν εὐσεβείαςτε καὶ πίστεως οὕτω Ῥωμαίοις ἐς τὸ ἀκριβὲς ἐφυλάξαμεν, ὥστε Ἰταλιωτῶν μὲν τὴν δόξαν οὐδεὶς οὐχ ἑκὼν οὐκ ἀκούσιος ἐς τήνδε τὴν ἡμέραν μετέβαλε, Γότθων δὲ μεταβεβλημένων ἐπιστροφή τις οὐδαμῶς γέγονε.
6.6.19καὶ μὴν καὶ τὰ Ῥωμαίων ἱερὰ τιμῆς παρ’ἡμῶν τῆς ἀνωτάτω τετύχηκεν. οὐ γὰρ οὐδεὶς εἴς τι τούτων καταφυγὼν πώποτε πρὸς οὐδενὸς ἀνθρώπων βεβίασται, ἀλλὰ καὶ πάσας τὰς τῆς πολιτείας ἀρχὰς αὐτοὶ μὲν διαγεγόνασιν ἔχοντες, Γότθος δὲ αὐτῶν μετέσχεν οὐδείς.
6.6.20ἢ παρελθών τις ἡμᾶς ἐλεγχέτω, ἢν μὴ μετὰ τοῦ ἀληθοῦς ἡμῖν εἰρῆσθαι οἴηται. προσθείη δ’ἄν τις ὡς καὶ τὸ τῶν ὑπάτων ἀξίωμα Γότθοι ξυνεχώρουν Ῥωμαίοις πρὸς τοῦ τῶν ἑῴων βασιλέως ἐς ἕκαστον ἔτος κομίζεσθαι.
6.6.21ὑμεῖς δὲ, τούτων τοιούτων ὄντων, Ἰταλίας μὲν οὐ προσεποιεῖσθε, κακουμένης ὑπὸ τῶν Ὀδοάκρου βαρβάρων, καίπερ οὐ δι’ὀλίγου, ἀλλ’ἐς δέκα ἐνιαυτοὺς τὰ δεινὰ εἰργασμένου, νῦν δὲ τοὺς δικαίως αὐτὴν κεκτημένους, οὐδὲν ὑμῖν προσῆκον, βιάζεσθε.
6.6.22οὐκοῦν ἐντεῦθεν ἡμῖν ἐκποδὼν ἵστασθε, τάτε ὑμέτερα αὐτῶν ἔχοντες καὶ ὅσα ληϊσάμενοι τετυχήκατε. καὶ ὁ Βελισάριος Ἡ μὲν ὑπόσχεσις ὑμῶν βραχέατε εἰρῆσθαι καὶ μέτρια προὔλεγεν, ἡ δὲ ῥῆσις μακράτε καὶ οὐ πόρρω ἀλαζονείας ὑμῖν γέγονε.
6.6.23Θευδέριχον γὰρ βασιλεὺς Ζήνων Ὀδοάκρῳ πολεμήσοντα ἔπεμψεν, οὐκ ἐφ’ᾧ Ἰταλίας αὐτὸς τὴν ἀρχὴν ἔχοι · τί γὰρ ἂν καὶ τύραννον τυράννου διαλλάσσειν βασιλεῖ ἔμελεν; ἀλλ’ἐφ’ᾧ ἐλευθέρατε καὶ βασιλεῖ κατήκοος ἔσται.
6.6.24ὁ δὲ τὰ περὶ τὸν τύραννον εὖ διαθέμενος ἀγνωμοσύνῃ ἐς τα- τἄλλα οὐκ ἐν μετρίοις ἐχρήσατο. ἀποδιδόναι γὰρ τῷ κυρίῳ τὴν γῆν οὐδαμῆ ἔγνω.
6.6.25οἶμαι δὲ ἔγωγε τόντε βιασάμενον καὶ ὃς ἂν τὰ τοῦ πέλας ἑκουσίως μὴ ἀποδιδῷ ἴσον γε εἶναι. ἐγὼ μὲν οὖν χώραν τὴν βασιλέως ἑτέρῳ τῳ οὔποτε οὐκ ἂν παραδοίην.
6.6.26εἰ δέ του ἄλλου τυχεῖν βούλεσθε, λέγειν ἀφίημι.
6.6.27οἱ δὲ βάρβαροι Ὡς μὲν οὖν ἀληθῆ πάντα ἡμῖν εἴρηται οὐ δὲ ὑμῶν τινα λέληθεν. ἡμεῖς δὲ ὅπως ἥκιστα φιλονεικεῖν δόξαιμεν, καὶ Σικελίας, τοσαύτηςτε τὸ μέγεθος καὶ τοιαύτης τὸν πλοῦτον οὔσης, ὑμῖν ἐξιστάμεθα, ἧς δὴ ἐκτὸς Λιβύην ὑμᾶς ἀσφαλῶς κεκτῆσθαι οὐ δυνατόν.
6.6.28καὶ ὁ Βελισάριος Καὶ ἡμεῖς δὲ Γότθους Βρεττανίαν ὅλην ξυγχωροῦμεν ἔχειν, μείζωτε παρὰ πολὺ Σικελίας οὖσαν καὶ Ῥωμαίων κατήκοον τὸ ἀνέκαθεν γεγενημένην.
6.6.29τοὺς γὰρ εὐεργεσίας ἢ χάριτός τινος ἄρξαντας τοῖς ἴσοις ἀμείβεσθαι ἄξιον. βάρβαροι · οὐκοῦν, ἤν τι καὶ περὶ Καμπανίας ὑμῖν ἢ Νεαπόλεως αὐτῆς εἴποιμεν, οὐκ ἂν δέξαισθε;
6.6.30Βελισάριος · οὐ γάρ ἐσμεν κύριοι τὰ βασιλέως πράγματα διοικήσασθαι, οὐχ ὅπη αὐτῷ βουλομένῳ ἐστίν.
6.6.31βάρβαροι · οὐ δ’ἢν χρήματα ῥητὰ φέρειν βασιλεῖ ἐφ’ἕκαστον ἔτος ἡμᾶς αὐτοὺς τάξωμεν;
6.6.32Βελισάριος · οὐ δῆτα. οὐ γὰρ ἄλλου του ἡμεῖς αὐτοκράτορες ἢ ὥστε τῷ κεκτημένῳ φυλάξαι τὴν χώραν.
6.6.33βάρβαροι · φέρε δὴ, στέλλεσθαι ἡμᾶς παρὰ βασιλέα ἀνάγκη καὶ πρὸς ἐκεῖνον τὰς ξυνθήκας περὶ τῶν ὅλων ποιήσασθαι. δεῖ δὲ καὶ τακτόν τινα ὁρίζεσθαι χρόνον καθ’ὃν προσήκει τὰ στρατόπεδα ἐς ἐκεχειρίαν παρίστασθαι.
6.6.34Βελισάριος · ἔστω · γινέσθω ταῦτα. οὐ γάρ ποτε ὑμῖν εἰρηναῖα βουλευομένοις ἐμποδὼν στήσομαι.
6.6.35τοσαῦτα εἰπόντες διελύθησάντε ἐκ τῶν λόγων ἑκάτεροι καὶ οἱ πρέσβεις τῶν Γότθων ἐς τὸ σφέτερον στρατόπεδον ἀπεχώρησαν.
6.6.36ἡμέραις δὲ ταῖς ἐπιγινομέναις συχνὰ παρ’ἀλλήλους φοιτῶντες τάτε ἀμφὶ τῇ ἐκεχειρίᾳ διετίθεντο καὶ ὅπως δὴ ἐπὶ ταύτῃ τῶν τινας ἐπισήμων ἑκάτεροι ἀλλήλοις ἐν ὁμήρων λόγῳ παρέχωνται.
6.7.1ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ ὅτε τῶν Ἰσαύρων στόλος τῷ Ῥωμαίων λιμένι προσέσχε καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐς Ὀστίαν ἦλθον, καὶ τῶν μὲν πολεμίων οὐδεὶς οὔτε καταίρουσιν οὔτε στρατοπεδευομένοις ἐμπόδιος σφίσιν ἐγένετο αὐτοῖς.
6.7.2ὅπως δὲ ἐν τῷ ἀσφαλεῖ διανυκτερεύειν οἷοίτε ὦσιν ἐξ ἐπιδρομῆς τῆς πρὸς τῶν ἐναντίων, οἵτε Ἴσαυροι τάφρον βαθεῖαν ἄγχιστα τοῦ λιμένος ὀρύξαντες φυλακὰς ἐκ περιτροπῆς ἀεὶ ἐποιοῦντο καὶ οἱ ξὺν τῷ Ἰωάννῃ ταῖς ἁμάξαις φραξάμενοι τὸ στρατόπεδον ἡσυχίαν εἶχον.
6.7.3ἐπειδήτε νὺξ ἐπεγένετο, Βελισάριος ἐς Ὀστίαν ξὺν ἱππεῦσιν ἑκατὸν ἦλθε καὶ τάτε ξυμπεπτωκότα ἐν τῇ ξυμβολῇ τάτε ξυγκείμενα σφίσιτε καὶ Γότθοις εἰπὼν καὶ τὰ ἄλλα παραθαρσύνας, τάτε φορτία πέμπειν ἐκέλευε καὶ ξὺν προθυμίᾳ ἐς Ῥώμην ἰέναι. ὅπως γὰρ, ἔφη, ἄνευ κινδύνου ἡ ὁδὸς ἔσται ἐγὼ προνοήσω.
6.7.4αὐτὸς μὲν οὖν ὄρθρου βαθέος ἐς τὴν πόλιν ἀπήλαυνεν, Ἀντωνίαν δὲ ξὺν τοῖς ἄρχουσιν ἅμα ἡμέρᾳ τῶν φορτίων τὴν παρακομιδὴν ἐν βουλῇ ἐποιεῖτο.
6.7.5ἐδόκει δὲ χαλεπὸν καὶ δεινῶς ἄπορον τὸ πρᾶγμα εἶναι. οἵτε γὰρ βόες οὐκέτι ἀντεῖχον, ἀλλ’ἡμιθνῆτες ἅπαντες ἔκειντο, ἦν δὲ οὐ δὲ ἀκίνδυνον στενήν τινα ὁδὸν ξὺν ταῖς ἁμάξαις πορεύεσθαι, καὶ διὰ τοῦ ποταμοῦ τὰς βάρεις ἀνέλκειν, καθάπερ τὸ παλαιὸν εἴθιστο, ἀδύνατα ἦν.
6.7.6ἡ μὲν γὰρ ὁδὸς, ἣ τοῦ ποταμοῦ ἐν ἀριστερᾷ ἐστιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, πρὸς τῶν πολεμίων ἐχομένη Ῥωμαίοις τηνικαῦτα ἀπόρευτος ἦν, ἡ δὲ αὐτοῦ ἐπὶ τα- θάτερα, ὅσα γε παρ’ὄχθην, ἀστίβητος παντάπασι τυγχάνει οὖσα.
6.7.7διὸ δὴ τοὺς λέμβους νηῶν τῶν μειζόνων ἀπολεξάμενοι, σανίσιτε αὐτοὺς ὑψηλαῖς κύκλῳ τειχίσαντες, ὅπως οἱ πλέοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται, τοξόταςτε καὶ ναύτας ἐσεβίβασαν κατὰ λόγον ἑκάστου.
6.7.8τῶντε φορτίων ἐν αὐτοῖς ὅσα φέρειν οἷοίτε ἦσαν ἐνθέμενοι, διὰ τοῦ Τιβέριδος ἐς Ῥώμην πνεῦμα τηρήσαντες σφίσιν ἐπίφορον ἐναυτίλλοντο, καὶ τοῦ στρατοῦ μέρος ἐν δεξιᾷ τοῦ ποταμοῦ παρεβεβοηθήκει.
6.7.9ἐλείποντο δὲ τῶν Ἰσαύρων συχνοὺς τὰς ναῦς φυλάσσοντας. ἔνθα μὲν οὖν ἐκ τοῦ εὐθέος ὁ ποταμὸς ᾔει, πόνῳ οὐδενὶ ἔπλεον, ἀράμενοι τὰ τῶν λέμβων ἱστία · ᾗ δὲ ὁ ῥοῦς ἑλισσόμενος ὁδὸν πλαγίαν ἐφέρετο, ἐνταῦθα ἐπεὶ τὰ ἱστία τῷ πνεύματι οὐδαμῆ ἐνηργεῖτο, ἐρέσσοντέςτε καὶ τὸν ῥοῦν βιαζόμενοι πόνον οἱ ναῦται οὐ μέτριον εἶχον.
6.7.10οἱ δὲ βάρβαροι ἐν τοῖς στρατοπέδοις καθήμενοι ἐμπόδιοι γίνεσθαι τοῖς πολεμίοις ἥκιστα ἤθελον, ἢ κατωρρωδηκότες τὸν κίνδυνον, ἢ οὐκ ἄν ποτε ταύτῃ Ῥωμαίους ἐσκομίζεσθαί τι τῶν ἀναγκαίων οἰόμενοι, αἰτίᾳτε οὐ λόγου ἀξίᾳ διακωλύειν τὴν τῆς ἐκεχειρίας ἐλπίδα, ἣν ὑποσχέσει Βελισάριος ἐκρατύνατο, ἀξύμφορον σφίσιν εἶναι ἡγούμενοι.
6.7.11Γότθοι μέντοι, ὅσοι ἐν Πόρτῳ ἦσαν, ἐν χρῷ ἀεὶ παραπλέοντας τοὺς πολεμίους θεώμενοι οὐδαμῆ ἥπτοντο, ἀλλὰ τεθηπότες ἐκάθηντο τὴν αὐτῶν ἔννοιαν.
6.7.12ἐπεὶ δὲ τρόπῳ τῷ αὐτῷ πολλάκις ἀναπλεύσαντες ἅπαντα κατ’ἐξουσίαν ἐσεκομίσαντο τὰ φορτία, οἱ μὲν ναῦται ξὺν ταῖς ναυσὶν ἀνεχώρησαν κατὰ τάχος (ἤδη γὰρ καὶ τοῦ ἔτους ἀμφὶ τροπὰς χειμερινὰς ἦν), τὸ δὲ λοιπὸν στράτευμα ἐς Ῥώμην ἐσῆλθε, πλήν γε δὴ ὅτι Παῦλος ἐν Ὀστίᾳ ξὺν τῶν Ἰσαύρων τισὶν ἔμεινε.
6.7.13μετὰ δὲ ἀλλήλοις ἐπὶ τῇ ἐκεχειρίᾳ ὁμήρους ἔδοσαν, Ζήνωνα μὲν Ῥωμαῖοι, Γότθοι δὲ Οὐλίαν, οὐκ ἀφανῆ ἄνδρα, ἐφ’ᾧ δὴ ἐν τρισὶ μησὶ μηδεμιᾷ ἐς ἀλλήλους ἐφόδῳ χρήσονται, ἕως οἱ πρέσβεις ἐκ Βυζαντίου ἐπανήκοντες γνώμην τὴν βασιλέως ἀγγείλωσιν.
6.7.14ἢν δέ τινες καὶ ἀδικίας οἱ ἕτεροι ἐς τοὺς ἐναντίους ὑπάρξωσι, τοὺς πρέσβεις οὐδέν τι ἧσσον ἀποδοθήσεσθαι ἐς τὸ σφῶν ἔθνος.
6.7.15τῶν μὲν οὖν βαρβάρων οἱ πρέσβεις Ῥωμαίων παραπεμπόντων ἐς Βυζάντιον ᾔεσαν, Ἰλδίγερ δὲ, ὁ τῆς Ἀντωνίνης γαμβρὸς, ξὺν ἱππεῦσιν οὐκ ὀλίγοις ἐκ Λιβύης ἐς Ῥώμην ἦλθε.
6.7.16Γότθοιτε, οἳ τὸ ἐν Πόρτῳ φρούριον εἶχον, ἐπιλελοιπότων σφᾶς τῶν ἀναγκαίων ἐξέλιπόντε αὐτὸ Οὐιττίγιδος γνώμῃ, καὶ ἐς τὸ στρατόπεδον μετάπεμπτοι ἦλθον. Παῦλος δὲ αὐτὸ ξὺν τοῖς Ἰσαύροις ἐξ Ὀστίας καταλαβὼν ἔσχεν.
6.7.17αἴτιοι δὲ μάλιστα τούτοις δὴ τοῖς βαρβάροις τῶν ἐπιτηδείων τῆς ἀπορίας ἐγένοντο θαλασσοκρατοῦντες Ῥωμαῖοι, καί τι αὐτοῖς ἐσκομίζεσθαι τῶν ἀναγκαίων οὐ ξυγχωροῦντες.
6.7.18διὸ δὴ καὶ πόλιν ἐπιθαλασσίαν, λόγου πολλοῦ ἀξίαν, Κεντουκέλλας ὄνομα, τῶν ἐπιτηδείων σπανίζοντες, ὑπὸ τὸν αὐτὸν χρόνον ἐξέλιπον.
6.7.19ἔστι δὲ ἡ πόλις μεγάλη καὶ πολυάνθρωπος, ἐς τὰ Ῥώμης πρὸς ἑσπέραν ἐν Τούσκοις κειμένη, σταδίοις αὐτῆς ὀγδοήκοντα καὶ διακοσίοις ἀπέχουσα.
6.7.20καὶ αὐτὴν Ῥωμαῖοι καταλαβόντες ἔτι μᾶλλον ἐπὶ μέγα δυνάμεως ἦλθον, ἐπεὶ καὶ τὸ Ἀλβανῶν πόλισμα ἔσχον, Ῥώμης πρὸς ἀνίσχοντα ἥλιον κείμενον, ἀνακεχωρηκότων ἐνθένδε διὰ τὸν αὐτὸν λόγον τηνικαῦτα τῶν πολεμίων, πανταχόθεν δὲ ἤδη κυκλωσάμενοι τοὺς βαρβάρους ἐν μέσῳ εἶχον.
6.7.21διὸ δὴ Γότθοι διαλύειντε τὰ ξυγκείμενα καί τι ἐς Ῥωμαίους κακουργεῖν ὤργων. πέμψαντες οὖν παρὰ Βελισάριον πρέσβεις ἠδικῆσθαι σφᾶς ἐν σπονδαῖς ἔφασαν.
6.7.22Οὐιττίγιδος γὰρ Γότθους τοὺς ἐν Πόρτῳ μεταπεμψαμένου κατά τινα χρείαν Παῦλόντε καὶ Ἰσαύρους τὸ ταύτῃ φρούριον λόγῳ οὐδενὶ καταλαβόντας ἔχειν.
6.7.23τα- ταὐτὸ δὲ τοῦτο ἀμφίτε Ἀλβανῷ καὶ Κεντουκέλλαις δῆθεν τῷ λόγῳ ᾐτιῶντο, ἠπείλουντε, ἢν μὴ ταῦτα σφίσιν ἀποδιδῷ, οὐκ ἐπιτρέψειν.
6.7.24Βελισάριος δὲ ξὺν γέλωτι αὐτοὺς ἀπεπέμψατο, παραπέτασμα μὲν εἶναι ταύτην δὴ τὴν αἰτίαν εἰπὼν, ἀγνοεῖν δὲ οὐδένα ὅτου δὴ ἕνεκα τὰ χωρία ταῦτα Γότθοι ἐκλίποιεν.
6.7.25καὶ τὸ λοιπὸν ὑποψίᾳ τινὶ ἐς ἀλλήλους ἐχρῶντο. ἔπειτα δὲ Βελισάριος, ἐπεὶ Ῥώμην εἶδε στρατιωτῶν πλήθει ἀκμάζουσαν, ἄλλουςτε ἱππέας ἐς χωρία Ῥώμης μακράν που ἄποθεν περιέπεμπε καὶ Βιταλιανοῦ τὸν ἀδελφιδοῦν Ἰωάννην ἐκέλευε ξὺν τοῖς ἑπομένοις ἱππεῦσιν, ὀκτακοσίοις οὖσιν, ἀμφὶ πόλιν Ἄλβαν διαχειμάζειν, ἐν Πικηνοῖς κειμένην ·
6.7.26καί οἱ τῶντε Βαλεριανῷ ἑπομένων τετρακοσίους ξυνέπεμψεν, ὧν Δαμιανὸς ὁ Βαλεριανοῦ ἀδελφιδοῦς ἦρχε, καὶ τῶν αὐτοῦ ὑπασπιστῶν ὀκτακοσίους ἄνδρας, διαφερόντως ἀγαθοὺς τὰ πολέμια.
6.7.27οἷς δὴ δορυφόρους δύο, Σοῦνταντε καὶ Ἄδηγιν, ἐπέστησε, καὶ αὐτοὺς μὲν Ἰωάννῃ ἕπεσθαι, ὅπη ἂν αὐτὸς ἐξηγοῖτο, ἐκέλευε, τῷ δὲ Ἰωάννῃ ἐπήγγελλε, τέως μὲν τὰ ξυγκείμενα σφίσι φυλάττοντας ὁρᾷ τοὺς πολεμίους, ἡσυχῆ μένειν · ὅταν δέ οἱ τὴν ἐκεχειρίαν αὐτοῖς λελύσθαι ξυμβαίη, ποιεῖν κατὰ τάδε ·
6.7.28παντὶ μὲν τῷ στρατῷ ἄφνωτε καὶ ἐξ ἐπιδρομῆς καταθεῖν τὴν Πικηνῶν χώραν, ἅπαντάτε ἑξῆς περιιόντα τὰ ἐκείνῃ χωρία καὶ αὐτοῖς πρὸ τῆς φήμης ἐπιδημοῦντα.
6.7.29ταύτης γὰρ σχεδόν τι ἁπάσης τῆς χώρας ἄνδρας μὲν οὐδαμῆ ἀπολελεῖφθαι, πάντων ἐπὶ Ῥώμην ὡς φαίνεται στρατευσαμένων, παῖδας δὲ καὶ γυναῖκας τῶν πολεμίων καὶ χρήματα πανταχῆ εἶναι.
6.7.30ἐξανδραποδίζειν οὖν καὶ ληΐζεσθαι τὰ ἐν ποσὶν ἅπαντα φυλασσόμενον μή ποτε Ῥωμαίων τινὶ τῶν ταύτῃ ᾠκημένων λυμήνηται.
6.7.31ἢν δέ πη χωρίῳ ἐντύχῃ, ἄνδραςτε καὶ ὀχύρωμα, ὡς τὸ εἰκὸς, ἔχοντι, πάσῃ αὐτοῦ δυνάμει ἀποπειράσασθαι.
6.7.32καὶ ἢν μὲν ἑλεῖν δύνηται, ἐς τὰ πρόσω ἰέναι, τοῦ πράγματος δέ οἱ, ἂν οὕτω τύχοι, ἀντιστατοῦντος, ἀπελαύνειν ὀπίσω, ἢ αὐτοῦ μένειν.
6.7.33προϊόντι γάρ οἱ καὶ τοῦτο δὴ τὸ ὀχύρωμα κατὰ νώτου ἀπολιπόντι κίνδυνος πολὺς ἐπὶ πλεῖστον ἔσται, ἐπεὶ οὔποτ’ἀμύνειν σφίσιν εὐπετῶς ἕξουσιν, ἤν που ἐνοχλοῖντο πρὸς τῶν ἐναντίων · τὴν δὲ λείαν φυλάσσειν ἅπασαν, ὅπως ἂν αὐτὴν ὀρθῶς καὶ δικαίως ἡ στρατιὰ διανέμοιτο.
6.7.34εἶτα ξὺν γέλωτι καὶ τοῦτο ἐπεῖπεν Οὐ γὰρ δίκαιον ὑφ’ἑτέρων μὲν τοὺς κηφῆνας πόνῳ μεγάλῳ ἀπόλλυσθαι, ἄλλους δὲ τοῦ μέλιτος οὐδεμιᾷ ταλαιπωρίᾳ ὀνίνασθαι. τοσαῦτα μὲν ἐπιστείλας Βελισάριος Ἰωάννην ξὺν τῷ στρατεύματι ἔπεμψεν.
6.7.35ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ὅτε Μεδιολάνων ἱερεὺς Δάτιος καὶ τῶν πολιτῶν ἄνδρες δόκιμοι ἐς Ῥώμην ἀφικόμενοι Βελισαρίου ἐδέοντο φρουροὺς ὀλίγους σφίσι ξυμπέμψαι.
6.7.36αὐτοὶ γὰρ ἱκανοὶ ἰσχυρίζοντο εἶναι, οὐ Μεδιόλανον μόνην, ἀλλὰ καὶ Λιγουρίαν ὅλην πόνῳ οὐδενὶ Γότθωντε ἀποστῆσαι καὶ βασιλεῖ ἀνασώσασθαι.
6.7.37αὕτη δὲ ἡ πόλις ᾤκισται μὲν ἐν Λιγούροις, μέση που μάλιστα Ῥαβέννηςτε πόλεως καὶ Ἄλπεων τῶν ἐν Γάλλων ὁρίοις κειμένη.
6.7.38ἑκατέρωθεν γὰρ ἐς αὐτὴν ὀκτὼ ἡμερῶν ὁδὸς ἀνδρὶ εὐζώνῳ ἐστὶ, πρώτη δὲ πόλεων τῶν ἑσπερίων μετά γε Ῥώμην μεγέθειτε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐτύγχανεν οὖσα. καὶ αὐτοῖς Βελισάριος ὑποσχόμενος τὴν δέησιν ἐπιτελῆ ποιήσειν κατεῖχεν αὐτοῦ τὴν τοῦ χειμῶνος ὥραν.
6.8.1ταῦτα μὲν δὴ ὧδέ πη εἶχε. τῆς δὲ τύχης ὁ φθόνος ὤδινεν ἤδη ἐπὶ Ῥωμαίους, ἐπεὶ τὰ πράγματα εὖτε καὶ καλῶς σφίσιν ἐπίπροσθεν προϊόντα ἑώρα, κακῷτε κεραννύναι τινὶ ταῦτα ἐθέλουσα, ἔριν ἐξ οὐδεμιᾶς αἰτίας λόγου ἀξίας ἐπενόει Βελισαρίῳτε καὶ Κωνσταντίνῳ, ἣ ὅπωςτε ἔφυ καὶ ἐς ὅ τι ἐτελεύτησεν, ἐρῶν ἔρχομαι.
6.8.2Πρεσίδιος ἦν τις, ἀνὴρ Ῥωμαῖος, ᾠκημένος μὲν ἐπὶ Ῥαβέννης, ὢν δὲ οὐκ ἀφανής. οὗτος ὁ Πρεσίδιος, ὅτι δὴ Γότθοις προσκεκρουκὼς, ἡνίκα Οὐίττιγις ἐπὶ Ῥώμην στρατεύειν ἔμελλε, ξὺν ὀλίγοις τισὶ τῶν οἰκετῶν ἐπὶ κυνηγέσιον δῆθεν τῷ λόγῳ στελλόμενος φεύγει, οὔτε τῳ τὴν βουλὴν κοινωσάμενος οὔτε τι τῶν χρημάτων ξὺν αὑτῷ ἔχων, πλήν γε δὴ ὅτι ξιφίδια δύο αὐτὸς ἔφερεν, ὧν τὼ κουλεὼ χρυσῷτε πολλῷ καὶ λίθοις ἐντίμοις κεκαλλωπισμένω ἐτυχέτην. καὶ ἐπειδὴ ἐν Σπολιτίῳ ἐγένετο, ἐς νεών τινα ἔξω τοῦ περιβόλου κατέλυσεν.
6.8.3ὃ δὴ Κωνσταντῖνος ἀκούσας (ἐτύγχανε γὰρ ἔτι ἐνταῦθα διατριβὴν ἔχων) τῶν τινα ὑπασπιστῶν Μαξεντίολον πέμψας ἄμφω ἀφαιρεῖται λόγῳ οὐδενὶ τὼ ἀκινάκα.
6.8.4περιαλγὴς δὲ γεγονὼς τοῖς ξυμπεσοῦσιν ὁ ἄνθρωπος ἐς Ῥώμην ὅτι τάχιστα παρὰ Βελισάριον στέλλεται, οὗ δὴ οὐκ εἰς μακρὰν καὶ Κωνσταντῖνος ἀφίκετο. ἤδη γὰρ ὁ τῶν Γότθων στρατὸς οὐκ ἄποθεν εἶναι ἠγγέλλετο.
6.8.5ἕως μὲν οὖν ἔντε θορύβῳ καὶ κινδύνῳ Ῥωμαίοις καθειστήκει τὰ πράγματα, σιωπῇ ὁ Πρεσίδιος ἔμενεν · ὡς δὲ τάτε Ῥωμαίων καθυπέρτερα εἶδε καὶ Γότθων πρέσβεις παρὰ βασιλέα σταλέντας, καθάπερ μοι ἔμπροσθεν εἴρηται, Βελισαρίῳ συχνὰ προσιὼν τήντε ἀδικίαν ἀπήγγελλε καί οἱ τὰ δίκαια βοηθεῖν ἠξίου.
6.8.6ὁ δὲ Κωνσταντίνῳ πολλὰ μὲν αὐτὸς, πολλὰ δὲ δι’ἑτέρων μεμφόμενος, παρῄνει ἔργουτε ἀδίκου καὶ δόξης αἰσχρᾶς ἀπαλλάσσεσθαι.
6.8.7ἀλλὰ Κωνσταντῖνος (χρῆν γάρ οἱ γενέσθαι κακῶς) τούςτε λόγους ἀεὶ ἐρεσχελῶν διεκρούετο καὶ τὸν ἠδικημένον ἐτώθαζε.
6.8.8Βελισαρίῳ δέ ποτε, ἵππῳ ἐν τῇ ἀγορᾷ ὀχουμένῳ, ἐντυχὼν ὁ Πρεσίδιος τοῦτε χαλινοῦ τοῦ ἵππου ἐλάβετο καὶ μέγα ἀναβοῶν ἠρώτα εἰ ταῦτα λέγουσιν οἱ βασιλέως νόμοι, ἵνα ἐπειδάν τις τοὺς βαρβάρους φυγὼν ἱκέτης ἐς αὐτοὺς ἵκοιτο, οἵδε ἀφέλωνται βίᾳ ὅσα ἂν τύχῃ ἐν χερσὶν ἔχων.
6.8.9πολλῶν δὲ περιεστηκότων ἀνθρώπων καὶ τοῦ χαλινοῦ ξὺν ἀπειλῇ κελευόντων μεθίεσθαι, οὐ πρότερον ἀφῆκε, πρὶν δὴ αὐτῷ ὑπέσχετο Βελισάριος τὰ ξιφίδια δώσειν.
6.8.10τῇ οὖν ὑστεραίᾳ Κωνσταντῖνόντε καὶ τῶν ἀρχόντων πολλοὺς ἐς οἰκίσκον τινὰ ξυγκαλέσας Βελισάριος ἐν Παλατίῳ, τῶν μὲν τῇ προτεραίᾳ ξυμπεπτωκότων ὑπέμνησε, παρῄνει δὲ ὀψὲ γοῦν τοῦ χρόνου τοὺς ἀκινάκας ἀποδιδόναι.
6.8.11ὁ δὲ οὐκ ἔφη δώσειν · ἥδιον γὰρ ἂν αὐτοὺς ἐς τοῦ Τιβέριδος τὸ ὕδωρ ἐμβάλλοι ἢ τῷ Πρεσιδίῳ διδοίη.
6.8.12θυμῷτε ἤδη ἐχόμενος Βελισάριος ἐπυνθάνετο εἰ οὐκ οἴοιτο Κωνσταντῖνος πρὸς αὐτοῦ ἄρχεσθαι. καὶ αὐτὸς τὰ μὲν ἄλλα οἱ ὡμολόγει ἅπαντα πείσεσθαι · βουλομένῳ γὰρ ταῦτα βασιλεῖ εἶναι · τόδε μέντοι, ὃ ἐν τῷ παρόντι ἐπιτάττοι, οὐ μήποτε δράσειν.
6.8.13Βελισάριος μὲν οὖν εἰσιέναι τοὺς δορυφόρους ἐκέλευε, Κωνσταντῖνος δὲ Ὅπως με δηλαδὴ ἀποκτενοῦσιν ἔφη. οὐδαμῶς γε ὁ Βελισάριος εἶπεν ἀλλ’ἵνα τὸν σὸν ὑπασπιστὴν Μαξεντίολον, ὅς σοι τὰ ξιφίδια βιασάμενος ἤνεγκεν, ἀναγκάσωσι τῷ ἀνθρώπῳ ἀποδιδόναι ἅπερ αὐτοῦ βίᾳ λαβὼν ἔτυχεν.
6.8.14ἀλλὰ Κωνσταντῖνος τεθνήξεσθαι παραυτίκα οἰόμενος δρᾶσαί τι μέγα, πρίν τι αὐτὸς πάθοι, ἐβούλετο.
6.8.15διὸ δὴ τὸ ξιφίδιον εἷλκεν, ὅπερ οἱ πρὸς τῷ μηρῷ ἀπεκρέματο, ἄφνωτε αὐτὸ ἐπὶ τὴν Βελισαρίου γαστέρα ὦσεν. ὁ δὲ καταπλαγεὶς ὀπίσωτε ἀπέστη καὶ Βέσσᾳ ἐγγύς που ἑστηκότι περιπλακεὶς διαφυγεῖν ἴσχυσε.
6.8.16Κωνσταντῖνος μὲν οὖν, ἔτι τῷ θυμῷ ζέων, ἐπῄει. κατιδόντες δὲ Ἰλδίγερτε καὶ Βαλεριανὸς τὸ ποιούμενον ὁ μὲν τῆς δεξιᾶς, ὁ δὲ τῆς ἑτέρας αὐτοῦ χειρὸς λαμβανόμενος ὀπίσω ἀνθεῖλκον.
6.8.17ἐν τούτῳ δὲ εἰσελθόντες οἱ δορυφόροι, οὓς δὴ ὀλίγῳ πρότερον ἐκάλεσε Βελισάριος, Κωνσταντίνουτε τὸ ξιφίδιον ξὺν βίᾳ πολλῇ ἐκ χειρὸς αἱροῦσι, καὶ αὐτὸν πολλῷ θορύβῳ ἁρπάσαντες οὐδὲν μὲν ἄχαρι ἐν τῷ παραυτίκα εἰργάσαντο, παρόντας αἰδούμενοι τοὺς ἄρχοντας, οἶμαι, ἐς οἴκημα δὲ ἄλλο ἀπαγαγόντες, Βελισαρίου κελεύσαντος, χρόνῳ τινὶ ὕστερον ἔκτειναν.
6.8.18τοῦτο Βελισαρίῳ εἴργασται μόνον οὐχ ὅσιον ἔργον καὶ ἤθους τοῦ αὐτοῦ οὐδαμῶς ἄξιον. ἐπιεικείᾳ γὰρ πολλῇ ἐς πάντας τοὺς ἄλλους ἐχρῆτο. ἀλλὰ ἔδει, ὅπερ ἐρρήθη, Κωνσταντίνῳ γενέσθαι κακῶς.
6.9.1Γότθοιτε οὐ πολλῷ ὕστερον ἐς Ῥώμης τὸν περίβολον κακουργεῖν ἤθελον. καὶ πρῶτα μέν τινας ἐς τῶν ὀχετῶν ἕνα νύκτωρ καθῆκαν, ὧν αὐτοὶ τὸ ὕδωρ κατ’ἀρχὰς τοῦδε τοῦ πολέμου ἀφῄρηντο.
6.9.2οἱ δὲ λύχνατε καὶ δᾷδας ἐν χερσὶν ἔχοντες ἀπεπειρῶντο τῆς ἐς τὴν πόλιν ἐνθένδε εἰσόδου. ἔτυχε δέ τινα διώρυχα οὐ μακρὰν Πιγκιανῆς πυλίδος τοῦ ὀχετοῦ τούτου κύρτωμα ἔχον.
6.9.3ὅθεν δὴ τῶν τις φυλάκων τὸ πῦρ κατιδὼν τοῖς ξυμφυλάσσουσιν ἔφρασεν · οἱ δὲ λύκον αὐτοῦ παριόντα ἰδεῖν ἔφασαν.
6.9.4ταύτῃ γὰρ τὴν γῆν οὐχ ὑπερέχειν τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν ξυνέβαινε, πυρὶ δὲ εἰκάζεσθαι τοὺς τοῦ λύκου ὀφθαλμοὺς ᾤοντο.
6.9.5τῶν μὲν οὖν βαρβάρων ὅσοι τοῦ ὀχετοῦ ἀπεπειράσαντο, ἐπειδὴ ἐν μέσῃ πόλει ἐγένοντο, ἔνθα δὴ ἄνοδός τις ἦν ἐκ παλαιοῦ ἐς αὐτό που τὸ Παλάτιον φέρουσα, οἰκοδομίᾳ τινὶ ἐνταῦθα ἐνέτυχον οὔτε πρόσω ἰέναι τὸ λοιπὸν συγχωρούσῃ οὔτε τῇ ἀναβάσει τὸ παράπαν χρῆσθαι.
6.9.6ταύτην δὲ τὴν οἰκοδομίαν Βελισάριος προμηθείᾳ τινὶ κατ’ἀρχὰς τῆσδε τῆς πολιορκίας πεποίηται, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.
6.9.7λίθον οὖν ἕνα βραχὺν ἐνθένδε ἀφελόντες ὀπίσωτε ἀναστρέφειν εὐθὺς ἔγνωσαν καὶ παρὰ τὸν Οὐίττιγιν ἐπανήκοντες τόντε λίθον ἐνδεικνύμενοι πάντα ἀπήγγελλον.
6.9.8καὶ ὁ μὲν τὰ τῆς ἐπιβουλῆς ἅμα τοῖς Γότθων ἀρίστοις ἐν βουλῇ εἶχε, Ῥωμαίων δὲ ὅσοι φρουρὰν ἀμφὶ πυλίδα Πιγκιανὴν εἶχον, μνήμην τῆς τοῦ λύκου ὑποψίας ἐν σφίσιν αὐτοῖς ἐποιοῦντο τῇ ὑστεραίᾳ.
6.9.9ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς Βελισάριον ἦλθεν, οὐ παρέργως ὁ στρατηγὸς τὸ πρᾶγμα ἤκουσεν, ἀλλ’ἄνδραςτε αὐτίκα τῶν ἐν τῷ στρατοπέδῳ δοκίμων ξὺν Διογένει τῷ δορυφόρῳ ἐς τὸν ὀχετὸν καθῆκε καὶ διερευνήσασθαι ἅπαντα ξὺν πολλῷ τάχει ἐκέλευσεν.
6.9.10οἱ δὲ τὰ λύχνα τῶν πολεμίων καὶ τῶν δᾴδων ὅσα διερρυήκει πανταχοῦ τοῦ ὀχετοῦ εὗρον, καὶ τὴν οἰκοδομίαν, ᾗ ὁ λίθος πρὸς τῶν Γότθων ἀφῄρητο, κατανενοηκότες Βελισαρίῳ ἀπήγγελλον.
6.9.11διὸ δὴ αὐτόςτε τὸν ὀχετὸν ἐν μεγάλῃ φυλακῇ ἔσχε καὶ οἱ Γότθοι αἰσθόμενοι ταύτης δὴ τῆς πείρας ἀπέσχοντο.
6.9.12ἔπειτα δὲ καὶ ἐκ τοῦ ἐμφανοῦς ἔφοδον κατὰ τοῦ περιβόλου ἐμηχανῶντο οἱ βάρβαροι. τηρήσαντες οὖν τὸν τοῦ ἀρίστου καιρὸν κλίμακάςτε καὶ πῦρ ἐπαγόμενοι, ἥκιστα τῶν πολεμίων προσδεχομένων, ἐπὶ πυλίδα Πιγκιανὴν ᾔεσαν, ἐλπίδι θαρροῦντες ἐξ ἐπιδρομῆς τὴν πόλιν αἱρήσειν, ἅτε οὐ πολλῶν στρατιωτῶν ἐνταῦθα λειφθέντων.
6.9.13ἔτυχε δὲ Ἰλδίγερ τηνικαῦτα ξὺν τοῖς ἑπομένοις φυλακὴν ἔχων · ἕκαστοι γὰρ ἐκ περιτροπῆς ἐς τὴν φρουρὰν ἐτετάχατο.
6.9.14ἐπεὶ οὖν εἶδε προσιόντας οὐκ ἐν τάξει τοὺς πολεμίους, ἀπήντησέτε οὐ ξυντεταγμένοις ἐς παράταξιν, ἀλλὰ ξὺν πολλῇ ἀκοσμίᾳ ἰοῦσι, καὶ τοὺς κατ’αὐτὸν οὐδενὶ πόνῳ τρεψάμενος συχνοὺς ἔκτεινε.
6.9.15κραυγῆς δὲ μεγάλης καὶ ταραχῆς ἀνὰ τὴν πόλιν, ὡς τὸ εἰκὸς, γεγενημένης Ῥωμαῖοίτε ὡς τάχιστα πανταχόσε τοῦ περιβόλου ξυνέρρεον καὶ οἱ βάρβαροι ἄπρακτοι ἐς τὰ στρατόπεδα οὐκ ἐς μακρὰν ἐχώρησαν.
6.9.16Οὐίττιγις δὲ αὖθις ἐς ἐπιβουλὴν τοῦ περιβόλου καθίστατο. καὶ, ἦν γάρ τις αὐτῷ ἐπιμαχωτάτη μάλιστα μοῖρα, ᾗ τοῦ Τιβέριδος ἡ ὄχθη ἐστὶν, ἐπεὶ ταύτῃ οἱ πάλαι Ῥωμαῖοι θαρσοῦντες τοῦ ὕδατος τῷ ὀχυρώματι τὸ τεῖχος ἀπημελημένως ἐδείμαντο, βραχύτε αὐτὸ καὶ πύργων ἔρημον παντάπασι ποιησάμενοι, ῥᾷον ἐνθένδε ἤλπιζε τὴν πόλιν αἱρήσειν. οὐ δὲ γὰρ οὐ δέ τι φυλακτήριον λόγου ἄξιον ἐνταῦθα τετύχηκεν εἶναι.
6.9.17δύο οὖν Ῥωμαίους ἀμφὶ τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ᾠκημένους χρήμασιν ἀναπείθει οἴνου ἀσκὸν ἔχοντας παρὰ τοὺς ἐκείνῃ φρουροὺς ἰέναι περὶ λύχνων ἁφὰς, καὶ αὐτοῖς τὸν οἶνον τρόπῳ ὅτῳ δὴ φιλοφροσύνην ἐνδεικνυμένους χαρίζεσθαι, εἶτα ξὺν αὐτοῖς πόρρω τῶν νυκτῶν καθημένους πίνειν, ἑκάστῳτε ἐς τὴν κύλικα ὑπνωτικὸν ἐμβαλεῖν φάρμακον, ὅπερ σφίσιν αὐτὸς ἐδεδώκει.
6.9.18ἀκάτους δὲ λάθρα ἐν τῇ ἑτέρᾳ ὄχθῃ ἐν παρασκευῇ ποιησάμενος εἶχεν, αἷς δὴ τῶν βαρβάρων τινὰς, ἐπειδὰν τάχιστα οἱ φύλακες ὕπνῳ ἔχοιντο, ξὺν κλίμαξιν ἐκ σημείου ἑνὸς τὸν ποταμὸν διαβαίνοντας τὴν ἐπίθεσιν τῷ περιβόλῳ ποιήσασθαι.
6.9.19τότε στράτευμα ἐς τοῦτο ἡτοίμαζεν ὅλον, ὅπως ἅπασα κατὰ κράτος ἡ πόλις ἁλῴη.
6.9.20τούτων δὲ οὕτω ξυγκειμένων σφίσι, τοῖν ἀνδροῖν ἅτερος τοῖν Οὐιττίγιδι ἐς ταύτην δὴ παρεσκευασμένοιν τὴν ὑπουργίαν (οὐ γὰρ ἔδει Ῥωμαίους τούτῳ τῷ Γότθων στρατοπέδῳ ἁλῶναι) αὐτεπάγγελτος ἐλθὼν Βελισαρίῳτε ἅπαντα φράζει καὶ τὸν ἕτερον ἐνδείκνυσιν.
6.9.21ὃς δὴ αἰκιζόμενος ἐς φῶςτε ἅπαντα ἤνεγκεν ὅσα δρᾶν ἔμελλε καὶ τὸ φάρμακον ἐπεδείκνυεν, ὅπερ Οὐίττιγις αὐτῷ ἐδεδώκει.
6.9.22καὶ αὐτοῦ Βελισάριος τήντε ῥῖνα καὶ τὰ ὦτα λωβησάμενος ἐς τῶν πολεμίων τὸ χαράκωμα ὄνῳ ὀχούμενον ἔπεμψε.
6.9.23καὶ κατιδόντες αὐτὸν οἱ βάρβαροι ἔγνωσαν ὡς ὁ θεὸς οὐκ ἐῴη σφῶν τὰ βουλεύματα ὁδῷ ἰέναι, καὶ δι’αὐτὸ οὐκ ἄν ποτε ἡ πόλις σφίσιν ἁλώσιμος εἴη.
6.10.1ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, ἐν τούτῳ Βελισάριος γράψας πρὸς Ἰωάννην ἔργου ἐκέλευεν ἔχεσθαι. ὁ δὲ ξὺν τοῖς δισχιλίοις ἱππεῦσι τὴν Πικηνῶν περιιὼν χώραν τὰ ἐν ποσὶν ἐληΐζετο πάντα, παῖδάςτε καὶ γυναῖκας τῶν πολεμίων ἐν ἀνδραπόδων ποιούμενος λόγῳ.
6.10.2Οὐλίθεόντε, τὸν Οὐιττίγιδος θεῖον, ξὺν Γότθων στρατῷ ὑπαντιάσαντα μάχῃ νικήσας αὐτόντε κτείνει καὶ πάντα σχεδὸν τὸν τῶν πολεμίων στρατόν.
6.10.3διὸ δὴ οὐδείς οἱ ἐτόλμα ἔτι ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ ἀφῖκτο ἐς Αὔξιμον πόλιν, Γότθων μὲν ἐνταῦθα φρουρὰν οὐκ ἀξιόχρεών τινα ἔμαθεν εἶναι, ἄλλως δὲ ὀχυρόντε καὶ ἀνάλωτον κατενόησε τὸ χωρίον.
6.10.4καὶ ἀπ’αὐτοῦ προσεδρεύειν μὲν οὐδαμῆ ἤθελεν, ἀλλὰ ἀπαλλαγεὶς ἐνθένδε ὅτι τάχιστα πρόσω ἤλαυνε.
6.10.5τα- ταὐτὸ δὲ τοῦτο καὶ Οὐρβῖνον ἀμφὶ πόλιν ἐποίει, ἔςτε Ἀρίμινον Ῥωμαίων αὐτὸν ἐπαγαγομένων ἐσήλαυνεν, ἥπερ μιᾶς ἡμέρας ὁδῷ Ῥαβέννης διέχει.
6.10.6οἱ μὲν οὖν βάρβαροι, ὅσοι φρουρὰν ἐνταῦθα εἶχον, ὑποψίᾳ ἐς Ῥωμαίους τοὺς οἰκήτορας πολλῇ χρώμενοι, ἐπειδὴ προϊέναι τὸ στράτευμα τοῦτο ἐπύθοντο, ἀπεχώρησάντε καὶ δρόμῳ ἰόντες ἐν Ῥαβέννῃ ἐγένοντο.
6.10.7οὕτω δὲ Ἰωάννης Ἀρίμινον ἔσχε πολεμίων φρουρὰν ὄπισθεν ἔντε Αὐξίμῳ καὶ Οὐρβίνῳ ἀπολιπὼν, οὐχ ὅτι τῶν Βελισαρίου ἐντολῶν ἐς λήθην ἦλθεν, οὐ δὲ θράσει ἀλογίστῳ ἐχόμενος, ἐπεὶ ξὺν τῷ δραστηρίῳ τὸ ξυνετὸν εἶχεν, ἀλλὰ λογισάμενος, ὅπερ ἐγένετο, ὡς ἢν Γότθοι πύθωνται τὸν Ῥωμαίων στρατὸν ἄγχιστά πη Ῥαβέννης εἶναι, αὐτίκα μάλα τὴν ἐν Ῥώμῃ διαλύσουσι προσεδρείαν, ἀμφὶ τῷ χωρίῳ τούτῳ δείσαντες.
6.10.8καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης. ἐπειδὴ γὰρ Οὐίττιγίςτε καὶ ὁ Γότθων στρατὸς Ἀρίμινον ἔχεσθαι πρὸς αὐτοῦ ἤκουσαν, ἐς μέγα δέος ἀμφὶ Ῥαβέννῃ ἐμπεπτωκότες ἄλλοτε ὑπολογισάμενοι τῶν πάντων οὐδὲν, εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο, ὥς μοι αὐτίκα λελέξεται.
6.10.9καὶ μέγα τι κλέος ἐκ τοῦ ἔργου τούτου Ἰωάννης ἔσχε, διαβόητος καὶ τὸ πρότερον ὤν.
6.10.10τολμητήςτε γὰρ ἦν καὶ αὐτουργὸς ἐν τοῖς μάλιστα, ἔςτε τοὺς κινδύνους ἄοκνος, δίαιτάντε σκληρὰν καὶ ταλαιπωρίαν τινὰ ἐς ἀεὶ εἶχε βαρβάρου ὁτουοῦν ἢ στρατιώτου οὐδενὸς ἧσσον. ὁ μὲν οὖν Ἰωάννης τοιόσδε τις ἦν.
6.10.11Ματασοῦνθα δὲ, ἡ τοῦ Οὐιττίγιδος γυνὴ, δεινῶς τῷ ἀνδρὶ ἀχθομένη, ὅτι δή οἱ βίᾳ τὸ ἐξ ἀρχῆς ἐς κοίτην ἦλθεν, ἐπειδὴ τὸν Ἰωάννην ἐς Ἀρίμινον ἥκειν ἐπύθετο, περιχαρήςτε ἀτεχνῶς γέγονε καὶ πέμψασα παρ’αὐτὸν λάθρα γάμουτε καὶ προδοσίας πέρι ἐς λόγους ἦλθε.
6.10.12καὶ οἱ μὲν πέμποντες ἀεὶ κρύφα τῶν ἄλλων ταῦτα ἔπρασσον. Γότθοι δὲ ἐπεὶ τάτε ἀμφὶ Ἀρίμινον ἔμαθον καὶ ἅμα ξύμπαντα σφᾶς τὰ ἀναγκαῖα ἐπελελοίπει, ὅτε τῶν τριῶν μηνῶν χρόνος ἐξῆκεν ἤδη, τὴν ἀναχώρησιν ἐποιοῦντο, καίπερ οὔπω τι τῶν πρέσβεων ἕνεκα πεπυσμένοι.
6.10.13τοῦ μὲν οὖν ἔτους ἀμφὶ τροπὰς ἐαρινὰς ἦν, τῇ δὲ πολιορκίᾳ ἐνιαυτόςτε ἐτέτριπτο καὶ πρὸς αὐτῷ ἡμέραι ἐννέα, ὅτε οἱ Γότθοι ἅπαντα σφῶν τὰ χαρακώματα καύσαντες, ἅμα ἡμέρᾳ ὁδοῦ εἴχοντο.
6.10.14Ῥωμαῖοι δὲ φεύγοντας ὁρῶντες τοὺς ἐναντίους ἐν ἀπόρῳ εἶχον ᾗ τὸ παρὸν θήσονται. τῶντε γὰρ ἱππέων τὸ πλῆθος οὐ παρεῖναι τηνικαῦτα ξυνέβαινεν, ἄλλων ἄλλῃ πη ἐσταλμένων, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, αὐτοίτε ἀξιόμαχοι πρὸς τοσοῦτον πλῆθος πολεμίων οὐκ ᾤοντο εἶναι. ἅπαντας μέντοι πεζούςτε καὶ ἱππέας Βελισάριος ὥπλισε.
6.10.15καὶ ἐπεὶ τῶν πολεμίων ὑπὲρ ἥμισυ διαβάντας τὴν γέφυραν εἶδεν, ἐξῆγε διὰ Πιγκιανῆς πύλης τὸ στράτευμα, ἥτε μάχη ἐκ χειρὸς γέγονε τῶν προτέρων οὐδεμιᾶς ἧσσον.
6.10.16καὶ κατ’ἀρχὰς μὲν καρτερῶς τῶν βαρβάρων τοὺς πολεμίους ὑφισταμένων, πολλοὶ ἑκατέρων ἐν τῇ πρώτῃ ξυμβολῇ ἔπεσον · ἔπειτα δὲ οἱ Γότθοι τραπόμενοι μέγατε καὶ ὑπερφυὲς σφίσιν αὐτοῖς τὸ πάθος ἐποίουν.
6.10.17αὐτὸς γὰρ ἕκαστος τὴν γέφυραν διαβαίνειν ἠπείγετο πρῶτος. ἀφ’οὗ δὴ ἐς στενοχωρίαν πολλὴν ἀφικόμενοι τὰ χαλεπώτατα ἔπασχον. πρόςτε γὰρ σφῶν αὐτῶν καὶ τῶν πολεμίων ἐκτείνοντο.
6.10.18πολλοὶ δὲ καὶ τῆς γεφύρας ἐφ’ἑκάτερα ἐξέπιπτον ἐς τὸν Τίβεριν καὶ αὐτοῖς ὅπλοις καταδυόμενοι ἔθνησκον. οὕτω δὲ τοὺς πλείστους ἀποβαλόντες οἱ λοιποὶ τοῖς πρότερον διαβᾶσι ξυνέμιξαν.
6.10.19Λογγῖνος δὲ Ἴσαυρος καὶ Μουνδίλας, οἱ Βελισαρίου δορυφόροι, διαφερόντως ἐν ταύτῃ τῇ μάχῃ ἠρίστευσαν. ἀλλὰ Μουνδίλας μὲν τέτρασι βαρβάροις καθ’ἕκαστον ἐς χεῖρας ἐλθὼν ἔκτεινέτε ἅπαντας καὶ αὐτὸς ἐσώθη.
6.10.20Λογγῖνος δὲ τῆς τῶν πολεμίων τροπῆς αἰτιώτατος γεγονὼς αὐτοῦ ἔπεσε πολὺν αὑτοῦ πόθον τῷ Ῥωμαίων στρατοπέδῳ ἀπολιπών.
6.11.1Οὐίττιγις μὲν οὖν στρατῷ τῷ καταλοίπῳ ἐπὶ Ῥαβέννης ἰὼν τῶν χωρίων τὰ ὀχυρώματα πλήθει φρουρῶν ἐκρατύνατο, ἐν Κλουσίῳ μὲν τῇ Τούσκων πόλει χιλίουςτε ἄνδρας καὶ ἄρχοντα Γιβίμερα ἀπολιπὼν, ἔντε Οὐρβιβεντῷ τοσούτους, οἷς δὴ ἄρχοντα Ἀλβίλαν ἄνδρα Γότθον ἐπέστησε. καὶ Οὐλιγίσαλον ἐν τῇ Τουδέρᾳ ξὺν τετρακοσίοις κατέλιπεν.
6.11.2ἐν δὲ δὴ Πικηνῶν τῇ χώρᾳ τετρακοσίους μὲν ἐς Πέτραν τὸ φρούριον εἴασεν, οἳ καὶ πρότερον ταύτῃ ᾤκηντο, ἐν Αὐξίμῳ δὲ, ἣ πασῶν μεγίστη τῶν ἐκείνῃ πόλεών ἐστι, Γότθουςτε ἀριστίνδην ξυνειλεγμένους τετρακισχιλίους κατέλιπε καὶ ἄρχοντα ἐς ἄγαν δραστήριον Οὐίσανδον ὄνομα, ξύντε τῷ Μώρᾳ δισχιλίους ἐν Οὐρβίνῳ τῇ πόλει.
6.11.3ἔστι δὲ καὶ ἄλλα φρούρια δύο, Καισῆνάτε καὶ Μοντεφέρετρα, ὧν δὴ ἐν ἑκατέρῳ φρουρὰν οὐχ ἧσσον ἢ κατὰ πεντακοσίων ἀνδρῶν κατεστήσατο. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ εὐθὺ Ἀριμίνου ὡς πολιορκήσων ἐχώρει.
6.11.4ἐτύγχανε δὲ Βελισάριος, ἐπειδὴ τάχιστα Γότθοι τὴν πολιορκίαν διέλυσαν, Ἰλδίγεράτε καὶ Μαρτῖνον ξὺν ἱππεῦσι χιλίοις πέμψας, ἐφ’ᾧ δὴ ἑτέρας ὁδοῦ θᾶττον ἰόντες φθάσωσι τοὺς πολεμίους ἐς Ἀρίμινον ἀφικόμενοι, καὶ σφίσιν ἐπέστελλεν Ἰωάννην μὲν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας ἐνθένδε ἐξαναστῆσαι ὡς τάχιστα, πολλοὺς δὲ ἀντ’αὐτῶν ἱκανοὺς μάλιστα ἐς τῆς πόλεως τὴν φυλακὴν καταστήσασθαι, ἐκ φρουρίου ἀφελομένους, ὃ δὴ πρὸς κόλπῳ τῷ Ἰονίῳ ἐστὶν, Ἀγκὼν ὄνομα, δυοῖν ἡμέραιν ὁδὸν Ἀριμίνου διέχον.
6.11.5ἤδη γὰρ αὐτὸ οὐ πολλῷ πρότερον κατειλήφει, Κόνωνα ξύντε Ἰσαύρων καὶ Θρᾳκῶν στρατεύματι οὐκ ὀλίγῳ πέμψας.
6.11.6ἤλπιζε γὰρ, ἢν πεζοίτε καὶ μόνοι ἀρχόντων οὐκ ἀξιολόγων σφίσι παρόντων Ἀρίμινον ἔχωσιν, οὔποτε αὐτῆς ἐς πολιορκίαν Γότθων τὴν δύναμιν καταστήσεσθαι, ἀλλ’ὑπεριδόντας ἐπὶ Ῥαβέννης αὐτίκα ἰέναι, ἤντε Ἀρίμινον πολιορκεῖν ἐθελήσωσι, τοῖςτε πεζοῖς τὰ ἐπιτήδεια ἐς πλείω τινὰ χρόνον ἀρκέσειν ·
6.11.7καὶ ὡς ἱππεῖς δισχίλιοι ἔξωθεν ξὺν τῷ ἄλλῳ στρατῷ ἰόντες πολλάτε κακὰ, ὡς τὸ εἰκὸς, τοὺς πολεμίους ἐργάσονται καὶ ῥᾷον ἐς τῆς προσεδρείας αὐτοὺς τὴν διάλυσιν ξυνελάσουσι.
6.11.8τοιαύτῃ μὲν γνώμῃ Βελισάριος τοῖς ἀμφὶ Μαρτῖνόντε καὶ Ἰλδίγερα ταῦτα ἐπήγγελλεν. οἱ δὲ διὰ Φλαμινίας ὁδοῦ πορευόμενοι λίαντε τοὺς βαρβάρους προτερήσαντες ᾔεσαν.
6.11.9ἅτε γὰρ ἐν πολλῷ ὁμίλῳ οἱ Γότθοι σχολαίτεροι ἐπορεύοντο, καὶ περιόδοις ἠναγκάζοντο μακραῖς τισι χρῆσθαι τῶντε ἀναγκαίων τῇ ἀπορίᾳ καὶ τῶν ἐν Φλαμινίᾳ ὁδῷ ὀχυρωμάτων ἥκιστα ἐθέλοντες ἄγχιστά πη ἰέναι, ἐπεὶ αὐτὰ οἱ πολέμιοι, ὥσπερ μοι ἔμπροσθεν δεδήλωται, Ναρνίαντε καὶ Σπολίτιον καὶ Περυσίαν εἶχον.
6.11.10Ῥωμαίων δὲ τὸ στράτευμα, ἐπειδὴ τῇ Πέτρᾳ ἐνέτυχον, ὁδοῦ ποιούμενοι πάρεργον, ἀπεπειράσαντο τοῦ ταύτῃ φρουρίου. τοῦτο δὲ τὸ ὀχύρωμα οὐκ ἄνθρωποι ἐτεκτήναντο, ἀλλὰ τοῦ χωρίου ἡ φύσις ἐξεῦρεν · ὁδὸς γάρ ἐστιν ἐς ἄγαν κρημνώδης.
6.11.11ταύτης δὲ τῆς ὁδοῦ ἐν δεξιᾷ μὲν ποταμός τις οὐδενὶ ἐσβατὸς ὀξύτητι τοῦ ῥοῦ κάτεισιν, ἐν ἀριστερᾷ δὲ οὐ πολλῷ ἄποθεν πέτρα ἀνέχει ἀπότομόςτε καὶ ὕψους ἐς τόσον διήκουσα, ὥστε τοῖς κάτω οὖσι φαινόμενοι ἄνθρωποι, οἳ ἐν τῇ ἄκρᾳ, ἂν οὕτω τύχοι, ἑστήκασιν, ὄρνισι τοῖς μικροτάτοις μεγέθους πέρι εἰκάζονται.
6.11.12προϊόντιτε διέξοδος οὐδεμία τὸ παλαιὸν ἦν. λήγουσα γὰρ ἡ πέτρα ἐς αὐτόν που μάλιστα τοῦ ποταμοῦ τὸν ῥοῦν διήκει, διάβασιν τοῖς ταύτῃ ἰοῦσιν οὐδεμίαν παρεχομένη.
6.11.13διώρυχα τοίνυν ἐνταῦθα οἱ πάλαι ἄνθρωποι ἐργασάμενοι, πυλίδα τῷ χωρίῳ ταύτῃ πεποίηνται.
6.11.14φράξαντες δὲ καὶ τῆς ἑτέρας εἰσόδου τὸ πλεῖστον, πλήν γε δὴ ὅσον πυλίδα κα- κἀνταῦθα λελεῖφθαι, φρούριόντε αὐτοφυὲς ἀπειργάσαντο καὶ Πέτραν αὐτὸ λόγῳ τῷ εἰκότι ἐκάλεσαν.
6.11.15οἱ οὖν ἀμφὶ Μαρτῖνόντε καὶ Ἰλδίγερα πρῶτον μὲν ἐς τῶν πυλίδων τὴν ἑτέραν μαχόμενοίτε καὶ πολλὰ βάλλοντες οὐδὲν ἤνυτον, καίπερ ἥκιστα σφᾶς ἀμυνομένων τῶν ταύτῃ βαρβάρων, ἔπειτα δὲ διὰ τοῦ κρημνώδους κατόπισθεν τὴν ἄνοδον βιασάμενοι κατὰ κορυφὴν λίθοις ἔβαλον ἐνθένδε τοὺς Γότθους.
6.11.16οἱ δὲ ἐς τὰς οἰκίας δρόμῳτε καὶ θορύβῳ πολλῷ ἐσελθόντες ἡσύχαζον. καὶ τότε Ῥωμαῖοι, ἐπεὶ τῶν πολεμίων οὐδενὸς ἐπιτυγχάνειν οἷοίτε ἦσαν ταῖς τῶν λίθων βολαῖς, ἐπενόουν τάδε.
6.11.17τμήματα μεγάλα ἐκ τοῦ σκοπέλου ποιούμενοι πολλοίθ’ἅμα ὠθοῦντες αὐτὰ ἐπὶ τὰς οἰκίας σταθμώμενοι ἐρρίπτουν.
6.11.18τὰ δὲ ὅπη ἂν τῆς οἰκοδομίας καὶ κατὰ βραχὺ προσπίπτοντα ψαύοι, κατέσειέτε ἱκανῶς ἅπαντα καὶ τοὺς βαρβάρους ἐς μέγα τι δέος καθίστη.
6.11.19διὸ δὴ χεῖράςτε οἱ Γότθοι τοῖς ἔτι ἀμφὶ τὴν πυλίδα οὖσιν ὤρεγον καὶ ξὺν τῷ φρουρίῳ σφᾶς αὐτοὺς ὁμολογίᾳ παρέδοσαν, ἐφ’ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέωςτε δοῦλοι καὶ Βελισαρίου κατήκοοι ὄντες.
6.11.20καὶ αὐτῶν Ἰλδίγερτε καὶ Μαρτῖνος τοὺς μὲν πλείστους ἀναστήσαντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ξὺν αὑτοῖς ἦγον, ὀλίγους δέ τινας ξὺν τοῖς παισίτε καὶ γυναιξὶν αὐτοῦ εἴασαν. ἐλίποντο δέ τινα καὶ Ῥωμαίων φρουράν.
6.11.21ἐνθένδετε ἐς Ἀγκῶνα ἐλθόντες καὶ πολλοὺς ἀπαγαγόμενοι τῶν ἐκείνῃ πεζῶν ἐς Ἀρίμινον τριταῖοι ἀφίκοντο, τήντε Βελισαρίου γνώμην ἀπήγγελλον.
6.11.22Ἰωάννης δὲ οὔτε αὐτὸς ἕπεσθαι ἤθελε καὶ Δαμιανὸν ξὺν τοῖς τετρακοσίοις κατεῖχεν. οἱ δὲ τοὺς πεζοὺς αὐτοῦ ἀπολιπόντες κατὰ τάχος ἐνθένδε ξὺν τοῖς Βελισαρίου δορυφόροιςτε καὶ ὑπασπισταῖς ἀνεχώρησαν.
6.12.1καὶ Οὐίττιγις οὐκ ἐς μακρὰν παντὶ τῷ στρατῷ ἐς Ἀρίμινον ἦλθεν, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. αὐτίκατε πύργον ξύλινον τοῦ τῆς πόλεως περιβόλου καθυπέρτερον τεκτηνάμενοι τροχοῖς τέσσαρσιν ἀνεχόμενον ἐπὶ τὸ τεῖχος ἦγον, ᾗ μάλιστα ἐπιμαχώτατον αὐτοῖς ἔδοξεν εἶναι.
6.12.2ὅπως δὲ μὴ πάθωσιν, ὅπερ αὐτοῖς πρὸ τοῦ Ῥώμης περιβόλου ξυνηνέχθη παθεῖν, οὐ διὰ τῶν βοῶν τὸν πύργον ἦγον, ἀλλ’αὐτοὶ ἔνδον κρυπτόμενοι ἐφεῖλκον.
6.12.3κλῖμαξ δὲ ἦν τις τοῦ πύργου ἐντὸς εὐρεῖα ἐς ἄγαν, δι’ἧς τὸ τῶν βαρβάρων πλῆθος ἀναβήσεσθαι εὐπετῶς ἔμελλον, ἐλπίδα ἔχοντες ὡς, ἐπειδὰν τάχιστα τὸν πύργον τῷ περιβόλῳ ἐρείσωσιν, ἐνθένδε πόνῳ οὐδενὶ ἐπιβήσονται κατὰ τὰς τοῦ τείχους ἐπάλξεις. οὕτω γὰρ αὐτοῖς ἡ τοῦ πύργου ὑπερβολὴ εἴργαστο.
6.12.4ἐπειδὴ τοίνυν τοῦ περιβόλου ἄγχιστά πη ξὺν τῇ μηχανῇ ταύτῃ ἐγένοντο, τότε μὲν ἡσυχῆ ἔμενον, ἐπεὶ καὶ ξυνεσκόταζεν ἤδη, φύλακας δὲ ἀμφὶ τὸν πύργον καταστησάμενοι ηὐλίσαντο ἅπαντες, ἐναντίωμα οὐ δ’ὁτιοῦν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντες.
6.12.5οὐ δὲ γὰρ οὐ δέ τι ἄλλο ἐμπόδιον, οὐ δὲ τάφρος ἐν μέσῳ ὅτι μὴ βραχεῖα παντάπασιν ἐτύγχανεν οὖσα. οἵτε Ῥωμαῖοι ξὺν δέει πολλῷ ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ ἀπολούμενοι ἐνυκτέρευσαν.
6.12.6Ἰωάννης δὲ οὔτε ἀπογνοὺς πρὸς τὸν κίνδυνον οὔτε τῷ δέει ξυνταραχθεὶς ἐπενόει τάδε. τοὺς μὲν ἄλλους ἐν τοῖς φυλακτηρίοις ἀπολιπὼν, αὐτὸς δὲ ξὺν τοῖς Ἰσαύροις δικέλλαςτε καὶ ἄλλα ἄττα τοιαῦτα ὄργανα φέρουσιν, ἀωρὶ τῶν νυκτῶν, οὐδενὶ τῶν πάντων προειρημένον, ἔξω τοῦ περιβόλου γενόμενος ἐκέλευσε σιωπῇ τὴν τάφρον ὀρύσσειν.
6.12.7οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ τὸν χοῦν, ὅνπερ ἐνθένδε ἀνῃροῦντο, ἐπὶ τα- θάτερα τῆς τάφρου ἐς τὰ πρὸς τῷ τείχει ἐς ἀεὶ ἐτίθεσαν, ὃς δὴ ἐνταῦθα αὐτοῖς ἀντὶ τοίχου ἐγίνετο.
6.12.8λαθόντεςτε ἐπὶ πλεῖστον τοὺς πολεμίους καθεύδοντας βαθεῖάντε καὶ εὔρους ἱκανῶς ἔχουσαν τὴν τάφρον δι’ὀλίγου πεποίηνται, οὗ δὴ μάλιστα ἐπιμαχώτατόςτε ὁ περίβολος ἦν καὶ προσβάλλειν ξὺν τῇ μηχανῇ οἱ βάρβαροι ἔμελλον.
6.12.9οἱ δὲ πολέμιοι πόρρω που τῶν νυκτῶν αἰσθόμενοι τοῦ ποιουμένου ἐπὶ τοὺς ὀρύσσοντας ἐβοήθουν δρόμῳ, καὶ Ἰωάννης ξὺν τοῖς Ἰσαύροις, ἐπεί οἱ τὰ ἀμφὶ τῇ τάφρῳ ὡς ἄριστα εἶχεν, ἐντὸς τοῦ περιβόλου ἐγένετο.
6.12.10Οὐίττιγις δὲ ἅμα ἡμέρᾳ τάτε πεπραγμένα κατανοήσας καὶ περιαλγήσας τοῖς ξυμπεσοῦσι διεχρήσατο μὲν τῶν φυλάκων τινὰς, οὐδὲν δὲ ἧσσον ἐπάγειν τὴν μηχανὴν ἐν σπουδῇ ἔχων ἐκέλευε φακέλλων πλῆθος τοὺς Γότθους ἐν τῇ τάφρῳ κατὰ τάχος ῥίπτειν, οὕτωτε τὸν πύργον ἐνταῦθα ἐφέλκοντας ἄγειν.
6.12.11καὶ οἱ μὲν ταῦτα, ὥσπερ Οὐίττιγις ἐπέτελλεν, ἔπρασσον προθυμίᾳ τῇ πάσῃ, καίπερ τῶν ἐναντίων καρτερώτατα ἐκ τοῦ τείχους ἀμυνομένων. οἱ δὲ φάκελλοι, ἐμπεσόντος σφίσι τοῦ πύργου, βαρυνόμενοι, ὡς τὸ εἰκὸς, ὑπεχώρουν κάτω.
6.12.12διὸ δὴ οἱ βάρβαροι πρόσω ἰέναι ξὺν τῇ μηχανῇ οὐδαμῆ εἶχον, ἐπεὶ ἄναντες σφίσι πολλῷ ἔτι μᾶλλον ἐγίνετο, οὗ δὴ ξυννήσαντες τὸν χοῦν ἔτυχον, ὥσπερ μοι ἐρρήθη, Ῥωμαῖοι.
6.12.13δείσαντες οὖν μὴ νυκτὸς ἐπιγινομένης ἐπεξελθόντες οἱ πολέμιοι τὴν μηχανὴν καύσωσιν, ὀπίσω αὐτὴν αὖθις ἐφεῖλκον.
6.12.14ὅπερ Ἰωάννης κωλύειν δυνάμει τῇ πάσῃ ἐν σπουδῇ ἔχων τούςτε στρατιώτας ἐξώπλισε καὶ ξυγκαλέσας ἅπαντας τοιάδε παρεκελεύσατο Ἄνδρες, οἷς τοῦδε τοῦ κινδύνου ξὺν ἡμῖν μέτεστιν, εἴ τῳ ὑμῶν πρὸς ἡδονήν ἐστι βιῶναίτε καὶ τοὺς οἴκοι ἀπολελειμμένους ἰδεῖν, μὴ ἐπ’ἄλλῳ τῳ κεκτημένος τὴν τούτων ἐλπίδα ἢ ἐν ταῖς χερσὶ ταῖς αὐτοῦ γνώτω.
6.12.16ἡνίκα μὲν γὰρ Βελισάριος ἡμᾶς τὸ ἐξ ἀρχῆς ἔστελλε, πολλῶν ἡμᾶς ἐλπίςτε καὶ ἔρως ἐς τὴν τοῦ ἔργου προθυμίαν ἐνῆγον.
6.12.17οὔτε γὰρ ἐν γῇ τῇ παραλίᾳ πολιορκηθήσεσθαι ὑπωπτεύομεν, οὕτω δὴ θαλασσοκρατούντων Ῥωμαίων, οὔτε τοσοῦτον ἡμῶν περιόψεσθαι τὸν βασιλέως στρατὸν ὑπετόπησεν ἄν τις.
6.12.18χωρὶς δὲ τούτων τότε μὲν ἡμᾶς ἐς εὐτολμίαν ὥρμα ἐπίδειξίςτε τῆς ἐς τὴν πολιτείαν εὐνοίας καὶ τὸ ἐκ τῶν ἀγώνων ἐσόμενον κλέος ἐς πάντας ἀνθρώπους.
6.12.19νῦν δὲ οὔτε περιεῖναι ἡμᾶς, ὅτι μὴ διὰ τῆς εὐψυχίας, οἷόντέ ἐστιν, ἐπάναγκέςτε οὐκ ἄλλου του ἢ τοῦ βιώσεσθαι ἡμᾶς αὐτοὺς ἕνεκα τοῦτον ὑποστῆναι τὸν κίνδυνον.
6.12.20ὥστε εἰ μέν τισιν ὑμῶν ἀρετῆς τι μεταποιεῖσθαι ξυμβαίνει, πάρεστιν αὐτοῖς ἀνδραγαθιζομένοις, εἴπερ τισὶ καὶ ἄλλοις, ἐνδόξοις γενέσθαι.
6.12.21κτῶνται γὰρ εὔκλειαν οὐχ οἱ τῶν καταδεεστέρων κρατήσαντες, ἀλλ’οἳ ἂν τῇ παρασκευῇ ἐλασσούμενοι τῷ τῆς ψυχῆς μεγέθει νικῷεν.
6.12.22οἷς δὲ τὸ φιλόψυχον ἐμπέφυκε μᾶλλον, τούτοις δὴ μάλιστα τὸ εὐτόλμοις εἶναι ξυνοίσει, ἐπεὶ ἅπαντες ἐκ τοῦ ἐπὶ πλεῖστον, οἷς τὰ πράγματα ἐπὶ ξυροῦ ἀκμῆς, ὥσπερ ἡμῖν τανῦν, ἵσταται, μόνῳ ἂν τῷ τῶν κινδύνων ὑπερφρονεῖν διασώζοιντο.
6.12.23τοσαῦτα μὲν Ἰωάννης εἰπὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα, ὀλίγους τινὰς ἐς τὰς ἐπάλξεις ἀπολιπών.
6.12.24ἀνδρείως δὲ αὐτοὺς ὑφισταμένων τῶν πολεμίων γέγονε καρτερὰ ἐς ἄγαν ἡ μάχη. καὶ τὸν μὲν πύργον μόλιςτε καὶ ὀψὲ τῆς ἡμέρας ἐς τὸ σφέτερον οἱ βάρβαροι στρατόπεδον ἐνεγκεῖν ἴσχυσαν.
6.12.25τοσούτους μέντοι τὸ πλῆθος ἀπέβαλον τῶν ἐν σφίσι μαχίμων, ὥστε οὐκέτι τειχομαχεῖν τὸ λοιπὸν ἔγνωσαν, ἀλλ’ἀπογνόντες ἡσυχῆ ἔμενον, λιμῷ πιεζομένους προσχωρήσειν αὐτοῖς τοὺς πολεμίους καραδοκοῦντες. λίαν γὰρ αὐτοὺς ἅπαντα ἤδη τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐπεὶ οὐχ εὗρον ὅθεν αὐτὰ διαρκῶς ἐσκομίσονται.
6.12.26ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Βελισάριος δὲ τοῖς ἐκ Μεδιολάνου ἥκουσι χιλίους ἔπεμψεν Ἰσαύρουςτε καὶ Θρᾷκας.
6.12.27ἡγεῖτο δὲ τῶν Ἰσαύρων Ἔννης, τῶν δὲ Θρᾳκῶν Παῦλος, Μουνδίλαςτε ἅπασιν ἐφειστήκει καὶ αὐτὸς ἦρχεν ὀλίγους τινὰς τῶν Βελισαρίου ὑπασπιστῶν ἔχων. ξυνῆν δὲ αὐτοῖς καὶ Φιδέλιος, ὃς ἐγεγόνει τῆς αὐλῆς ἔπαρχος.
6.12.28ἐκ Μεδιολάνου γὰρ ὁρμώμενος ἐπιτήδειος τούτῳ ἔδοξε τῷ στρατῷ ἕπεσθαι ἅτε δύναμίν τινα ἐν Λιγούροις ἔχων.
6.12.29πλεύσαντες οὖν ἐκ τοῦ Ῥωμαίων λιμένος Γενούᾳ προσέσχον, ἣ Τουσκίας μέν ἐστιν ἐσχάτη, παράπλου δὲ καλῶς Γάλλωντε καὶ Ἱσπανῶν κεῖται.
6.12.30ἔνθα δὴ τάςτε ναῦς ἀπολιπόντες καὶ ὁδῷ πορευόμενοι πρόσω ἐχώρουν, τοὺς λέμβους τῶν νηῶν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ὅπως ἂν Πάδον τὸν ποταμὸν διαβαίνουσι μηδὲν σφίσιν ἐμπόδιον εἴη.
6.12.31οὕτω γοῦν τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο. ἐπεὶ δὲ τὸν Πάδον διαβάντες ἐς Τικηνὸν πόλιν ἀφίκοντο, Γότθοι αὐτοῖς ἀπαντήσαντες ἐς χεῖρας ἦλθον.
6.12.32ἦσαν δὲ πολλοίτε καὶ ἄριστοι, ἐπεὶ τῶν χρημάτων τὰ τιμιώτατα βάρβαροι ἅπαντες, οἳ ταύτῃ ᾤκηντο, ἐν Τικηνῷ καταθέμενοι ἅτε ἐν χωρίῳ ὀχύρωμα ἰσχυρὸν ἔχοντι φρουρὰν ἐνταῦθα λόγου ἀξίαν ἐλίποντο.
6.12.33μάχης οὖν καρτερᾶς γενομένης ἐνίκων Ῥωμαῖοι, καὶ τοὺς ἐναντίους τρεψάμενοι διέφθειράντε συχνοὺς καὶ τὴν πόλιν ἐν τῇ διώξει ἑλεῖν παρ’ὀλίγον ἦλθον. μόλις γὰρ ἐπιθεῖναι τὰς πύλας οἱ βάρβαροι ἴσχυσαν, ἐγκειμένων σφίσι τῶν πολεμίων.
6.12.34Ῥωμαίων δὲ ὀπίσω ἀπελαυνόντων Φιδέλιος εὐξόμενος ἔς τινα τῶν ἐκείνῃ νεὼν ὕστατος ἔμεινε. τύχῃ δέ τινι ὀκλάσαντός οἱ τοῦ ἵππου ἔπεσε.
6.12.35καὶ αὐτὸν κατιδόντες Γότθοι, ἐπεὶ τοῦ περιβόλου ἄγχιστα ἐπεπτώκει, ἐπεξελθόντες ἔκτεινάντε καὶ ἔλαθον τοὺς πολεμίους. οὗ δὴ ὕστερον Μουνδίλαςτε καὶ Ῥωμαῖοι αἰσθόμενοι ἤσχαλλον.
6.12.36ἔνθεντε ἐς Μεδιόλανον πόλιν ἀφίκοντο καὶ αὐτὴν ἀμαχητὶ ξὺν Λιγουρίᾳ τῇ ἄλλῃ ἔσχον.
6.12.37ἅπερ ἐπειδὴ Οὐίττιγις ἔμαθε, στράτευμάτε πολὺ κατὰ τάχος καὶ Οὐραΐαν ἄρχοντα, τὸν αὑτοῦ ἀδελφιδοῦν, ἔπεμψε.
6.12.38καὶ Θευδίβερτος δέ οἱ, ὁ Φράγγων ἀρχηγὸς, ἄνδρας μυρίους δεηθέντι ἐς ξυμμαχίαν ἀπέστειλεν, οὐ Φράγγων αὐτῶν, ἀλλὰ Βουργουζιώνων, τοῦ μὴ δοκεῖν τὰ βασιλέως ἀδικεῖν πράγματα.
6.12.39οἱ γὰρ Βουργουζίωνες ἐθελούσιοίτε καὶ αὐτονόμῳ γνώμῃ, οὐ Θευδιβέρτῳ κελεύοντι ἐπακούοντες δῆθεν τῷ λόγῳ ἐστέλλοντο. οἷς δὴ οἱ Γότθοι ἀναμιχθέντες ἔςτε Μεδιόλανον Ῥωμαίων ἥκιστα προσδεχομένων ἀφίκοντο καὶ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. ταύτῃ γοῦν οὐ δέ τι ἐσκομίσασθαι τῶν ἐπιτηδείων Ῥωμαῖοι ἔσχον, ἀλλ’εὐθὺς ἤχθοντο τῶν ἀναγκαίων τῇ ἀπορίᾳ.
6.12.40οὐ μὴν οὐ δὲ τοῦ περιβόλου τὴν φυλακὴν οἱ στρατιῶται εἶχον, ἐπεὶ ὁ Μουνδίλας πόλειςτε καταλαβὼν ἔτυχεν, ὅσαι Μεδιολάνου ἄγχιστα οὖσαι ὀχυρώματα εἶχον, Βέργομόντε καὶ Κῶμον καὶ Νοβαρίας καὶ ἄλλα ἄττα πολίσματα, καὶ φρουρὰς πανταχόθι λόγου ἀξίας καταστησάμενος, αὐτὸς δὲ τριακοσίους μάλιστα ἔχων ἐν Μεδιολάνῳ ἔμεινε, καὶ ξὺν αὐτῷ Ἔννηςτε καὶ Παῦλος.
6.12.41ὥστε ἀνάγκῃ οἱ τῆς πόλεως οἰκήτορες ἐκ περιτροπῆς ἀεὶ τὴν φυλακὴν εἶχον. τὰ μὲν οὖν ἐν Λιγούροις ἐφέρετο τῇδε καὶ ὁ χειμὼν ἔληγε, καὶ τρίτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
6.13.1Βελισάριος δὲ ἀμφὶ θερινὰς τροπὰς ἐπίτε Οὐίττιγιν καὶ τὸ Γότθων στρατόπεδον ᾔει, ὀλίγους μέν τινας φρουρᾶς ἕνεκα ἐν Ῥώμῃ ἀπολιπὼν, τοὺς δὲ ἄλλους ξὺν αὑτῷ ἅπαντας ἐπαγόμενος.
6.13.2πέμψαςτέ τινας ἐς Τουδέραντε καὶ Κλούσιον χαρακώματα ἐπήγγειλε ποιεῖσθαι, οἷς δὴ ἕψεσθαίτε ἔμελλε καὶ ξυμπολιορκήσειν τοὺς τῇδε βαρβάρους.
6.13.3οἱ δὲ, ἐπεὶ προσιόντα τὸν στρατὸν ἔμαθον, οὐχ ὑποστάντες τὸν κίνδυνον πρέσβειςτε παρὰ Βελισάριον ἔπεμψαν καὶ παραδώσειν ὁμολογίᾳ σφᾶςτε αὐτοὺς καὶ πόλιν ἑκατέραν ὑπέσχοντο, ἐφ’ᾧ κακῶν ἀπαθεῖς μείνωσι. παραγενομένῳτέ οἱ ἐπιτελῆ τὴν ὑπόσχεσιν ἐποιήσαντο.
6.13.4ὁ δὲ Γότθους μὲν ἅπαντας ἐνθένδε ἀναστήσας ἐπὶ Σικελίαςτε καὶ Νεαπόλεως ἔπεμψεν, ἐν δὲ Κλουσίῳ καὶ Τουδέρᾳ φρουρὰν καταστησάμενος πρόσω ἦγε τὸ στράτευμα.
6.13.5ἐν τούτῳ δὲ Οὐίττιγις στρατιὰν ἄλλην καὶ ἄρχοντα Οὐάκιμον ἐς Αὔξιμον πέμψας τοῖς ἐκείνῃ Γότθοις ἐκέλευεν ἀναμίγνυσθαι, καὶ ξὺν αὐτοῖς ἐπὶ τοὺς ἐν Ἀγκῶνι πολεμίους ἰόντας ἀποπειράσασθαι τοῦ ταύτῃ φρουρίου.
6.13.6ὁ δὲ Ἀγκὼν οὗτος πέτρα τίς ἐστιν ἐγγώνιος, ἀφ’οὗ καὶ τὴν προσηγορίαν εἴληφε ταύτην ·
6.13.7ἀγκῶνι γὰρ ἐπὶ πλεῖστον ἐμφερής ἐστιν. ἀπέχει δὲ σταδίους ὀγδοήκοντα πόλεως μάλιστα Αὐξίμου, ἧς δή ἐστιν ἐπίνειον. καὶ τὸ μὲν τοῦ φρουρίου ὀχύρωμα ἐπὶ πέτρας τῆς ἐγγωνίου ἐν ἀσφαλεῖ κεῖται, τὰ δὲ ἐκτὸς ἅπαντα οἰκοδομήματα, καίπερ ὄντα πολλὰ, ἐκ παλαιοῦ ἀτείχιστα ἦν.
6.13.8Κόνων δὲ, ὃς τῇ τοῦ χωρίου φυλακῇ ἐφειστήκει, ἐπειδὴ τάχιστα τοὺς ἀμφὶ τὸν Οὐάκιμον ἤκουσεν ἐπιέναιτε καὶ ἤδη που οὐκ ἄποθεν εἶναι, ἐπίδειξιν πεποίηται ἀλογίστου γνώμης.
6.13.9παρὰ φαῦλον γὰρ ἡγησάμενος τότε φρούριον καὶ τοὺς τοῦ φρουρίου οἰκήτορας ξὺν τοῖς στρατιώταις κακῶν ἀπαθεῖς διασώσασθαι, τὸ μὲν ὀχύρωμα εἴασε παντάπασι στρατιωτῶν ἔρημον, ἅπαντας δὲ ἀπαγαγὼν ὅσον ἀπὸ σταδίων πέντε ὡς ἐς παράταξιν διεκόσμησεν, οὐ βαθεῖάν τινα τὴν φάλαγγα ποιησάμενος, ἀλλ’ὥστε τὴν ὑπώρειαν ὅλην ὥσπερ ἐς κυνηγέσιον περιβάλλεσθαι.
6.13.10οἵπερ ἐπειδὴ τοὺς πολεμίους πλήθει πολλῷ ὑπεραίροντας εἶδον, στρέψαντες τὰ νῶτα ἐπὶ τὸ φρούριον εὐθὺς ἔφυγον.
6.13.11ἐπιδιώξαντέςτε οἱ βάρβαροι πλείστους μὲν αὐτῶν, ὅσοι οὐκ ἔφθασαν ἐντὸς τοῦ περιβόλου εἰσιέναι, αὐτοῦ ἔκτειναν, κλίμακας δὲ τῷ τείχει ἐρείσαντες, τῆς ἀνόδου ἀπεπειράσαντο. τινὲς δὲ τὰ ἐκτὸς τοῦ φρουρίου οἰκία ἔκαιον.
6.13.12Ῥωμαῖοι δὲ, οἳ καὶ πρότερον τὸ φρούριον ᾤκουν, τοῖς παροῦσιν ἐκπεπληγμένοι, προανακλίναντες τὴν πυλίδα, κόσμῳ οὐδενὶ φεύγοντας τοὺς στρατιώτας ἐδέχοντο.
6.13.13ἐπεὶ δὲ τοὺς βαρβάρους ἄγχιστα ἐγκειμένους τοῖς φεύγουσιν εἶδον, ὅπως μὴ συνεισβάλλωσι δείσαντες, τὰς μὲν πύλας κατὰ τάχος ἐπέθεντο, ἐκ δὲ τῶν ἐπάλξεων βρόχους καθέντες, ἄλλουςτέ τινας καὶ Κόνωνα αὐτὸν ἀνέλκοντες διεσώσαντο.
6.13.14ταῖς μέντοι κλίμαξιν ἀνιόντες οἱ βάρβαροι παρ’ὀλίγον ἦλθον τὸ φρούριον κατὰ κράτος ἑλεῖν, εἰ μὴ ἄνδρες δύο, ἔργα θαυμάσια ἐνδεικνύμενοι, ἤδη αὐτοὺς τοὺς ἐν ταῖς ἐπάλξεσι γενομένους ἀρετῇ ὤσαντο, ὧν ὁ μὲν Βελισαρίου δορυφόρος ἦν ἐκ Θρᾴκης, Οὐλιμοὺθ ὄνομα, ὁ δὲ Βαλεριανοῦ, Γουβουλγουδοῦ, Μασσαγέτης γένος.
6.13.15τούτω γὰρ τὼ ἄνδρε τύχῃ μέν τινι καταπεπλευκότε ὀλίγῳ πρότερον ἐς τὸν Ἀγκῶνα ἐτυχέτην. ἐν δὲ τῷ πόνῳ τούτῳ τοὺς ἀνιόντας τοῖς ξίφεσιν ἀμυνόμενοι τὸ μὲν φρούριον παρὰ δόξαν ἔσωσαν, αὐτοὶ δὲ ἡμιθνῆτες καὶ τὸ σῶμα κρεουργηθέντες ὅλον ἐνθένδε ἀπεκομίσθησαν. τότε Βελισαρίῳ Ναρσῆς ξὺν πολλῇ στρατιᾷ ἐκ Βυζαντίου ἥκειν καὶ ἐν Πικηνοῖς εἶναι ἠγγέλλετο.
6.13.16ὁ δὲ Ναρσῆς οὗτος εὐνοῦχος μὲν ἦν καὶ τῶν βασιλικῶν χρημάτων ταμίας, ἄλλως δὲ ὀξὺς καὶ μᾶλλον ἢ κατ’εὐνοῦχον δραστήριος.
6.13.17στρατιῶται δὲ αὐτῷ πεντακισχίλιοι εἵποντο, ὧν ἄλλοιτε κατὰ συμμορίας ἡγοῦντο καὶ Ἰουστῖνος ὁ τῶν Ἰλλυριῶν στρατηγὸς καὶ Ναρσῆς ἕτερος, ἐξ Ἀρμενίων τῶν Πέρσαις κατηκόων αὐτόμολος ἐς τὰ Ῥωμαίων ἤθη πρότερον ξὺν Ἀρατίῳ τα- τἀδελφῷ ἥκων, ὃς ὀλίγῳ ἔμπροσθεν ξὺν ἑτέρῳ στρατῷ παρὰ Βελισάριον ἐλθὼν ἔτυχεν.
6.13.18εἵποντο δέ οἱ καὶ τοῦ Ἐρούλων ἔθνους δισχίλιοι μάλιστα, ὧν Οὐίσανδόςτε καὶ Ἀλουὶθ καὶ Φανίθεος ἦρχον.
6.14.1οἵτινες δὲ ἀνθρώπων εἰσὶν Ἔρουλοι καὶ ὅθεν Ῥωμαίοις ἐς ξυμμαχίαν κατέστησαν ἐρῶν ἔρχομαι. ὑπὲρ μὲν Ἴστρον ποταμὸν ἐκ παλαιοῦ ᾤκουν πολύν τινα νομίζοντες θεῶν ὅμιλον, οὓς δὴ καὶ ἀνθρώπων θυσίαις ἱλάσκεσθαι ὅσιον αὐτοῖς ἐδόκει εἶναι.
6.14.2νόμοις δὲ πολλοῖς οὐ κατὰ τα- ταὐτὰ τοῖς ἀνθρώπων ἑτέροις ἐχρῶντο. οὔτε γὰρ γηράσκουσιν οὔτε νοσοῦσιν αὐτοῖς βιοτεύειν ἐξῆν, ἀλλ’ἐπειδάν τις αὐτῶν ἢ γήρᾳ ἢ νόσῳ ἁλῴη, ἐπάναγκές οἱ ἐγίνετο τοὺς ξυγγενεῖς αἰτεῖσθαι ὅτι τάχιστα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζειν.
6.14.3οἱ δὲ ξύλα πολλὰ ἐς μέγα τι ὕψος ξυννήσαντες καθίσαντέςτε τὸν ἄνθρωπον ἐν τῇ τῶν ξύλων ὑπερβολῇ, τῶν τινα Ἐρούλων, ἀλλότριον μέντοι, ξὺν ξιφιδίῳ παρ’αὐτὸν ἔπεμπον.
6.14.4ξυγγενῆ γὰρ αὐτῷ τὸν φονέα εἶναι οὐ θέμις. ἐπειδὰν δὲ αὐτοῖς ὁ τοῦ ξυγγενοῦς φονεὺς ἐπανῄει, ξύμπαντα ἔκαιον αὐτίκα τὰ ξύλα, ἐκ τῶν ἐσχάτων ἀρξάμενοι.
6.14.5παυσαμένηςτε αὐτοῖς τῆς φλογὸς ξυλλέξαντες τὰ ὀστᾶ ἐν τῷ παραυτίκα τῇ γῇ ἔκρυπτον.
6.14.6Ἐρούλου δὲ ἀνδρὸς τελευτήσαντος ἐπάναγκες τῇ γυναικὶ ἀρετῆςτε μεταποιουμένῃ καὶ κλέος αὑτῇ ἐθελούσῃ λείπεσθαι βρόχον ἀναψαμένῃ παρὰ τὸν τοῦ ἀνδρὸς τάφον οὐκ εἰς μακρὰν θνήσκειν.
6.14.7οὐ ποιούσῃτε ταῦτα περιειστήκει τὸ λοιπὸν ἀδόξῳτε εἶναι καὶ τοῖς τοῦ ἀνδρὸς συγγενέσι προσκεκρουκέναι. τοιούτοις μὲν ἐχρῶντο Ἔρουλοι τὸ παλαιὸν νόμοις.
6.14.8προϊόντος δὲ χρόνου δυνάμειτε καὶ πολυανθρωπίᾳ τῶν περιοίκων βαρβάρων ἁπάντων καθυπέρτεροι γεγενημένοι, ἐπιόντεςτε, ὡς τὸ εἰκὸς, ἑκάστους ἐνίκων καὶ βιαζόμενοι ἐληΐζοντο.
6.14.9καὶ τελευτῶντες Λαγγοβάρδαςτε Χριστιανοὺς ὄντας καὶ ἄλλα ἄττα ἔθνη ὑπήκοα σφίσιν ἐς ἀπαγωγὴν φόρου πεποίηνται, οὐκ εἰθισμένον τὸ πρᾶγμα τοῦτο τοῖς ἐκείνῃ βαρβάροις, ὑπὸ δὲ φιλοχρηματίαςτε καὶ ἀλαζονείας ἐνταῦθα ἠγμένοι.
6.14.10ἡνίκα μέντοι Ἀναστάσιος Ῥωμαίων τὴν βασιλείαν παρέλαβεν, οὐκ ἔχοντες Ἔρουλοι ἐφ’οὕστινας ἀνθρώπους τὸ λοιπὸν ἔλθοιεν, καταθέμενοι τὰ ὅπλα ἡσυχῆ ἔμενον, χρόνοςτε αὐτοῖς ἐνιαυτῶν τριῶν ἐν ταύτῃ δὴ τῇ εἰρήνῃ ἐτρίβη.
6.14.11καὶ αὐτοὶ ἐς ἄγαν ἀχθόμενοι Ῥοδοῦλφον ἀνέδην σφῶν τὸν ἡγεμόνα ἐκάκιζον, φοιτῶντέςτε ἀεὶ παρ’αὐτὸν μαλθακόντε καὶ γυναικώδη ἐκάλουν, ἄλλοιςτέ τισιν αὐτὸν ἐρεσχελοῦντες ὀνόμασι κόσμῳ οὐδενὶ ἐλοιδοροῦντο.
6.14.12Ῥοδοῦλφόςτε τὴν ὕβριν ὡς ἥκιστα φέρων ἐπὶ Λαγγοβάρδας οὐδὲν ἀδικοῦντας ἐστράτευσεν, οὔτε τινὰ σφίσιν ἁμαρτάδα ἐπενεγκὼν οὔτε λύσιν τινὰ τῶν ξυγκειμένων σκεψάμενος, ἀλλὰ πόλεμον ἐπιφέρων αἰτίαν οὐκ ἔχοντα.
6.14.13ὅπερ ἐπειδὴ Λαγγοβάρδαι ἀκοῇ ἔλαβον, πέμψαντες παρὰ τὸν Ῥοδοῦλφον ἀνεπυνθάνοντο καὶ τὴν αἰτίαν ἠξίουν εἰπεῖν, ἧς δὴ ἕνεκα Ἔρουλοι ἐν ὅπλοις ἐπ’αὐτοὺς ἴοιεν, ὁμολογοῦντες, εἰ μέν τι ἀπεστερήκασι τοῦ φόρου, ἀλλ’αὐτίκα μάλα ξὺν μεγάλῳ αὐτὸ ἀποτίσειν · εἰ δὲ μέμφονται μέτριον σφίσι τετάχθαι τὸν φόρον, ἀλλὰ μείζω ποιήσειν αὐτὸν οὐ μήποτε Λαγγοβάρδαι ὀκνηροὶ ἔσονται.
6.14.14ταῦτα μὲν τοὺς πρέσβεις προτεινομένους ξὺν ἀπειλῇ ὁ Ῥοδοῦλφος ἀποπεμψάμενος πρόσω ἤλαυνεν. οἱ δὲ καὶ αὖθις πρέσβεις ἑτέρους πρὸς αὐτὸν στείλαντες περὶ τῶν αὐτῶν πολλὰ λιπαροῦντες ἱκέτευον.
6.14.15οὕτω δὲ καὶ τῶν δευτέρων ἀπαλλαγέντων τρίτοι πρέσβεις παρ’αὐτὸν ἥκοντες ἀπεῖπον Ἐρούλους πόλεμον ἀπροφάσιστον μηδαμῶς σφίσιν ἐπενεγκεῖν.
6.14.16ἢν γὰρ ἐκεῖνοι γνώμῃ τοιαύτῃ ἐπ’αὐτοὺς ἴωσι, καὶ αὐτοὶ οὐχ ἑκούσιοι, ἀλλ’ὡς μάλιστα ἠναγκασμένοι, ἀντιτάξονται τοῖς ἐπιοῦσι, μαρτυράμενοι τὸν θεὸν, οὗπερ τῆς ῥοπῆς καὶ βραχεῖά τις τὸ παράπαν ἰκμὰς πάσῃ τῇ ἀνθρώπων δυνάμει ἀντίξους ἔσται · αὐτόντε εἰκὸς ταῖς τοῦ πολέμου αἰτίαις ἠγμένον ἀμφοτέροις πρυτανεῦσαι τῆς μάχης τὸ πέρας.
6.14.17οἱ μὲν ταῦτα εἶπον, δεδίσσεσθαι ταύτῃ τοὺς ἐπιόντας οἰόμενοι, Ἔρουλοι δὲ, ὑποστειλάμενοι τῶν πάντων οὐδὲν, Λαγγοβάρδαις ἔγνωσαν ἐς χεῖρας ἰέναι.
6.14.18ἡνίκα δὲ ἀμφότεροι ἄγχιστά πη ἀλλήλων ἐγένοντο, τὸν μὲν ὕπερθεν Λαγγοβαρδῶν ἀέρα ξυνέβαινε μελαίνῃ τινὶ νεφέλῃ καὶ ἐς ἄγαν παχείᾳ καλύπτεσθαι, ὑπὲρ δὲ τοὺς Ἐρούλους αἰθρίαν ὑπερφυῶς εἶναι.
6.14.19οἷς δὴ τεκμηριούμενος εἴκασεν ἄν τις ἐπὶ τῷ σφῶν πονηρῷ ἐς τὴν ξυμβολὴν Ἐρούλους ἰέναι. οὐ γάρ τι τούτου πικρότερον βαρβάροις τέρας εἰς μάχην καθισταμένοις οἷόντε εἶναι.
6.14.20οὐ μέντοι οὐ δὲ τούτῳ Ἔρουλοι προσεῖχον τὸν νοῦν, ἀλλὰ παντάπασιν ἀφροντιστήσαντες πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἐχώρουν, πλήθει ὁμίλου τὸ τοῦ πολέμου σταθμώμενοι πέρας.
6.14.21ἐπεὶ δὲ ἡ μάχη ἐν χερσὶ γέγονε, θνήσκουσι μὲν τῶν Ἐρούλων πολλοὶ, θνήσκει δὲ καὶ Ῥοδοῦλφος αὐτὸς, οἵτε ἄλλοι πάντες φεύγουσιν ἀνὰ κράτος, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι.
6.14.22καὶ τῶν πολεμίων σφίσιν ἐπισπομένων οἱ μὲν πλεῖστοι αὐτοῦ ἔπεσον, ὀλίγοι δέ τινες διεσώθησαν.
6.14.23διὸ δὴ ἐνδιατρίβειν ἤθεσι τοῖς πατρῴοις οὐκέτι εἶχον, ἀλλ’ἐνθένδε ὅτι τάχιστα ἐξαναστάντες ἐπίπροσθεν ἀεὶ ἐχώρουν, τὴν γῆν ξύμπασαν, ἣ ἐκτὸς Ἴστρου ποταμοῦ ἐστι, ξύντε παισὶ καὶ γυναιξὶ περιιόντες.
6.14.24ἐπεὶ δὲ ἀφίκοντο ἐς χώραν, οὗ δὴ Ῥογοὶ τὸ παλαιὸν ᾤκηντο, οἳ τῷ Γότθων στρατῷ ἀναμιχθέντες ἐς Ἰταλίαν ἐχώρησαν, ἐνταῦθα ἱδρύσαντο.
6.14.25ἀλλ’ἐπεὶ τῷ λιμῷ ἐπιέζοντο ἅτε ἐν χώρᾳ ἐρήμῳ ἐνθένδε οὐ πολλῷ ὕστερον ἐξαναστάντες, ἄγχιστά που τῆς Γηπαίδων χώρας ἀφίκοντο.
6.14.26καὶ αὐτοὺς Γήπαιδες τὰ μὲν πρῶτα ἱκέτας γενομένους ἐνοικίζεσθαίτε καὶ προσοίκους σφίσι ξυνεχώρουν εἶναι.
6.14.27ἔπειτα δὲ ἤρξαντο ἐξ αἰτίας οὐδεμιᾶς ἀνόσια ἔργα ἐς αὐτοὺς ἐνδείκνυσθαι. γυναῖκάςτε γὰρ ἐβιάζοντο καὶ βοῦςτε καὶ ἄλλα χρήματα ἥρπαζον, καὶ ἀδικίας οὐ δ’ὁτιοῦν ὑπελείποντο, καὶ τελευτῶντες ἀδίκων χειρῶν ἐς αὐτοὺς ἦρχον.
6.14.28ἅπερ Ἔρουλοι φέρειν τὸ λοιπὸν οὐχ οἷοίτε ὄντες Ἴστροντε ποταμὸν διαβαίνουσι καὶ τοῖς ἐκείνῃ Ῥωμαίοις προσοικεῖν ἔγνωσαν, Ἀναστασίου τὴν αὐτοκράτορος ἀρχὴν ἔχοντος, ὅσπερ αὐτοὺς πολλῇ φιλοφροσύνῃ δεξάμενος ἱδρύεσθαι αὐτοῦ εἴασε.
6.14.29χρόνῳ δὲ οὐ πολλῷ ὕστερον προσκεκρούκασιν αὐτῷ οἱ βάρβαροι οὗτοι, ἀνόσια ἔργα ἐργασάμενοι τοὺς ταύτῃ Ῥωμαίους. διὸ δὴ στράτευμα ἐπ’αὐτοὺς ἔπεμψε.
6.14.30νικήσαντες δὲ τῇ μάχῃ Ῥωμαῖοι πλείστους μὲν ἔκτειναν, ἐν ἐξουσίᾳ δὲ πολλῇ ξύμπαντας διαφθεῖραι γεγόνασιν.
6.14.31ἀλλ’εἰς ἱκετείαν τῶν στρατηγῶν οἱ κατάλοιποι αὐτῶν γεγονότες ἐδέοντο διασώσασθαίτε αὐτοὺς καὶ ξυμμάχουςτε καὶ βασιλέως ὑπηρέτας τὸ λοιπὸν ἔχειν.
6.14.32ταῦτάτε μαθόντα τὸν Ἀναστάσιον ἤρεσκε, καὶ ἀπ’αὐτοῦ λειφθῆναι μέν τισιν Ἐρούλων ξυνέβη, οὐ μέντοι οὔτε ξύμμαχοι Ῥωμαίοις γεγένηνται οὔτε τι εἰργάσαντο αὐτοὺς ἀγαθόν.
6.14.33ἐπεὶ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβε, χώρᾳτε ἀγαθῇ καὶ ἄλλοις χρήμασιν αὐτοὺς δωρησάμενος, ἑταιρίζεσθαίτε παντελῶς ἴσχυσε καὶ Χριστιανοὺς γενέσθαι ἅπαντας ἔπεισε.
6.14.34διόπερ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες τοῖς Χριστιανῶν νόμοις ἐπὶ πλεῖστον προσχωρεῖν ἔγνωσαν, καὶ Ῥωμαίοις κατὰ τὸ ξυμμαχικὸν τὰ πολλὰ ἐπὶ τοὺς πολεμίους ξυντάσσονται.
6.14.35ἔτι μέντοι αὐτοῖς εἰσιν ἄπιστοι καὶ πλεονεξίᾳ ἐχόμενοι βιάζεσθαι τοὺς πέλας ἐν σπουδῇ ἔχουσιν, οὐ φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου.
6.14.36καὶ μίξεις οὐχ ὁσίας τελοῦσιν, ἄλλαςτε καὶ ἀνδρῶν καὶ ὄνων, καί εἰσι πονηρότατοι ἀνθρώπων ἁπάντων καὶ κακοὶ κακῶς ἀπολούμενοι.
6.14.37ὕστερον δὲ αὐτῶν ὀλίγοι μέν τινες ἔνσπονδοι Ῥωμαίοις διέμειναν, ὥσπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται · οἱ δὲ λοιποὶ ἅπαντες ἀπέστησαν ἐξ αἰτίας τοιᾶσδε.
6.14.38Ἔρουλοι τὸ τοῦ τρόπου θηριῶδέςτε καὶ μανιῶδες ἐνδειξάμενοι ἐς τὸν αὐτῶν ῥῆγα (ἦν δὲ οὗτος ἀνὴρ Ὄχος ὄνομα), ἐξαπιναίως τὸν ἄνθρωπον ἀπ’οὐδεμιᾶς αἰτίας ἔκτειναν, ἄλλο οὐδὲν ἐπενεγκόντες ἢ ὅτι ἀβασίλευτοι τὸ λοιπὸν βούλονται εἶναι.
6.14.39καίτοι καὶ πρότερον ὄνομα μὲν αὐτοῖς ὁ βασιλεὺς εἶχεν, ἰδιώτου δὲ ὁτουοῦν οὐδέν τι σχεδὸν ἐφέρετο πλέον.
6.14.40ἀλλὰ καὶ ξυγκαθῆσθαι αὐτῷ ἅπαντες καὶ ξύσσιτοι εἶναι ἠξίουν, καὶ ἀνέδην ὅστις βούλοιτο ἐς αὐτὸν ὕβριζεν.
6.14.41ἀσυνθετώτεροι γὰρ ἢ ἀσταθμητότεροι Ἐρούλων εἰσὶν ἀνθρώπων οὐδένες. τοῦ δὲ κακοῦ σφίσιν ἐξειργασμένου μετέμελεν ἤδη.
6.14.42ἔφασκον γὰρ ἄναρχοίτε καὶ ἀστρατήγητοι βιοτεύειν οὐχ οἷοίτε εἶναι · πολλὰ γοῦν σφίσι βουλευσαμένοις ἄμεινον τῷ παντὶ ἔδοξεν εἶναι τῶν τινα γένους τοῦ βασιλείου μεταπέμψασθαι ἐκ Θούλης τῆς νήσου. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.
6.15.1ἡνίκα Ἔρουλοι Λαγγοβαρδῶν ἡσσηθέντες τῇ μάχῃ ἐξ ἠθῶν τῶν πατρίων ἀνέστησαν, οἱ μὲν αὐτῶν, ὥσπερ μοι ἔμπροσθεν δεδιήγηται, ᾠκήσαντο ἐς τὰ ἐν Ἰλλυριοῖς χωρία, οἱ δὲ δὴ ἄλλοι Ἴστρον ποταμὸν διαβαίνειν οὐδαμῆ ἔγνωσαν, ἀλλ’ἐς αὐτάς που τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἱδρύσαντο ·
6.15.2οὗτοι γοῦν πολλῶν ἐκ τοῦ βασιλείου αἵματος ἡγουμένων σφίσιν ἤμειψαν μὲν τὰ Σκλαβηνῶν ἔθνη ἐφεξῆς ἅπαντα, ἔρημον δὲ χώραν διαβάντες ἐνθένδε πολλὴν ἐς τοὺς Οὐάρνους καλουμένους ἐχώρησαν.
6.15.3μεθ’οὓς δὴ καὶ Δανῶν τὰ ἔθνη παρέδραμον οὐ βιαζομένων σφᾶς τῶν τῇδε βαρβάρων.
6.15.4ἐνθένδετε ἐς ὠκεανὸν ἀφικόμενοι ἐναυτίλλοντο, Θούλῃτε προσχόντες τῇ νήσῳ αὐτοῦ ἔμειναν. ἔστι δὲ ἡ Θούλη μεγίστη ἐς ἄγαν. Βρεττανίας γὰρ αὐτὴν πλέον ἢ δεκαπλασίαν ξυμβαίνει εἶναι.
6.15.5κεῖται δὲ αὐτῆς πολλῷ ἄποθεν πρὸς βορρᾶν ἄνεμον. ἐν ταύτῃ τῇ νήσῳ γῆ μὲν ἔρημος ἐκ τοῦ ἐπὶ πλεῖστον τυγχάνει οὖσα, ἐν χώρᾳ δὲ τῇ οἰκουμένῃ ἔθνη τριακαίδεκα πολυανθρωπότατα ἵδρυται · βασιλεῖςτέ εἰσι κατὰ ἔθνος ἕκαστον.
6.15.6ἐνταῦθα γίνεταί τι ἀνὰ πᾶν ἔτος θαυμάσιον οἷον. ὁ γὰρ ἥλιος ἀμφὶ θερινὰς μὲν τροπὰς μάλιστα ἐς ἡμέρας τεσσαράκοντα οὐδαμῆ δύει, ἀλλὰ διηνεκῶς πάντα τοῦτον τὸν χρόνον ὑπὲρ γῆς φαίνεται.
6.15.7μησὶ δὲ οὐχ ἧσσον ἢ ἓξ ὕστερον ἀμφὶ τὰς χειμερινάς που τροπὰς ἥλιος μὲν ἐς ἡμέρας τεσσαράκοντα τῆς νήσου ταύτης οὐδαμῆ φαίνεται, νὺξ δὲ αὐτῆς ἀπέραντος κατακέχυται · κατήφειάτε ἀπ’αὐτοῦ ἔχει πάντα τοῦτον τὸν χρόνον τοὺς τῇδε ἀνθρώπους, ἐπεὶ ἀλλήλοις ἐπιμίγνυσθαι μεταξὺ οὐδεμιᾷ μηχανῇ ἔχουσιν.
6.15.8ἐμοὶ μὲν οὖν ἐς ταύτην ἰέναι τὴν νῆσον τῶντε εἰρημένων αὐτόπτῃ γενέσθαι, καίπερ γλιχομένῳ, τρόπῳ οὐδενὶ ξυνηνέχθη.
6.15.9τῶν μέντοι ἐς ἡμᾶς ἐνθένδε ἀφικομένων ἐπυνθανόμην ὅπη ποτὲ οἷοίτέ εἰσι τῶν ἡμερῶν λογίζεσθαι τὸ μέτρον οὔτε ἀνίσχοντος οὔτε δύοντος τοῖς καθήκουσι χρόνοις ἐνταῦθα ἡλίου. οἵπερ ἐμοὶ λόγον ἀληθῆτε καὶ πιστὸν ἔφρασαν.
6.15.10τὸν γὰρ ἥλιόν φασι τὰς τεσσαράκοντα ἡμέρας ἐκείνας οὐ δύειν μὲν, ὥσπερ εἴρηται, φαίνεσθαι δὲ τοῖς ταύτῃ ἀνθρώποις πὴ μὲν πρὸς ἕω, πὴ δὲ πρὸς ἑσπέραν.
6.15.11ἐπειδὰν οὖν ἐπανιὼν αὖθις ἀμφὶ τὸν ὁρίζοντάτε γινόμενος ἐς τὸν αὐτὸν ἀφίκηται χῶρον, οὗπερ αὐτὸν ἀνίσχοντα τὰ πρότερα ἑώρων, ἡμέραν οὕτω καὶ νύκτα μίαν παρῳχηκέναι διαριθμοῦνται.
6.15.12καὶ ἡνίκα μέντοι ὁ τῶν νυκτῶν χρόνος ἀφίκηται, τῆςτε σελήνης τῶντε ἄστρων ἀεὶ τοῖς δρόμοις τεκμηριούμενοι τὸ τῶν ἡμερῶν λογίζονται μέτρον.
6.15.13ὁπηνίκα δὲ πέντε καὶ τριάκοντα ἡμερῶν χρόνος τῇ μακρᾷ ταύτῃ διαδράμοι νυκτὶ, στέλλονταί τινες ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς, εἰθισμένον αὐτοῖς τοῦτό γε, τόντε ἥλιον ἀμηγέπη ἐνθένδε ὁρῶντες ἀπαγγέλλουσι τοῖς κάτω ἀνθρώποις, ὅτι δὴ πέντε ἡμερῶν ἥλιος αὐτοὺς καταλάμψοι.
6.15.14οἱ δὲ πανδημεὶ πανηγυρίζουσιν εὐαγγέλια καὶ ταῦτα ἐν σκότῳ. αὕτητε Θουλίταις ἡ μεγίστη τῶν ἑορτῶν ἐστι.
6.15.15δοκοῦσι γάρ μοι περιδεεῖς ἀεὶ γίνεσθαι οἱ νησιῶται οὗτοι, καίπερ τα- ταὐτὸ συμβαῖνον σφίσιν ἀνὰ πᾶν ἔτος, μή ποτε αὐτοὺς ἐπιλείποι τὸ παράπαν ὁ ἥλιος.
6.15.16τῶν δὲ ἱδρυμένων ἐν Θούλῃ βαρβάρων ἓν μόνον ἔθνος, οἳ Σκριθίφινοι ἐπικαλοῦνται, θηριώδη τινὰ βιοτὴν ἔχουσιν. οὔτε γὰρ ἱμάτια ἐνδιδύσκονται οὔτε ὑποδεδεμένοι βαδίζουσιν οὔτε οἶνον πίνουσιν οὔτε τι ἐδώδιμον ἐκ τῆς γῆς ἔχουσιν.
6.15.17οὔτε γὰρ αὐτοὶ γῆν γεωργοῦσιν οὔτε τι αὐτοῖς αἱ γυναῖκες ἐργάζονται, ἀλλὰ ἄνδρες ἀεὶ ξὺν ταῖς γυναιξὶ τὴν θήραν μόνην ἐπιτηδεύουσι.
6.15.18θηρίωντε γὰρ καὶ ἄλλων ζῴων μέγα τι χρῆμα αἵτε ὗλαι αὐτοῖς φέρουσι, μεγάλαι ὑπερφυῶς οὖσαι, καὶ τὰ ὄρη, ἃ ταύτῃ ἀνέχει.
6.15.19καὶ κρέασι μὲν θηρίων ἀεὶ τῶν ἁλισκομένων σιτίζονται, τὰ δέρματα δὲ ἀμφιέννυνται, ἐπείτε αὐτοῖς οὔτε λίνον οὔτε ὄργανον ὅτῳ ῥάπτοιέν ἐστιν, οἱ δὲ τῶν θηρίων τοῖς νεύροις τὰ δέρματα ἐς ἄλληλα ταῦτα ξυνδέοντες οὕτω δὴ ἐς τὸ σῶμα ὅλον ἀμπίσχονται.
6.15.20οὐ μὴν οὐ δὲ τὰ βρέφη αὐτοῖς κατὰ ταῦτα τιθηνοῦνται τοῖς ἄλλοις ἀνθρώποις.
6.15.21οὐ γὰρ σιτίζονται Σκριθιφίνων παιδία γυναικῶν γάλακτι οὐ δὲ μητέρων ἅπτονται τιτθοῦ, ἀλλὰ ζῴων τῶν ἁλισκομένων τοῖς μυελοῖς ἐκτρέφονται μόνοις.
6.15.22ἐπειδὰν οὖν γυνὴ τάχιστα τέκοι, δέρματι τὸ βρέφος ἐμβαλομένη κρεμᾷ μὲν εὐθὺς ἐπὶ δένδρου τινὸς, μυελὸν δέ οἱ ἐπὶ τοῦ στόματος ἐνθεμένη ξὺν τῷ ἀνδρὶ ἐπὶ τὴν εἰωθυῖαν στέλλεται θήραν. ἐπὶ κοινῇ γὰρ τάτε ἄλλα δρῶσι καὶ τὸ ἐπιτήδευμα μετίασι τοῦτο.
6.15.23τούτοις μὲν οὖν δὴ τοῖς βαρβάροις τὰ ἐς τὴν δίαιταν ταύτῃ πη ἔχει. οἱ μέντοι ἄλλοι Θουλῖται ὡς εἰπεῖν ἅπαντες οὐδέν τι μέγα διαλλάσσουσι τῶν ἄλλων ἀνθρώπων, θεοὺς μέντοι καὶ δαίμονας πολλοὺς σέβουσιν, οὐρανίουςτε καὶ ἀερίους, ἐγγείουςτε καὶ θαλασσίους, καὶ ἄλλα ἄττα δαιμόνια ἐν ὕδασι πηγῶντε καὶ ποταμῶν εἶναι λεγόμενα.
6.15.24θύουσι δὲ ἐνδελεχέστατα ἱερεῖα πάντα καὶ ἐναγίζουσι, τῶν δὲ ἱερείων σφίσι τὸ κάλλιστον ἄνθρωπός ἐστιν ὅνπερ δορυάλωτον ποιήσαιντο πρῶτον.
6.15.25τοῦτον γὰρ τῷ Ἄρει θύουσιν, ἐπεὶ θεὸν αὐτὸν νομίζουσι μέγιστον εἶναι. ἱερεύονται δὲ τὸν αἰχμάλωτον οὐ θύοντες μόνον, ἀλλὰ καὶ ἀπὸ ξύλου κρεμῶντες, καὶ ἐς τὰς ἀκάνθας ῥιπτοῦντες, ταῖς ἄλλαιςτε κτείνοντες θανάτου ἰδέαις οἰκτίσταις. οὕτω μὲν Θουλῖται βιοῦσιν.
6.15.26ὧν ἔθνος ἓν πολυάνθρωπον οἱ Γαυτοί εἰσι, παρ’οὓς δὴ Ἐρούλων τότε οἱ ἐπηλύται ἱδρύσαντο.
6.15.27νῦν δὲ Ἔρουλοι, οἳ δὴ παρὰ Ῥωμαίοις ᾤκηνται, φόνου σφίσι τοῦ βασιλέως ἐξειργασμένου ἔπεμψαν τῶν λογίμων τινὰς ἐς Θούλην τὴν νῆσον, τοὺς διερευνησομένουςτε καὶ κομιοῦντας, ἤν τινα ἐνταῦθα εὑρεῖν αἵματος τοῦ βασιλείου οἷοίτε ὦσιν.
6.15.28ἐπείτε οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ ἐγένοντο, πολλοὺς μὲν ἐνταῦθα γένους τοῦ βασιλείου εὗρον, ἕνα μέντοι ἀπολέξαντες, ὅσπερ αὐτοῖς μάλιστα ἤρεσκεν, ὀπίσω ἀναστρέφοντες ξὺν αὐτῷ ᾔεσαν.
6.15.29ὃς δὴ ἐπεὶ ἐν Δανοῖς ἐγένετο, τελευτᾷ νόσῳ. διὸ δὴ αὖθις οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ γενόμενοι ἕτερον ἐπηγάγοντο Δάτιον ὄνομα. ᾧ δὴ ὅτε ἀδελφὸς Ἄορδος εἵπετο καὶ τῶν ἐν Θούλῃ Ἐρούλων νεανίαι διακόσιοι.
6.15.30χρόνου δὲ αὐτοῖς ἐν τῇ πορείᾳ ταύτῃ τριβέντος συχνοῦ Ἐρούλοις τοῖς ἀμφὶ Σιγγιδόνον ἔννοια γέγονεν ὡς οὐ τὰ ξύμφορα σφίσιν αὐτοῖς ποιοῖεν ἐκ Θούλης ἀρχηγὸν ἐπαγόμενοι Ἰουστινιανοῦ βασιλέως οὔτι ἐθελουσίου.
6.15.31πέμψαντες οὖν ἐς Βυζάντιον βασιλέως ἐδέοντο ἄρχοντα σφίσι πέμψαι, ὃν ἂν αὐτῷ βουλομένῳ εἴη.
6.15.32ὁ δὲ αὐτοῖς τῶν τινα Ἐρούλων ἐκ παλαιοῦ διατριβὴν ἐνταῦθα ἔχοντα εὐθὺς ἔπεμψε, Σουαρτούαν ὄνομα.
6.15.33ὅνπερ Ἔρουλοι εἶδον μὲν τὰ πρῶτα καὶ προσεκύνησαν ἄσμενοι ἐπιστέλλοντίτε τὰ εἰωθότα ἐπήκουον, ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἧκέ τις ἀγγέλλων τοὺς ἐκ Θούλης νήσου ἄγχιστά πη εἶναι.
6.15.34καὶ Σουαρτούας μὲν ὡς ἀπολέσων αὐτοὺς ὑπαντιάζειν ἐκέλευεν, Ἔρουλοι δὲ τὸ βούλευμα ἐπαινέσαντες εὐθὺς εἵποντο.
6.15.35ἐπεὶ δὲ ἡμέρας ὁδῷ ἀλλήλων διεῖχον, νύκτωρ μὲν ἀφέντες αὐτὸν ἅπαντες ἐς τοὺς ἐπηλύτας αὐτόμολοι ἦλθον, αὐτὸς δὲ μόνος ἐς Βυζάντιον ἀποδρὰς ᾤχετο.
6.15.36καὶ βασιλεὺς μὲν πάσῃ δυνάμει κατάγειν ἐς τὴν ἀρχὴν αὐτὸν ἐν σπουδῇ ἐποιεῖτο, Ἔρουλοι δὲ δύναμιν τῶν Ῥωμαίων δειμαίνοντες Γήπαισι προσχωρεῖν ἔγνωσαν. αὕτη μὲν Ἐρούλοις αἰτία τῆς ἀποστάσεως γέγονε.
6.16.1Βελισάριος δὲ καὶ Ναρσῆς ξὺν ἀμφοτέροις στρατεύμασιν ἀλλήλοις ἀνεμίγνυντο ἀμφὶ πόλιν Φίρμον, ἣ κεῖται μὲν παρὰ τὴν ἠϊόνα τοῦ Ἰονίου κόλπου, ἀπέχει δὲ Αὐξίμου πόλεως ἡμέρας ὁδόν.
6.16.2ἐνταῦθα δὲ ξὺν πᾶσι τοῖς τοῦ στρατοῦ ἄρχουσιν ἐν βουλῇ ἐποιοῦντο, ὅπη ποτὲ σφίσι πρότερον ἐπὶ τοὺς πολεμίους ἰοῦσι μᾶλλον ξυνοίσει.
6.16.3ἤντε γὰρ ἐπὶ τοὺς Ἀρίμινον πολιορκοῦντας χωρήσειαν, τοὺς ἐν Αὐξίμῳ ὑπώπτευον μὴ κατὰ νώτου ἰόντες σφᾶςτε καὶ Ῥωμαίους τοὺς ταύτῃ ᾠκημένους τὰ ἀνήκεστα, ὡς τὸ εἰκὸς, δράσωσι, καὶ ἀμφὶ τοῖς πολιορκουμένοις ἐδείμαινον μὴ τῇ ἀπορίᾳ τῶν ἀναγκαίων δεινόν τι πάθωσιν.
6.16.4οἱ μὲν οὖν πλεῖστοι Ἰωάννῃ χαλεπῶς ἔχοντες ἐποιοῦντο τοὺς λόγους. ἐπεκάλουν γάρ οἱ ὅτι θράσειτε ἀλογίστῳ καὶ χρημάτων πολλῶν ἔρωτι ἐς τόσον κινδύνου ἀφίκοιτο, καὶ οὐκ ἐν τάξει οὐ δὲ ᾗ Βελισάριος ἐξηγεῖτο ἐῴη τὰ τοῦ πολέμου περαίνεσθαι.
6.16.5Ναρσῆς δὲ (καὶ γάρ οἱ φίλτατος ἦν Ἰωάννης ἀνθρώπων ἁπάντων) δείσας μὴ Βελισάριος πρὸς τὰ τοῖς ἄρχουσιν εἰρημένα ἐνδοὺς ἐν δευτέρῳ τὰ ἐν Ἀριμίνῳ πράγματα θῆται ἔλεξε τοιάδε Οὐκ ἐν τοῖς εἰωθόσι διαλογίζεσθε, ἄνδρες ἄρχοντες, οὐ δὲ ὑπὲρ ὧν ἄν τις εἰκότως ἀμφιγνοήσειε τὴν βουλὴν ἔχετε, ἀλλ’ἐν οἷς πάρεστι καὶ τοῖς ἐς πολέμου πεῖραν οὐδεμίαν ἐλθοῦσι τὴν αἵρεσιν αὐτοσχεδιάζουσιν ἑλέσθαι τὰ κρείσσω.
6.16.7εἰ μὲν γὰρ ὅτε κίνδυνος ἐν ἴσῳ εἶναι δοκεῖ καὶ βλάβος ἑκατέρωθεν τοῖς γε ἀποτυχοῦσιν ἀντίπαλον, βουλεύεσθαίτε ἱκανῶς ἄξιον καὶ λογισμῶν ἐπὶ πλεῖστον ἰοῦσιν οὕτω ποιεῖσθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν.
6.16.8ἡμεῖς δὲ εἰ μὲν τὴν ἐς Αὔξιμον προσβολὴν ἐς ἄλλον τινὰ χρόνον ἀποθέσθαι βουλοίμεθα, τὴν ζημίαν ἐν τοῖς ἀναγκαίοις οὐδαμῶς ἕξομεν · τί γὰρ ἂν μεταξὺ τὸ διαλλάσσον εἴη; ἐν Ἀριμίνῳ δὲ, ὡς τὸ εἰκὸς, σφαλέντες, εἰ μὴ λίαν πικρὸν εἰπεῖν ᾖ, τὴν Ῥωμαίων ἰσχὺν καταλύσομεν.
6.16.9εἰ μὲν οὖν Ἰωάννης ἐς τὰς σὰς ἐντολὰς ὕβρισεν, ἄριστε Βελισάριε, πολλήν γε τὴν δίκην ἔχεις παρ’ἐκείνου λαβὼν, ἐπεί σοι πάρεστι σώζειντε τὸν ἐπταικότα καὶ τοῖς πολεμίοις προΐεσθαι.
6.16.10σκόπει δὲ μὴ τὰς ποινὰς ὧν Ἰωάννης ἀγνοήσας ἥμαρτε παρὰ βασιλέωςτε καὶ ἡμῶν λάβῃς. εἰ γὰρ νῦν Ἀρίμινον ἐξέλωσι Γότθοι, στρατηγόντε αὐτοῖς Ῥωμαίων δραστήριον καὶ στράτευμα ὅλον καὶ πόλιν κατήκοον βασιλεῖ δορυάλωτον πεποιῆσθαι ξυμβήσεται.
6.16.11καὶ οὐκ ἄχρι τούτου στήσεται τὸ δεινὸν, ἀλλὰ καὶ ξύμπασαν καταστῆσαι τὴν τοῦ πολέμου δυνήσεται τύχην. οὑτωσὶ γὰρ λογίζου περὶ τῶν πολεμίων, ὡς πλήθει μὲν στρατιωτῶν ἔτι καὶ νῦν ἡμῶν παρὰ πολὺ προὔχουσιν, ἐς ἀνανδρίαν δὲ οἷς πολλάκις ἐσφάλησαν ἐμπεπτώκασιν. εἰκότως · τὸ γὰρ τῆς τύχης ἐναντίωμα πᾶσαν αὐτῶν τὴν παρρησίαν ἀφείλετο.
6.16.12ἢν τοίνυν ἐν τῷ παρόντι εὐημερήσωσι, τότε φρόνημα οὐκ ἐς μακρὰν ἀπολήψονται καὶ τὸ λοιπὸν οὐκ ἐξ ἀντιπάλου μόνον ἡμῖν τῆς τόλμης, ἀλλὰ καὶ πολλῷ μειζόνως τὸν πόλεμον τόνδε διοίσουσι.
6.16.13φιλοῦσι γὰρ οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυχηκότων ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι. Ναρσῆς μὲν τοσαῦτα εἶπε.
6.16.14στρατιώτης δέ τις ἐξ Ἀριμίνου λαθὼν τῶν βαρβάρων τὴν φυλακὴν ἔςτε τὸ στρατόπεδον ἦλθε καὶ Βελισαρίῳ γράμματα ἔδειξεν, ἃ πρὸς αὐτὸν Ἰωάννης ἔγραψεν.
6.16.15ἐδήλου δὲ ἡ γραφὴ τάδε Ἅπαντα ἡμᾶς τὰ ἐπιτήδεια χρόνου πολλοῦ ἐπιλελοιπέναι καὶ τὸ λοιπὸν μήτε πρὸς τὸν δῆμον ἀντέχειν ἡμᾶς ἴσθι μήτε τοὺς ἐπιόντας ἀμύνεσθαι οἵουςτε εἶναι, ἀλλ’ἑπτὰ ἡμερῶν ἀκουσίους ἡμᾶςτε αὐτοὺς καὶ πόλιν τήνδε τοῖς πολεμίοις ἐγχειριεῖν ·
6.16.16περαιτέρω γὰρ βιάζεσθαι τὴν παροῦσαν ἀνάγκην ἥκιστα ἔχομεν, ἥνπερ ἀπολογεῖσθαι ὑπὲρ ἡμῶν, ἤν τι οὐκ εὐπρεπὲς δράσωμεν, ἀξιόχρεων οἶμαι.
6.16.17Ἰωάννης μὲν ἔγραψεν ὧδε. Βελισάριος δὲ διηπορεῖτότε καὶ ἐς ἀμηχανίαν ἐπὶ πλεῖστον ἐξέπιπτε. περίτε γὰρ τοῖς πολιορκουμένοις ἐδείμαινε καὶ τοὺς ἐν Αὐξίμῳ πολεμίους ὑπώπτευε δῃώσειν μὲν ἀδεέστερον ἅπαντα περιιόντας τὰ ἐκείνῃ χωρία, σφῶν δὲ κατόπισθεν τὸ στρατόπεδον ἐνεδρεύσοντας, ἄλλωςτε καὶ ἡνίκα ἂν τοῖς ἐναντίοις προσμίξειαν, πολλάτε κακὰ καὶ ἀνήκεστα, ὡς τὸ εἰκὸς, διεργάσεσθαι.
6.16.18ἔπειτα μέντοι ἐποίει τάδε. Ἀράτιον μὲν ξὺν χιλίοις ἀνδράσιν αὐτοῦ ἔλιπεν, ἐφ’ᾧ πρὸς τῇ θαλάσσῃ στρατόπεδον ποιήσονται, πόλεως Αὐξίμου σταδίους διακοσίους ἀπέχον.
6.16.19οὓς δὴ ἐκέλευε μήτε πη ἐξανισταμένους ἐνθένδε ἰέναι μήτε διαμάχεσθαι τοῖς πολεμίοις, πλήν γε δὴ ὅσα ἐκ τοῦ στρατοπέδου ἀμυνομένους, ἢν ἐκεῖνοί ποτε ἐπ’αὐτοὺς ἴωσι.
6.16.20ταύτῃ γὰρ τοὺς βαρβάρους μάλιστα ἤλπιζεν ἄγχιστά που στρατοπεδευομένων Ῥωμαίων ἔντε Αὐξίμῳ ἡσυχῆ μενεῖν καὶ οὔποτε κακουργήσοντας σφίσιν ἕψεσθαι.
6.16.21στρατιὰν δὲ ἀξιολογωτάτην ξὺν ναυσὶν ἔπεμψεν, ἧς Ἡρωδιανόςτε καὶ Οὐλίαρις καὶ Ναρσῆς Ἀρατίου ἀδελφὸς ἦρχον.
6.16.22αὐτοκράτωρ δὲ τῷ στόλῳ Ἰλδίγερ ἐφειστήκει, ᾧ δὴ εὐθὺ Ἀριμίνου Βελισάριος ἐπέστελλε πλεῖν, φυλασσομένῳ ὅπως μὴ μακρὰν ἀπολελειμμένου τοῦ πεζοῦ στρατοῦ καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἐγχειρήσωσιν. ὁδῷ γὰρ αὐτοὺς πορεύεσθαι τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν.
6.16.23καὶ στρατιὰν μὲν ἄλλην, ἧς Μαρτῖνος ἦρχε, ταῖς ναυσὶ ταύταις παρακολουθοῦντας κατὰ τὴν παραλίαν ἐκέλευεν ἰέναι, ἐντειλάμενος, ἐπειδὰν ἄγχιστα τῶν πολεμίων ἵκωνται, πυρὰ πλείονα καὶ οὐ κατὰ λόγον τοῦ στρατοῦ καίειν, δόκησίντε πλήθους πολλῷ πλείονος τοῖς ἐναντίοις παρέχεσθαι.
6.16.24αὐτὸς δὲ ἄλλην ὁδὸν τῆς ἠϊόνος ἀπωτάτω οὖσαν ξύντε Ναρσῇ καὶ τῷ ἄλλῳ στρατῷ διὰ πόλεως Οὐρβισαλίας ᾔει, ἣν δὴ ἐν τοῖς ἔμπροσθεν χρόνοις οὕτως Ἀλάριχος καθεῖλεν ὥστε ἄλλο γε αὐτῇ οὐ δ’ὁτιοῦν ἀπολέλειπται τοῦ πρότερον κόσμου, ὅτι μὴ πύλης μιᾶς καὶ τῆς κατασκευῆς τοῦ ἐδάφους λείψανόν τι βραχύ.
6.17.1ἐνταῦθά μοι ἰδεῖν θέαμα ξυνηνέχθη τοιόνδε. ἡνίκα ὁ ξὺν τῷ Ἰωάννῃ στρατὸς ἐς Πικηνοὺς ἦλθε, γέγονεν, ὡς τὸ εἰκὸς, ταραχή τις πολλὴ τοῖς ταύτῃ ἀνθρώποις.
6.17.2τῶντε γυναικῶν αἱ μὲν ἔφευγον ἐξαπιναίως ὅπη αὐτῶν ἑκάστῃ δυνατὰ ἐγεγόνει, αἱ δὲ καταλαμβανόμεναι ἤγοντο κόσμῳ οὐδενὶ πρὸς τῶν ἐντυχόντων.
6.17.3ἐν τούτῳ οὖν τῷ χωρίῳ μία τις γυνὴ ἀρτίως τεκοῦσα καὶ τὸ παιδίον ἀπολιποῦσα ἐν τοῖς σπαργάνοις ἔτυχε ἐπὶ γῆς κείμενον καὶ εἴτε φεύγουσα εἴτε ὑφ’ὁτουοῦν καταληφθεῖσα, ἐνταῦθα ἐπανήκειν οὐκέτι ἔσχεν · ἀφανισθῆναι γὰρ αὐτῇ δηλονότι ἢ ἐξ ἀνθρώπων ἢ ἐξ Ἰταλίας ξυνέπεσε.
6.17.4τὸ μὲν οὖν παιδίον ἐν ταύτῃ δὴ τῇ ἐρημίᾳ γεγονὸς ἔκλαιεν. αἲξ δὲ αὐτὸ μία ἰδοῦσα ᾠκτίζετότε καὶ πλησίον ἀφικομένη (ἔναγχος γὰρ τεκοῦσα καὶ αὐτὴ ἔτυχε) τὸν τιτθὸν ἐδίδου καὶ τὸ παιδίον ξὺν ἐπιμελείᾳ ἐφύλασσε, μὴ κύων ἤ τι θηρίον αὐτὸ λυμάνηται.
6.17.5χρόνουτε τῇ ταραχῇ τριβέντος συχνοῦ τούτου δὴ τοῦ τιτθοῦ ἐπὶ πλεῖστον μεταλαχεῖν τὸ παιδίον ξυνέβη.
6.17.6γνωσθὲν δὲ Πικηνοῖς ὕστερον ὅτι δὴ ὁ βασιλέως στρατὸς ἐπὶ Γότθων μὲν τῷ πονηρῷ ἐνταῦθα ἥκοι, Ῥωμαῖοι δὲ οὐ πείσονται οὐδὲν πρὸς αὐτοῦ ἄχαρι, ἐπανῆλθον εὐθὺς οἴκαδε ἅπαντες.
6.17.7ἔντε Οὐρβισαλίᾳ ξὺν τοῖς ἀνδράσιν αἱ γυναῖκες γενόμεναι, ὅσαι γένος Ῥωμαῖαι ἦσαν, ἐπειδὴ τὸ παιδίον ἐν τοῖς σπαργάνοις περιὸν εἶδον, τὸ γεγονὸς ξυμβάλλειν οὐδαμῆ ἔχουσαι ἐν θαύματι μεγάλῳ ὅτι δὴ βιῴη πεποίηνται.
6.17.8καὶ τὸν τιτθὸν ἑκάστη ἐδίδου, αἳ δὴ πρὸς τοῦτο ἐπιτηδείως ἔχουσαι ἔτυχον. ἀλλ’οὔτε τὸ παιδίον ἀνθρώπειον γάλα ἔτι προσίετο καὶ ἡ αἲξ αὐτοῦ μεθίεσθαι ἥκιστα ἤθελεν, ἀλλὰ μηκωμένη ἀμφὶ τὸ παιδίον ἐνδελεχέστατα, δεινὰ τοῖς παροῦσιν ἐδόκει ποιεῖσθαι, ὅτι τῷ παιδίῳ ἄγχιστα αἱ γυναῖκες ἰοῦσαι οὕτω δὴ αὐτὸ ἐνοχλοῖεν, τότε ξύμπαν εἰπεῖν μεταποιεῖσθαι ὡς οἰκείου τοῦ βρέφους ἠξίου.
6.17.9καὶ ἀπ’αὐτοῦ αἵτε γυναῖκες τὸ παιδίον οὐκέτι ἠνώχλουν καὶ ἡ αἲξ ἀδεέστερον ἔτρεφέτε καὶ τὰ ἄλλα ἐπιμελομένη ἐφύλαττε. διὸ δὴ Αἴγισθον οἱ ἐπιχώριοι τοῦτο δὴ τὸ παιδίον ἐκάλουν.
6.17.10καὶ ἡνίκα μοι ἐπιδημεῖν ἐνταῦθα ξυνέβη, ἐπίδειξιν τοῦ παραλόγου ποιούμενοι παράτε τὸ παιδίον ἦγον καὶ αὐτὸ ἐξεπίτηδες, ἵνα βοᾷ, ἐλύπουν.
6.17.11καὶ τὸ μὲν τοῖς λυποῦσιν ἀχθόμενον ἔκλαεν, ἀκούσασα δὲ ἡ αἲξ (διεστήκει γὰρ αὐτοῦ ὅσον λίθου βολὴν) δρόμῳτε καὶ μηκηθμῷ ἐχομένη πολλῷ παρ’αὐτὸ ᾔει, ὕπερθέντε αὐτοῦ ἐλθοῦσα ἔστη, ὡς μή τις αὐτὸ λυπεῖν τὸ λοιπὸν δύνηται. τὰ μὲν οὖν ἀμφὶ τῷ Αἰγίσθῳ τούτῳ τοιαῦτά ἐστι.
6.17.12Βελισάριος δὲ διὰ τῶν ταύτῃ ὀρῶν ἐχώρει. πλήθει γὰρ παρὰ πολὺ ἐλασσούμενος τῶν ἐναντίων οὐκ ἤθελεν αὐτοῖς ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἰέναι, ἐπεὶ καὶ θανατῶντας τοῖς ξυμπεσοῦσι τοὺς βαρβάρους ἑώρα.
6.17.13ᾤετο δὲ αὐτοὺς, ἐπειδὰν τάχιστα πύθωνται πανταχόθεν σφίσι πολεμίων ἐπιέναι στρατὸν, ἀλκῆς ἂν οὐδεμιᾶς μνησθῆναι, ἀλλ’αὐτίκα δὴ μάλα ἐς φυγὴν τρέψεσθαι. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης, οὐκ ἔξω τοῦ ἐσομένου ὑποτοπήσας.
6.17.14ἐπειδὴ γὰρ ἐν τοῖς ὄρεσιν ἐγένοντο, ὅσον Ἀριμίνου ἀπέχειν ἡμέρας ὁδὸν, Γότθοις τισὶν ὀλίγοις κατά τινα χρείαν ὁδῷ πορευομένοις ἐνέτυχον.
6.17.15οἳ δὴ ἐκ τοῦ ἀπροσδοκήτου πολεμίων περιπεπτωκότες στρατῷ ἐκτρέπεσθαι τῆς ὁδοῦ οὐδαμῆ ἴσχυσαν, ἕως παρὰ τῶν ἔμπροσθεν ἰόντων βαλλόμενοι οἱ μὲν αὐτοῦ ἔπεσον, οἱ δὲ τραυματίαι γεγενημένοι ἐπί τινας τῶν ἐκείνῃ σκοπέλων ἀναδραμόντες διέλαθον.
6.17.16ὅθεν σκοπούμενοι τὸν Ῥωμαίων στρατὸν ἐς πάσας δυσχωρίας ξυρρέοντας, πολλῷ πλείονας τοῦ ἀληθοῦς μέτρου ὑπετόπαζον εἶναι.
6.17.17ἔνθα δὴ καὶ τὰ Βελισαρίου σημεῖα ἰδόντες, αὐτὸν ἐξηγεῖσθαι ταύτῃ τῇ στρατιᾷ ἔγνωσαν. νύξτε ἐπέλαβε, καὶ αὐτοῦ μὲν Ῥωμαῖοι ηὐλίσαντο, τῶν δὲ Γότθων οἱ τραυματίαι λάθρα ἐπὶ τὸ τοῦ Οὐιττίγιδος στρατόπεδον ᾔεσαν.
6.17.18οὗ δὴ ἀμφὶ μέσην ἡμέραν γενόμενοι τάςτε πληγὰς ἐπεδείκνυον καὶ Βελισάριον σφίσι ξὺν στρατῷ κρείσσονι ἢ ἀριθμεῖσθαι ὅσον οὔπω παρέσεσθαι ἰσχυρίζοντο.
6.17.19οἱ δὲ παρεσκευάζοντο μὲν ὡς ἐς μάχην πρὸς βορρᾶν ἄνεμον Ἀριμίνου πόλεως τετραμμένοι (ταύτῃ γὰρ ᾤοντο τοὺς πολεμίους ἀφίξεσθαι) ἀείτε ἐς τοῦ ὄρους τὰ ἄκρα ἔβλεπον ἅπαντες.
6.17.20ἐπεὶ δὲ, νυκτὸς σφίσιν ἐπιγενομένης, καταθέμενοι τὰ ὅπλα ἡσύχαζον, πυρὰ πολλὰ ἐς τὰ πρὸς ἕω τῆς πόλεως ὅσον ἀπὸ σταδίων ἑξήκοντα εἶδον, ἅπερ τὸ ξὺν Μαρτίνῳ στράτευμα ἔκαιεν, ἐς δέοςτε ἀμήχανον ἦλθον.
6.17.21κυκλωθήσεσθαι γὰρ πρὸς τῶν πολεμίων ἅμα ἡμέρᾳ ὑπώπτευον. ταύτην μὲν οὖν τὴν νύκτα ξὺν δέει τοιούτῳ ηὐλίσαντο, τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ ἅμα ἡλίῳ ἀνίσχοντι στόλον νηῶν ἐπὶ σφᾶς ἰόντα ὁρῶσιν ἐξαίσιον οἷον. ἔςτε ἀφασίαν ἐμπεπτωκότες ἐς φυγὴν ὥρμηντο.
6.17.22ξυσκευαζόμενοίτε κατὰ τάχος τοσούτῳ θορύβῳτε καὶ κραυγῇ εἴχοντο ὥστε οὔτε τῶν παραγγελλομένων κατήκουον οὔτε ἄλλο τι ἐν νῷ ἐποιοῦντο ἢ ὅπως ἂν αὐτὸς ἕκαστος πρῶτόςτε ἀπαλλάσσοιτο τοῦ στρατοπέδου καὶ Ῥαβέννης τοῦ περιβόλου ἐντὸς γένοιτο.
6.17.23καὶ εἰ μέν τι ἰσχύος ἢ θάρσους περιεῖναι τοῖς πολιορκουμένοις τετύχηκε, πλείστουςτε ἂν τῶν πολεμίων ἐπεξελθόντες αὐτοῦ ἔκτειναν καὶ ξύμπας ἐνταῦθα ἂν ὁ πόλεμος ἐτελεύτησε.
6.17.24νῦν δὲ τοῦτο ἐκώλυσεν ὀρρωδίατε σφίσι μεγάλη τοῖς φθάσασιν ἐπιγενομένη καὶ ἀσθένεια τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πολλοῖς ξυμπεσοῦσα. οἱ μὲν οὖν βάρβαροι θορύβου ὑπερβολῇ αὐτοῦ λειπόμενοι τῶν χρημάτων τινὰ δρόμῳ πολλῷ τὴν ἐπὶ Ῥάβενναν ἔθεον.
6.18.1πρῶτοι δὲ Ῥωμαίων Ἰλδίγερτε καὶ οἱ ξὺν αὐτῷ ἀφικόμενοι ἐς τὸ τῶν πολεμίων χαράκωμα τῶν Γότθων ὅσοι νόσοις τισὶν ἐχόμενοι αὐτοῦ ἔμειναν ἐν ἀνδραπόδων ἐποιήσαντο λόγῳ, καὶ χρήματα πάντα ξυνέλεξαν ὅσα φεύγοντες Γότθοι ἐλίποντο.
6.18.2καὶ Βελισάριος παντὶ τῷ στρατῷ ἦλθεν ἐς μέσην ἡμέραν. καὶ ἐπεὶ ὠχριῶντάςτε καὶ δεινὸν αὐχμῶντας Ἰωάννηντε καὶ τοὺς ξὺν αὐτῷ εἶδε, τοῦ θράσους ὑπαινιττόμενος τὸ ἀλόγιστον χάριτας αὐτὸν ἔφασκεν Ἰλδίγερι ὀφείλειν.
6.18.3ὁ δὲ οὐκ Ἰλδίγερι, ἀλλὰ Ναρσῇ τῷ βασιλέως ταμίᾳ ὁμολογεῖν ἔφη, παραδηλῶν, οἶμαι, Βελισάριον οὐ σφόδρα ἐθελούσιον, ἀλλὰ Ναρσῇ ἀναπεισθέντα σφίσιν ἀμῦναι. καὶ τὸ λοιπὸν ἄμφω ὑποψίᾳ πολλῇ ἐς ἀλλήλους ἐχρῶντο.
6.18.4διὸ δὴ οὐ δὲ Ναρσῆν εἴων οἱ ἐπιτήδειοι ξὺν Βελισαρίῳ στρατεύεσθαι, ἀλλ’ἀνέπειθον, ὅσον αἰσχρὸν εἴη τῷ τῶν ἀπορρήτων βασιλεῖ κοινωνοῦντι μὴ οὐχὶ αὐτοκράτορι τοῦ στρατοῦ εἶναι, ἀλλὰ στρατηγῷ ἀνδρὶ ὑπακούειν.
6.18.5οὐ γάρ ποτε Βελισάριον ἐπὶ τῇ ἴσῃ ἑκόντα εἶναι τῆς στρατιᾶς ξὺν αὐτῷ ἄρξειν ἀπεφαίνοντο, βουλομένῳ δέ οἱ καθ’αὑτὸν τῷ Ῥωμαίων στρατῷ ἐξηγεῖσθαι πλείουςτε στρατιώτας καὶ πολλῷ ἀμείνους τοῖς ἄρχουσιν ἕψεσθαι.
6.18.6τούςτε γὰρ Ἐρούλους καὶ τοὺς δορυφόρουςτε καὶ ὑπασπιστὰς τοὺς αὐτοῦ, καὶ ὧν Ἰουστῖνόςτε καὶ αὐτὸς Ἰωάννης ἦρχον, ξὺν τοῖς Ἀρατίῳτε καὶ Ναρσῇ ἑπομένοις οὐχ ἧσσον ἢ μυρίους ἔφασκον εἶναι, ἀνδρείουςτε ὄντας καὶ διαφερόντως ἀγαθοὺς τὰ πολέμια, βούλεσθαίτε τὴν Ἰταλίας ἐπικράτησιν οὐ Βελισαρίῳ λογίζεσθαι μόνῳ, ἀλλὰ τὸ μέρος καὶ Ναρσῆν φέρεσθαι.
6.18.7τὴν γὰρ βασιλέως αὐτὸν οἴεσθαι ὁμιλίαν ἀπολιπεῖν, οὐκ ἐφ’ᾧ κινδύνοις ἰδίοις τὴν Βελισαρίου δόξαν κρατύνηται, ἀλλ’ἐφ’ᾧ ἔργα ξυνέσεώςτε καὶ ἀνδρείας ἐπιδειξάμενος διαβόητος ἀνθρώποις ἅπασιν, ὡς τὸ εἰκὸς, εἴη.
6.18.8καίτοι οὐ δὲ Βελισάριον ἔφασκον δυνήσεσθαί τι ἄνευ γε αὐτῶν τὸ λοιπὸν δρᾶσαι.
6.18.9στρατιᾶς γὰρ ἧς ἐκεῖνος ἄρχοι τὸ πλεῖστον ἤδη ἔντε φρουρίοις καὶ πόλεσιν ἀπολελεῖφθαι, ἅσπερ αὐτὸς εἷλε, καὶ κατέλεγον ἀπὸ Σικελίας ἀρξάμενοι ἄχρι ἐς Πικηνοὺς ἑξῆς ἅπαντα.
6.18.10Ναρσῆςτε ἐπεὶ ταῦτα ἤκουσεν, ἥσθη ἐς ἄγαν τῇ ὑποθήκῃ καὶ οὔτε κατέχειν τὴν διάνοιαν οὔτε μένειν ἐν τοῖς καθεστῶσιν ἔτι ἐδύνατο.
6.18.11πολλάκις οὖν Βελισαρίου ἄλλου του ἔργου ἔχεσθαι ἀξιοῦντος ἐς σκήψεις τινὰς ἄλλοτε ἄλλας ἀναχωρῶν τὴν παρακέλευσιν ἀπεκρούετο.
6.18.12ὧν δὴ αἰσθόμενος Βελισάριος ξυγκαλέσας τοὺς ἄρχοντας ἅπαντας ἔλεξε τοιάδε Οὐ τα- ταὐτὰ ὑμῖν, ἄνδρες ἄρχοντες, περὶ τοῦδε τοῦ πολέμου δοκῶ μοι γιγνώσκειν.
6.18.13ὑμᾶς μὲν γὰρ ὁρῶ τῶν πολεμίων ἅτε παντάπασιν ἡσσημένων ὑπερφρονοῦντας.
6.18.14ἐγὼ δὲ ταύτῃ ὑμῶν τῇ παρρησίᾳ ἐς προὖπτον ἡμᾶς ἐμπεσεῖσθαι κίνδυνον οἶμαι, ἐπεὶ τοὺς μὲν βαρβάρους οὔτε ἀνανδρίᾳ τινὶ οὔτε ὀλιγανθρωπίᾳ ἡσσῆσθαι ἡμῶν, προνοίᾳ δὲ μόνῃ καὶ βουλῇ καταστρατηγηθέντας ἐς φυγὴν ἐνθένδε τετράφθαι οἶδα.
6.18.15δέδοικα δὲ μὴ ταῦτα ὑμεῖς τῇ οὐκ ἀληθεῖ δόξῃ σφαλλόμενοι τὰ ἀνήκεστα ὑμᾶςτε αὐτοὺς καὶ τὰ Ῥωμαίων πράγματα δράσητε.
6.18.16ῥᾷον γὰρ οἱ νενικηκέναι δοκοῦντες τοῖς πεπραγμένοις ἐπαιρόμενοι διαφθείρονται ἢ οἱ παρὰ δόξαν μὲν ἐπταικότες, δέει δὲ τὸ λοιπὸν καὶ φροντίδι πολλῇ ἐς τοὺς ἐναντίους ἐχόμενοι.
6.18.17ῥᾳθυμία μὲν γὰρ τῶν εὖ καθεστώτων τινὰς ἔφθειρε, πόνος δὲ ξὺν μερίμνῃ τῶν δεδυστυχηκότων πολλοὺς ὤνησεν.
6.18.18ἐπεὶ τῶν μὲν ὀλιγωρίᾳ εἰκόντων ἡ δύναμις ὡς τὰ πολλὰ ἐλασσοῦσθαι φιλεῖ, μελέτη δὲ ἰσχὺν ἐντιθέναι ἱκανῶς πέφυκεν.
6.18.19οὐκοῦν ἐνθυμείσθω ὑμῶν ἕκαστος ὡς ἐν Ῥαβέννῃ μὲν Οὐίττιγίςτέ ἐστι καὶ Γότθων μυριάδες πολλαὶ, Οὐραΐας δὲ Μεδιόλανόντε πολιορκεῖ καὶ περιβέβληται Λιγουρίαν ὅλην, Αὔξιμος δὲ ἤδη στρατιᾶς πλήρης πολλῆςτε καὶ λόγου ἀξίας, ἄλλατε χωρία πολλὰ πρὸς ἀξιομάχων ἡμῖν φρουρεῖται βαρβάρων μέχρι ἐς Οὐρβιβεντὸν, ἣ Ῥώμης ἐν γειτόνων τυγχάνει οὖσα.
6.18.20ὥστε νῦν μᾶλλον ἡμῖν ἢ πρότερον ἐν κινδύνῳ τὰ πράγματα κεῖται, ἐς κύκλωσίν τινα τῶν πολεμίων ἐμπεπτωκόσιν.
6.18.21ἐῶ γὰρ λέγειν ὡς καὶ Φράγγους αὐτοῖς ἐν Λιγουρίᾳ ξυντετάχθαι φασὶν, ὅπερ οὐκ ἔξω δέους μεγάλου ἐς μνήμην ἰέναι πᾶσι Ῥωμαίοις ἱκανῶς ἄξιον.
6.18.22φημὶ τοίνυν ἔγωγε χρῆναι μοῖραν μὲν τοῦ στρατοῦ ἐς Λιγουρίαντε καὶ Μεδιόλανον στέλλεσθαι, τοὺς δὲ λοιποὺς ἐν μὲν τῷ παραυτίκα ἐπίτε Αὔξιμον καὶ τοὺς ἐκείνῃ πολεμίους χωρεῖν, ὅσα ἂν ὁ θεὸς διδῷ πράξοντας · ἔπειτα δὲ καὶ τα- τἄλλα τοῦ πολέμου ἔργα διαχειρίζειν ὅπη ἂν ἄριστάτε δοκῇ καὶ βέλτιστα εἶναι.
6.18.23Βελισάριος μὲν τοσαῦτα εἶπε. Ναρσῆς δὲ ἀμείβεται ὧδε Τὰ μὲν ἄλλα, ὦ στρατηγὲ, μὴ οὐχὶ ξὺν ἀληθείᾳ σοι πάντα εἰρῆσθαι οὐδεὶς ἂν ἀντείποι.
6.18.24πάντα δὲ τουτονὶ τὸν βασιλέως στρατὸν ἐς Μεδιόλανόντε καὶ Αὔξιμον ἀποκεκρίσθαι μόνον ἀξύμφορον εἶναι παντελῶς οἶμαι.
6.18.25ἀλλὰ σὲ μὲν ἐπὶ ταῦτα Ῥωμαίων ἐξηγεῖσθαι οἷς ἂν αὐτὸς βούλοιο οὐδὲν ἀπεικὸς, ἡμεῖς δὲ βασιλεῖ τὴν Αἰμιλίων ἐπικτησόμεθα χώραν, ἣν μάλιστα Γότθους προσποιεῖσθαί φασι, καὶ Ῥάβενναν ξυνταράξομεν οὕτως ὥστε τοὺς καθ’ὑμᾶς αὐτοὺς πολεμίους ὅ τι βούλεσθε διεργάσεσθε, πάσης ἀποκεκλεισμένους τῆς τῶν ἀμυνόντων ἐλπίδος.
6.18.26ἢν γὰρ ξὺν ὑμῖν ἐν Αὐξίμῳ προσεδρεύειν ἑλοίμεθα, δέδοικα μὴ τῶν ἐκ Ῥαβέννης ἐπιόντων βαρβάρων περιέσται ἡμῖν ἀμφιβόλοιςτε γεγενῆσθαι πρὸς τῶν πολεμίων καὶ τῶν ἀναγκαίων ἀπολελειμμένοις αὐτοῦ διεφθάρθαι.
6.18.27καὶ Ναρσῆς μὲν τοσαῦτα ἔλεξε. Βελισάριος δὲ δείσας μὴ ἐς πολλὰ Ῥωμαίων ἰόντων καταρρεῖντε τὰ βασιλέως ξυμβαίη πράγματα καὶ τῇ ἐνθένδε ἀκοσμίᾳ ξυγχεῖσθαι, γράμματα βασιλέως Ἰουστινιανοῦ ἔδειξεν, ἃ πρὸς τοὺς στρατοπέδου ἄρχοντας ἔγραψεν.
6.18.28ἐδήλου δὲ ἡ γραφὴ τάδε Ναρσῆν τὸν ἡμέτερον ταμίαν οὐκ ἐφ’ᾧ ἄρξαι τοῦ στρατοπέδου ἐς Ἰταλίαν ἐπέμψαμεν. μόνον γὰρ Βελισάριον παντὶ τῷ στρατῷ ἐξηγεῖσθαι βουλόμεθα, ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν, αὐτῷτε ὑμᾶς ἕπεσθαι ἅπαντας ἐπὶ τῷ συμφέροντι τῇ ἡμετέρᾳ πολιτείᾳ προσήκει. τὰ μὲν οὖν βασιλέως γράμματα ὧδέ πη εἶχε.
6.18.29Ναρσῆς δὲ τῆς ἐπιστολῆς τοῦ ἀκροτελευτίου λαβόμενος ἀπ’ἐναντίας Βελισάριον ἰσχυρίζετο ἐν τῷ παρόντι τοῦ τῆς πολιτείας ξυμφόρου βουλεύεσθαι · διὸ δὴ σφίσιν οὐκ ἀναγκαῖον εἶναι αὐτῷ ἕπεσθαι.
6.19.1ταῦτα ἀκούσας Βελισάριος Περάνιον μὲν ἐς Οὐρβιβεντὸν ξὺν πολλῇ στρατιᾷ, ἐφ’ᾧ πολιορκήσουσιν αὐτὴν, ἔπεμψεν, αὐτὸς δὲ ἐπὶ Οὐρβῖνον τὸ στράτευμα ἐπῆγε, πόλιντε ἐχυρὰν καὶ Γότθων φρουρὰν διαρκῆ ἔχουσαν, (ἀπέχει δὲ αὕτη Ἀριμίνου πόλεως ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ) καί οἱ τῆς στρατιᾶς ἐξηγουμένῳ Ναρσῆςτε καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ξύμπαντες εἵποντο.
6.19.2τῆςτε πόλεως ἀγχοῦ ἐλθόντες παρὰ τοῦ λόφου τὸν πρόποδα ἐστρατοπέδευσαν δίχα. οὐ γάρ πη ἀλλήλοις ξυνετετάχατο, ἀλλ’οἱ μὲν ἀμφὶ Βελισάριον τὰ πρὸς ἕω τῆς πόλεως εἶχον, οἱ δὲ ἀμφὶ Ναρσῆν τὰ πρὸς ἑσπέραν.
6.19.3κεῖται δὲ Οὐρβῖνος ἐπὶ λόφου περιφεροῦςτε καὶ ὑψηλοῦ λίαν. οὐ μέντοι ὁ λόφος οὔτε κρημνώδης οὔτε παντάπασιν ἀπόρευτός ἐστι, μόνον δὲ δύσοδος τῷ ἀνάντης ἐς ἄγαν εἶναι, ἄλλωςτε καὶ τῆς πόλεως ἀγχοτάτω ἰόντι.
6.19.4μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει πρὸς βορρᾶν ἄνεμον. Ῥωμαῖοι μὲν οὖν ἐς τὴν πολιορκίαν ἐτετάχατο ὧδε. Βελισάριος δὲ ῥᾷον σφίσι προσχωρήσειν ὁμολογίᾳ τοὺς βαρβάρους οἰόμενος ἅτε κατωρρωδηκότας τὸν κίνδυνον, πρέσβειςτε παρ’αὐτοὺς ἔπεμψε καὶ πολλὰ ὑποσχόμενος αὐτοῖς ἀγαθὰ ἔσεσθαι κατηκόους βασιλέως γενέσθαι παρῄνει.
6.19.5οἱ μὲν οὖν πρέσβεις τῶν πυλῶν ἀγχοῦ γενόμενοι (οὐ γὰρ τῇ πόλει σφᾶς ἐδέξαντο οἱ πολέμιοι) πολλάτε καὶ λίαν ἐπαγωγὰ εἶπον, οἱ δὲ Γότθοι χωρίουτε ἰσχύϊ θαρροῦντες καὶ τῶν ἐπιτηδείων τῇ ἀφθονίᾳ τοὺς μὲν λόγους ἥκιστα ἐνεδέχοντο, κατὰ τάχος δὲ Ῥωμαίους ἐνθένδε ἐκέλευον ἀπαλλάσσεσθαι.
6.19.6Βελισάριος οὖν ταῦτα ἀκούσας ῥάβδους παχείας τῷ στρατῷ ξυλλέγειν ἐπήγγελλε, στοάντε ἀπ’αὐτῶν ποιεῖσθαι μακράν.
6.19.7ἧς δὴ ἐντὸς κρυπτόμενοι ἔμελλον τῶντε πυλῶν ξὺν αὐτῇ ἀγχοτάτω ἰέναι, ᾗ μάλιστα ὁ χῶρος ὁμαλός ἐστι, καὶ τῇ ἐς τὸ τεῖχος ἐπιβουλῇ χρῆσθαι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.
6.19.8Ναρσῇ δὲ ξυγγενόμενοι τῶν ἐπιτηδείων τινὲς, ἀπέραντάτε ποιεῖν Βελισάριον καὶ τὰ ἀμήχανα ἐπινοεῖν ἔφασκον. ἤδη γὰρ Ἰωάννην τοῦ χωρίου ἀποπειρασάμενον, καὶ ταῦτα ὀλίγων τινῶν τηνικαῦτα φρουρὰν ἔχοντος, ἀνάλωτον αὐτὸ ᾐσθῆσθαι παντάπασιν εἶναι (καὶ ἦν δὲ οὕτως), ἀλλ’αὐτὸν χρῆναι βασιλεῖ ἀνασώσασθαι τὰ ἐπὶ Αἰμιλίας χωρία.
6.19.9ταύτῃ ὁ Ναρσῆς τῇ ὑποθήκῃ ἀναπεισθεὶς νύκτωρ τὴν προσεδρείαν διέλυσε, καίπερ Βελισαρίου πολλὰ λιπαροῦντος μένειντε αὐτοῦ καὶ Οὐρβῖνον πόλιν σφίσι ξυνελεῖν.
6.19.10οὗτοι μὲν ἐς Ἀρίμινον κατὰ τάχος ξὺν τῷ ἄλλῳ στρατῷ ἵκοντο. Μώρας δὲ καὶ οἱ βάρβαροι ἐπεὶ κατὰ ἥμισυ τοὺς πολεμίους ἀναχωρήσαντας ἅμα ἡμέρᾳ εἶδον, ἐτώθαζον ἀπὸ τοῦ περιβόλου τοὺς μεμενηκότας ἐρεσχελοῦντες.
6.19.11Βελισάριος δὲ τῇ λειπομένῃ στρατιᾷ τειχομαχεῖν ἤθελε. καί οἱ ταῦτα βουλευομένῳ εὐτύχημα γενέσθαι ξυνηνέχθη θαυμάσιον οἷον.
6.19.12μία τις ἦν ἐν Οὐρβίνῳ πηγὴ, ἐξ ἧς δὴ πάντες οἱ ταύτῃ οἰκοῦντες ὑδρεύοντο. αὕτη κατὰ βραχὺ ἀπὸ τα- ταὐτομάτου ἀποξηρανθεῖσα ὑπέληγεν.
6.19.13ἔντε ἡμέραις τρισὶν οὕτως αὐτὴν τὸ ὕδωρ ἀπέλιπεν ὥστε ξὺν τῷ πηλῷ ἐνθένδε αὐτὸ οἱ βάρβαροι ἀρυόμενοι ἔπινον. διὸ δὴ Ῥωμαίοις προσχωρεῖν ἔγνωσαν.
6.19.14Βελισάριος δὲ ταῦτα μὲν οὐδαμῆ πεπυσμένος ἤθελεν ἀποπειράσασθαι τοῦ περιβόλου. καὶ τὸ μὲν ἄλλο στράτευμα ἐξοπλίσας κύκλῳ ἀμφὶ τὸν λόφον ἅπαντα ἔστησε, τινὰς δὲ ἐκέλευσεν ἐν τῷ ὁμαλεῖ τὴν ἀπὸ τῶν ῥάβδων ἐπάγειν στοάν.
6.19.15οὕτω γὰρ καλεῖν τὴν μηχανὴν νενομίκασι ταύτην. οἱ δὲ αὐτῆς ἐντὸς ὑποδύντες ἐβάδιζόντε καὶ τὴν στοὰν ἐφεῖλκον τοὺς πολεμίους λανθάνοντες.
6.19.16οἱ μὲν οὖν βάρβαροι χεῖρας τὰς δεξιὰς ἀπὸ τῶν ἐπάλξεων προτεινόμενοι ἐδέοντο τῆς εἰρήνης τυχεῖν. Ῥωμαῖοι δὲ οὐκ εἰδότες τι τῶν ἀμφὶ τῇ πηγῇ ξυμπεπτωκότων τόντε πόλεμον αὐτοὺς καὶ τὴν μηχανὴν δεδιέναι ὑπώπτευον. ἀμφότεροι γοῦν τῆς μάχης ἄσμενοι ἀπέσχοντο.
6.19.17καὶ Γότθοι Βελισαρίῳ σφᾶςτε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν, ἐφ’ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως κατήκοοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ γεγενημένοι.
6.19.18Ναρσῆς δὲ ταῦτα ἀκούσας ἐν θαύματίτε καὶ ξυμφορᾷ τὸ πρᾶγμα ἐποιεῖτο.
6.19.19καὶ αὐτὸς μὲν ἐν Ἀριμίνῳ ἔτι ἡσύχαζεν, Ἰωάννην δὲ τῷ παντὶ στρατῷ ἐπὶ Καισῆναν ἐξηγεῖσθαι ἐκέλευεν. οἱ δὲ κλίμακας φέροντες ᾔεσαν.
6.19.20ἐπεὶ δὲ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προσέβαλλόντε καὶ τοῦ περιβόλου ἀπεπειρῶντο. καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ἄλλοιτε πολλοὶ αὐτοῦ ἔπεσον καὶ Φανίθεος ὁ τῶν Ἐρούλων ἡγούμενος.
6.19.21Ἰωάννης δὲ Καισήνης τότε τοῦ φρουρίου ἀποτυχὼν ἀποπειρᾶσθαι οὐκέτι ἠξίου, ἐπεί οἱ ἀνάλωτον ἔδοξεν εἶναι, ξύντε Ἰουστίνῳ καὶ τῷ ἄλλῳ στρατῷ πρόσω ἤλαυνε.
6.19.22καὶ πόλιν μὲν ἀρχαίαν ἐκ τοῦ αἰφνιδίου κατέλαβεν, ἣ Φοροκορνήλιος ὠνόμασται, τῶν δὲ βαρβάρων οἱ ἀείτε ὑποχωρούντων καὶ οὐδαμῆ ἐς χεῖρας ἰόντων, ξύμπασαν βασιλεῖ τὴν Αἰμιλίαν ἀνεσώσατο. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
6.20.1Βελισάριος δὲ, ἐπεὶ Οὐρβῖνον ἀμφὶ τροπὰς χειμερινὰς εἷλεν, ἐς μὲν Αὔξιμον ἐν τῷ παραυτίκα ἰέναι ἀξύμφορον ᾤετο εἶναι · χρόνον γὰρ σφίσι τετρίψεσθαι πολὺν ἐν τῇ ἐς αὐτὴν προσεδρείᾳ ὑπώπτευε.
6.20.2βίᾳτε γὰρ τὸ χωρίον ἑλεῖν ἐρύματος ἰσχύϊ ἀδύνατον ἦν, καὶ οἱ βάρβαροι πολλοίτε καὶ ἄριστοι ἐνταῦθα, ὥσπερ μοι προδεδήλωται, φυλακὴν ἔχοντες, πολλήν τινα ληϊσάμενοι χώραν μέγα τι τῶν ἐπιτηδείων χρῆμα ἐσηνέγκαντο σφίσιν.
6.20.3Ἀράτιον δὲ σὺν πολλῇ στρατιᾷ ἐν Φίρμῳ διαχειμάζειν ἐκέλευε φυλάσσειντε ὅπως τὸ λοιπὸν μὴ κατ’ἐξουσίαν οἱ βάρβαροι τὰς ἐπεκδρομὰς ἐνθένδε ποιούμενοι ἀδεέστερον τὰ ἐκείνῃ χωρία βιάζωνται · αὐτὸς μέντοι ἐπὶ Οὐρβιβεντὸν ἐπῆγε τὸ στράτευμα.
6.20.4Περάνιος γὰρ αὐτὸν ἐς τοῦτο ἐνῆγεν, ἐπεὶ τοὺς ταύτῃ Γότθους τῶν ἐπιτηδείων ὑποσπανίζειν ἠκηκόει πρὸς τῶν αὐτομόλων, ἤλπιζέτε, ἢν πρὸς τῇ ἀπορίᾳ τῶν ἀναγκαίων καὶ Βελισάριον παντί που παρόντα τῷ στρατῷ ἴδωσι, ῥᾷον ἐνδώσειν · ὅπερ ἐγένετο.
6.20.5Βελισάριος γὰρ, ἐπειδὴ τάχιστα ἐς Οὐρβιβεντὸν ἀφίκετο, ἅπαντας μὲν ἐνστρατοπεδεύσασθαι ἐν χώρῳ ἐπιτηδείως κειμένῳ ἐκέλευσεν, αὐτὸς δὲ κύκλῳ περιιὼν διεσκοπεῖτο εἴ πως αὐτὴν βιάζεσθαι οὐκ ἀδύνατα ᾖ. καί οἱ μηχανὴ μὲν οὐδεμία ἔδοξεν εἶναι ὥστε βίᾳ τινὶ τὸ χωρίον ἑλεῖν.
6.20.6λάθρα δὲ αὐτοῦ ἐξ ἐπιβουλῆς οὐ παντάπασιν ἐδόκει ἀμήχανός οἱ ἡ ἐπικράτησις ἔσεσθαι.
6.20.7λόφος γάρ τις ἐκ κοίλης γῆς ἀνέχει μόνος, τὰ μὲν ὕπερθεν ὕπτιόςτε καὶ ὁμαλὸς, τὰ δὲ κάτω κρημνώδης. ἀμφὶ δὲ τὸν λόφον ἰσομήκεις πέτραι κύκλωσιν αὐτοῦ ποιοῦνταί τινα, οὐκ ἄγχιστά πη οὖσαι, ἀλλ’ὅσον βολὴν διέχουσαι λίθου.
6.20.8ἐπὶ τούτου δὴ τοῦ λόφου οἱ πάλαι ἄνθρωποι τὴν πόλιν ἐδείμαντο, οὔτε τείχη περιβαλόντες οὔτ’ἄλλο τι ὀχύρωμα ποιησάμενοι, ἐπεὶ φύσει αὐτοῖς τὸ χωρίον ἀνάλωτον ἔδοξεν εἶναι.
6.20.9μία γὰρ ἐς αὐτὴν ἐκ τῶν πετρῶν εἴσοδος τυγχάνει οὖσα, ἣν φυλασσομένοις τοῖς ταύτῃ ᾠκημένοις οὐδεμίαν ἑτέρωθι πολεμίων προσβολὴν δεδιέναι ξυμβαίνει.
6.20.10χωρὶς γὰρ τοῦ χωρίου, ᾗ τὴν εἴσοδον ἡ φύσις ἐς τὴν πόλιν ἐτεκτήνατο, ὥσπερ ἐρρήθη, ποταμόςτε ἀεὶ μέγαςτε καὶ ἀπόρευτος τὰ μεταξὺ ἔχει τοῦτε λόφου καὶ τῶν πετρῶν, ὧν ἄρτι ἐμνήσθην.
6.20.11διὸ δὴ καὶ βραχεῖάν τινα οἰκοδομίαν ἐν ταύτῃ τῇ εἰσόδῳ πεποίηνται τὸ παλαιὸν Ῥωμαῖοι. καὶ πύλη τις ἐνταῦθά ἐστιν, ἣν τότε Γότθοι ἐφύλασσον. τὰ μὲν οὖν ἀμφὶ Οὐρβιβεντῷ ταύτῃ πη ἔχει.
6.20.12Βελισάριος δὲ τῷ παντὶ στρατῷ ἐς τὴν πολιορκίαν καθίστατο, ἢ διὰ τοῦ ποταμοῦ κακουργήσειν τὴν ἐλπίδα ἔχων ἢ λιμῷ παραστήσεσθαι τοὺς πολεμίους.
6.20.13οἱ δὲ βάρβαροι τέως μὲν οὐ παντάπασι τῶν ἀναγκαίων ἐσπάνιζον, καίπερ ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν αὐτὰ ἔχοντες, ὅμως τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον, ἥκιστα μὲν ἐς τροφῆς κόρον ἐρχόμενοι, ὅσον δὲ μὴ λιμῷ ἀποθνήσκειν, χρώμενοι σιτίοις ἐς ἡμέραν ἑκάστην.
6.20.14ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἐπελελοίπει, δέρρειςτε καὶ διφθέρας ὕδατι βρέχοντες πολύν τινα χρόνον εἶτα ἤσθιον · Ἀλβίλας γὰρ, ὃς αὐτῶν ἦρχεν, ἀνὴρ ἐν Γότθοις δόκιμος μάλιστα, ἐλπίσιν αὐτοὺς κεναῖς ἔβοσκεν.
6.20.15ἡνίκατε αὖθις ἐπανιὼν ὁ χρόνος τὴν τοῦ θέρους ὥραν ἤνεγκεν, ὁ σῖτος ἤδη ἐν τοῖς ληΐοις αὐτόματος ἤκμαζεν, οὐχὶ τοσοῦτος μέντοι, ὅσος τὸ πρότερον, ἀλλὰ πολλῷ ἥσσων.
6.20.16ἐπεὶ γὰρ ἐν ταῖς αὔλαξιν οὐκ ἀρότροις οὐ δὲ χερσὶν ἀνθρώπων ἐκέκρυπτο, ἀλλ’ἐπιπολῆς κείμενος ἔτυχε, μοῖραν αὐτοῦ τινα ὀλίγην ἡ γῆ ἐνεργεῖν ἴσχυεν.
6.20.17οὐδενόςτε αὐτὸν ἔτι ἀμήσαντος, πόρρω ἀκμῆς ἐλθὼν αὖθις ἔπεσε καὶ οὐδὲν τὸ λοιπὸν ἐνθένδε ἐφύη. τα- ταὐτὸ δὲ τοῦτο καὶ ἐν τῇ Αἰμιλίᾳ ξυμπεπτωκὸς ἔτυχε.
6.20.18διὸ ἐκλιπόντες τὰ οἰκεῖα ταύτῃ ἄνθρωποι ἐς Πικηνὸν ἦλθον, οὐκ ἂν οἰόμενοι τὰ ἐκείνῃ χωρία διὰ τὸ ἐπιθαλάττια εἶναι παντάπασι τῇ ἀπορίᾳ πιέζεσθαι.
6.20.19καὶ Τούσκων δὲ οὐδέν τι ἧσσον ἐξ αἰτίας τῆς αὐτῆς ὁ λιμὸς ἥψατο, ἀλλ’αὐτῶν ὅσοι ἐν τοῖς ὄρεσιν ᾤκηντο, τῶν δρυῶν τὰς βαλάνους ἀλοῦντες, ὥσπερ τὸν σῖτον, ἄρτουςτε ἀπ’αὐτῶν ποιούμενοι ἤσθιον.
6.20.20καὶ νόσοις μὲν παντοδαπαῖς, ὡς τὸ εἰκὸς, οἱ πλεῖστοι ἡλίσκοντο, ἔνιοι δὲ καὶ περιγενόμενοι διεσώζοντο.
6.20.21ἐν Πικηνῷ μέντοι λέγονται Ῥωμαῖοι γεωργοὶ οὐχ ἥσσους ἢ πέντε μυριάδες λαοῦ λιμῷ ἀπολωλέναι, καὶ πολλῷ ἔτι πλείους ἐκτὸς κόλπου τοῦ Ἰονίου.
6.20.22ὁποῖοι δὲ τὸ εἶδος ἐγίνοντο καὶ ὅτῳ τρόπῳ ἔθνησκον αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι.
6.20.23ἰσχνοὶ μὲν καὶ ὠχροὶ ἐγίνοντο πάντες · ἥτε γὰρ σὰρξ ἀποροῦσα τροφῆς κατά γε τὸν παλαιὸν λόγον ἑαυτῆς ἥπτετο, καὶ ἡ χολὴ τῷ περιόντι τὸ κράτος τῶν σωμάτων ἤδη ἔχουσα οἰκείαν τινὰ εἰκασίαν ἐς ταῦτα ἠφίει.
6.20.24προϊόντος δὲ τοῦ κακοῦ, πᾶσάτε αὐτοὺς ἰκμὰς ἐπελελοίπει καὶ τὸ δέρμα λίαν ἀπεσκληκὸς βύρσῃ μάλιστα ἐμφερὲς ἦν, δόκησιν παρέχον ὡς ἄρα τοῖς ὀστέοις ἐμπεπηγὸς εἴη. τότε πελιδνὸν ἐς τὸ μέλαν μεταβαλόντες δᾳδίοις τισὶν ἐς ἄγαν καυθεῖσιν ἐῴκεσαν.
6.20.25καὶ αὐτοῖς μὲν ἀεὶ τὰ πρόσωπα ἔκθαμβα ἦν, ἀεὶ δὲ δεινῶς τι μανικὸν ἔβλεπον. ἔθνησκόντε οἱ μὲν ἀπορίᾳ τροφῆς, οἱ δὲ καὶ λίαν αὐτῆς ἐς κόρον ἰόντες.
6.20.26ἐπειδὴ γὰρ σφίσιν ἀποσβεσθὲν ἅπαν τὸ θερμὸν ἔτυχεν, ὅπερ ἡ φύσις ἐντὸς ἔκαυσεν, εἴ τις ἐς κόρον αὐτοὺς, ἀλλὰ μὴ κατὰ βραχὺ θρέψειεν, ὥσπερ τὰ ἐπὶ καιροῦ τεχθέντα παιδία, οἵδε καταπέψαι οὐκέτι τὰ σιτία ἔχοντες, πολλῷ διεφθείροντο θᾶσσον.
6.20.27τινὲς δὲ τοῦ λιμοῦ ὑπερβιαζομένου ἀλλήλων ἐγεύσαντο. καὶ λέγονται γυναῖκες δύο ἐν ἀγρῷ τινι ὑπὲρ Ἀριμίνου πόλεως ἄνδρας ἑπτακαίδεκα ἐδηδοκέναι, ἅσπερ ἐν τῷ χωρίῳ μόνας περιεῖναι ξυνέπεσε.
6.20.28διὸ δὴ τοὺς ἐκείνῃ πορευομένους ξένους εἰς τὸ δωμάτιον καταλύειν, οὗπερ αὗται ᾤκουν, ξυνέβαινεν · οὓς δὴ καθεύδοντας διαφθείρουσαι ἤσθιον.
6.20.29λέγουσιν οὖν τὸν ὀκτωκαιδέκατον ξένον ἐξ ὕπνου ἀναστάντα, ἡνίκα αὐτῷ τὰ τοιαῦτα γύναια ἐγχειρεῖν ἔμελλον, μαθεῖντε παρ’αὐτῶν ἀναθορόντα τὸν πάντα λόγον καὶ ἄμφω κτεῖναι.
6.20.30τοῦτο μὲν δὴ οὕτω γεγενῆσθαί φασιν. οἱ δὲ πλεῖστοι τῇ τοῦ λιμοῦ ἀνάγκῃ ἐχόμενοι, εἴ πού τις παρατύχῃ πόα, πολλῇ μὲν σπουδῇ ἐπ’αὐτὴν ᾔεσαν, ὀκλάσαντες δὲ ἀνέλκειν αὐτὴν ἐκ γῆς ἐπειρῶντο.
6.20.31εἶτα (οὐ γὰρ ἠδύναντο, ἐπεὶ πᾶσα αὐτοὺς ἰσχὺς ἐπελελοίπει) ὑπέρτε τῆς πόαςτε καὶ τῆς χειρὸς πίπτοντες ἔθνησκον.
6.20.32καὶ γῇ μὲν αὐτοὺς ἔκρυπτεν οὐδεὶς οὐδαμῶς · οὐ γὰρ ἦν τις ὅτῳ καὶ ταφῆς λόγος γένοιτο · ὄρνις μέντοι αὐτῶν οὐδεὶς ἥπτετο, οἷοι πολλοὶ σιτίζεσθαι πεφύκασι νεκροῖς σώμασιν, ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο.
6.20.33σάρκας γὰρ ἁπάσας, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, προδεδαπανῆσθαι τῷ λιμῷ ἤδη τετύχηκε. τὰ μὲν δὴ ἀμφὶ τῷ λιμῷ ταύτῃ πη ἔσχε.
6.21.1Βελισάριος δὲ ἐπειδὴ Οὐραΐαντε καὶ τοὺς βαρβάρους Μεδιόλανον πολιορκεῖν ἤκουσε, Μαρτῖνόντε καὶ Οὐλίαριν ξὺν πολλῷ στρατῷ ἐπ’αὐτοὺς ἔπεμψεν.
6.21.2οἱ δὲ ἀφικόμενοι ἐς ποταμὸν Πάδον, ὃς Μεδιολάνου ἀπέχει ἡμέρας ὁδὸν, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον. χρόνοςτε σφίσι πολὺς ἐνταῦθα ἐτρίβη, ἀμφὶ τῇ διαβάσει τοῦ ποταμοῦ βουλὴν ἔχουσιν.
6.21.3ὅπερ ἐπεὶ Μουνδίλας ἤκουσε, τῶν τινα Ῥωμαίων, Παῦλον ὄνομα, παρ’αὐτοὺς ἔπεμψεν.
6.21.4ὁ δὲ λαθὼν μὲν τοὺς πολεμίους ἐς τοῦ Πάδου τὴν ὄχθην ἦλθεν. ὁλκάδος δὲ οὐδεμιᾶς ἐν τῷ παραυτίκα ἐπιτυχὼν ἀπεδύσατότε καὶ νηχόμενος ξὺν μεγάλῳ κινδύνῳ τὴν διάβασιν ἐποιήσατο.
6.21.5κομισθεὶς οὖν ἐς τὸ Ῥωμαίων στρατόπεδον καὶ παρὰ τοὺς ἡγουμένους ἥκων ἔλεξε τοιάδε Μαρτῖνέτε καὶ Οὐλίαρι, οὐ δίκαια ποιεῖτε οὐ δὲ δόξης τῆς ὑμῶν αὐτῶν ἄξια, λόγῳ μὲν ἐπὶ σωτηρίᾳ τῶν βασιλέως πραγμάτων ἥκοντες, ἔργῳ δὲ τὴν Γότθων δύναμιν αὔξοντες.
6.21.6Μεδιόλανος γὰρ ἥδε, πόλεων τῶν ἐν Ἰταλίᾳ πασῶν μάλιστα μεγέθειτε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ παρὰ πολὺ προὔχουσα, χωρὶς δὲ τούτων πρόςτε Γερμανοὺς καὶ τοὺς ἄλλους βαρβάρους ἐπιτείχισμάτε οὖσα καὶ πάσης, ὡς εἰπεῖν, προβεβλημένη τῆς Ῥωμαίων ἀρχῆς, ἐς κίνδυνόν τινα ἐμπέπτωκε μέγαν, ξύντε Μουνδίλᾳ καὶ τῷ βασιλέως στρατῷ, παρὰ μὲν τῶν πολεμίων ἐνοχλουμένη, παρὰ δὲ ὑμῶν ἀμελουμένη.
6.21.7ἡλίκα μὲν οὖν ἠδίκηται βασιλεὺς παρ’ὑμῶν ἐν τῷ παρόντι, λέγειν ἀφίημι. οὐ γάρ μοι πλείοσι λόγοις ὁ καιρὸς ἐνδίδωσι χρῆσθαι, ὀξεῖάν τινα τῇ πόλει τὴν ἐπικουρίαν ἐπιζητῶν, ἕως ἔτι λείπεταί τις ἐλπίς.
6.21.8ὑμᾶς δέ φημι χρῆναι αὐτίκα δὴ μάλα κινδυνεύουσι Μεδιολανίταις ἀμύνειν. ἢν γάρ τινι μελλήσει ἔν γε τῷ παρόντι ἐς ἡμᾶς χρῆσθε, ἡμῖν μὲν τὰ πάντων πικρότατα πεπονθόσιν ἀπολωλέναι ξυμβήσεται, ὑμῖν δὲ τὸ τοῖς πολεμίοις τὴν βασιλέως προέσθαι δύναμιν.
6.21.9προδόται γὰρ, οἶμαι, καλεῖσθαί εἰσι δίκαιοι οὐχ οἳ ἂν τὰς πύλας τοῖς ἐναντίοις ἀνακλίνοιεν μόνον, ἀλλ’οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, οἳ ἂν πολιορκουμένοις παρὸν τοῖς φιλτάτοις ἀμύνειν, οἱ δὲ τὴν ἀκίνδυνον ὄκνησιν πρὸ τῆς ἀγωνίας ἑλόμενοι, τὴν ἐκείνων, ὡς τὸ εἰκὸς, ἐπικράτησιν τοῖς πολεμίοις δεδώκασι.
6.21.10Παῦλος μὲν τοσαῦτα εἶπε, Μαρτῖνος δὲ καὶ Οὐλίαρις ἕψεσθαί οἱ αὐτίκα δὴ μάλα ἐπαγγειλάμενοι τὸν ἄνθρωπον ἀπεπέμψαντο.
6.21.11ὃς δὴ καὶ αὖθις τοὺς βαρβάρους λαθὼν ἐς Μεδιόλανον νύκτωρ εἰσῆλθε, τούςτε στρατιώτας καὶ Ῥωμαίους ἅπαντας ἐλπίσιν ἐπάρας ἔτι μᾶλλον ἐς τὴν βασιλέως πίστιν ἐπέρρωσεν.
6.21.12οὐδέν τι δὲ ἧσσον οἱ ἀμφὶ Μαρτῖνον ὄκνῳ ἐχόμενοι αὐτοῦ ἔμενον, χρόνοςτε πολὺς ταύτῃ δὴ τῇ μελλήσει ἐτρίβετο.
6.21.13μετὰ δὲ Μαρτῖνος ἀπολύεσθαι τὴν αἰτίαν ἐθέλων Βελισαρίῳ ἔγραψε τάδε Ἔπεμψας ἡμᾶς ὧδε τοῖς ἐν Μεδιολάνῳ κινδυνεύουσιν ἐπαμυνοῦντας, καὶ ἡμεῖς πολλῇ σπουδῇ, ὥσπερ σὺ ἐκέλευες, ἄχρι ἐς Πάδον ποταμὸν ἥκομεν, ὃν διαβαίνειν ὁ στρατὸς δέδοικεν, ἐπεὶ δύναμίντε Γότθων μεγάλην καὶ Βουργουζιώνων πάμπολύ τι ξὺν αὐτοῖς πλῆθος ἐν Λιγούροις εἶναι ἀκούομεν, πρὸς οὕς γε ἡμεῖς διαμάχεσθαι μόνοι οὐχ οἷοίτε οἰόμεθα εἶναι.
6.21.14ἀλλὰ κέλευε Ἰωάννηντε καὶ Ἰουστῖνον ὡς τάχιστα (ἐν γειτόνων γὰρ ἡμῖν ἐν Αἰμιλίων τῇ χώρᾳ εἰσὶν) ὁμοῦ τοῖς ἑπομένοις κινδύνου ἡμῖν τοῦδε ξυνάρασθαι.
6.21.15κοινῇ γὰρ ἐνθένδε ἰόντες αὐτοίτε σῶοι εἶναι καὶ δρᾶν τι κακὸν δυνησόμεθα τοὺς πολεμίους.
6.21.16Μαρτίνου μὲν ἡ ἐπιστολὴ τοσαῦτα ἐδήλου. Βελισάριος δὲ, ἐπεὶ αὐτὴν ἀνελέξατο, Ἰωάννηντε καὶ Ἰουστῖνον ἐκέλευε ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἐς Μεδιόλανον κατὰ τάχος ἰέναι. οἱ δὲ πράξειν οὐδὲν ἔφασκον, ὅ τι μὴ Ναρσῆς ἐπιστέλλοι σφίσι.
6.21.17διὸ δὴ καὶ Ναρσῇ Βελισάριος ἔγραψε τάδε Ἓν σῶμα εἶναι πᾶσαν τὴν βασιλέως στρατιὰν νόμιζε, ἣν δὴ ἢν μὴ γνώμην ἐνδείκνυσθαι μίαν ὥσπερ ἀνθρώπου τὰ μέλη ξυμβαίνει, ἀλλά τι ἀλλήλων χωρὶς ἐνεργεῖν βούλεσθαι, λελείψεται ἡμῖν τῶν δεόντων οὐδὲν διαπεπραγμένοις ἀπολωλέναι.
6.21.18οὐκοῦν Αἰμιλίαν μὲν ἔα, οὔτε τι ὀχύρωμα ἔχουσαν οὔτε τινὰ Ῥωμαίοις ἔν γε τῷ παρόντι καιρῷ ῥοπὴν φέρουσαν.
6.21.19σὺ δὲ Ἰωάννηντε καὶ Ἰουστῖνον κέλευε αὐτίκα δὴ μάλα εὐθὺ τῶν ἐν Μεδιολάνῳ πολεμίων ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἰέναι, ἐγγύςτε ὄντας καὶ πρὸς τῶν βαρβάρων τὴν ἐπικράτησιν ἱκανῶς ἔχοντας.
6.21.20ἐμοὶ γὰρ ἐνταῦθα στρατιᾶς πλῆθος, ὅπερ ἂν καὶ στέλλοιμι, οὐκ εἶναι ξυμβαίνει, ἄλλωςτε καὶ στρατιώτας ἐς Μεδιόλανον ἐνθένδε ἰέναι ἀξύμφορον οἴομαι εἶναι.
6.21.21χρόνουτε γὰρ τετρίψεται πλῆθος, ὥστε ὀπίσω τοῦ δέοντος καιροῦ ἐς αὐτὴν ἥξουσι, καὶ τοῖς ἵπποις ἐπὶ τοῖς πολεμίοις χρῆσθαι διὰ μῆκος ὁδοῦ, ἡνίκα ἐς ἐκείνους ἀφίκωνται, οὐδαμῶς ἕξουσιν.
6.21.22ἢν δέ γε ξύντε Μαρτίνῳ καὶ Οὐλίαρι οἱ ἄνδρες οὗτοι ἐς Μεδιόλανον ἴωσι, κρατήσουσίτε, ὡς τὸ εἰκὸς, τῶν ταύτῃ βαρβάρων, καὶ τὴν Αἰμιλίαν καταλήψονται αὖθις, οὐδενὸς ἔτι ἀντιστατοῦντος.
6.21.23ταῦτα ἐπεὶ Ναρσῆς ἀπενεχθέντα εἶδε τὰ γράμματα, αὐτὸς μὲν Ἰωάννῃτε καὶ Ἰουστίνῳ ἐπέστελλεν ἐς Μεδιόλανον ξὺν τῷ ἄλλῳ στρατῷ ἰέναι.
6.21.24ὀλίγῳ δὲ ὕστερον Ἰωάννης μὲν ἐς τὴν παραλίαν ἐστάλη, ὅπως ἀκάτους ἐνθένδε κομίζοι, οὕτωτε διαβαίνειν τὸν ποταμὸν ὁ στρατὸς δύνηται. ἀλλὰ νόσος αὐτῷ ξυμβᾶσα τὰ πρασσόμενα διεκώλυσεν.
6.21.25ἐν ᾧ δὲ οἵτε ἀμφὶ Μαρτῖνον τῇ ἐς τὴν διάβασιν ὀκνήσει ἐχρῶντο καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην τὰς Ναρσοῦ ἐντολὰς ἔμενον, ἐν τούτῳ χρόνου δαπανᾶσθαι πολύ τι χρῆμα τῇ πολιορκίᾳ τετύχηκεν.
6.21.26οἱ δὲ πολιορκούμενοι ἤδη ἐς ἄγαν τῷ λιμῷ πιεζόμενοι καὶ τοῦ κακοῦ ὑπερβιαζομένου κυνῶντε καὶ μυῶν οἱ πλεῖστοι ἐγεύσαντο καὶ ζῴων ἄλλων ὅσα ἐς βρῶσιν ἀνθρώπου οὔποτε ἦλθον.
6.21.27οἱ μὲν οὖν βάρβαροι πρέσβεις παρὰ Μουνδίλαν πέμψαντες ἐνδοῦναι σφίσι τὴν πόλιν ἐκέλευον, ἐφ’ᾧ ἀπαθεῖς αὐτόςτε καὶ οἱ στρατιῶται κακῶν μείνωσιν.
6.21.28ὁ δὲ ταῦτα ὡμολόγησε πράξειν, ἢν ἐκεῖνοι ὑπέρτε αὐτῶν τὰ πιστὰ δώσουσι καὶ ὡς οὐδὲν ἄχαρι ἐς τῶν οἰκητόρων τινὰ δράσουσιν.
6.21.29ὡς δὲ οἱ πολέμιοι Μουνδίλᾳτε καὶ τοῖς στρατιώταις τὰ πιστὰ ἔδοσαν, θυμῷτε πολλῷ ἐς Λιγούρους ἐχόμενοι ἅπαντας ἀπολοῦντες ἔνδηλοι ἦσαν, συγκαλέσας Μουνδίλας τοὺς στρατιώτας ἅπαντας ἔλεξε τοιάδε Εἴ τινες καὶ ἄλλοι πώποτε, παρὸν αἰσχρῶς βιῶναι, οἱ δὲ μᾶλλον εὐκλεῶς ἀποθανεῖν εἵλοντο σωτηρίας τῆς παραυτίκα τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν ἀλλαξάμενοι, τοιούτους δή τινας ἐν τῷ παρόντι βουλοίμην ἂν καὶ ὑμᾶς εἶναι καὶ μὴ τῷ φιλοψύχῳ τὸν μετὰ τῆς αἰσχύνης βίον διώκειν, καὶ ταῦτα ἄπο τῆς Βελισαρίου διδασκαλίας, ἧς ἐκ παλαιοῦ μετασχοῦσιν ὑμῖν μὴ οὐχὶ γενναίοιςτε καὶ λίαν εὐτόλμοις εἶναι οὐχ ὅσιον.
6.21.31τοῖς μὲν γὰρ εἰς φῶς ἥκουσι μία τις ἅπασι προέρχεται τύχη, τοῖς καθήκουσι τεθνήξεσθαι χρόνοις · τρόπῳ δὲ τῆς τελευτῆς ἄνθρωποι ἀλλήλων ὡς τὰ πολλὰ διαλλάσσουσι.
6.21.32διαφέρει δὲ, ὅτι ἄνανδροι μὲν, ὡς τὸ εἰκὸς, ἅπαντες ὕβριντε καὶ γέλωτα ὀφείλοντες τοῖς ἐχθροῖς πρότερον, εἶτα τοῖς ἄνωθεν διωρισμένοις καιροῖς οὐδὲν ἧσσον ἀναπιμπλᾶσι τὴν πεπρωμένην, γενναίοις δὲ ἀνδράσι ξύντε τῇ ἀρετῇ καὶ δόξης ἀγαθῆς περιουσίᾳ τοῦτο ξυμβαίνει πάσχειν.
6.21.33ἄνευ δὲ τούτων εἰ μὲν ἀνθρώπους τούσδε ξυνδιασώζουσιν ἡμῖν δουλεύειν τοῖς βαρβάροις παρῆν, ἔφερεν ἂν τοῦτο γοῦν τινα τῆς αἰσχρᾶς ταύτης ἡμῖν σωτηρίας συγγνώμην.
6.21.34ἢν δέ γε Ῥωμαίους τοσούτους τὸ πλῆθος ἐπιδεῖν ἀνάγκη ταῖς τῶν πολεμίων διαφθειρομένους χερσὶν, ὅτου τις ἂν εἴποι τοῦτο θανάτου πικρότερον ἔσται.
6.21.35οὐ γὰρ ἄλλο οὐδὲν ἢ τοῖς βαρβάροις ξυγκατεργάζεσθαι τὸ δεινὸν δόξαιμεν. ἕως οὖν ἔτι ἐσμὲν ἡμῶν αὐτῶν κύριοι ἀρετῇ τὴν ἀνάγκην κοσμήσασθαι, εὔδοξον τὴν προσπεσοῦσαν θώμεθα τύχην.
6.21.36φημὶ δὲ χρῆναι ὡς ἄριστα ἐξοπλισαμένους ἡμᾶς ἅπαντας ἐπὶ τοὺς πολεμίους οὐ προσδεχομένους χωρεῖν.
6.21.37δυοῖν γὰρ ἡμῖν περιέσται τα- θάτερον · ἢ τὴν τύχην ἐφ’ἡμῖν εἰργάσθαι τι κρεῖσσον ἐλπίδος ἢ τελευτῆς τετυχηκότας εὐδαίμονος εὐκλεῶς μάλιστα τῶν παρόντων ἀπηλλάχθαι κακῶν.
6.21.38Μουνδίλας μὲν τοσαῦτα εἶπε, τῶν δὲ στρατιωτῶν ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, ἀλλ’ἐφ’οἷς παρεκάλουν οἱ πολέμιοι σφᾶςτε αὐτοὺς καὶ τὴν πόλιν ἐνέδοσαν.
6.21.39καὶ αὐτοὺς μὲν οἱ βάρβαροι οὐδὲν ἄχαρι ἐργασάμενοι ἐν φυλακῇ ξὺν Μουνδίλᾳ εἶχον, τὴν δὲ πόλιν ἐς ἔδαφος καθεῖλον, ἄνδρας μὲν κτείναντες ἡβηδὸν ἅπαντας οὐχ ἧσσον ἢ μυριάδας τριάκοντα, γυναῖκας δὲ ἐν ἀνδραπόδων ποιησάμενοι λόγῳ, αἷς δὴ Βουργουζίωνας δεδώρηνται χάριν αὐτοῖς τῆς ξυμμαχίας ἐκτίνοντες.
6.21.40Ῥεπάρατον δὲ εὑρόντες τὸν τῆς αὐλῆς ἔπαρχον, ἔκοψάντε κατὰ βραχὺ καὶ αὐτοῦ τὰ κρέα τοῖς κυσὶν ἔρριψαν.
6.21.41Βηργεντῖνος δὲ (καὶ γὰρ ἐντὸς ὢν Μεδιολάνου ἔτυχε) διάτε Βενετίων καὶ τῶν ταύτῃ ἐθνῶν ξὺν τοῖς ἑπομένοις ἐς Δαλματίαν κομίζεται. καὶ παρὰ βασιλέα ἐνθένδε ἦλθε, πάθος ἀγγέλλων μέγα τοῦτο, ὃ Ῥωμαίοις ξυνέπεσε γενέσθαι.
6.21.42καὶ ἀπ’αὐτοῦ οἱ Γότθοι πόλειςτε τὰς ἄλλας ὁμολογίᾳ εἷλον, αἳ Ῥωμαίων ἔτυχον φρουρὰς ἔχουσαι, καὶ Λιγουρίας αὖθις ὅλης ἐκράτησαν · Μαρτῖνος δὲ καὶ Οὐλίαρις ξὺν τῷ στρατῷ ἐπὶ Ῥώμης ἀνέστρεφον.
6.22.1ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε. Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἐν Λιγουρίᾳ ξυμπεπτωκότων, ἐπειδὴ ὁ χειμὼν ἐτελεύτα ἤδη, τῷ παντὶ στρατῷ ἐς Πικηνὸν ᾔει.
6.22.2τάτε ἀμφὶ Μεδιολάνῳ τετυχηκότα ἐν ταύτῃ δὴ τῇ πορείᾳ μαθὼν ἐν μεγάλῳ ἐποιήσατο πένθει.
6.22.3καὶ Οὐλίαριν μὲν ἐς ὄψιν οἱ ἐλθεῖν οὐκέτι τὸ λοιπὸν εἴασεν, ἅπαντα δὲ τὰ ξυμπεσόντα βασιλεῖ ἔγραψε.
6.22.4βασιλεὺς δὲ τούτων μὲν ἕνεκα δεινόν τι εἰργάσατο οὐδένα, τὴν δὲ Βελισαρίουτε καὶ Ναρσοῦ διαφορὰν ἀκούσας, Ναρσῆντε αὐτίκα μεταπεμψάμενος αὐτοκράτορα παντὸς τοῦ πολέμου Βελισάριον κατεστήσατο.
6.22.5ὧδε μὲν ἐς Βυζάντιον Ναρσῆς ἐπανῆκε, τῶν στρατιωτῶν ὀλίγους τινὰς ἄγων. Ἔρουλοι δὲ μένειν ἐν Ἰταλίᾳ Ναρσοῦ ἐνθένδε ἀναχωροῦντος οὐκέτι ἠξίουν, καίτοι Βελισαρίου πολλὰ ὑποσχομένου σφίσι πρόςτε αὐτοῦ καὶ βασιλέως ἀγαθὰ μένουσιν ἔσεσθαι, ἀλλὰ συσκευασάμενοι ἅπαντες τὰ μὲν πρῶτα ἐπὶ Λιγουρίας ἀπεχώρησαν.
6.22.6οὗ δὴ ἐντυχόντες τῷ Οὐραΐα στρατῷ, ἀνδράποδάτε καὶ ἄλλα ζῷα ὅσα ἐπῆγον τοῖς πολεμίοις ἀπέδοντο, καὶ χρήματα πολλὰ κεκομισμένοι ἀπώμοσαν, μήποτε Γότθοις ἀντιτάξεσθαι ἢ εἰς χεῖρας ἰέναι.
6.22.7οὕτωτε εἰρηναίαν τὴν ἀναχώρησιν ποιησάμενοι ἐς τὰ ἐπὶ Βενετίας χωρία ἦλθον. ἐνταῦθα αὐτοῖς Βιταλίῳ ξυγγενομένοις τῶν ἐς βασιλέα Ἰουστινιανὸν ἡμαρτημένων μετέμελεν.
6.22.8ἀφοσιούμενοίτε τὸ ἔγκλημα Οὐίσανδον μὲν τῶν ἀρχόντων ἕνα ξὺν τοῖς ἑπομένοις αὐτοῦ εἴασαν, οἱ δὲ λοιποὶ ἐς Βυζάντιον ἀπεκομίσθησαν ἅπαντες, Ἀλουίθτε ἡγουμένου σφίσι καὶ Φιλιμοὺθ, ὅσπερ Φανιθέου τετελευτηκότος ἐν Καισήνῃ τὴν ἀρχὴν ἔσχεν.
6.22.9Οὐίττιγις δὲ καὶ οἱ ξὺν αὐτῷ Γότθοι Βελισάριον ἅμα ἦρι ἀρχομένῳ ἐπὶ σφᾶςτε καὶ Ῥάβενναν ἥξειν ἀκούοντες ἐν δείματι μεγάλῳ καθίσταντο καὶ τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο. καὶ αὐτοῖς πολλὰ βουλευσαμένοις (οὐ γὰρ ἀξιόμαχοι τοῖς πολεμίοις κατὰ μόνας ᾤοντο εἶναι) ἔδοξεν ἄλλων τινῶν βαρβάρων ἐπικουρίαν ἐπάγεσθαι.
6.22.10Γερμανῶν μὲν οὖν τοῦτε δολεροῦ καὶ ἀπίστου ἤδη ἐν πείρᾳ γεγενημένοι ἀπέσχοντο, ἀγαπῶντες, ἢν μὴ καὶ αὐτοὶ ξὺν Βελισαρίῳ ἐπὶ σφᾶς ἴωσιν, ἀλλ’ἀμφοτέροις ἐκποδὼν στήσωνται.
6.22.11ἐς δὲ Λαγγοβαρδῶν τὸν ἄρχοντα Οὐάκην πρέσβεις ἔπεμψαν, χρήματάτε μεγάλα προτεινόμενοι καὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες.
6.22.12οἳ δὴ, ἐπεὶ βασιλεῖ φίλοντε καὶ ξύμμαχον τὸν Οὐάκην ἔγνωσαν εἶναι, ἄπρακτοι ἀνεχώρησαν.
6.22.13Οὐίττιγις τοίνυν τοῖς παροῦσιν, ὡς τὸ εἰκὸς, ἀπορούμενος τῶν πρεσβυτέρων ἀεὶ ξυνεκάλει πολλούς. παρ’ὧν δὴ συχνὰ ἐπυνθάνετο ὅ τί ποτέ οἱ βουλευομένῳτε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα ἕξει.
6.22.14γνῶμαι οὖν πολλαὶ πρὸς τῶν ἐς τὴν βουλὴν ξυνιόντων ἐλέγοντο, αἱ μὲν ἐπιτηδείως τοῖς παροῦσιν οὐδαμῆ ἔχουσαι, αἱ δέ τι καὶ λόγου ἄξιον φέρουσαι.
6.22.15ἐν αἷς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς οὐ πρότερόν ποτε Ῥωμαίων βασιλεὺς τοῖς ἐν τῇ ἑσπερίᾳ βαρβάροις πολεμεῖν ἴσχυσε, πλήν γε δὴ ὅτε αἱ σπονδαὶ ἐς Πέρσας γεγένηνται.
6.22.16τούςτε γὰρ Βανδίλους καὶ Μαυρουσίους τηνικαῦτα ἀπολωλέναι καὶ Γότθοις τὰ παρόντα ξυμπεπτωκέναι. ὥστε, ἤν τις καὶ νῦν Ἰουστινιανῷ αὐτοκράτορι τὸν Μήδων βασιλέα ξυγκρούῃ, οὐ μήποτε Ῥωμαῖοι, τούτου δὴ ἐκπεπολεμωμένου σφίσι τοῦ ἔθνους, πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ λοιπὸν ἕξουσι.
6.22.17ταῦτα Οὐιττίγιδίτε αὐτῷ ἤρεσε καὶ Γότθοις τοῖς ἄλλοις. ἔδοξεν οὖν πρέσβεις παρὰ τὸν Μήδων βασιλέα Χοσρόην στέλλεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Ῥωμαίους, οἵπερ αὐτὸν Ἰουστινιανῷ βασιλεῖ πολέμιον καταστήσουσι.
6.22.18διὸ δὴ τῶν ἐν Λιγούροις ἱερέων δύο χρήμασι πολλοῖς ἐς ταύτην ἀναπείθουσι τὴν ὑπουργίαν.
6.22.19ὧν ἅτερος μὲν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, ἐπισκόπου δόκησίντε καὶ ὄνομα περιβεβλημένος, οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο.
6.22.20γράμματάτε αὐτοῖς ἐγχειρίσας πρὸς Χοσρόην γεγραμμένα Οὐίττιγις ἔπεμψεν. οἷς δὴ Χοσρόης ἠγμένος ἀνήκεστα ἐν σπονδαῖς ἔργα Ῥωμαίους εἰργάσατο, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
6.22.21ταῦτα δὲ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς Χοσρόηντε καὶ Πέρσας βουλεύεσθαι ἤκουσε, καταλύειν μὲν τὸν ἐν τῇ ἑσπερίᾳ πόλεμον ὡς τάχιστα ἔγνω, Βελισάριον δὲ μεταπέμψασθαι ἐφ’ᾧ ἐπὶ Πέρσας στρατεύσειε.
6.22.22τοὺς μὲν οὖν Οὐιττίγιδος πρέσβεις (ἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον) αὐτίκα δὴ ἀπεπέμψατο, ἄνδρας παρ’αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς θήσονται, ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ.
6.22.23τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόντε καὶ Πέτρον ἀφῆκαν.
6.22.24οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστησάμενος, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένου ἀρχὴν παρασχόμενος.
6.22.25καὶ ὁ χειμὼν ἔληγε καὶ τέταρτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
6.23.1Βελισάριος δὲ Αὔξιμόντε καὶ Φισούλαν ἐξελεῖν πρότερον ἤθελε, οὕτωτε ἐπίτε Οὐίττιγιν καὶ Ῥάβενναν ἰέναι, οὐδενὸς ἔτι τῶν πολεμίων οὔτε σφίσιν ἐμποδὼν ἵστασθαι δυναμένου, οὔτε τὰ ὄπισθε κακουργεῖν ἔχοντος.
6.23.2Κυπριανὸν μὲν οὖν καὶ Ἰουστῖνον ξὺν τοῖς ἑπομένοις καὶ Ἰσαύρων τισὶν ἐς Φισούλαν ἔπεμψε, καὶ πεντακοσίους πεζοὺς ἐκ καταλόγου, οὗ Δημήτριος ἦρχεν, οἳ δὴ τοὺς ἐκείνῃ βαρβάρους ἀμφὶ τὸ φρούριον στρατοπεδευσάμενοι ἐπολιόρκουν.
6.23.3Μαρτῖνον δὲ καὶ Ἰωάννην ξὺν τοῖς ἑπομένοις καὶ στρατεύματι ἄλλῳ, οὗπερ Ἰωάννης ἡγεῖτο ὃν καὶ Φαγᾶν ἐκάλουν, ἀμφὶ Πάδον ποταμὸν ἔστελλεν.
6.23.4οὓς δὴ φροντίδα ἔχειν ἐκέλευεν ὅπως μὴ Οὐραΐαςτε καὶ οἱ ξὺν αὐτῷ ἐκ Μεδιολάνου ἐπὶ σφᾶς ἴωσιν, ἢν δὲ τῶν πολεμίων τὴν ἔφοδον ἀποκρούεσθαι οὐχ οἷοίτε ὦσιν, ὄπισθεν αὐτοὺς λάθρα ἐπισπομένους κατὰ νώτου ἰέναι.
6.23.5καὶ οἱ μὲν πόλιν Δορθῶνα πρὸς τῷ ποταμῷ ἀτείχιστον οὖσαν καταλαβόντες, αὐτοῦτε ἐνστρατοπεδευσάμενοι ἔμενον, αὐτὸς δὲ ἐς Αὔξιμον πόλιν χιλίουςτε καὶ μυρίους ἔχων ἀφίκετο.
6.23.6Αὔξιμος δὲ αὕτη πρώτη μὲν τῶν ἐν Πικηνοῖς πόλεών ἐστιν, ἣν δὴ μητρόπολιν καλεῖν νενομίκασι Ῥωμαῖοι. ἀπέχει δὲ ἀκτῆς μὲν κόλπου τοῦ Ἰονίου σταδίους τέσσαράςτε καὶ ὀγδοήκοντα μάλιστα, Ῥαβέννης δὲ πόλεως ὁδὸν τριῶν ἡμερῶν καὶ σταδίους ὀγδοήκοντα.
6.23.7κεῖται δὲ ἐπὶ λόφου τινὸς ὑψηλοῦ, εἴσοδον ἐν τῷ ὁμαλεῖ οὐδαμῆ ἔχουσα, καὶ ἀπ’αὐτοῦ ἀπρόσοδος τοῖς πολεμίοις παντάπασιν οὖσα.
6.23.8ἐνταῦθα Γότθων εἴ τι δόκιμον ἦν, Οὐίττιγις ἐς τὴν φρουρὰν κατεστήσατο, τεκμαιρόμενος ὅτι Ῥωμαῖοι, εἰ μὴ ταύτην ἐξέλωσι πρότερον, ἐπὶ Ῥάβενναν οὔποτε στρατεύειν τολμήσωσιν.
6.23.9ἐπειδὴ δὲ ὁ Ῥωμαίων στρατὸς ἐς Αὔξιμον ἦλθεν, ἐκέλευε Βελισάριος παρὰ τοῦ λόφου τὰ ἔσχατα πάντας στρατοπεδεύεσθαι κύκλῳ.
6.23.10καὶ οἱ μὲν κατὰ συμμορίας γενόμενοι καλύβας ἄλλος ἄλλῃ τοῦ χωρίου ἐπήγνυντο, κατιδόντες δὲ αὐτοὺς οἱ Γότθοι μακράν που ἀπολελειμμένους ἀλλήλων καὶ σφίσιν αὐτοῖς ἐπιβοηθεῖν ἅτε ἐν μεγάλῳ πεδίῳ οὐκ εὐπετῶς ἔχοντας, ἐκ τοῦ αἰφνιδίου ἀμφὶ δείλην ὀψίαν χωροῦσιν ἐπὶ τοὺς πολεμίους, ἐς τὰ πρὸς ἕω τῆς πόλεως, ᾗ Βελισάριος στρατόπεδον ἔτι ποιούμενος ξύντε δορυφόροις καὶ ὑπασπισταῖς τοῖς αὐτοῦ ἔτυχεν.
6.23.11οἱ δὲ ἀράμενοι τὰ ὅπλα ἐκ τῶν παρόντων τοὺς ἐπιόντας ἠμύνοντο, ῥᾷστάτε αὐτοὺς ἀρετῇ ὠσάμενοι ἔτρεψαν, καὶ φεύγουσιν ἐπισπόμενοι κατὰ μέσον τοῦ λόφου ἐγίνοντο.
6.23.12ἔνθα οἱ βάρβαροι ἐπιστραφέντες καὶ χωρίου ἰσχύϊ πιστεύοντες ἀντίοι τοῖς διώκουσιν ἔστησαν, συχνούςτε αὐτῶν ἅτε κατὰ κορυφὴν βάλλοντες ἔκτειναν, ἕως νὺξ ἐπιλαβοῦσα ἐκώλυσεν. οὕτωτε διαλυθέντες ἑκάτεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.
6.23.13ἔτυχον δὲ τῇ προτεραίᾳ τοῦ ἔργου τούτου Γότθων τινὲς ὄρθρου βαθέος τροφῶν ξυγκομιδῆς ἕνεκα ἐς τὰ ἐκείνῃ σταλέντες χωρία.
6.23.14οἳ δὴ οὐδὲν ἀμφὶ τῶν πολεμίων τῇ παρουσίᾳ πυθόμενοι ἐς νύκτα ἐπανῆκον. ἄφνωτε τὰ Ῥωμαίων πυρὰ κατιδόντες ἐν θαύματίτε καὶ δέει μεγάλῳ ἐγένοντο.
6.23.15καὶ αὐτῶν πολλοὶ μὲν τὸν κίνδυνον ὑποστῆναι τολμήσαντες καὶ λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἐσῆλθον. ὅσοι δὲ κατορρωδήσαντες ἐν τῷ παραυτίκα ἐς ὕλας τινὰς σφᾶς αὐτοὺς ἔκρυψαν, ἐφ’ᾧ ἐπὶ Ῥαβέννης χωρήσουσιν, οὗτοι δὴ οὐ πολλῷ ὕστερον ὑπὸ τοῖς ἐναντίοις γενόμενοι διεφθάρησαν.
6.23.16Βελισάριος δὲ κατιδὼν τὴν Αὔξιμον ἰσχυροτάτην ἐν τῷ ἀσφαλεῖ οὖσαν, παντελῶςτέ οἱ ἀμήχανα εἶναι προσβολὴν τῷ περιβόλῳ ποιήσασθαι, βίᾳ μὲν τὸ χωρίον ἑλεῖν οὐκ ἄν ποτε ᾤετο, πολιορκίᾳ δὲ ἀκριβεῖ ἔςτε ἀπορίαν τῶν ἀναγκαίων καταστήσεσθαι τοὺς πολεμίους ἐλπίδα εἶχε καὶ τῷ χρόνῳ ὑποχειρίους ποιήσασθαι.
6.23.17τοῦ δὲ περιβόλου οὐ μακρὰν ἄποθεν πόαν τινὰ πολλὴν ἡ γῆ ἀνιεῖσα ξυμβολῆς ἀφορμὴν ἐς ἡμέραν ἑκάστην Ῥωμαίοιςτε καὶ Γότθοις ἔφερε.
6.23.18ταύτην γὰρ ἀποτεμνομένους ἀεὶ τῶν ἵππων ἕνεκα τοὺς ἐναντίους ὁρῶντες Ῥωμαῖοι ἔντε τῷ λόφῳ δρόμῳ πολλῷ ἀνιόντες ἐγίνοντο καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἰόντες ἔργατε ἀρετῆς ἄξια ἐνδεικνύμενοι, φέρεσθαι τὴν πόαν οὐδαμῆ εἴων, πολλούςτε ἀεὶ τῶν ἐναντίων ἐν τῷ χώρῳ τούτῳ διέφθειρον.
6.23.19οἱ δὲ βάρβαροι ἀρετῇ τῶν πολεμίων ἡσσώμενοι ἐπενόουν τάδε. τῶν ἁμαξῶν τοὺς τροχοὺς ξὺν μόνοις τοῖς ἄξοσιν ἀφελόμενοι ἐν παρασκευῇ εἶχον, τέμνειντε τὴν πόαν ἀρξάμενοι, ἐπειδὴ ἀνιόντας ἤδη ἐς τοῦ λόφου τὰ μέσα τοὺς Ῥωμαίους εἶδον, τοὺς τροχοὺς ἀφῆκαν κατὰ κορυφὴν ἐπ’αὐτοὺς φέρεσθαι.
6.23.20τύχῃ δέ τινι τούτους ξυνέπεσε τοὺς τροχοὺς ἄχρι ἐς τὸ ὁμαλὲς ἀνθρώπου οὐδενὸς ἁψαμένους ἐλθεῖν. ταύτηςτε τῆς πείρας ἀποτυχόντες οἱ βάρβαροι, τότε μὲν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, ἔπειτα δὲ ἐποίουν τάδε.
6.23.21τὰς φάραγγας, αἳ τοῦ περιβόλου εἰσὶν ἄγχιστα, ἐνέδραις τῶν ἐν σφίσι δοκίμων ἀνδρῶν προλοχίσαντες ὀλίγοι τοῖς πολεμίοις ἀμφὶ τὴν πόαν ἐφαίνοντο, ἡνίκατε ἡ μάχη ἐν χερσὶ γένοιτο, ἐκπηδῶντες ἐκ τῶν ἐνεδρῶν οἱ κρυπτόμενοι, πλήθειτε τοὺς ἐναντίους παρὰ πολὺ ὑπεραίροντες καὶ αὐτοὺς τῷ μὴ προαισθέσθαι ἐκπλήσσοντες πλείστους μὲν ἔκτεινον, τοὺς δὲ λοιποὺς ἀεὶ ἐς φυγὴν ἔτρεπον.
6.23.22Ῥωμαίων δὲ ὅσοι ἐν τοῖς στρατοπέδοις εἱστήκεσαν ἔβλεπον μὲν ἐκ τῶν ἐνεδρῶν ὑπεξανισταμένους τοὺς πολεμίους, κραυγῇ δὲ πολλῇ τοὺς ἑταίρους ἀνακαλοῦντες οὐδὲν ἤνυον, ἐπεὶ οἱ μαχόμενοι τῆς ἐκείνων βοῆς ἥκιστα ἤκουον, μήκειτε τοῦ λόφου ἐπὶ πλεῖστον αὐτῶν διειργόμενοι καὶ τῶν βαρβάρων ἀεὶ ἐξεπίτηδες σφίσιν ἀντιπαταγούντων τοῖς ὅπλοις.
6.23.23Βελισαρίῳ δὲ τοῖς παροῦσιν ἀπορουμένῳ Προκόπιος, ὃς τάδε ξυνέγραψε, προσελθὼν εἶπεν Οἱ ταῖς σάλπιγξιν, ὦ στρατηγὲ, τὸ παλαιὸν ἐν τῷ Ῥωμαίων στρατῷ χρώμενοι νόμους τινὰς ἠπίσταντο δύο, ὧν ἅτερος μὲν ἐγκελευομένῳτε ἐπὶ πλεῖστον ἐῴκει καὶ τοὺς στρατιώτας ἐς μάχην ὁρμῶντι, ὁ δὲ ἄλλος ἐπὶ τὸ στρατόπεδον ἀνεκάλει τοὺς μαχομένους, ἡνίκα ταῦτα ἐδόκει τῷ στρατηγῷ ὡς ἄριστα ἔχειν.
6.23.24ταύτῃτε ἀεὶ οἱ μὲν στρατηγοὶ τὰ καθήκοντα τοῖς στρατιώταις ἐκέλευον, ἐκεῖνοι δὲ τὰ παραγγελλόμενα ἔργα ἐπιτελεῖν ἴσχυον.
6.23.25κραυγὴ γὰρ ἐν ταῖς ξυμβολαῖς σημῆναί τι σαφὲς οὐδαμῶς πέφυκε, πατάγουτε, ὡς τὸ εἰκὸς, πανταχόσε ἀντικτυποῦντος καὶ τοῦ δέους ἐκπλήσσοντος τὰς τῶν μαχομένων αἰσθήσεις.
6.23.26ἐπεὶ δὲ τανῦν ἀμαθίᾳτε ἡ τοιαύτη τέχνη ἐξώλισθε καὶ μιᾷ σάλπιγγι ἄμφω δηλῶσαι ἀμήχανον, αὐτὸς οὕτω τὸ λοιπὸν ποίει.
6.23.27σάλπιγξι μὲν ταῖς ἱππικαῖς ἐγκελεύου τοῖς στρατιώταις διαμάχεσθαι τοῖς πολεμίοις, ταῖς δὲ πεζικαῖς ἐπὶ τὴν ἀναχώρησιν ἀνακάλει τοὺς ἄνδρας.
6.23.28ἑκατέρου γὰρ αὐτοὺς τοῦ ἤχου μὴ οὐχὶ ξυνεῖναι ἀδύνατον, ἐπεὶ ὁ μὲν ἐκ βύρσηςτε καὶ ξύλου ὑπεράγαν λεπτοῦ, ὁ δὲ ἐκ παχέος τινὸς χαλκοῦ πρόεισι.
6.23.29Προκόπιος μὲν τοσαῦτα εἶπε. Βελισάριος δὲ ἥσθητε τῇ ὑποθήκῃ καὶ ἅπαν ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε Προθυμίαν ἐς τόδε ξυμφέρειντε οἶμαι καὶ πολλοῦ ἐπαίνου ἀξίαν εἶναι, μέχρις ἂν μετρία τις οὖσα οὐδὲν τοῖς ἔχουσι προσποιῆται βλάβος.
6.23.30τῷ γὰρ ὑπερβάλλοντι τὰ ἀγαθὰ πάντα πρὸς τὸ χεῖρον ἀεὶ τρέπεσθαι εἴωθεν. ὑμεῖς οὖν μὴ τῷ φιλονείκῳ τὸ λοιπὸν σφάλλεσθε · φεύγειν γὰρ δή που τὸν κακουργοῦντα οὐδεμία αἰσχύνη.
6.23.31ἀλλ’ὁ μὲν ἐς κακὸν προὖπτον ἀνεπισκέπτως ἰὼν καὶ σωθεὶς ἐνθένδε, ἂν οὕτω τύχῃ, ἄνοιαν ὀφλισκάνει · γενναῖος δὲ ὃς ἂν ἐν τοῖς ἀναγκαίοις ἀνδραγαθίζηται.
6.23.32οἱ μὲν οὖν βάρβαροι, ἐπεὶ ἐκ τοῦ εὐθέος ἡμῖν οὐχ οἷοίτέ εἰσι διαμάχεσθαι, προλοχίζοντες διαφθείρειν ἡμᾶς ἐγχειροῦσιν. ἡμῖν δὲ τοῦ διαφυγεῖν τὴν αὐτῶν ἐνέδραν τὸ τὸν κίνδυνον ὑποστῆναι μεμπτότερον.
6.23.33τοῦ γὰρ ἐνδιδόναι ταῖς τῶν ἐχθρῶν γνώμαις οὐδὲν αἴσχιον. ἐμοὶ μὲν οὖν ὅπως μὴ προσπεσεῖσθε ταῖς τῶν πολεμίων ἐνέδραις μελήσει.
6.23.34ἔργον δ’ἂν ὑμέτερον εἴη, ἐπειδὰν σημήνω, ἐς τὴν ἀναχώρησιν κατὰ τάχος ἰέναι. αὕτη δὲ ὑμῖν ἡ δήλωσις ἐκ σάλπιγγος, ὦ στρατιῶται, τῆς πεζικῆς ἔσται.
6.23.35Βελισάριος μὲν τοσαῦτα εἶπεν. οἱ δὲ στρατιῶται ἀμφὶ τὴν πόαν κατιδόντες τοὺς πολεμίους, δρόμῳ ἐπ’αὐτοὺς ᾔεσαν, τινάςτε αὐτῶν ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινον.
6.23.36ἐν οἷς ἕνα χρυσοφοροῦντα τῶν τις Μαυρουσίων ἰδὼν λαβόμενόςτε τῶν ἐν τῇ κεφαλῇ τριχῶν, ὅπως ἀποδύοι, τὸν νεκρὸν ἐφεῖλκε.
6.23.37Γότθος δέ τις αὐτὸν ἀκοντίῳ βαλὼν μυώνωντε, οἳ ὄπισθέν εἰσι τῶν κνημῶν, ἑκατέρων ἐπιτυχὼν, ἐνέρσει τοῦ ἀκοντίου ἄμφω τὼ πόδε ξυνέδησεν.
6.23.38ἀλλ’οὐδέν τι ἧσσον ὁ Μαυρούσιος τῶν τριχῶν ἐχόμενος τὸν νεκρὸν εἷλκεν. ἐν τούτῳ δὲ οἱ μὲν βάρβαροι τὰς ἐνέδρας ἐκίνουν, Βελισάριος δὲ ἀπὸ τοῦ στρατοπέδου ὁρῶν τὰ ποιούμενα, ταῖς σάλπιγξι τοὺς πεζοὺς, οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο, ἠχεῖν κατὰ τάχος ἐκέλευεν.
6.23.39οἵτε Ῥωμαῖοι αἰσθόμενοι κατὰ βραχὺ ἤδη ὑπεχώρουν, τὸν Μαυρούσιον ξὺν τῷ ἀκοντίῳ ἀράμενοι. οἷς δὴ οἱ Γότθοι ἕπεσθαι οὐκέτι ἐτόλμων, ἀλλ’ἄπρακτοι ἀνεχώρησαν.
6.24.1προϊόντος δὲ τοῦ χρόνου καὶ τῆς ἀπορίας οἱ βάρβαροι τῶν ἐπιτηδείων ἐπὶ μέγα χωρούσης, ἀνενεγκεῖν ἐς Οὐίττιγιν ἐβουλεύοντο τὰ παρόντα σφίσι.
6.24.2καὶ ἐπεὶ αὐτῶν οὐδεὶς στέλλεσθαι ἐς ταύτην δὴ τὴν πρᾶξιν ἐτόλμα (λήσειν γὰρ τοὺς πολιορκοῦντας οὐκ ἄν ποτε ᾤοντο), ἐπενόουν τάδε.
6.24.3ἀσέληνον νύκτα τηρήσαντες καὶ τοὺς ἄνδρας ἐν παρασκευῇ ποιησάμενοι, οὓς δὴ παρὰ τὸν Οὐίττιγιν πέμπειν διενοοῦντο, γράμματάτε αὐτοῖς ἐν χερσὶ θέμενοι, ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, ἐβόων ἅπαντες πολλαχῆ τοῦ περιβόλου ἐξαίσιον.
6.24.4εἴκασεν ἄν τις ἐς ταραχὴν αὐτοὺς καταστῆναι λίαντε σφίσιν ἐγκειμένων τῶν πολεμίων καὶ παρὰ δόξαν ἁλισκομένης τῆς πόλεως.
6.24.5οὐκ ἔχοντες δὲ παντάπασι Ῥωμαῖοι ξυμβαλεῖν τὸ γινόμενον, Βελισαρίου γνώμῃ ἐν τοῖς στρατοπέδοις ἡσυχῆ ἔμενον, ἔκτε τῆς πόλεως ἐπιβουλήν τινα ὑποτοπάσαντες ἔσεσθαι καὶ στρατὸν ἐκ Ῥαβέννης ἐπιβεβοηθηκότα τοῖς πολεμίοις ἐπὶ σφᾶς ἥκειν. ἃ δὴ δεδιότες ᾤοντο ἄμεινον σφίσιν εἶναι ἐν τῷ ἀσφαλεῖ ἡσυχάζουσι διασώζεσθαι ἢ ἐς προὖπτόν τινα κίνδυνον ἐν νυκτὶ ἀσελήνῳ χωρεῖν.
6.24.6οὕτω γοῦν οἱ βάρβαροι λαθόντες τοὺς πολεμίους ἐπὶ Ῥαβέννης τοὺς ἄνδρας ἔπεμψαν. οἳ οὐδενὸς πολεμίου ἀνδρὸς ἐς ὄψιν ἐλθόντες παράτε Οὐίττιγιν τριταῖοι ἀφίκοντο καὶ τὰ γράμματα ἔδειξαν.
6.24.7ἐδήλου δὲ ἡ γραφὴ τάδε Ἡνίκα ἡμᾶς, ὦ βασιλεῦ, ἐς τὴν ἐν Αὐξίμῳ φρουρὰν καθίστης, τὰς κλεῖς ἔφησθα παρακαταθέσθαι ἡμῖν Ῥαβέννηςτε αὐτῆς καὶ τῆς βασιλείας τῆς σῆς.
6.24.8διὸ δὴ ἐπήγγελλες ἡμῖν παντὶ σθένει φυλάσσεσθαι, ὅπως μὴ τὸ καθ’ἡμᾶς μέρος παραδῶμεν τοῖς πολεμίοις τὸ Γότθων κράτος, ἰσχυρίζουτε δεομένοις ἡμῖν παντὶ τῷ στρατῷ παρέσεσθαι αὐτεπάγγελτος.
6.24.9ἡμεῖς μὲν οὖν ἄχρι τοῦδε λιμῷτε καὶ Βελισαρίῳ μαχόμενοι πιστοὶ φύλακες τῆς σῆς βασιλείας γεγόναμεν, σὺ δὲ οὐ δὲ ὁπωστιοῦν ἡμῖν βοηθεῖν ἔγνωκας.
6.24.10λογίζου τοίνυν μή ποτε Αὔξιμον ἑλόντες Ῥωμαῖοι καὶ τὰς κλεῖς ἀνελόμενοι, ὧν αὐτὸς ἐνταῦθα κειμένων ὑπερορᾷς, οὐδενὸς τῶν σῶν ἀποκεκλεισμένοι τὸ λοιπὸν ὦσι. τὰ γράμματα μὲν τοσαῦτα ἐδήλου.
6.24.11ἐπεὶ δὲ αὐτὰ Οὐίττιγις ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ παραυτίκα τοὺς ἄνδρας πάσῃ τῇ Γότθων στρατιᾷ βοηθήσειν Αὐξίμῳ ὑποσχόμενος ἀπεπέμψατο, μετὰ δὲ πολλὰ λογισάμενος ἡσυχίαν ἦγε.
6.24.12τούςτε γὰρ ἀμφὶ τὸν Ἰωάννην ὑπώπτευε μὴ κατὰ νώτου σφίσιν ἐπισπόμενοι ἐν ἀμφιβόλῳ ποιήσωνται, καὶ πολλὴν οἰόμενος ξὺν Βελισαρίῳ μαχίμων ἀνδρῶν δύναμιν εἶναι ἐς ἀμήχανόν τι δέος ἐξέπιπτε.
6.24.13μάλιστα δὲ ἁπάντων ὁ λιμὸς αὐτὸν ξυνετάρασσεν, οὐκ ἔχοντα ὅθεν ἂν τὰ ἐπιτήδεια τῷ στρατοπέδῳ πορίζηται.
6.24.14οἱ μὲν γὰρ Ῥωμαῖοι ἅτε θαλασσοκρατοῦντες καὶ τὸ ἐν Ἀγκῶνι φρούριον ἔχοντες, τὰ ἀναγκαῖα πάντα ἔκτε Σικελίας καὶ Καλαβρίας ἐνταῦθα κατατιθέμενοι ἐς καιρὸν ἐνθένδε εὐπετῶς ἔφερον.
6.24.15Γότθοις δὲ στρατεύουσιν ἐς Πικηνῶν τὴν χώραν πόρον οὐδένα τῶν ἐπιτηδείων ἐννοῶν ἔσεσθαι ἐς ἀμηχανίαν καθίστατο.
6.24.16Οὐιττίγιδος μὲν οὖν τὴν ὑπόσχεσιν λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἤνεγκαν οἱ πρώην ἐς αὐτὸν ἐνθένδε σταλέντες καὶ βαρβάρους τοὺς ἐνταῦθα κεναῖς ἐλπίσιν ἐπέρρωσαν.
6.24.17Βελισάριος δὲ ταῦτα πρὸς τῶν αὐτομόλων ἀκούσας ἔτι μᾶλλον ἐς τὸ ἀκριβὲς φυλακὴν ἐκέλευε ποιεῖσθαι, ὅπως μή τι συμβαίη καὶ αὖθις τοιοῦτο. ταῦτα μὲν ἐγίνετο τῇδε.
6.24.18οἱ δὲ ἀμφὶ Κυπριανὸν καὶ Ἰουστῖνον Φισούλαν πολιορκοῦντες τῷ μὲν περιβόλῳ προσβάλλειν ἢ ἄγχιστά που αὐτοῦ ἰέναι οὐδαμῆ εἶχον · δυσπρόσοδον γὰρ τοῦτο πανταχόθεν τὸ φρούριον ἦν · τῶν δὲ βαρβάρων σφίσι συχνὰ ἐπεξιόντων μάχῃτε μᾶλλον διακρίνεσθαι πρὸς αὐτοὺς ἐθελόντων ἢ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιέζεσθαι, ἀγχώμαλοι μὲν αἱ ξυμβολαὶ τὰ πρῶτα ἐγίνοντο, ἔπειτα δὲ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες ἔςτε τὸ τεῖχος τοὺς πολεμίους κατέκλεισαν καὶ ἀσφαλῶς διεφύλασσον, ὥστε μηδένα πη ἐνθένδε ἰέναι.
6.24.19οἱ μὲν οὖν βάρβαροι τῶντε ἀναγκαίων σπανίζοντες καὶ τοῖς παροῦσιν ἀπορούμενοι, λαθόντες αὖθις τοὺς πολεμίους παρὰ τὸν Οὐίττιγιν ἔπεμπον, βοηθεῖν σφίσιν αὐτοῖς κατὰ τάχος δεόμενοι, ὡς οὐκέτι πλείω τινὰ ἀνθέξουσι χρόνον.
6.24.20Οὐίττιγις δὲ Οὐραΐαν ἐκέλευε ξὺν τῷ ἐν Λιγούροις στρατῷ ἐς Τικινοὺς ἰέναι · οὕτω γὰρ καὶ αὐτὸς ἰσχυρίζετο πάσῃ τῇ Γότθων δυνάμει τοῖς πολιορκουμένοις παρέσεσθαι.
6.24.21ὁ δὲ κατὰ ταῦτα ἐποίει καὶ ἅπαν κινήσας τὸ ξὺν αὐτῷ στράτευμα ἐς Τικινοὺς ᾔει. Πάδοντε ποταμὸν διαβάντες ἐγγύς που τοῦ τῶν Ῥωμαίων στρατοπέδου ἦλθον.
6.24.22οὗ δὴ καὶ αὐτοὶ στρατοπεδευσάμενοι ἀντεκάθηντο τοῖς πολεμίοις, ἀπέχοντες αὐτῶν μάλιστα ὅσον σταδίους ἑξήκοντα. χειρῶν δὲ οὐδέτεροι ἦρχον.
6.24.23τοῖςτε γὰρ Ῥωμαίοις ἔδοξεν ἀποχρῆν, εἰ τοῖς ἐναντίοις ἐμποδὼν στήσονται, ὥστε μὴ ἐπὶ τοὺς πολιορκοῦντας πορεύεσθαι, καὶ οἱ βάρβαροι ἐνταῦθα ὤκνουν διαμάχεσθαι τοῖς πολεμίοις, λογιζόμενοι ὡς, ἢν ἐν ταύτῃ τῇ ξυμβολῇ ἀτυχήσωσιν, ἅπαντα Γότθων διαφθεροῦσι τὰ πράγματα.
6.24.24οὐ γὰρ ἔτι τοῖς ἀμφὶ τὸν Οὐίττιγιν ἐπιμιγνύμενοι ἀμύνειν τοῖς πολιορκουμένοις ξὺν αὐτῷ ἕξουσι. τοιαύτῃ μὲν γνώμῃ ἑκάτεροι ἡσυχίαν ἦγον.
6.25.1ἐν τούτῳ δὲ Φράγγοι κεκακῶσθαι τῷ πολέμῳ Γότθουςτε καὶ Ῥωμαίους ἀκούσαντες καὶ δι’αὐτὸ ῥᾷστα ἂν οἰόμενοι Ἰταλίας τὰ πολλὰ σφίσιν αὐτοῖς προσποιήσασθαι, δεινὰ ἐποιοῦντο, εἰ πόλεμον μὲν ἕτεροι ἐς τοσόνδε χρόνου διαφέρουσι μῆκος περὶ χώρας ἀρχῇ, οὕτω δὴ αὐτοῖς ἐν γειτόνων οὔσης, αὐτοὶ δὲ ἡσυχῆ μένοντες ἀμφοτέροις ἐκποδὼν στήσονται.
6.25.2ὅρκων τοίνυν ἐν τῷ παραυτίκα καὶ ξυνθηκῶν ἐπιλελησμένοι, αἵπερ αὐτοῖς ὀλίγῳ πρότερον πρόςτε Ῥωμαίους καὶ Γότθους ἐπεποίηντο (ἔστι γὰρ τὸ ἔθνος τοῦτο τὰ ἐς πίστιν σφαλερώτατον ἀνθρώπων ἁπάντων) ἐς μυριάδας δέκα εὐθὺς ξυλλεγέντες, ἡγουμένου σφίσι Θευδιβέρτου, ἐς Ἰταλίαν ἐστράτευσαν, ἱππέας μὲν ὀλίγους τινὰς ἀμφὶ τὸν ἡγούμενον ἔχοντες, οἳ δὴ καὶ μόνοι δόρατα ἔφερον, οἱ λοιποὶ δὲ πεζοὶ ἅπαντες οὔτε τόξα οὔτε δόρατα ἔχοντες, ἀλλὰ ξίφοςτε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ πέλεκυν ἕνα.
6.25.3οὗ δὴ ὁ μὲν σίδηρος ἁδρόςτε καὶ ὀξὺς ἑκατέρωθι ἐς τὰ μάλιστα ἦν, ἡ λαβὴ δὲ τοῦ ξύλου βραχεῖα ἐς ἄγαν.
6.25.4τοῦτον δὴ τὸν πέλεκυν ῥίπτοντες ἀεὶ ἐκ σημείου ἑνὸς εἰώθασιν ἐν τῇ πρώτῃ ὁρμῇ τάςτε ἀσπίδας διαρρηγνύναι τῶν πολεμίων καὶ αὐτοὺς κτείνειν.
6.25.5οὕτω μὲν Φράγγοι τὰς Ἄλπεις ἀμείψαντες, αἳ Γάλλουςτε καὶ Ἰταλοὺς διορίζουσιν, ἐν Λιγούροις ἐγένοντο.
6.25.6Γότθοι δὲ αὐτῶν πρότερον τῇ ἀγνωμοσύνῃ ἀχθόμενοι, ὅτι δὴ χώραντε πολλὴν καὶ χρήματα ὑποσχομένοις μεγάλα πολλάκις ὑπὲρ ξυμμαχίας προέσθαι τρόπῳ οὐδενὶ τὴν ὑπόσχεσιν ἐπιτελῆ ποιήσασθαι ἤθελον, ἐπειδὴ Θευδίβερτον παρεῖναι στρατῷ πολλῷ ἤκουσαν, ἔχαιρον ταῖς ἐλπίσιν ἐς τὰ μάλιστα ἐπαιρόμενοι καὶ τῶν πολεμίων ἀμαχητὶ περιέσεσθαι τὸ λοιπὸν ᾤοντο.
6.25.7οἱ δὲ Γερμανοὶ, τέως μὲν ἐν Λιγούροις ἦσαν, οὐδὲν ἐς Γότθους ἄχαρι ἔπρασσον, ὅπως σφίσι μηδεμία κωλύμη ἐς τοῦ Πάδου τὴν διάβασιν πρὸς αὐτῶν γένηται.
6.25.8ὡς δὲ ἵκοντο ἐς Τικινῶν πόλιν, ἵνα δὴ γέφυραν ἐς τὸν ποταμὸν τοῦτον ἐτεκτήναντο οἱ πάλαι Ῥωμαῖοι, τάτε ἄλλα ὑπούργουν οἱ ταῦτα φυλάσσοντες καὶ τὸν Πάδον κατ’ἐξουσίαν διαβαίνειν εἴων.
6.25.9ἐπιλαβόμενοι δὲ τῆς γεφύρας οἱ Φράγγοι, παῖδάςτε καὶ γυναῖκας τῶν Γότθων, οὕσπερ ἐνταῦθα εὗρον, ἱέρευόντε καὶ αὐτῶν τὰ σώματα ἐς τὸν ποταμὸν ἀκροθίνια τοῦ πολέμου ἐρρίπτουν.
6.25.10οἱ γὰρ βάρβαροι οὗτοι, Χριστιανοὶ γεγονότες, τὰ πολλὰ τῆς παλαιᾶς δόξης φυλάσσουσι, θυσίαιςτε χρώμενοι ἀνθρώπων καὶ ἄλλα οὐχ ὅσια ἱερεύοντες, ταύτῃτε τὰς μαντείας ποιούμενοι.
6.25.11κατιδόντες δὲ Γότθοι τὰ ποιούμενα ἔςτε ἄμαχόν τι δέος κατέστησαν καὶ φυγῇ ἐχόμενοι ἐντὸς τοῦ περιβόλου ἐγένοντο. οἱ μὲν οὖν Γερμανοὶ Πάδον ποταμὸν διαβάντες ἐς τὸ Γότθων στρατόπεδον ἦλθον, οἱ δὲ Γότθοι κατ’ἀρχὰς μὲν ἄσμενοι ἐθεῶντο κατ’ὀλίγους αὐτοὺς ἐπὶ σφᾶς προσιόντας, ἐπὶ ξυμμαχίᾳ τῇ σφετέρᾳ τοὺς ἄνδρας ἥκειν οἰόμενοι.
6.25.12ἐπεὶ δὲ ὅμιλος Γερμανῶν πολὺς ἐπιρρεύσας ἔργουτε εἴχοντο καὶ τοὺς πελέκυς ἐσακοντίζοντες συχνοὺς ἤδη ἐσίνοντο, στρέψαντες τὰ νῶτα ἐς φυγὴν ὥρμηντο, καὶ διὰ τοῦ Ῥωμαίων στρατοπέδου ἰόντες τὴν ἐπὶ Ῥάβενναν ἔθεον.
6.25.13φεύγοντάςτε αὐτοὺς ἰδόντες Ῥωμαῖοι Βελισάριον ἐπιβεβοηθηκότα σφίσιν ᾤοντο ἑλεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ἐνθένδετε αὐτοὺς ἐξελάσαι μάχῃ νικήσαντα. ᾧ δὴ ξυμμῖξαι βουλόμενοι ἄραντες τὰ ὅπλα κατὰ τάχος ᾔεσαν.
6.25.14ἐντυχόντες δὲ παρὰ δόξαν πολεμίων στρατῷ οὔτι ἐθελούσιοι ἐς χεῖρας ἦλθον, παρὰ πολύτε ἡσσηθέντες τῇ μάχῃ ἐς μὲν τὸ στρατόπεδον ἀναστρέφειν οὐκέτι εἶχον, ἐπὶ Τουσκίαν δὲ ἅπαντες ἔφευγον.
6.25.15ἔντε τῷ ἀσφαλεῖ ἤδη γενόμενοι ἅπαντα ἐς Βελισάριον τὰ ξυμπεσόντα σφίσιν ἀνήνεγκαν.
6.25.16Φράγγοι δὲ ἀμφοτέρους, ὥσπερ ἐρρήθη, νενικηκότες, τάτε στρατόπεδα ἑκάτερα ἑλόντες παντάπασιν ἀνδρῶν ἔρημα, ἐν μὲν τῷ παραυτίκα τὰ ἐπιτήδεια ἐνταῦθα εὗρον, δι’ὀλίγου δὲ ἅπαντα διὰ πολυανθρωπίαν δαπανήσαντες, ἄλλο τι οὐδὲν ἐν χώρᾳ ἐρήμῳ ἀνθρώπων ὅτι μὴ βόαςτε καὶ τοῦ Πάδου τὸ ὕδωρ προσφέρεσθαι εἶχον.
6.25.17ταῦτα τὰ κρέα τῇ τοῦ ὕδατος περιουσίᾳ καταπέψαι οὐχ οἷοίτε ὄντες γαστρόςτε ῥύσει καὶ δυσεντερίας νόσῳ οἱ πλεῖστοι ἡλίσκοντο, ὧν δὴ ἀπαλλάσσεσθαι ἀπορίᾳ τῶν ἐπιτηδείων ὡς ἥκιστα ἴσχυον.
6.25.18φασὶ γοῦν τὸ τριτημόριον τοῦ Φράγγων στρατοῦ τῷ τρόπῳ τούτῳ ἀπολωλέναι. διὸ δὴ περαιτέρω ἰέναι οὐδαμῆ ἔχοντες αὐτοῦ ἔμενον.
6.25.19Βελισάριος δὲ Φράγγωντε στρατὸν παρεῖναι ἀκούσας καὶ τοὺς ἀμφὶ Μαρτῖνόντε καὶ Ἰωάννην μάχῃ ἡσσηθέντας φυγεῖν ἐς ἀμηχανίαν κατέστη, περίτε τῇ πάσῃ στρατιᾷ δείσας καὶ διαφερόντως περὶ τοῖς ἐν Φισούλῃ πολιορκοῦσιν, ἐπεὶ αὐτῶν μάλιστα ἐγγυτέρω τούτους δὴ τοὺς βαρβάρους ἐπύθετο εἶναι, αὐτίκα δὴ πρὸς Θευδίβερτον ἔγραψε τάδε Ἄνδρα μὲν ἀρετῆς μεταποιούμενον μὴ οὐχὶ ἀψευδεῖν, ἄλλωςτε καὶ ἄρχοντα ἐθνῶν τοσούτων τὸ πλῆθος, οἶμαι, ὦ γενναῖε Θευδίβερτε, οὐκ εὐπρεπὲς εἶναι.
6.25.21τὸ δὲ καὶ ὅρκους ἀδικοῦντας ἐν γράμμασι κειμένους περιορᾶν τὰ ξυγκείμενα οὐ δ’ἂν τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις ἐπιτηδείως ἔχοι. ἅπερ αὐτὸς ἔν γε τῷ παρόντι ἐξαμαρτάνων οἶσθα, καίτοι ὁμολογήσας ἔναγχος πόλεμον ἡμῖν ἐπὶ Γότθους τόνδε ξυλλήψεσθαι.
6.25.22νῦν δὲ οὐχ ὅσον ἀμφοτέροις ἐκποδὼν ἕστηκας, ἀλλὰ καὶ ὅπλα οὕτως ἀνεπισκέπτως ἀράμενος ἐφ’ἡμᾶς ἥκεις. μὴ σύ γε, ὦ βέλτιστε, καὶ ταῦτα ἐς βασιλέα μέγαν ὑβρίζων, ὃν δή που τὴν ὕβριν μὴ λίαν ἐν τοῖς μεγίστοις ἀμείψεσθαι οὐκ εἰκὸς εἴη.
6.25.23κρεῖσσον δὲ τὰ οἰκεῖα ἀσφαλῶς αὐτόν τινα ἔχειν ἢ τῶν οὐ προσηκόντων μεταποιούμενον ἐς κίνδυνόν τινα ὑπὲρ τῶν ἀναγκαιοτάτων καθίστασθαι. ταύτην ἐπεὶ Θευδίβερτος τὴν ἐπιστολὴν ἀνελέξατο, τοῖςτε παροῦσιν ἀπορούμενος ἤδη καὶ πρὸς Γερμανῶν κακιζόμενος, ὅτι δὴ ἐξ οὐδεμιᾶς προφάσεως θνήσκοιεν ἐν χώρᾳ ἐρήμῳ, ἄρας τοῖς περιοῦσι τῶν Φράγγων ἐπ’οἴκου ξὺν τάχει πολλῷ ἀπεχώρησεν.
6.26.1οὕτω μὲν Θευδίβερτος στρατεύσας ἐς Ἰταλίαν τὴν ἄφοδον ἐποιήσατο. οἵτε ἀμφὶ Μαρτῖνον καὶ Ἰωάννην ἀνέστρεψαν οὐδέν τι ἧσσον, ὅπως μή τινα οἱ πολέμιοι ἔφοδον ἐπὶ σφῶν τοὺς πολιορκοῦντας ποιήσονται.
6.26.2Γότθοι δὲ οἱ ἐν Αὐξίμῳ, Φράγγων μὲν ἀφίξεως πέρι οὐδὲν πεπυσμένοι, ἀπειρηκότες δὲ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα οὕτω μέλλουσαν, αὖθις μὲν Οὐίττιγιν διενοοῦντο μαρτύρεσθαι, λαθεῖν δὲ τῶν πολεμίων τὴν φυλακὴν οὐχ οἷοίτε ὄντες ἐπένθουν.
6.26.3μετὰ δὲ τῶν τινα Ῥωμαίων, Βέσον γένος Βουρκέντιον ὄνομα, ὑπὸ Ναρσῇ τεταγμένον τῷ Ἀρμενίῳ, μόνον ἰδόντες ἐς μέσην ἡμέραν φυλακὴν ἔχοντα, ὡς μή τις ἐκ τῆς πόλεως ἐπὶ τὴν πόαν ληψόμενος ἴοι, ἔςτε λόγους αὐτῷ ξυνῆλθον ἐγγυτέρω ἥκοντες καὶ τὰ πιστὰ δόντες ὡς οὐδὲν ἐς αὐτὸν κακουργήσωσι ξυγγενέσθαι σφίσιν ἐκέλευον, ἔσεσθαί οἱ μεγάλα ἐπαγγειλαμένοις παρὰ σφῶν χρήματα.
6.26.4καὶ ἐπειδὴ ἐν τῷ αὐτῷ ἐγένοντο, ἐδέοντο τοῦ ἀνθρώπου οἱ βάρβαροι ἐπιστολήν τινα ἐς Ῥάβενναν διακομίσαι, τάξαντες μέν οἱ ἐν τῷ παραυτίκα χρυσίον ῥητὸν, πλέον δὲ ὑποσχόμενοι δώσειν, ἐπειδὰν σφίσιν Οὐιττίγιδος γράμματα ἐπανήκοι φέρων.
6.26.5τοῖς δὲ χρήμασιν ὁ στρατιώτης ἀναπεισθεὶς ὑπουργήσειντε ὡμολόγησε ταῦτα καὶ ἐπιτελῆ ἐποίησε τὴν ὑπόσχεσιν. γράμματα γοῦν κατασεσημασμένα λαβὼν ἐς Ῥάβενναν κατὰ τάχος ἀφίκετο. καὶ Οὐιττίγιδι ἐς ὄψιν ἐλθὼν τὴν ἐπιστολὴν ἐνεχείρισεν.
6.26.6ἐδήλου δὲ τάδε Ὅπη μὲν ἡμῖν τὰ παρόντα ἔχει σαφῶς εἴσεσθε, πυνθανόμενοι ὅστις ποτὲ ὁ τῆς ἐπιστολῆς παραπομπὸς εἴη.
6.26.7Γότθῳ γὰρ ἀνδρὶ ἔξω γενέσθαι τοῦ περιβόλου ἀμήχανά ἐστι. τῶν δὲ βρωμάτων ἡμῖν τὸ εὐπορώτατον ἡ παρὰ τὸ τεῖχος πόα τυγχάνει οὖσα, ἧς γε ἡμῖν οὐ δὲ ὅσον ἅψασθαι τανῦν ἔξεστιν, ὅτι μὴ πολλοὺς ἀποβάλλουσιν ἐν τῷ ὑπὲρ ταύτης ἀγῶνι. ταῦτα ἐς ὅ τι ἡμῖν τελευτήσει σέτε χρὴ καὶ Γότθους τοὺς ἐν Ῥαβέννῃ λογίζεσθαι.
6.26.8ταῦτα ἐπεὶ ὁ Οὐίττιγις ἀνελέξατο, ἀμείβεται ὧδε Ἀναπεπτωκέναι δὲ ἡμᾶς, ὦ φίλτατοι ἀνθρώπων ἁπάντων, οἰέσθω μηδεὶς, μη δὲ ἐς κακίας τοσόνδε ἥκειν ὥστε ῥᾳθυμίᾳ τὰ Γότθων καταπροΐεσθαι πράγματα.
6.26.9ἐμοὶ γὰρ ἔναγχος ἥτε τῆς ἐξόδου παρασκευὴ ὡς ἔνι μάλιστα ἤσκητο καὶ Οὐραΐας παντὶ τῷ στρατῷ ἐκ Μεδιολάνου μετάπεμπτος ἦλθεν.
6.26.10ἀλλ’ἡ Φράγγων ἔφοδος παραδόξως ἐπιπεσοῦσα πάντα ἡμῖν τὰ ἐν παρασκευῇ ἀνεχαίτισεν, ὧν ἔγωγε οὐκ ἂν τὴν αἰτίαν δικαίως φεροίμην.
6.26.11ὅσα γὰρ μείζω ἢ κατὰ ἀνθρώπου δύναμίν ἐστι καὶ τοῖς ἐπταικόσι τὸ ἀνεγκλήτοις εἶναι χαρίζεται, τῆς τύχης ἐφ’ἑαυτὴν ἐπισπωμένης ἀεὶ τὰ ἐκ τῶν πεπραγμένων ἐγκλήματα.
6.26.12νῦν μέντοι (καὶ γὰρ Θευδίβερτον ἐκποδὼν ἡμῖν γεγενῆσθαι ἀκούομεν) οὐκ ἐς μακρὰν ὑμῖν, ἂν θεὸς θέλῃ, πάσῃ τῇ Γότθων στρατιᾷ παρεσόμεθα.
6.26.13χρὴ δὲ ὑμᾶς τὰ παραπίπτοντα φέρειν ἀνδρείωςτε καὶ τῇ ἀνάγκῃ ἐπιτηδείως, λογιζομένους μὲν τὴν ὑμετέραν ἀρετὴν, ἧς ἕνεκα ἐκ πάντων ἀπολέξας ὑμᾶς ἐν Αὐξίμῳ κατεστησάμην, αἰσχυνομένους δὲ τὴν δόξαν, ἣν Γότθοι ἅπαντες ἐφ’ὑμῖν ἔχοντες Ῥαβέννηςτε ὑμᾶς καὶ τῆς σφῶν αὐτῶν σωτηρίας προβέβληνται.
6.26.14τοσαῦτα γράψας Οὐίττιγις καὶ χρήμασι πολλοῖς τὸν ἄνθρωπον δωρησάμενος ἀπεπέμψατο. ὃς δὴ ἐς Αὔξιμον ἀφικόμενος, παράτε τοὺς ἑταίρους τοὺς αὐτοῦ ἦλθε καὶ ἀρρώστημα ὅτι δή οἱ ξυμβεβηκέναι σκηψάμενος ἔςτε ἱερόν τι οὐκ ἄποθεν ὂν διὰ τοῦτο ἐσχολακέναι, κατέστη μὲν αὖθις ἐς τὴν φυλακὴν ᾗπερ εἰώθει, λαθὼν δὲ ἅπαντας τοῖς πολεμίοις τὰ γράμματα ἔδωκεν, ἅπερ ἐς τὸ πλῆθος ἀναγνωσθέντα ἔτι μᾶλλον ἅπαντας, καίπερ τῷ λιμῷ πιεζομένους, ἐπέρρωσε.
6.26.15διὸ δὴ προσχωρεῖν Βελισαρίῳ πολλὰ τιθασσεύοντι οὐδαμῆ ἤθελον. αὖθις δὲ (οὐ δὲ γὰρ σφίσι στράτευμα ἐκ Ῥαβέννης ἐξεληλυθὸς ἠγγέλλετο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ὑπερφυῶς ἤδη ἤχθοντο) Βουρκέντιον πάλιν πέμπουσι, τοῦτο ἐν γράμμασι δηλώσαντες μόνον, ὡς πέντε ἡμερῶν οὐκέτι τὸ λοιπὸν οἷοίτέ εἰσι τῷ λιμῷ μάχεσθαι. ὁ δὲ αὐτοῖς ἐπανῆκεν αὖθις, Οὐιττίγιδος ἐπιστολὴν ἔχων ταῖς ὁμοίαις ἐλπίσιν αὐτοὺς ἀναρτῶσαν.
6.26.16Ῥωμαῖοι δὲ οὐδέν τι ἧσσον ἀχθόμενοι, ὅτι δὴ ἐν χώρᾳ ἐρήμῳ μακρὰν οὕτω προσεδρείαν πεποίηνται, διηποροῦντο, οὐκ ἐνδιδόντας σφίσιν ἐν τοσούτοις κακοῖς τοὺς βαρβάρους ὁρῶντες.
6.26.17διὸ δὴ Βελισάριος ἐν σπουδῇ ἐποιεῖτο ζῶντά τινα τῶν ἐν τοῖς πολεμίοις δοκίμων λαβεῖν, ὅπως ἂν γνοίη ὅτου δὴ ἕνεκα τὰ δεινὰ καρτεροῦσιν οἱ βάρβαροι, καί οἱ Βαλεριανὸς τὸ τοιοῦτον ὑπουργήσειν εὐπετῶς ὡμολόγει.
6.26.18εἶναι γάρ τινας τῶν οἱ ἑπομένων ἐκ τοῦ Σκλαβηνῶν ἔθνους, οἳ κρύπτεσθαίτε ὑπὸ λίθῳ βραχεῖ, ἢ φυτῷ τῳ παρατυχόντι, εἰώθασι καὶ ἀναρπάζειν ἄνδρα πολέμιον.
6.26.19τοῦτότε ἀεὶ παρὰ ποταμὸν Ἴστρον, ἔνθα ἵδρυνται, ἔςτε Ῥωμαίους καὶ τοὺς ἄλλους βαρβάρους ἐνδείκνυνται. ἥσθη τῷ λόγῳ Βελισάριος καὶ τοῦ ἔργου ἐπιμελεῖσθαι κατὰ τάχος ἐκέλευε.
6.26.20Βαλεριανὸς οὖν ἀπολέξας τῶν Σκλαβηνῶν ἕνα σώματόςτε μεγέθους πέρι εὖ ἥκοντα καὶ διαφερόντως δραστήριον, ἄνδρα πολέμιον ἄγειν ἐπέστελλε, χρήματά οἱ μεγάλα πρὸς Βελισαρίου ἰσχυρισάμενος ἔσεσθαι.
6.26.21δράσειν δὲ τοῦτο αὐτὸν ἐν τῷ χωρίῳ εὐπετῶς ἔφασκεν, οὗπερ ἡ πόα τυγχάνει οὖσα. χρόνου γὰρ πολλοῦ ταύτῃ τοὺς Γότθους ἀπορίᾳ τῶν ἀναγκαίων σιτίζεσθαι.
6.26.22ὁ μὲν οὖν Σκλαβηνὸς ὄρθρου βαθέος ἄγχιστα τοῦ περιβόλου γενόμενος, ἐν θάμνῳ τινὶ ἐγκαλυψάμενόςτε καὶ τὸ σῶμα ἐς ὀλίγον ξυναγαγὼν ἀμφὶ τὴν πόαν ἐκρύπτετο.
6.26.23ἅμα δὲ ἡμέρᾳ Γότθος ἀνὴρ ἐνταῦθα ἥκων τὰς βοτάνας κατὰ τάχος ξυνέλεγεν, ἐκ μὲν τοῦ θάμνου ὑποτοπάζων οὐδὲν ἄχαρι, συχνὰ δὲ περισκοπῶν ἐς τὸ τῶν ἐναντίων στρατόπεδον, μή τις ἐνθένδε ἐς αὐτὸν ἴοι.
6.26.24καί οἱ ἐπιπεσὼν ὄπισθεν ὁ Σκλαβηνὸς ἐκ τοῦ αἰφνιδίου ἀνάρπαστον ἐποιήσατο, σφίγγωντε μέσον καρτερῶς χερσὶν ἀμφοτέραις τὸν ἄνθρωπον, ἔςτε τὸ στρατόπεδον ἤνεγκε καὶ φέρων Βαλεριανῷ ἐνεχείρισεν.
6.26.25ᾧ δὴ πυνθανομένῳ, ὅτῳ ποτὲ Γότθοι πιστεύοντες καὶ τί τὸ ἐχυρὸν ἔχοντες ἥκιστα ἐθέλουσι προσχωρεῖν σφίσιν, ἀλλ’ἑκούσιοι τὰ δεινότατα ἐγκαρτεροῦσι, τὸν πάντα λόγον ἀμφὶ τῷ Βουρκεντίῳ ὁ βάρβαρος ἔφρασε καὶ αὐτόν οἱ ἐς ὄψιν ἥκοντα ἤλεγχεν.
6.26.26ὁ δὲ Βουρκέντιος, ἐπεὶ ἔκπυστος ἤδη γεγονὼς ᾔσθετο, οὐδὲν τῶν πεπραγμένων ἀπέκρυψε. διὸ δὴ Βελισάριος μὲν τοῖς ἑταίροις αὐτὸν ὅ τι βούλοιντο παρέδωκε χρῆσθαι, οἱ δὲ αὐτὸν ζῶντα οὐκ ἐς μακρὰν ἔκαυσαν, θεωμένων τὰ ποιούμενα τῶν πολεμίων. Βουρκέντιος μὲν οὕτω τῆς φιλοχρηματίας ἀπέλαυσε.
6.27.1Βελισάριος δὲ οὐδέν τι ἧσσον ἀντέχοντας τῇ ταλαιπωρίᾳ τοὺς βαρβάρους ὁρῶν ἐς τοῦ ὕδατος καθίστασθαι τὴν ἐπιβουλὴν διενοεῖτο, ταύτῃ ῥᾷόντε καὶ εὐπορώτερον αἱρήσειν τοὺς πολεμίους οἰόμενος.
6.27.2καὶ, ἦν γάρ τις κρήνη Αὐξίμου πρὸς βορρᾶν ἄνεμον ἐν χώρῳ κρημνώδει, τοῦ περιβόλου ἀπέχουσα ὅσον λίθου βολὴν, κατὰ βραχὺ μάλιστα τὸν ῥοῦν ἀφιεῖσα ἔς τινα δεξαμενὴν αὐτόθι ἐκ παλαιοῦ οὖσαν, ἥτε δεξαμενὴ πλήρης γεγενημένη ἐκ ταύτης δὴ τῆς ὀλίγης ἐπιρροῆς παρείχετο πόνῳ οὐδενὶ τοῖς ἐν Αὐξίμῳ ὑδρεύεσθαι, ἔννοιά τις Βελισαρίῳ ἐγένετο ὡς, ἢν μὴ τὸ ὕδωρ ἐνταῦθα ξυσταίη, οὐ μή ποτε οἷοίτε ὦσιν οἱ βάρβαροι πρὸς τῶν πολεμίων βαλλόμενοι ἐν χρόνῳ πολλῷ ἀπὸ τῆς ἐπιρροῆς τοὺς ἀμφορέας ἐμπλήσασθαι.
6.27.3διαφθεῖραι γοῦν ἐθέλων τὴν δεξαμενὴν ἐπενόει τάδε. ἐξοπλίσας τὸ στράτευμα ὅλον, κύκλῳτε αὐτὸ ἀμφὶ τὸν περίβολον ὡς ἐς μάχην ταξάμενος, δόκησιν τοῖς ἐναντίοις παρείχετο ὡς τῷ τειχίσματι προσβαλεῖν αὐτίκα δὴ μάλα πανταχόθεν μέλλοι.
6.27.4διὸ δὴ κατωρρωδηκότες τὴν ἔφοδον οἱ Γότθοι ἐν ταῖς ἐπάλξεσιν ἡσυχῆ ἔμενον, ὡς ἐνθένδε ἀμυνούμενοι τοὺς πολεμίους.
6.27.5ἐν τούτῳ δὲ Βελισάριος Ἰσαύρους πέντε τοὺς ἐς τὰς οἰκοδομίας ἐμπείρους ξύντε πελέκεσι καὶ ἄλλοις ὀργάνοις ἐς λίθων ἐκτομὰς ἐπιτηδείοις ἐς τὴν δεξαμενὴν ἀσπίδων πλήθει κρυπτομένους ἐσήγαγε, διαφθεῖραίτε καὶ διελεῖν τοὺς τοίχους πάσῃ δυνάμει κατὰ τάχος ἐκέλευεν.
6.27.6οἱ δὲ βάρβαροι τέως μὲν τοὺς ἄνδρας ἐπὶ τὸ τεῖχος ὑπώπτευον ἰέναι, ἡσυχίαν ἦγον, ὅπως ἂν ὡς ἀγχοτάτω γενομένους εὐπετῶς βάλλοιεν, ἐν νῷ τὸ ποιούμενον ἥκιστα ἔχοντες · ἐπεὶ δὲ τοὺς Ἰσαύρους ἐντὸς γενομένους τῆς δεξαμενῆς εἶδον, λίθουςτε καὶ τοξεύματα πάντα ἐπ’αὐτοὺς ἔβαλλον.
6.27.7τότε δὴ οἱ μὲν ἄλλοι Ῥωμαῖοι ἅπαντες ὑπεχώρουν δρόμῳ, μόνοι δὲ οἱ πέντε Ἴσαυροι, ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, ἔργου εἴχοντο. κύρτωμα γάρ τι ὑπὲρ τοῦ ὕδατος σκιᾶς ἕνεκα τοῖς πάλαι ἀνθρώποις τῇδε πεποίηται.
6.27.8οὗ δὴ ἐντὸς γεγενημένοι ὡς ἥκιστα τῶν πολεμίων, καίπερ συχνὰ βαλλόντων ἐφρόντιζον.
6.27.9διὸ δὴ οἱ Γότθοι ἐντὸς τοῦ περιβόλου μένειν οὐκέτι ἠνείχοντο, ἀλλὰ ἀνοίξαντες τὴν ταύτῃ πυλίδα ἐπὶ τοὺς Ἰσαύρους ἅπαντες θυμῷτε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ᾔεσαν.
6.27.10καὶ οἱ Ῥωμαῖοι Βελισαρίου σφίσιν ἐγκελευομένου σπουδῇ πολλῇ ὑπηντίαζον. γίνεται μὲν οὖν μάχη καρτερὰ ἐν χρόνῳ πολλῷ ὠθισμὸν ἔχουσα καὶ φόνος ἑκατέρων πολύς.
6.27.11Ῥωμαίων δὲ μᾶλλον συχνοὶ ἔπιπτον. ἅτε γὰρ οἱ βάρβαροι ὕπερθεν ἀμυνόμενοι ὀλίγοιτε πολλοὺς ἐβιάζοντο καὶ τῷ ὠθισμῷ περιγενόμενοι πλείους ἔκτεινον ἢ αὐτοὶ ἔθνησκον.
6.27.12ἐνδιδόναι μέντοι Ῥωμαῖοι οὐδαμῆ ἤθελον, παρόντατε καὶ κραυγῇ ἐγκελευόμενον Βελισάριον αἰσχυνόμενοι.
6.27.13τότε δὴ καὶ βέλος τι ἐπὶ τοῦ στρατηγοῦ τὴν γαστέρα ᾔει ξὺν ῥοίζῳ πολλῷ, πρός του τῶν ἐναντίων, εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐνταῦθα βληθέν.
6.27.14ὅπερ Βελισάριος μὲν ὡς ἥκιστα εἶδεν. οὐ γὰρ οὖν οὔτε φυλάσσεσθαι οὔτε πη ἐκτρέπεσθαι ἴσχυσε. δορυφόρος δέ τις Οὐνίγαστος ὄνομα παρ’αὐτὸν ἑστηκὼς κατενόησέτε οὐκ ἄποθεν ὂν τῆς Βελισαρίου γαστρὸς, καὶ χεῖρα τὴν δεξιὰν προβαλλόμενος ἔσωσε μὲν τὸν στρατηγὸν ἐκ τοῦ παραδόξου, αὐτὸς δὲ πληγεὶς τῷ τοξεύματι εὐθὺς μὲν περιώδυνος γεγονὼς ἀνεχώρησε.
6.27.15μετὰ δὲ τῶν νεύρων οἱ ἀποκοπέντων οὐκέτι τὴν χεῖρα ἐνεργεῖν ἴσχυσεν. ἥτε μάχη πρωὶ ἀρξαμένη ἐς μέσην ἡμέραν ἀφίκετο.
6.27.16καὶ τῶν Ἀρμενίων ἄνδρες ἑπτὰ ὑπότε Ναρσῇ καὶ Ἀρατίῳ τασσόμενοι ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια, ἔςτε τὴν δυσχωρίαν, ἣ μάλιστα ἀνάντης ἦν, ὥσπερ ἐν τῷ ὁμαλεῖ περιθέοντες καὶ κτείνοντες τῶν πολεμίων τοὺς ἀεὶ σφίσιν ἀντιστατοῦντας, ἕως διωσάμενοι τοὺς ἐκείνῃ βαρβάρους ἐτρέψαντο.
6.27.17οἵτε ἄλλοι Ῥωμαῖοι ἐνδιδόντας ὁρῶντες ἤδη τοὺς πολεμίους ἐδίωκον καὶ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει, οἵτε βάρβαροι αὖθις ἐντὸς τοῦ περιβόλου ἐγένοντο.
6.27.18Ῥωμαῖοι μὲν οὖν τήντε δεξαμενὴν διεφθάρθαι καὶ τοῖς Ἰσαύροις ἅπαν ἐπιτετελέσθαι τὸ ἔργον ᾤοντο, οἱ δὲ οὐ δὲ ὅσον χάλικα ἐνθένδε ἀφελέσθαι παντελὲς ἴσχυσαν.
6.27.19οἱ γὰρ πάλαι τεχνῖται, ἀρετῆς ἐς τὰ ἔργα ἐπιμελούμενοι μάλιστα, οὕτω δὴ καὶ ταύτην τὴν οἰκοδομίαν εἰργάσαντο, ὥστε μήτε χρόνῳ μήτε ἀνθρώπων ἐπιβουλῇ εἴκειν.
6.27.20ἄπρακτοι γοῦν οἱ Ἴσαυροι, ἐπειδὴ Ῥωμαίους τοῦ χώρου κρατήσαντας εἶδον, ἐκ τῆς δεξαμενῆς ἀπαλλαγέντες ἐς τὸ στρατόπεδον ἀπεχώρησαν.
6.27.21διὸ δὴ Βελισάριος τῶντε ζῴων τὰ νεκρὰ καὶ βοτάνας ἐς ἀνθρώπου φθορὰν ἱκανῶς πεφυκυίας ῥίπτειν ἐν τῷ ὕδατι τοὺς στρατιώτας ἐκέλευε καὶ λίθον κατακεκαυμένην ἐνδελεχέστατα (ἣν πάλαι μὲν τίτανον, τανῦν δὲ ἄσβεστον καλεῖν νενομίκασιν) ἐμβαλόντας ἐνταῦθα σβεννύειν.
6.27.22καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, οἱ δὲ βάρβαροι φρέατι ἐντὸς τοῦ περιβόλου ὕδωρ τι βραχὺ ὡς μάλιστα ἔχοντι, ἐν τούτῳ δὴ τῷ χρόνῳ ἐλασσόνως ἢ κατὰ τὴν χρείαν ἐχρῶντο.
6.27.23καὶ τὸ λοιπὸν Βελισάριος οὔτε βίᾳ τὸ χωρίον ἑλεῖν οὔτε τινὰ ἐπιβουλὴν ἐπιδείξασθαι ὕδατος πέρι ἢ ἄλλου ὁτουοῦν ἐν σπουδῇ ἐποιεῖτο, μόνῳ τῷ λιμῷ περιέσεσθαι τῶν πολεμίων ἐλπίδα ἔχων.
6.27.24καὶ ἀπ’αὐτοῦ τῆς φυλακῆς ἰσχυρότατα ἐπεμελεῖτο. οἵτε Γότθοι καραδοκοῦντες ἔτι τὸν ἐκ Ῥαβέννης στρατὸν ἐν πολλῇ ἀπορίᾳ τῶν ἀναγκαίων ἡσύχαζον.
6.27.25ἤδη δὲ οἱ ἐν Φισούλῃ πολιορκούμενοι ὡς μάλιστα τῷ λιμῷ ἐπιέζοντο, φέρειντε τὸ κακὸν οὐχ οἷοίτε ὄντες, ἀπειπόντες δὲ καὶ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα, τοῖς ἐναντίοις προσχωρεῖν ἔγνωσαν.
6.27.26Κυπριανῷ τοίνυν καὶ Ἰουστίνῳ ἐς λόγους ἐλθόντες, τάτε πιστὰ ὑπὲρ τῶν σωμάτων λαβόντες, σφᾶςτε αὐτοὺς καὶ τὸ φρούριον ὁμολογίᾳ παρέδοσαν. καὶ αὐτοὺς οἱ ἀμφὶ Κυπριανὸν ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπαγόμενοι, φρουράντε αὐτάρκη ἐν Φισούλῃ καταστησάμενοι, ἐς Αὔξιμον ἦλθον.
6.27.27Βελισάριος δὲ αὐτῶν τοὺς ἡγουμένους τοῖς ἐν Αὐξίμῳ βαρβάροις ἀεὶ ἐνδεικνύμενος ἐκέλευε τῆς ἀπονοίας μεθίεσθαι, τὴν ἐκ Ῥαβέννης ἀποσεισαμένοις ἐλπίδα · ὄνησις γάρ τις οὐ μή ποτε οὐ δὲ αὐτοῖς ἔσται, ἀλλ’ἐπὶ πλεῖστον τῇ ταλαιπωρίᾳ κεκακωμένοι οὐδὲν ἧσσον ἐς τα- ταὐτὸν τύχης τοῖς ἐν Φισούλῃ ἀφίξονται.
6.27.28οἱ δὲ πολλὰ ἐν σφίσιν αὐτοῖς λογισάμενοι, ἐπειδὴ τῷ λιμῷ οὐκέτι ἀντεῖχον, τούςτε λόγους ἐνεδέχοντο καὶ παραδοῦναι τὴν πόλιν ἠξίουν, ἐφ’ᾧ αὐτοὶ ἀπαθεῖς κακῶν ξὺν τοῖς χρήμασιν ἐπὶ Ῥαβέννης πορεύσονται.
6.27.29διὸ δὴ Βελισάριος τοῖς παροῦσι διηπορεῖτο, πολεμίους μὲν τοιούτουςτε τὴν ἀρετὴν καὶ τοσούτους τὸ πλῆθος τοῖς ἐν Ῥαβέννῃ ἀναμίγνυσθαι ἀξύμφορον εἶναι οἰόμενος, τοῦ δὲ καιροῦ ὑστερῆσαι ὡς ἥκιστα ἤθελεν, ἀλλ’ἐπὶ Ῥάβεννάντε καὶ Οὐίττιγιν, ᾐωρημένων ἔτι τῶν πραγμάτων, ἰέναι.
6.27.30Φράγγοι γὰρ αὐτὸν ξυνετάρασσον, Γότθοις ἐς ἐπικουρίαν ἀφίξεσθαι αὐτίκα δὴ μάλα ἐπίδοξοι ὄντες. ὧν δὴ προτερῆσαι τὴν παρουσίαν ἐν σπουδῇ ἔχων διαλύειν τὴν προσεδρείαν μήπω Αὐξίμου ἁλούσης οὐχ οἷόςτε ἦν.
6.27.31οἵτε στρατιῶται οὐκ εἴων συγχωρεῖν τοῖς βαρβάροις τὰ χρήματα, τραύματα μὲν πολλὰ ἐνδεικνύμενοι, ὧνπερ ἐνταῦθα πρὸς αὐτῶν ἔτυχον, πόνους δὲ πάντας ἀπαριθμοῦντες τοὺς ἐν ταύτῃ σφίσι τῇ πολιορκίᾳ ξυμπεπτωκότας, ὧν δὴ ἆθλα εἶναι τῶν ἡσσημένων τὰ λάφυρα ἰσχυρίζοντο.
6.27.32τέλος δὲ οἵτε Ῥωμαῖοι καιροῦ ὀξύτητι ἀναγκασθέντες, καὶ Γότθοι τῷ λιμῷ βιαζόμενοι ξυνίασιν ἀλλήλοις, ἐφ’ᾧ τῶν μὲν χρημάτων τὰ ἡμίσεια Ῥωμαῖοι ἐν σφίσιν αὐτοῖς διανέμωνται, τὰ δὲ λειπόμενα Γότθοι ἔχοντες βασιλέως κατήκοοι ὦσιν.
6.27.33ἑκάτεροι τοίνυν ὑπὲρ τούτων τὰ πιστὰ ἔδοσαν, Ῥωμαίων μὲν οἱ ἄρχοντες τὰ ξυγκείμενα κύρια εἶναι, Γότθοι δὲ τῶν χρημάτων οὐ δ’ὁτιοῦν ἀποκρύψασθαι.
6.27.34οὕτωτε δὴ τὰ χρήματα πάντα ἐνείμαντο καὶ Ῥωμαῖοι μὲν Αὔξιμον ἔσχον, οἱ δὲ βάρβαροι τῷ βασιλέως στρατεύματι ἀνεμίγνυντο.
6.28.1ἐπεὶ δὲ Βελισάριος Αὔξιμον εἷλε, Ῥάβενναν πολιορκεῖν ἐν σπουδῇ ἐποιεῖτο καὶ ἅπαν τὸ στράτευμα ἐνταῦθα ἐπῆγε. Μάγνοντε πέμψας ξὺν πλήθει πολλῷ ὑπὲρ Ῥαβέννης ἐκέλευε Πάδουτε τοῦ ποταμοῦ τὴν ὄχθην ἀεὶ περιιόντα φυλακὴν ἔχειν, ὅπως δὴ μὴ τὸ λοιπὸν ἐνθένδε οἱ Γότθοι τὰ ἐπιτήδεια ἐσκομίζωνται.
6.28.2καὶ Βιτάλιος δέ οἱ ξὺν στρατῷ ἐκ Δαλματίας ἀφικόμενος ὄχθην τοῦ ποταμοῦ τὴν ἑτέραν ἐφύλασσεν. ἐνταῦθα αὐτοῖς ξυνέβη τις τύχη, δήλωσιν ἄντικρυς ποιουμένη ὅτι δὴ αὐτὴ πρυτανεύει ἀμφοτέροις τὰ πράγματα.
6.28.3συχνὰς γὰρ οἱ Γότθοι ἀκάτους πρότερον ἐν Λιγούροις συλλέξαντες ἐς τὸν Πάδον καθῆκαν, ἅσπερ ἐμπλησάμενοι σίτουτε καὶ τῶν ἄλλων ἐπιτηδείων πλεῖν ἐπὶ Ῥαβέννης διενοοῦντο.
6.28.4οὕτω δὲ τοῦ ποταμοῦ τούτου τὸ ὕδωρ ἐκείνῳ τῷ χρόνῳ ὑπέληγεν ὥστε αὐτοῦ ναυτίλλεσθαι τὸ παράπαν ἀδύνατα ἦν, ἕως ἐπελθόντες Ῥωμαῖοι τὰς ἀκάτους σὺν τοῖς φορτίοις ἅπασιν εἷλον.
6.28.5ὅτε ποταμὸς οὐ πολλῷ ὕστερον ἐς ῥοῦν ἐπανιὼν τὸν καθήκοντα ναυσίπορος τὸ λοιπὸν ἐγεγόνει. τοῦτο δὲ αὐτῷ ξυμβῆναι οὐ πώποτε πρότερον ἀκοῇ ἴσμεν.
6.28.6ἤδητε οἱ βάρβαροι ἤρξαντο τῶν ἐπιτηδείων ὑποσπανίζειν. οὔτε γὰρ διὰ κόλπου τι ἐσκομίζεσθαι τοῦ Ἰονίου εἶχον, θαλασσοκρατούντων πανταχῆ τῶν πολεμίων, καὶ τοῦ ποταμοῦ ἀπεκέκλειντο.
6.28.7γνόντες δὲ οἱ Φράγγων ἄρχοντες τὰ ποιούμενα προσποιεῖσθαίτε τὴν Ἰταλίαν ἐθέλοντες, πρέσβεις παρὰ τὸν Οὐίττιγιν πέμπουσι, ξυμμαχίας ὑπόσχεσιν προτεινόμενοι, ἐφ’ᾧ τῆς χώρας ξὺν αὐτῷ ἄρξουσιν.
6.28.8ὅπερ Βελισάριος ὡς ἤκουσε, πρέσβεις καὶ αὐτὸς ἀντεροῦντας Γερμανοῖς ἔπεμψεν ἄλλουςτε καὶ Θεοδόσιον τὸν τῇ οἰκίᾳ τῇ αὐτοῦ ἐφεστῶτα.
6.28.9πρῶτοι μὲν οὖν οἱ Γερμανῶν πρέσβεις Οὐιττίγιδι ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Ἔπεμψαν ἡμᾶς οἱ Γερμανῶν ἄρχοντες, δυσχεραίνοντες μὲν ὅτι δὴ πρὸς Βελισαρίου πολιορκεῖσθαι ὑμᾶς ἤκουσαν, τιμωρεῖν δὲ ὑμῖν ὅτι τάχιστα κατὰ τὸ ξυμμαχικὸν ἐν σπουδῇ ἔχοντες.
6.28.10τὸ μὲν οὖν στρατόπεδον ἀνδρῶν μαχίμων οὐχ ἧσσον ἢ ἐς μυριάδας πεντήκοντα ἤδη που τὰς Ἄλπεις ὑπερβεβηκέναι οἰόμεθα, οὕσπερ τοῖς πελέκεσι τὴν Ῥωμαίων στρατιὰν ξύμπασαν ἐν τῇ πρώτῃ ὁρμῇ καταχώσειν αὐχοῦμεν.
6.28.11ὑμᾶς δὲ οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον, ἀλλὰ τῶν ἐς κίνδυνον πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων.
6.28.12ἄλλωςτε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελείψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν ἐς χεῖρας ἰέναι, ἀλλ’αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησόμεθα τὸ τοῦ πολέμου κράτος.
6.28.13ἢν δέ γε ξὺν Ῥωμαίοις τετάξονται Γότθοι, οὐ δ’ὣς τῷ τῶν Φράγγων ἔθνει ἀνθέξουσιν (οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσται), ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάντων πολεμιωτάτοις ἡσσῆσθαι.
6.28.14ἐς προὖπτον δὲ κακὸν ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέστηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν.
6.28.15ἡμεῖς μὲν οὖν ξυνάρξομέντε βουλομένοις ὑμῖν Ἰταλίας ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα, ὅπη ἂν δοκῇ ὡς ἄριστα ἔχειν. σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκὸς ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ. Φράγγοι μὲν τοσαῦτα εἶπον.
6.28.16παρελθόντες δὲ καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν ὧδε Ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως στρατῷ λυμανεῖται τὸ Γερμανῶν πλῆθος, ᾧπερ οὗτοι δεδίττεσθαι ὑμᾶς ἀξιοῦσι, τί ἄν τις ἐν ὑμῖν μακρολογοίη, οἷς γε διὰ μακρὰν ἐμπειρίαν ἅπασαν ἐξεπίστασθαι τὴν τοῦ πολέμου ῥοπὴν ξυμβαίνει, καὶ ὡς ἥκιστα ἀρετὴ ἀνθρώπων ὁμίλῳ φιλεῖ ἐλασσοῦσθαι;
6.28.17ἐῶμεν γὰρ λέγειν ὡς καὶ πάντων μάλιστα βασιλεῖ πάρεστι πλήθει στρατιωτῶν περιεῖναι τῶν πολεμίων. τὸ δὲ δὴ τούτων πιστὸν, ᾧ χρῆσθαι αὐχοῦσιν ἐς πάντας βαρβάρους, μετά γε Θορίγγους καὶ τὸ Βουργουζιώνων ἔθνος, καὶ ἐς τοὺς ξυμμάχους ὑμᾶς παρὰ τῶν ἀνδρῶν ἐπιδέδεικται.
6.28.18ὡς ἡμεῖς γε ἡδέως ἂν Φράγγους ἐροίμεθα τίνα ποτὲ μέλλοντες ὀμεῖσθαι θεὸν τὸ τῆς πίστεως ὑμῖν ἐχυρὸν ἰσχυρίζονται δώσειν.
6.28.19τὸν γὰρ ἤδη αὐτοῖς ὀμωμοσμένον ὅντινα τετιμήκασι τρόπον ἐπίστασθε δή που · οἵ γε χρήματα μὲν τοσαῦτα τὸ πλῆθος, Γαλλίας δὲ ὅλας παρ’ὑμῶν ἐπὶ ξυμμαχίᾳ κεκομισμένοι οὐχ ὅσον ὑμῖν τοῦ κινδύνου συνάρασθαι οὐδαμῶς ἔγνωσαν, ἀλλὰ καὶ ὅπλα οὕτως ἀνέδην καθ’ὑμῶν εἵλοντο, εἴ τις ἐν ὑμῖν τῶν πρὸς τῷ Πάδῳ ξυμπεπτωκότων διασώζεται λόγος.
6.28.20καὶ τί δεῖ τὰ φθάσαντα λέγοντας ἐλέγχειν τὸ τῶν Φράγγων ἀσέβημα; τῆς παρούσης αὐτῶν πρεσβείας οὐδὲν ἂν γένοιτο μιαρώτερον.
6.28.21ὥσπερ γὰρ ἐπιλελησμένοι τῶν σφίσιν αὐτοῖς ὡμολογημένωντε καὶ ταῖς ξυνθήκαις ὀμωμοσμένων κοινωνεῖν τῶν πάντων ὑμῖν ἀξιοῦσιν.
6.28.22ἢν δὲ καὶ τούτου παρ’ὑμῶν τύχωσιν, εἰς τί ποτε αὐτοῖς τελευτήσει τὸ τῶν χρημάτων ἀκόρεστον σκοπεῖσθαι προσήκει.
6.28.23τοσαῦτα μὲν καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν. Οὐίττιγις δὲ ξὺν Γότθων τοῖς ἀρίστοις πολλὰ κοινολογησάμενος τάςτε πρὸς βασιλέα ξυνθήκας εἵλετο καὶ ἀπράκτους ἀπεπέμψατο τοὺς Γερμανῶν πρέσβεις. καὶ τὸ λοιπὸν Γότθοι μὲν καὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐπεκηρυκεύοντο ἤδη, Βελισάριος δὲ οὐδέν τι ἧσσον ἐφύλασσε τοῦ μὴ τοὺς βαρβάρους τὰ ἐπιτήδεια ἐσκομίζεσθαι.
6.28.24καὶ Βιτάλιον μὲν ἐς Βενετίους ἰόντα ὡς πλεῖστα ἐπάγεσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν, αὐτὸς δὲ Ἰλδίγερα πέμψας τὸν Πάδον ἐφύλασσεν ἑκατέρωθεν, ὅπωςτε οἱ βάρβαροι μᾶλλον ἀπορίᾳ τῶν ἀναγκαίων ἐνδώσουσι καὶ τὰς ξυνθήκας ποιήσονται ᾗ αὐτὸς βούλεται.
6.28.25καὶ ἐπεὶ σῖτον πολὺν ἐν δημοσίοις οἰκήμασιν ἔτι ἐντὸς Ῥαβέννης ἀποκεῖσθαι ἔγνω, τῶν τινα ταύτῃ ᾠκημένων ἀνέπεισε χρήμασι ταῦτα δὴ τὰ οἰκήματα ξὺν τῷ σίτῳ λάθρα ἐμπρῆσαι.
6.28.26φασὶ δὲ καὶ γνώμῃ Ματασούνθης, τῆς Οὐιττίγιδος γυναικὸς, ταῦτα ἀπολωλέναι. ἐπειδήτε ὁ σῖτος ἐκ τοῦ αἰφνιδίου ἐκέκαυτο, οἱ μέν τινες ἐξ ἐπιβουλῆς γεγενῆσθαι τὸ ἔργον ὑπετόπαζον, οἱ δὲ κεραυνῷ τὸν χῶρον βεβλῆσθαι ὑπώπτευον.
6.28.27ἑκάτερα δὲ λογιζόμενοι Γότθοιτε καὶ Οὐίττιγις ἐς ἀμηχανίαν ἔτι μᾶλλον ἐνέπιπτον, οὐ δὲ σφίσιν αὐτοῖς πιστεύειν τὸ λοιπὸν ἔχοντες καὶ πρὸς τοῦ θεοῦ πολεμεῖσθαι οἰόμενοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπράσσετο.
6.28.28ἐν δὲ Ἄλπεσιν, αἳ Γάλλουςτε καὶ Λιγούρους διορίζουσιν, ἅσπερ Ἄλπεις Κουτίας καλοῦσι Ῥωμαῖοι, φρούρια συχνὰ ξυμβαίνει εἶναι.
6.28.29οὗ δὴ Γότθοι ἐκ παλαιοῦ πολλοίτε καὶ ἄριστοι, ξύντε γυναιξὶ καὶ παισὶ τοῖς αὐτῶν ᾠκημένοι, φυλακὴν εἶχον · οὕσπερ ἐπεί οἱ βούλεσθαι Βελισάριος προσχωρεῖν ἤκουσε, τῶν οἱ ἑπομένων τινὰ, Θωμᾶν ὄνομα, ξὺν ὀλίγοις τισὶ παρ’αὐτοὺς ἔπεμψεν, ἐφ’ᾧ τὰ πιστὰ δόντες παραστήσονται ὁμολογίᾳ τοὺς ταύτῃ βαρβάρους.
6.28.30καὶ αὐτοὺς ἐς τὰς Ἄλπεις ἀφικομένους Σίσιγις, ὃς τῶν ἐνταῦθα φυλακτηρίων ἦρχεν, ἑνὶ τῶν φρουρίων δεξάμενος, αὐτόςτε προσεχώρησε καὶ τῶν ἄλλων ἑκάστους εἰς τοῦτο ἐνῆγεν.
6.28.31ἐν τούτῳ δὲ Οὐραΐας τετρακισχιλίους Λιγούρουςτε κα- κἀκ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων ἀπολεξάμενος, ἐπὶ Ῥάβενναν ὡς βοηθήσων κατὰ τάχος ᾔει.
6.28.32οἵπερ ἐπειδὴ τὰ Σισίγιδι πεπραγμένα ἐπύθοντο, ἀμφὶ τοῖς οἰκείοις δεδιότες, ἐνταῦθα πρῶτον ἠξίουν ἰέναι.
6.28.33διὸ δὴ Οὐραΐας παντὶ τῷ στρατῷ ἐς τὰς Ἄλπεις Κουτίας ἦλθε καὶ τὸν Σίσιγιν ξὺν τοῖς ἀμφὶ τὸν Θωμᾶν ἐπολιόρκει. ταῦτα Ἰωάννηςτε, ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, καὶ Μαρτῖνος πυθόμενοι (ἀγχοτάτω γὰρ Πάδου ποταμοῦ ὄντες ἐτύγχανον) κατὰ τάχος ἐβοήθουν παντὶ τῷ στρατῷ καὶ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων τισὶν ἐξ ἐπιδρομῆς ἐπισκήψαντες εἷλον, καὶ τοὺς ἐνταῦθα ᾠκημένους ἠνδραποδίσαντο, ἐν οἷς παῖδάςτε συχνοὺς καὶ γυναῖκας τῶν ὑπὸ τῷ Οὐραΐᾳ στρατευομένων ξυνέπεσεν εἶναι.
6.28.34πλεῖστοι γὰρ αὐτῶν ἐκ τούτων δὴ τῶν φρουρίων ὁρμώμενοι εἵποντο.
6.28.35οἵπερ, ἐπεὶ ἁλῶναι τὰ σφέτερα αὐτῶν ἔμαθον, ἀποταξάμενοι τοῦ Γότθων στρατοπέδου ἐκ τοῦ αἰφνιδίου, τοῖς ἀμφὶ τὸν Ἰωάννην προσχωρεῖν ἔγνωσαν, καὶ ἀπ’αὐτοῦ Οὐραΐας οὔτε τι ἐνταῦθα ἀνύτειν οὔτε τοῖς ἐν Ῥαβέννῃ κινδυνεύουσι Γότθοις βοηθεῖν ἴσχυσεν, ἀλλὰ ἄπρακτος ἐς Λιγουρίαν ξὺν ὀλίγοις ἐλθὼν ἡσυχῆ ἔμενε. καὶ Βελισάριος κατ’ἐξουσίαν Οὐίττιγίντε καὶ Γότθων τοὺς δοκίμους ἐν Ῥαβέννῃ καθεῖρξε.
6.29.1τότε δὲ καὶ πρέσβεις ἐκ βασιλέως ἀφίκοντο Δόμνικόςτε καὶ Μαξιμῖνος, ἐκ βουλῆς ἄμφω, ἐφ’ᾧ τὴν εἰρήνην κατὰ τάδε ποιήσονται.
6.29.2Οὐίττιγιν μὲν πλούτου τὸ ἥμισυ τοῦ βασιλικοῦ φέρεσθαι, χώραςτε ἄρχειν ἣ ἐκτὸς Πάδου ποταμοῦ ἐστι · τῶν δὲ δὴ χρημάτων τὸ ἥμισυ βασιλέως εἶναι, καὶ αὐτὸν ὅσα ἐντὸς Πάδου ποταμοῦ ἐστιν ὑπήκοα ἐς ἀπαγωγὴν φόρου ποιήσασθαι.
6.29.3Βελισαρίῳτε οἱ πρέσβεις τὰ βασιλέως γράμματα δείξαντες ἐς Ῥάβενναν ἐκομίσθησαν. μαθόντες δὲ Γότθοι καὶ Οὐίττιγις ἐφ’ᾧ ἥκοιεν, ἄσμενοι κατὰ ταῦτα ὡμολόγησαν τὰς σπονδὰς θήσεσθαι.
6.29.4ἅπερ ἀκούσας Βελισάριος ἤσχαλλεν, ἐν ξυμφορᾷ μεγάλῃ ποιούμενος, εἰ μή τις αὐτὸν ἐῴη, παρὸν οὐδενὶ πόνῳ, τότε κράτος τοῦ πολέμου παντὸς φέρεσθαι καὶ δορυάλωτον Οὐίττιγιν ἐς Βυζάντιον ἀγαγεῖν.
6.29.5ἐπειδήτε οἱ πρέσβεις ἐκ Ῥαβέννης πρὸς αὐτὸν ἵκοντο, γράμμασιν οἰκείοις ἐπιρρῶσαι τὰς ξυνθήκας ἥκιστα ἤθελεν.
6.29.6ὧνπερ οἱ Γότθοι αἰσθόμενοι νῷτε δολερῷ τὴν εἰρήνην σφίσι Ῥωμαίους προτείνεσθαι ὑπετόπαζον, καὶ ὑποψίᾳ ἐς αὐτοὺς μεγάλῃ ἐχρῶντο, ἄντικρύςτε ἤδη ἔφασκον ἄνευ τῶν Βελισαρίου γραμμάτωντε καὶ ὅρκων οὔποτε ξυνθήκας πρὸς αὐτοὺς θήσεσθαι.
6.29.7ἀκούσας δὲ Βελισάριος λοιδορεῖσθαί οἱ τῶν ἀρχόντων τινὰς, ὡς δὴ ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι τὸν πόλεμον καταλύειν οὐδαμῶς βούλοιτο, ξυγκαλέσας ἅπαντας, Δομνίκουτε καὶ Μαξιμίνου παρόντων, ἔλεξε τοιάδε Τὴν μὲν τοῦ πολέμου τύχην ἐν τῷ ἀσφαλεῖ ὡς ἥκιστα ἑστάναι αὐτόςτε οἶδα καὶ ὑμῶν ἕκαστον τα- ταὐτά μοι γινώσκειν ὑπὲρ αὐτῆς οἶμαι.
6.29.9πολλούςτε γὰρ ἐπίδοξος, ὅτι δὴ ἐς αὐτοὺς ἀφίξεται, οὖσα ἡ τῆς νίκης ἐλπὶς ἔσφηλε, καὶ τοῖς ἠτυχηκέναι δοκοῦσι τῶν ἐχθρῶν ἤδη παρὰ δόξαν περιεῖναι ξυνέβη.
6.29.10διὸ δή φημι χρῆναι τοὺς ὑπὲρ τῆς εἰρήνης βουλευομένους οὐ τὴν ἀγαθὴν ἐλπίδα προβάλλεσθαι μόνον, ἐφ’ἑκάτερα δὲ τὴν ἀπόβασιν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντας, οὕτω τὴν αἵρεσιν ποιεῖσθαι τῆς γνώμης.
6.29.11τούτων δὲ τοιούτων ὄντων, ὑμᾶςτε τοὺς ξυνάρχοντας καὶ τούσδε τοὺς βασιλέως πρέσβεις ξυνεισάγειν ἔδοξεν ἔμοιγε, ὅπως ἐν τῷ παρόντι κατ’ἐξουσίαν ἑλόμενοι ὅ τι ἂν βασιλεῖ ξυνοίσειν δοκῇ, μήποτέ τινα ὀπίσω τῶν πραγμάτων κατ’ἐμοῦ ποιήσησθε μέμψιν.
6.29.12τῶν γὰρ ἀτοπωτάτων ἂν εἴη σιωπᾶν μὲν ἕως ἔξεστιν ἐξελέσθαι τὰ κρείσσω, σκοπουμένοις δὲ τὴν ἀπὸ τῆς τύχης ἀπόβασιν τὰς αἰτίας ποιεῖσθαι.
6.29.13ὅσα μὲν οὖν ἐς τὴν τοῦ πολέμου διάλυσιν βασιλεῖτε δέδοκται καὶ Οὐιττίγιδι βουλομένῳ ἐστὶν, ἐπίστασθε δή που.
6.29.14εἰ δὲ καὶ ὑμῖν ξύμφορα ταῦτα εἶναι δοκεῖ, λεγέτω παρελθὼν ἕκαστος. εἰ μέντοι πᾶσάντε Ἰταλίαν οἴεσθε Ῥωμαίοις ἀνασώσασθαι οἷοίτε εἶναι καὶ τῶν πολεμίων τὴν ἐπικράτησιν ποιήσασθαι, οὐδὲν κωλύσει μηδὲν ὑποστειλαμένους εἰπεῖν.
6.29.15ταῦτα ἐπεὶ Βελισάριος εἶπεν, ἅπαντες ἄντικρυς ἀπεφήναντο τὰ βασιλέως βουλεύματα βέλτιστα εἶναι, καὶ οὐδὲν αὐτοὺς οἵουςτε ἔσεσθαι περαιτέρω τοὺς πολεμίους ἐργάζεσθαι.
6.29.16Βελισάριος δὲ ἡσθεὶς τῶν ἀρχόντων τῇ γνώμῃ γράμμασιν αὐτὴν ἠξίου δηλῶσαι, ὡς μήποτε αὐτὴν ἀρνηθεῖεν. οἱ δὲ καὶ γράψαντες ἐν βιβλιδίῳ ἐδήλουν οὐχ οἷοίτε εἶναι περιέσεσθαι τῷ πολέμῳ τῶν ἐναντίων.
6.29.17ταῦτα μὲν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγίνετο. Γότθοι δὲ τῷ λιμῷ πιεζόμενοι οὐκέτιτε ἀντέχειν τῇ ταλαιπωρίᾳ δυνάμενοι Οὐιττίγιδος μὲν τῇ ἀρχῇ ἤχθοντο ἅτε ὡς μάλιστα δεδυστυχηκότος, βασιλεῖ δὲ προσχωρεῖν ὤκνουν, δεδιότες ἄλλο μὲν οὐδὲν, ὅπως δὲ μὴ δοῦλοι βασιλέως γενόμενοι ἔκτε Ἰταλίας ἀνίστασθαι ἀναγκάζοιντο καὶ ἐς Βυζάντιον ἰόντες ἐνταῦθα ἱδρύσεσθαι.
6.29.18ἐν σφίσιν οὖν αὐτοῖς βουλευσάμενοι, εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, βασιλέα τῆς ἑσπερίας Βελισάριον ἀνειπεῖν ἔγνωσαν. πέμψαντες δὲ παρ’αὐτὸν λάθρα ἐδέοντο ἐς τὴν βασιλείαν καθίστασθαι · ταύτῃ γὰρ αὐτῷ ἄσμενοι ἕψεσθαι ἰσχυρίζοντο.
6.29.19Βελισάριος δὲ καταστῆναι μὲν ἐς τὴν ἀρχὴν οὐχ ἑκόντος βασιλέως ἥκιστα ἤθελε.
6.29.20τῷτε γὰρ τοῦ τυράννου ὀνόματι ὑπερφυῶς ἤχθετο καὶ ὅρκοις δεινοτάτοις πρὸς βασιλέως καταληφθεὶς πρότερον ἔτυχε, μήποτε αὐτοῦ περιόντος νεωτεριεῖν · ὅπως δὲ τὰ παρόντα ὡς ἄριστα διοικήσηται, ἀσμένως ἔδοξε τοὺς τῶν βαρβάρων λόγους ἐνδέχεσθαι.
6.29.21ὧν δὴ αἰσθόμενος Οὐίττιγις ἔδεισέτε καὶ Γότθους ὡς βέλτιστα βεβουλεῦσθαι εἰπὼν Βελισαρίῳ καὶ αὐτὸς λάθρα παρῄνει ἐς τὴν βασιλείαν ἰέναι · οὐδένα γάρ οἱ ἐμποδὼν στήσεσθαι.
6.29.22καὶ τότε δὴ Βελισάριος αὖθις τούςτε βασιλέως πρέσβεις καὶ πάντας ξυγκαλέσας τοὺς ἄρχοντας ἠρώτα, εἰ αὐτοῖς λόγου πολλοῦ ἄξιον εἶναι δοκεῖ Γότθουςτε ἅπαντας ξὺν Οὐιττίγιδι δορυαλώτους ποιήσασθαι, καὶ χρήματα μὲν πάντα ληΐσασθαι, Ἰταλίαν δὲ Ῥωμαίοις ξύμπασαν ἀνασώσασθαι.
6.29.23οἱ δὲ ὑψηλόντε καὶ ὑπέρογκον τοῦτο Ῥωμαίοις εὐτύχημα ἔφασκον ἔσεσθαι, καὶ πράσσειν αὐτὸν ὅπη ἂν δύνηταί τι ὡς τάχιστα ἠξίουν.
6.29.24αὐτίκα γοῦν παράτε Οὐίττιγιν καὶ Γότθων τοὺς δοκίμους Βελισάριος τῶν ἐπιτηδείων τινὰς ἔπεμψε, κελεύων ἐπιτελῆ ποιήσειν ὅσα ὑπέσχοντο.
6.29.25οὐ δὲ γὰρ αὐτοὺς ἐς ἄλλον τινὰ χρόνον τὴν πρᾶξιν ἀποτίθεσθαι ὁ λιμὸς ξυνεχώρει, ἀλλ’ἔτι μᾶλλον ἐγκείμενος ἐς ταύτην ἐνῆγε.
6.29.26διὸ καὶ πρέσβεις ἐς τὸ Ῥωμαίων στρατόπεδον στέλλουσιν αὖθις, ἄλλο μὲν ὅτι δὴ ἐς τὸ πλῆθος ἐροῦντας, ἐν παραβύστῳ δὲ πρὸς Βελισαρίου τὰ πιστὰ ληψομένους, ὡς ἄχαρίτε αὐτῶν ἐργάσεται οὐδένα καὶ βασιλεὺς τὸ λοιπὸν Ἰταλιωτῶν αὐτὸς καὶ Γότθων εἴη, οὕτωτε ξὺν αὐτῷ καὶ τῷ Ῥωμαίων στρατῷ ἐς Ῥάβενναν ἥξοντας.
6.29.27Βελισάριος δὲ τὰ μὲν ἄλλα ὤμοσεν ἅπαντα, καθάπερ οἱ πρέσβεις ἠξίουν, ὑπὲρ δὲ τῆς βασιλείας αὐτῷ Οὐιττίγιδι καὶ Γότθων τοῖς ἄρχουσιν ὀμεῖσθαι ἔφη.
6.29.28καὶ αὐτὸν οἱ πρέσβεις οὐκ ἄν ποτε ἀποσείεσθαι τὴν βασιλείαν οἰόμενοι, ἀλλ’ἐφίεσθαι αὐτῆς πάντων μάλιστα, αὐτίκα δὴ μάλα ἐς Ῥάβενναν ξὺν αὐτοῖς ἐκέλευον ἰέναι.
6.29.29καὶ τότε δὴ Βελισάριος Βέσσαντε καὶ Ἰωάννην καὶ Ναρσῆν καὶ Ἀράτιον (τούτους γάρ οἱ ὡς μάλιστα δύσνους εἶναι ὑπώπτευεν) ἄλλον ἀλλαχόσε ξὺν τοῖς ἑπομένοις ἐκέλευεν ἰέναι τάτε ἀναγκαῖα σφίσι πορίζεσθαι · αὐτῷ γὰρ οὐκέτι ἔφασκε δυνατὰ εἶναι ἐς τοῦτο δὴ τὸ χωρίον παντὶ τῷ στρατῷ τὰ ἐπιτήδεια ἐσκομίζεσθαι.
6.29.30καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, ξὺν Ἀθανασίῳ τῷ τῶν πραιτωρίων ὑπάρχῳ, ἄρτι ἥκοντι ἐκ Βυζαντίου, αὐτὸς δὲ τῷ ἄλλῳ στρατεύματι σὺν Γότθων τοῖς πρέσβεσιν ἐς Ῥάβενναν ᾔει.
6.29.31καὶ νηῶν στόλον ἐμπλησάμενος σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκέλευε κατὰ τάχος ἐς Κλάσσες τὸν λιμένα ἐσπλεῖν. οὕτω γὰρ Ῥωμαῖοι τὸ Ῥαβέννης προάστειον καλοῦσιν, οὗ ὁ λιμήν ἐστιν.
6.29.32ἐμοὶ δὲ τότε διασκοπουμένῳ τὴν ἐς Ῥάβενναν εἴσοδον τοῦ Ῥωμαίων στρατοῦ ἔννοιά τις ἐγένετο, ἀνθρώπων μὲν ξυνέσει ἢ τῇ ἄλλῃ ἀρετῇ ὡς ἥκιστα περαίνεσθαι τὰ πρασσόμενα, εἶναι δέ τι δαιμόνιον, ὅπερ αὐτῶν ἀεὶ στρέφον τὰς διανοίας ἐνταῦθα ἄγει οὗ δὴ κωλύμη τις τοῖς περαινομένοις οὐδεμία ἔσται.
6.29.33τοὺς γὰρ ἐναντίους οἱ Γότθοι πλήθει καὶ δυνάμει παρὰ πολὺ ὑπεραίροντες καὶ οὔτε μάχῃ διακριθέντες, ἐπεὶ ἐν Ῥαβέννῃ ἐγένοντο, οὔτε ἄλλῳ ὁτῳοῦν δεδουλωμένοι τὸ φρόνημα, δορυάλωτοίτε πρὸς τῶν ἐλασσόνων ἐγίνοντο καὶ τὸ τῆς δουλείας ὄνομα ἐν ὕβρει οὐδεμιᾷ ἦγον.
6.29.34αἱ δὲ γυναῖκες (ἐτύγχανον γὰρ πρὸς τῶν ἀνδρῶν ἀκηκουῖαι μεγάλουςτε τὰ σώματα καὶ ἀριθμοῦ κρείσσους τοὺς πολεμίους εἶναι) τὰ πρόσωπα τῶν ἀνδρῶν πᾶσαι ἀπέπτυον, ἐπειδὴ ἅπαντας ἐπὶ τῆς πόλεως καθημένους εἶδον, καὶ ταῖς χερσὶν ἐνδεικνύμεναι τοὺς νενικηκότας τὴν ἀνανδρίαν ὠνείδιζον.
6.29.35Βελισάριος δὲ Οὐίττιγιν μὲν οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ εἶχε, τῶν δὲ βαρβάρων ὅσοι ἐντὸς Πάδου ποταμοῦ ᾤκηντο, ἐς ἀγροὺς τοὺς σφετέρους ἰόντας, ἐκέλευεν αὐτῶν κατ’ἐξουσίαν ἐπιμελεῖσθαι.
6.29.36πολέμιον γάρ οἱ οὐδὲν ἐνταῦθα ὑπώπτευεν ἔσεσθαι, οὐ δὲ Γότθους ποτὲ ταύτῃ ξυστήσεσθαι, ἐπεὶ πολλοὺς πρότερον τοῦ Ῥωμαίων στρατοῦ ἐς τὰ ἐκείνῃ χωρία καταστησάμενος ἔτυχεν. οἱ δὲ κατὰ τάχος ἄσμενοι ᾔεσαν.
6.29.37οὕτωτε Ῥωμαῖοι ἐν τῷ ἀσφαλεῖ ἤδη ἐγίνοντο. οὐ γὰρ ἔτι Γότθων ἔν γε Ῥαβέννῃ πλήθει ἡσσῶντο. μετὰ δὲ τὰ ἐν Παλατίῳ χρήματα ἔλαβεν, ἅπερ διακομίζειν βασιλεῖ ἔμελλε.
6.29.38Γότθων γὰρ οὐδένα οὔτε αὐτὸς ἐληΐσατο οὔτε ἄλλῳ τῳ ληΐσασθαι ξυνεχώρησεν, ἀλλ’αὐτῶν ἕκαστος τὴν οὐσίαν κατὰ τὰ ξυγκείμενα διεσώσατο.
6.29.39ἐπεὶ δὲ τῶν βαρβάρων ὅσοι ἐς τῶν χωρίων τὰ ἐχυρώτατα φυλακὴν εἶχον Ῥάβεννάντε καὶ Οὐίττιγιν πρὸς Ῥωμαίων ἔχεσθαι ἤκουσαν, πρέσβεις παρὰ Βελισάριον ἔπεμπον, σφᾶςτε αὐτοὺς ὁμολογίᾳ παραδιδόναι καὶ ἅπερ ἐφύλασσον ἀξιοῦντες.
6.29.40καὶ ὃς, ἅπασι τὰ πιστὰ προθυμότατα παρασχόμενος, Ταρβήσιόντε καὶ εἴ τι ἄλλο ἐν Βενετίοις ὀχύρωμα ἦν παρεστήσατο. Καισῆνα γὰρ ἐν Αἰμιλίᾳ μόνη ἐλέλειπτο, ἣν δὴ πρότερον ξὺν Ῥαβέννῃ παραστησάμενος ἔτυχε.
6.29.41καὶ Γότθοι μὲν ἅπαντες, ὅσοι τούτων δὴ τῶν χωρίων ἦρχον, ἐπειδὴ τάχιστα τὰ πιστὰ ἔλαβον, παρὰ Βελισάριον ἥκοντες αὐτοῦ ἔμενον · Ἰλδίβαδος δὲ, ἀνὴρ δόκιμος, ὅσπερ φρουρᾶς τῆς ἐν Βερώνῃ ἦρχε, πρέσβεις μὲν ἐς Βελισάριον ἐφ’οἷσπερ οἱ ἄλλοι καὶ αὐτὸς ἔπεμψεν, ἐπεὶ καὶ τοὺς παῖδας τοὺς αὐτοῦ ἐν Ῥαβέννῃ εὑρὼν Βελισάριος ἔσχεν, οὐ μὴν οὔτε ἐς Ῥάβενναν ἦλθεν οὔτε Βελισαρίῳ ὑποχείριος γέγονε. τύχη γάρ τις αὐτῷ ξυνέβη, ἣν δὴ ἐγὼ αὐτίκα δηλώσω.
6.30.1τινὲς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες βασκανίαν ἐς Βελισάριον ἔχοντες διέβαλλον αὐτὸν βασιλεῖ, τυραννίδα οὐδαμόθεν αὐτῷ προσήκουσαν ἐπενεγκόντες.
6.30.2βασιλεὺς δὲ οὐχ ὅσον ταῖς διαβολαῖς ταύταις ἀναπεισθεὶς, ἀλλ’ὅτι οἱ ὁ Μηδικὸς πόλεμος ἐνέκειτο ἤδη, Βελισάριον μὲν ὡς τάχιστα μετεπέμψατο, ὅπως ἐπὶ Πέρσας στρατεύσειεν · ἐπιμελεῖσθαι δὲ Ἰταλίας Βέσσαντε καὶ Ἰωάννην ξὺν τοῖς ἄλλοις ἐκέλευε, καὶ Κωνσταντιανῷ ἐς Ῥάβενναν ἐκ Δαλματίας ἐπέστελλεν ἰέναι.
6.30.3Γότθοι δὲ, οἳ Πάδουτε ποταμοῦ καὶ Ῥαβέννης ἐκτὸς ἵδρυντο, ἀκούσαντες ὡς Βελισάριον βασιλεὺς μεταπέμποιτο, τὰ μὲν πρῶτα ἐν ἀλογίᾳ τὸ πρᾶγμα εἶχον, οὐκ ἄν ποτε οἰόμενοι Βελισάριον τῆς ἐς Ἰουστινιανὸν πίστεως περὶ ἐλάσσονος τὴν Ἰταλίας βασιλείαν ποιήσασθαι.
6.30.4ἐπεὶ δὲ αὐτοῦ πολλὴν τῆς ἀφόδου τὴν παρασκευὴν ἐπύθοντο εἶναι, ξυμφρονήσαντες, εἴ τι αὐτῶν καθαρὸν ἐνταῦθα ἔτι ἐλέλειπτο, ἐς Τικινὸν παρὰ Οὐραΐαν τὸν Οὐιττίγιδος ἀδελφιδοῦν ἦλθον, πολλάτε πρότερον ξὺν αὐτῷ κλαύσαντες ἔλεξαν τοιάδε Οὐκ ἄλλος οὐδεὶς τῷ Γότθων γένει αἰτιώτατος τῶν παρόντων κακῶν ἢ σὺ γέγονας.
6.30.5ἡμεῖς γὰρ τὸν θεῖον τὸν σὸν, οὕτως ἀνάνδρωςτε καὶ ἀτυχῶς ἐξηγούμενον, πάλαι ἂν τῆς ἀρχῆς παρελύσαμεν, ὥσπερ Θευδάτον τὸν Θευδερίχου ἀδελφιδοῦν, εἰ μή σου τὸ δοκοῦν δραστήριον αἰσχυνόμενοι Οὐιττίγιδι μὲν τὸ τῆς βασιλείας ὄνομα ξυγχωρεῖν ἔγνωμεν, ἔργῳ δὲ σοὶ μόνῳ παραδιδόναι τὴν Γότθων ἀρχήν.
6.30.6ἀλλὰ περιέστηκεν ἡ τότε δοκοῦσα ἡμῶν εὐγνωμοσύνη, νῦν ἄνοιάτε φαινομένη καὶ τῶνδε ἡμῖν τῶν ξυμφορῶν αἰτία.
6.30.7Γότθων γὰρ, ὥσπερ οἶσθα, ὦ φίλε Οὐραΐα, τεθνάναι μὲν ἐν τῷ πολέμῳ πλείστουςτε καὶ ἀρίστους ξυμβαίνει, τῶν δὲ περιόντων, εἴ τι μὲν ἄριστον ἀπολέλειπται, ξύντε Οὐιττίγιδι καὶ χρήμασι πᾶσι Βελισάριος ἄγων οἰχήσεται.
6.30.8τα- ταὐτὸ δὲ τοῦτο μὴ οὐχὶ καὶ ἡμᾶς ὀλίγῳ ὕστερον πείσεσθαι, ὀλίγουςτε καὶ λίαν οἰκτροὺς καθεστῶτας, οὐδεὶς ἂν ἀντείποι.
6.30.9τοιούτων τοίνυν περιεστηκότων δεινῶν, τὸ ξὺν εὐκλείᾳ τεθνάναι μᾶλλον ξυνοίσει ἢ παῖδάςτε καὶ γυναῖκας πρὸς τῶν πολεμίων ἐς τῆς γῆς τὰς ἐσχατιὰς ἀγομένους ἰδεῖν.
6.30.10πράξομεν δέ τι, ὡς τὸ εἰκὸς, ἀρετῆς ἄξιον, ἤν γέ σε τῶν ἔργων ἀρχηγὸν ἕξομεν. Γότθοι μὲν τοσαῦτα εἶπον.
6.30.11Οὐραΐας δὲ ἀμείβεται ὧδε Ὡς μὲν δεῖ ἐν τοῖς παροῦσι δεινοῖς πρὸ τῆς δουλείας ἡμᾶς τὸν κίνδυνον αἱρεῖσθαι, τα- ταὐτά με ὑμῖν γινώσκειν ξυμβαίνει.
6.30.12ἐς Γότθων δέ με τὴν βασιλείαν καθίστασθαι παντάπασιν οἶμαι ἀξύμφορον εἶναι · πρῶτα μὲν, ὅτι Οὐιττίγιδος ἀδελφιδοῦς ὢν, ἀνδρὸς οὕτως ἠτυχηκότος, εὐκαταφρόνητος ἂν τοῖς πολεμίοις εἶναι δοκοίην, ἐπεὶ ἐς τοὺς συγγενέας ἀεὶ τὰς ὁμοίας τύχας παραπέμπεσθαι οἴονται ἄνθρωποι.
6.30.13ἔπειτα δὲ οὐ δὲ ὅσια ποιεῖν δόξαιμι, ἐπιβατεύων τῆς τοῦ θείου ἀρχῆς, καὶ ἀπ’αὐτοῦ μοι ἀχθομένους ὑμῶν τοὺς πλείστους, ὡς τὸ εἰκὸς, ἕξω.
6.30.14ἐγὼ δέ φημι χρῆναι Γότθων ἄρχοντα ἐς κίνδυνον τόνδε Ἰλδίβαδον καθίστασθαι, ἄνδρα ἐς ἄκρον ἀρετῆς ἥκοντα καὶ διαφερόντως δραστήριον.
6.30.15ᾧ δὴ καὶ Θεῦδιν θεῖόν γε ὄντα τὸν τῶν Οὐισιγότθων ἡγούμενον ξυνάρασθαι τοῦ πολέμου διὰ τὸ ξυγγενὲς οὐδὲν ἀπεικός. διὸ δὴ καὶ τὸν ἀγῶνα ξὺν ἐλπίδι ἀμείνονι πρὸς τοὺς ἐναντίους διοίσομεν.
6.30.16τοσαῦτα καὶ Οὐραΐας εἰπὼν τὰ ξύμφορα Γότθοις ἅπασι λέγειν ἔδοξε. καὶ αὐτοῖς Ἰλδίβαδος ἐκ Βερώνης αὐτίκα μετάπεμπτος ἦλθεν.
6.30.17ᾧ δὴ τὴν πορφύραν περιβαλόντες, βασιλέατε Γότθων ἀνεῖπον καὶ σφίσιν εὖ θέσθαι τὰ παρόντα ἐδέοντο. ὧδε μὲν ἐς τὴν ἀρχὴν Ἰλδίβαδος κατέστη.
6.30.18ὀλίγῳ δὲ ὕστερον Γότθους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε Ἅπαντας ὑμᾶς, ἄνδρες ξυστρατιῶται, πολλῶν ξυνεπίσταμαι εἶναι πολέμων ἐμπείρους, ὥστε οὔποτε εἰκότως εἰς τὸ πολεμεῖν ἐκ τοῦ εὐθέος χωρήσομεν. ἐμπειρία γὰρ λογισμὸν φέρουσα θρασύνεσθαι ἥκιστα εἴωθεν.
6.30.19ἄξιον δὲ ἀναμνησθέντας πάντων ὑμᾶς τῶν πρότερον ξυμπεπτωκότων, οὕτω τανῦν ὑπὲρ τῶν παρόντων βουλεύεσθαι.
6.30.20λήθη γὰρ πολλοῖς τισιν ἐπιγενομένη τῶν ἤδη φθασάντων ἐπῆρε μὲν αὐτῶν οὐκ ἐν δέοντι ὑπὸ ἀμαθίας τὰς γνώμας, ἐν δὲ τοῖς μεγίστοις ἱκανῶς ἔσφηλεν.
6.30.21Οὐίττιγις τοίνυν οὐκ ἀκόντων γε οὐ δὲ ἀντιτεινόντων ὑμῶν ἐς τῶν πολεμίων αὑτὸν καθῆκε τὰς χεῖρας, ἀλλ’ἀπειπόντες τότε πρὸς τὰ τῆς τύχης ἐναντιώματα ξυμφορώτατον ἡμῖν αὐτοῖς ἡγήσασθε εἶναι Βελισαρίῳ οἴκοι καθήμενοι ἐπακούειν μᾶλλον ἢ τοῖς σώμασι διακινδυνεύειν ἀπέραντα.
6.30.22νῦν μέντοι αὐτὸν ἀκηκοότες ἐς Βυζάντιον στέλλεσθαι, νεωτέροις πράγμασιν ἐγχειρεῖν ἔγνωτε. καίτοι ἐχρῆν ἐκλογίζεσθαι ὑμῶν ἕκαστον ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις ᾗ δοκεῖ γίγνεται, ἀλλὰ τῶν δεδογμένων παρὰ δόξαν πολλάκις ἡ τῶν πραγμάτων ἀπόβασις ἀπ’ἐναντίας ἐχώρησε.
6.30.23τύχη γὰρ καὶ μετάμελος τὰ πολλὰ κατορθοῦν ἐκ τοῦ ἀπροσδοκήτου πεφύκασιν. ὅπερ καὶ νῦν Βελισαρίῳ ξυμβήσεσθαι οὐδὲν ἀπεικός.
6.30.24ἄμεινον τοίνυν πυθέσθαι μὲν αὐτοῦ πρότερον, πειρᾶσθαι δὲ ἀντικαθιστάναι τὸν ἄνθρωπον ἐπὶ τὰ πρώην ξυγκείμενα, οὕτωτε ὑμᾶς ἐπὶ τῶν πράξεων τὰ δεύτερα ἰέναι.
6.30.25ταῦτα Ἰλδίβαδος εἰπὼν εὖτε βεβουλεῦσθαι Γότθοις ἔδοξε καὶ πρέσβεις ἐς Ῥάβενναν κατὰ τάχος ἔπεμψεν. οἳ δὴ Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες τῶντε ξυγκειμένων σφίσιν ὑπέμνησαν καὶ ἅτε διαλυτὴν τῶν ὡμολογημένων ἐκάκιζον, αὐθαίρετον μὲν ἀποκαλοῦντες ἀνδράποδον, ὀνειδίζοντες δὲ, ὅτι δὴ οὐκ ἐρυθριῴη πρὸ τῆς βασιλείας τὴν δουλείαν αἱρούμενος, ἄλλατε τοιαῦτα πολλὰ λέγοντες ἐπὶ τὴν ἀρχὴν παρεκάλουν.
6.30.26οὕτω γὰρ καὶ Ἰλδίβαδον ἐθελούσιον ἀφίξεσθαι ἰσχυρίζοντο, τήντε πορφυρίδα καταθησόμενον ἐς τοὺς αὐτοῦ πόδας καὶ βασιλέα Βελισάριον Γότθωντε καὶ Ἰταλιωτῶν προσκυνήσοντα.
6.30.27οἱ μὲν πρέσβεις ταῦτα ἔλεγον, οἰόμενοι τὸν ἄνδρα τὸ τῆς βασιλείας ὄνομα οὐδὲν μελλήσαντα ἐπισπάσασθαι αὐτίκα δὴ μάλα.
6.30.28ὁ δὲ οὐ προσδεχομένοις αὐτοῖς ἄντικρυς ἀπεῖπεν, ὡς οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ βασιλέως Βελισάριος ἐπιβατεύοι τοῦ τῆς βασιλείας ὀνόματος.
6.30.29καὶ οἱ μὲν ταῦτα ἀκούσαντες ἀπηλλάσσοντότε ὡς τάχιστα καὶ Ἰλδιβάδῳ τὸν πάντα λόγον ἀπήγγελλον.
6.30.30Βελισάριος δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔει καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.