On the Wars, 2
2.1.1χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ὁ Χοσρόης μαθὼν ὡς καὶ Ἰταλίαν Βελισάριος Ἰουστινιανῷ βασιλεῖ προσποιεῖν ἤρξατο, οὐκέτι κατέχειν οἷόςτε ἦν τὴν διάνοιαν, ἀλλὰ σκήψεις ἐπινοεῖν ἤθελεν, ὅπως δὴ λόγῳ τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν.
2.1.2ὑπὲρ ὧν κοινολογησάμενος Ἀλαμουνδάρῳ ἐκέλευεν αὐτὸν ξυμπορίζεσθαι πολέμου αἰτίας.
2.1.3ὁ δὲ Ἀρέθᾳ ἐπικαλέσας ὅτι αὐτὸν περὶ γῆς ὁρίων βιάζοιτο, ἐς χεῖράςτε αὐτῷ ἐν σπονδαῖς ἦλθε καὶ γῆν τὴν Ῥωμαίων ἐπὶ ταύτῃ τῇ σκήψει καταθεῖν ἤρξατο.
2.1.4ἔφασκέτε ὡς αὐτὸς οὐ λύει τὰς Περσῶντε καὶ Ῥωμαίων σπονδὰς, ἐπεὶ αὐτὸν ἐς ταύτας οὐδέτεροι ἐσεγράψαντο.
2.1.5καὶ ἦν δὲ οὕτως. οὐ γάρ τις πώποτε Σαρακηνῶν λόγος ἐν σπονδαῖς γέγονεν, ἅτε ξυνεχομένων τῷ Περσῶντε καὶ Ῥωμαίων ὀνόματι.
2.1.6αὕτη δὲ ἡ χώρα, ἣ δὴ πρὸς ἑκατέρων τότε Σαρακηνῶν ἀντελέγετο, Στρᾶτα μὲν κέκληται, Παλμύρας δὲ πόλεως πρὸς νότον ἄνεμον τέτραπται, δένδρον μὲν ἤ τι τῶν ἐν τοῖς ληίοις ἀγαθῶν οὐδαμῆ φέρουσα (ἡλιόκαυστος γὰρ ὑπερφυῶς ἐστι), προβάτων δέ τισιν ἐκ παλαιοῦ ἀνειμένη νομαῖς.
2.1.7Ἀρέθας μὲν οὖν Ῥωμαίων ἰσχυρίζετο εἶναι τὸν χῶρον, τῷτε ὀνόματι τεκμηριούμενος, οὗ δὴ πρὸς πάντων ἄνωθεν ἔτυχε (Στρᾶτα γὰρ ἡ ἐστρωμένη ὁδὸς τῇ Λατίνων καλεῖται φωνῇ) καὶ μαρτυρίαις παλαιοτάτων ἀνδρῶν χρώμενος.
2.1.8Ἀλαμούνδαρος δὲ φιλονεικεῖν μὲν ὑπὲρ τοῦ ὀνόματος ἥκιστα ἐδικαίου, μισθοὺς δέ οἱ τοῦ ἐνταῦθα νομοῦ ἐκ παλαιοῦ ἔφασκε τοὺς τὰ πρόβατα κεκτημένους διδόναι.
2.1.9διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς Στρατηγίῳτε πατρικίῳ ἀνδρὶ καὶ τῶν βασιλικῶν θησαυρῶν ἄρχοντι, ἄλλως δὲ ξυνετῷ καὶ εὐπατρίδῃ, ἔτι μέντοι καὶ Σούμμῳ τῶν ἐν Παλαιστίνῃ στρατιωτῶν ἡγησαμένῳ, τὴν τῶν ἀντιλεγομένων ἐπέτρεψε δίαιταν.
2.1.10ὁ δὲ Σοῦμμος Ἰουλιανοῦ ἀδελφὸς ἦν, ὃς ὀλίγῳ ἔμπροσθεν ἐς Αἰθίοπάςτε καὶ Ὁμηρίτας ἐπρέσβευσε.
2.1.11καὶ αὐτοῖν ἅτερος μὲν, Σοῦμμος, μὴ χρῆναι Ῥωμαίους καταπροΐεσθαι τὴν χώραν ἠξίου, Στρατήγιος δὲ βασιλέως ἐδεῖτο μὴ χώρας τινὸς ἕνεκα βραχείαςτε καὶ ὡς ἥκιστα λόγου ἀξίας, ἀλλὰ ἀγόνουτε καὶ ἀκάρπου παντάπασιν οὔσης, Πέρσαις πολεμησείουσι σκήψεις τοῦ πολέμου χαρίζεσθαι · βασιλεὺς μὲν οὖν Ἰουστινιανὸς ταῦτα ἐν βουλῇ ἐποιεῖτο, καὶ χρόνος πολὺς ταύτῃ δὴ τῇ διαίτῃ ἐτρίβη.
2.1.12Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς λελύσθαι πρὸς Ἰουστινιανοῦ τὰς σπονδὰς ἔφασκε, πολλὴν ἐπιβουλὴν ἐς οἶκον τὸν αὐτοῦ ἄρτι ἐνδειξαμένου, οἷς δὴ ἑταιρίζεσθαι Ἀλαμούνδαρον ἐν σπονδαῖς ἐνεχείρησε.
2.1.13σοῦμμον γὰρ ἔναγχος ἐπὶ διαίτῃ δῆθεν τῷ λόγῳ παρ’αὐτὸν ἥκοντα ἐπαγγελίαις αὐτὸν περιελθεῖν μεγάλων χρημάτων, ἐφ’ᾧ προσχωρήσει Ῥωμαίοις, γράμματάτε προΐσχετο, ἃ δὴ πρὸς Ἀλαμούνδαρον ὑπὲρ τούτων Ἰουστινιανὸς βασιλεὺς ἔγραψε.
2.1.14καὶ πρὸς Οὔννων δέ τινας ἰσχυρίζετο αὐτὸν ἐπιστολὴν πέμψαι, ἐγκελευομένην αὐτοῖς ἐσβαλεῖντε ἐς τὴν Περσῶν γῆν καὶ τοῖς ἐκείνῃ χωρίοις ἐπὶ πλεῖστον λυμήνασθαι. ἣν δή οἱ τοὺς Οὔννους αὐτοὺς ἔφασκεν ἐγχειρίσαι ἐς ὄψιν ἐλθόντας.
2.1.15ταῦτα μὲν Χοσρόης ἐπικαλῶν Ῥωμαίοις τὰς σπονδὰς λύειν διενοεῖτο. εἰ μέντοι ταῦτα λέγοντί οἱ ἀληθίζεσθαι ξυνέβαινεν, οὐκ ἔχω εἰπεῖν.
2.2.1ἐν τούτῳ δὲ Οὐίττιγις, ὁ τῶν Γότθων ἡγούμενος, ἤδη τῷ πολέμῳ κεκακωμένος, πρέσβεις δύο παρ’αὐτὸν ἔπεμψεν, ἀναπείσοντας ἐπὶ Ῥωμαίους στρατεύεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Λιγούρους ἱερεῖς, χρήμασιν ἁδροῖς ἐς ταύτην ἠγμένους τὴν πρᾶξιν.
2.2.2ὧν ἅτερος μὲν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, δόκησίντε καὶ ὄνομα ἐπισκόπου περιβεβλημένος οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ δὴ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο.
2.2.3ὁδῷτε ἰόντες ἐς τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἑταιρίζονταί τινα ἐνθένδε Σύραςτε καὶ τῆς Ἑλληνίδος φωνῆς ἑρμηνέα σφίσιν ἐσόμενον, ἅπαντάςτε Ῥωμαίους λαθόντες ἐς τὰ Περσῶν ἤθη ἀφίκοντο. ἅτε γὰρ ἐν σπονδαῖς καθεστῶτες οὐκ ἐς τὸ ἀκριβὲς ταύτῃ ἐφύλασσον.
2.2.4Χοσρόουτε ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Τοὺς μὲν ἄλλους ἅπαντας, ὦ βασιλεῦ, πρέσβεις τῶν αὐτοῖς ἕνεκα ξυμφόρων ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει ἐς τὴν πρεσβείαν καθίστασθαι, ἡμᾶς δὲ Οὐίττιγις ὁ Γότθωντε καὶ Ἰταλιωτῶν βασιλεὺς ἔπεμψε τοὺς λόγους ὑπὲρ τῆς σῆς ποιησομένους ἀρχῆς · καὶ αὐτὸν νόμιζε παρόντα σοι τανῦν φθέγγεσθαι τάδε.
2.2.5εἴ τίς σε, ὦ βασιλεῦ, ξυνελὼν φαίη τήντε σὴν βασιλείαν καὶ πάντας ἀνθρώπους Ἰουστινιανῷ προέσθαι, ὀρθῶς ἂν εἴποι.
2.2.6ὁ μὲν γὰρ νεωτεροποιόςτε ὢν φύσει καὶ τῶν οὐ δ’ὁπωστιοῦν αὐτῷ προσηκόντων ἐρῶν, μένειντε οὐ δυνάμενος ἐν τοῖς καθεστῶσι, γῆν μὲν ἅπασαν ξυλλαβεῖν ἐπεθύμησεν, ἑκάστην δὲ ἀρχὴν περιβαλέσθαι ἐν σπουδῇ ἔσχεν.
2.2.7εἶτα (οὐ δὲ γὰρ Πέρσαις κατὰ μόνας ἐγχειρεῖν ἴσχυεν οὐ δὲ Περσῶν οἱ ἀντιστατούντων οἷόςτε ἦν ἐπ’ἄλλους ἰέναι) σὲ μὲν τῷ τῆς εἰρήνης παραπετάσματι ἐξαπατᾶν ἔγνω, τοὺς δὲ λοιποὺς βιαζόμενος μεγάλας δυνάμεις ἐπὶ τῇ σῇ ἀρχῇ ἑταιρίζεσθαι.
2.2.8Βανδίλων μὲν οὖν ἤδη καθελὼν τὴν βασιλείαν καὶ Μαυρουσίους καταστρεψάμενος, Γότθων αὐτῷ φιλίας ὀνόματι ἐκποδὼν ἱσταμένων, χρήματάτε μεγάλα καὶ σώματα πολλὰ ἐπαγόμενος ἐφ’ἡμᾶς ἥκει.
2.2.9ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖντε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει, οὔτε τὸ τῆς φιλίας ἐννοῶν ὄνομα οὔτε τι τῶν ὀμωμοσμένων ἐρυθριῶν.
2.2.10ἕως οὖν ἔτι σοι λείπεται τις σωτηρίας ἐλπὶς, μήτε ἡμᾶς ἐργάσῃ κακὸν περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς, ἀλλ’ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς ὅσα ὀλίγῳ ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥωμαῖοι τῇ σῇ βασιλείᾳ εὖνοι μὲν οὐκ ἄν ποτε εἶεν, δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι.
2.2.11ἐν δέοντι τοίνυν τῇ ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένην ἐπιζητήσῃς. λωφήσασα γὰρ ἡ τῶν καιρῶν ἀκμὴ ἐπανιέναι οὐδαμῶς πέφυκεν. ἄμεινον δὲ προτερήσαντα ἐν τῷ ἀσφαλεῖ εἶναι ἢ τῶν καιρῶν ὑστερηκότα τὰ πάντων αἰσχρότατα πρὸς τῶν πολεμίων παθεῖν.
2.2.12ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖτέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος λογίζεσθαι ὡς ἥκιστα ἔγνω, ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ βασιλεῖ δυσμενῶν μάλιστα οἱ λόγοι ἐς αὐτὸν γένοιντο.
2.2.13ἀλλὰ τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν. ὃ δὴ καὶ ἐς τοὺς Ἀρμενίωντε καὶ Λαζῶν λόγους ὀλίγῳ ὕστερον ἔδρασεν ἅπερ μοι αὐτίκα μάλα λελέξεται.
2.2.14καίτοι τοιαῦτα Ἰουστινιανῷ ἐπεκάλουν ἐγκλήματα, ἅπερ ἂν εἰκότως βασιλεῖ γενναίῳ ἐγκώμια εἴη, ὅτι δὴ τὴν βασιλείαν τὴν αὑτοῦ μείζωτε ποιῆσαι καὶ πολλῷ ἐπιφανεστέραν ἐν σπουδῇ ἔχοι.
2.2.15ταῦτα γὰρ καὶ Κύρῳ ἄν τις ἐπενέγκοι τῷ Περσῶν βασιλεῖ καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ἀλλὰ γὰρ φθόνῳ τὸ δίκαιον οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι. διὰ ταῦτα μὲν ὁ Χοσρόης τὰς σπονδὰς λύειν διενοεῖτο.
2.3.1ἐν τούτῳ δὲ καὶ ἄλλο τι γενέσθαι τοιόνδε ξυνέβη. Συμεώνης ἐκεῖνος, ὁ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδοὺς, Ἰουστινιανὸν βασιλέα πείθει, ἔτι τοῦ πολέμου ἀκμάζοντος, κώμαις αὐτόν τισιν ἀνδρῶν Ἀρμενίων δωρήσασθαι.
2.3.2κύριόςτε τῶν χωρίων γενόμενος πρὸς τῶν αὐτὰ πάλαι κεκτημένων ἐξ ἐπιβουλῆς θνήσκει.
2.3.3ἐξειργασμένου δὲ τοῦ κακοῦ οἱ τοῦ φόνου αὐτουργοὶ φεύγουσιν ἐς τὰ Περσῶν ἤθη. ἀδελφὼ δὲ ἤστην δύο Περόζου παῖδε. βασιλεύςτε ταῦτα ἀκούσας τάςτε κώμας Ἀμαζάσπῃ παραδίδωσι τῷ Συμεώνου ἀδελφιδῷ καὶ ἄρχοντα κατεστήσατο Ἀρμενίοις αὐτόν.
2.3.4τοῦτον τὸν Ἀμαζάσπην, προϊόντος τοῦ χρόνου, Ἰουστινιανῷ βασιλεῖ τῶν τις ἐπιτηδείων διέβαλλεν, Ἀκάκιος ὄνομα, κακουργεῖντε ἐς Ἀρμενίους καὶ βούλεσθαι Πέρσαις ἐνδοῦναι Θεοδοσιούπολίντε καὶ ἄλλα ἄττα πολίσματα.
2.3.5ταῦτα εἰπὼν γνώμῃ βασιλέως Ἀκάκιος τὸν Ἀμαζάσπην δόλῳ ἔκτεινε, καὶ τὴν Ἀρμενίων ἀρχὴν δόντος βασιλέως ἔσχεν αὐτός.
2.3.6πονηρὸς δὲ ὢν φύσει ἔσχε καθ’ὅ τι τὰ τῆς ψυχῆς ἤθη ἐνδείξοιτο. γέγονεν οὖν ἐς τοὺς ἀρχομένους ὠμότατος ἀνθρώπων ἁπάντων.
2.3.7τάτε γὰρ χρήματα ἐληίζετο οὐδενὶ λόγῳ καὶ φόρου αὐτοῖς ἀπαγωγὴν οὔποτε οὖσαν ἐς κεντηνάρια τέσσαρα ἔταξεν. Ἀρμένιοι δὲ (φέρειν γὰρ οὐκέτι αὐτὸν οἷοίτε ἦσαν) κτείνουσίτε ξυμφρονήσαντες τὸν Ἀκάκιον καὶ ἐς τὸ Φαράγγιον καταφεύγουσι.
2.3.8διὸ δὴ Σίτταν ἐπ’αὐτοὺς ἐκ Βυζαντίου βασιλεὺς ἔπεμψεν. ἐνταῦθα γὰρ ὁ Σίττας διέτριβεν, ἐπειδὴ Ῥωμαίοις ἐγένοντο αἱ πρὸς Πέρσας σπονδαί.
2.3.9ὃς δὴ ἐς Ἀρμενίους ἐλθὼν τὰ μὲν πρῶτα ἐς τὸν πόλεμον ὀκνηρῶς ᾔει, τιθασσεύειν μέντοι καὶ ἐπὶ τὰ πρότερα ἤθη ἀντικαθιστάναι τοὺς ἀνθρώπους ἠπείγετο, πείθειν βασιλέα ὑποσχόμενος ἀφεῖναι αὐτοῖς τὴν καινὴν τοῦ φόρου ἀπαγωγήν.
2.3.10ἐπεὶ δὲ αὐτὸν βασιλεὺς τῆς μελλήσεως πολλὰ ὀνειδίζων ἐκάκιζεν, ἠγμένος ταῖς Ἀδολίου διαβολαῖς τοῦ Ἀκακίου παιδὸς, ἐνταῦθα ἤδη ὁ Σίττας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο.
2.3.11πρῶτον μὲν οὖν ὑποσχέσεσι πολλῶν ἀγαθῶν ἀναπείθειντε καὶ ἑταιρίζεσθαι αὐτῶν τινας ἐνεχείρησεν, ὅπως αὐτῷ ῥᾴωντε καὶ ἀπονωτέρα ἡ ἐς τοὺς λοιποὺς ἐπικράτησις γένοιτο.
2.3.12καί οἱ τὸ τῶν Ἀσπετιανῶν καλουμένων γένος, μέγατε ὂν καὶ πολυάνθρωπον, προσχωρεῖν ἤθελε.
2.3.13πέμψαντέςτε παρὰ τὸν Σίτταν ἐν γράμμασιν ἐδέοντο διδόναι τὰ πιστὰ σφίσιν, ὅτι δὴ, ἢν ἐν τῷ ἔργῳ τοὺς ὁμογενεῖς ἀπολιπόντες ἥξωσιν ἐς τὴν Ῥωμαίων παράταξιν, κακῶν παντάπασιν ἀπαθεῖς μείνωσι, τὰ σφέτερα αὐτῶν ἔχοντες.
2.3.14ὁ δὲ αὐτοῖς ἄσμενόςτε γράψας ἐν βιβλιδίῳ, καθάπερ ἐδέοντο, τὰ πιστὰ ἔδωκε, καὶ τὸ γράμμα κατασημηνάμενος ἐς αὐτοὺς ἔπεμψε.
2.3.15θαρσῶντε ὡς δι’αὐτῶν ἀμαχητὶ τοῦ πολέμου κρατήσει, τῷ παντὶ στρατῷ ἐς χωρίον Οἰνοχαλάκων ᾔει, ἔνθα τοὺς Ἀρμενίους ἐστρατοπεδεῦσθαι ξυνέβαινε.
2.3.16τύχῃ δέ τινι οἱ τὸ βιβλίον ἔχοντες ἑτέρᾳ ἰόντες ὁδῷ Ἀσπετιανοῖς ἐντυχεῖν οὐδαμῆ ἴσχυσαν.
2.3.17μοῖρα μέντοι τοῦ Ῥωμαίων στρατοῦ ὀλίγοις τισὶν αὐτῶν ἐντυχόντες, οὐκ εἰδότεςτε τὰ ξυγκείμενα, ὡς πολεμίοις ἐχρήσαντο.
2.3.18καὶ αὐτὸς Σίττας ἐν σπηλαίῳ που παῖδάςτε αὐτῶν καὶ γυναῖκας λαβὼν ἔκτεινεν, ἢ τὸ γεγονὸς οὐ ξυνιεὶς ἢ δι’ὀργῆς Ἀσπετιανοὺς ἔχων, ὅτι οἱ, καθάπερ ξυνέκειτο, οὐ προσεχώρουν.
2.3.19οἱ δὲ θυμῷ ἤδη ἐχόμενοι ξὺν τοῖς ἄλλοις ἅπασιν ὡς ἐς μάχην ἐτάξαντο. ἅτε δὲ ἐν δυσχωρίαις χαλεπαῖςτε καὶ κρημνώδεσιν ἑκάτεροι ὄντες οὐκ ἐν ἑνὶ χώρῳ ἐμάχοντο, ἀλλὰ διασκεδαννύμενοι ἔντε ὑπωρείαις καὶ φάραγξι. τετύχηκεν οὖν τῶντε Ἀρμενίων ὀλίγους τινὰς καὶ Σίτταν τῶν ἑπομένων οὐ πολλοὺς ἔχοντα ἀλλήλων πη ἄγχιστα ἰέναι, φάραγγος σφίσι τινὸς μεταξὺ οὔσης.
2.3.20ἱππεῖς δὲ ἦσαν ἑκάτεροι. ὁ μὲν οὖν Σίττας, ὀλίγων οἱ ἐπισπομένων, ἐπὶ τοὺς ἐναντίους τὴν φάραγγα διαβὰς ἤλαυνεν, Ἀρμένιοι δὲ ὀπίσω ὑποχωρήσαντες ἔστησαν, καὶ ὁ Σίττας οὐκέτι ἐδίωκεν, ἀλλ’αὐτοῦ ἔμενεν.
2.3.21ἄφνω δέ τις τοῦ Ῥωμαίων στρατοῦ, Ἔρουλος γένος, δίωξιν ἐπὶ τοὺς πολεμίους πεποιημένος, ἐνθένδετε ξὺν θυμῷ ἀπελαύνων παρὰ τοὺς ἀμφὶ τὸν Σίτταν ἦλθεν. ἐτύγχανε δὲ ὁ Σίττας ἐς τὸ ἔδαφος τὸ δόρυ ἐρείσας · ὃ δὴ ὁ τοῦ Ἐρούλου ἵππος ἐπιπεσὼν ξὺν πολλῇ ῥύμῃ κατέαξε.
2.3.22τόντε στρατηγὸν τοῦτο ἠνίασεν ἐς τὰ μάλιστα, καὶ αὐτὸν τῶν τις Ἀρμενίων ἰδὼν ἔγνωτε καὶ Σίτταν αὐτὸν τοῖς ἄλλοις ἅπασιν ἰσχυρίζετο εἶναι. ξυνέβαινε γάρ οἱ ἐν τῇ κεφαλῇ κράνος οὐκ εἶναι. διὸ δὴ τοὺς πολεμίους οὐκ ἔλαθε ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἥκων.
2.3.23Σίττας μὲν οὖν, ἐπεὶ ταῦτα τοῦ Ἀρμενίου λέγοντος ἤκουσε καὶ τὸ δόρυ, ὥσπερ ἐρρήθη, οἱ ἀποκαυλισθὲν ἐς τὴν γῆν ἔκειτο, σπασάμενος τὸ ξίφος τὴν φάραγγα διαβαίνειν εὐθὺς ἐνεχείρησεν.
2.3.24οἱ δὲ πολέμιοι σπουδῇ πολλῇ ἐπ’αὐτὸν ἤλαυνον, καί τις αὐτὸν καταλαβὼν ἐν τῇ φάραγγι ξίφει ἐς ἄκραν κεφαλὴν ἔτυψε πληγῇ ἐγκαρσίᾳ. καὶ τὸ μὲν βρέγμα ὅλον ἀφείλετο, τοῦ δὲ ὀστέου ὁ σίδηρος οὐδαμῆ ἥψατο.
2.3.25καὶ ὁ μὲν Σίττας ἔτι μᾶλλον ἢ πρότερον πρόσω ἤλαυνεν, Ἀρταβάνης δὲ Ἰωάννου παῖς Ἀρσακίδης ὄπισθεν ἐπιπεσὼν καὶ παίσας τῷ δόρατι ἔκτεινεν.
2.3.26οὕτωτε ὁ Σίττας ἐξ ἀνθρώπων ἠφάνιστο οὐδενὶ λόγῳ, ἀναξίως τῆςτε ἀρετῆς καὶ τῶν ἐς τοὺς πολεμίους ἀεὶ πεπραγμένων, ἀνὴρ τότε σῶμα ἐς ἄγαν καλὸς γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, στρατηγόςτε ἄριστος τῶν καθ’αὑτὸν οὐδενὸς ἥσσων.
2.3.27τινὲς δέ φασι τὸν Σίτταν οὐ πρὸς τοῦ Ἀρταβάνου ἀπολωλέναι, ἀλλὰ Σολόμωνα, λίαν ἐν Ἀρμενίοις ἀφανῆ ἄνδρα, τὸν ἄνθρωπον διαχρήσασθαι.
2.3.28τελευτήσαντος δὲ Σίττα Βούζην βασιλεὺς ἐπὶ τοὺς Ἀρμενίους ἐκέλευσεν ἰέναι · ὃς ἐπεὶ ἄγχιστά που ἐγένετο, ἔπεμψε πρὸς αὐτοὺς βασιλεῖτε καταλλάξειν Ἀρμενίους ὑποσχόμενος ἅπαντας καὶ ὑπὲρ τούτων ἐς λόγους οἱ ἐλθεῖν ἀξιῶν τῶν δοκίμων τινάς.
2.3.29οἱ μὲν οὖν ἄλλοι οὔτε πιστεύειν τῷ Βούζῃ εἶχον οὔτε τοὺς λόγους ἐνδέχεσθαι τοὺς αὐτοῦ ἤθελον. ἦν δέ τις αὐτῷ μάλιστα φίλος ἀνὴρ Ἀρσακίδης, Ἰωάννης ὄνομα, Ἀρταβάνου πατὴρ, ὃς δὴ τῷ Βούζῃ τότε ἅτε φίλῳ θαρσήσας ξύντε Βασσάκῃ τῷ κηδεστῇ καὶ ἄλλοις ὀλίγοις τισὶ παρ’αὐτὸν ἦλθεν · οἳ δὴ ἐν χωρίῳ γενόμενοίτε καὶ αὐλισθέντες, ἔνθα τῷ Βούζῃ τῇ ὑστεραίᾳ ἐντυχεῖν ἔμελλον, ᾔσθοντο ἐς κύκλωσιν πρὸς τοῦ Ῥωμαίων στρατοῦ ἥκοντες.
2.3.30πολλὰ μὲν οὖν τὸν Ἰωάννην Βασσάκης ὁ γαμβρὸς ἐλιπάρει δρασμοῦ ἔχεσθαι. ἐπεὶ δὲ αὐτὸν πείθειν οὐκ εἶχε, μόνον ἐνταῦθα καταλιπὼν ξὺν τοῖς ἄλλοις ἅπασι λαθὼν τοὺς Ῥωμαίους, ὁδῷ τῇ αὐτῇ ὀπίσω αὖθις ἀπήλαυνε.
2.3.31Βούζηςτε τὸν Ἰωάννην μόνον εὑρὼν ἔκτεινε, καὶ ἀπ’αὐτοῦ οὔτε τινὰ ἐλπίδα ἐς Ῥωμαίους Ἀρμένιοι ξυμβάσεως πέρι τὸ λοιπὸν ἔχοντες οὔτε βασιλέα τῷ πολέμῳ ὑπεραίρειν οἷοίτε ὄντες παρὰ τὸν Περσῶν βασιλέα ἦλθον, Βασσάκου σφίσιν ἡγουμένου, δραστηρίου ἀνδρός.
2.3.32ὧν τότε οἱ πρῶτοι Χοσρόῃ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Εἰσὶ μὲν ἡμῶν πολλοὶ Ἀρσακίδαι, ὦ δέσποτα, ἐκείνου Ἀρσάκου ἀπόγονοι, ὃς δὴ οὔτε τῆς Πάρθων βασιλείας ἀλλότριος ἐτύγχανεν ὢν, ἡνίκα ὑπὸ Πάρθοις ἔκειτο τὰ Περσῶν πράγματα, καὶ βασιλεὺς ἐπιφανὴς γέγονε τῶν καθ’αὑτὸν οὐδενὸς ἧσσον.
2.3.33πάρεσμεν δὲ τανῦν εἰς ὑμᾶς ἅπαντες δοῦλοίτε καὶ δραπέται γεγενημένοι, οὐχ ἑκούσιοι μέντοι, ἀλλ’ἠναγκασμένοι ὡς μάλιστα, τῷ μὲν φαινομένῳ ὑπὸ τῆς Ῥωμαίων ἀρχῆς, τῷ δὲ ἀληθεῖ λόγῳ ὑπὸ σῆς, ὦ βασιλεῦ, γνώμης.
2.3.34εἴπερ ὁ τὴν ἰσχὺν τοῖς ἀδικεῖν βουλομένοις διδοὺς αὐτὸς ἂν φέροιτο καὶ τὴν αἰτίαν τῶν ἔργων δικαίως. εἰρήσεται δὲ μικρὸν ἄνωθεν ὅπως δὴ ἅπασι παρακολουθεῖν τοῖς πεπραγμένοις δυνήσεσθε.
2.3.35Ἀρσάκης γὰρ ὁ τῶν προγόνων τῶν ἡμετέρων βασιλεὺς ὕστατος ἐξέστη τῆς ἀρχῆς τῆς αὑτοῦ Θεοδοσίῳ τῷ Ῥωμαίων αὐτοκράτορι ἑκών γε εἶναι, ἐφ’ᾧ δὴ ἅπαντες οἱ κατὰ γένος αὐτῷ μέλλοντες πάντα τὸν αἰῶνα προσήκειν τάτε ἄλλα βιοτεύσουσι κατ’ἐξουσίαν καὶ φόρου ὑποτελεῖς οὐδαμῆ ἔσονται.
2.3.36καὶ διεσωσάμεθα τὰ ξυγκείμενα, ἕως ὑμεῖς ταύτας πεποίησθε τὰς διαβοήτους σπονδὰς, ἃς δὴ κοινόν τινα ὄλεθρον καλῶν τις, οἰόμεθα, οὐκ ἂν ἁμάρτοι.
2.3.37φίλωντε γὰρ καὶ πολεμίων τὸ ἐντεῦθεν ἀφροντιστήσας ἅπαντα ξυνέχεέτε καὶ ξυνετάραξε τὰ ἀνθρώπεια ὁ σὸς, ὦ βασιλεῦ, τῷ λόγῳ μὲν φίλος, ἔργῳ δὲ δυσμενής.
2.3.38ὅπερ καὶ αὐτὸς οὐκ εἰς μακρὰν εἴσῃ, ἐπειδὰν τάχιστα τοὺς ἑσπερίους οἷόςτε ᾖ παντάπασι καταστρέψασθαι. τί γὰρ τῶν πρότερον ἀπειρημένων οὐκ ἔπραξεν; ἢ τί οὐκ ἐκίνησε τῶν εὖ καθεστώτων;
2.3.39οὐχ ἡμῖν μὲν φόρου ἀπαγωγὴν ἔταξεν οὐ πρότερον οὖσαν, καὶ Τζάνους τοὺς ὁμόρους ἡμῖν αὐτονόμους ὄντας δεδούλωται, τῷ δὲ βασιλεῖ τῶν ἀθλίων Λαζῶν ἄρχοντα Ῥωμαῖον ἐπέστησε; πρᾶγμα οὔτε τῇ φύσει τῶν πραγμάτων ξυμβαῖνον οὔτε λόγῳ ῥᾴδιον ἑρμηνεύεσθαι.
2.3.40οὐ Βοσπορίταις μὲν τοῖς Οὔννων κατηκόοις στρατηγοὺς ἔπεμψε καὶ τὴν πόλιν προσεποιήσατο οὐδὲν αὐτῷ προσῆκον, ὁμαιχμίαν δὲ πεποίηται πρὸς τὰς τῶν Αἰθιόπων ἀρχὰς, ὧν καὶ ἀνήκοοι τὸ παράπαν Ῥωμαῖοι ἐτύγχανον ὄντες;
2.3.41ἀλλὰ καὶ Ὁμηρίταςτε καὶ θάλασσαν τὴν Ἐρυθρὰν περιβέβληται καὶ τὸν φοινικῶνα προστίθησι τῇ Ῥωμαίων ἀρχῇ.
2.3.42ἀφίεμεν γὰρ λέγειν τὰ Λιβύωντε καὶ Ἰταλῶν πάθη. ἡ γῆ τὸν ἄνθρωπον οὐ χωρεῖ ξύμπασα · μικρόν ἐστιν αὐτῷ πάντων ὁμοῦ τῶν ἀνθρώπων κρατεῖν.
2.3.43ὁ δὲ καὶ τὸν αἰθέρα περισκοπεῖ καὶ τοὺς ὑπὲρ τὸν ὠκεανὸν διερευνᾶται μυχοὺς, ἄλλην αὑτῷ τινα οἰκουμένην περιποιεῖσθαι βουλόμενος.
2.3.44τί οὖν ἔτι, ὦ βασιλεῦ, μέλλεις; τί δὲ τὴν κάκιστα ἀπολουμένην εἰρήνην αἰσχύνῃ, ὅπως δηλαδή σε ὑστάτην ποιήσηται βρῶσιν τῶν ἄλλων ἁπάντων;
2.3.45εἰ μέν ἐστί σοι βουλομένῳ μαθεῖν ὁποῖός τις ἂν Ἰουστινιανὸς ἐς τοὺς αὐτῷ εἴκοντας γένοιτο, ἐγγύθεν σοι τὸ παράδειγμα παρ’ἡμῶντε αὐτῶν ἐστι καὶ τῶν ταλαιπώρων Λαζῶν ·
2.3.46εἰ δὲ, ὅπως ποτὲ εἴωθε τοῖςτε ἀγνῶσι καὶ οὐ δ’ὁτιοῦν ἠδικηκόσι χρῆσθαι, Βανδίλουςτε καὶ Γότθους καὶ Μαυρουσίους διαλογίζου.
2.3.47τότε δὴ κεφάλαιον οὔπω λέλεκται. οὐκ Ἀλαμούνδαρον μὲν ἐν σπονδαῖς τὸν σὸν, ὦ κράτιστε βασιλεῦ, δοῦλον ἀπάτῃτε περιελθεῖν καὶ βασιλείας ἀποστῆσαι τῆς σῆς ἔργον πεποίηται, Οὔννους δὲ τοὺς οὐδαμόθεν αὐτῷ γνωρίμους ἐπὶ τοῖς σοῖς ἔναγχος ἑταιρίζεσθαι πράγμασιν ἐν σπουδῇ ἔσχε; καίτοι πρᾶξις ἀτοπωτέρα ταύτης οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου.
2.3.48ἐπειδὴ γὰρ ᾔσθετο, οἶμαι, εἰς πέρας αὐτῷ ὅσον οὔπω ἀφίξεσθαι τὴν τῶν ἑσπερίων καταστροφὴν, τοὺς ἑῴους ἤδη μετελθεῖν ὑμᾶς ἐγκεχείρηκεν, ἐπεὶ καὶ μόνον ἀπολέλειπται αὐτῷ ἐς ἀγῶνα τὸ Περσῶν κράτος.
2.3.49ἡ μὲν οὖν εἰρήνη τὸ ἐκείνου μέρος ἤδη σοι λέλυται, καὶ σπονδαῖς αὐτὸς πέρας ταῖς ἀπεράντοις ἐπέθηκε.
2.3.50λύουσι γὰρ τὴν εἰρήνην οὐχ οἳ ἂν ἐν ὅπλοις γένοιντο πρῶτοι, ἀλλ’οἳ ἂν ἐπιβουλεύοντες ἐν σπονδαῖς τοῖς πέλας ἁλοῖεν.
2.3.51τὸ γὰρ ἔγκλημα τῷ ἐγκεχειρηκότι, κα- κἂν ἀπῇ τὸ κατορθοῦν, πέπρακται. ὅπη ποτὲ δὲ ὁ πόλεμος χωρήσει παντί που δῆλον. οὐ γὰρ οἱ τὰς αἰτίας τῷ πολέμῳ παρασχόμενοι, ἀλλ’οἱ τοὺς παρασχομένους αὐτὰς ἀμυνόμενοι, κρατεῖν ἀεὶ τῶν πολεμίων εἰώθασιν.
2.3.52οὐ μὴν οὐ δὲ ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. Ῥωμαίοις γὰρ τῶντε στρατιωτῶν πλείστους πρὸς ταῖς τῆς οἰκουμένης ἐσχατιαῖς ξυμβαίνει εἶναι καὶ δυοῖν στρατηγοῖν, οἵπερ αὐτοῖς ἄριστοι ἦσαν, τὸν ἕτερον μὲν Σίτταν κτείναντες ἥκομεν, Βελισάριον δὲ οὔποτε Ἰουστινιανὸς τὸ λοιπὸν ὄψεται. οὗπερ ἐκεῖνος ὀλιγωρήσας μεμένηκε πρὸς ταῖς ἡλίου δυσμαῖς, αὐτὸς ἔχων τὸ Ἰταλῶν κράτος.
2.3.53ὥστε σοι ἐπὶ τοὺς πολεμίους ἰόντι ἀπαντήσει τῶν πάντων οὐδεὶς, ἕξεις δὲ καὶ ἡμᾶς εὐνοίᾳτε, ὡς τὸ εἰκὸς, καὶ χωρίων ἐμπειρίᾳ πολλῇ τῷ σῷ στρατῷ ἐξηγουμένους.
2.3.54ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, ἥσθητε καὶ ξυγκαλέσας εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν ἐς πάντας ἐξήνεγκεν ἅτε Οὐίττιγις ἔγραψε καὶ ὅσα οἱ Ἀρμένιοι εἶπον, ἀμφίτε τῷ πρακτέῳ βουλὴν προὔθηκεν.
2.3.55ἔνθα δὴ ἐλέχθησαν μὲν γνῶμαι πολλαὶ ἐφ’ἑκάτερα φέρουσαι, τέλος δὲ πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι.
2.3.56ἦν γὰρ τοῦ ἔτους μετόπωρον, τρίτον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
2.3.57οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐ δὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷτε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν ταῦτα, ὧν ἄρτι ἐμνήσθην.
2.4.1τότε καὶ ὁ κομήτης ἀστὴρ ἐφάνη, τὰ μὲν πρῶτα ὅσον εὐμήκης ἀνὴρ μάλιστα, ὕστερον δὲ καὶ πολλῷ μείζων. καὶ αὐτοῦ τὸ μὲν πέρας πρὸς δύοντα ἥλιον, ἡ δὲ ἀρχὴ πρὸς ἀνίσχοντα ἦν, αὐτῷ δὲ τῷ ἡλίῳ ὄπισθεν εἵπετο.
2.4.2ὁ μὲν γὰρ ἐν αἰγοκέρῳ ἦν, αὐτὸς δὲ ἐν τοξότῃ. καὶ αὐτὸν οἱ μέν τινες ἐκάλουν ξιφίαν, ὅτι δὴ ἐπιμήκηςτε ἦν καὶ λίαν ὀξεῖαν τὴν ἀρχὴν εἶχεν, οἱ δὲ πωγωνίαν, ἡμέραςτε πλείους ἢ τεσσαράκοντα ἐφάνη.
2.4.3οἱ μὲν οὖν ταῦτα σοφοὶ ἀλλήλοις ὡς ἥκιστα ὁμολογοῦντες ἄλλος ἄλλα προὔλεγον πρὸς τούτου δὴ τοῦ ἀστέρος σημαίνεσθαι · ἐγὼ δὲ ὅσα γενέσθαι ξυνηνέχθη γράφων δίδωμι ἑκάστῳ τοῖς ἀποβεβηκόσι τεκμηριοῦσθαι ᾗ βούλοιτο.
2.4.4μέγα μὲν εὐθὺς στράτευμα Οὐννικὸν, διαβάντες ποταμὸν Ἴστρον, ξυμπάσῃ Εὐρώπῃ ἐπέσκηψαν, γεγονὸς μὲν πολλάκις ἤδη, τοσαῦτα δὲ τὸ πλῆθος κακὰ ἢ τοιαῦτα τὸ μέγεθος οὐκ ἐνεγκὸν πώποτε τοῖς ταύτῃ ἀνθρώποις. ἐκ κόλπου γὰρ τοῦ Ἰονίου οἱ βάρβαροι οὗτοι ἅπαντα ἐφεξῆς ἐληίσαντο μέχρι ἐς τὰ Βυζαντίων προάστεια.
2.4.5καὶ φρούρια μὲν δύο καὶ τριάκοντα ἐν Ἰλλυριοῖς εἷλον, πόλιν δὲ τὴν Κασσάνδρειαν κατεστρέψαντο βίᾳ (ἣν οἱ παλαιοὶ Ποτίδαιαν ἐκάλουν, ὅσα γε ἡμᾶς εἰδέναι) οὐ τειχομαχήσαντες πρότερον.
2.4.6καὶ τάτε χρήματα ἔχοντες αἰχμαλώτωντε μυριάδας δυοκαίδεκα ἀπαγόμενοι ἐπ’οἴκου ἅπαντες ἀνεχώρησαν, οὐδενὸς σφίσιν ἐναντιώματος ἀπαντήσαντος.
2.4.7χρόνῳτε τῷ ὑστέρῳ πολλάκις ἐνταῦθα γενόμενοι ἀνήκεστα ἐς Ῥωμαίους δεινὰ ἔδρασαν.
2.4.8οἳ δὴ καὶ ἐν Χερρονήσῳ τειχομαχήσαντες, βιασάμενοίτε τοὺς ἐκ τοῦ τείχους ἀμυνομένους καὶ διὰ τοῦ τῆς θαλάσσης ῥοθίου τὸν περίβολον ὑπερβάντες, ὃς πρὸς κόλπῳ τῷ μέλανι καλουμένῳ ἐστὶν, οὕτωτε ἐντὸς τῶν μακρῶν τειχῶν γεγενημένοι καὶ τοῖς ἐν Χερρονήσῳ Ῥωμαίοις ἀπροσδόκητοι ἐπιπεσόντες, ἔκτεινάντε πολλοὺς καὶ ἠνδραπόδισαν σχεδὸν ἅπαντας.
2.4.9ὀλίγοι δέ τινες καὶ διαβάντες τὸν μεταξὺ Σηστοῦτε καὶ Ἀβύδου πορθμὸν, ληισάμενοίτε τὰ ἐπὶ τῆς Ἀσίας χωρία καὶ αὖθις ἐς Χερρόνησον ἀναστρέψαντες ξὺν τῷ ἄλλῳ στρατῷ καὶ πάσῃ τῇ λείᾳ ἐπ’οἴκου ἀπεκομίσθησαν.
2.4.10ἐν ἑτέρᾳτε εἰσβολῇ τούςτε Ἰλλυριοὺς καὶ Θεσσαλοὺς ληισάμενοι τειχομαχεῖν μὲν ἐνεχείρησαν ἐν Θερμοπύλαις, τῶν δὲ ἐν τοῖς τείχεσι φρουρῶν καρτερώτατα ἀμυνομένων διερευνώμενοι τὰς περιόδους παρὰ δόξαν τὴν ἀτραπὸν εὗρον ἣ φέρει εἰς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει.
2.4.11οὕτωτε σχεδὸν ἅπαντας Ἕλληνας, πλὴν Πελοποννησίων, διεργασάμενοι ἀπεχώρησαν.
2.4.12Πέρσαι δὲ οὐ πολλῷ ὕστερον τὰς σπονδὰς λύσαντες ἔργα Ῥωμαίους τοὺς ἑῴους εἰργάσαντο ἅπερ ἐγὼ αὐτίκα δὴ μάλα δηλώσω.
2.4.13Βελισάριος ἐπεὶ τῶν Γότθωντε καὶ Ἰταλιωτῶν βασιλέα Οὐίττιγιν καθελὼν ζῶντα ἐς Βυζάντιον ἤνεγκεν. ὅπως δὲ ὁ Περσῶν στρατὸς ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλεν, ἐρῶν ἔρχομαι.
2.4.14ἡνίκα Χοσρόου πολεμησείοντος Ἰουστινιανὸς βασιλεὺς ᾔσθετο, παραίνεσίντε ποιεῖσθαί τινα καὶ τῆς ἐγχειρήσεως αὐτὸν ἀπαγαγεῖν ἤθελεν.
2.4.15ἐτύγχανε δέ τις ἐς Βυζάντιον ἥκων ἐκ Δάρας πόλεως, Ἀναστάσιος ὄνομα, δόξαν ἐπὶ ξυνέσει ἔχων, ὃς καὶ τὴν ἐν Δάρας ἔναγχος γενομένην τυραννίδα καταλελύκει.
2.4.16τοῦτον οὖν τὸν Ἀναστάσιον παρὰ Χοσρόην Ἰουστινιανὸς ἔπεμψε γράμματα γράψας ·
2.4.17ἐδήλου δὲ ἡ γραφὴ τάδε Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται πολέμου φυομένας αἰτίας, ἄλλωςτε καὶ πρὸς ἄνδρας τὰ μάλιστα φίλους, σθένει παντὶ ἀποτέμνεσθαι · ἀξυνέτων δὲ καὶ τὰ τοῦ θεοῦ σφίσιν αὐτοῖς ῥᾷστα ποιουμένων πολέμια μάχηςτε καὶ ταραχῆς ἀφορμὰς οὐδαμῆ οὔσας ἐπιτεχνᾶσθαι.
2.4.18εἰρήνην μὲν γὰρ καταλύσασιν ἐς πόλεμον ἰέναι οὐδὲν πρᾶγμά ἐστιν, ἐπεὶ τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα καὶ τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις εὔκολα τίθεσθαι ἡ τῶν πραγμάτων νενόμικε φύσις.
2.4.19πόλεμον δὲ κατὰ γνώμην διαθεμένοις αὖθις ἐπὶ τὴν εἰρήνην χωρεῖν ἀνθρώποις οἶμαι οὐ ῥᾴδιον εἶναι.
2.4.20καίτοι σὺ μὲν ἡμῖν γράμματα οὐκ ἐπίτηδες γεγραμμένα ἐπικαλεῖς, ταῦτάτε γνώμῃ αὐτονόμῳ τανῦν ἑρμηνεύειν ἐσπούδακας, οὐχ ᾗπερ ἡμεῖς διανοηθέντες γεγράφαμεν, ἀλλ’ᾗ σοι τὰ βεβουλευμένα ἐπιτελεῖν οὐκ ἄνευ τινὸς παραπετάσματος ἐφιεμένῳ ξυνοίσειν δοκεῖ.
2.4.21ἡμῖν δὲ πάρεστιν Ἀλαμούνδαρον δεικνύναι τὸν σὸν γῆν ἔναγχος καταδραμόντα τὴν ἡμετέραν ἔργα ἐν σπονδαῖς διαπεπρᾶχθαι ἀνήκεστα, χωρίων ἁλώσεις, χρημάτων ἁρπαγὰς, ἀνθρώπων φόνουςτε καὶ ἀνδραποδισμοὺς τοσούτων τὸ πλῆθος, ὑπὲρ ὧν σε οὐκ αἰτιᾶσθαι ἡμᾶς, ἀλλ’ἀπολογεῖσθαι δεήσει.
2.4.22τὰ γὰρ τῶν ἠδικηκότων ἐγκλήματα αἱ πράξεις, οὐχ αἱ διάνοιαι, δηλοῦσι τοῖς πέλας. ἀλλὰ καὶ τούτων τοιούτων ὄντων ἡμεῖς μὲν ἔχεσθαι καὶ ὣς τῆς εἰρήνης ἐγνώκαμεν, σὲ δὲ πολεμησείοντα ἐπὶ Ῥωμαίους ἀκούομεν ἀναπλάττειν αἰτίας οὐδαμόθεν ἡμῖν προσηκούσας.
2.4.23εἰκότως · οἱ μὲν γὰρ τὰ παρόντα περιστέλλειν ἐν σπουδῇ ἔχοντες καὶ σφόδρα ἐγκειμένας ἀποσείονται τὰς ἐπὶ τοὺς φίλους αἰτίας, οὓς δὲ ὁ τῆς φιλίας οὐκ ἀρέσκει θεσμὸς, καὶ τὰς οὐκ οὔσας ἐφίενται πορίζεσθαι σκήψεις.
2.4.24ἀλλὰ ταῦτα μὲν οὐ δὲ τοῖς τυχοῦσιν ἀνθρώποις, μή τί γε δὴ βασιλεῦσι, πρέπειν ἂν δόξειε.
2.4.25σὺ δὲ τούτων ἀφέμενος σκόπει μὲν τὸ μέτρον τῶν ἑκατέρωθεν κατὰ τὸν πόλεμον ἀπολουμένων καὶ τίς ἂν εἴη τῶν ξυμπεσουμένων τὴν αἰτίαν φέρεσθαι δίκαιος, λογίζου δὲ τοὺς ὅρκους, οὓς δὴ ὀμοσάμενόςτε καὶ τὰ χρήματα κομισάμενος, εἶτα ἀτιμάσας οὐ δέον τέχναις τισὶν ἢ σοφίσμασι παραγαγεῖν οὐκ ἂν δύναιο · τὸ γὰρ θεῖον κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε πρὸς πάντων ἀνθρώπων.
2.4.26ταῦτα ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε τὸν Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ’αὐτοῦ μένειν ἠνάγκαζεν.
2.5.1ἐπειδὴ δὲ ὁ μὲν χειμὼν ἤδη ὑπέληγε, τρίτον δὲ καὶ δέκατον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι, Χοσρόης ὁ Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἅμα ἦρι ἀρχομένῳ στρατῷ μεγάλῳ ἐσέβαλε, τήντε ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυεν. ᾔει δὲ οὐ κατὰ τὴν μέσην τῶν ποταμῶν χώραν, ἀλλὰ τὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων.
2.5.2ἔστι δὲ τοῦ ποταμοῦ ἐπὶ τα- θάτερα Ῥωμαίων φρούριον ἔσχατον, ὃ Κιρκήσιον ἐπικαλεῖται, ἐχυρὸν ἐς τὰ μάλιστα ὂν, ἐπεὶ Ἀβόρρας μὲν ποταμὸς μέγας ἐνταῦθα τὰς ἐκβολὰς ἔχων τῷ Εὐφράτῃ ἀναμίγνυται, τὸ δὲ φρούριον τοῦτο πρὸς αὐτῇ που τῇ γωνίᾳ κεῖται, ἣν δὴ τοῖν ποταμοῖν ἡ μίξις ποιεῖται.
2.5.3καὶ τεῖχος δὲ ἄλλο μακρὸν τοῦ φρουρίου ἐκτὸς χώραν τὴν μεταξὺ ποταμοῦ ἑκατέρου ἀπολαμβάνον τρίγωνον ἐνταῦθα ἀμφὶ τὸ Κιρκήσιον ἐπιτελεῖ σχῆμα.
2.5.4διὸ δὴ ὁ Χοσρόης οὔτε φρουρίου ἐθέλων οὕτω δὴ ἐχυροῦ ἀποπειρᾶσθαι οὔτε διαβαίνειν ποταμὸν Εὐφράτην διανοούμενος, ἀλλ’ἐπὶ Σύρουςτε καὶ Κίλικας ἰέναι, οὐδὲν διαμελλήσας, ἐπίπροσθεν τὸν στρατὸν ἤλαυνε, τριῶντε σχεδόν τι ὁδὸν ἡμερῶν εὐζώνῳ ἀνδρὶ παρὰ τοῦ Εὐφράτου τὴν ὄχθην ἀνύσας πόλει Ζηνοβίᾳ ἐπιτυγχάνει · ἣν ἡ Ζηνοβία ποτὲ δειμαμένη τὴν ἐπωνυμίαν τῇ πόλει, ὡς τὸ εἰκὸς, ἔδωκεν.
2.5.5ἦν δὲ ἡ Ζηνοβία Ὀδονάθου γυνὴ, τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος, οἳ Ῥωμαίοις ἔνσπονδοι ἐκ παλαιοῦ ἦσαν.
2.5.6οὗτος ὁ Ὀδονάθος ἀνεσώσατο Ῥωμαίοις τὴν ἑῴαν ἀρχὴν ὑπὸ Μήδοις γεγενημένην. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο.
2.5.7Χοσρόης δὲ τότε ἄγχιστά που τῆς Ζηνοβίας ἥκων, ἐπειδὴ τὸ χωρίον οὔτε ἀξιόλογον ἔμαθεν εἶναι καὶ τὴν χώραν κατενόησεν ἀοίκητόντε καὶ πάντων ἀγαθῶν ἔρημον οὖσαν, δείσας μή τίς οἱ χρόνος ἐνταῦθα τριβεὶς πράξεσι μεγάλαις ἐπ’οὐδενὶ ἔργῳ ἐμπόδιος εἴη, ἀπεπειράσατο μὲν ὁμολογίᾳ τὸ χωρίον ἑλεῖν. ὡς δὲ οὐδὲν προὐχώρει, πρόσω κατὰ τάχος τὸν στρατὸν ἤλαυνεν.
2.5.8ὁδόντε αὖθις τοσαύτην ἀνύσας ἀφίκετο ἐς πόλιν Σούρων, πρὸς τῷ Εὐφράτῃ ποταμῷ οὖσαν, ἧς δὴ ἀγχοτάτω γενόμενος ἔστη.
2.5.9ἐνταῦθα δὲ τῷ ἵππῳ ξυνέβη, ἐφ’οὗ ὁ Χοσρόης ἐκάθητο, χρεμετίσαιτε καὶ τῷ ποδὶ τὸ ἔδαφος κρούειν. ὃ δὴ οἱ μάγοι ξυμβαλόντες ἁλώσεσθαι τὸ χωρίον ἀπέφαινον.
2.5.10ὁ δὲ στρατοπεδευσάμενος ἐπὶ τὸν περίβολον ὡς τειχομαχήσων τὸ στράτευμα ἐπῆγεν.
2.5.11ἐτύγχανε δέ τις ὄνομα μὲν Ἀρσάκης, Ἀρμένιος δὲ γένος, τῶν ἐνταῦθα στρατιωτῶν ἄρχων, ὃς τοὺς στρατιώτας ἐς τὰς ἐπάλξεις ἀναβιβάσας, ἐνθένδετε μαχόμενος ἰσχυρότατα καὶ πολλοὺς τῶν πολεμίων κτείνας, τοξεύματι βληθεὶς ἐτελεύτησε.
2.5.12καὶ Πέρσαι μὲν τότε (ἦν γὰρ τῆς ἡμέρας ὀψὲ) ὡς αὖθις τῇ ὑστεραίᾳ τειχομαχήσοντες ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν, Ῥωμαῖοι δὲ ἀπογνόντες, ἅτε τετελευτηκότος σφίσι τοῦ ἄρχοντος, ἱκέται διενοοῦντο Χοσρόου γενέσθαι.
2.5.13τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸν τῆς πόλεως ἐπίσκοπον δεησόμενόντε καὶ τὸ χωρίον ἐξαιτησόμενον ἔπεμψαν, ὃς τῶν ὑπηρετῶν τινας ἐπαγόμενος, ὄρνιςτε φέροντας καὶ οἶνον καὶ καθαροὺς ἄρτους, παρὰ Χοσρόην ἀφίκετο, ἐς δὲ τὸ ἔδαφος καθῆκεν αὑτὸν καὶ δεδακρυμένος ἱκέτευε φείδεσθαι ἀνθρώπων οἰκτρῶν καὶ πόλεως Ῥωμαίοις μὲν ἀτιμοτάτης, Πέρσαις δὲ ἐν οὐδενὶ λόγῳ οὔτε τὰ πρότερα γεγενημένης οὔτε ὕστερόν ποτε ἐσομένης · λύτρατέ οἱ τοὺς Σουρηνοὺς δώσειν σφῶντε αὐτῶν καὶ πόλεως ἧσπερ οἰκοῦσιν ἐπαξίως ὑπέσχετο.
2.5.14Χοσρόης δὲ Σουρηνοῖς μὲν χαλεπῶς εἶχεν, ὅτι δὴ αὐτῷ πρῶτοι περιπεπτωκότες Ῥωμαίων ἁπάντων οὔτε τῇ πόλει ἐδέξαντο ἐθελούσιοι, ἀλλὰ καὶ ἀνταίρειν οἱ ὅπλα τολμήσαντες πολύν τινα δοκίμων Περσῶν ὅμιλον ἔκτειναν.
2.5.15τὴν μέντοι ὀργὴν οὐκ ἐξήνεγκεν, ἀλλ’ὑπὸ τῷ προσώπῳ ἀκριβῶς ἔκρυψεν, ὅπως τὴν κόλασιν ἐς Σουρηνοὺς ποιησάμενος φοβερόντε Ῥωμαίοις αὑτὸν καὶ ἄμαχόν τινα καταστήσηται. οὕτω γάρ οἱ προσχωρήσειν οὐδενὶ πόνῳ ὑπετόπαζε τοὺς ἐν ποσὶν ἀεὶ γενησομένους.
2.5.16διὸ δὴ ξύντε φιλοφροσύνῃ πολλῇ τὸν ἐπίσκοπον ἐξανέστησε, καὶ τὰ δῶρα δεξάμενος παρείχετό τινα δόκησιν ὡς ἀμφὶ τοῖς Σουρηνῶν λύτροις αὐτίκα κοινολογησόμενος Περσῶν τοῖς λογίμοις εὖ τὴν δέησιν διαθήσεται.
2.5.17οὕτωτε ξὺν τοῖς ἑπομένοις τὸν ἐπίσκοπον ἀπεπέμψατο, οὐδεμίαν τῆς ἐπιβουλῆς αἴσθησιν ἔχοντα, καί οἱ τῶν ἐν Πέρσαις δοκίμων τινὰς παραπομποὺς ἐσομένους δῆθεν τῷ λόγῳ ξυνέπεμψεν.
2.5.18οὓς δὴ λάθρα ἐκέλευε μὲν ἰέναι ξὺν αὐτῷ ἄχρι ἐς τὸ τεῖχος, παρηγοροῦντας καί τισιν ἀγαθαῖς ἐπαίροντας ἐλπίσιν, ὥστε αὐτὸν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας χαίροντάςτε καὶ οὐδὲν δεδιότας τοῖς ἔνδον ὀφθῆναι.
2.5.19ἐπειδὰν δὲ οἱ φύλακες ἀνακλίναντες τὴν πυλίδα τῇ πόλει αὐτοὺς δέχεσθαι μέλλωσι, λίθον τινὰ ἢ ξύλον τοῦτε οὐδοῦ καὶ τῆς θύρας μεταξὺ ῥίψαντας οὐ ξυγχωρεῖν ἐπιτίθεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοῖς ἐπιθεῖναι βουλομένοις χρόνον δή τινα ἐμποδὼν ἵστασθαι · οὐκ εἰς μακρὰν γὰρ αὐτοῖς τὸν στρατὸν ἕψεσθαι.
2.5.20ταῦτα τοῖς ἀνδράσιν ὁ Χοσρόης ἐντειλάμενος ἐν παρασκευῇ τὸν στρατὸν ἐποιεῖτο, δρόμῳτε χωρεῖν ἐπὶ τὴν πόλιν, ὅταν αὐτὸς σημήνῃ, ἐκέλευεν.
2.5.21ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένοντο, οἱ μὲν Πέρσαι τὸν ἐπίσκοπον ἀσπασάμενοι ἐκτὸς ἔμενον, οἱ δὲ Σουρηνοὶ περιχαρῆ γεγονότα τὸν ἄνδρα ὁρῶντες ξὺν τιμῇτε πολλῇ προπεμπόμενον πρὸς τῶν πολεμίων, ἀφροντιστήσαντες δυσκόλων ἁπάντων τήντε πυλίδα ὅλην ἀνέῳγον καὶ τὸν ἱερέα ξὺν τοῖς ἑπομένοις κροτοῦντέςτε καὶ πολλὰ εὐφημοῦντες ἐδέξαντο.
2.5.22ἐπείτε ἅπαντες εἴσω ἐγένοντο, τὴν μὲν πυλίδα ὡς ἐπιθήσοντες οἱ φύλακες ὤθουν, οἱ δὲ Πέρσαι λίθον, ὃς αὐτοῖς παρεσκεύαστο, ἐν μέσῳ ἐρρίπτουν.
2.5.23οἵτε φύλακες ἔτι μᾶλλον ὠθοῦντέςτε καὶ βιαζόμενοι ἐξικνεῖσθαι τῇ πυλίδι ἐς τὸν οὐδὸν οὐδαμῆ ἴσχυον.
2.5.24οὐ μὴν οὐ δὲ ἀνοιγνύναι αὐτὴν αὖθις ἐτόλμων, ἐπεὶ πρὸς τῶν πολεμίων αὐτὴν ἔχεσθαι ᾔσθοντο. τινὲς δὲ οὐ λίθον, ἀλλὰ ξύλον Πέρσας ἐς τὴν πυλίδα φασὶν ἐμβεβλῆσθαι.
2.5.25οὔπω δὲ Σουρηνῶν σχεδόν τι τῆς ἐπιβουλῆς ᾐσθημένων, παρῆντε τῷ παντὶ ὁ Χοσρόης στρατῷ καὶ τὴν πυλίδα οἱ βάρβαροι βιασάμενοι ἀνεπέτασαν, δι’ὀλίγουτε κατὰ κράτος ἥλω.
2.5.26εὐθὺς μὲν οὖν θυμῷ ὁ Χοσρόης ἐχόμενος τάςτε οἰκίας ἐληίσατο καὶ τῶν ἀνθρώπων πολλοὺς μὲν κτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἐν ἀνδραπόδων ποιησάμενος λόγῳ πυρπολήσαςτε ξύμπασαν τὴν πόλιν ἐς ἔδαφος καθεῖλεν.
2.5.27οὕτωτε τὸν Ἀναστάσιον ἀπεπέμψατο, Ἰουστινιανῷ βασιλεῖ ἀπαγγέλλειν κελεύσας ὅπῃ ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη.
2.5.28μετὰ δὲ, εἴτε φιλανθρωπίᾳ εἴτε φιλοχρηματίᾳ ἐχόμενος, ἢ γυναικὶ χαριζόμενος, ἣν δὴ ἐνθένδε δορυάλωτον ἐξελὼν, Εὐφημίαν ὄνομα, γυναῖκα γαμετὴν ἐποιήσατο, ἔρωτα ἐξαίσιον αὐτῆς ἐρασθεὶς (ἦν γὰρ τὴν ὄψιν εὐπρεπὴς μάλιστα) δρᾶν τι ἀγαθὸν ὁ Χοσρόης τοὺς Σουρηνοὺς ἔγνω.
2.5.29πέμψας οὖν ἐς Σεργιούπολιν, τὴν Ῥωμαίων κατήκοον, ἣ Σεργίου ἐπιφανοῦς ἁγίου ἐπώνυμός ἐστι, πόλεως τῆς ἁλούσης ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίοις διέχουσα, κειμένη δὲ αὐτῆς πρὸς ἄνεμον νότον ἐν τῷ βαρβαρικῷ καλουμένῳ πεδίῳ, Κάνδιδον τὸν ταύτῃ ἐπίσκοπον κεντηναρίοιν δυοῖν δισχιλίουςτε καὶ μυρίους ὄντας ὠνεῖσθαι τοὺς αἰχμαλώτους ἐκέλευεν.
2.5.30ὁ δὲ (χρήματα γάρ οἱ οὐκ ἔφασκεν εἶναι) τὴν πρᾶξιν ἄντικρυς ἀνεδύετο. διὸ δὴ αὐτὸν ὁ Χοσρόης ἠξίου ἐν βιβλιδίῳ τὴν ὁμολογίαν ἀφέντα τοῦ δώσειν χρόνῳ τῷ ὑστέρῳ τὰ χρήματα οὕτω δὴ ὀλίγων χρημάτων πρίασθαι ἀνδράποδα τοσαῦτα τὸ πλῆθος.
2.5.31Κάνδιδος δὲ κατὰ ταῦτα ἐποίει, καὶ τὸ μὲν χρυσίον ὡμολόγησεν ἐνιαυτοῦ δώσειν, ὅρκους δεινοτάτους ὀμωμοκὼς, ζημίαν δέ οἱ αὐτῷ διώρισε ταύτην, ἢν μὴ διδοίη χρόνῳ τῷ ξυγκειμένῳ τὰ χρήματα, διπλάσια μὲν αὐτὰ δώσειν, αὐτὸν δὲ ἱερέα μηκέτι εἶναι, ἅτε τὰ ὀμωμοσμένα ἠλογηκότα.
2.5.32ταῦτα Κάνδιδος ἐν γραμματείῳ γράψας τοὺς Σουρηνοὺς ἅπαντας ἔλαβεν.
2.5.33ὧν ὀλίγοι μέν τινες διεβίωσαν, οἱ δὲ πλεῖστοι ἀντέχειν τῇ ξυμπεσούσῃ ταλαιπωρίᾳ οὐχ οἷοίτε ὄντες ὀλίγῳ ὕστερον διεφθάρησαν. ταῦτα διαπεπραγμένος Χοσρόης πρόσω ἐπῆγε τὸ στράτευμα.
2.6.1ἐτύγχανε δὲ ὀλίγῳ ἔμπροσθεν βασιλεὺς ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα διελὼν δίχα, καὶ τὰ μὲν ἄχρι ἐς ποταμὸν Εὐφράτην ἐς τὸ Βελισαρίου ἀπολιπὼν ὄνομα, ὃς ξύμπασαν τὴν ἀρχὴν τὰ πρότερα εἶχε, τὰ δὲ ἐνθένδε μέχρι τῶν Περσικῶν ὁρίων τῷ Βούζῃ ἐπιτρέψας, ὃν δὴ ἁπάσης ἐπιμέλεσθαι τῆς ἑῴας ἀρχῆς, ἕως Βελισάριος ἐξ Ἰταλίας ἐπανήκοι, ἐκέλευε.
2.6.2διὸ δὴ ὁ Βούζης ἅπαντα τὸν στρατὸν ἑπόμενον ἔχων τὰ μὲν πρῶτα ἐπὶ τῆς Ἱεραπόλεως ἔμενεν · ἐπεὶ δὲ τὰ ξυμπεσόντα Σουρηνοῖς ἔμαθε, ξυγκαλέσας τοὺς Ἱεραπολιτῶν πρώτους ἔλεξε τοιάδε Οἷς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως πρὸς τοὺς ἐπιόντας ὁ ἀγών ἐστιν, ἐς χεῖρας τοῖς πολεμίοις ἐκ τοῦ εὐθέος καθίστασθαι οὐδὲν ἀπεικὸς, οἷς δὲ τῶν ἐναντίων πολλῷ τῷ διαλλάσσοντι καταδεεστέροις ξυμβαίνει εἶναι, μηχαναῖς τισι τοὺς πολεμίους περιελθεῖν μᾶλλον ξυνοίσει ἢ ἐκ τοῦ ἐμφανοῦς ἀντιτασσομένοις ἐς κίνδυνόν τινα προὖπτον ἰέναι.
2.6.4ἡλίκος μὲν οὖν ἐστιν ὁ Χοσρόου στρατὸς ἀκούετε δήπου. ἢν δὲ αὐτὸς μὲν πολιορκίᾳ ἡμᾶς ἐξελεῖν βούληται, ἡμεῖς δὲ ἀπὸ τοῦ τείχους τὸν πόλεμον διενέγκωμεν, ἡμᾶς μὲν τὰ ἐπιτήδεια ἐπιλείψειν εἰκὸς, Πέρσας δὲ ἅπαντα ἐκ τῆς ἡμετέρας, οὐδενὸς ἀντιστατοῦντος, κομίζεσθαι.
2.6.5ταύτῃτε τῆς πολιορκίας μηκυνομένης οὐ δὲ ἀρκέσειν τὸν περίβολον ταῖς τῶν πολεμίων ἐπιβουλαῖς οἶμαι, ὃν δὴ ἐπιμαχώτατον πολλαχόσε τετύχηκεν εἶναι, καί τι Ῥωμαίοις τῶν ἀνηκέστων ξυμβήσεσθαι.
2.6.6ἢν δέ γε μοίρᾳ μέν τινι τοῦ στρατοῦ τὸ τῆς πόλεως φυλάξωμεν τεῖχος, οἱ δὲ λοιποὶ τὰς ἀμφὶ τὴν πόλιν ὑπωρείας καταλάβωσιν, ἐνθένδε καταθέοντες πὴ μὲν τὸ τῶν ἐναντίων στρατόπεδον, πὴ δὲ τοὺς τῶν ἐπιτηδείων ἕνεκα στελλομένους, ἀναγκάσουσι Χοσρόην αὐτίκα δὴ μάλα λύσαντα τὴν προσεδρείαν, τὴν ἀναχώρησιν δι’ὀλίγου ποιήσασθαι, οὔτε τὰς προσβολὰς ἀδεέστερον ἐπάγειν τῷ περιβόλῳ παντελῶς ἔχοντα οὔτε τι τῶν ἀναγκαίων στρατῷ τοσούτῳ πορίζεσθαι.
2.6.7τοσαῦτα ὁ Βούζης εἰπὼν λέγειν μὲν τὰ ξύμφορα ἔδοξεν, ἔπραξε δὲ τῶν δεόντων οὐδέν. ἀπολέξας γὰρ εἴ τι ἐν τῷ Ῥωμαίων στρατῷ δόκιμον ἦν, ἀπιὼν ᾤχετο.
2.6.8καὶ ὅποι ποτὲ γῆς ἐτύγχανεν οὔτε τις τῶν ἐν Ἱεραπόλει Ῥωμαίων οὔτε ὁ τῶν πολεμίων στρατὸς μαθεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
2.6.9βασιλεὺς δὲ Ἰουστινιανὸς πυθόμενος τὴν Περσῶν ἔφοδον Γερμανὸν μὲν εὐθὺς τὸν ἀνεψιὸν τὸν αὑτοῦ ξὺν θορύβῳ πολλῷ τριακοσίους ἑπομένους ἔχοντα ἔπεμψε, στρατὸν δέ οἱ οὐκ ἐς μακρὰν ὑπέσχετο πολὺν ἕψεσθαι.
2.6.10ἔςτε Ἀντιόχειαν ὁ Γερμανὸς ἀφικόμενος περιῆλθε τὸν περίβολον ἅπαντα κύκλῳ, καὶ αὐτοῦ ἐχυρὰ μὲν ὄντα τὰ πολλὰ ηὕρισκε (τάτε γὰρ ἐν τῷ ὁμαλεῖ ποταμὸς Ὀρόντης παραρρεῖ ξύμπαντα τοῖς ἐπιοῦσιν ἄπορα ἐργαζόμενος καὶ τὰ ἐν τῷ ἀνάντει χωρίοις κρημνώδεσιν ἀνεχόμενα ἐσβατὰ τοῖς πολεμίοις ὡς ἥκιστα ἦν), ἐν δὲ τῇ ἄκρᾳ γενόμενος, ἣν δὴ Ὀροκασιάδα καλεῖν οἱ ταύτῃ ἄνθρωποι νενομίκασιν, ἐπιμαχώτατον κατενόησεν ὂν τὸ κατ’αὐτὴν τεῖχος.
2.6.11πέτρα γὰρ τυγχάνει τις ἐνταῦθά πη οὖσα, εὔρους μὲν ἐπὶ πλεῖστον ἱκανῶς ἔχουσα, ὕψος δὲ ὀλίγῳ τοῦ περιβόλου ἐλασσουμένη.
2.6.12ἐκέλευεν οὖν ἢ τὴν πέτραν ἀποτεμνομένους βαθύν τινα βόθρον ἀμφὶ τὸ τεῖχος ἐργάζεσθαι, μή τις ἐνθένδε ἀναβησόμενος ἐπὶ τὸν περίβολον ἴοι, ἢ πύργον μέγαν τινὰ δειμαμένους ἐνταῦθα τὴν ἀπ’αὐτοῦ οἰκοδομίαν ἐνάψαι τῷ τῆς πόλεως τείχει.
2.6.13ἀλλὰ τοῖς τῶν οἰκοδομιῶν ἀρχιτέκτοσι ποιητέα τούτων ἐδόκει οὐδέτερα εἶναι. οὔτε γὰρ ἐν χρόνῳ βραχεῖ ἐπιτελῆ ἔσεσθαι οὕτως ἐγκειμένης τῆς τῶν πολεμίων ἐφόδου, ἀρχόμενοίτε τοῦ ἔργου τούτου καὶ οὐκ ἐς πέρας αὐτοῦ ἐξικνούμενοι οὐκ ἄλλο οὐδὲν ἢ τοῖς πολεμίοις ἐνδείξονται ὅπη ποτὲ τοῦ τείχους σφίσι πολεμητέα εἴη.
2.6.14Γερμανὸς δὲ ταύτης δὴ τῆς ἐννοίας σφαλεὶς τὰ μὲν πρῶτα στρατὸν ἐκ Βυζαντίου καραδοκῶν ἐλπίδα τινὰ ἐπ’αὐτῷ εἶχεν.
2.6.15ἐπεὶ δὲ χρόνου τριβέντος συχνοῦ οὔτε τις ἐκ βασιλέως στρατὸς ἀφίκετο οὔτε ὅτι ἀφίξεται ἐπίδοξος ἦν, ἐς δέος ἦλθε μὴ ὁ Χοσρόης πυθόμενος βασιλέως ἀνεψιὸν ἐνταῦθα εἶναι, προυργιαίτερον ἄλλου ὁτουοῦν ποιήσηται Ἀντιόχειάντε καὶ αὐτὸν ἐξελεῖν, καὶ ἀπ’αὐτοῦ τῶν ἄλλων ἁπάντων ἀφέμενος παντὶ τῷ στρατῷ ἐπ’αὐτὴν ἴοι.
2.6.16ταῦτα καὶ Ἀντιοχεῦσιν ἐν νῷ ἔχουσι βουλήντε ὑπὲρ τούτων πεποιημένοις ξυμφορώτατον ἔδοξεν εἶναι χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν.
2.6.17μέγαν τοίνυν, τὸν Βεροίας ἐπίσκοπον, ἄνδρα ξυνετὸν (ἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότε) Χοσρόου δεησόμενον πέμπουσιν, ὃς δὴ ἐνθένδε σταλεὶς καταλαμβάνει τὸν Μήδων στρατὸν Ἱεραπόλεως οὐ μακρὰν ἄποθεν.
2.6.18Χοσρόῃτε ἐς ὄψιν ἥκων πολλὰ ἐλιπάρει ἀνθρώπους οἰκτεῖραι, οἳ οὔτε τι ἐς αὐτὸν ἥμαρτον οὔτε τῇ Περσῶν στρατιᾷ οἷοίτε ἀντιτείνειν εἰσί.
2.6.19πρέπειν γὰρ ἀνδρὶ βασιλεῖ πάντων ἥκιστα τοῖς ὑποχωροῦσι καὶ οὐδαμῆ ἐθέλουσιν ἀντιτάσσεσθαι ἐπεμβαίνειντε καὶ βιάζεσθαι, ἐπεὶ οὐ δὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐ δὲ γενναῖον αὐτῷ ἐργασθείη, ὅτι δὴ οὐ παρασχόμενος τῷ Ῥωμαίων βασιλεῖ βουλῆς τινα χρόνον, ὥστε ἢ τὴν εἰρήνην κρατύνασθαι, ὅπη ἂν ἑκατέρῳ δοκοίη, ἢ τὰ ἐς τὸν πόλεμον ἐκ συνθήκης, ὡς τὸ εἰκὸς, ἐξαρτύεσθαι, ἀλλ’οὕτως ἀνεπισκέπτως ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἔλθοι, οὔπω τοῦ σφετέρου βασιλέως ἐπισταμένου τὰ παρόντα σφίσι.
2.6.20ταῦτα ὁ Χοσρόης ἀκούσας λόγῳ ξυνετῷ τὸν τρόπον ῥυθμίζεσθαι ὑπὸ ἀμαθίας οὐδαμῶς ἴσχυσεν, ἀλλ’ἔτι μᾶλλον τὴν διάνοιαν ἢ πρότερον ἤρθη.
2.6.21Σύρουςτε οὖν ἠπείλησε καταστρέψασθαι καὶ Κίλικας πάντας, καί οἱ τὸν Μέγαν ἕπεσθαι κελεύσας ἐς τὴν Ἱεράπολιν ἐπῆγε τὸ στράτευμα.
2.6.22οὗ δὴ ἀφικόμενόςτε καὶ ἐνστρατοπεδευσάμενος, ἐπειδὴ τόντε περίβολον ὀχυρὸν ὄντα εἶδε καὶ στρατιωτῶν ἔμαθε φυλακτήριον διαρκῶς ἔχειν, χρήματα τοὺς Ἱεραπολίτας ᾔτει, Παῦλον ἑρμηνέα παρ’αὐτοὺς πέμψας.
2.6.23ὁ δὲ Παῦλος οὗτος ἐτέθραπτότε ἐν γῇ τῇ Ῥωμαίων καὶ εἰς γραμματιστοῦ παρὰ Ἀντιοχεῦσιν ἐφοίτησεν, ἐλέγετο δὲ καὶ Ῥωμαῖος γένος τὸ ἐξ ἀρχῆς εἶναι.
2.6.24οἱ δὲ μάλιστα μὲν καὶ ὣς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλὴν μέχρι ἐς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, ἔπειτα δὲ καὶ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντες, ὡμολόγησαν ἀργύρου σταθμὰ δισχίλια δώσειν.
2.6.25τότε δὴ Μέγας, ὑπὲρ τῶν ἑῴων ἁπάντων Χοσρόην ἱκετεύων οὐκέτι ἀνίει, ἕως αὐτῷ ὁ Χοσρόης ὡμολόγησε δέκατε χρυσοῦ κεντηνάρια λήψεσθαι καὶ πάσης ἀπαλλαγήσεσθαι τῆς Ῥωμαίων ἀρχῆς.
2.7.1οὕτω μὲν οὖν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε Μέγας ἐνθένδε ἀπαλλαγεὶς τὴν ἐπὶ τοὺς Ἀντιοχέας ἤλαυνε καὶ ὁ Χοσρόης τὰ λύτρα λαβὼν ἐς Βέροιαν ᾔει.
2.7.2Βέροια δὲ Ἀντιοχείας μὲν καὶ Ἱεραπόλεως μεταξὺ κεῖται, δυοῖν δὲ ἡμερῶν ὁδῷ εὐζώνῳ ἀνδρὶ ἑκατέρας διέχει.
2.7.3ὁ μὲν οὖν Μέγας ἅτε ξὺν ὀλίγοις τισὶ πορευόμενος ὀξύτερον ᾔει, ὁ δὲ Περσῶν στρατὸς μοῖραν ἀεὶ τὴν ἡμίσειαν τῆς ὁδοῦ ἤνυε.
2.7.4τετάρτῃ δὲ ἡμέρᾳ ὁ μὲν ἐς Ἀντιόχειαν, οἱ δὲ ἐς τὸ Βεροίας προάστειον ἦλθον.
2.7.5καὶ χρήματα Χοσρόης τοὺς Βεροιαίους τὸν Παῦλον στείλας εὐθὺς ἔπραττεν, οὐχ ὅσα πρὸς τῶν Ἱεραπολιτῶν ἔλαβε μόνον, ἀλλὰ καὶ τούτων διπλάσια, ἐπεὶ τὸ τεῖχος αὐτοῖς ἐπιμαχώτατον ὂν πολλαχῆ εἶδε.
2.7.6Βεροιαῖοι δὲ (θαρρεῖν γὰρ ἐπὶ τῷ περιβόλῳ οὐδαμῆ εἶχον) ξὺν προθυμίᾳ μὲν ὑπεδέξαντο ἅπαντα δώσειν, δισχίλια δὲ δόντες ἀργύρου σταθμὰ, τὰ λειπόμενα διδόναι οὐκ ἔφασαν οἷοίτε εἶναι.
2.7.7ἐγκειμένουτε σφίσι διὰ ταῦτα Χοσρόου, νυκτὸς ἐπιλαβούσης ἐς τὸ φρούριον ἅπαντες, ὃ ἐν τῇ ἀκροπόλει ἐστὶ, κατέφυγον ξὺν τοῖς ἄλλοις στρατιώταις, οἳ δὴ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο.
2.7.8τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἐστέλλοντο μὲν πρὸς Χοσρόου ἐς τὴν πόλιν τινὲς ἐφ’ᾧ τὰ χρήματα λήψονται, οἱ δὲ ἄγχιστά πη τοῦ περιβόλου γενόμενοι κεκλεισμένας μὲν τὰς πύλας ἁπάσας εὗρον, ἀνθρώπων δὲ οὐδενὶ ἐντυχεῖν ἔχοντες τῷ βασιλεῖ τὰ παρόντα σφίσιν ἐσήγγελλον.
2.7.9καὶ ὃς τῷ τείχει κλίμακας ἐπιθέντας ἀποπειρᾶσθαι τῆς ἀνόδου ἐκέλευεν, οἱ δὲ κατὰ ταῦτα ἐποίουν.
2.7.10οὐδενόςτε σφίσιν ἀντιστατοῦντος, ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰς μὲν πύλας κατ’ἐξουσίαν ἀνέῳγον, ἐδέχοντο δὲ τῇ πόλει τόντε στρατὸν ἅπαντα καὶ Χοσρόην αὐτόν.
2.7.11θυμῷτε πολλῷ ὁ βασιλεὺς ἤδη ἐχόμενος τὴν πόλιν ὀλίγου δέοντος ἐνέπρησε πᾶσαν. ἐς δὲ τὴν ἀκρόπολιν ἀναβὰς ἐπὶ τὸ φρούριον τειχομαχεῖν ἔγνω.
2.7.12ἐνταῦθα οἱ μὲν Ῥωμαίων στρατιῶται καρτερῶς ἀμυνόμενοι τῶν πολεμίων τινὰς ἔκτεινον, τῷ δὲ Χοσρόῃ εὐτύχημα μέγα τῷ τῶν πολιορκουμένων ἀξυνέτῳ γενέσθαι ξυνέβη, οἳ δὴ οὐ μόνοι ἐς τὸ φρούριον τοῦτο, ἀλλὰ ξύντε τοῖς ἵπποις καὶ ζῴοις τοῖς ἄλλοις κατέφυγον, ταύτῃτε τῇ σμικρολογίᾳ καταστρατηγηθέντες ἐς κίνδυνον ἦλθον.
2.7.13μιᾶς γὰρ οὔσης ἐνταῦθα πηγῆς, ἵππωντε καὶ ἡμιόνων καὶ ζῴων ἑτέρων οὐ δέον αὐτὴν ἐκπεπωκότων, ἀποξηρανθῆναι ξυνέβη τὸ ὕδωρ. Βεροιαίοις μὲν τὰ πράγματα ὧδέ πη εἶχεν.
2.7.14ὁ δὲ Μέγας εἰς Ἀντιόχειαν ἀφικόμενος ἀγγείλαςτε ὅσα οἱ πρὸς Χοσρόην ξυνέκειτο, ἔργῳ ταῦτα ἐπιτελεῖν οὐδαμῆ ἔπειθεν.
2.7.15ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς Ἰωάννηντε τὸν Ῥουφίνου καὶ Ἰουλιανὸν τὸν τῶν ἀπορρήτων γραμματέα πρέσβεις παρὰ Χοσρόην στείλας. ἀσηκρήτις καλοῦσι τὸ ἀξίωμα τοῦτο Ῥωμαῖοι · σήκρητα γὰρ καλεῖν τὰ ἀπόρρητα νενομίκασιν.
2.7.16οἳ δὴ ἐς Ἀντιόχειαν ἀφικόμενοι ἔμενον. Ἰουλιανόςτε, τῶν πρέσβεων ἅτερος, διαρρήδην ἀπεῖπεν ἅπασι χρήματα μὴ διδόναι τοῖς πολεμίοις, μη δὲ τὰς βασιλέως ὠνεῖσθαι πόλεις, ἀλλὰ καὶ τῷ Γερμανῷ διέβαλλε τὸν ἀρχιερέα Ἐφραίμιον, ἅτε τῷ Χοσρόῃ ἐνδοῦναι τὴν πόλιν ἐν σπουδῇ ἔχοντα.
2.7.17διὸ δὴ Μέγας ἄπρακτος ἀνεχώρησεν. Ἐφραίμιος δὲ, ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος, δείσας τὴν Περσῶν ἔφοδον ἐς Κίλικας ἦλθεν.
2.7.18οὗ δὴ καὶ Γερμανὸς ἀφίκετο οὐ πολλῷ ὕστερον, ὀλίγους μέν τινας ἐπαγόμενος, τοὺς δὲ πλείστους ἐνταῦθα ἐάσας.
2.7.19μέγας δὲ κατὰ τάχος ἐς Βέροιαν ἥκων περιώδυνόςτε τοῖς ξυμπεσοῦσι γενόμενος ᾐτιᾶτο Χοσρόην εἰργάσθαι Βεροιαίους ἀνόσια ἔργα, ὅτι δὴ αὐτὸν μὲν ἐς Ἀντιόχειαν ὡς ἐπὶ ταῖς σπονδαῖς στείλειε, τῶν δὲ πολιτῶν οὐδὲν τὸ παράπαν ἠδικηκότων τάτε χρήματα ἐληίσατο καὶ ἠνάγκασε σφᾶς αὐτοὺς ἐν τούτῳ δὴ τῷ φρουρίῳ καθεῖρξαι, οὕτωτε τὴν πόλιν ἐμπρήσας ἐς τὸ ἔδαφος οὐ δέον καθεῖλε.
2.7.20πρὸς ταῦτα ὁ Χοσρόης ἀπεκρίνατο ὧδε Τούτων μέντοι, ὦ ἑταῖρε, αὐτὸς αἴτιος, ἐνταῦθα ἀναγκάσας ἡμᾶς διατρῖψαι · οὐ γὰρ ἐν τῷ τεταγμένῳ καιρῷ, ἀλλὰ κατὰ πολὺ τούτου γε ὑστερήσας τανῦν ἀφῖξαι.
2.7.21τῶν δὲ σῶν πολιτῶν τὴν ἀτοπίαν τί ἄν τις ἐπὶ πλεῖστον, ὦ βέλτιστε, μακρολογοίη; οἵ γε τακτὸν ἡμῖν ὡμολογηκότες ἀργύριον δώσειν ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας, οὔπω καὶ νῦν ἐπιτελεῖν οἴονται δεῖν τὰ ξυγκείμενα, ἀλλ’ἀνέδην οὕτω χωρίου ἰσχύϊ θαρσήσαντες περιορῶσιν ἡμᾶς ὡς μάλιστα ἠναγκασμένους ἐς φρουρίου πολιορκίαν, ὡς ὁρᾷς δήπου, καθίστασθαι.
2.7.22οὕς γε δὴ ἔγωγε ξὺν θεοῖς ἐλπίδα ἔχω ὀλίγῳ ὕστερον τίσασθαι, καὶ Περσῶν τῶν μοι οὐ δέον πρὸ τοῦδε τοῦ τείχους ἀπολωλότων τὴν κόλασιν ἐς τοὺς αἰτίους ἐπιτελέσειν.
2.7.23ὁ μὲν Χοσρόης τοσαῦτα εἶπεν, ὁ Μέγας δὲ ἀμείβεται ὧδε Εἰ μὲν, ὅτι βασιλεὺς ἀνθρώποις οἰκτροῖςτε καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖς, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδὲν ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν · τῇ γὰρ ἐξουσίᾳ τῇ ἄλλῃ καὶ τὸ τῷ λόγῳ κρατεῖν ἕπεσθαι πέφυκεν.
2.7.24ἢν δέ τῳ ἐξῇ τα- τἄλλα ἀποσεισαμένῳ τὸν ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, δικαίως ἐπικαλεῖν ἔχοις · ὅπως δὲ ἅπαντα ἀκούσῃ πρᾴως.
2.7.25ἐγὼ μὲν γὰρ, ἐπειδὴ ἅπερ Ἀντιοχεῦσιν ἐπήγγελλες, δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν ἥκων (οὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον,) ταῦτά σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον.
2.7.26οἱ δὲ δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς τὸν περὶ ψυχῆς ἀγῶνα καθίστανται μόνον, κρείσσους, οἶμαι, γεγενημένοι ἤ σοί τι τὸ λοιπὸν τῶν χρημάτων εἰσφέρειν.
2.7.27τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο.
2.7.28πάλαι δὲ τοῖς ἀνθρώποις εὖτε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα · ἐν οἷς καὶ τόδε ἐστὶν, ἀγνωμοσύνης κεχωρίσθαι ἀσθένειαν.
2.7.29ἡ μὲν γὰρ τρόπου ἀκολασίᾳ ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι, ὡς τὸ εἰκὸς, εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς τα- ταὐτὸ τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν.
2.7.30ἔασον τοίνυν ἡμᾶς ἅπαντα, ὦ βασιλεῦ, κληρωσαμένους τὰ χείριστα τοῦτο γοῦν φέρεσθαι παραμύθιον, τὸ μὴ δοκεῖν τῶν ξυμπεπτωκότων ἡμῖν αὐτοὺς αἰτίους γενέσθαι.
2.7.31καὶ χρήματα μέν σοι, ὅσα λαβὼν ἔχεις, διαρκεῖν οἴου, μὴ τῷ σῷ ταῦτα σταθμώνενος ἀξιώματι, ἀλλὰ τὴν Βεροιαίων σκοπῶν δύναμιν.
2.7.32περαιτέρω δὲ ἡμᾶς βιάζου μηδὲν, μή ποτε δόξῃς οἷς ἐγκεχείρηκας ἀδύνατος εἶναι · τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ τετίμηται · τὸ δὲ μὴ τοῖς ἀδυνάτοις ἐγχειρεῖν κράτιστον.
2.7.33ταῦτα μὲν οὖν μοι ἀπολελογήσθω ἐν τῷ παραυτίκα ὑπὲρ ἀνδρῶν τῶνδε. ἢν δέ γε τοῖς ταλαιπώροις ξυγγενέσθαι δυνατὸς εἴην, ἔχοιμι ἄν τι καὶ ἄλλο τῶν νῦν με λεληθότων εἰπεῖν.
2.7.34τοσαῦτα τὸν Μέγαν εἰπόντα ὁ Χοσρόης ἐς τὴν ἀκρόπολιν ἀφῆκεν ἰέναι. ὃς δὴ ἐνταῦθα γενόμενος καὶ τὰ ξυμπεσόντα ἀμφὶ τῇ πηγῇ μαθὼν ἅπαντα, δεδακρυμένοςτε παρὰ Χοσρόην αὖθις ἀφίκετο καὶ πρηνὴς κείμενος οὐδὲν μὲν Βεροιαίοις ἰσχυρίζετο ἀπολελεῖφθαι τῶν πάντων χρημάτων, μόνα δέ οἱ τῶν ἀνθρώπων ἱκέτευε χαριεῖσθαι τὰ σώματα.
2.7.35ταῖςτε τοῦ ἀνδρὸς ὀλοφύρσεσιν ὁ Χοσρόης ἠγμένος τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο, καὶ διομοσάμενος ἅπασι τοῖς ἐν ἀκροπόλει τὰ πιστὰ ἔδωκε.
2.7.36Βεροιαῖοι δὲ παρὰ τοσοῦτον κινδύνου ἐλθόντες ἀπέλιπόντε τὴν ἀκρόπολιν ἀπαθεῖς κακῶν καὶ ἀπιόντες ᾤχοντο ὡς ἕκαστός πη ἐβούλετο.
2.7.37τῶν δὲ στρατιωτῶν ὀλίγοι μὲν αὐτοῖς τινες εἵποντο, οἱ δὲ πλεῖστοι ἐθελούσιοι παρὰ Χοσρόην αὐτόμολοι ἦλθον, ἐπικαλοῦντες ὅτι δὴ τὰς συντάξεις χρόνου μακροῦ σφίσι τὸ δημόσιον ὦφλε, καὶ ξὺν αὐτῷ ὕστερον ἐς τὰ Περσῶν ἤθη ἐχώρησαν.
2.8.1Χοσρόης δὲ (καὶ γάρ οἱ Μέγας χρήματα ἔφασκεν οὐδαμῆ πεπεικέναι Ἀντιοχέας φέρειν) παντὶ τῷ στρατῷ ἐπ’αὐτοὺς ᾔει.
2.8.2Ἀντιοχέων δέ τινες μὲν ἐνθένδε ξὺν τοῖς χρήμασιν ἐξαναστάντες ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. τα- ταὐτὸ δὲ τοῦτο διενοοῦντο καὶ οἱ λοιποὶ ξύμπαντες, εἰ μὴ μεταξὺ ἥκοντες οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, Θεόκτιστόςτε καὶ Μολάτζης, ξὺν ἑξακισχιλίοις ἀνδράσιν ἐλπίσιτε αὐτοὺς ἐπιρρώσαντες διεκώλυσαν.
2.8.3οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ τὸ Περσῶν στράτευμα ἦλθεν. ἐνταῦθάτε διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες πρόςτε Ὀρόντῃ τῷ ποταμῷ καὶ αὐτοῦ οὐ πολλῷ ἄποθεν.
2.8.4Χοσρόηςτε Παῦλον παρὰ τὸν περίβολον στείλας τοὺς Ἀντιοχέας χρήματα ᾔτει, δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι ἐνθένδε, ἔνδηλόςτε ἦν καὶ τούτων ἐλάσσω ἐπὶ τῇ ἀναχωρήσει ληψόμενος.
2.8.5καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσρόην οἱ πρέσβεις, εἰπόντεςτε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες ἀνεχώρησαν.
2.8.6τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῶν Ἀντιοχέων ὁ δῆμος (εἰσὶ γὰρ οὐ κατεσπουδασμένοι, ἀλλὰ γελοίοιςτε καὶ ἀταξίᾳ ἱκανῶς ἔχονται) πολλὰ ἐς τὸν Χοσρόην ὕβριζόντε ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθαζον ·
2.8.7καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντάτε χρημάτων ὀλίγων σφᾶςτε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι, ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω.
2.8.8τῇ οὖν ὑστεραίᾳ ἐπαγαγὼν ἅπαντας Πέρσας ἐπὶ τὸ τεῖχος ἄλλους μὲν ἄλλῃ προσβάλλειν τοῦ ποταμοῦ ἐκέλευεν, αὐτὸς δὲ τοὺς πλείστουςτε καὶ ἀρίστους ἔχων κατὰ τὴν ἄκραν προσέβαλλε. ταύτῃ γὰρ, ὥς μοι ἔμπροσθεν ἐρρήθη, ἐπιμαχώτατος ὁ περίβολος ἦν.
2.8.9ἐνταῦθα Ῥωμαῖοι (στενοτάτη γὰρ ἡ οἰκοδομία ἐτύγχανεν οὖσα, ἐφ’ἧς ἱστάμενοι πολεμεῖν ἔμελλον) ἐπενόησαν τάδε. δοκοὺς μακρὰς ἐς ἀλλήλους ξυνδέοντες μεταξὺ τῶν πύργων ἐκρέμων, οὕτωτε πολλῷ εὐρυτέρας δὴ ταύτας τὰς χώρας ἐποίουν, ὅπως ἔτι πλείους ἐνθένδε ἀμύνεσθαι τοὺς τειχομαχοῦντας οἷοίτε ὦσιν.
2.8.10οἱ μὲν οὖν Πέρσαι ἰσχυρότατα ἐγκείμενοι πανταχόθεν τὰ τοξεύματα συχνὰ ἔπεμπον, ἄλλωςτε καὶ κατὰ τὴν τῆς ἄκρας ὑπερβολήν.
2.8.11οἱ δὲ Ῥωμαῖοι ἠμύνοντο δυνάμει πάσῃ, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τοῦ δήμου εὐτολμότατοι νεανίαι πολλοί.
2.8.12ἐδόκουν δὲ οἱ τειχομαχοῦντες ἐνταῦθα ἐς τὴν μάχην ἐκ τοῦ ἀντιπάλου τοῖς πολεμίοις καθίστασθαι. ἡ γὰρ πέτρα, εὐρεῖά τις καὶ ὑψηλὴ οὖσα καὶ ὥσπερ ἀντιτεταγμένη τῷ περιβόλῳ καθάπερ ἐφ’ὁμαλοῦ εἶναι τὴν ξυμβολὴν ἐποίει.
2.8.13καὶ εἰ μέν τις ἐθάρσησε τοῦ Ῥωμαίων στρατοῦ ξὺν τριακοσίοις ἔξωτε γενέσθαι τοῦ περιβόλου καὶ τὴν πέτραν ἐκείνην προτερήσας καταλαβεῖν ἐνθένδετε τοὺς ἐπιόντας ἀμύνασθαι, οὐκ ἄν ποτε, οἶμαι, πρὸς τῶν πολεμίων ἐς κίνδυνόν τινα ἡ πόλις ἦλθεν.
2.8.14οὐ γὰρ εἶχον ὅθεν ὁρμώμενοι τειχομαχοῖεν οἱ βάρβαροι, κατὰ κορυφὴν ἔκτε τῆς πέτρας καὶ ἀπὸ τοῦ τείχους βαλλόμενοι · νῦν δὲ (καὶ γὰρ ἔδει Ἀντιοχέας τούτῳ τῷ Μήδων στρατῷ ἀπολέσθαι) οὐδενὶ τοῦτο ἐς ἔννοιαν ἦλθε.
2.8.15τῶν μὲν οὖν Περσῶν, ἅτε Χοσρόου παρόντος σφίσι καὶ κραυγῇ ἐγκελευομένου μεγάλῃ, ὑπὲρ δύναμιν βιαζομένων καὶ οὐδένα τοῖς ἐναντίοις ἐνδιδόντων καιρὸν, ὥστε διασκοπεῖσθαι ἢ φυλάσσεσθαι τὰς τοξευμάτων βολὰς, τῶν δὲ Ῥωμαίων ἔτι μᾶλλον πλήθειτε πολλῷ καὶ θορύβῳ ἀμυνομένων, οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι, αἷς αἱ δοκοὶ ξυνδεδέατο, διερράγησαν ἐκ τοῦ αἰφνιδίου καὶ ξὺν ταῖς δοκοῖς ἅπαντες ὅσοι αὐταῖς ἐφεστήκεσαν ἐς τὸ ἔδαφος ἐξέπεσον πατάγῳ πολλῷ.
2.8.16οὗ δὴ αἰσθόμενοι καὶ ἄλλοι Ῥωμαίων, οἳ ἐκ πύργων τῶν ἐχομένων ἐμάχοντο, καὶ ξυμβάλλειν μὲν τὸ γεγονὸς οὐδαμῆ ἔχοντες, διεφθάρθαι δὲ ταύτῃ τὸ τεῖχος οἰόμενοι ἐς φυγὴν ὥρμηντο.
2.8.17τοῦ μὲν οὖν δήμου νεανίαι πολλοὶ, ὅσοι τὰ πρότερα πρός γε ἀλλήλους στασιάζειν ἐν τοῖς ἱπποδρομίοις εἰώθεσαν, ἐπειδὴ ἀπὸ τοῦ περιβόλου κατέβησαν, οὐδαμῆ ἔφευγον, ἀλλ’αὐτοῦ ἔμενον, οἱ δὲ στρατιῶται ξύντε Θεοκτίστῳ καὶ Μολάτζῃ εὐθὺς ἐπὶ τοὺς ἵππους ἀναθορόντες, οἳ δὴ ἐνταῦθά πη παρεσκευασμένοι ἐτύγχανον, ἐπὶ τὰς πύλας ἀπήλαυνον, Βούζην αὐτοῖς ἐπιθρυλοῦντες ξὺν στρατῷ ἥκειν, ἐθέλειντε κατὰ τάχος δέξασθαι μὲν αὐτοὺς τῇ πόλει, ξὺν αὐτοῖς δὲ τοὺς πολεμίους ἀμύνασθαι.
2.8.18ἐνταῦθα τῶν Ἀντιοχέων πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ πᾶσαι ξὺν τοῖς παιδίοις ἐπὶ τὰς πύλας δρόμῳ πολλῷ ᾔεσαν · εἶτα πρὸς τῶν ἵππων ὠθούμενοι ἅτε ἐν στενοχωρίᾳ πολλῇ ἔπιπτον.
2.8.19οἱ δὲ στρατιῶται τῶν ἐν ποσὶν οὐδενὸς τὸ παράπαν φειδόμενοι ἔτι μᾶλλον ἢ πρότερον ὕπερθεν τῶν κειμένων ἅπαντες ἤλαυνον, γέγονέτε φόνος ἐνταῦθα πολὺς ἄλλωςτε καὶ κατὰ τὰς πύλας αὐτάς.
2.8.20οἱ δὲ Πέρσαι, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, κλίμακας ἐπιθέντες ἐπὶ τὸ τεῖχος οὐδενὶ πόνῳ ἀνέβαινον. ἔντε ταῖς ἐπάλξεσι κατὰ τάχος γενόμενοι χρόνον τινὰ καταβαίνειν οὐδαμῆ ἤθελον, ἀλλὰ διασκοπουμένοιςτε καὶ ἀπορουμένοις ἐῴκεσαν, ἐμοὶ μὲν δοκεῖ, προλοχίζεσθαι τὰς δυσχωρίας ἐνέδραις τισὶ τῶν πολεμίων ὑποτοπάζοντες.
2.8.21τὰ γὰρ ἐντὸς τοῦ περιβόλου ἀπὸ τῆς ἄκρας εὐθὺς κατιόντι λοιπὸν ἀοίκητος χώρα ἐπὶ πλεῖστόν ἐστι. πέτραιτε λίαν ὑψηλαὶ ἀνέχουσιν ἐνταῦθα καὶ τόποι κρημνώδεις.
2.8.22ἔνιοι δέ φασι Χοσρόου γνώμῃ γεγονέναι τὴν μέλλησιν Πέρσαις.
2.8.23ἐπειδὴ γὰρ τήντε δυσχωρίαν κατενόησε καὶ τοὺς στρατιώτας φεύγοντας εἶδεν, ἔδεισε μή τινι ἀνάγκῃ ἐκ τῆς ὑπαγωγῆς ἀναστρέψαντες πράγματα σφίσι παράσχωνται, ἐμπόδιοίτε γένωνται, ἂν οὕτω τύχοι, πόλιν ἑλεῖν ἀρχαίαντε καὶ λόγου ἀξίαν καὶ πρώτην Ῥωμαίοις οὖσαν τῶν κατὰ τὴν ἕω πασῶν πόλεων, πλούτῳτε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ καὶ κάλλει καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ.
2.8.24οὗ δὴ, περὶ ἐλάσσονος τα- τἄλλα ποιούμενος ἅπαντα, ἤθελε τοῖς Ῥωμαίων στρατιώταις καιρὸν ἐνδιδόναι, ὥστε κατ’ἐξουσίαν τῇ φυγῇ χρῆσθαι. διὸ δὴ καὶ ταῖς χερσὶ τοῖς φεύγουσι Πέρσαι σημαίνοντες ἐνεκελεύοντο φεύγειν ὡς τάχιστα.
2.8.25οἱ μὲν οὖν στρατιῶται Ῥωμαίων ξὺν τοῖς ἄλλοις ἄρχουσιν ἀπιόντες ᾤχοντο ἅπαντες διὰ πύλης, ἣ ἐπὶ Δάφνην ἄγει τὸ τῶν Ἀντιοχέων προάστειον.
2.8.26ταύτης γὰρ μόνης, τῶν ἄλλων κατειλημμένων, ἀπέσχοντο Πέρσαι · τοῦ δὲ δήμου ὀλίγοι τινὲς ξὺν τοῖς στρατιώταις διέφυγον.
2.8.27ἐπεὶ δὲ Πέρσαι ἅπαντας τοὺς Ῥωμαίων στρατιώτας εἶδον πρόσω χωρήσαντας, καταβάντες ἀπὸ τῆς ἄκρας ἐν μέσῃ πόλει ἐγένοντο.
2.8.28ἐνταῦθα δὲ αὐτοῖς τῶν Ἀντιοχέων νεανίαι πολλοὶ ἐς χεῖρας ἐλθόντες τὰ πρῶτα καθυπέρτεροι ἔδοξαν τῇ ξυμβολῇ εἶναι. ἦσαν δὲ αὐτῶν τινες μὲν ὁπλῖται, οἱ δὲ πλεῖστοι γυμνοὶ καὶ λίθων βολαῖς χρώμενοι μόναις.
2.8.29ὠσάμενοι δὲ τοὺς πολεμίους ἐπαιάνιζόντε καὶ Ἰουστινιανὸν βασιλέα καλλίνικον, ἅτε νενικηκότες, ἀνέκραγον.
2.8.30ἐν τούτῳ δὲ Χοσρόης ἐν πύργῳ τῷ κατὰ τὴν ἄκραν καθήμενος τοὺς πρέσβεις ἐθέλων τι εἰπεῖν μετεπέμψατο. καὶ αὐτὸν τῶν τις ἀρχόντων, ὁ Ζαβεργάνης, οἰόμενος ξυμβάσεως πέρι βούλεσθαι τοῖς πρέσβεσιν ἐς λόγους ἰέναι, ἐς ὄψιντε τῷ βασιλεῖ κατὰ τάχος ἦλθε καὶ ἔλεξεν ὧδε Οὐχὶ τα- ταὐτά μοι δοκεῖς, ὦ δέσποτα, Ῥωμαίοις ἀμφὶ τῇ τούτων σωτηρίᾳ γινώσκειν.
2.8.31οἱ μὲν γὰρ καὶ πρὸ τῶν κινδύνων ὑβρίζουσιν ἐς τὴν βασιλείαν τὴν σὴν καὶ ἡσσημένοι τολμῶσίτε τὰ ἀμήχανα καὶ δρῶσι τοὺς Πέρσας ἀνήκεστα ἔργα, ὥσπερ δεδιότες μή τις αὐτοῖς παρὰ σοὶ φιλανθρωπίας λελείψεται λόγος · σὺ δὲ τούςτε σώζεσθαι οὐκ ἀξιοῦντας ἐλεεῖν βούλει καὶ φείδεσθαι τῶν οὐδαμῆ ἐθελόντων ἐσπούδακας.
2.8.32οἱ δὲ προλοχίσαντες ἐν ἁλούσῃ πόλει τοὺς νενικηκότας ἐνέδραις τισὶ διαφθείρουσι, καίπερ ἁπάντων αὐτοῖς πάλαι πεφευγότων στρατιωτῶν.
2.8.33ταῦτα ὁ Χοσρόης ἀκούσας, τῶν ἀρίστων πολλοὺς ἐπ’αὐτοὺς ἔπεμψεν, οἳ οὐκ ἐς μακρὰν ἐπανήκοντες οὐδὲν ξυμβῆναι φλαῦρον ἀπήγγελλον.
2.8.34ἤδη γὰρ Ἀντιοχέας Πέρσαι βιασάμενοι πλήθει ἐτρέψαντο, καὶ γέγονε φόνος ἐνταῦθα πολύς. οἱ γὰρ Πέρσαι οὐδεμιᾶς ἡλικίας φειδόμενοι τοὺς ἐν ποσὶν ἅπαντας ἡβηδὸν ἔκτεινον.
2.8.35τότε φασὶ γυναῖκας τῶν ἐν Ἀντιοχεῦσιν ἐπιφανῶν δύο γενέσθαι μὲν ἔξω τοῦ περιβόλου, αἰσθομένας δὲ ὡς ὑπὸ τοῖς πολεμίοις γενήσονται (πανταχόσε γὰρ ἤδη περιιόντες καθεωρῶντο) δρόμῳ μὲν παρὰ τὸν ποταμὸν Ὀρόντην ἐλθεῖν, φοβουμένας δὲ μή τι σφᾶς ἐς τὸ σῶμα ὑβρίσωσι Πέρσαι, ταῖςτε καλύπτραις ἐγκαλυψαμένας τὰ πρόσωπα καὶ ἐς τὸ τοῦ ποταμοῦ ῥεῦμα ἐμπεσούσας ἀφανισθῆναι. οὕτω πᾶσα κακοῦ τοὺς Ἀντιοχέας ἰδέα ἔσχεν.
2.9.1ἐνταῦθα ὁ Χοσρόης τοῖς πρέσβεσιν ἔλεξε τοιάδε Οὐκ ἔξω τοῦ ἀληθοῦς τὸν παλαιὸν λόγον οἴομαι εἶναι, ὅτι δὴ οὐκ ἀκραιφνῆ τα- τἀγαθὰ ὁ θεὸς, ἀλλὰ κεραννύων αὐτὰ τοῖς κακοῖς εἶτα τοῖς ἀνθρώποις παρέχεται.
2.9.2καὶ δι’αὐτὸ οὐ δὲ τὸ γελᾶν ἄκλαυστον ἔχομεν, παραπέπηγε δέ τις ἀεὶ τοῖς μὲν εὐτυχήμασι συμφορὰ, ταῖς δὲ ἡδοναῖς λύπη, οὐκ ἐῶσαί τινα γνησίας ποτὲ τῆς δεδομένης εὐημερίας ἀπόνασθαι.
2.9.3πόλιν γὰρ τήνδε, ἀξιολογωτάτην ἐς τὰ μάλιστα λεγομένηντε καὶ οὖσαν ἐν γῇ τῇ Ῥωμαίων, ἀπονώτατα μὲν ἑλεῖν ἴσχυσα, τοῦ θεοῦ αὐτοσχεδιάσαντος ἡμῖν, ὡς ὁρᾶτε δήπου, τὴν νίκην.
2.9.4φόνον μέντοι ἀνθρώπων ὁρῶντί μοι τοσούτων τὸ πλῆθος, αἵματίτε πολλῷ βεβαπτισμένον τὸ τρόπαιον, οὐδεμία τῆς ἀπὸ τῆς πράξεως ἡδονῆς γέγονεν αἴσθησις.
2.9.5καὶ τῶνδε οἱ ταλαίπωροι Ἀντιοχεῖς αἴτιοι, οἵ γε τειχομαχοῦντας μὲν οὐχ οἷοίτε γεγόνασι Πέρσας ἀπώσασθαι, πρὸς δὲ νενικηκότας ἤδη καὶ αὐτοβοεὶ τὴν πόλιν ἑλόντας θράσει θανατῶντες ἀλογίστῳ ζυγομαχεῖν ἔγνωσαν.
2.9.6πάντες μὲν οὖν οἱ Περσῶν δόκιμοι πολλὰ ἐνοχλοῦντες σαγηνεῦσαίτέ με τὴν πόλιν ἠξίουν καὶ ξύμπαντας διαφθεῖραι τοὺς ἡλωκότας, ἐγὼ δὲ τοὺς φεύγοντας ἐκέλευον εἰς τὴν ὑπαγωγὴν ἔτι μᾶλλον ὁρμᾶν, ὅπως ὅτι τάχιστα σώζοιντο. τὸ γὰρ ἐπεμβαίνειν τοῖς ἡλωκόσιν οὐχ ὅσιον.
2.9.7τοσαῦτα μὲν ὁ Χοσρόης τερατευόμενόςτε καὶ διαθρυπτόμενος τοῖς πρέσβεσιν εἶπεν, οὐκ ἔλαθε μέντοι αὐτοὺς ὅτου ἕνεκα τὸν καιρὸν φεύγουσι τοῖς Ῥωμαίοις ἐνδοίη.
2.9.8ἦν γὰρ δεινότατος ἀνθρώπων ἁπάντων τὰ μὲν οὐκ ὄντα εἰπεῖν, τὰ δὲ ἀληθῆ ἀποκρύψασθαι, καὶ ὧν αὐτὸς ἐξημάρτανε τὰς αἰτίας τοῖς ἠδικημένοις ἐπενεγκεῖν · ἔτι δὲ ὁμολογῆσαι μὲν ἕτοιμος ἅπαντα καὶ ὅρκῳ τὴν ὁμολογίαν πιστώσασθαι, λίαν δὲ τῶν ἔναγχος αὐτῷ ξυγκειμένωντε καὶ ὀμωμοσμένων ἑτοιμότερος ἐς λήθην ἀφῖχθαι, καὶ χρημάτων μὲν ἕνεκεν ἐπὶ πᾶν ἄγος καθεῖναι τὴν ψυχὴν ἄοκνος, τῷ δὲ προσώπῳ σχηματίζεσθαι τὴν εὐλάβειαν ἀτεχνῶς ἔμπειρος, ἀφοσιοῦσθαίτε τῷ λόγῳ τὴν πρᾶξιν.
2.9.9ὃς καὶ Σουρηνοὺς, πρότερον οὐδὲν τὸ παράπαν ἠδικηκότας, δόλῳτε περιελθὼν καὶ τρόπῳ ἀπολέσας τῷ εἰρημένῳ, ἐπειδὴ γυναῖκα κοσμίαντε καὶ οὐκ ἀφανῆ ἁλισκομένης τῆς πόλεως εἶδεν ἐκ χειρὸς μὲν τῆς ἀριστερᾶς πρός του τῶν βαρβάρων ἑλκομένην ξὺν πολλῇ βίᾳ, παιδίον δὲ, ὅπερ αὐτῇ ἄρτι τοῦ τιτθοῦ ἦν ἀπαλλαγὲν, ἀφεῖναι μὲν οὐ βουλομένην, ἕλκουσαν δὲ τα- θατέρᾳ χειρὶ ἐμπεπτωκὸς εἰς τὸ ἔδαφος, ἐπεί οἱ ξυντρέχειν οὐχ οἷόντε ἦν τοῦτον δὴ τὸν βίαιον δρόμον, τὸν οἰκεῖον κα- κἀνταῦθα ἐνδέδεικται τρόπον.
2.9.10φασὶ γὰρ αὐτὸν στενάξαντα δῆθεν τῷ λόγῳ, δόκησίντε ὡς εἴη δεδακρυμένος παρεχόμενον τοῖς τότε παροῦσιν ἄλλοιςτε καὶ Ἀναστασίῳ τῷ πρεσβευτῇ, εὔξασθαι τὸν θεὸν τίσασθαι τὸν τῶν γεγονότων κακῶν αἴτιον.
2.9.11Ἰουστινιανὸν δὲ τὸν Ῥωμαίων αὐτοκράτορα παραδηλοῦν ἤθελεν, ἐξεπιστάμενος ὅτι δὴ αὐτὸς αἰτιώτατος ἁπάντων εἴη.
2.9.12τοσαύτῃ χρώμενος φύσεως ἀτοπίᾳ Χοσρόης βασιλεύςτε Περσῶν γέγονε (Ζάμου τὸν ὀφθαλμὸν τοῦ δαιμονίου πηρώσαντος, ὅσπερ τῷ χρόνῳ τὰ πρωτεῖα ἐς τὴν βασιλείαν ἐφέρετο μετά γε τὸν Καόσην, ὅνπερ οὐδενὶ λόγῳ ἐμίσει Καβάδης) καὶ πόνῳ οὐδενὶ τῶν οἱ ἐπαναστάντων ἐκράτησε, κακάτε Ῥωμαίους ὅσα ἐβούλευσεν εὐπετῶς ἔδρασε.
2.9.13βουλομένη γάρ τινα μέγαν ἀεὶ ποιεῖν ἡ τύχη πράσσει τοῖς καθήκουσι χρόνοις τὰ δόξαντα, οὐδενὸς τῇ ῥύμῃ τῆς βουλήσεως ἀντιστατοῦντος, οὔτε τὸ τοῦ ἀνδρὸς διασκοπουμένη ἀξίωμα οὔτε ὅπως μὴ γένηταί τι τῶν οὐ δεόντων λογιζομένη, οὐ δὲ ὅτι βλασφημήσουσιν ἐς αὐτὴν διὰ ταῦτα πολλοὶ τὸ γεγονὸς αὐτῇ παρὰ τὴν ἀξίαν τοῦ τῆς χάριτος τετυχηκότος χλευάζοντες, οὐ δὲ ἄλλο τῶν πάντων οὐδὲν ἐν νῷ ποιουμένη, ἢν τὸ δόξαν αὐτῇ περαίνοιτο μόνον. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον ἐχέτω.
2.9.14Χοσρόης δὲ τὸ μὲν στράτευμα τῶν Ἀντιοχέων τοὺς περιόντας ζωγρεῖν καὶ ἀνδραποδίζειν ἐκέλευε καὶ τὰ χρήματα πάντα ληίζεσθαι, αὐτὸς δὲ ξὺν τοῖς πρέσβεσιν ἐς τὸ ἱερὸν ἀπὸ τῆς ἄκρας κατέβαινεν, ὅπερ ἐκκλησίαν καλοῦσιν.
2.9.15ἐνταῦθα κειμήλια χρυσοῦτε καὶ ἀργύρου τοσαῦτα τὸ πλῆθος ὁ Χοσρόης εὗρεν, ὥστε τῆς λείας ἄλλο οὐδὲν ὅτι μὴ τὰ κειμήλια ταῦτα λαβὼν πλούτου τι μέγεθος περιβεβλημένος ἀπιὼν ᾤχετο.
2.9.16καὶ μάρμαράτε πολλὰ καὶ θαυμαστὰ ἐνθένδε ἀφελὼν ἔξω τοῦ περιβόλου ἐκέλευε κατατίθεσθαι, ὅπως καὶ ταῦτα ἐς τὰ Περσῶν ἤθη κομίσωνται.
2.9.17ταῦτα διαπεπραγμένος ξύμπασαν τὴν πόλιν ἐμπρῆσαι Πέρσαις ἐπέστελλε. καὶ αὐτοῦ οἱ πρέσβεις ἐδέοντο τῆς ἐκκλησίας ἀπέχεσθαι μόνης, ἧς τὰ λύτρα κεκομισμένος διαρκῶς εἴη.
2.9.18ὁ δὲ τοῦτο τοῖς πρέσβεσι ξυγκεχωρηκὼς τα- τἄλλα καίειν ἐκέλευε πάντα, ὀλίγουςτέ τινας αὐτόθι ἀπολιπὼν τοὺς τὴν πόλιν ἐμπρήσοντας αὐτὸς ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς τὸ στρατόπεδον ἀπεχώρησεν, οὗ καὶ πρότερον διεσκηνημένοι ἐτύγχανον.
2.10.1τούτου τοῦ πάθους χρόνῳ τινὶ πρότερον τέρας ὁ θεὸς ἐνδειξάμενος τοῖς ταύτῃ ᾠκημένοις ἐσήμηνε τὰ ἐσόμενα. τῶν γὰρ στρατιωτῶν, οἵπερ ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυνται, τὰ σημεῖα πρότερον ἑστῶτα πρὸς δύοντά που τὸν ἥλιον, ἀπὸ τα- ταὐτομάτου στραφέντα πρὸς ἀνίσχοντα ἥλιον ἔστησαν, ἐς τάξιντε αὖθις ἐπανῆκον τὴν προτέραν οὐδενὸς ἁψαμένου.
2.10.2ταῦτα οἱ στρατιῶται ἄλλοιςτε πολλοῖς ἄγχιστά πη παροῦσι καὶ τῷ χορηγῷ τῆς τοῦ στρατοπέδου δαπάνης ἔδειξαν, ἔτι τῶν σημείων κραδαινομένων. ἦν δὲ οὗτος ἀνὴρ, Τατιανὸς ὄνομα, ξυνετὸς μάλιστα, ἐκ Μοψουεστίας ὁρμώμενος.
2.10.3ἀλλ’οὐ δ’ὣς ἔγνωσαν οἱ τὸ τέρας τοῦτο ἰδόντες ὡς δὴ ἐκ βασιλέως τοῦ ἑσπερίου ἐπὶ τὸν ἑῷον τὸ τοῦ χωρίου ἀφίξεται κράτος, ὅπως δηλαδὴ διαφυγεῖν μηδεμιᾷ μηχανῇ δύνωνται οὕσπερ ἔδει ταῦτα, ἅπερ ξυνηνέχθη, παθεῖν.
2.10.4ἐγὼ δὲ ἰλιγγιῶ πάθος τοσοῦτον γράφωντε καὶ παραπέμπων ἐς μνήμην τῷ μέλλοντι χρόνῳ, καὶ οὐκ ἔχω εἰδέναι τί ποτε ἄρα βουλομένῳ τῷ θεῷ εἴη πράγματα μὲν ἀνδρὸς ἢ χωρίου του ἐπαίρειν εἰς ὕψος, αὖθις δὲ ῥιπτεῖντε αὐτὰ καὶ ἀφανίζειν ἐξ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας.
2.10.5αὐτῷ γὰρ οὐ θέμις εἰπεῖν μὴ οὐχὶ ἅπαντα κατὰ λόγον ἀεὶ γίγνεσθαι, ὃς δὴ καὶ Ἀντιόχειαν τότε ὑπέστη ἐς τὸ ἔδαφος πρὸς ἀνδρὸς ἀνοσιωτάτου καταφερομένην ἰδεῖν, ἧς τότε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς οὐ δὲ νῦν ἀποκρύπτεσθαι παντάπασιν ἔσχεν.
2.10.6ἡ μὲν οὖν ἐκκλησία καθαιρεθείσης τῆς πόλεως ἐλείφθη μόνη, πόνῳτε καὶ προνοίᾳ Περσῶν, οἷς τὸ ἔργον ἐπέκειτο τοῦτο.
2.10.7ἐλείφθησαν δὲ καὶ ἀμφὶ τὸ λεγόμενον Κεραταῖον οἰκίαι πολλαὶ, οὐκ ἐκ προνοίας ἀνθρώπων τινὸς, ἀλλ’ἐπεὶ ἔκειντό που πρὸς ἐσχάτοις τῆς πόλεως, ἑτέρας αὐταῖς οὐδεμιᾶς τινος οἰκοδομίας ξυναπτομένης, τὸ πῦρ ἐς αὐτὰς ἐξικνεῖσθαι οὐδαμῆ ἴσχυσεν.
2.10.8ἐνέπρησάντε καὶ τὰ ἐκτὸς τοῦ περιβόλου οἱ βάρβαροι, πλὴν τοῦ ἱεροῦ, ὅπερ Ἰουλιανῷ ἀνεῖται ἁγίῳ, καὶ τῶν οἰκιῶν, αἳ δὴ ἀμφὶ τὸ ἱερὸν τοῦτο τυγχάνουσιν οὖσαι.
2.10.9τοὺς γὰρ πρέσβεις ἐνταῦθα καταλῦσαι ξυνέπεσε. τοῦ μέντοι περιβόλου παντάπασιν ἀπέσχοντο Πέρσαι.
2.10.10ὀλίγῳ δὲ ὕστερον ἥκοντες αὖθις παρὰ τὸν Χοσρόην οἱ πρέσβεις ἔλεξαν ὧδε Εἰ μὴ πρὸς παρόντα σὲ, ὦ βασιλεῦ, οἱ λόγοι ἐγίνοντο, οὐκ ἄν ποτε ᾠόμεθα Χοσρόην τὸν Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν, ἀτιμάσαντα μὲν τοὺς διομωμοσμένους σοι ἔναγχος ὅρκους, ὃ τῶν ἐν ἀνθρώποις ἁπάντων ὕστατόντε καὶ ὀχυρώτατον εἶναι δοκεῖ τῆς ἐς ἀλλήλους πίστεώςτε καὶ ἀληθείας ἐνέχυρον, διαλύσαντα δὲ τὰς σπονδὰς, ὧν ἡ ἐλπὶς ἀπολέλειπται μόνη τοῖς διὰ τὴν ἐν πολέμῳ κακοπραγίαν οὐκ ἐν τῷ ἀσφαλεῖ βιοτεύουσιν.
2.10.11οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτον εἴποι τις ἂν εἶναι ἢ τῶν ἀνθρώπων τὴν δίαιταν ἐς τὴν τῶν θηρίων μεταβεβλῆσθαι.
2.10.12ἐν γὰρ τῷ μηδαμῆ σπένδεσθαι τὸ πολεμεῖν ἀπέραντα λελείψεται πάντως, πόλεμος δὲ ὁ πέρας οὐκ ἔχων ἐξοικίζειν τῆς φύσεως τοὺς αὐτῷ χρωμένους ἐς ἀεὶ πέφυκε.
2.10.13τί δὲ καὶ βουλόμενος πρὸς τὸν σὸν ἀδελφὸν ὀλίγῳ πρότερον γέγραφας ὡς αὐτὸς εἴη τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος; ἦ δῆλον ὅτι ὁμολογῶν κακόν τι παμμέγεθες εἶναι τὴν τῶν σπονδῶν λύσιν;
2.10.14εἰ μὲν οὖν ἐκεῖνος οὐδὲν ἥμαρτεν, οὐ δικαίως τανῦν ἐφ’ἡμᾶς ἥκεις · εἰ δέ τι τοιοῦτοντ’ἀδελφῷ τῷ σῷ εἰργάσθαι ξυμβαίνει, ἀλλὰ καὶ σοὶ μέχρι τούτου γε καὶ μὴ περαιτέρω διαπεπράχθω τὸ ἔγκλημα, ὅπως αὐτὸς κρείσσων εἶναι δοκῇς. ὁ γὰρ ἐν τοῖς κακοῖς ἐλασσούμενος, οὗτος ἂν ἐν τοῖς ἀμείνοσι νικῴη δικαίως.
2.10.15καίτοι ἡμεῖς ἐξεπιστάμεθα Ἰουστινιανὸν βασιλέα μηδεπώποτε τῆς εἰρήνης ἀπ’ἐναντίας ἐληλυθέναι, καὶ σοῦ δεόμεθα μὴ τοιαῦτα ἐργάσασθαι Ῥωμαίους κακὰ, ἐξ ὧν Πέρσαις μὲν ὄνησις οὐδεμία ἔσται, σὺ δὲ τοῦτο κερδανεῖς μόνον, ἀνήκεστα ἔργα τοὺς ἄρτι σοι σπεισαμένους οὐ δέον εἰργάσθαι.
2.10.16οἱ μὲν πρέσβεις τοσαῦτα εἶπον. Χοσρόης δὲ ταῦτα ἀκούσας ἰσχυρίζετο μὲν τὰς σπονδὰς πρὸς Ἰουστινιανοῦ βασιλέως λελύσθαι · καὶ τὰς αἰτίας κατέλεγεν ἅσπερ ἐκεῖνος παρέσχετο, τὰς μέν τινας καὶ λόγου ἀξίας, τὰς δὲ φαύλαςτε καὶ οὐδενὶ λόγῳ ξυμπεπλασμένας. μάλιστα δὲ αὐτοῦ τὰς ἐπιστολὰς τοῦ πολέμου αἰτιωτάτας ἠξίου δεικνύναι πρόςτε Ἀλαμούνδαρον καὶ Οὔννους αὐτῷ γεγραμμένας, καθάπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
2.10.17ἄνδρα μέντοι Ῥωμαῖον ἐς τὴν Περσῶν γῆν ἐσβεβληκέναι ἢ πολέμια ἔργα ἐνδείξασθαι οὔτε λέγειν εἶχεν οὔτε δεικνύναι.
2.10.18οἱ μέντοι πρέσβεις πὴ μὲν τὰς αἰτίας οὐκ ἐς Ἰουστινιανὸν ἀνέφερον, ἀλλ’ἐς τῶν ὑπουργηκότων τινὰς, πὴ δὲ ὡς οὐχ οὕτω γεγονότων ἐπελαμβάνοντο τῶν εἰρημένων.
2.10.19τέλος δὲ χρήματα μέν οἱ πολλὰ ὁ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν πάντα αἰῶνα κρατύνασθαι.
2.10.20τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνδαπανᾶσθαι τοῖς χρήμασι.
2.10.21δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις. οὕτω γὰρ αὐτοῖς ἔφη τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσι, τάςτε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκέτι αὐτοῖς ἀχθόμενοι διὰ πόλιν Δάρας, ὑπὲρ ὧν ἔμμισθοι καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται.
2.10.22οὐκοῦν οἱ πρέσβεις ἔφασαν ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους ἐς φόρου ἀπαγωγὴν ἔχειν.
2.10.23οὒκ, ἀλλὰ στρατιώτας οἰκείους ὁ Χοσρόης εἶπεν ἕξουσι τὸ λοιπὸν Πέρσας Ῥωμαῖοι, μισθὸν τῆς ὑπουργίας αὐτοῖς χορηγοῦντες ῥητόν · ἐπεὶ καὶ Οὔννων τισὶ καὶ Σαρακηνοῖς ἐπέτειον χορηγεῖτε χρυσὸν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς ὄντες, ἀλλ’ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλάξωσιν ἐς τὸν πάντα αἰῶνα.
2.10.24τοιαῦτα Χοσρόηςτε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες ξυνέβησαν ὕστερον ἐφ’ᾧ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν πάντα αἰῶνα δασμὸν μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακὸν, ἀλλ’αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ βασιλέως Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι.
2.11.1τότε ὁ Χοσρόης ἐς Σελεύκειαν, πόλιν ἐπιθαλασσίαν, Ἀντιοχείας τριάκοντα καὶ ἑκατὸν σταδίοις διέχουσαν ἦλθεν, ἐνταῦθάτε Ῥωμαίων οὐδένα οὔτε εὑρὼν οὔτε λυμηνάμενος ἀπελούσατο μὲν ἐκ τῆς θαλάσσης τῷ ὕδατι μόνος, θύσαςτε τῷ ἡλίῳ καὶ οἷστισιν ἄλλοις ἐβούλετο, πολλάτε ἐπιθειάσας ὀπίσω ἀπήλαυνεν.
2.11.2ἔςτε τὸ στρατόπεδον ἀφικόμενος ἐπιθυμίαν οἱ ἔφασκέ τινα εἶναι τὴν Ἀπαμέων πόλιν ἐν γειτόνων οὖσαν οὐκ ἄλλου τοῦ ἕνεκα ἢ ἱστορίας θεάσασθαι.
2.11.3ξυνεχώρουντε οὐχ ἑκούσιοι καὶ τοῦτο οἱ πρέσβεις, ἐφ’ᾧ μέντοι αὐτὸν θεασάμενόντε τὴν πόλιν καὶ ἀργύρου χιλίας κομισάμενον ἐνθένδε λίτρας οὐδέν τι ἄλλο λυμηνάμενον ἀπελαύνειν ὀπίσω.
2.11.4ἔνδηλος δὲ ἦν ὁ Χοσρόης τοῖςτε πρέσβεσι καὶ πᾶσι τοῖς ἄλλοις ὅτι δὴ ἐς τὴν Ἀπάμειαν τοῦδε ἕνεκα στέλλοιτο μόνον, ὅπως δή τινος σκήψεως οὐκ ἀξιολόγου λαβόμενος αὐτήντε καὶ τὴν ἐκείνῃ χώραν ληίσηται. τότε μὲν οὖν ἐς Δάφνην ἀνέβη, τὸ Ἀντιοχείας προάστειον.
2.11.5ἔνθα δὴ τότε ἄλσος ἐν θαύματι μεγάλῳ ἐποιήσατο καὶ τὰς τῶν ὑδάτων πηγάς · ἄμφω γὰρ ἀξιοθέατα ἐπιεικῶς ἐστι.
2.11.6καὶ θύσας ταῖς νύμφαις ἀπιὼν ᾤχετο, ἄλλο μὲν οὐδὲν λυμηνάμενος, τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ τὸ ἱερὸν καύσας ξὺν ἑτέραις τισὶν οἰκίαις ἐξ αἰτίας τοιᾶσδε.
2.11.7Πέρσης ἀνὴρ ἵππῳ ὀχούμενος, ἔντε τῷ Περσῶν στρατῷ δόκιμος καὶ Χοσρόῃ βασιλεῖ γνώριμος, ἐς χῶρον κρημνώδη ἀμφὶ τὸν λεγόμενον Τρητὸν ἦλθε ξὺν ἑτέροις τισὶν, οὗ δὴ τοῦ ἀρχαγγέλου Μιχαὴλ νεώς ἐστιν, Εὐάριδος ἔργον.
2.11.8οὗτος ἀνὴρ τῶν τινα Ἀντιοχέων νεανίαν πεζόντε καὶ μόνον κρυπτόμενον ἐνταῦθα ἰδὼν ἐδίωκε τῶν ἑτέρων χωρίς. ἦν δὲ κρεοπώλης ὁ νεανίας, Ἀείμαχος ὄνομα.
2.11.9ὃς ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἐπιστραφεὶς ἐκ τοῦ αἰφνιδίου λίθῳ τὸν διώκοντα βάλλει, ἐπιτυγχάνειτε τοῦ μετώπου ἐς τὴν παρὰ τὸ οὖς μήνιγγα. καὶ ὁ μὲν ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὁ δὲ αὐτοῦ τὸν ἀκινάκην σπασάμενος κτείνει τὸν ἄνδρα.
2.11.10σκυλεύσαςτε αὐτοῦ κατ’ἐξουσίαν τάτε ὅπλα καὶ τὸν χρυσὸν ἅπαντα καὶ εἴ τι ἄλλο ἐτύγχανεν ἀμπεχόμενος, ἐπίτε τὸν ἵππον ἀναθορὼν πρόσω ἤλαυνεν.
2.11.11εἴτε δὲ τύχῃ εἴτε χωρίων ἐμπειρίᾳ χρησάμενος, λαθεῖντε τοὺς πολεμίους καὶ διαφυγεῖν παντελῶς ἴσχυσε.
2.11.12ταῦτα ὁ Χοσρόης μαθὼν καὶ τοῖς ξυμπεσοῦσι περιαλγήσας τῶν οἱ ἑπομένων τινὰς καῦσαι τὸν τοῦ ἀρχαγγέλου νεὼν, οὗ πρόσθεν ἐμνήσθην, ἐκέλευεν.
2.11.13οἱ δὲ τοῦτον ἐκεῖνον εἶναι ἡγούμενοι ξὺν ταῖς ἀμφ’αὐτὸν οἰκοδομίαις ἐνέπρησαν, ἐπιτελεῖςτε πεποιῆσθαι τὰς Χοσρόου ἐντολὰς ᾤοντο. ταῦτα μὲν δὴ οὕτως ἔσχε.
2.11.14Χοσρόης δὲ παντὶ τῷ στρατῷ τὴν ἐπὶ Ἀπάμειαν ᾔει. ἔστι δὲ ξύλον πηχυαῖον ἐν Ἀπαμείᾳ τοῦ σταυροῦ μέρος, ἐν ᾧ τὸν Χριστὸν ἐν Ἱεροσολύμοις ποτὲ τὴν κόλασιν οὔτε ἀκούσιον ὑποστῆναι ὁμολογεῖται, κατὰ δὴ τὸν παλαιὸν χρόνον ἐνταῦθα πρὸς Σύρου ἀνδρὸς κομισθὲν λάθρα.
2.11.15καὶ αὐτὸ οἱ πάλαι ἄνθρωποι φυλακτήριον μέγα σφίσιτε αὐτοῖς καὶ τῇ πόλει πιστεύοντες ἔσεσθαι θήκην αὐτοῦ ξυλίνην τινὰ πεποιημένοι κατέθεντο, ἣν δὴ χρυσῷτε πολλῷ καὶ λίθοις ἐντίμοις ἐκόσμησαν, καὶ τρισὶ μὲν ἱερεῦσι παρέδοσαν, ἐφ’ᾧ ξὺν πάσῃ ἀσφαλείᾳ φυλάξουσιν, ἐξάγοντες δὲ ἀνὰ πᾶν ἔτος πανδημεὶ ἐν ἡμέρᾳ προσκυνοῦσι μιᾷ.
2.11.16τότε οὖν ὁ τῶν Ἀπαμέων λεὼς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἐπὶ σφᾶς ἐπύθοντο ἰέναι, ἐν δέει μεγάλῳ ἐγένοντο. Χοσρόην δὲ ἀκούοντες ὡς ἥκιστα ἀληθίζεσθαι καὶ παρὰ Θωμᾶν τὸν τῆς πόλεως ἀρχιερέα γενόμενοι ἐδέοντο τὸ τοῦ σταυροῦ ξύλον ἐπιδεῖξαι σφίσιν, ὅπως αὐτὸ ὕστατα προσκυνήσαντες τελευτήσωσιν.
2.11.17ὁ δὲ κατὰ ταῦτα ἐποίει. τότε δὴ θέαμα ξυνηνέχθη λόγουτε καὶ πίστεως κρεῖσσον ἐνταῦθα γενέσθαι. τὸ μὲν γὰρ ξύλον ὁ ἱερεὺς φέρων ἐδείκνυεν, ὕπερθεν δὲ αὐτοῦ σέλας πυρὸς ἐπεφέρετο καὶ τὸ κατ’αὐτὸν τῆς ὀροφῆς μέρος φωτὶ πολλῷ ὑπὲρ τὸ εἰωθὸς κατελάμπετο.
2.11.18βαδίζοντόςτε τοῦ ἱερέως πανταχῆ τοῦ νεὼ συμπροῄει τὸ σέλας, φυλάσσον ἀεὶ τὴν ὑπὲρ αὐτοῦ τῆς ὀροφῆς χώραν.
2.11.19ὁ μὲν οὖν τῶν Ἀπαμέων δῆμος ὑπὸ τῆς τοῦ θαύματος ἡδονῆς ἐθαμβεῖτότε καὶ ἐγεγήθει καὶ ἔκλαιεν, ἤδητε ἅπαντες ὑπὲρ τῆς σωτηρίας τὸ θαρσεῖν εἶχον.
2.11.20ὁ δὲ Θωμᾶς, ἐπειδὴ περιῆλθε τὸν νεὼν ἅπαντα, καταθέμενος ἐν τῇ θήκῃ τὸ τοῦ σταυροῦ ξύλον ἐκάλυψε, καὶ τὸ σέλας ἐκ τοῦ αἰφνιδίου ἐπέπαυτο. μαθὼν δὲ τὸν τῶν πολεμίων στρατὸν ἄγχιστά που τῆς πόλεως ἥκειν, σπουδῇ πολλῇ παρὰ τὸν Χοσρόην ἀφίκετο.
2.11.21καὶ ὃς ἐπεὶ ἀνεπυνθάνετο τοῦ ἱερέως εἰ βουλομένοις τοῖς Ἀπαμεῦσιν εἴη ἀπὸ τοῦ περιβόλου ἀντιτάξασθαι τῷ Μήδων στρατῷ, ἀπεκρίνατο Θωμᾶς οὐδὲν τοῖς ἀνθρώποις τοιοῦτο ἐς ἔννοιαν ἥκειν.
2.11.22οὐκοῦν ἔφη ὁ Χοσρόης δέξασθέ με τῇ πόλει ξὺν ὀλίγοις τισὶ πάσαις ἀναπεπταμέναις ταῖς πύλαις.
2.11.23ὁ ἱερεὺς εἶπεν Ἐπ’αὐτὸ γὰρ δὴ παρακαλέσων τοῦτο ἀφῖγμαι. ὁ μὲν οὖν στρατὸς ἅπας ἐστρατοπεδεύσαντο διεσκηνημένοι πρὸ τοῦ περιβόλου.
2.11.24ὁ δὲ Χοσρόης ἄνδρας τῶν ἐν Πέρσαις ἀρίστων διακοσίους ἀπολεξάμενος ἐς τὴν πόλιν εἰσήλασεν. ἐπεὶ δὲ γέγονεν εἴσω πυλῶν, ἐπελάθετο ἑκών γε εἶναι τῶν αὐτῷτε καὶ τοῖς πρέσβεσι ξυγκειμένων, καὶ τὸ ἐπίσκοπον ἐκέλευε δοῦναι οὐ χίλια μόνον ἀργύρου σταθμὰ οὐ δὲ τούτων δεκαπλάσια, ἀλλὰ καὶ τὰ κειμήλια ὅσα δὴ ἐνταῦθα ἔτυχε κείμενα, χρυσᾶτε καὶ ἀργυρᾶ ξύμπαντα, μεγάλα ὑπερφυῶς ὄντα.
2.11.25οἶμαι δ’ἂν αὐτὸν καὶ τὴν πόλιν ὅλην ἀνδραποδίσασθαίτε καὶ ληίσασθαι οὐκ ἂν ἀποκνῆσαι, εἰ μή τι θεῖον αὐτὸν ἐκ τοῦ ἐμφανοῦς διεκώλυσεν.
2.11.26οὕτως αὐτὸν ἥτε φιλοχρηματία ἐξέπλησσε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν ἡ τῆς δόξης ἐπιθυμία.
2.11.27κλέος γάρ οἱ μέγα τοὺς τῶν πόλεων ἀνδραποδισμοὺς ᾤετο εἶναι, οὐδὲν τὸ παράπαν ποιούμενος εἰ σπονδάςτε καὶ ξυνθήκας ἠλογηκὼς τὰ τοιαῦτα ἐς τοὺς Ῥωμαίους ἐργάζεται.
2.11.28ταύτηντε Χοσρόου δηλώσει τὴν γνώμην ἅτε ἀμφὶ πόλιν Δάρας ἐν ταύτῃ δὴ ἐνεχείρησε τῇ ἀποπορείᾳ, ἐν πάσῃ ἀλογίᾳ ποιησάμενος τὰ ξυγκείμενα, καὶ ἃ Καλλινικησίους ὀλίγῳ ὕστερον ἐν σπονδαῖς ἔδρασεν, ἅπερ μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις. ἀλλ’ὁ θεὸς, ὥσπερ εἴρηται, Ἀπάμειαν διεσώσατο.
2.11.29ἐπεὶ δὲ τὰ κειμήλια ὁ Χοσρόης ξύμπαντα εἷλε καὶ αὐτὸν μεθύοντα ἤδη τῇ τῶν χρημάτων ἀφθονίᾳ ὁ Θωμᾶς εἶδε, τὸ τοῦ σταυροῦ ξύλον ξὺν τῇ θήκῃ ἐξενεγκὼν ἀνέῳγέτε τὴν θήκην καὶ τὸ ξύλον ἐνδεικνύμενος Ὦ κράτιστε βασιλεῦ ἔφη ταῦτά μοι ἀπολέλειπται μόνα ἐκ πάντων χρημάτων.
2.11.30θήκην μὲν οὖν τήνδε (χρυσῷτε γὰρ κεκαλλώπισται καὶ λίθοις ἐντίμοις) φθόνος οὐδεὶς λαβόντα σε ξὺν τοῖς ἄλλοις ἅπασιν ἔχειν, τουτὶ δὲ τὸ ξύλον, σωτήριόντε ἡμῖν καὶ τίμιόν ἐστι, τοῦτο, ἱκετεύω σε καὶ δέομαι, δός μοι. ὁ μὲν ἱερεὺς τοσαῦτα εἶπε. ξυνεχώρει δὲ Χοσρόης καὶ τὴν δέησιν ἐπιτελῆ ἐποίει.
2.11.31μετὰ δὲ φιλοτιμίᾳ πολλῇ χρώμενος τόντε δῆμον ἐς τὸ ἱπποδρόμιον ἀναβαίνειν ἐκέλευε καὶ τοὺς ἡνιόχους ἀγωνίζεσθαι τὰ εἰωθότα σφίσιν.
2.11.32οὗ δὴ καὶ αὐτὸς ἀναβὰς θεατὴς γενέσθαι τῶν ποιουμένων ἐν σπουδῇ ἐποιεῖτο. ἐπεὶ δὲ ἠκηκόει πολλῷ πρότερον Ἰουστινιανὸν βασιλέα χρώματος τοῦ Βενέτου, ὃ δὴ κυάνεόν ἐστιν, ἐκτόπως ἐρᾶν, ἀπ’ἐναντίας αὐτῷ κα- κἀνταῦθα ἰέναι βουλόμενος ἤθελε τῷ πρασίνῳ τὴν νίκην ἁρμόσαι.
2.11.33οἱ μὲν οὖν ἡνίοχοι ἀπὸ βαλβίδων ἀρξάμενοι ἔργου εἴχοντο, τύχη δέ τις τῷ τὰ Βένετα ἐνδιδυσκομένῳ ἐγένετο παρελάσαντι ἐπίπροσθεν ἰέναι.
2.11.34εἵπετο δὲ αὐτῷ κατὰ τὰς αὐτὰς ἁματροχιὰς ὁ τὸ πράσινον ἀμπεχόμενος χρῶμα.
2.11.35ὅπερ ἐξεπίτηδες ὁ Χοσρόης γεγονέναι οἰόμενος ἠγανάκτειτε καὶ ξὺν ἀπειλῇ ἀνεβόα τὸν Καίσαρα προτερῆσαι τῶν ἄλλων οὐ δέον, ἐκέλευέτε τοὺς προτέρους ἰόντας ἵππους ἐπέχεσθαι, ὅπως τὸ λοιπὸν κατόπισθεν γενόμενοι ἀγωνίζωνται · ὅπερ ἐπειδὴ οὕτως ἐπέπρακτο ὥσπερ ἐκεῖνος ἐκέλευε, νικᾶν οὕτως ὅτε Χοσρόης καὶ μέρος τὸ πράσινον ἔδοξεν.
2.11.36ἐνταῦθα τῶν τις Ἀπαμέων Χοσρόῃ ἐς ὄψιν ἥκων ᾐτιᾶτο Πέρσην ἄνδρα ἐς τὴν οἰκίαν τὴν αὐτοῦ ἀναβάντα τὴν παῖδα οὖσαν παρθένον βιάζεσθαι.
2.11.37ὁ δὲ ταῦτα ἀκούσας καὶ τῷ θυμῷ ζέων ἄγεσθαι τὸν ἄνδρα ἐκέλευε. καὶ ἐπεὶ παρῆν ἤδη, ἀνασκολοπισθῆναι αὐτὸν ἐν τῷ στρατοπέδῳ ἐπέστελλε.
2.11.38γνοὺς δὲ ὁ δῆμος παντὶ σθένει ἀνέκραγον ἐξαίσιον οἷον, πρὸς τῆς τοῦ βασιλέως ὀργῆς τὸν ἄνθρωπον ἐξαιτούμενοι. Χοσρόης δὲ ὡμολόγησε μὲν αὐτοῖς τὸν ἄνδρα ἀφήσειν, λάθρα δὲ ἀνεσκολόπισεν οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε διαπεπραγμένος παντὶ τῷ στρατῷ ὀπίσω ἀπήλαυνεν.
2.12.1ἐπεὶ δὲ ἐς Χαλκίδα πόλιν ἀφίκετο, Βεροίας πόλεως τέτρασι καὶ ὀγδοήκοντα σταδίοις διέχουσαν, αὖθις ἐς λήθην τινὰ τῶν ξυγκειμένων ἦλθε, στρατοπεδευσάμενόςτε τοῦ περιβόλου οὐ μακρὰν ἄποθεν ἔπεμψε Παῦλον, ἀπειλήσοντα Χαλκιδεῦσι πολιορκίᾳ τὴν πόλιν αἱρήσειν, εἰ μὴ τήντε σωτηρίαν ὤνιον κτήσονται τὰ λύτρα διδόντες καὶ τοὺς στρατιώτας, ὅσους ἐνταῦθα ξυμβαίνει εἶναι, ξὺν τῷ ἡγεμόνι ἐκδοῖεν σφίσι.
2.12.2Χαλκιδεῖς δὲ ἐς δέος μέγα πρὸς ἑκατέρου βασιλέως ἐμπεπτωκότες στρατιώτας μὲν ἀπώμοσαν ὡς ἥκιστα ἐπιδημεῖν σφίσι, καίπερ ἄλλουςτε καὶ Ἀδόναχον τὸν τῶν στρατιωτῶν ἄρχοντα κρύψαντες ἐν οἰκίσκοις τισὶν, ὅπως μὴ τοῖς πολεμίοις ἔνδηλοι ὦσι · χρυσοῦ δὲ κεντηνάρια δύο συλλέξαντες μόλις, ἐπεὶ πόλιν οὐ λίαν εὐδαίμονα ᾤκουν, τῷτε Χοσρόῃ ζωάγρια δόντες τήντε πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο.
2.12.3ἐνθένδε οὐκέτι ὁ Χοσρόης ἐβούλετο τὴν ἀποπορείαν ᾗπερ ἐληλύθει ποιήσασθαι, ἀλλ’Εὐφράτηντε ποταμὸν διαβῆναι καὶ χρήματα ὅτι πλεῖστα ἐκ Μεσοποταμίας ληίζεσθαι.
2.12.4γέφυραν οὖν ζεύξας ἀμφὶ Ὀββάνης τὸ χωρίον, ὅπερ τοῦ ἐν Βαρβαλισσῷ φρουρίου τεσσαράκοντα σταδίους ἀπέχει, αὐτόςτε διέβη καὶ παντὶ τῷ στρατῷ ὡς τάχιστα διαβαίνειν ἐπέστελλεν, ὑπειπὼν μὲν τὴν γέφυραν τρίτῃ ἡμέρᾳ λύσεσθαι, τάξας δὲ καὶ τὸν τῆς ἡμέρας καιρόν.
2.12.5καὶ ἐπεὶ παρῆν ἡ κυρία, τινὰς μὲν τοῦ στρατοῦ ἀπολελεῖφθαι μή πω διαβάντας ξυνέβαινεν, ὁ δὲ οὐ δ’ὁτιοῦν ὑπολογισάμενος ἔπεμψε τοὺς τὴν γέφυραν διαλύσοντας.
2.12.6οἵτε ἀπολειπόμενοι, ὡς ἕκαστός πη ἐδύνατο, εἰς τὰ πάτρια ἤθη ἀνέβαινον. τότε δὴ φιλοτιμία τις Χοσρόην ἐσῆλθε πόλιν Ἔδεσσαν ἐξελεῖν.
2.12.7ἐνῆγε γὰρ αὐτὸν ἐς τοῦτο Χριστιανῶν λόγος καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι δὴ ἀνάλωτον αὐτὴν ἰσχυρίζοντο εἶναι ἐξ αἰτίας τοιᾶσδε.
2.12.8Αὔγαρος ἦν τις ἐν τοῖς ἄνω χρόνοις Ἐδέσσης τοπάρχης (οὕτω γὰρ τοὺς κατὰ ἔθνος βασιλεῖς τηνικαῦτα ἐκάλουν). ὁ δὲ Αὔγαρος οὗτος ξυνετώτατος ἐγεγόνει τῶν κατ’αὐτὸν ἀνθρώπων ἁπάντων, καὶ ἀπ’αὐτοῦ βασιλεῖ Αὐγούστῳ ἐς τὰ μάλιστα φίλος.
2.12.9ἔνσπονδος γὰρ Ῥωμαίοις εἶναι βουλόμενος ἐς Ῥώμηντε ἀφίκετο, καὶ τῷ Αὐγούστῳ ἐς λόγους ἥκων οὕτω δὴ αὐτὸν τῆς ξυνέσεως τῷ περιόντι ἐξέπληξεν ὥστε οὐκέτι αὐτοῦ μεθίεσθαι Αὔγουστος τῆς ξυνουσίας ἐβούλετο, ἀλλ’ἦντε αὐτοῦ τῆς ὁμιλίας εὐθὺς διάπυρος ἐραστὴς καὶ ἐπειδὰν ἐντύχοι, ἀπαλλάσσεσθαι αὐτοῦ οὐδαμῆ ἤθελε.
2.12.10χρόνος οὖν αὐτῷ ἐν ταύτῃ δὴ συχνὸς τῇ ἀποδημίᾳ ἐτρίβη. καί ποτε ἐς ἤθη πάτρια ἐθέλων ἰέναι πείθειντε τὸν Αὔγουστον μεθεῖναι αὐτὸν ὡς ἥκιστα ἔχων, ἐπενόει τάδε.
2.12.11ἐστάλη μὲν ὡς κυνηγετήσων ἐς τὰ ἐπὶ Ῥώμης χωρία · μελέτην γὰρ περὶ ταῦτα κατεσπουδασμένην τινὰ ἐτύγχανεν ἔχων. περιιὼν δὲ χώραν πολλὴν συχνὰ τῶν ἐκείνῃ θηρίων ζῶντα ἐθήρα, καὶ χοῦν ἐκ τῆς γῆς ξυναμησάμενος ἔφερεν ἐκ χώρας ἑκάστης · οὕτωτε ἐπανῆκεν εἰς Ῥώμην, τόντε χοῦν καὶ τὰ θηρία ἔχων.
2.12.12ὁ μὲν οὖν Αὔγουστος ἐς τὸν ἱππόδρομον ἀναβὰς ἐκάθητο ᾗπερ εἰώθει, Αὔγαρος δέ οἱ ἐς ὄψιν ἥκων τήντε γῆν καὶ τὰ θηρία ἐπέδειξε, καταλέγων ἐκ ποίας ποτὲ χώρας ἥτε γῆ ἑκάστη καὶ τῶν θηρίων τίνα ποτὲ εἴη.
2.12.13ἔπειτα τὴν μὲν γῆν ἄλλην ἄλλῃ τοῦ ἱπποδρομίου ἐκέλευε θέσθαι, πάντα δὲ ἐς τα- ταὐτὸ τὰ θηρία ξυναγαγόντας εἶτα ἀφεῖναι.
2.12.14οἱ μὲν οὖν ὑπηρέται κατὰ ταῦτα ἐποίουν. τὰ δὲ θηρία χωρὶς ἀλλήλων γενόμενα ἐς ἐκείνην ἐχώρει τὴν γῆν, ἣ δὴ ἐκ τῆς χώρας ὅθεν εἴληπτο ἐτύγχανεν οὖσα.
2.12.15καὶ ὁ μὲν Αὔγουστος ἐπὶ πλεῖστον τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς ἔβλεπε, καὶ ἐθαύμαζέ γε ὅτι δὴ τοῖς ζῴοις ἡ φύσις ἀδίδακτος οὖσα ποθεινὴν ποιεῖται τὴν πάτριον γῆν. Αὔγαρος δὲ αὐτοῦ τῶν γονάτων ἐκ τοῦ αἰφνιδίου λαβόμενος Ἐμὲ δὲ εἶπε τίνα ποτὲ γνώμην ἔχειν, ὦ δέσποτα, οἴει, ᾧ γυνήτέ ἐστι καὶ παιδία καὶ βασιλεία βραχεῖα μὲν, ἀλλ’ἐν γῇ τῇ πατρῴᾳ;
2.12.17καὶ ὃς τῷ ἀληθεῖ τοῦ λόγου ἡσσηθείςτε καὶ βιασθεὶς ἀπιέναιτε ξυνεχώρει οὔτι ἑκούσιος καὶ προσαιτεῖσθαι ἐκέλευεν ὅτου ἂν δέηται.
2.12.18ἐπεὶ δὲ τούτου Αὔγαρος ἔτυχεν, Αὐγούστου ἐδεῖτο ἱπποδρόμιόν οἱ δείμασθαι ἐν πόλει Ἐδέσσῃ. ὁ δὲ ξυνεχώρει καὶ τοῦτο. οὕτω μὲν ἐκ Ῥώμης ἀπαλλαγεὶς Αὔγαρος ἐς Ἔδεσσαν ἦλθε.
2.12.19καὶ αὐτοῦ οἱ πολῖται ἀνεπυνθάνοντο εἴ τι φέρων ἀγαθὸν σφίσιν ἐκ βασιλέως Αὐγούστου ἥκοι. ὁ δὲ ἀποκρινάμενος Ἐδεσσηνοῖς ἐνεγκεῖν ἔφη λύπηντε ἀζήμιον καὶ χαρὰν ἀκερδῆ, τὴν τοῦ ἱπποδρομίου παραδηλῶν τύχην.
2.12.20χρόνῳ δὲ ὕστερον πόρρω που ἡλικίας Αὔγαρος ἥκων νόσῳ ποδάγρας χαλεπῆς τινος ὑπερφυῶς ἥλω. ταῖς γοῦν ὀδύναις ἀχθόμενος καὶ τῇ ἐνθένδε ἀκινησίᾳ ἐπὶ τοὺς ἰατροὺς τὸ πρᾶγμα ἦγεν. ἐκ πάσηςτε γῆς ξυνέλεγε τοὺς περὶ ταῦτα σοφοὺς ἅπαντας.
2.12.21ὧν δὴ ὕστερον (οὐ γάρ οἱ ἄκεσίν τινα τοῦ κακοῦ ἐξευρεῖν ἴσχυον) ἀπέστητε καὶ ἐς ἀμηχανίαν ἐμπεσὼν τύχας τὰς παρούσας ὠδύρετο.
2.12.22ὑπὸ δὲ τὸν χρόνον ἐκεῖνον Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὢν τοῖς ἐν Παλαιστίνῃ ἀνθρώποις ὡμίλει, τῷτε μηδὲν τὸ παράπαν ἁμαρτεῖν πώποτε, ἀλλὰ καὶ τὰ ἀμήχανα ἐξεργάζεσθαι διαφανῶς ἐνδεικνύμενος ὅτι δὴ τοῦ θεοῦ παῖς ὡς ἀληθῶς εἴη ·
2.12.23νεκρούςτε γὰρ καλῶν ἐξανίστη ὥσπερ ἐξ ὕπνου καὶ πηροῖς τοὺς ὀφθαλμοὺς οὕτω τεχθεῖσιν ἀνέῳγε, σώματόςτε ὅλου λεύκας ἐκάθηρε καὶ ποδῶν πήρωσιν ἔλυσε, καὶ ὅσα ἄλλα ἰατροῖς πάθη ἀνίατα ὠνομασμένα ἐστί.
2.12.24ταῦτα ἀπαγγελλόντων Αὔγαρος τῶν ἐκ Παλαιστίνης ἐς τὴν Ἔδεσσαν ἐπιχωριαζόντων ἀκούσας ἐθάρσησέτε καὶ γράμματα πρὸς τὸν Ἰησοῦν γράψας ἐδεῖτο αὐτοῦ ἀπαλλάσσεσθαι μὲν τῆς Ἰουδαίας καὶ τῶν ἐνταῦθα ἀγνωμόνων ἀνθρώπων, αὐτῷ δὲ τὸ λοιπὸν ξυμβιοτεύειν.
2.12.25ἐπεὶ ταῦτα ὁ Χριστὸς ἀπενεχθέντα εἶδεν, ἀντέγραψε πρὸς τὸν Αὔγαρον, ὡς μὲν οὐκ ἀφίξεται ἄντικρυς ἀπολέγων, τὴν δὲ ὑγίειαν τῷ γράμματι ὑποσχόμενος.
2.12.26φασὶ δὲ καὶ τοῦτο αὐτὸν ἐπειπεῖν, ὡς οὐ δὲ ἡ πόλις ποτὲ βαρβάροις ἁλώσιμος ἔσται. τοῦτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον οἱ μὲν ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ξυγγράψαντες οὐδαμῆ ἔγνωσαν · οὐ γὰρ οὖν οὐ δέ πη αὐτοῦ ἐπεμνήσθησαν · Ἐδεσσηνοὶ δὲ αὐτὸ ξὺν τῇ ἐπιστολῇ εὑρέσθαι φασὶν, ὥστε ἀμέλει καὶ ἀνάγραπτον οὕτω τὴν ἐπιστολὴν ἀντ’ἄλλου του φυλακτηρίου ἐν ταῖς τῆς πόλεως πεποίηνται πύλαις.
2.12.27γέγονε μὲν οὖν ὑπὸ Μήδοις χρόνῳ τινὶ ὕστερον, οὐχ ἁλοῦσα μέντοι, ἀλλὰ τρόπῳ τοιῷδε.
2.12.28ἐπειδὴ τὸ γράμμα τοῦ Χριστοῦ Αὔγαρος ἔλαβε, κακῶν μὲν ὀλίγῳ ὕστερον ἀπαθὴς γέγονε, συχνὸν δὲ τῇ ὑγιείᾳ ἐπιβιοὺς χρόνον ἐτελεύτησεν · ὅστις δὲ διεδέξατο τὴν βασιλείαν τῶν αὐτοῦ παίδων, ἀνοσιώτατος γεγονὼς ἁπάντων ἀνθρώπων, ἄλλατε πολλὰ ἐς τοὺς ἀρχομένους ἐξήμαρτε καὶ τὴν ἐκ Ῥωμαίων δεδιὼς τίσιν προσεχώρησεν ἑκούσιος Πέρσαις.
2.12.29χρόνῳτε πολλῷ Ἐδεσσηνοὶ ὕστερον ἀνελόντες τῶν βαρβάρων τοὺς σφίσιν ἐνδημοῦντας φρουροὺς ἐνέδοσαν Ῥωμαίοις τὴν πόλιν. αὐτῷ προσποιεῖσθαι ἐπιμελές ἐστι, τεκμαιρόμενος οἷς ἐν τοῖς κατ’ἐμὲ χρόνοις γέγονεν, ἅπερ ἐν τοῖς καθήκουσι λόγοις δηλώσω.
2.12.30καί μοί ποτε ἔννοια γέγονεν ὡς εἰ μὴ ταῦτα, ἅπερ ἐρρήθη, ὁ Χριστὸς ἔγραψεν, ἀλλ’ὅτι ἐς τοῦτο δόξης ἄνθρωποι ἦλθον, φυλάξαι διὰ τοῦτο ἀνάλωτον ἐθέλει τὴν πόλιν, ὡς μήποτε αὐτοῖς πλάνης τινὰ σκῆψιν διδοίη. ταῦτα μὲν οὖν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτωτε καὶ λεγέσθω.
2.12.31Χοσρόῃ δὲ τότε προ- προὔργου διὰ ταῦτα ἔδοξεν εἶναι Ἔδεσσαν ἐξελεῖν. καὶ ἐπεὶ ἐς Βάτνην ἀφίκετο, πόλισμα μὲν βραχὺ καὶ λόγου οὐδενὸς ἄξιον, ἡμέρας δὲ ὁδῷ Ἐδέσσης διέχον, ἐνταῦθα μὲν τὴν νύκτα ἐκείνην ηὐλίσατο, ὄρθρου δὲ βαθέος παντὶ τῷ στρατῷ ἐπὶ τὴν Ἔδεσσαν ἤλαυνε.
2.12.32καὶ αὐτοῖς ξυνέβη πλάνῃ περιπεσοῦσι τῇ ὑστεραίᾳ ἐς τὸν αὐτὸν αὐλίζεσθαι χῶρον ·
2.12.33ὅπερ αὐτοῖς λέγουσι καὶ δὶς ξυμβῆναι. μόλις δὲ ἄγχιστα Ἐδέσσης γενομένῳ Χοσρόῃ ῥεύματός φασιν ἐς τὸ πρόσωπον ἐπιπεσόντος ἐπῆρθαι τὴν γνάθον. διὸ δὴ τῆς μὲν πόλεως ἀποπειρᾶσθαι οὐδαμῆ ἤθελε, Παῦλον δὲ πέμψας χρήματα Ἐδεσσηνοὺς ᾔτει.
2.12.34οἱ δὲ ἀμφὶ τῇ πόλει μὲν δεδιέναι ἥκιστα ἔφασκον, ὅπως δὲ μὴ τοῖς χωρίοις λυμήνηται, ὡμολόγησαν δύο χρυσοῦ κεντηνάρια δώσειν. καὶ ὃς τάτε χρήματα ἔλαβε καὶ διεσώσατο τὰ ξυγκείμενα.
2.13.1τότε καὶ γράμματα Χοσρόῃ βασιλεὺς Ἰουστινιανὸς ἔγραψεν, ἐπιτελέσειν ὁμολογῶν τάτε αὐτῷ καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα.
2.13.2ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδε, τούςτε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο ἐς τὴν ἄφοδον, τούςτε Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν.
2.13.3ὅπερ Ἐδεσσηνοὶ ἐπειδὴ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ ἦν οὐδεὶς ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων κατὰ λόγον τῆς οὐσίας κατέθετο.
2.13.4εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο. αἵτε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καὶ εἴ τῳ γεωργῷ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ προβάτιον ἦν, τοῦτο δὴ ἐς τὸ ἱερὸν σπουδῇ πολλῇ ἦγεν.
2.13.5ἀθροίζεται μὲν οὖν χρυσοῦτε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος, δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν.
2.13.6Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη, κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ ὁ Χοσρόης τοὺς αἰχμαλώτους ἅπαντας ἐπαγόμενος πρόσω ἐχώρει.
2.13.7Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι · ὁ δὲ οὐ προσήκειν ἔφασκεν, ὅτι δὴ οἱ πλεῖστοι οὐ Χριστιανοὶ, ἀλλὰ δόξης τῆς παλαιᾶς τυγχάνουσιν ὄντες.
2.13.8καὶ μὴν καὶ Κωνσταντινιέων χρήματα διδόντων ἐδέξατο, καίπερ φάσκων οἱ ἐκ πατέρων προσήκειν τὴν πόλιν. ἐπειδὴ γὰρ Καβάδης Ἀμίδαν εἷλεν, Ἔδεσσάντε καὶ Κωνσταντίναν ἐξελεῖν ἤθελεν.
2.13.9ἀλλ’Ἐδέσσης μὲν ἀγχοῦ γενόμενος τῶν μάγων ἀνεπυνθάνετο εἴ οἱ ἁλώσιμος ἡ πόλις ἔσται, δείξας τῇ δεξιᾷ χειρὶ τὸ χωρίον αὐτοῖς.
2.13.10οἱ δὲ αὐτῷ τὴν πόλιν ἁλώσεσθαι οὐδεμιᾷ μηχανῇ ἔλεγον, τεκμαιρόμενοι, ὅτι δὴ τὴν δεξιὰν αὐτῇ χεῖρα προτείνας, οὐχ ἁλώσεως ταύτῃ οὐ δὲ ἄλλου ὁτουοῦν χαλεποῦ ξύμβολον, ἀλλὰ σωτηρίας διδοίη.
2.13.11καὶ ὃς ταῦτα ἀκούσας, ἐπείθετότε καὶ ἐπῆγεν ἐπὶ Κωνσταντίναν τὸ στράτευμα.
2.13.12ἐνταῦθα δὲ ἀφικόμενος ἐνστρατοπεδεύεσθαι παντὶ τῷ στρατῷ ὡς πολιορκήσων ἐπέστελλεν.
2.13.13ἦν δὲ Κωνσταντίνης ἱερεὺς τότε Βαράδοτος, ἀνὴρ δίκαιόςτε καὶ τῷ θεῷ ἐς τὰ μάλιστα φίλος, καὶ ἀπ’αὐτοῦ ἐνεργοῦσαν ἐς ὅ τι βούλοιτο ἀεὶ τὴν εὐχὴν ἔχων · οὗ καὶ τὸ πρόσωπον ἰδὼν ἄν τις εὐθὺς εἴκασεν ὅτι δὴ τῷ θεῷ ἐνδελεχέστατα κεχαρισμένος ὁ ἀνὴρ εἴη.
2.13.14οὗτος ὁ Βαράδοτος τηνικαῦτα παρὰ τὸν Καβάδην ἐλθὼν οἶνόντε ἤνεγκε καὶ ἰσχάδας καὶ μέλι καὶ καθαροὺς ἄρτους, καὶ αὐτοῦ ἐδεῖτο μὴ ἀποπειρᾶσθαι πόλεως, ἣ οὔτε λόγου ἀξία ἐστὶ καὶ πρὸς Ῥωμαίων ἀπημέληται λίαν, οὔτε στρατιωτῶν φρουρὰν ἔχουσα οὔτε ἄλλο τι φυλακτήριον, ἀλλὰ τοὺς οἰκήτορας μόνους, ἀνθρώπους οἰκτρούς.
2.13.15ὁ μὲν ταῦτα εἶπε · Καβάδης δὲ αὐτῷ τήντε πόλιν χαριεῖσθαι ὡμολόγησε καὶ τοῖς σιτίοις ἐδωρήσατο αὐτὸν ἅπασιν, ὅσα οἱ τῷ στρατοπέδῳ ἐς τὴν πολιορκίαν ἡτοίμαστο, μεγάλοις ὑπερφυῶς οὖσιν · οὕτωτε ἀπηλλάσσετο ἐκ γῆς τῆς Ῥωμαίων. διὸ δὴ ὁ Χοσρόης ἐκ πατέρων οἱ προσήκειν ἠξίου τὴν πόλιν.
2.13.16ἐς Δάραςτε ἀφικόμενος ἐς πολιορκίαν καθίστατο. ἔνδοθεν δὲ Ῥωμαῖοι καὶ Μαρτῖνος ὁ στρατηγὸς (καὶ γὰρ ἐνταῦθα ὢν ἔτυχε) τὰ ἐς ἀντίστασιν ἐξηρτύοντο.
2.13.17δύο δὲ ἡ πόλις τείχεσι περιβέβληται, ὧν τὸ μὲν ἐντὸς μέγατε καὶ ἀξιοθέατον ἀτεχνῶς ἐστιν (ἐς ὕψος γὰρ διήκει πύργος μὲν ἕκαστος ποδῶν ἑκατὸν, τὸ δὲ ἄλλο τεῖχος ἑξήκοντα), τὸ δὲ ἐκτὸς πολλῷ μὲν ἔλασσον συμβαίνει εἶναι, ἄλλως δὲ ἐχυρόντε καὶ λόγου πολλοῦ ἄξιόν ἐστι.
2.13.18τὸ δὲ μεταξὺ χωρίον εὖρος οὐχ ἧσσον ἢ πεντήκοντα ἔχει ποδῶν · ἐνταῦθα εἰώθασι Δαρηνοὶ τούςτε βόας καὶ τα- τἄλλα ζῷα πολεμίων σφίσιν ἐγκειμένων ἐμβάλλεσθαι.
2.13.19τὰ μὲν οὖν πρῶτα ὁ Χοσρόης προσβολὴν ποιησάμενος ἐς τὰ πρὸς ἑσπέραν τοῦ περιβόλου πλήθειτε βελῶν βιασάμενος, τὰς πύλας τείχους τοῦ βραχέος ἐνέπρησεν.
2.13.20ἐντὸς μέντοι γενέσθαι οὐδεὶς τῶν βαρβάρων ἐτόλμησεν. ἔπειτα δὲ κατώρυχα ποιεῖσθαι λάθρα ἐς τὰ πρὸς ἕω τῆς πόλεως ἔγνω. ταύτῃ γὰρ μόνον ὀρύσσεσθαι ἡ γῆ οἵατέ ἐστιν, ἐπεὶ τὰ ἄλλα τοῦ περιβόλου ἐπὶ πέτρας τοῖς δειμαμένοις πεποίηται.
2.13.21οἱ γοῦν Πέρσαι ἀπὸ τῆς τάφρου ἀρξάμενοι ὤρυσσον. ἧς δὴ βαθείας κομιδῆ οὔσης οὔτε καθεωρῶντο πρὸς τῶν πολεμίων οὔτε αὐτοῖς τινα αἴσθησιν τοῦ ποιουμένου παρείχοντο.
2.13.22ἤδη μὲν οὖν ὑπέδυσαν τὰ θεμέλια τοῦ ἐκτὸς τείχους, ἔμελλον δὲ καὶ κατὰ τὴν μεταξὺ χώραν ἑκατέρου περιβόλου γινόμενοι ὀλίγῳ ὕστερον καὶ τὸ μέγα τεῖχος ἀμείψαντες τὴν πόλιν κατὰ κράτος ἑλεῖν, ἀλλ’(οὐ γὰρ αὐτὴν ἔδει Πέρσαις ἁλῶναι) εἷς ἐκ τοῦ Χοσρόου στρατοπέδου ἀμφὶ ἡμέραν μέσην ἄγχιστά πη τοῦ περιβόλου μόνος ἀφίκετο, εἴτε ἄνθρωπος ὢν εἴτε τι ἄλλο ἀνθρώπου κρεῖσσον, δόξαντε τοῖς ὁρῶσι παρείχετο, ὅτι δὴ τὰ βέλη ξυλλέγοι, ἅπερ ἐκ τοῦ τείχους Ῥωμαῖοι ὀλίγῳ πρότερον ἐπὶ τοὺς ἐνοχλοῦντας βαρβάρους ἀφῆκαν.
2.13.23ταῦτάτε ποιῶν καὶ τὴν ἀσπίδα προβεβλημένος ἐρεσχελεῖντε τοὺς ἐν ταῖς ἐπάλξεσι καὶ ξὺν γέλωτι τωθάζειν ἐδόκει. εἶτα φράσας αὐτοῖς τὸν πάντα λόγον ἐγρηγορέναι πάντας ἐκέλευε καὶ ὡς ἔνι μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι.
2.13.24καὶ ὁ μὲν ταῦτα σημήνας ἀπιὼν ᾤχετο, Ῥωμαῖοι δὲ τὰ ἐν μέσῳ τείχους ἑκατέρου θορύβῳ πολλῷ καὶ ταραχῇ ἐκέλευον σκάπτειν.
2.13.25καὶ Πέρσαι μέντοι οὐκ εἰδότες τὰ πρασσόμενα οὐδέν τι ἧσσον ἔργου εἴχοντο.
2.13.26τῶν μὲν οὖν βαρβάρων ὀρθήν τινα ἔνερθεν ποιουμένων ὁδὸν ἐπὶ τὸ τῆς πόλεως τεῖχος, τῶν δὲ Ῥωμαίωντε Θεοδώρου γνώμῃ, ἐπὶ σοφίᾳ, τῇ καλουμένῃ μηχανικῇ λογίου ἀνδρὸς, ἐγκαρσίαντε τὴν διώρυχα ἐργαζομένων καὶ βάθους ἱκανῶς ἔχουσαν, ξυνέβη Πέρσας κατὰ μέσον τοῖν περιβόλοιν γεγενημένους ἐκ τοῦ αἰφνιδίου ἐμπεσεῖν ἐς τὴν Ῥωμαίων κατώρυχα.
2.13.27καὶ αὐτῶν τοὺς μὲν πρώτους Ῥωμαῖοι ἔκτειναν, οἱ δὲ ὄπισθεν φυγόντες κατὰ τάχος ἐς τὸ στρατόπεδον διεσώθησαν. διώκειν γὰρ αὐτοὺς ἐν σκότῳ Ῥωμαῖοι οὐδαμῆ ἔγνωσαν.
2.13.28ταύτης οὖν τῆς πείρας ὁ Χοσρόης ἀποτυχὼν ἑλεῖντε τὴν πόλιν μηχανῇ τὸ λοιπὸν οὐδεμιᾷ ἐλπίσας, τοῖς πολιορκουμένοις ἐς λόγους ἦλθε, χίλιάτε κεκομισμένος ἀργύρου σταθμὰ ἐς τὰ Περσῶν ἤθη ἐχώρει.
2.13.29ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἔμαθεν, οὐκέτι τὰ ξυγκείμενα ἐπιτελῆ ποιήσειν ἤθελεν, ἐπικαλῶν Χοσρόῃ ὅτι δὴ πόλιν Δάρας ἐν σπονδαῖς ἐξελεῖν ἐνεχείρησε. ταῦτα μὲν ἐν τῇ πρώτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις ξυνέβη, καὶ τὸ θέρος μὲν ἐτελεύτα.
2.14.1ὁ δὲ Χοσρόης πόλιν ἐν Ἀσσυρίοις δειμάμενος ἐν χώρῳ Κτησιφῶντος πόλεως διέχοντι ἡμέρας ὁδῷ, Ἀντιόχειάντε τὴν Χοσρόου αὐτὴν ἐπωνόμασε καὶ Ἀντιοχέων τοὺς αἰχμαλώτους ἐνταῦθα ξυνῴκισεν ἅπαντας, οἷς δὴ βαλανεῖόντε καὶ ἱπποδρόμιον κατεσκεύαζε καὶ ταῖς ἄλλαις τρυφαῖς ἀνεῖσθαι ἐποίει.
2.14.2τούςτε γὰρ ἡνιόχους καὶ τοὺς τῶν μουσικῶν ἔργων τεχνίτας ἔκτε Ἀντιοχείας καὶ τῶν ἄλλων Ῥωμαϊκῶν πόλεων ξὺν αὑτῷ ἦγεν.
2.14.3ἔτι μέντοι καὶ δημοσίᾳ τοὺς Ἀντιοχέας τούτους ἐπιμελεστέρως ἢ κατὰ αἰχμαλώτους ἐσίτιζεν ἐς πάντα τὸν χρόνον, καὶ βασιλικοὺς καλεῖσθαι ἠξίου, ὥστε τῶν ἀρχόντων οὐδενὶ ὑποχειρίους εἶναι ἢ βασιλεῖ μόνῳ.
2.14.4εἰ δέ τις καὶ τῶν ἄλλων Ῥωμαίων δραπέτης γεγονὼς ἐς Ἀντιόχειαν τὴν Χοσρόου διαφυγεῖν ἴσχυσε, καί τις αὐτὸν ξυγγενῆ τῶν ταύτῃ ᾠκημένων ἐκάλεσεν, οὐκέτι ἐξῆν τῷ κεκτημένῳ τὸν αἰχμάλωτον τοῦτον ἀπάγειν, οὐ δ’ἤν τις τῶν λίαν ἐν Πέρσαις δοκίμων ὁ τὸν ἄνθρωπον ἐξανδραποδίσας τυγχάνοι.
2.14.5Ἀντιοχεῦσι μέντοι τὸ ξυμβὰν ἐπὶ Ἀναστασίου βασιλεύοντος τέρας ἐς τοῦτο ἀποβὰν ἐτελεύτησε. τότε γὰρ ἀνέμου σκληροῦ Δάφνῃ τῷ προαστείῳ ἐκ τοῦ αἰφνιδίου ἐπιπεσόντος, τῶν κυπαρίσσων αἳ ταύτῃ ὑψηλαὶ ἀτεχνῶς ἦσαν ἐκ ῥιζῶν τῶν ἐσχάτων ἀνατραπεῖσαι εἰς τὴν γῆν ἔπεσον, ἅσπερ ὁ νόμος ἐκτέμνεσθαι οὐδαμῆ εἴα.
2.14.6ὀλίγῳ μὲν οὖν ὕστερον, ἡνίκα Ἰουστῖνος Ῥωμαίων ἦρχε, σεισμός τις ἐπιγενόμενος ἐξαίσιος λίαν τήντε πόλιν κατέσεισε πᾶσαν καὶ τῶν οἰκοδομημάτων τάτε πλεῖστα καὶ κάλλιστα ἐς τὸ ἔδαφος εὐθὺς ἤνεγκε, καὶ λέγονται τότε τριάκοντα μυριάδες Ἀντιοχέων ἀπολωλέναι.
2.14.7ἐν ταύτῃ δὲ τῇ ἁλώσει ξύμπασα ἡ πόλις ὥσπερ μοι ἐρρήθη, διέφθαρται. τὸ μὲν οὖν Ἀντιοχέων πάθος τῇδε ἐχώρησε.
2.14.8Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον ἐξ Ἰταλίας μετάπεμπτος ἦλθε, καὶ αὐτὸν διαχειμάσαντα ἐν Βυζαντίῳ στρατηγὸν ἐπίτε Χοσρόην καὶ Πέρσας ἅμα ἦρι ἀρχομένῳ βασιλεὺς ἔπεμψεν ἄρχοντάςτε τοὺς ἐξ Ἰταλίας ξὺν αὐτῷ ἥκοντας, ὧν δὴ ἕνα Βαλεριανὸν ἡγεῖσθαι τῶν ἐν Ἀρμενίοις καταλόγων ἐκέλευε.
2.14.9Μαρτῖνος γὰρ ἔτυχεν εὐθὺς εἰς τὴν ἑῴαν σταλεὶς, καὶ διὰ τοῦτο Χοσρόης αὐτὸν, ὡς προδεδήλωται, ἐς Δάρας εὗρε.
2.14.10τῶν δὲ Γότθων Οὐίττιγις μὲν ἐν Βυζαντίῳ ἔμεινεν, οἱ δὲ λοιποὶ ξύμπαντες ἐπὶ Χοσρόην σὺν Βελισαρίῳ ἐστράτευσαν.
2.14.11τότε τῶν Οὐιττίγιδος πρέσβεων ἅτερος μὲν, ὅσπερ τοῦ ἐπισκόπου ὀνόματος ἐπεβάτευεν, ἐν τοῖς Περσῶν ἤθεσι θνήσκει, ὁ δὲ δὴ ἕτερος αὐτοῦ ἔμεινεν.
2.14.12ὅστις δὲ αὐτοῖς ἑρμηνεὺς εἵπετο, ἀνεχώρησεν ἐς Ῥωμαίων τὴν γῆν, καὶ αὐτὸν Ἰωάννης, ὃς τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἦρχεν, ἀμφὶ τὰ Κωνσταντίνης ὅρια ξυλλαβὼν ἔςτε τὴν πόλιν εἰσαγαγὼν ἐν δεσμωτηρίῳ καθεῖρξεν, ὅσπερ οἱ ἐνταῦθα ἅπαντα ἀναπυνθανομένῳ τὰ πεπραγμένα ἐξήνεγκε.
2.14.13ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. Βελισάριος δὲ ξὺν τοῖς ἑπομένοις κατὰ τάχος ᾔει, προτερῆσαι ἐν σπουδῇ ἔχων, πρίν τινα ὁ Χοσρόης ἐσβολὴν αὖθις ποιήσεται ἐς Ῥωμαίων τὴν γῆν.
2.15.1ἐν τούτῳ δὲ ὁ Χοσρόης ἐπὶ Κολχίδα τὸν στρατὸν ἦγε, Λαζῶν αὐτὸν ἐπαγομένων ἐξ αἰτίας τοιᾶσδε.
2.15.2Λαζοὶ τὰ μὲν πρῶτα γῆν τὴν Κολχίδα ᾤκουν, Ῥωμαίων κατήκοοι ὄντες, οὐ μέντοι ἐς φόρου ἀπαγωγὴν, οὐ δέ τι ἄλλο ἐπαγγέλλουσιν αὐτοῖς ἐπακούοντες, πλήν γε δὴ ὅτι, ἐπειδὰν αὐτοῖς ὁ βασιλεὺς τελευτήσειε, ξύμβολα τῆς ἀρχῆς τῷ διαδεξομένῳ τὴν βασιλείαν ὁ Ῥωμαίων βασιλεὺς ἔπεμπε.
2.15.3τὰ δὲ τῆς χώρας ὅρια ξὺν τοῖς ἀρχομένοις ἐς τὸ ἀκριβὲς διεφύλασσεν, ὅπως δὴ μὴ Οὖννοι πολέμιοι ἐξ ὄρους τοῦ Καυκάσου, ὁμόρου σφίσιν ὄντος, διὰ Λαζικῆς πορευόμενοι ἐσβάλλωσιν ἐς γῆν τὴν Ῥωμαίων.
2.15.4ἐφύλασσον δὲ οὔτε αὐτοὶ χρήματα ἢ στρατιὰν πρὸς Ῥωμαίων δεχόμενοι οὔτε Ῥωμαίοις πη ξυστρατεύοντες, ἐπ’ἐμπορίᾳ δὲ τῇ κατὰ θάλασσαν πρὸς Ῥωμαίους ἀεὶ τοὺς ἐν πόντῳ ᾠκημένους ἐργαζόμενοι.
2.15.5αὐτοὶ μὲν γὰρ οὔτε ἅλας οὔτε σῖτον οὔτε ἄλλο τι ἀγαθὸν ἔχουσι, δέρρεις δὲ καὶ βύρσας καὶ ἀνδράποδα παρεχόμενοι τὰ σφίσιν ἐπιτήδεια ἐκομίζοντο.
2.15.6ἐπειδὴ δὲ τὰ ἀμφὶ Γουργένει τῷ Ἰβήρων βασιλεῖ γενέσθαι ξυνέπεσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, στρατιῶται Ῥωμαίων ἐπιχωριάζειν Λαζοῖς ἤρξαντο, οἷς δὴ οἱ βάρβαροι οὗτοι ἤχθοντο, καὶ πάντων μάλιστα Πέτρῳ τῷ στρατηγῷ, ἐπηρεάζειν τοῖς ἐντυγχάνουσιν εὐπετῶς ἔχοντι.
2.15.7ὁ δὲ Πέτρος οὗτος ὥρμητο μὲν ἐξ Ἀρζανηνῆς, ἣ ἐκτὸς Νυμφίου ποταμοῦ ἐστι, Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα, πρὸς Ἰουστίνου δὲ βασιλέως ἔτι παῖς ὢν ἠνδραπόδιστο, ἡνίκα Ἰουστῖνος μετὰ τὴν Ἀμίδης ἅλωσιν ξὺν τῷ Κέλερος στρατῷ ἐσέβαλλεν ἐς τὴν Περσῶν γῆν. φιλανθρωπίᾳ δὲ πολλῇ χρωμένου τοῦ κεκτημένου ἐς αὐτὸν ἐς γραμματιστοῦ ἐφοίτησε.
2.15.8καὶ τὰ μὲν πρῶτα Ἰουστίνου γραμματεὺς γέγονεν, ἐπεὶ δὲ Ἀναστασίου τετελευτηκότος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε Ῥωμαίων, ὁ Πέτρος στρατηγὸς γεγονὼς ἔςτε φιλοχρηματίαν εἴπερ τις ἄλλος ἐξώκειλε καὶ ἀβελτερίᾳ πολλῇ ἐς ἅπαντας ἐχρῆτο.
2.15.9ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς ἄλλουςτε ἐς Λαζικὴν ἄρχοντας ἔπεμψε καὶ Ἰωάννην, ὃν Τζίβον ἐκάλουν, ἄνδρα ἐξ ἀφανῶν μὲν καὶ ἀδόξων ἀρχὴν γεγονότα, ἐς στρατηγίαν δὲ ἀναβεβηκότα κατ’ἄλλο οὐδὲν ἢ ὅτι πονηρότατόςτε ἦν ἀνθρώπων ἁπάντων καὶ πόρους χρημάτων ἀδίκους ἱκανώτατος ἐξευρεῖν. ὃς δὴ ἅπαντα ἔσφηλέτε καὶ συνετάραξε τὰ Ῥωμαίωντε καὶ Λαζῶν πράγματα.
2.15.10οὗτος καὶ βασιλέα Ἰουστινιανὸν πόλιν ἀνέπεισεν ἐπιθαλασσίαν, Πέτραν ὄνομα, ἐν Λαζοῖς δείμασθαι · ἐνταῦθάτε ὥσπερ ἐν ἀκροπόλει καθήμενος ἦγέτε καὶ ἔφερε τὰ Λαζῶν πράγματα.
2.15.11τούςτε γὰρ ἅλας καὶ ὅσα ἄλλα φορτία Λαζοῖς ἀναγκαῖα ἐδόκει εἶναι, οὐκέτι φέρειν ἐς γῆν τὴν Κολχίδα τοῖς ἐμπόροις ἐξῆν, ἢ ἄλλοθι ἐνθένδε ὠνεῖσθαι, ἀλλ’ἐν Πέτρᾳ ξυστησάμενος τὸ δὴ καλούμενον μονοπώλιον αὐτὸς κάπηλόςτε καὶ ξυμπάσης τῆς περὶ ταῦτα ἐργασίας ἐπιστάτης ἐγίγνετο, ἅπαντα ὠνούμενόςτε καὶ ἀποδιδόμενος Κόλχοις, οὐχ ᾗπερ εἴθιστο, ἀλλ’ᾗπερ ἐξῆν.
2.15.12ἅμα δὲ καὶ ἄλλως οἱ βάρβαροι ἤχθοντο ἐπιχωριάζοντι αὐτοῖς οὐκ εἰωθὸς πρότερον τῷ Ῥωμαίων στρατῷ. ἃ δὴ οὐκέτι φέρειν οἷοίτε ὄντες Πέρσαιςτε καὶ Χοσρόῃ προσχωρεῖν ἔγνωσαν, πρέσβειςτε αὐτίκα τοὺς ταῦτα διαπραξομένους κρύφα Ῥωμαίων παρ’αὐτοὺς ἔπεμψαν.
2.15.13οἷς δὴ εἴρητο τὰ πιστὰ πρὸς Χοσρόου λαβοῦσιν, ὅτι γε οὔποτε Λαζοὺς ἄκοντας ἐκδώσει Ῥωμαίοις, οὕτω δὴ αὐτὸν ξὺν τῷ Περσῶν στρατῷ ἐς τὴν χώραν ἐπαγαγέσθαι.
2.15.14ἀφικόμενοι τοίνυν ἐς Πέρσας οἱ πρέσβεις καὶ Χοσρόῃ λάθρα ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Εἴ τινας καὶ ἄλλους ἐκ τοῦ παντὸς χρόνου τῶν μὲν οἰκείων ἀποστάντας ὅντινα δὴ τρόπον, ἀνδράσι δὲ τὸ παράπαν ἀγνῶσι προσκεχωρηκότας οὐ δέον αὖθις εὖ ποιοῦσα ἡ τύχη ὡς μάλιστα ἀσμένους ἐπὶ τοὺς πρὶν ἐπανήγαγεν ἐπιτηδείους, τοιούτους δή τινας καὶ Λαζοὺς, ὦ μέγιστε βασιλεῦ, νόμιζε εἶναι.
2.15.15Κόλχοι γὰρ Πέρσαις σύμμαχοι τὸ ἀνέκαθεν ὄντες πολλάτε εἰργάσαντο αὐτοὺς ἀγαθὰ καὶ αὐτοὶ ἔπαθον · ὧν δὴ ἐν γράμμασι μνημεῖα πολλὰ ἡμεῖςτε ἔχομεν κα- κἀν τοῖς βασιλείοις τοῖς σοῖς ἐς τὸ παρὸν διασώζεται.
2.15.16χρόνῳ δὲ ὕστερον τοῖς ἡμετέροις προγόνοις τετύχηκεν εἴτε παρ’ὑμῶν ἀμεληθεῖσιν εἴτε ἄλλου του ἕνεκα (οὐ γὰρ ἔχομέν τι σαφὲς περὶ τούτων εἰδέναι) Ῥωμαίοις ἐνσπόνδοις γενέσθαι.
2.15.17καὶ νῦν ἡμεῖςτε καὶ ὁ Λαζικῆς βασιλεὺς δίδομεν Πέρσαις ἡμᾶςτε αὐτοὺς καὶ γῆν τὴν ἡμετέραν ὅ τι βούλοισθε χρῆσθαι.
2.15.18δεόμεθα δὲ ὑμῶν οὑτωσὶ σκοπεῖσθαι περὶ ἡμῶν · εἰ μὲν οὐδὲν πρὸς Ῥωμαίων πεπονθότες δεινὸν, ἀλλ’ἀγνωμοσύνῃ ἐχόμενοι κεχωρήκαμεν εἰς ὑμᾶς, τήνδε ἡμῶν εὐθὺς ἀποσείσασθε τὴν ἱκετείαν, οὐ δὲ ὑμῖν ποτε πιστοὺς ἔσεσθαι Κόλχους οἰόμενοι (φιλίας γὰρ διαλελυμένης ὁ τρόπος τῆς μετ’ἐκείνην πρὸς ἑτέρους καθισταμένης ἔλεγχος γίγνεται) ·
2.15.19εἰ δὲ λόγῳ μὲν φίλοι Ῥωμαίων, ἔργῳ δὲ ἀνδράποδα γεγονότες πιστὰ, ἔργα πεπόνθαμεν πρὸς τῶν ἐφ’ἡμῖν τετυραννηκότων ἀνόσια, δέξασθε μὲν ἡμᾶς τοὺς πρόσθε ξυμμάχους, κτήσασθε δὲ δούλους οἷς φίλοις ἐχρῆσθε, μισήσατε δὲ τυραννίδα πικρὰν οὕτως ἡμῖν ἐν γειτόνων ἐγηγερμένην, τῆς δικαιοσύνης ἄξια πράσσοντες, ἣν περιστέλλειν ἀεὶ πάτριον Πέρσαις.
2.15.20οὐ γὰρ ὁ μηδὲν αὐτὸς ἀδικῶν δίκαιος, εἰ μὴ καὶ τοὺς ὑφ’ἑτέρων ἀδικουμένους ἔχων ἐν ἐξουσίᾳ ῥύεσθαι πέφυκεν.
2.15.21ἔνια δὲ εἰπεῖν ὧν τετολμήκασιν οἱ κατάρατοι Ῥωμαῖοι καθ’ἡμῶν ἄξιον. τῷ μὲν γὰρ ἡμετέρῳ βασιλεῖ τὸ σχῆμα μόνον τῆς βασιλείας ἀπολιπόντες αὐτοὶ τὴν ἐξουσίαν ἐπὶ τῶν ἔργων ἀφῄρηνται, καὶ κάθηται βασιλεὺς ἐν ὑπηρέτου μοίρᾳ, τὸν ἐπιτάττοντα στρατηγὸν δεδιώς ·
2.15.22στρατιᾶς δὲ ἡμῖν ἐπέστησαν πλῆθος, οὐχ ὅπως τὴν χώραν ἀπὸ τῶν ἐνοχλούντων φρουρήσουσιν (οὐ γὰρ οὐ δέ τις τῶν ὁμόρων ἡμᾶς πλήν γε δὴ Ῥωμαίων ἠνώχλησεν), ἀλλ’ὅπως ἡμᾶς ὥσπερ ἐν δεσμωτηρίῳ καθείρξαντες κύριοι τῶν ἡμετέρων γενήσονται.
2.15.23λογισάμενοι δὲ συντομωτέραν ποιήσασθαι τὴν τῶν ἡμῖν ὑπαρχόντων ἀφαίρεσιν, ὅρα, ὦ βασιλεῦ, ἐς ὁποίαν τινὰ ἔννοιαν ἦλθον ·
2.15.24τῶν ἐπιτηδείων ἃ μὲν περιττὰ παρ’ἐκείνοις εἶναι τετύχηκεν, ἀναγκάζουσιν οὐχ ἑκόντας ὠνεῖσθαι Λαζοὺς, ὅσα δὲ αὐτοῖς χρησιμώτατα φέρειν Λαζικὴ πέφυκεν, οἵδε ἀξιοῦσι δῆθεν τῷ λόγῳ παρ’ἡμῶν πρίασθαι, τιμῆς ἑκατέρωθι γνώμῃ τῶν κρατούντων ὁριζομένης.
2.15.25οὕτωτε ξὺν τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέτε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργασίαν τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος.
2.15.26ἡ μὲν οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον ἐφ’ἑαυτῆς ἔχει · ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται, δεχομένοις τὴν Λαζῶν δέησιν, αὐτίκα ἐροῦμεν.
2.15.27τῇ Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, μηκυνόμενόντε ἀπ’αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ τῆς ἡμετέρας ξυμβήσεται χώρας, ἐν ᾗ πλοῖά σοι, ὦ βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα οὐδέν ἐστι.
2.15.28προσθείη δ’ἄν τις ὡς καὶ ληίζεσθαι τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν ἔτος ἐφ’ὑμῖν κείσεται.
2.15.29ὄρεσι γὰρ τοῖς Καυκασίοις ἐπιτείχισμα μέχρι τοῦδε γεγονέναι τὴν Λαζῶν χώραν πάντως που καὶ ὑμεῖς ξυνεπίστασθε.
2.15.30ἡγουμένου τοίνυν τοῦ δικαίου, προσόντος δὲ τοῦ ξυμφέροντος, τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι οὐδεμιᾶς ἂν εὐβουλίας οἰόμεθα εἶναι. τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον.
2.15.31Χοσρόης δὲ τοῖς λόγοις ἡσθεὶς ἀμύνειντε Λαζοῖς ὡμολόγησε καὶ τῶν πρέσβεων ἐπυνθάνετο εἴ οἱ στρατῷ μεγάλῳ ἐς γῆν τὴν Κολχίδα ἰέναι δυνατὰ εἴη.
2.15.32πολλῶν γὰρ ἀπαγγελλόντων ἔφασκεν ἀκηκοέναι τὰ πρότερα δύσοδον ἐπιεικῶς καὶ ἀνδρὶ εὐζώνῳ τὴν χώραν εἶναι, κρημνώδητε ὑπερφυῶς οὖσαν καὶ δένδροις συχνοῖςτε καὶ ἀμφιλαφέσιν ἐπὶ μακρότατον συνεχομένην.
2.15.33οἱ δέ οἱ ἰσχυρίζοντο παντὶ τῷ Περσῶν στρατῷ τὴν ἐκείνῃ ὁδὸν εὐπετῆ ἔσεσθαι, τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις.
2.15.34καὶ αὐτοὶ ὡμολόγουν τῆςτε ὁδοῦ ἡγεμόνες καὶ τοῦ ἔργου τούτου Πέρσαις ἔσεσθαι πρόπονοι.
2.15.35ταύτῃ ὁ Χοσρόης ἐπηρμένος τῇ ὑποθήκῃ στρατιάντε πολλὴν ἤγειρε καὶ τὰ ἐς τὴν ἔφοδον ἐξηρτύετο, οὔτε τὸ βούλευμα ἐς Πέρσας ἐξενεγκὼν, πλήν γε δὴ οἷς τὰ ἀπόρρητα κοινολογεῖσθαι μόνοις εἰώθει, καὶ τοῖς πρέσβεσιν ἐπαγγείλας ὅπως τὰ πρασσόμενα μηδενὶ φράσωσιν, ἀλλ’ἐς Ἰβηρίαν τῷ λόγῳ ἐστέλλετο, ὡς τὰ τῇδε καταστησόμενος πράγματα · ἔθνος γὰρ Οὐννικὸν ἐνταῦθά πη ἐπισκῆψαι τῇ Περσῶν ἀρχῇ ἐπεφήμιζεν.
2.16.1ἐν τούτῳ δὲ γενόμενος Βελισάριος ἐν Μεσοποταμίᾳ πανταχόθεν τὸν στρατὸν ἤγειρε, καί τινας ἐς τὰ Περσῶν ἤθη ἐπὶ κατασκοπῇ ἔπεμπεν.
2.16.2αὐτὸς δὲ τοῖς πολεμίοις ἐνταῦθα ὑπαντιάσαι βουλόμενος, ἤν τινα ἐσβολὴν ἐς Ῥωμαίων τὴν γῆν αὖθις ποιήσωνται, διεῖπέτε αὐτοῦ καὶ διεκόσμει τοὺς στρατιώτας, γυμνούςτε καὶ ἀνόπλους ἐπὶ πλεῖστον ὄντας, κατωρρωδηκότας τὸ Περσῶν ὄνομα.
2.16.3οἱ μὲν οὖν κατάσκοποι ἐπανήκοντες οὐδεμίαν τῶν πολεμίων ἰσχυρίζοντο ἐν τῷ παρόντι ἐσβολὴν ἔσεσθαι · πολέμου γὰρ Οὐννικοῦ ἀσχολίαν Χοσρόῃ ἑτέρωθι εἶναι.
2.16.4Βελισάριος δὲ ταῦτα ἀκούσας παντὶ τῷ στρατῷ αὐτίκα ἐσβάλλειν ἐς τῶν πολεμίων τὴν γῆν ἤθελε.
2.16.5καί οἱ Ἀρέθαςτε ξὺν πολλῷ στρατῷ Σαρακηνῶν ἦλθε καὶ βασιλεὺς γράμματα γράψας ἐσβάλλειν κατὰ τάχος ἐς τὴν πολεμίων ἐπέστελλε γῆν.
2.16.6ξυγκαλέσας οὖν ἅπαντας τοὺς ἄρχοντας ἐν Δάρας ἔλεξε τοιάδε Ἅπαντας ὑμᾶς, ὦ ξυνάρχοντες, πολέμων πολλῶν ἐμπείρους οἶδα, ξυνήγαγόντε ἐν τῷ παρόντι, οὐχ ὅπως ὑπομνήσας ἢ παραίνεσίν τινα ποιησάμενος τὴν ὑμετέραν γνώμην ἐπὶ τοὺς πολεμίους ὁρμήσω (οὐ γὰρ λόγου δεῖσθαι ὑμᾶς τοῦ ἐς εὐτολμίαν ἐνάγοντος οἶμαι), ἀλλ’ὅπως ξυμβουλήν τινα ἔν γε ἡμῖν αὐτοῖς ποιησάμενοι ἑλώμεθα μᾶλλον ἅπερ ἂν δοκῇ βέλτιστάτε καὶ ἄριστα τοῖς βασιλέως πράγμασιν εἶναι.
2.16.7πόλεμος γὰρ εὐβουλίᾳ πάντων μάλιστα κατορθοῦσθαι φιλεῖ. δεῖ δὲ τοὺς ἐς βουλὴν καθισταμένους αἰδοῦςτε καὶ φόβου παντάπασιν ἐλευθέραν ποιεῖσθαι τὴν γνώμην.
2.16.8ὅτε γὰρ φόβος, ἀεὶ τοὺς αὐτῷ περιπεπτωκότας ἐκπλήσσων, οὐκ ἐᾷ τὴν διάνοιαν ἑλέσθαι τὰ κρείσσω, ἥτε αἰδὼς ἐπισκιάζουσα τοῖς δόξασιν εἶναι ἀμείνοσιν ἐπὶ τὴν ἐναντίαν ἐκφέρει τὴν γνῶσιν.
2.16.9εἴ τι τοίνυν ἢ βασιλεῖ τῷ μεγάλῳ ἢ ἐμοὶ βεβουλεῦσθαι ὑπὲρ τῶν παρόντων δοκεῖ, μηδὲν ὑμᾶς τοῦτο εἰσίτω.
2.16.10ὁ μὲν γὰρ μακράν που ἀπολελειμμένος τῶν πρασσομένων οὐκ ἔχει τοῖς καιροῖς ἁρμόσαι τὰς πράξεις ·
2.16.11ὥστε φόβος οὐδεὶς ἀπ’ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν.
2.16.12ἐμὲ δὲ ἄνθρωπόντε ὄντα καὶ χρόνῳ μακρῷ ἐκ τῶν ἑσπερίων ἐνταῦθα ἐλθόντα μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον.
2.16.13ὥστε οὐδὲν τὴν ἐμὴν γνώμην αἰδεσθέντας ὑμᾶς προσήκει διαρρήδην εἰπεῖν ὅσα ἂν ξυνοίσειν ἡμῖντε αὐτοῖς καὶ βασιλεῖ μέλλῃ.
2.16.14τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐνθάδε ἥκομεν, ὦ ξυνάρχοντες, ὡς διακωλύσοντες τὸν πολέμιον ἐσβολήν τινα ἐς τὴν ἡμετέραν ποιήσασθαι, νῦν δὲ τῶν πραγμάτων ἡμῖν ἄμεινον ἢ κατ’ἐλπίδας κεχωρηκότων πάρεστι περὶ τῆς ἐκείνου βουλεύεσθαι.
2.16.15ἐφ’ᾧ δὴ ξυνειλεγμένους ὑμᾶς δίκαιον, οἶμαι, οὐδὲν ὑποστειλαμένους εἰπεῖν ἅπερ ἂν ἄριστάτε δοκῇ καὶ ξυμφορώτατα ἑκάστῳ εἶναι.
2.16.16Βελισάριος μὲν τοσαῦτα εἶπε. Πέτρος δὲ καὶ Βούζης ἐξηγεῖσθαι τῷ στρατῷ οὐδὲν μελλήσοντα ἐπὶ τὴν πολεμίαν ἐκέλευον. ὧν δὴ τῇ γνώμῃ εἵποντο εὐθὺς ὁ ξύλλογος ἅπας.
2.16.17Ῥεκίθαγγος μέντοι καὶ Θεόκτιστος, οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, τα- ταὐτὰ μὲν τοῖς ἄλλοις ἀμφὶ τῇ ἐσβολῇ βούλεσθαι καὶ αὐτοὶ ἔφασαν, δεδιέναι δὲ μὴ σφῶν ἐκλελοιπότων τάτε ἐπὶ Φοινίκης καὶ Συρίας χωρία κατ’ἐξουσίαν μὲν Ἀλαμούνδαρος ταῦτα ληίζηται, βασιλεὺς δὲ σφᾶς δι’ὀργῆς ἔχοι, ἅτε οὐ φυλάξαντας ἀδῄωτον τὴν χώραν ἧς ἦρχον, καὶ δι’αὐτὸ συνεισβάλλειν τῷ ἄλλῳ στρατῷ οὐδαμῆ ἤθελον.
2.16.18Βελισάριος δὲ τὼ ἄνδρε τούτω ὡς ἥκιστα ἀληθῆ οἴεσθαι ἔλεγε. τοῦ γὰρ καιροῦ τροπὰς θερινὰς εἶναι. ταύτης δὲ τῆς ὥρας δύο μάλιστα μῆνας ἀνάθημα τῷ σφετέρῳ θεῷ Σαρακηνοὺς ἐς ἀεὶ φέροντας ἐν ταύτῃ ἐπιδρομῇ τινι οὔποτε χρῆσθαι ἐς γῆν ἀλλοτρίαν.
2.16.19διὸ δὴ ἑξήκοντα ἡμερῶν ὁμολογήσας ξὺν τοῖς ἑπομένοις ἄμφω ἀφήσειν, ἐκέλευε καὶ αὐτοὺς ξὺν τῷ ἄλλῳ στρατῷ ἕπεσθαι. Βελισάριος μὲν οὖν τὰ ἐς τὴν ἐσβολὴν σπουδῇ πολλῇ ἐξηρτύετο.
2.17.1Χοσρόης δὲ καὶ ὁ Μήδων στρατὸς, ἐπειδὴ τὴν Ἰβηρίαν ἀμείψαντες ἐν τοῖς τῆς Λαζικῆς ὁρίοις, τῶν πρέσβεων σφίσιν ἡγουμένων, ἐγένοντο, τὰ δένδρα οὐδενὸς ἀντιστατοῦντος ἐκτέμνοντες, ἅπερ ἐνταῦθα συχνάτε καὶ δεινῶς ἀμφιλαφῆτε καὶ ὑψηλὰ ἐν χωρίοις κρημνώδεσιν ὄντα παντάπασιν ἄβατον τῇ στρατιᾷ τὴν χώραν ἐποίει, ταῦτάτε ἐς τὰς δυσχωρίας ἐρρίπτουν καὶ ὅλως εὐπετῆ τὴν ὁδὸν ἀπειργάζοντο.
2.17.2ἀφικομένοιςτε αὐτοῖς ἐς μέσην Κολχίδα (οὗ δὴ τάτε ἀμφὶ Μήδειαν καὶ Ἰάσονα οἱ ποιηταὶ γεγενῆσθαι μυθολογοῦσιν) ἐλθὼν Γουβάζης, ὁ Λαζῶν βασιλεὺς, προσεκύνησεν ἅτε δεσπότην Χοσρόην τὸν Καβάδου, αὑτόντέ οἱ ξὺν τοῖς βασιλείοις καὶ Λαζικὴν ἐνδιδοὺς ἅπασαν.
2.17.3ἔστι δὲ Πέτρα πόλις ἐπιθαλασσία ἐν Κόλχοις, πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ, ἣν δὴ φαῦλόν τι χωρίον τὰ πρότερα οὖσαν Ἰουστινιανὸς βασιλεὺς τῷτε περιβόλῳ καὶ τῇ ἄλλῃ κατασκευῇ ἐχυράντε καὶ ἄλλως ἐπιφανῆ κατεστήσατο.
2.17.4ἐνταῦθα τὸ Ῥωμαίων στράτευμα εἶναι ξὺν τῷ Ἰωάννῃ μαθὼν ὁ Χοσρόης στρατιάντε καὶ στρατηγὸν Ἀνιαβέδην ὡς αὐτοβοεὶ ἐξελοῦντας ἐπ’αὐτοὺς ἔπεμψε.
2.17.5γνοὺς δὲ Ἰωάννης τὴν ἔφοδον οὔτε τοῦ περιβόλου τινὰ ἔξω γενέσθαι οὔτε ἀπὸ τῶν ἐπάλξεων φανῆναι τοῖς πολεμίοις ἐκέλευσεν, ἀλλὰ πᾶν ἐξοπλίσας τὸ στράτευμα πλησίον που τῶν πυλῶν ἔστησεν, ἐπιστείλας σιγῇ ἔχεσθαι, μήτε ἦχον μήτε φωνὴν ἀφιέντας τινά.
2.17.6οἱ γοῦν Πέρσαι ἄγχιστά που τοῦ περιβόλου γενόμενοι, ἐπεὶ οὐδὲν σφίσι πολέμιον οὔτε καθεωρᾶτο οὔτ’ἠκούετο, ἔρημον ἀνδρῶν εἶναι τὴν πόλιν, Ῥωμαίων αὐτὴν ἐκλελοιπότων, ἐνόμιζον.
2.17.7διὸ δὴ ἔτι μᾶλλον ἀμφὶ τὸν περίβολον ἦλθον, ὡς κλίμακας εὐθὺς, ἅτε οὐδενὸς ἀμυνομένου, ἐπιθήσοντες.
2.17.8πολέμιόντε οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες, πέμψαντες παρὰ Χοσρόην τὰ παρόντα σφίσιν ἐδήλουν.
2.17.9καὶ ὃς τὸ μὲν πλεῖστον τοῦ στρατοῦ πέμψας πανταχόθεν ἀποπειρᾶσθαι τοῦ περιβόλου ἐκέλευε, κριῷτε τῇ μηχανῇ ἀμφὶ τὰς πύλας χρῆσθαι τῶν τινι ἀρχόντων ἐπέστελλεν, ἐν δὲ τῷ λόφῳ καθήμενος, ὃς δὴ τῇ πόλει ὡς ἀγχοτάτω ἐπίκειται, θεατὴς τῶν πρασσομένων ἐγίνετο.
2.17.10αὐτίκα δὲ Ῥωμαῖοι τάςτε πύλας ἀνέκλινον ἐκ τοῦ αἰφνιδίου καὶ ἀπροσδόκητοι ἐπιπεσόντες πλείστους τῶν πολεμίων διέφθειραν, καὶ μάλιστα τοὺς ἀμφὶ τὸν κριὸν τεταγμένους · οἱ δὲ λοιποὶ μόλις ξὺν τῷ στρατηγῷ διαφυγόντες ἐσώθησαν.
2.17.11θυμῷτε ὁ Χοσρόης ἐχόμενος Ἀνιαβέδην ἀνεσκολόπισεν, ἅτε καταστρατηγηθέντα πρὸς τοῦ Ἰωάννου, καπήλουτε καὶ ἀπολέμου τὸ παράπαν ἀνδρός.
2.17.12τινὲς δὲ οὐκ Ἀνιαβέδην, ἀλλὰ τὸν ἄρχοντα, ὃς δὴ ἐφειστήκει τοῖς τὸν κριὸν ἐνεργοῦσιν, ἀνασκολοπισθῆναί φασιν.
2.17.13αὐτὸς δὲ ἄρας παντὶ τῷ στρατῷ ἄγχιστάτε τοῦ Πέτρας περιβόλου ἀφίκετο καὶ στρατοπεδευσάμενος ἐς πολιορκίαν καθίστατο.
2.17.14τῇ δὲ ὑστεραίᾳ κύκλῳ περιιὼν τὸν περίβολον, ἐπεὶ οὐ λίαν ἀξιόμαχον αὐτὸν ὑπώπτευσεν εἶναι, τειχομαχεῖν ἔγνω. τότε στράτευμα ὅλον ἐνταῦθα ἐπαγαγὼν ἔργου εἴχετο, καὶ τοξεύειν ἅπαντας ἐπὶ τὰς ἐπάλξεις ἐκέλευε.
2.17.15Ῥωμαῖοι δὲ ἀμυνόμενοι ταῖςτε μηχαναῖς καὶ πᾶσιν ἐχρῶντο τοξεύμασι. τὰ μὲν οὖν πρῶτα Πέρσαι, καίπερ συχνὰ κομιδῆ βάλλοντες, ὀλίγατε Ῥωμαίους ἐλύπουν καὶ πολλὰ πρὸς ἐκείνων, ἅτε ἀφ’ὑψηλοῦ βαλλόμενοι, κακὰ ἔπασχον.
2.17.16ἔπειτα δὲ (καὶ γὰρ ἔδει Πέτραν Χοσρόῃ ἁλῶναι) βληθεὶς Ἰωάννης τύχῃ τινὶ ἐς τὸν τράχηλον θνήσκει, καὶ ἀπ’αὐτοῦ οἱ ἄλλοι Ῥωμαῖοι ἐς ὀλιγωρίαν ἁπάντων κατέστησαν.
2.17.17τότε μὲν οὖν οἱ βάρβαροι ἐς τὸ στρατόπεδον ἀνεχώρησαν · ἤδη γὰρ καὶ ξυνεσκόταζε · τῇ δὲ ὑστεραίᾳ διώρυχα ἐπὶ τὸν περίβολον ἐπενόουν τρόπῳ τοιῷδε.
2.17.18Πέτρα ἡ πόλις πὴ μὲν ἐκ θαλάσσης ἀπρόσοδός ἐστι, πὴ δὲ ἐκ πετρῶν ἀποτόμων, αἳ ταύτῃ πανταχόθεν ἀνέχουσιν · ἀφ’οὗ δὴ καὶ τὴν προσηγορίαν ἔλαχε ταύτην.
2.17.19μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει, καὶ ταύτην οὐ λίαν εὐρεῖαν · κρημνοὶ γὰρ αὐτῆς ἐφ’ἑκάτερα ἐξαίσιοι ἀποκρέμανται.
2.17.20ἐνταῦθα προορώμενοι τὰ πρότερα οἱ τὴν πόλιν δειμάμενοι, μὴ σφίσι τὸ ἐκείνῃ τοῦ περιβόλου μέρος ἐπίμαχον εἴη, τείχη μακρὰ παρὰ τὸν κρημνὸν ἑκάτερον τῆς εἰσόδου ἐπὶ πλεῖστον πεποίηνται.
2.17.21τούτωντε τῶν τειχῶν ἑκατέρωθι πύργους ἐτεκτήναντο δύο, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ ἑτέρῳ.
2.17.22κενὸν γὰρ τὸ ἐν μέσῳ τῆς οἰκοδομίας χωρίον οὐδαμῆ εἴασαν, ἀλλ’ὅλους ἐκ γῆς ἄχρι ἐς ὕψος μέγα τοὺς πύργους λίθοις παμμεγέθεσιν ἀλλήλων ἐχομένοις εἰργάσαντο, ὅπως δὴ κριῷ ἢ μηχανῇ ἄλλῃ ὡς ἥκιστα κατασείοιντο. τὰ μὲν οὖν Πέτρας τοῦ περιβόλου ταύτῃ πη ἔχει.
2.17.23Πέρσαι δὲ λάθρα ἐς τὴν γῆν κατώρυχα ποιησάμενοι ἔνερθεν τα- θατέρου τῶν πύργων ἐγένοντο, τῶντε λίθων ἐνθένδε πολλοὺς ἐκφοροῦντες, ξύλα ἐς τὴν ἐκείνων ἐτίθεντο χώραν, ἅπερ ὀλίγῳ ὕστερον ἔκαυσαν.
2.17.24ἥτε φλὸξ κατὰ βραχὺ αἰρομένη διέθρυψε μὲν τὴν τῶν λίθων ἰσχὺν, ὅλον δὲ τὸν πύργον κατασείσασα ἐκ τοῦ αἰφνιδίου ἐς τὸ ἔδαφος καθεῖλεν αὐτίκα.
2.17.25Ῥωμαῖοι δὲ, οἳ ἐν τῷ πύργῳ ἦσαν, τοσοῦτον τῶν ποιουμένων ᾔσθοντο πρότερον, ὅσον αὐτῷ μὴ ξυμπεσεῖν ἐς τὸ ἔδαφος, ἀλλὰ φυγόντες ἐντὸς τοῦ τῆς πόλεως περιβόλου γενέσθαι.
2.17.26παρῆν,τε ἤδη τοῖς πολεμίοις ἐν τῷ ὁμαλεῖ τειχομαχοῦσι πόνῳ ἐν οὐδενὶ τὴν πόλιν κατὰ κράτος ἑλεῖν.
2.17.27διὸ δὴ κατωρρωδηκότες Ῥωμαῖοι τοῖς βαρβάροις ἐς λόγους ἦλθον, καὶ τὰ πιστὰ ὑπέρτε τῶν σωμάτων καὶ τῶν χρημάτων πρὸς Χοσρόου λαβόντες σφᾶςτε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν. οὕτω μὲν Πέτραν Χοσρόης εἷλε.
2.17.28καὶ τὰ μὲν Ἰωάννου χρήματα λίαν ἁδρὰ εὑρὼν αὐτὸς ἔλαβε, τῶν δὲ ἄλλων οὐδενὸς οὔτε αὐτὸς οὔτε τις τῶν Περσῶν ἥψατο, ἀλλὰ Ῥωμαῖοι τὰ σφέτερα αὐτῶν ἔχοντες τῷ Μήδων στρατῷ ἀνεμίγνυντο.
2.18.1ἐν τούτῳ δὲ Βελισάριόςτε καὶ ὁ Ῥωμαίων στρατὸς, οὐδέν τι πεπυσμένοι ὧν ταύτῃ ἐπράσσετο, κόσμῳ πολλῷ ἐκ Δάρας πόλεως ἐπὶ Νίσιβιν ᾔεισαν.
2.18.2ἐπειδὴ δὲ τῆς ὁδοῦ κατὰ μέσον ἐγένοντο, Βελισάριος μὲν ἐν δεξιᾷ τὸ στράτευμα ἦγεν, οὗ δὴ πηγαίτε ὑδάτων διαρκεῖς ἦσαν καὶ πεδίον ἅπασιν ἐνστρατοπεδεύσασθαι ἱκανῶς ἔχον.
2.18.3ἐνταῦθάτε στρατόπεδον ἐκέλευε ποιεῖσθαι ὅσον ἀπὸ σταδίων δύο καὶ τεσσαράκοντα Νισίβιδος πόλεως.
2.18.4οἱ δὲ ἄλλοι ξύμπαντες ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, ὅτι δὴ οὐκ ἄγχιστά πη ἐθέλοι τοῦ περιβόλου στρατοπεδεύεσθαι, τινὲς δὲ ὡς ἥκιστά οἱ ἕπεσθαι ἤθελον.
2.18.5διὸ δὴ Βελισάριος τῶν ἀρχόντων τοῖς ἀμφ’αὐτὸν οὖσιν ἔλεξεν ὧδε Ἐμοὶ μὲν οὐκ ἦν βουλομένῳ ἐς ἅπαντας ὅσα γινώσκω ἐξενεγκεῖν. λόγος γὰρ ἐν στρατοπέδῳ περιφερόμενος οὐκ οἶδε τηρεῖν τὰ ἀπόρρητα, ἐπεὶ κατὰ βραχὺ προϊὼν μέχρι καὶ ἐς τοὺς πολεμίους ἐκφέρεται.
2.18.6ὁρῶν δὲ τούςτε πολλοὺς ὑμῶν ἀταξίᾳ πολλῇ εἴκοντας καὶ αὐτὸν ἕκαστον αὐτοκράτορα τοῦ πολέμου ἐθέλοντα εἶναι, λέξω τανῦν ἐν ὑμῖν ὅσα χρῆν σιωπᾶν, ἐκεῖνο μέντοι πρότερον ὑπειπὼν, ὡς πολλῶν ἐν στρατιᾷ γνώμῃ αὐτονόμῳ χρωμένων γενέσθαι τι τῶν δεόντων ἀδύνατον.
2.18.7οἶμαι τοίνυν Χοσρόην ἐφ’ἑτέρους ἰόντα βαρβάρους ὡς ἥκιστα φυλακῆς τινος αὐτάρκους χωρὶς τὴν οἰκείαν ἀπολιπεῖν γῆν, ἄλλωςτε καὶ τήνδε τὴν πόλιν, ἣ πρώτητε τυγχάνει οὖσα καὶ πάσης τῆς ἐκείνου γῆς προβεβλημένη.
2.18.8ἐν ᾗ στρατιώτας εὖ οἶδα ὅτι τοσούτουςτε τὸ πλῆθος καὶ τοιούτους τὴν ἀρετὴν κατεστήσατο ὥστε ἱκανοὺς εἶναι ταῖς παρ’ἡμῶν ἐφόδοις ἐμποδὼν στήσεσθαι. καὶ τὸ παράδειγμα ἐγγύθεν ὑμῖν.
2.18.9Ναβέδην γὰρ στρατηγὸν τούτοις ἐπέστησεν, ὃς δὴ μετά γε τὸν Χοσρόην αὐτὸν δόξῃτε καὶ τῷ ἄλλῳ ἀξιώματι πρῶτος ἐν Πέρσαις εἶναι δοκεῖ.
2.18.10ὃν ἔγωγε οἶμαι καὶ ἀποπειράσεσθαι τῆς ἡμετέρας δυνάμεως καὶ τὴν πάροδον ἡμῖν οὐδενὶ ἄλλῳ τρόπῳ ἢ μάχῃ τινὶ πρὸς ἡμῶν ἡσσηθέντα ἐνδώσειν.
2.18.11εἰ μὲν οὖν ἄγχιστά που τῆς πόλεως ἡ ξυμβολὴ εἴη, οὐκ ἐκ τοῦ ἀντιπάλου ἡμῖντε καὶ Πέρσαις ὁ ἀγὼν ἔσται.
2.18.12αὐτοὶ γὰρ ἐκ τοῦ ἐχυροῦ ἐπεξιόντες εὐημερήσαντέςτε, ἂν οὕτω τύχῃ, ἐπὶ πλεῖστον θαρρήσουσιν ἐπιθήσεσθαι καὶ ἡσσηθέντες εὐπετῶς διαφεύξονται τὴν ἡμετέραν ἐπίθεσιν.
2.18.13δι’ὀλίγου γὰρ ἡμῖν ἡ δίωξις ἔσται καὶ τῇ πόλει ἐνθένδε οὐδὲν γενήσεται βλάβος, ἣν τοῖς τειχομαχοῦσιν ἀνάλωτον οὖσαν στρατιωτῶν αὐτῆς ἀμυνομένων ὁρᾶτε δήπου.
2.18.14ἢν δέ γε τῶν πολεμίων ἐνταῦθα ἡμῖν ἐς χεῖρας ἰόντων κρατήσωμεν, τὴν πόλιν ἐξελεῖν πολλήν τινα, ὦ ξυνάρχοντες, ἐλπίδα ἔχω.
2.18.15φεύγουσι γὰρ τοῖς ἐναντίοις πολύν τινα δρόμον ἢ ἀναμιχθέντες εἴσω πυλῶν, ὡς τὸ εἰκὸς, ξυνεισπεσούμεθα, ἢ προτερήσαντες αὐτοὺς μὲν ἐφ’ἑτέρας τινὸς ἀναγκάσομεν τεθράφθαιτε καὶ διαφυγεῖν χώρας, ἡμῖν δὲ αὐτοῖς Νίσιβιν τῶν ἀμυνομένων χωρὶς εὐάλωτον καταστήσομεν.
2.18.16ταῦτα Βελισαρίου εἰπόντος οἱ μὲν ἄλλοι πάντες ἐπείθοντότε καὶ ξὺν αὐτῷ στρατοπεδευσάμενοι ἔμενον. Πέτρος δὲ Ἰωάννην ἑταιρισάμενος, ὃς τῶν ἐν Μεσοποταμίᾳ καταλόγων ἄρχων μοῖραν οὐ φαύλην τινὰ τοῦ στρατοῦ εἶχεν, οὐκ ἄποθεν τοῦ περιβόλου, ἀλλ’ὅσον ἀπὸ σταδίων δέκα ἐλθὼν ἡσυχῆ ἔμενε.
2.18.17Βελισάριος δὲ τούςτε ξὺν αὑτῷ ὡς εἰς παράταξιν ἔστησε καὶ τοῖς ἀμφὶ τὸν Πέτρον ἐπέστελλεν ὡς ἐπὶ ξυμβολῇ παρατάσσεσθαι μέχρι αὐτὸς σημήνῃ, εὖτε εἰδέναι ὡς οἱ βάρβαροι περὶ μεσημβρίαν ἐπιθήσονται σφίσιν, ἐκεῖνο δηλονότι ἐν νῷ ἔχοντες, ὅτι δὴ αὐτοὶ μὲν τροφῆς ἐς δείλην ὀψίαν μεταλαγχάνειν εἰώθασι, Ῥωμαῖοι δὲ ἀμφὶ μεσημβρίαν.
2.18.18Βελισάριος μὲν ταῦτα παρῄνει · οἱ δὲ ξὺν τῷ Πέτρῳ ἐν οὐδενὶ τὰς ἐντολὰς ποιησάμενοι ἀμφίτε ἡμέραν μέσην τῷ ἡλίῳ ἀχθόμενοι (ἔστι γὰρ τὸ χωρίον ἐπιεικῶς αὐχμῶδες) τάτε ὅπλα κατέθεντο καὶ τῶν πολεμίων ἀφροντιστήσαντες σικύους ἐνταῦθά πη φυομένους κόσμῳ οὐδενὶ περιιόντες κατήσθιον.
2.18.19ὅπερ κατιδὼν ὁ Ναβέδης δρόμῳ πολλῷ ἐπῆγεν ἐπ’αὐτοὺς τὸ Περσῶν στράτευμα.
2.18.20Ῥωμαῖοι δὲ (οὐ γὰρ ἔλαθον αὐτοὺς ἐκ τοῦ περιβόλου ἐξιόντες οἱ βάρβαροι, ἐπεὶ καθεωρῶντο λαμπρῶς ἅτε ἐν πεδίῳ ὑπτίῳ ἰόντες) παράτε Βελισάριον ἔπεμπον, ἀμύνειν σφίσι παρακαλοῦντες, καὶ αὐτοὶ τὰ μὲν ὅπλα ἀνελόμενοι, ἀκοσμίᾳ δὲ καὶ θορύβῳ ἐχόμενοι ὑπηντίαζον.
2.18.21οἱ δὲ ἀμφὶ Βελισάριον, οὔπω παρὰ σφᾶς τοῦ ἀγγέλου ἀφικομένου γνόντες διὰ τοῦ κονιορτοῦ τὴν Περσῶν ἔφοδον, ἐβοήθουν δρόμῳ.
2.18.22ἐπελθόντεςτε Πέρσαι Ῥωμαίους οὐχ ὑποστάντας τὴν ἔφοδον πόνῳ οὐδενὶ ἐς φυγὴν ἔτρεψαν, ἐπισπόμενοι δὲ πεντήκοντάτε διέφθειραν καὶ τὸ τοῦ Πέτρου σημεῖον ἁρπάσαντες ἔσχον.
2.18.23ἅπαντάςτε ἂν ἐν ταύτῃ δὴ τῇ διώξει ἔκτειναν ἐς οὐδεμίαν ἀλκὴν ὁρῶντας, εἰ μὴ Βελισάριόςτε καὶ ὁ ξὺν αὐτῷ στρατὸς καταλαβὼν διεκώλυσε.
2.18.24πρώτους γὰρ ἁπάντων ξὺν δόρασι μακροῖςτε καὶ συχνοῖς Γότθους ἐπιόντας Πέρσαι οὐχ ὑπομείναντες ἐς φυγὴν ὥρμηντο.
2.18.25ἐπισπόμενοίτε Ῥωμαῖοι ξὺν Γότθοις πεντήκοντα καὶ ἑκατὸν ἔκτειναν. δι’ὀλίγου γὰρ τῆς διώξεως γενομένης οἱ λοιποὶ κατὰ τάχος ἐντὸς τοῦ περιβόλου ἐγένοντο.
2.18.26τότε μὲν οὖν Ῥωμαῖοι ξύμπαντες ἐς τὸ Βελισαρίου στρατόπεδον ἀπεχώρησαν, οἱ δὲ Πέρσαι τῇ ἐπιγινομένῃ ἡμέρᾳ ἐν πύργῳ τινὶ ἔστησαν ἀντὶ τροπαίου τὸ Πέτρου σημεῖον, ἀλλᾶντάςτε αὐτοῦ ἀποκρεμάσαντες τοῖς πολεμίοις ξὺν γέλωτι ἐπετώθαζον, ἐπεξιέναι μέντοι οὐκέτι ἐτόλμων, ἀλλὰ τὴν πόλιν ἐν τῷ ἀσφαλεῖ διεφύλασσον.
2.19.1Βελισάριόςτε Νίσιβιν ὁρῶν ἐχυρὰν ὑπερφυῶς οὖσαν, ἐλπίδα αὐτῆς οὐδεμίαν ἔχων ἁλώσεως πέρι, πρόσω ἰέναι ἠπείγετο, ὅπως τι ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις λυμήνηται.
2.19.2ἄρας τοίνυν παντὶ τῷ στρατῷ ἐπίπροσθεν ᾔει. ἀνύσαντέςτε ἡμέρας ὁδὸν φρουρίῳ ἐνέτυχον, ὃ Σισαυράνων καλοῦσι Πέρσαι.
2.19.3ἐνταῦθα πλῆθόςτε οἰκητόρων ἦν καὶ ἱππεῖς ὀκτακόσιοι Περσῶν ἄριστοι φυλακὴν εἶχον, οἷς ἀνὴρ δόκιμος, Βλησχάμης ὄνομα, ἐφειστήκει.
2.19.4Ῥωμαῖοι δὲ ἄγχιστά πη τοῦ φρουρίου στρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, προσβολήντε τῷ περιβόλῳ ποιησάμενοι ἀπεκρούσθησαν, πολλοὺς τῇ μάχῃ ἀποβαλόντες.
2.19.5τότε γὰρ τεῖχος ἐς ἄγαν ἐχυρὸν ἐτύγχανεν ὂν καὶ οἱ βάρβαροι καρτερώτατα ἐνθένδε τοὺς ἐπιόντας ἠμύνοντο. διὸ δὴ τοὺς ἄρχοντας ἅπαντας ξυγκαλέσας Βελισάριος ἔλεξε τοιάδε Ἐμπειρία πολέμων πολλῶν, ἄνδρες ἄρχοντες, δέδωκεν ἡμῖν ἐν τοῖς τῶν πραγμάτων ἀπόροις προορᾶντε τὰ ξυμβησόμενα καὶ δυνατοῖς εἶναι πρὸ τῶν δεινῶν ἑλέσθαι τὰ κρείσσω.
2.19.7ἐπίστασθε τοίνυν πηλίκον ἐστὶ κακὸν στράτευμα ἐς γῆν πολεμίαν, πολλῶν μὲν ὀχυρωμάτων, πολλῶν δὲ μαχίμων ἐν τούτοις ἀνδρῶν ὄπισθεν ἀπολελειμμένων, πορεύεσθαι.
2.19.8ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. ἐπίπροσθεν γὰρ ἰοῦσιν ἡμῖν ἐνθένδετε καὶ ἐκ Νισίβιδος πόλεως ἑπόμενοι λάθρα τῶν πολεμίων τινὲς ἐν χωρίοις, ὡς τὸ εἰκὸς, κακουργήσουσιν ἐπιτηδείως αὐτοῖς πρὸς ἐνέδραν ἢ καὶ ἄλλην τινὰ ἐπιβουλὴν ἔχουσιν.
2.19.9ἢν δέ πη καὶ ἄλλος ἀπαντήσῃ στρατὸς εἴςτε μάχην καθιστῶνται, πρὸς ἑκατέρους μὲν ἡμῖν ἀνάγκη τετάξεσθαι, πάθοιμεν δ’ἂν οὕτω πρὸς αὐτῶν τὰ ἀνήκεστα · ἐῶ γὰρ λέγειν ὡς καὶ πταίσαντες ἐν τῇ ξυμβολῇ, ἂν οὕτω τύχοι, ἐπάνοδον ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ τὸ λοιπὸν ἕξομεν.
2.19.10μὴ τοίνυν ἀλογίστῳ σπουδῇ χρώμενοι ἐφ’ἡμᾶς αὐτοὺς ἐσκυλευκότες φαινώμεθα, μη δὲ τῷ φιλονείκῳ τὰ Ῥωμαίων πράγματα βλάψωμεν. τόλμα μὲν γὰρ ἀμαθὴς ἐς ὄλεθρον φέρει, μέλλησις δὲ σώφρων ἐς τὸ σώζειν ἀεὶ τοὺς αὐτῇ χρωμένους ἱκανῶς πέφυκεν.
2.19.11ἡμεῖς μὲν οὖν ἐνταῦθα ἐγκαθεζόμενοι ἐξελεῖν πειρώμεθα τὸ φρούριον τόδε, Ἀρέθας δὲ ξὺν τοῖς ἑπομένοις ἐς τὰ ἐπὶ Ἀσσυρίας χωρία στελλέσθω.
2.19.12Σαρακηνοὶ γὰρ τειχομαχεῖν μέν εἰσιν ἀδύνατοι φύσει, ἐς δὲ τὸ ληίζεσθαι πάντων μάλιστα δεξιοί.
2.19.13συνεισβαλοῦσι δὲ αὐτοῖς καὶ στρατιῶται τῶν μαχίμων τινὲς, ὅπως αὐτοίτε, μηδενὸς μὲν ἐναντιώματος σφίσι φανέντος, τὰ ἀνήκεστα τοὺς προσπεσόντας ἐργάσωνται, ἢν δέ τι ἀπαντήσῃ πολέμιον, εὐπετῶς ἀναχωροῦντες εἰς ἡμᾶς σώζοιντο.
2.19.14καὶ ἡμεῖς ἐξελόντες, ἢν θεὸς θέλῃ, τὸ φρούριον, οὕτω δὴ παντὶ τῷ στρατῷ Τίγρην ποταμὸν διαβαίνωμεν, οὐ δεδιότες μὲν τοὺς ὄπισθεν κακουργήσοντας, εὖ δὲ εἰδότες ὅπη ποτὲ τοῖς Ἀσσυρίοις τὰ πράγματα ἔχει.
2.19.15ταῦτα εἰπὼν Βελισάριος εὖτε λέγειν ἅπασιν ἔδοξε καὶ τὸ βούλευμα εὐθὺς ἐπετέλει. Ἀρέθαντε ξὺν τοῖς ἑπομένοις ἐπὶ Ἀσσυρίας ἐκέλευεν ἰέναι καὶ αὐτοῖς στρατιώτας διακοσίουςτε καὶ χιλίους ξυνέπεμψεν, ὧν δὴ οἱ πλεῖστοι τῶν ὑπασπιστῶν τῶν αὐτοῦ ἦσαν, δορυφόρους αὐτοῖς ἐπιστήσας δύο, Τραϊανόντε καὶ Ἰωάννην τὸν Φαγᾶν καλούμενον, ἄμφω ἀγαθοὺς τὰ πολέμια.
2.19.16καὶ αὐτοῖς μὲν Ἀρέθᾳ πειθομένοις ἅπαντα πράσσειν ἐπέστελλεν, Ἀρέθαν δὲ ἅπαντα ἐκέλευε τὰ ἐν ποσὶ ληισάμενον οὕτωτε ἐς τὸ στρατόπεδον ἐπανήκοντα ἀπαγγέλλειν σφίσιν ὁποῖά ποτε δυνάμεως πέρι τοῖς Ἀσσυρίοις τὰ πράγματα εἴη.
2.19.17οἱ μὲν οὖν ἀμφὶ τὸν Ἀρέθαν Τίγρην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις ἐγένοντο.
2.19.18οὗ δὴ χώραντε ἀγαθὴν εὑρόντες καὶ μακροῦ χρόνου ἀδῄωτον, ταύτηντε ἀφύλακτον οὖσαν, ἐξ ἐπιδρομῆς πολλὰ ληισάμενοι τῶν ἐκείνῃ χωρίων χρήματα μεγάλα περιεβάλλοντο.
2.19.19τότε δὲ Βελισάριος τῶν τινας Περσῶν ξυλλαβὼν, ἐνδεῖν τοῖς ἐν τῷ φρουρίῳ τὰ ἐπιτήδεια παντελῶς ἔμαθεν.
2.19.20οὐ γὰρ, ὥσπερ ἐν Δάραςτε καὶ Νισίβιδι πόλει, ἐν δημοσίῳ τὰς ἐπετείους τροφὰς ἀποτίθεσθαι νενομίκασιν, ἀλλὰ πολεμίων στρατοῦ ἀπροσδοκήτου σφίσιν ἐπιπεσόντος ἐσκομισάμενοί τι τῶν ἀναγκαίων οὐκ ἔφθησαν.
2.19.21ἄφνω δὲ πολλῶν ἐς τὸ φρούριον καταφυγόντων, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, ὡς τὸ εἰκὸς, ἐπιέζοντο.
2.19.22ἃ δὴ Βελισάριος γνοὺς Γεώργιον ἔπεμψεν, ἄνδρα ξυνετώτατόντε καὶ τῶν ἀπορρήτων αὐτῷ κοινωνοῦντα, ἀποπειρασόμενον τῶν ἐν ταύτῃ ἀνθρώπων, εἴ πως ὁμολογίᾳ τινὶ δύναιτο τὸ χωρίον ἑλεῖν.
2.19.23Γεώργιος δὲ παραίνεσίντε ποιησάμενος καὶ πολλὰ ἐς αὐτοὺς ἐπαγωγὰ εἰπὼν ἔπεισε τὰ πιστὰ λαβόντας ἀμφὶ τῇ σωτηρίᾳ σφᾶςτε αὐτοὺς καὶ τὸ φρούριον ἐνδοῦναι Ῥωμαίοις.
2.19.24οὕτω Βελισάριος τὸ Σισαυράνων ἑλὼν τοὺς μὲν οἰκήτορας ἅπαντας Χριστιανούςτε καὶ Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας, ἀθῴους ἀφῆκε, τοὺς δὲ Πέρσας ξὺν τῷ Βλησχάμῃ ἐς Βυζάντιον ἔπεμψε, καὶ τὸν τοῦ φρουρίου περίβολον ἐς ἔδαφος καθεῖλε.
2.19.25βασιλεύςτε οὐ πολλῷ ὕστερον τούτουςτε τοὺς Πέρσας καὶ τὸν Βλησχάμην ἐς Ἰταλίαν Γότθοις πολεμήσοντας ἔπεμψε. τὰ μὲν οὖν ἀμφὶ τῷ Σισαυράνων φρουρίῳ ταύτῃ ἐχώρησεν.
2.19.26Ἀρέθας δὲ, δείσας μὴ τὴν λείαν πρὸς Ῥωμαίων ἀφαιρεθείη, οὐκέτι ἀναστρέφειν ἐς τὸ στρατόπεδον ἤθελε.
2.19.27πέμψας οὖν τῶν οἱ ἑπομένων τινὰς ἐπὶ κατασκοπῇ δῆθεν τῷ λόγῳ ἐκέλευε λάθρα ὡς τάχιστα ἐπανήκοντας σημῆναι σφίσιν, ὅτι δὴ πολύς τις πολεμίων στρατὸς ἀμφὶ τοῦ ποταμοῦ τὴν διάβασιν εἴη.
2.19.28διὸ δὴ Τραϊανῷτε καὶ Ἰωάννῃ παρῄνει ἑτέρᾳ ἰοῦσιν ὁδῷ ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν.
2.19.29παρὰ μὲν οὖν Βελισάριον οὐκέτι ἦλθον, ἔχοντες δὲ ποταμὸν Εὐφράτην ἐν δεξιᾷ οὕτω δὴ ἐς Θεοδοσιούπολιν τὴν πρὸς τῷ Ἀβόρρᾳ ποταμῷ ἵκοντο.
2.19.30Βελισάριος δὲ καὶ ὁ Ῥωμαίων στρατὸς οὐδὲν περὶ τοῦ στρατεύματος τούτου πυθόμενοι ἤσχαλλον, ἔςτε δέος καὶ ὑποψίαν οὔτε φορητήν τινα οὔτε μετρίαν ἐμπίπτοντες.
2.19.31χρόνουτε σφίσιν ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ ξυνέβη πολλοῖς τῶν στρατιωτῶν πυρετῷ δυσκόλῳ ἐνταῦθα ἁλῶναι · αὐχμηρὰ γὰρ Μεσοποταμία ἡ Περσῶν κατήκοος ὑπερφυῶς ἐστιν.
2.19.32οὗπερ ἀήθεις ὄντες Ῥωμαῖοι καὶ διαφερόντως οἱ ἐκ Θρᾴκης ὁρμώμενοι, ἐν χωρίῳ ἐκτόπως αὐχμώδει καὶ καλύβαις τισὶ πνιγηραῖς ὥρᾳ θέρους δίαιταν ἔχοντες, ἐνόσησαν οὕτως ὥστε ἡμιθνῆτες τὸ τριτημόριον τοῦ στρατοῦ ἔκειντο.
2.19.33ἅπας μὲν οὖν ὁ στρατὸς ἐνθένδετε ἀπαλλάσσεσθαι καὶ ὅτι τάχιστα ἐς τὴν οἰκείαν γῆν ἐπανήκειν ἐν σπουδῇ εἶχον, μάλιστα δὲ ἁπάντων οἱ τῶν ἐν Λιβάνῳ καταλόγων ἄρχοντες, Ῥεκίθαγγόςτε καὶ Θεόκτιστος, ὁρῶντες ὅτι δὴ καὶ ὁ χρόνος τὸ Σαρακηνῶν ἀνάθημα παρῴχηκεν ἤδη.
2.19.34Βελισαρίῳ γοῦν συχνὰ προσιόντες ἐδέοντο σφᾶς αὐτίκα ἀφεῖναι, μαρτυρόμενοι ὡς Ἀλαμουνδάρῳ τάτε ἐπὶ Λιβάνου καὶ Συρίας χωρία ἐνδόντες κάθηνται αὐτοῦ οὐδενὶ λόγῳ.
2.19.35διὸ δὴ Βελισάριος ἅπαντας ξυγκαλέσας τοὺς ἄρχοντας βουλὴν προὔθηκεν.
2.19.36οὗ δὴ ἀναστὰς πρῶτος Ἰωάννης ὁ Νικήτου υἱὸς ἔλεξε τοιάδε Ἄριστε Βελισάριε, στρατηγὸν μὲν οὔτε τὴν τύχην οὔτε τὴν ἀρετὴν ἐκ τοῦ παντὸς χρόνου γεγενῆσθαι τοιοῦτον οἶμαι οἷος αὐτὸς εἶ.
2.19.37δόξατε αὕτη οὐ Ῥωμαίων κεκράτηκε μόνον, ἀλλὰ καὶ βαρβάρων ἁπάντων.
2.19.38ταύτην μέντοι βεβαιότατα διαφυλάξεις τὴν εὔκλειαν, ἤν γε ζῶντας ἡμᾶς ἐς Ῥωμαίων τὴν γῆν διασώσασθαι δυνατὸς εἴης · ὡς νῦν γε ἡμῖν τὰ τῆς ἐλπίδος οὐκ ἐν καλῷ κεῖται. οὑτωσὶ γάρ μοι περὶ τοῦδε τοῦ στρατοῦ σκόπει.
2.19.39Σαρακηνοὶ μὲν καὶ οἱ τῶν στρατιωτῶν μαχιμώτατοι Τίγρην ποταμὸν διαβάντες, ἡμέραν οὐκ οἶδα ὁπόστην ἄνω ἐς τοῦτο τύχης ἀφίκοντο ὥστε οὐ δὲ ἄγγελον πέμψαι τινὰ παρ’ἡμᾶς ἴσχυσαν · Ῥεκίθαγγόςτε καὶ Θεόκτιστος ἀποπορεύσονται, ὡς ὁρᾷς δήπουθεν, αὐτίκα δὴ μάλα τὸν Ἀλαμουνδάρου στρατὸν ἐν Φοίνιξι μέσοις εἶναι οἰόμενοι, ἄγοντάτε καὶ φέροντα ξύμπαντα τὰ ἐκείνῃ χωρία.
2.19.40τῶν δὲ λειπομένων οἱ νοσοῦντές εἰσι τοσοῦτοι τὸ πλῆθος ὥστε τοὺς θεραπεύσοντάςτε καὶ κομιοῦντας ἐς Ῥωμαίων τὴν γῆν ἐλάσσους αὐτῶν παρὰ πολὺ τὸν ἀριθμὸν εἶναι.
2.19.41τούτων δὲ τοιούτων ὄντων, ἤν τι ξυμβαίη πολέμιον ἢ αὐτοῦ μένουσιν ἢ ὀπίσω ἰοῦσιν ἡμῖν ἀπαντῆσαι, οὐ δ’ἄν τις ἀπαγγεῖλαι τοῖς ἐν Δάρας Ῥωμαίοις δύναιτο τὸ ξυμπεσὸν πάθος.
2.19.42τὸ γὰρ ἐπίπροσθέ πη ἰέναι οὐ δὲ λόγῳ οἶμαι δυνατὸν εἶναι. ἕως οὖν ἔτι λείπεταί τις ἐλπὶς, τὰ ἐς τὴν ἐπάνοδον βουλεύεσθαίτε καὶ πράσσειν ξυνοίσει.
2.19.43τοῖς γὰρ ἐς κίνδυνον ἄλλωςτε καὶ τοιοῦτον καθεστηκόσι μὴ τὴν σωτηρίαν διασκοπεῖσθαι, ἀλλὰ τὴν ἐς τοὺς πολεμίους ἐπιβουλὴν πολλὴ ἄνοια.
2.19.44τοσαῦτα Ἰωάννηςτε εἶπε καὶ οἱ λοιποὶ πάντες ἐπῄνεσαν, ἔςτε θόρυβον καθιστάμενοι τὴν ἀναχώρησιν κατὰ τάχος ποιεῖσθαι ἠξίουν.
2.19.45διὸ δὴ Βελισάριος πρότερον τοὺς νοσοῦντας ἐν τοῖς ὑποζυγίοις ἐνθέμενος ὑπῆγεν ὀπίσω τὸ στράτευμα.
2.19.46ἐπειδήτε τάχιστα ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο, ἅπαντα μὲν τὰ τῷ Ἀρέθα εἰργασμένα ἔγνω, δίκην μέντοι λαβεῖν οὐδεμίαν παρ’αὐτοῦ ἴσχυσεν, ἐπεί οἱ ἐς ὄψιν οὐκέτι ἦλθεν. ἡ μὲν οὖν Ῥωμαίων ἐσβολὴ ἐς τοῦτο ἐτελεύτα.
2.19.47Χοσρόῃ δὲ Πέτραν ἑλόντι Βελισάριος ἐσβαλὼν ἐς γῆν τὴν Περσίδα ἠγγέλλετο καὶ ἡ ἀμφὶ πόλιν Νίσιβιν ξυμβολὴ, φρουρίουτε τοῦ Σισαυράνων ἡ ἅλωσις, καὶ ὅσα Τίγρην ποταμὸν διαβὰν τὸ ξὺν τῷ Ἀρέθᾳ στράτευμα ἔπρασσεν.
2.19.48αὐτίκατε φυλακὴν ἐν τῇ Πέτρᾳ καταστησάμενος ξὺν τῷ ἄλλῳ στρατῷ καὶ Ῥωμαίων τοῖς ἁλοῦσιν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνε.
2.19.49ταῦτα μὲν ἐν τῇ δευτέρᾳ Χοσρόου ἐσβολῇ ξυνηνέχθη γενέσθαι. Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἐλθὼν διεχείμαζεν.
2.20.1ἅμα δὲ ἦρι ἀρχομένῳ Χοσρόης ὁ Καβάδου τὸ τρίτον στρατῷ μεγάλῳ ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, ποταμὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων.
2.20.2Κάνδιδος δὲ, ὁ Σεργιουπόλεως ἱερεὺς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περίτέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενος παρῃτεῖτο Χοσρόην μή οἱ διὰ ταῦτα χαλεπῶς ἔχειν.
2.20.3χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐ δὲ βεβουλῆσθαι Σουρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι.
2.20.4Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε, καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια τὰ χρήματα, ᾗπερ ξυνέκειτο, πράττειν ἠξίου.
2.20.5ὁ δὲ αὐτὸν ἐς Σεργιούπολιν τινὰς ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους.
2.20.6καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰς ὁ Κάνδιδος ξὺν αὐτοῖς ἔπεμψεν.
2.20.7οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο οὐδὲν σφίσιν ἀπολελεῖφθαι ἰσχυριζόμενοι.
2.20.8Χοσρόης δὲ ταῦτά οἱ ἀποχρῆν οὐδαμῆ ἔφη, ἀλλ’ἕτερα τούτων πλείω λαβεῖν ἐδικαίου.
2.20.9πέμπει τοίνυν τινὰς τῷ μὲν λόγῳ διερευνησομένους ἐς τὸ ἀκριβὲς τὰ τῆς πόλεως χρήματα, ἔργῳ δὲ τὴν πόλιν καθέξοντας.
2.20.10καὶ ἐπεὶ οὐκ ἔδει Σεργιούπολιν Πέρσαις ἁλῶναι, τῶν τις Σαρακηνῶν Χριστιανὸς μὲν, ταττόμενος δὲ ὑπὸ Ἀλαμουνδάρῳ, Ἄμβρος ὄνομα, νύκτωρ παρὰ τῆς πόλεως τὸ τεῖχος ἥκων καὶ τὸν πάντα λόγον ἀγγείλας ἐκέλευε Πέρσας τῇ πόλει μηδαμῆ δέξασθαι.
2.20.11οὕτωτε οἱ παρὰ Χοσρόου σταλέντες ἄπρακτοι ἐς αὐτὸν ἐπανῆλθον, καὶ ὃς τῷ θυμῷ ζέων τὴν πόλιν ἐξελεῖν διενοεῖτο.
2.20.12στράτευμα οὖν ἐς ἑξακισχιλίους στείλας ἐκέλευεν ἔςτε πολιορκίαν καθίστασθαι καὶ προσβολὰς τῷ περιβόλῳ ποιήσασθαι.
2.20.13καὶ οἱ μὲν ἐνταῦθα γενόμενοι ἔργου εἴχοντο, Σεργιουπολῖται δὲ καρτερῶς μὲν τὰ πρῶτα ἠμύνοντο, ἔπειτα δὲ ἀπειπόντεςτε καὶ κατωρρωδηκότες τὸν κίνδυνον ἐβουλεύοντο τοῖς πολεμίοις τὴν πόλιν ἐνδοῦναι.
2.20.14στρατιώτας γὰρ οὐ πλέον ἢ διακοσίους ἔχοντες ἔτυχον. ἀλλὰ Ἄμβρος, αὖθις παρὰ τὸν περίβολον ἐς νύκτα ἥκων, δυοῖν ἡμέραιν τὴν πολιορκίαν διαλύσειν Πέρσας ἔφασκε, τοῦ ὕδατος αὐτοὺς παντάπασιν ἐπιλιπόντος.
2.20.15διὸ δὴ αὐτοὶ μὲν ἐς λόγους τοῖς πολεμίοις οὐδαμῆ ἦλθον, οἱ δὲ βάρβαροι δίψει ἐχόμενοι ἐξανέστησάντε καὶ παρὰ Χοσρόην ἀφίκοντο. Κάνδιδον μέντοι Χοσρόης οὐκέτι ἀφῆκε.
2.20.16χρῆν γὰρ, οἶμαι, αὐτὸν τὰ ὀμωμοσμένα ἠλογηκότα ἱερέα μηκέτι εἶναι. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν.
2.20.17ἐπεὶ δὲ εἰς τὴν Κομμαγηνῶν χώραν ὁ Χοσρόης ἀφίκετο, ἣν καλοῦσιν Εὐφρατησίαν, ἐς λείαν μὲν ἢ χωρίου του ἅλωσιν τρέπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ τὰ ἐν ποσὶ μέχρι ἐς Σύρους τὰ μὲν ἐξελὼν, τὰ δὲ ἀργυρολογήσας πρότερον ἔτυχεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.
2.20.18γνώμην δὲ εἶχεν εὐθὺ Παλαιστίνης ἄγειν τὸ στράτευμα, ὅπως τάτε ἄλλα καὶ τὰ ἐν Ἱεροσολύμοις κειμήλια πάντα ληίσηται. χώραν γὰρ ταύτην ἀγαθήντε διαφερόντως καὶ πολυχρύσων οἰκητόρων εἶναι ἀκοῇ εἶχε.
2.20.19Ῥωμαῖοι δὲ ἅπαντες, ἄρχοντέςτε καὶ στρατιῶται, τοῖς μὲν πολεμίοις ὑπαντιάζειν ἢ τῇ παρόδῳ ἐμποδὼν ἵστασθαι τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες ὡς ἕκαστος ἠδύνατο ἀποχρῆν ᾤοντο ταῦτάτε διαφυλάσσειν καὶ αὐτοὶ σώζεσθαι.
2.20.20γνοὺς δὲ τὴν Περσῶν ἔφοδον Ἰουστινιανὸς βασιλεὺς Βελισάριον αὖθις ἐπ’αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς δημοσίοις ὀχούμενος, οὓς δὴ βερέδους καλεῖν νενομίκασιν, ἅτε οὐ στράτευμα ξὺν αὑτῷ ἔχων, τάχει πολλῷ ἐς Εὐφρατησίαν ἀφίκετο, Ἰοῦστος δὲ, ὁ βασιλέως ἀνεψιὸς, ἐν Ἱεραπόλει ξύντε τῷ Βούζῃ καὶ ἑτέροις τισὶ καταφυγὼν ἔτυχεν.
2.20.21οἳ δὴ Βελισάριον οὐ μακρὰν ἄποθεν ἥκειν ἀκούσαντες γράμματα πρὸς αὐτὸν ἔγραφον.
2.20.22ἐδήλου δὲ ἡ γραφὴ τάδε Καὶ νῦν ὁ Χοσρόης, ὥσπερ οἶσθά που καὶ αὐτὸς, ἐπὶ Ῥωμαίους ἐστράτευσε, στρατὸν μὲν πολλῷ πλείονα ἢ πρότερον ἄγων, ὅπη ποτὲ δὲ ἰέναι διανοούμενος οὔπω ἔνδηλος ὢν, πλήν γε δὴ ὅτι αὐτὸν ἄγχιστά πη ἀκούομεν εἶναι, χωρίῳ μὲν οὐδενὶ λυμηνάμενον, ὁδῷ δὲ ἀεὶ ἐπίπροσθεν ἰόντα.
2.20.23ἀλλ’ἧκε παρ’ἡμᾶς ὅτι τάχιστα, εἴπερ οἷόςτε εἶ λαθεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ὅπως δὴ σῶςτε αὐτὸς βασιλεῖ ἔσῃ καὶ Ἱεράπολιν ἡμῖν ξυμφυλάξῃς.
2.20.24τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Βελισάριος δὲ οὐκ ἐπαινέσας τὰ γεγραμμένα ἐς Εὐρωπὸν τὸ χωρίον ἀφίκετο, ὃ πρὸς Εὐφράτῃ ποταμῷ ἐστιν.
2.20.25ἐνθένδετε περιπέμπων πανταχόσε τὸν στρατὸν ἤγειρε καὶ αὐτοῦ τὸ στρατόπεδον κατεστήσατο, ἄρχοντάςτε τοὺς ἐν Ἱεραπόλει ἠμείβετο τοῖσδε Εἰ μὲν ἐφ’ἑτέρους ἀνθρώπων τινὰς, ἀλλ’οὐ Ῥωμαίων κατηκόους ὁ Χοσρόης χωρεῖ, εὖτε καὶ ὡς ἀσφαλέστατα ὑμῖν βεβούλευται ταῦτα ·
2.20.26οἷς γὰρ πάρεστιν ἡσυχῆ μένουσιν ἀπηλλάχθαι κακῶν, πολλὴ ἄνοια ἐς κίνδυνον οὐκ ἀναγκαῖόν τινα ἰέναι · εἰ δὲ νῦν ἐνθένδε ἀπαλλαγεὶς ὁ βάρβαρος οὗτος ἑτέρᾳ τινὶ ἐπισκήψει βασιλέως Ἰουστινιανοῦ χώρᾳ, καὶ ταύτῃ διαφερόντως μὲν ἀγαθῇ, φρουρὰν δὲ οὐδαμῆ στρατιωτῶν ἐχούσῃ, εὖ ἴστε ὅτι τὸ ξὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ τῷ παντὶ ἄμεινον.
2.20.27οὐ γὰρ ἂν σωτηρία τοῦτό γε, ἀλλὰ προδοσία δικαίως καλοῖτο. ἀλλ’ἥκετε ὅτι τάχιστα ἐς τὸν Εὐρωπὸν, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον ὅσα ἂν ὁ θεὸς διδῷ ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι.
2.20.28ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες εἶδον, ἐθάρρησάντε καὶ Ἰοῦστον μὲν ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔλιπον ἐφ’ᾧ τὴν Ἱεράπολιν φυλάξουσιν, οἱ δὲ λοιποὶ τῷ ἄλλῳ στρατῷ ἐς Εὐρωπὸν ἦλθον.
2.21.1Χοσρόης δὲ μαθὼν Βελισάριον παντὶ τῷ Ῥωμαίων στρατῷ ἐστρατοπεδεῦσθαι ἐν Εὐρωπῷ, πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, τῶν δὲ βασιλικῶν γραμματέων ἕνα, Ἀβανδάνην ὄνομα, δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, παρὰ Βελισάριον ἔπεμψε, τὸν στρατηγὸν ὁποῖός ποτε εἴη κατασκεψόμενον, τῷ δὲ λόγῳ μεμψόμενον, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐς Πέρσας ἥκιστα πέμψειεν, ἐφ’ᾧ τὰ ἀμφὶ τῇ εἰρήνῃ κατὰ τὰ ξυγκείμενα πρυτανεύσωσιν. ὅπερ μαθὼν Βελισάριος ἐποίει τοιάδε.
2.21.2αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκειςτε καὶ τὰ σώματα καλοὺς μάλιστα μακράν που ἄποθεν τοῦ στρατοπέδου ὡς κυνηγετήσων ἐστάλη, Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδόλιον τὸν Ἀκακίου, ἄνδρα Ἀρμένιον γένος, βασιλεῖ μὲν ἀεὶ ἐν παλατίῳ τὰ ἐς τὴν ἡσυχίαν ὑπηρετοῦντα (σιλεντιαρίους Ῥωμαῖοι καλοῦσιν οἷς ἡ τιμὴ αὕτη ἐπίκειται), τότε δὲ Ἀρμενίων τινῶν ἄρχοντα, τὸν ποταμὸν διαβάντας ξὺν ἱππεῦσι χιλίοις περιιέναι τὴν ἐκείνῃ ἠιόνα ἐκέλευε, δόκησιν ἀεὶ παρεχομένους τοῖς πολεμίοις ὡς, ἢν ἐθέλωσι τὸν Εὐφράτην διαβάντες ἐπὶ τὰ σφέτερα αὐτῶν ὁδῷ ἰέναι, οὐ μήποτε ἐπιτρέψουσι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.
2.21.3Βελισάριος δὲ, ἐπεὶ τὸν πρεσβευτὴν ἄγχιστά πη ἐπέπυστο εἶναι, καλύβην ἐκ παχειῶν τινῶν σινδόνων πηξάμενος, ἣν δὴ παπυλεῶνα καλεῖν νενομίκασιν, ἐκάθητο ἐκεῖ, ὥσπερ ἐν χωρίῳ ἐρήμῳ, παραδηλῶν ὅτι δὴ οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκοι. τοὺς δὲ στρατιώτας διέταξεν ὧδε.
2.21.4τῆς μὲν καλύβης ἐφ’ἑκάτερα Θρᾷκέςτε καὶ Ἰλλυριοὶ ἦσαν, Γότθοι δὲ μετ’αὐτοὺς, καὶ τούτων ἐχόμενοι Ἔρουλοι, μεθ’οὓς Βανδίλοιτε καὶ Μαυρούσιοι ἦσαν. τοῦτε πεδίου ἐπὶ πλεῖστον διῆκον.
2.21.5οὐ γὰρ ἑστῶτες ἐπὶ χώρας ἀεὶ τῆς αὐτῆς ἔμενον, ἀλλὰ διεστηκότεςτε ἀπ’ἀλλήλων καὶ περιπάτους ποιούμενοι παρέργωςτε καὶ ὡς ἥκιστα κατεσπουδασμένως ἐς τὸν Χοσρόου πρεσβευτὴν ἔβλεπον.
2.21.6εἶχε δὲ αὐτῶν οὐδεὶς οὔτε χλαμύδα οὔτε ἄλλην ἐπωμίδα τινὰ, ἀλλὰ χιτῶνας μὲν λινοῦς καὶ ἀναξυρίδας ἀμπεχόμενοι, εἶτα διεζωσμένοι ἐβάδιζον.
2.21.7εἶχε δὲ τὴν τοῦ ἵππου μάστιγα ἕκαστος, ὅπλον δὲ τῷ μὲν ξίφος ἦν, τῷ δὲ πέλεκυς, τῷ δὲ τόξα γυμνά.
2.21.8δόκησίντε παρείχοντο ἅπαντες ὅτι δὴ ἀφροντιστήσαντες τῶν ἄλλων ἁπάντων κυνηγετήσειν ἠπείγοντο.
2.21.9ὁ μὲν οὖν Ἀβανδάνης Βελισαρίῳ ἐς ὄψιν ἥκων δεινὰ ποιεῖσθαι τὸν βασιλέα Χοσρόην ἔφη, ὅτι δὴ καθὰ ξυνέκειτο πρότερον οὐ πέμψειε παρ’αὐτὸν τοὺς πρέσβεις ὁ Καῖσαρ (οὕτω γὰρ τὸν Ῥωμαίων βασιλέα καλοῦσι Πέρσαι) καὶ ἀπ’αὐτοῦ ὁ Χοσρόης ἠνάγκαστο ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν.
2.21.10Βελισάριος δὲ οὔτε κατορρωδήσας, ἅτε πη ἄγχιστα ἐστρατοπεδευμένων βαρβάρων τοσούτων τὸ πλῆθος, οὔτε τῷ λόγῳ ἐς ταραχήν τινα καταστὰς, ἀλλὰ γελῶντίτε καὶ ἀνειμένῳ τῷ προσώπῳ ἀμείβεται Οὐ ταύτῃ λέγων ᾗ τῷ Χοσρόῃ τανῦν εἴργασται νενόμισται τοῖς ἀνθρώποις τὰ πράγματα.
2.21.11οἱ μὲν γὰρ ἄλλοι, ἤν τι ἀντιλέγοιτο σφίσιτε καὶ τῶν πέλας τισὶ, πρεσβεύουσι μὲν ἐς αὐτοὺς πρότερον, ἐπειδὰν δὲ τῶν μετρίων μὴ τύχωσιν, οὕτω δὴ πολέμῳ ἐπ’αὐτοὺς ἴασιν.
2.21.12ὁ δὲ γενόμενος ἐν μέσοις Ῥωμαίοις, εἶτα τοὺς ὑπὲρ τῆς εἰρήνης προτείνεται λόγους. ὁ μὲν τοσαῦτα εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο.
2.21.13ὁ δὲ παρὰ Χοσρόην γενόμενος παρῄνει οἱ ὅτι τάχιστα ἀπαλλάσσεσθαι.
2.21.14στρατηγῷτε γὰρ ἐντυχεῖν ἔφη ἀνδρειοτάτῳτε καὶ ξυνετωτάτῳ ἀνθρώπων ἁπάντων καὶ στρατιώταις οἵους ἄλλους αὐτὸς οὐ πώποτε εἶδεν, ὧν δὴ τὴν εὐκοσμίαν θαυμάσειε μάλιστα πάντων, εἶναίτε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷτε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν, διαφέρειν δὲ, ὅτι νικήσας μὲν αὐτὸς τὸν Καίσαρος νικήσει δοῦλον, ἡσσηθεὶς δὲ, ἂν οὕτω τύχοι, μέγα τι αἶσχος τῇτε βασιλείᾳ πορίσεται καὶ τῷ Περσῶν γένει, καὶ Ῥωμαῖοι μὲν νενικημένοι ῥᾳδίως ἂν ἔντε ὀχυρώμασι καὶ γῇ τῇ αὐτῶν διασώζοιντο, αὐτῶν δὲ, ἤν γέ τι ἐναντίωμα ξυμβαίη, οὐ δ’ἂν ἄγγελος διαφύγοι ἐς τὴν Περσῶν χώραν.
2.21.15ταύτῃ ὁ Χοσρόης ἀναπεισθεὶς τῇ ὑποθήκῃ ἀναστρέφειν μὲν ἐς τὰ Περσῶν ἤθη ἐβούλετο, ἀμηχανίᾳ δὲ πολλῇ εἴχετο.
2.21.16τήντε γὰρ διάβασιν τοῦ ποταμοῦ πρὸς τῶν πολεμίων φυλάσσεσθαι ᾤετο καὶ ὁδῷ τῇ αὐτῇ, ἐρήμῳ ἀνθρώπων παντάπασιν οὔσῃ, ὀπίσω ἀπελαύνειν οὐχ οἷόςτε ἦν, ἐπεὶ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἤδη ἐπιλελοίπει, ἅπερ τὸ πρότερον ξὺν αὑτοῖς ἔχοντες ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλον.
2.21.17τέλος δὲ πολλὰ λογισαμένῳ ξυμφορώτατόν οἱ ἔδοξεν εἶναι μάχῃ διακινδυνεύσαντι ἐς γῆντε τὴν ἀντιπέρας ἥκειν καὶ διὰ χώρας πᾶσιν εὐθηνούσης τοῖς ἀγαθοῖς τὴν πορείαν ποιήσασθαι.
2.21.18Βελισάριος δὲ εὖ μὲν ἠπίστατο ὡς οὐ δ’ἂν δέκα μυριάδες ἀνδρῶν τὴν διάβασιν Χοσρόῃ ἀναχαιτίζειν ποτὲ ἱκαναὶ εἶεν · (ὅτε γὰρ ποταμὸς πολλαχῆ τῶν ταύτῃ χωρίων ναυσὶ διαβατὸς ὢν ἐπὶ πλεῖστον τυγχάνει καὶ κρεῖσσον ἦν ἄλλως τὸ Περσῶν στράτευμα ἢ πρὸς πολεμίων ὀλίγων τινῶν τῆς διαβάσεως ἀποκεκλεῖσθαι) · τοῖς δὲ ἀμφὶ Διογένηντε καὶ Ἀδόλιον σὺν τοῖς χιλίοις ἐπέστελλε τὰ πρῶτα περιιέναι τὴν ἐκείνῃ ἀκτὴν, ὅπως δὴ ἐς ταραχὴν ἀφασίᾳ τινὶ τὸν βάρβαρον καταστήσονται.
2.21.19ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι ἐκ τῆς Ῥωμαίων γῆς.
2.21.20λόγουτε οἱ πολλοῦ ἄξιον ἐφαίνετο εἶναι ἐξελάσαι ἐνθένδε τὸν Χοσρόου στρατὸν, οὐδεμιᾷ κινδυνεύσαντι μάχῃ πρὸς μυριάδας βαρβάρων πολλὰς ξὺν στρατιώταις λίαντε ὀλίγοις οὖσι καὶ ἀτεχνῶς κατεπτηχόσι τὸν Μήδων στρατόν. διὸ δὴ ἐκέλευε Διογένηντε καὶ Ἀδόλιον ἡσυχῆ μένειν.
2.21.21ὁ γοῦν Χοσρόης γέφυραν σὺν πολλῷ τάχει πηξάμενος ποταμὸν Εὐφράτην ἐκ τοῦ αἰφνιδίου διέβη παντὶ τῷ στρατῷ.
2.21.22Πέρσαις γὰρ πόνῳ οὐδενὶ διαβατοί εἰσι ποταμοὶ ἅπαντες, ἐπεὶ αὐτοῖς ὁδῷ ἰοῦσιν ἀγκιστροειδῆ σιδήρια ἐν παρασκευῇ ἐστιν, οἷς δὴ ξύλα μακρὰ ἐς ἄλληλα ἐναρμόζοντες γέφυραν αὐτοσχεδιάζουσιν ἐκ τοῦ παραυτίκα ὅπη ἂν σφίσι βουλομένοις εἴη.
2.21.23ἐπεὶ δὲ τάχιστα γέγονεν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκε, προσδέχεσθαι δὲ τοὺς παρ’αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ ἐς μακρὰν ἄξιον εἶναι.
2.21.24Βελισάριος δὲ παντὶ καὶ αὐτὸς τῷ Ῥωμαίων στρατῷ τὸν Εὐφράτην ποταμὸν διαβὰς παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν.
2.21.25οἳ, ἐπεὶ παρ’αὐτὸν ἵκοντο, πολλὰ τῆς ἀναχωρήσεως ἐπαινέσαντες πρέσβεις ἐς αὐτὸν ἥξειν παρὰ βασιλέως αὐτίκα δὴ μάλα ὑπέσχοντο, οἳ δὴ τὰ ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα πρότερον ἔργῳ ἐπιτελῆ πρὸς αὐτὸν θήσονται.
2.21.26ἠξίουντε διὰ Ῥωμαίων ἅτε φίλων αὐτῷ τῇ πορείᾳ χρῆσθαι. ὁ δὲ καὶ ταῦτα ὑπεδέχετο ἐπιτελέσειν, εἴ τινά οἱ δοῖεν τῶν δοκίμων ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ, ἐφ’ᾧ τὰ ξυγκείμενα πράξουσιν.
2.21.27οἱ μὲν οὖν πρέσβεις παρὰ Βελισάριον ἐπανήκοντες τοὺς Χοσρόου λόγους ἀπήγγελλον, ὁ δὲ εἰς τὴν Ἔδεσσαν ἀφικόμενος Ἰωάννην τὸν Βασιλείου παῖδα, γένειτε καὶ πλούτῳ πάντων τῶν Ἐδεσσηνῶν διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ οὔτι ἑκούσιον εὐθὺς ἔπεμψε.
2.21.28Ῥωμαῖοι δὲ Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλόντε σφίσιν ὁ ἀνὴρ ἐν τούτῳ εὐδοκιμῆσαι τῷ ἔργῳ ἐδόκει ἢ ὅτε Γελίμερα δορυάλωτον ἢ τὸν Οὐίττιγιν ἐς Βυζάντιον ἤνεγκεν.
2.21.29ἦν γὰρ ὡς ἀληθῶς λόγου καὶ ἐπαίνου πολλοῦ ἄξιον, πεφοβημένων μὲν κα- κἀν τοῖς ὀχυρώμασι κρυπτομένων Ῥωμαίων ἁπάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῃ γεγονότος Ῥωμαίων ἀρχῇ, ἄνδρα στρατηγὸν ξὺν ὀλίγοις τισὶ δρόμῳ ὀξεῖ ἐκ Βυζαντίου μεταξὺ ἥκοντα ἀπ’ἐναντίας τοῦ Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου, ἢ τὴν τύχην ἢ τὴν ἀρετὴν τοῦ ἀνδρὸς δείσαντα ἢ καί τισιν ἐξαπατηθέντα σοφίσμασιν, ἐπίπροσθεν μηκέτι χωρῆσαι, ἀλλὰ τῷ μὲν ἔργῳ φυγεῖν, λόγῳ δὲ τῆς εἰρήνης ἐφίεσθαι.
2.21.30ἐν τούτῳ δὲ Χοσρόης ἀλογήσας τὰ ὡμολογημένα Καλλίνικον πόλιν οὐδενὸς τὸ παράπαν ἀμυνομένου εἷλε. ταύτης γὰρ τὸν περίβολον ὁρῶντες Ῥωμαῖοι σαθρόντε καὶ εὐάλωτον παντάπασιν ὄντα, μοῖραν αὐτοῦ ἀεὶ καθαιροῦντές τινα, νέᾳ τινὶ ἀνενεοῦντο οἰκοδομίᾳ.
2.21.31τότε γοῦν μέρος τι αὐτοῦ καθελόντες, οὔπω δὲ τὸ λειπόμενον τοῦτο δειμάμενοι, ἐπειδὴ τοὺς πολεμίους ἄγχιστά πη ἐπύθοντο εἶναι, τῶν χρημάτων ὑπεξαγαγόντες τὰ τιμιώτατα, οἱ μὲν εὐδαίμονες αὐτῆς τῶν οἰκητόρων ἐς ἕτερα ἄττα ὀχυρώματα ἀπεχώρησαν, οἱ δὲ λοιποὶ στρατιωτῶν χωρὶς αὐτοῦ ἔμειναν.
2.21.32καὶ γεωργῶν πάμπολύ τι χρῆμα ἐνταῦθα ξυνειλέχθαι συνέβη. οὓς δὴ ὁ Χοσρόης ἀνδραποδίσας ἅπαν ἐς ἔδαφος καθεῖλεν.
2.21.33ὀλίγῳτε ὕστερον τὸν ὅμηρον Ἰωάννην δεξάμενος ἀπεχώρησεν ἐς τὰ πάτρια ἤθη.
2.21.34Ἀρμένιοίτε οἱ τῷ Χοσρόῃ προσκεχωρηκότες, τὰ πιστὰ πρὸς Ῥωμαίων λαβόντες ξὺν τῷ Βασσάκῃ ἐς Βυζάντιον ἦλθον. ταῦτα μὲν ἐν τῇ τρίτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις γενέσθαι ξυνέβη, καὶ ὁ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἐφ’ᾧ ἐς Ἰταλίαν αὖθις σταλήσεται, πονηρῶν ἤδη παντάπασι τῶν ἐκείνῃ πραγμάτων Ῥωμαίοις ὄντων.
2.22.1ὑπὸ δὲ τοὺς χρόνους τούτους λοιμὸς γέγονεν, ἐξ οὗ δὴ ἅπαντα ὀλίγου ἐδέησε τὰ ἀνθρώπεια ἐξίτηλα εἶναι. ἅπασι μὲν οὖν τοῖς ἐξ οὐρανοῦ ἐπισκήπτουσιν ἴσως ἂν καὶ λέγοιτό τις ὑπ’ἀνδρῶν τολμητῶν αἰτίου λόγος, οἷα πολλὰ φιλοῦσιν οἱ ταῦτα δεινοὶ αἰτίας τερατεύεσθαι οὐδαμῆ ἀνθρώπῳ καταληπτὰς οὔσας, φυσιολογίαςτε ἀναπλάσσειν ὑπερορίους, ἐξεπιστάμενοι μὲν ὡς λέγουσιν οὐδὲν ὑγιὲς, ἀποχρῆν δὲ ἡγούμενοι σφίσιν, ἤν γε τῶν ἐντυγχανόντων τινὰς τῷ λόγῳ ἐξαπατήσαντες πείσωσι.
2.22.2τούτῳ μέντοι τῷ κακῷ πρόφασίν τινα ἢ λόγῳ εἰπεῖν ἢ διανοίᾳ λογίσασθαι μηχανή τις οὐδεμία ἐστὶ, πλήν γε δὴ ὅσα ἐς τὸν θεὸν ἀναφέρεσθαι.
2.22.3οὐ γὰρ ἐπὶ μέρους τῆς γῆς οὐ δὲ ἀνθρώπων τισὶ γέγονεν οὐ δέ τινα ὥραν τοῦ ἔτους ἔσχεν, ὅθεν ἂν καὶ σοφίσματα αἰτίας εὑρέσθαι δυνατὰ εἴη, ἀλλὰ περιεβάλλετο μὲν τὴν γῆν ξύμπασαν, βίους δὲ ἀνθρώπων ἅπαντας ἔβλαψε, καίπερ ἀλλήλων ἐς το- τοὐναντίον παρὰ πολὺ διαλλάσσοντας, οὔτε φύσεώς τινος οὔτε ἡλικίας φεισάμενον.
2.22.4εἴτε γὰρ χωρίων ἐνοικήσει εἴτε νόμῳ διαίτης, ἢ φύσεως τρόπῳ, ἢ ἐπιτηδεύμασιν, ἢ ἄλλῳ ὅτῳ ἀνθρώπων ἄνθρωποι διαφέρουσιν, ἐν ταύτῃ δὴ μόνῃ τῇ νόσῳ τὸ διαλλάσσον οὐδὲν ὤνησεν.
2.22.5ἐπέσκηψε δὲ τοῖς μὲν ὥρᾳ θέρους, τοῖς δὲ χειμῶνι, τοῖς δὲ κατὰ τοὺς ἄλλους καιρούς. λεγέτω μὲν οὖν ὥς πη ἕκαστος περὶ αὐτῶν γινώσκει καὶ σοφιστὴς καὶ μετεωρολόγος, ἐγὼ δὲ ὅθεντε ἤρξατο ἡ νόσος ἥδε καὶ τρόπῳ δὴ ὅτῳ τοὺς ἀνθρώπους διέφθειρεν ἐρῶν ἔρχομαι.
2.22.6ἤρξατο μὲν ἐξ Αἰγυπτίων οἳ ᾤκηνται ἐν Πηλουσίῳ. γενομένη δὲ δίχα πὴ μὲν ἐπίτε Ἀλεξανδρείας καὶ τῆς ἄλλης Αἰγύπτου ἐχώρησε, πὴ δὲ ἐπὶ Παλαιστίνους τοὺς Αἰγυπτίοις ὁμόρους ἦλθεν, ἐντεῦθέντε κατέλαβε τὴν γῆν σύμπασαν, ὁδῷτε ἀεὶ προϊοῦσα καὶ χρόνοις βαδίζουσα τοῖς καθήκουσιν.
2.22.7ἐπὶ ῥητοῖς γὰρ ἐδόκει χωρεῖν καὶ χρόνον τακτὸν ἐν χώρᾳ ἑκάστῃ διατριβὴν ἔχειν, ἐς οὐδένας μὲν ἀνθρώπων παρέργως τῷ φθόρῳ χρωμένη, σκεδαννυμένη δὲ ἐφ’ἑκάτερα μέχρι ἐς τὰς τῆς οἰκουμένης ἐσχατιὰς, ὥσπερ δεδοικυῖα μή τις αὐτὴν τῆς γῆς διαλάθοι μυχός.
2.22.8οὔτε γὰρ νῆσόν τινα ἢ σπήλαιον ἢ ἀκρώρειαν ἐλίπετο ἀνθρώπους οἰκήτορας ἔχουσαν · ἢν δέ πού τινα καὶ παρήλασε χώραν, ἢ μὴ ψαύσασα τῶν ταύτῃ ἀνθρώπων ἢ ἀμωσγέπως αὐτῶν ἁψαμένη, ἀλλὰ χρόνῳ τῷ ὑστέρῳ αὖθις ἐνταῦθα ἐπανιοῦσα τῶν μὲν περιοίκων, οἷς δὴ πικρότατα ἐπέσκηψε πρότερον, οὐδαμῶς ἥψατο, τῆς δὲ χώρας ἐκείνης οὐ πρότερον ἀπέστη ἕως τὸ μέτρον ὀρθῶς καὶ δικαίως τῶν τετελευτηκότων ἀπέδωκεν, ὅπερ καὶ τοῖς ἀμφ’αὐτὴν ᾠκημένοις χρόνῳ τῷ προτέρῳ διεφθάρθαι τετύχηκεν.
2.22.9ἀρξαμένη δὲ ἀεὶ ἐκ τῆς παραλίας ἡ νόσος ἥδε, οὕτω δὴ ἐς τὴν μεσόγειον ἀνέβαινε χώραν. δευτέρῳ δὲ ἔτει ἐς Βυζάντιον μεσοῦντος τοῦ ἦρος ἀφίκετο, ἔνθα καὶ ἐμοὶ ἐπιδημεῖν τηνικαῦτα ξυνέβη.
2.22.10ἐγίνετο δὲ ὧδε. φάσματα δαιμόνων πολλοῖς ἐς πᾶσαν ἀνθρώπου ἰδέαν ὤφθη, ὅσοιτε αὐτοῖς παραπίπτοιεν, παίεσθαι ᾤοντο πρὸς τοῦ ἐντυχόντος ἀνδρὸς, ὅπη παρατύχοι τοῦ σώματος, ἅματε τὸ φάσμα τοῦτο ἑώρων καὶ τῇ νόσῳ αὐτίκα ἡλίσκοντο.
2.22.11κατ’ἀρχὰς μὲν οὖν οἱ παραπεπτωκότες ἀποτρέπεσθαι αὐτὰ ἐπειρῶντο, τῶντε ὀνομάτων ἀποστοματίζοντες τὰ θειότατα καὶ τὰ ἄλλα ἐξοσιούμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἤνυον μέντοι τὸ παράπαν οὐδὲν, ἐπεὶ κα- κἀν τοῖς ἱεροῖς οἱ πλεῖστοι καταφεύγοντες διεφθείροντο.
2.22.12ὕστερον δὲ οὐ δὲ τοῖς φίλοις καλοῦσιν ἐπακούειν ἠξίουν, ἀλλὰ καθείρξαντες αὑτοὺς ἐν τοῖς δωματίοις, ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο, καίπερ ἀρασσομένων αὐτοῖς τῶν θυρῶν, δειμαίνοντες δηλονότι μὴ δαιμόνων τις ὁ καλῶν εἴη.
2.22.13τισὶ δὲ οὐχ οὕτως ὁ λοιμὸς ἐπεγίνετο, ἀλλ’ὄψιν ὀνείρου ἰδόντες τα- ταὐτὸ τοῦτο πρὸς τοῦ ἐπιστάντος πάσχειν ἐδόκουν, ἢ λόγου ἀκούειν προλέγοντος σφίσιν ὅτι δὴ ἐς τῶν τεθνηξομένων τὸν ἀριθμὸν ἀνάγραπτοι εἶεν.
2.22.14τοῖς δὲ πλείστοις οὔτε ὕπαρ οὔτε ὄναρ αἰσθομένοις τοῦ ἐσομένου εἶτα τῇ νόσῳ ξυνέβη ἁλῶναι.
2.22.15ἡλίσκοντο δὲ τρόπῳ τοιῷδε. ἐπύρεσσον ἄφνω, οἱ μὲν ἐξ ὕπνου ἐγηγερμένοι, οἱ δὲ περιπάτους ποιούμενοι, οἱ δὲ ἄλλο ὅ τι δὴ πράσσοντες.
2.22.16καὶ τὸ μὲν σῶμα οὔτε τι διήλλασσε τῆς προτέρας χροιᾶς οὔτε θερμὸν ἦν, ἅτε πυρετοῦ ἐπιπεσόντος, οὐ μὴν οὐ δὲ φλόγωσις ἐπεγίνετο, ἀλλ’οὕτως ἀβληχρός τις ἐξ ἀρχῆςτε καὶ ἄχρις ἑσπέρας ὁ πυρετὸς ἦν ὥστε μήτε τοῖς νοσοῦσιν αὐτοῖς μήτε ἰατρῷ ἁπτομένῳ δόκησιν κινδύνου παρέχεσθαι.
2.22.17οὐ γὰρ οὖν οὐ δέ τις τελευτᾶν τῶν περιπεπτωκότων ἀπ’αὐτοῦ ἔδοξεν. ἡμέρᾳ δὲ τοῖς μὲν τῇ αὐτῇ, τοῖς δὲ τῇ ἐπιγενομένῃ, ἑτέροις δὲ οὐ πολλαῖς ὕστερον βουβὼν ἐπῆρτο, οὐκ ἐνταῦθα μόνον, ἔνθα καὶ τὸ τοῦ σώματος μόριον, ὃ δὴ τοῦ ἤτρου ἔνερθέν ἐστι, βουβὼν κέκληται, ἀλλὰ καὶ τῆς μάλης ἐντὸς, ἐνίοις δὲ καὶ παρὰ τὰ ὦτα καὶ ὅπου ποτὲ τῶν μηρῶν ἔτυχε.
2.22.18τὰ μὲν οὖν ἄχρι τοῦδε πᾶσιν ὁμοίως σχεδόν τι τοῖς τῇ νόσῳ ἁλισκομένοις ξυνέβαινε · τὰ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν πότερον ἐν τῷ διαλλάσσοντι τῶν σωμάτων καὶ ἡ διαφορὰ τῶν ξυμπιπτόντων ἐγίνετο, ἢ ὅπη ποτὲ βουλομένῳ εἴη τῷ τὴν νόσον ἐπαγαγόντι.
2.22.19ἐπεγίνετο γὰρ τοῖς μὲν κῶμα βαθὺ, τοῖς δὲ παραφροσύνη ὀξεῖα, ἑκάτεροίτε τὰ πρὸς τὴν νόσον ἐπιτηδείως ἔχοντα ἔπασχον · οἷς μὲν γὰρ τὸ κῶμα ἐπέκειτο, πάντων ἐπιλελησμένοι τῶν εἰωθότων σφίσιν ἐς ἀεὶ καθεύδειν ἐδόκουν.
2.22.20καὶ εἰ μέν τις αὐτῶν ἐπιμελοῖτο, μεταξὺ ἤσθιον, τινὲς δὲ καὶ ἀπημελημένοι ἀπορίᾳ τροφῆς εὐθὺς ἔθνησκον.
2.22.21οἱ μέντοι τῷ τῆς παραφροσύνης ἁλόντες κακῷ ἀγρυπνίᾳτε καὶ φαντασίᾳ πολλῇ εἴχοντο, καί τινας ὑποπτεύοντες ἐπιέναι σφίσιν ὡς δὴ ἀπολοῦντας ἐς ταραχήντε καθίσταντο καὶ ἀναβοῶντες ἐξαίσιον οἷον ἐς φυγὴν ὥρμηντο.
2.22.22οἵτε αὐτοὺς θεραπεύοντες καμάτῳ ἀπαύστῳ ἐχόμενοι τὰ ἀνήκεστα ἐς ἀεὶ ἔπασχον.
2.22.23διὸ δὴ ἅπαντες αὐτοὺς οὐχ ἧσσον ἢ τοὺς πονουμένους ᾠκτίζοντο, οὐχ ὅτι τῷ λοιμῷ ἐπιέζοντο ἐκ τοῦ προσιέναι (οὔτε γὰρ ἰατρῷ οὔτε ἰδιώτῃ μεταλαχεῖν τοῦ κακοῦ τοῦδε τῶν νοσούντων ἢ τῶν τετελευτηκότων ἁπτομένῳ ξυνέβη, ἐπεὶ πολλοὶ μὲν ἀεὶ καὶ τοὺς οὐδὲν σφίσι προσήκοντας ἢ θάπτοντες ἢ θεραπεύοντες ταύτῃ δὴ τῇ ὑπουργίᾳ παρὰ δόξαν ἀντεῖχον, πολλοὶ δὲ τῆς νόσου ἀπροφασίστως αὐτοῖς ἐπιπεσούσης εὐθὺς ἔθνησκον), ἀλλ’ὅτι ταλαιπωρίᾳ πολλῇ εἴχοντο.
2.22.24ἔκτε γὰρ τῶν στρωμάτων ἐκπίπτοντας καὶ καλινδουμένους ἐς τὸ ἔδαφος ἀντικαθίστων αὖθις καὶ ῥιπτεῖν σφᾶς αὐτοὺς ἐκ τῶν οἰκημάτων ἐφιεμένους ὠθοῦντέςτε καὶ ἀνθέλκοντες ἐβιάζοντο.
2.22.25ὕδωρτε οἷς παρατύχοι, ἐμπεσεῖν ἤθελον οὐ δὴ οὐχ ὅσον τοῦ ποτοῦ ἐπιθυμίᾳ (ἐς γὰρ θάλασσαν οἱ πολλοὶ ὥρμηντο), ἀλλ’αἴτιον ἦν μάλιστα ἡ τῶν φρενῶν νόσος.
2.22.26πολὺς δὲ αὐτοῖς καὶ περὶ τὰς βρώσεις ἐγένετο πόνος. οὐ γὰρ εὐπετῶς προσίεντο ταύτας. πολλοίτε ἀπορίᾳ τοῦ θεραπεύοντος διεφθάρησαν, ἢ λιμῷ πιεζόμενοι, ἢ ἀφ’ὑψηλοῦ καθιέντες τὸ σῶμα.
2.22.27ὅσοις δὲ οὔτε κῶμα οὔτε παραφροσύνη ἐνέπεσε, τούτοις δὴ ὅτε βουβὼν ἐσφακέλιζε καὶ αὐτοὶ ταῖς ὀδύναις οὐκέτι ἀντέχοντες ἔθνησκον.
2.22.28τεκμηριώσειε δ’ἄν τις καὶ τοῖς ἄλλοις ἅπασι κατὰ τα- ταὐτὰ ξυμβῆναι, ἀλλ’ἐπεὶ ἐν αὑτοῖς ὡς ἥκιστα ἦσαν, ξυνεῖναι τῆς ὀδύνης οὐδαμῆ εἶχον, τοῦ πάθους αὐτοῖς τοῦ ἀμφὶ τὰς φρένας παραιρουμένου τὴν αἴσθησιν.
2.22.29ἀπορούμενοι γοῦν τῶν τινες ἰατρῶν τῇ τῶν ξυμπιπτόντων ἀγνοίᾳ τότε τῆς νόσου κεφάλαιον ἐν τοῖς βουβῶσιν ἀποκεκρίσθαι οἰόμενοι, διερευνᾶσθαι τῶν τετελευτηκότων τὰ σώματα ἔγνωσαν. καὶ διελόντες τῶν βουβώνων τινὰς ἄνθρακος δεινόν τι χρῆμα ἐμπεφυκὸς εὗρον.
2.22.30ἔθνησκον δὲ οἱ μὲν αὐτίκα, οἱ δὲ ἡμέραις πολλαῖς ὕστερον, τισίτε φλυκταίναις μελαίναις, ὅσον φακοῦ μέγεθος, ἐξήνθει τὸ σῶμα, οἳ οὐ δὲ μίαν ἐπεβίων ἡμέραν, ἀλλ’εὐθυωρὸν ἅπαντες ἔθνησκον.
2.22.31πολλοὺς δὲ καί τις αὐτόματος αἵματος ἐπιγινόμενος ἔμετος εὐθὺς διεχρήσατο.
2.22.32ἐκεῖνο μέντοι ἀποφήνασθαι ἔχω, ὡς τῶν ἰατρῶν οἱ δοκιμώτατοι πολλοὺς μὲν τεθνήξεσθαι προηγόρευον, οἳ δὴ κακῶν ἀπαθεῖς ὀλίγῳ ὕστερον παρὰ δόξαν ἐγίνοντο, πολλοὺς δὲ ὅτι σωθήσονται ἰσχυρίζοντο, οἳ δὴ διαφθαρήσεσθαι ἔμελλον αὐτίκα δὴ μάλα.
2.22.33οὕτως αἰτία τις ἦν οὐδεμία ἐν ταύτῃ τῇ νόσῳ ἐς ἀνθρώπου λογισμὸν φέρουσα · πᾶσι γάρ τις ἀλόγιστος ἀπόβασις ἐπὶ πλεῖστον ἐφέρετο, καὶ τὰ λουτρὰ τοὺς μὲν ὤνησε, τοὺς δὲ οὐδέν τι ἧσσον κατέβλαψεν.
2.22.34ἀμελούμενοίτε πολλοὶ ἔθνησκον, πολλοὶ δὲ παρὰ λόγον ἐσώζοντο. καὶ πάλιν αὖ τὰ τῆς θεραπείας ἐφ’ἑκάτερα τοῖς χρωμένοις ἐχώρει, καὶ τὸ ξύμπαν εἰπεῖν οὐδεμία μηχανὴ ἀνθρώπῳ ἐς τὴν σωτηρίαν ἐξεύρητο, οὔτε προφυλαξαμένῳ μὴ πεπονθέναι οὔτε τοῦ κακοῦ ἐπιπεσόντος περιγενέσθαι, ἀλλὰ καὶ τὸ παθεῖν ἀπροφάσιστον ἦν καὶ τὸ περιεῖναι αὐτόματον.
2.22.35καὶ γυναιξὶ δὲ ὅσαι ἐκύουν προὖπτος ἐγίνετο τῇ νόσῳ ἁλισκομέναις ὁ θάνατος. αἱ μὲν γὰρ ἀμβλίσκουσαι ἔθνησκον, αἱ δὲ τίκτουσαι ξὺν αὐτοῖς εὐθὺς τοῖς τικτομένοις ἐφθείροντο.
2.22.36τρεῖς μέντοι λεχοῦς λέγουσι τῶν παίδων σφίσιν ἀπολομένων περιγενέσθαι, καὶ μιᾶς ἤδη ἐν τῷ τοκετῷ ἀποθανούσης τετέχθαιτε καὶ περιεῖναι τῷ παιδίῳ ξυμβῆναι.
2.22.37ὅσοις μὲν οὖν μείζωντε ὁ βουβὼν ᾔρετο καὶ ἐς πῦον ἀφῖκτο, τούτοις δὴ περιεῖναι τῆς νόσου ἀπαλλασσομένοις ξυνέβαινεν, ἐπεὶ δῆλον ὅτι αὐτοῖς ἡ ἀκμὴ ἐς τοῦτο ἐλελωφήκει τοῦ ἄνθρακος, γνώρισμάτε τῆς ὑγείας τοῦτο ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνετο · οἷς δὲ ὁ βουβὼν ἐπὶ τῆς προτέρας ἰδέας διέμεινε, τούτοις περιειστήκει τὰ κακὰ ὧν ἄρτι ἐμνήσθην.
2.22.38τισὶ δὲ αὐτῶν καὶ τὸν μηρὸν ἀποξηρανθῆναι ξυνέβη, ἐφ’οὗ ὁ βουβὼν ἐπαρθεὶς ὡς ἥκιστα ἔμπυος γέγονεν.
2.22.39ἄλλοιςτε οὐκ ἐπ’ἀκεραίῳ τῇ γλώσσῃ περιγενέσθαι τετύχηκεν, ἀλλ’ἢ τραυλίζουσιν, ἢ μόλιςτε καὶ ἄσημα φθεγγομένοις βιῶναι.
2.23.1ἡ μὲν οὖν νόσος ἐν Βυζαντίῳ ἐς τέσσαρας διῆλθε μῆνας, ἤκμασε δὲ ἐν τρισὶ μάλιστα.
2.23.2καὶ κατ’ἀρχὰς μὲν ἔθνησκον τῶν εἰωθότων ὀλίγῳ πλείους, εἶτα ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο, μετὰ δὲ ἐς πεντακισχιλίους ἡμέρᾳ ἑκάστῃ ἐξικνεῖτο τὸ τῶν νεκρῶν μέτρον, καὶ αὖ πάλιν ἐς μυρίουςτε καὶ τούτων ἔτι πλείους ἦλθε.
2.23.3τὰ μὲν οὖν πρῶτα τῆς ταφῆς αὐτὸς ἕκαστος ἐπεμελεῖτο τῶν κατὰ τὴν οἰκίαν νεκρῶν, οὓς δὴ καὶ ἐς ἀλλοτρίας θήκας ἐρρίπτουν ἢ λανθάνοντες ἢ βιαζόμενοι · ἔπειτα δὲ πάντα ἐν ἅπασι ξυνεταράχθη.
2.23.4δοῦλοίτε γὰρ ἔμειναν δεσποτῶν ἔρημοι, ἄνδρεςτε τὰ πρότερα λίαν εὐδαίμονες τῆς τῶν οἰκετῶν ὑπουργίας ἢ νοσούντων ἢ τετελευτηκότων ἐστέρηντο, πολλαίτε οἰκίαι παντάπασιν ἔρημοι ἀνθρώπων ἐγένοντο.
2.23.5διὸ δὴ ξυνέβη τισὶ τῶν γνωρίμων τῇ ἀπορίᾳ ἡμέρας πολλὰς ἀτάφοις εἶναι. ἔςτε βασιλέα ἡ τοῦ πράγματος πρόνοια, ὡς τὸ εἰκὸς, ἦλθε.
2.23.6στρατιώτας οὖν ἐκ παλατίου καὶ χρήματα νείμας Θεόδωρον ἐκέλευε τοῦ ἔργου τούτου ἐπιμελεῖσθαι, ὃς δὴ ἀποκρίσεσι ταῖς βασιλικαῖς ἐφειστήκει, ἀεὶ τῷ βασιλεῖ τὰς τῶν ἱκετῶν δεήσεις ἀγγέλλων, σημαίνωντε αὖθις ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη. ῥεφερενδάριον τῇ Λατίνων φωνῇ τὴν τιμὴν ταύτην καλοῦσι Ῥωμαῖοι.
2.23.7οἷς μὲν οὖν οὔπω παντάπασιν ἐς ἐρημίαν ἐμπεπτωκότα τὰ κατὰ τὴν οἰκίαν ἐτύγχανεν, αὐτοὶ ἕκαστοι τὰς τῶν προσηκόντων ἐποιοῦντο ταφάς.
2.23.8Θεόδωρος δὲ τάτε βασιλέως διδοὺς χρήματα καὶ τὰ οἰκεῖα προσαναλίσκων τοὺς ἀπημελημένους τῶν νεκρῶν ἔθαπτεν.
2.23.9ἐπεὶ δὲ τὰς θήκας ἁπάσας, αἳ πρότερον ἦσαν, ἐμπίπλασθαι τῶν νεκρῶν ἔτυχεν, οἱ δὲ ὀρύσσοντες ἅπαντα ἐφεξῆς τὰ ἀμφὶ τὴν πόλιν χωρία, ἐνταῦθάτε τοὺς θνήσκοντας κατατιθέμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἀπηλλάσσοντο, ἔπειτα δὲ οἱ τὰς κατώρυχας ταύτας ποιούμενοι πρὸς τῶν ἀποθνησκόντων τὸ μέτρον οὐκέτι ἀντέχοντες ἐς τοὺς πύργους τοῦ περιβόλου ἀνέβαινον, ὃς ἐν Συκαῖς ἐστί ·
2.23.10τάςτε ὀροφὰς περιελόντες ἐνταῦθα ἐρρίπτουν τὰ σώματα οὐδενὶ κόσμῳ, καὶ ξυννήσαντες, ὥς πη ἑκάστῳ παρέτυχεν, ἐμπλησάμενοίτε τῶν νεκρῶν ὡς εἰπεῖν ἅπαντας, εἶτα ταῖς ὀροφαῖς αὖθις ἐκάλυπτον.
2.23.11καὶ ἀπ’αὐτοῦ πνεῦμα δυσῶδες ἐς τὴν πόλιν ἰὸν ἔτι μᾶλλον ἐλύπει τοὺς ταύτῃ ἀνθρώπους, ἄλλωςτε ἢν καὶ ἄνεμός τις ἐκεῖθεν ἐπίφορος ἐπιπνεύσειε.
2.23.12πάντατε ὑπερώφθη τότε τὰ περὶ τὰς ταφὰς νόμιμα. οὔτε γὰρ παραπεμπόμενοι ᾗ νενόμισται οἱ νεκροὶ ἐκομίζοντο οὔτε καταψαλλόμενοι ᾗπερ εἰώθει, ἀλλ’ἱκανὸν ἦν, εἰ φέρων τις ἐπὶ τῶν ὤμων τῶν τετελευτηκότων τινὰ ἔςτε τῆς πόλεως τὰ ἐπιθαλάσσια ἐλθὼν ἔρριψεν, οὗ δὴ ταῖς ἀκάτοις ἐμβαλλόμενοι σωρηδὸν ἔμελλον ὅπη παρατύχοι κομίζεσθαι.
2.23.13τότε καὶ τοῦ δήμου ὅσοι στασιῶται πρότερον ἦσαν, ἔχθους τοῦ ἐς ἀλλήλους ἀφέμενοι τῆςτε ὁσίας τῶν τετελευτηκότων κοινῇ ἐπεμέλοντο καὶ φέροντες αὐτοὶ τοὺς οὐ προσήκοντας σφίσι νεκροὺς ἔθαπτον.
2.23.14ἀλλὰ καὶ ὅσοι πράγμασι τὰ πρότερα παριστάμενοι αἰσχροῖςτε καὶ πονηροῖς ἔχαιρον, οἵδε τὴν ἐς τὴν δίαιταν ἀποσεισάμενοι παρανομίαν τὴν εὐσέβειαν ἀκριβῶς ἤσκουν, οὐ τὴν σωφροσύνην μεταμαθόντες οὐ δὲ τῆς ἀρετῆς ἐρασταί τινες ἐκ τοῦ αἰφνιδίου γεγενημένοι ·
2.23.15ἐπεὶ τοῖς ἀνθρώποις ὅσα ἐμπέπηγε φύσει ἢ χρόνου μακροῦ διδασκαλίᾳ ῥᾷστα δὴ οὕτω μεταβάλλεσθαι ἀδύνατά ἐστιν, ὅτι μὴ θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος · ἀλλὰ τότε ὡς εἰπεῖν ἅπαντες καταπεπληγμένοι μὲν τοῖς ξυμπίπτουσι, τεθνήξεσθαι δὲ αὐτίκα δὴ μάλα οἰόμενοι, ἀνάγκῃ, ὡς τὸ εἰκὸς, πάσῃ τὴν ἐπιείκειαν ἐπὶ καιροῦ μετεμάνθανον.
2.23.16ταῦτά τοι, ἐπειδὴ τάχιστα τῆς νόσου ἀπαλλαγέντες ἐσώθησαν ἔντε τῷ ἀσφαλεῖ γεγενῆσθαι ἤδη ὑπετόπασαν, ἅτε τοῦ κακοῦ ἐπ’ἄλλους ἀνθρώπων τινὰς κεχωρηκότος, ἀγχίστροφον αὖθις τῆς γνώμης τὴν μεταβολὴν ἐπὶ τὰ χείρω πεποιημένοι μᾶλλον ἢ πρότερον τὴν τῶν ἐπιτηδευμάτων ἀτοπίαν ἐνδείκνυνται, σφᾶς αὐτοὺς μάλιστα τῇτε πονηρίᾳ καὶ τῇ ἄλλῃ παρανομίᾳ νενικηκότες · ἐπεὶ καὶ ἀπισχυρισάμενος ἄν τις οὐ τὰ ψευδῆ εἴποι ὡς ἡ νόσος ἥδε εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐς τὸ ἀκριβὲς ἀπολεξαμένη τοὺς πονηροτάτους ἀφῆκεν. ἀλλὰ ταῦτα μὲν τῷ ὑστέρῳ ἀποδέδεικται χρόνῳ.
2.23.17τότε δὲ ἀγοράζοντά τινα οὐκ εὐπετὲς ἐδόκει εἶναι ἔν γε Βυζαντίῳ ἰδεῖν, ἀλλ’οἴκοι καθήμενοι ἅπαντες, ὅσοις ξυνέβαινε τὸ σῶμα ἐρρῶσθαι, ἢ τοὺς νοσοῦντας ἐθεράπευον, ἢ τοὺς τετελευτηκότας ἐθρήνουν.
2.23.18ἢν δέ τις καὶ προϊόντι τινὶ ἐντυχεῖν ἴσχυσεν, ὅδε τῶν τινα νεκρῶν ἔφερεν. ἐργασίατε ξύμπασα ἤργει καὶ τὰς τέχνας οἱ τεχνῖται μεθῆκαν ἁπάσας, ἔργατε ἄλλα ὅσα δὴ ἕκαστοι ἐν χερσὶν εἶχον.
2.23.19ἐν πόλει γοῦν ἀγαθοῖς ἅπασιν ἀτεχνῶς εὐθηνούσῃ λιμός τις ἀκριβὴς ἐπεκώμαζεν. ἄρτον ἀμέλει ἢ ἄλλο ὁτιοῦν διαρκῶς ἔχειν χαλεπόντε ἐδόκει καὶ λόγου πολλοῦ ἄξιον εἶναι · ὥστε καὶ τῶν νοσούντων τισὶν ἄωρον ξυμβῆναι δοκεῖν ἀπορίᾳ τῶν ἀναγκαίων τὴν τοῦ βίου καταστροφήν.
2.23.20καὶ τὸ ξύμπαν εἰπεῖν, χλαμύδα οὐκ ἦν ἐνδιδυσκόμενόν τινα ἐν Βυζαντίῳ τὸ παράπαν ἰδεῖν, ἄλλωςτε ἡνίκα βασιλεῖ νοσῆσαι ξυνέβη (καὶ αὐτῷ γὰρ ξυνέπεσε βουβῶνα ἐπῆρθαι), ἀλλ’ἐν πόλει βασιλείαν ἐχούσῃ ξυμπάσης τῆς Ῥωμαίων ἀρχῆς ἱμάτια ἐν ἰδιωτῶν λόγῳ ἅπαντες ἀμπεχόμενοι ἡσυχῆ ἔμενον.
2.23.21τὰ μὲν οὖν ἀμφὶ τῷ λοιμῷ ἔντε τῇ ἄλλῃ Ῥωμαίων γῇ καὶ ἐν Βυζαντίῳ ταύτῃ πη ἔσχεν. ἐπέσκηψε δὲ καὶ ἐς τὴν Περσῶν γῆν καὶ ἐς βαρβάρους τοὺς ἄλλους ἅπαντας.
2.24.1ἐτύγχανε δὲ ὁ Χοσρόης ἐξ Ἀσσυρίων ἐς χωρίον Ἀδαρβιγάνων ἥκων πρὸς βορρᾶν ἄνεμον, ἔνθεν διενοεῖτο ἐς τὴν Ῥωμαίων ἀρχὴν διὰ Περσαρμενίων ἐσβάλλειν.
2.24.2τὸ μέγα πυρεῖον ἐνταῦθά ἐστιν, ὃ σέβονται Πέρσαι θεῶν μάλιστα. οὗ δὴ τὸ πῦρ ἄσβεστον φυλάσσοντες μάγοι τάτε ἄλλα ἐς τὸ ἀκριβὲς ἐξοσιοῦνται καὶ μαντείῳ ἐς τῶν πραγμάτων τὰ μέγιστα χρῶνται. τοῦτό ἐστι τὸ πῦρ, ὅπερ Ἑστίαν ἐκάλουντε καὶ ἐσέβοντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι.
2.24.3ἐνταῦθα σταλείς τις ἐκ Βυζαντίου παρὰ Χοσρόην ἀπήγγελλε Κωνσταντιανόντε καὶ Σέργιον πρέσβεις ἐς αὐτὸν ἐπὶ τῇ ξυμβάσει αὐτίκα δὴ μάλα ἀφίξεσθαι.
2.24.4ἤστην δὲ τὼ ἄνδρε τούτω ῥήτορέτε ἄμφω καὶ ξυνετὼ ἐς τὰ μάλιστα, Κωνσταντιανὸς μὲν Ἰλλυριὸς γένος, Σέργιος δὲ ἐξ Ἐδέσσης πόλεως, ἣ ἐν Μεσοποταμίᾳ τυγχάνει οὖσα.
2.24.5οὓς δὴ ὁ Χοσρόης προσδεχόμενος ἡσυχῆ ἔμενεν. ἐν δὲ τῇ πορείᾳ ταύτῃ Κωνσταντιανοῦ νοσήσαντος καὶ χρόνου τριβέντος συχνοῦ τὸν λοιμὸν ἐπισκῆψαι Πέρσαις ξυνέπεσε.
2.24.6διὸ δὴ Ναβέδης τηνικαῦτα ἐν Περσαρμενίοις τὴν στρατηγίδα ἔχων ἀρχὴν τὸν ἐν Δούβιος τῶν Χριστιανῶν ἱερέα βασιλέως ἐπαγγείλαντος παρὰ Βαλεριανὸν τὸν ἐν Ἀρμενίοις στρατηγὸν ἔπεμψεν, αἰτιασόμενόντε τὴν τῶν πρέσβεων βραδυτῆτα καὶ Ῥωμαίους ἐς τὴν εἰρήνην ὁρμήσοντα προθυμίᾳ τῇ πάσῃ.
2.24.7καὶ ὃς ξὺν τῷ ἀδελφῷ ἐς Ἀρμενίους ἥκων, τῷτε Βαλεριανῷ ἐντυχὼν, αὐτόςτε Ῥωμαίοις ἅτε Χριστιανὸς ἰσχυρίζετο εὐνοϊκῶς ἔχειν καί οἱ βασιλέα Χοσρόην πείθεσθαι ἀεὶ ἐς βουλὴν πᾶσαν · ὥστε ἢν Ῥωμαίων οἱ πρέσβεις ἐς τὰ Περσῶν ἤθη ξὺν αὐτῷ ἔλθωσιν, οὐκ ἄν τι αὐτοῖς ἐμπόδισμα εἴη τοῦ τὴν εἰρήνην ὅπη βούλονται διαθήσεσθαι.
2.24.8ὁ μὲν οὖν ἱερεὺς τοσαῦτα εἶπεν · ὁ δὲ τοῦ ἱερέως ἀδελφὸς Βαλεριανῷ ἐντυχὼν λάθρα Χοσρόην ἐν μεγάλοις εἶναι κακοῖς ἔφασκε · τόντε γάρ οἱ παῖδα τυραννίδι ἐπιθέμενον ἐπαναστῆναι καὶ αὐτὸν ὁμοῦ ξὺν παντὶ τῷ Περσῶν στρατῷ τῇ νόσῳ ἁλῶναι · διὸ δὴ καὶ Ῥωμαίοις τανῦν ἐς τὴν ξύμβασιν ἐθέλειν ἰέναι.
2.24.9ταῦτα ἐπεὶ Βαλεριανὸς ἤκουσε, τὸν μὲν ἐπίσκοπον εὐθὺς ἀπεπέμψατο, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ὑποσχόμενος παρὰ Χοσρόην ἀφίξεσθαι, αὐτὸς δὲ τοὺς λόγους ἐς βασιλέα Ἰουστινιανὸν, οὕσπερ ἠκηκόει, ἀνήνεγκεν.
2.24.10οἷς δὴ ὁ βασιλεὺς αὐτίκα ἠγμένος αὐτῷτε καὶ Μαρτίνῳ καὶ τοῖς ἄλλοις ἄρχουσιν ὅτι τάχιστα ἐσβάλλειν εἰς τὴν πολεμίαν ἐπέστελλεν. εὖ γὰρ οἶδεν ὡς αὐτοῖς τῶν πολεμίων οὐδεὶς ἐμποδὼν στήσεται.
2.24.11ἐκέλευε δὲ ξυλλεγέντας ἐς τα- ταὐτὸ ἅπαντας οὕτω τὴν ἐσβολὴν ἐπὶ Περσαρμενίους ποιήσασθαι. ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες τὰ γράμματα εἶδον, ἅπαντες ὁμοῦ τοῖς ἑπομένοις ξυνέρρεον ἐς τὰ ἐπὶ Ἀρμενίας χωρία.
2.24.12ἤδη δὲ ὁ Χοσρόης ὀλίγῳ πρότερον τὸ Ἀδαρβιγάνων δέει τῷ ἐκ τῆς νόσου ἀπολιπὼν ἐς τὴν Ἀσσυρίαν παντὶ τῷ στρατῷ ἀπιὼν ᾤχετο, ἔνθα δὴ οὔπω ἐνδεδημήκει τὸ τοῦ λοιμοῦ πάθος. Βαλεριανὸς μὲν οὖν Θεοδοσιουπόλεως ἄγχιστα ἐστρατοπεδεύσατο ξὺν τοῖς ἀμφ’αὐτὸν καταλόγοις, καί οἱ Ναρσῆς ξυνετάττετο Ἀρμενίουςτε καὶ Ἐρούλων τινὰς ξὺν αὑτῷ ἔχων.
2.24.13Μαρτῖνος δὲ ὁ τῆς ἕω στρατηγὸς ξύντε Ἰλδίγερι καὶ Θεοκτίστῳ ἐς Κιθαρίζων τὸ φρούριον ἀφικόμενος ἐνταῦθάτε πηξάμενος τὸ στρατόπεδον αὐτοῦ ἔμεινε · διέχει δὲ Θεοδοσιουπόλεως ὁδῷ τεττάρων ἡμερῶν τὸ φρούριον τοῦτο · ἵνα καὶ Πέτρος οὐκ εἰς μακρὰν ξύντε Ἀδολίῳ καὶ ἄλλοις τισὶν ἄρχουσιν ἦλθεν.
2.24.14ἡγεῖτο δὲ τῶν ταύτῃ καταλόγων Ἰσαάκης ὁ Ναρσοῦ ἀδελφός. Φιλημοὺθ δὲ καὶ Βῆρος ξὺν Ἐρούλοις τοῖς σφίσιν ἑπομένοις ἐς τὰ ἐπὶ Χορζιανηνῆς χωρία ἦλθον, τοῦ Μαρτίνου στρατοπέδου οὐ πολλῷ ἄποθεν.
2.24.15Ἰοῦστόςτε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος καὶ Ἰωάννης ὁ Νικήτου παῖς ξύντε Δομνεντιόλῳ καὶ Ἰωάννῃ τῷ Φαγᾷ τὴν ἐπίκλησιν ἐστρατοπεδεύσαντο πρὸς τῷ Φισῶν καλουμένῳ φρουρίῳ, ὅπερ ἄγχιστά πη τῶν Μαρτυροπόλεως ὁρίων ἐστίν.
2.24.16οὕτω μὲν οὖν ἐστρατοπεδεύσαντο οἱ Ῥωμαίων ἄρχοντες ξὺν τοῖς ἑπομένοις, ξυνῄει δὲ ὁ στρατὸς ἅπας ἐς τρισμυρίους.
2.24.17οὗτοι ἅπαντες οὔτε ἐς τα- ταὐτὸ ξυνελέγησαν οὐ μὴν οὔτε ἀλλήλοις ἐς λόγους ἦλθον. πέμποντες δὲ παρ’ἀλλήλους οἱ στρατηγοὶ τῶν σφίσιν ἑπομένων τινὰς ὑπὲρ τῆς ἐσβολῆς ἐπυνθάνοντο.
2.24.18ἄφνω δὲ Πέτρος, οὐδενὶ κοινολογησάμενος, ξὺν τοῖς ἀμφ’αὐτὸν ἀνεπισκέπτως ἐς τὴν πολεμίαν ἐσέβαλλεν. ὅπερ ἡμέρᾳ τῇ ἐπιγινομένῃ γνόντες Φιλημούθτε καὶ Βῆρος, οἱ τῶν Ἐρούλων ἡγούμενοι, εὐθὺς εἵποντο.
2.24.19ἐπείτε ταῦτα οἵτε ἀμφὶ Μαρτῖνον καὶ Βαλεριανὸν ἔμαθον, τῇ ἐσβολῇ κατὰ τάχος ἐχρῶντο.
2.24.20ἅπαντες δὲ ἀλλήλοις ὀλίγῳ ὕστερον ἀνεμίγνυντο ἐν τῇ πολεμίᾳ, πλὴν Ἰούστουτε καὶ τῶν ξὺν αὐτῷ, οἳ δὴ μακράντε ἄποθεν, ὥσπερ ἐρρήθη, ἐστρατοπεδευμένοι τοῦ ἄλλου στρατοῦ, καὶ χρόνῳ ὕστερον τὴν ἐκείνων ἐσβολὴν γνόντες, καὶ αὐτοὶ μὲν ἐσέβαλλον ὡς τάχιστα ἐς τὴν κατ’αὐτοὺς πολεμίαν, ἀναμίγνυσθαι δὲ τοῖς ξυνάρχουσιν οὐδαμῆ ἔσχον.
2.24.21οἱ μέντοι ἄλλοι ξύμπαντες ἐπορεύοντο εὐθὺ Δούβιος, οὔτε ληιζόμενοι οὔτε τι ἄλλο ἄχαρι πράσσοντες ἐς τὴν Περσῶν χώραν.
2.25.1ἔστι δὲ τὸ Δούβιος χώρα τις τάτε ἄλλα ἀγαθὴ καὶ ἀέρωντε καὶ ὑδάτων εὐεξίαν τινὰ διαρκῶς ἔχουσα, Θεοδοσιουπόλεως δὲ ὁδῷ ἡμερῶν ὀκτὼ διέχει.
2.25.2καὶ πεδία μὲν ἐνταῦθα ἱππήλατά ἐστι, κῶμαι δὲ πολλαὶ πολυανθρωπότατοι ᾤκηνται ἀγχοτάτω ἀλλήλαις καὶ πολλοὶ ἔμποροι κατ’ἐργασίαν ἐν ταύταις οἰκοῦσιν.
2.25.3ἔκτε γὰρ Ἰνδῶν καὶ τῶν πλησιοχώρων Ἰβήρων πάντωντε ὡς εἰπεῖν τῶν ἐν Πέρσαις ἐθνῶν καὶ Ῥωμαίων τινῶν τὰ φορτία ἐσκομιζόμενοι ἐνταῦθα ἀλλήλοις ξυμβάλλουσι.
2.25.4τόντε τῶν Χριστιανῶν ἱερέα Καθολικὸν καλοῦσι τῇ Ἑλλήνων φωνῇ, ὅτι δὴ ἐφέστηκεν εἷς ὢν ἅπασι τοῖς ταύτῃ χωρίοις.
2.25.5Δούβιος δὲ ἄποθεν ὅσον εἴκοσι καὶ ἑκατὸν σταδίων ἐν δεξιᾷ ἰόντι ἐκ Ῥωμαίων τῆς γῆς ὄρος ἐστὶ δύσβατόντε καὶ ἄλλως κρημνῶδες, καὶ κώμη τις ἐν δυσχωρίᾳ στενοτάτη κειμένη, Ἀγγλὼν ὄνομα.
2.25.6οὗ δὴ ὁ Ναβέδης, ἐπειδὴ τάχιστα τῶν πολεμίων τὴν ἔφοδον ἔγνω, παντὶ τῷ στρατῷ ἀποχωρήσας χωρίουτε ἰσχύϊ θαρσήσας καθεῖρξεν αὑτόν.
2.25.7καὶ ἡ μὲν κώμη ἐς τοῦ ὄρους τὰ ἔσχατα κεῖται, φρούριον δὲ ἐχυρὸν τῇ κώμῃ ταύτῃ ὁμώνυμον ἐν τῷ κρημνώδει ἐστίν.
2.25.8ὁ γοῦν Ναβέδης λίθοις μὲν καὶ ἁμάξαις τὰς ἐπὶ τὴν κώμην ἀποφράξας εἰσόδους δυσπρόσοδον ἔτι μᾶλλον εἰργάσατο ταύτην.
2.25.9ἐπίπροσθε δὲ τάφρον τινὰ ὀρύξας ἐνταῦθα τὸ στράτευμα ἔστησε, προλοχίσας οἰκίσκους τινὰς παλαιοὺς ἐνέδραις πεζῶν. ἐς τετρακισχιλίους δὲ ἄνδρας ἅπαν ξυνῄει τὸ Περσῶν στράτευμα.
2.25.10ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς χῶρον ἡμέρας ὁδῷ Ἀγγλῶν διέχοντα, τῶν τινα πολεμίων ἐπὶ κατασκοπῇ ἰόντα λαβόντες ἐπυνθάνοντο ὅπη ποτὲ τανῦν ὁ Ναβέδης εἴη. καὶ ὃς ἀνακεχωρηκέναι τὸν ἄνδρα ἐξ Ἀγγλῶν παντὶ τῷ Μήδων στρατῷ ἔφασκεν.
2.25.11ὃ δὴ ὁ Ναρσῆς ἀκούσας δεινὰ ἐποιεῖτο, καὶ τοῖς ξυνάρχουσι τὴν μέλλησιν ὀνειδίζων ἐλοιδορεῖτο.
2.25.12τα- ταὐτὸ δὲ τοῦτο καὶ ἄλλοι ἐποίουν, ἐς ἀλλήλους ὑβρίζοντες, καὶ τὸ λοιπὸν μάχηςτε καὶ κινδύνου ἀφροντιστήσαντες ληίζεσθαι τὰ ἐκείνῃ χωρία ἐν σπουδῇ ἐποιοῦντο.
2.25.13ἄραντες τοίνυν ἀστρατήγητοίτε καὶ ἄτακτοι κόσμῳ οὐδενὶ ἐπίπροσθεν ᾔεσαν, οὔτε τι ἔχοντες σύμβολον ἐν σφίσιν αὐτοῖς, ᾗπερ ἐν τοῖς τοιούτοις ἀγῶσιν εἴθισται, οὔτε πη διακεκριμένοι ἐν τάξει.
2.25.14τοῖς γὰρ σκευοφόροις οἱ στρατιῶται ἀναμιγνύμενοι ἐπορεύοντο ὡς ἐπὶ ἁρπαγὴν ἑτοιμοτάτην ἰόντες χρημάτων μεγάλων.
2.25.15ἐπεὶ δὲ Ἀγγλῶν ἀγχοῦ ἐγένοντο, πέμπουσι κατασκόπους, οἳ δὴ αὐτοῖς ἐπανιόντες ἀπήγγελλον τὴν τῶν πολεμίων παράταξιν.
2.25.16οἱ δὲ στρατηγοὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες ἀναστρέφειν μὲν ξὺν στρατῷ τοσούτῳ τὸ πλῆθος αἰσχρόντε καὶ ἄνανδρον ὅλως ᾤοντο εἶναι, τάξαντες δὲ ὡς ἐκ τῶν παρόντων εἰς τὰ τρία τέλη τὸ στράτευμα εὐθὺ τῶν πολεμίων ἐχώρουν.
2.25.17Πέτρος μὲν οὖν κέρας τὸ δεξιὸν εἶχε, Βαλεριανὸς δὲ τὸ εὐώνυμον, εἰς δὲ τὸ μέσον οἱ ἀμφὶ Μαρτῖνον ἐτάσσοντο. γενόμενοι δὲ ἄγχιστά πη τῶν ἐναντίων ἡσύχαζον, τὴν τάξιν σὺν ἀκοσμίᾳ φυλάσσοντες.
2.25.18αἴτιον δὲ ἦν ἥτε δυσχωρία κρημνώδης ὑπερφυῶς οὖσα καὶ τὸ ἐξ ὑπογύου διαταχθέντας ἐς τὴν μάχην καθίστασθαι.
2.25.19ἔτι μέντοι καὶ οἱ βάρβαροι σφᾶς αὐτοὺς ἐς ὀλίγον ξυναγαγόντες ἡσυχῆ ἔμενον, περισκοπούμενοι τῶν ἐναντίων τὴν δύναμιν, προειρημένον αὐτοῖς πρὸς Ναβέδου χειρῶν μὲν ὡς ἥκιστα ἄρχειν, ἢν δέ πη ἐπισκήψωσιν οἱ πολέμιοι, κατὰ τὸ δυνατὸν σφίσιν ἀμύνασθαι.
2.25.20πρῶτος δὲ Ναρσῆς ξύντε τοῖς Ἐρούλοις καὶ Ῥωμαίων τοῖς ἑπομένοις ἐς χεῖρας τοῖς πολεμίοις ἦλθεν, ὠθισμοῦτε γενομένου ἐτρέψατο τοὺς κατ’αὐτὸν Πέρσας.
2.25.21φεύγοντέςτε οἱ βάρβαροι ἐς τὸ φρούριον ἀνέβαινον δρόμῳ, ἔνθα δὴ ἀλλήλους ἔργα ἀνήκεστα ἐν τῇ στενοχωρίᾳ εἰργάζοντο.
2.25.22καὶ τότε Ναρσῆςτε αὐτὸς τοῖς ἀμφ’αὐτὸν ἐγκελευσάμενος πολλῷ ἔτι μᾶλλον τοῖς πολεμίοις ἐνέκειτο καὶ Ῥωμαίων οἱ λοιποὶ ἔργου εἴχοντο.
2.25.23ἐξελθόντες δὲ ἐκ τοῦ αἰφνιδίου ἐκ τῶν κατὰ τοὺς στενωποὺς οἰκίσκων οἱ προλοχίζοντες, ὥσπερ ἐρρήθη, τῶντε Ἐρούλων τινὰς κτείνουσιν, ἀπροσδόκητοι ἐπιπεσόντες, καὶ Ναρσῆν κατὰ κόρρης αὐτὸν παίουσι.
2.25.24καὶ αὐτὸν Ἰσαάκης ὁ ἀδελφὸς καιρίαν τυπέντα ὑπεξήγαγε τῶν μαχομένων. ὃς δὴ ὀλίγῳ ὕστερον ἐτελεύτησεν, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος.
2.25.25ταραχῆς δὲ, ὡς τὸ εἰκὸς, ἐνθένδε πολλῆς ἐς τὸν Ῥωμαίων στρατὸν ἐμπεσούσης, ἅπαν ὁ Ναβέδης ἐπαφῆκε τοῖς ἐναντίοις τὸ Περσῶν στράτευμα.
2.25.26οἱ δὲ βάλλοντες ἐν τοῖς στενωποῖς ἐς πολεμίων πάμπολυ πλῆθος πολλούςτε ἄλλους εὐπετῶς ἔκτεινον καὶ διαφερόντως Ἐρούλους, οἳ ξὺν τῷ Ναρσῇ τὰ πρῶτα τοῖς ἐναντίοις ἐπιπεσόντες ἀφύλακτοι ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμάχοντο.
2.25.27οὔτε γὰρ κράνος οὔτε θώρακα οὔτε ἄλλο τι φυλακτήριον Ἔρουλοι ἔχουσιν, ὅτι μὴ ἀσπίδα καὶ τριβώνιον ἁδρὸν, ὃ δὴ διεζωσμένοι ἐς τὸν ἀγῶνα καθίστανται.
2.25.28δοῦλοι μέντοι Ἔρουλοι καὶ ἀσπίδος χωρὶς ἐς μάχην χωροῦσιν, ἐπειδὰν δὲ ἄνδρες ἐν πολέμῳ ἀγαθοὶ γένωνται, οὕτω δὴ ἀσπίδας αὐτοῖς ἐφιᾶσιν οἱ δεσπόται προβάλλεσθαι ἐν ταῖς ξυμβολαῖς. τὰ μὲν τῶν Ἐρούλων ταύτῃ πη ἔχει.
2.25.29Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τοὺς πολεμίους ἀνὰ κράτος ἅπαντες ἔφευγον, οὔτε ἀλκῆς μεμνημένοι οὔτε τινὰ αἰδῶ ἢ ἄλλο τι ἐν νῷ ἀγαθὸν ἔχοντες.
2.25.30Πέρσαι δὲ αὐτοὺς ὑποπτεύοντες οὐκ ἐς φυγὴν ἀναίσχυντον οὕτω τετράφθαι, ἄλλ’ἐνέδραις τισὶν ἐς αὐτοὺς χρῆσθαι, ἄχρι ἐς τὰς δυσχωρίας διώξαντες εἶτα ἀνέστρεφον, οὐ τολμῶντες ἐν τῷ ὁμαλεῖ ὀλίγοι πρὸς πολλοὺς διαμάχεσθαι.
2.25.31Ῥωμαῖοι μέντοι, καὶ διαφερόντως οἱ στρατηγοὶ πάντες, δίωξιν ἐπὶ σφᾶς ἀεὶ ποιεῖσθαι τοὺς πολεμίους οἰόμενοι ἔφευγον ἔτι μᾶλλον, οὐδένα ἀνιέντες καιρὸν, θέουσι μὲν τοῖς ἵπποις ἐγκελευόμενοι μάστιγι καὶ κραυγῇ, τοὺς δὲ θώρακας καὶ τὰ ἄλλα ὅπλα ῥιπτοῦντες σπουδῇτε καὶ θορύβῳ ἐς ἔδαφος.
2.25.32οὐ γὰρ ἀντιτάξασθαι καταλαμβάνουσιν αὐτοὺς ἐθάρσουν Πέρσαις, ἀλλ’ἐν μόνοις τοῖς τῶν ἵππων ποσὶ τὰς τῆς σωτηρίας ἐλπίδας εἶχον καὶ, τὸ ξύμπαν εἰπεῖν, τοιαύτη γέγονεν ἡ φυγὴ ὥστε τῶν ἵππων σχεδόν τι αὐτοῖς οὐδεὶς διεβίω, ἀλλ’ἡνίκα τοῦ δρόμου ἐπαύσαντο, πεσόντες εὐθὺς διεφθάρησαν.
2.25.33καὶ πάθος τοῦτο μέγα Ῥωμαίοις οἷον οὔποτε πρότερον γέγονε. πολλοίτε γὰρ αὐτῶν ἔθανον καὶ πλείους ἔτι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.
2.25.34ὅπλατε αὐτῶν οἱ πολέμιοι καὶ ὑποζύγια ἔλαβον τοσαῦτα τὸ πλῆθος, ὥστε πλουσιώτερα δοκεῖν ἐκ τούτου γενέσθαι τοῦ ἔργου τὰ Περσῶν πράγματα.
2.25.35Ἀδόλιος δὲ διὰ φρουρίου ἐν ταύτῃ δὴ τῇ ὑπαγωγῇ παριὼν ἐν Περσαρμενίοις κειμένου λίθῳτε τὴν κεφαλὴν πρός του τῶν ταύτῃ ᾠκημένων πληγεὶς αὐτοῦ διεφθάρη, οἵτε ἀμφὶ τὸν Ἰοῦστον καὶ Περάνιον ἐσβαλόντες ἐς τὰ ἐπὶ Ταραύνων χωρία καὶ ὀλίγα ἄττα ληισάμενοι εὐθὺς ἐπανῆλθον.
2.26.1τῷ δὲ ἐπιγινομένῳ ἔτει Χοσρόης ὁ Καβάδου τὸ τέταρτον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλεν, ἐπὶ τὴν Μεσοποταμίαν τὸ στράτευμα ἄγων.
2.26.2αὕτη δὲ ἡ ἐσβολὴ τῷ Χοσρόῃ τούτῳ οὐ πρὸς Ἰουστινιανὸν τὸν Ῥωμαίων βασιλέα πεποίηται, οὐ μὴν οὐ δὲ ἐπ’ἄλλων ἀνθρώπων οὐδένα, ὅτι μὴ ἐπὶ τὸν θεὸν ὅνπερ Χριστιανοὶ σέβονται μόνον.
2.26.3ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ ἐφόδῳ Ἐδέσσης ἀποτυχὼν ἀνεχώρησε, πολλή τις ἐγεγόνει αὐτῷτε καὶ μάγοις, ἅτε πρὸς τοῦ τῶν Χριστιανῶν θεοῦ ἡσσημένοις, κατήφεια.
2.26.4ἣν δὴ παρηγορῶν ὁ Χοσρόης ἐν τοῖς βασιλείοις Ἐδεσσηνοὺς μὲν ἀνδραποδιεῖν ἠπείλησεν ἅπαντας ἐς τὰ Περσῶν ἤθη, τὴν δὲ πόλιν μηλόβοτον καταστήσεσθαι.
2.26.5παντὶ γοῦν τῷ στρατῷ ἀγχοῦ Ἐδέσσης γενόμενος Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπὶ τὸν τῆς πόλεως περίβολον ἔπεμψεν, ὃς δὴ τοῦ ἱπποδρόμου καθύπερθέν ἐστιν, ἄλλο μὲν οὐδὲν κακουργήσοντας, πρόβατα δὲ ἁρπασομένους, ἅπερ οἱ ποιμένες πολλὰ ἐνταῦθά πη παρὰ τὸ τείχισμα στήσαντες ἔτυχον, χωρίουτε ἰσχύϊ θαρσοῦντες, ὅτι δὴ ἄναντες ὑπερφυῶς ἦν, καὶ οὔποτε τολμήσειν τοὺς πολεμίους οἰόμενοι οὕτω πη ἄγχιστα τοῦ τείχους ἰέναι.
2.26.6οἱ μὲν οὖν βάρβαροι τῶν προβάτων ἥπτοντο ἤδη, οἱ δὲ ποιμένες καρτερώτατα ἀμυνόμενοι διεκώλυον.
2.26.7Περσῶντε τοῖς Οὔννοις ἐπιβεβοηθηκότων πολλῶν, ἀγέλην μὲν ἐνθένδε ἀφελέσθαι τινὰ οἱ βάρβαροι ἴσχυσαν, Ῥωμαίων δὲ στρατιωτῶντε καὶ τῶν ἀπὸ τοῦ δήμου ἐπεξελθόντων τοῖς πολεμίοις ἡ μὲν μάχη ἐκ χειρὸς γέγονεν, ἡ δὲ ἀγέλη αὐτόματος ἐς τοὺς ποιμένας ἐπανῆκεν αὖθις.
2.26.8τῶντέ τις Οὔννων πρὸ τῶν ἄλλων μαχόμενος μάλιστα πάντων ἠνώχλει Ῥωμαίους.
2.26.9καί τις αὐτὸν ἀγροῖκος ἐς γόνυ τὸ δεξιὸν σφενδόνῃ ἐπιτυχὼν βάλλει, ὁ δὲ πρηνὴς ἀπὸ τοῦ ἵππου ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὃ δὴ Ῥωμαίους ἔτι μᾶλλον ἐπέρρωσεν.
2.26.10ἥτε μάχη πρωὶ ἀρξαμένη ἐτελεύτα ἐς μέσην ἡμέραν, ἐν ᾗ ἑκάτεροι τὸ πλέον ἔχειν οἰόμενοι διελύθησαν.
2.26.11καὶ Ῥωμαῖοι μὲν ἐντὸς τοῦ περιβόλου ἐγένοντο, οἱ δὲ βάρβαροι ἀπὸ σταδίων τῆς πόλεως ἑπτὰ διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες.
2.26.12τότε ὁ Χοσρόης εἴτε τινὰ ὄψιν ὀνείρου εἶδεν ἤ τις αὐτῷ ἔννοια γέγονεν, ὡς δὶς ἐγχειρήσας ἢν μὴ δυνατὸς εἴη Ἔδεσσαν ἐξελεῖν, πολλήν οἱ αἰσχύνην τινὰ περιβαλέσθαι ξυμβήσεται.
2.26.13διὸ δὴ πολλῶν χρημάτων ἀποδόσθαι τὴν ἀναχώρησιν Ἐδεσσηνοῖς ἔγνω.
2.26.14τῇ γοῦν ἐπιγινομένῃ ἡμέρᾳ Παῦλος ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων ἔφασκε Ῥωμαίους χρῆναι παρὰ Χοσρόην σταλῆναι τῶν δοκίμων τινάς.
2.26.15οἱ δὲ κατὰ τάχος τέσσαρας ἀπολεξάμενοι τῶν ἐν σφίσιν αὐτοῖς ἐπιφανῶν ἔπεμψαν.
2.26.16οἷς δὴ ἐς τὸ Μήδων ἀφικομένοις στρατόπεδον ἐντυχὼν γνώμῃ βασιλέως ὁ Ζαβεργάνης ἀπειλαῖςτε πολλαῖς δεδιξάμενος ἀνεπυνθάνετο αὐτῶν ὁπότερα σφίσιν αἱρετώτερα τυγχάνει ὄντα, πότερον τὰ ἐς τὴν εἰρήνην, ἢ τὰ ἐς τὸν πόλεμον ἄγοντα.
2.26.17τῶν δὲ τὴν εἰρήνην ἑλέσθαι ἂν πρὸ τῶν κινδύνων ὁμολογούντων, Οὐκοῦν ἔφη ὁ Ζαβεργάνης ὠνεῖσθαι ὑμᾶς ταύτην ἀνάγκη χρημάτων πολλῶν.
2.26.18οἵτε πρέσβεις ἔφασαν τοσαῦτα δώσειν ὅσα παρέσχοντο πρότερον, ἡνίκα τὴν Ἀντιόχειαν ἐξελὼν ἐπ’αὐτοὺς ἦλθε.
2.26.19καὶ ὁ Ζαβεργάνης αὐτοὺς ξὺν γέλωτι ἀπεπέμψατο, ἐφ’ᾧ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις παρ’αὐτοὺς ἔλθωσιν.
2.26.20ὀλίγῳτε ὕστερον μεταπεμψάμενος αὐτοὺς ὁ Χοσρόης, ἐπειδὴ παρ’αὐτὸν ἵκοντο, κατέλεξε μὲν ὅσατε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν ὅσα τοῦ περιβόλου ἐντὸς ἔχουσιν · οὕτω γὰρ μόνως ἐνθένδε ἀπαλλαγήσεσθαι τὸν στρατὸν ἔφασκε.
2.26.21ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε · τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς ἀγωνίας ἔνδηλον εἶναι.
2.26.22πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μή ποτε εἶναι. τότε μὲν οὖν ξὺν ὀργῇ ὁ Χοσρόης τοὺς πρέσβεις ἐκέλευεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι.
2.26.23ἡμέρᾳ δὲ ἀπὸ τῆς προσεδρείας ὀγδόῃ λόφον ἐπαναστῆσαι χειροποίητον τῷ τῆς πόλεως περιβόλῳ βουλόμενος, ἐπεὶ τὰ δένδρα ἐκτεμὼν αὐτοῖς φύλλοις πολλὰ ἐκ χωρίων ἐγγύς πη ὄντων πρὸ τοῦ τείχους ἐν τετραγώνῳ ξυνέθηκεν, οὗ δὴ βέλος ἐκ τῆς πόλεως ἐξικνεῖσθαι ἀδύνατα ἦν, χοῦντε πολύν τινα ἀτεχνῶς ὕπερθεν τῶν δένδρων ξυναμησάμενος μέγα τι χρῆμα λίθων ἐπέβαλλεν, οὐκ ἐχόντων εἰς οἰκοδομίαν ἐπιτηδείως, ἀλλ’εἰκῆ τμηθέντων, ἐκείνου μόνου ἐπιμελούμενος, ὅπως δὴ ὁ λόφος ὅτι τάχιστα ἐς ὕψος μέγα ἐπαίροιτο.
2.26.24καὶ ξύλα μακρὰ τοῦτε χοῦ καὶ τῶν λίθων μεταξὺ ἐς ἀεὶ ἐμβαλλόμενος ἔνδεσμον ἐποιεῖτο τοῦ ἔργου, ὅπως μὴ ὑψηλὸν γενόμενον ἀσθενὲς εἴη.
2.26.25Πέτρος δὲ ὁ Ῥωμαίων στρατηγὸς (ἐνταῦθα γὰρ ξὺν Μαρτίνῳ καὶ Περανίῳ ἐτύγχανεν ὢν) τοὺς ταῦτα ἐργαζομένους ἀναστέλλειν ἐθέλων Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπ’αὐτοὺς ἔπεμψεν.
2.26.26οἱ δὲ πολλοὺς ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀνεῖλον, καὶ πάντων μάλιστα τῶν τις δορυφόρων, Ἀργὴκ ὄνομα.
2.26.27μόνος γὰρ ἑπτὰ καὶ εἴκοσιν ἔκτεινε. τῶν μέντοι βαρβάρων φυλακὴν ἀκριβῆ τὸ λοιπὸν ποιουμένων οὐκέτι ἐπεξιέναι τινὲς ἐπ’αὐτοὺς ἔσχον.
2.26.28ἐπεὶ δὲ προϊόντες ἐντὸς βέλους οἱ τεχνῖται τοῦ ἔργου τούτου ἐγένοντο, καρτερώτατα ἤδη ἀμυνόμενοι ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι τάςτε σφενδόνας ἐπ’αὐτοὺς καὶ τὰ τόξα ἐνήργουν. διὸ δὴ οἱ βάρβαροι ἐπενόουν τάδε.
2.26.29προκαλύμματα ἐκ τραγείων τριχῶν, ἃ δὴ καλοῦσι Κιλίκια, πάχουςτε καὶ μήκους διαρκῶς ἔχοντα, ἀρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἀεὶ τὴν ἄγεσταν ἐργαζομένων ἐτίθεντο (οὕτω γὰρ τὸ ποιούμενον τῇ Λατίνων φωνῇ ἐκάλουν Ῥωμαῖοι).
2.26.30ἐνταῦθα γὰρ οὔτε πυρφόροι οἰστοὶ οὔτε τὰ ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ’αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων ἀποκρουόμενα ξύμπαντα ἔμενε.
2.26.31καὶ τότε Ῥωμαῖοι ἐς δέος μέγα ἐμπεπτωκότες τοὺς πρέσβεις παρὰ Χοσρόην σὺν θορύβῳ πολλῷ ἔπεμπον καὶ Στέφανον σὺν αὐτοῖς, ἔν γε τοῖς κατ’αὐτὸν ἰατροῖς λόγιον, ὃς δὴ Καβάδην τὸν Περόζου νοσοῦντά ποτε ἰασάμενος κύριος χρημάτων μεγάλων πρὸς αὐτοῦ γέγονεν.
2.26.32ὃς δὴ, ἐπεὶ παρὰ Χοσρόην ξὺν τοῖς ἄλλοις ἐγένετο, ἔλεξεν ὧδε Βασιλέως τὴν φιλανθρωπίαν ἀγαθοῦ γνώρισμα πάντες ἐκ παλαιοῦ νενομίκασιν.
2.26.33οὐκοῦν, ὦ κράτιστε βασιλεῦ, φόνους σοι καὶ μάχας ἐργαζομένῳ καὶ πόλεων ἀνδραποδισμοὺς τῶν μὲν ἄλλων ἴσως ὀνομάτων παρέσται τυχεῖν, τὸ δὲ ἀγαθῷ εἶναι δοκεῖν οὐ μήποτε ἔσται.
2.26.34καίτοι πασῶν γε ἥκιστα χρῆν τῇ Ἐδεσσηνῶν πόλει παρὰ σοῦ τι ξυμβῆναι φλαῦρον.
2.26.35ἐντεῦθεν γὰρ ἔγωγε ὥρμημαι, ὅσπερ σε τῶν ἐσομένων οὐδὲν προειδὼς ἐξέθρεψάτε καὶ τῷ πατρὶ τῷ σῷ ξύμβουλος γεγονὼς, ἐφ’ᾧ σε τῆς ἀρχῆς διάδοχον καταστήσεται, σοὶ μὲν τῆς Περσῶν βασιλείας αἰτιώτατος γέγονα, τῇ δὲ πατρίδι τῶν παρόντων κακῶν.
2.26.36οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ τῶν ἀτυχημάτων σφίσιν αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τῶν ξυμβησομένων προστρίβονται.
2.26.37ἀλλ’εἴ τίς σε τῆς τοιαύτης εὐεργεσίας εἰσέρχεται μνήμη, μηδὲν ἡμᾶς ἐργάσῃ περαιτέρω κακὸν, ταύτην διδούς μοι τὴν ἀμοιβὴν, ἐξ ἧς σοι, ὦ βασιλεῦ, τὸ μὴ δοκεῖν ὠμοτάτῳ εἶναι ξυμβήσεται.
2.26.38Στέφανος μὲν τοσαῦτα εἶπε. Χοσρόης δὲ οὐ πρότερον ἀπαλλαγήσεσθαι ὡμολόγει ἐνθένδε, εἰ μὴ Πέτροντε καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ, δοῦλοί γε ὄντες πατρῷοι, τετολμήκασιν ἀντιτάξασθαι.
2.26.39τοῦτο δὲ ἢν μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινὰς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόντε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσι, τα- τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν.
2.26.40ταῦτα μὲν ὁ Χοσρόης ἀπέρριψεν, Ἔδεσσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδα ἔχων. οἱ δὲ πρέσβεις (ἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι ὅσα ἐκεῖνος ἀπήγγελλε) διαπορούμενοίτε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν ἐβάδιζον.
2.26.41ἐπείτε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβουτε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο.
2.26.42ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπίτε ὕψος ᾔρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει. Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσουσι πάλιν τοὺς πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον.
2.26.43οἵπερ ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ ἐγένοντο, περίτε τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐ δ’ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι ἐς τὴν πόλιν ἐχώρουν.
2.26.44τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι · ὡς δὲ καὶ ταύτης τὸ Περσῶν ἔργον πολλῷ καθυπέρτερον ἐγίνετο ἤδη, τῆς μὲν οἰκοδομίας ἀπέστησαν, Μαρτῖνον δὲ πείθουσι τὰ ἀμφὶ τῇ ξυμβάσει τρόπῳ δὴ ὅτῳ βούλοιτο διοικήσασθαι. καὶ ὃς ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου γενόμενος τῶν τισιν ἐν Πέρσαις ἀρχόντων ἐς λόγους ἦλθεν.
2.26.45οἱ δὲ τὸν Μαρτῖνον ἐξαπατῶντες εἰρηναῖα μὲν σφῶν τὸν βασιλέα βούλεσθαι ἔφασαν, αὐτὸν δὲ ὡς ἥκιστα οἷόντε εἶναι τὸν Ῥωμαίων αὐτοκράτορα πείθειν τῆς πρὸς Χοσρόην φιλονεικίας ἀφέμενον τὴν εἰρήνην ποτὲ πρὸς αὐτὸν θήσεσθαι ·
2.26.46ἐπεὶ καὶ Βελισάριον, ὅνπερ τῇτε δυνάμει καὶ τῷ ἀξιώματι πολὺ Μαρτίνου προὔχειν οὐ δ’ἂν αὐτὸς ἀντείποι, πεῖσαι μὲν ἔναγχος τὸν Περσῶν βασιλέα, ὄντα δή που ἐν μέσοις Ῥωμαίοις, ἐνθένδε ἀπαλλάσσεσθαι ἐς τὰ Περσῶν ἤθη, ὑποσχόμενον πρέσβειςτε παρ’αὐτὸν οὐκ εἰς μακρὰν ἐκ Βυζαντίου ἀφίξεσθαι καὶ τὴν εἰρήνην ἐν τῷ βεβαίῳ κρατύνασθαι, πρᾶξαι δὲ τῶν ὡμολογημένων οὐδὲν, ἀδύνατον γεγονότα τὴν Ἰουστινιανοῦ βασιλέως βιάσασθαι γνώμην.
2.27.1ἐν τούτῳ δὲ Ῥωμαῖοι ἐποίουν τοιάδε. διώρυχα ἐκ τῆς πόλεως ἔνερθεν τῶν πολεμίων τοῦ χώματος ἐργασάμενοι ἐκέλευον τοὺς ὀρύσσοντας μὴ μεθίεσθαι τοῦ ἔργου τούτου, ἕως ὑπὸ τὸν λόφον γένωνται μέσον. ταύτῃ γὰρ καῦσαι τὸ χῶμα τοῦτο διενοοῦντο.
2.27.2προϊούσης δὲ τῆς διώρυχος κατὰ τὸν λόφον μάλιστα μέσον πάταγός τις ἐς τῶν Περσῶν τοὺς ὕπερθεν ἑστῶτας ἦλθεν.
2.27.3αἰσθόμενοίτε τοῦ ποιουμένου καὶ αὐτοὶ ἄνωθεν ἀρξάμενοι ἐφ’ἑκάτερα τοῦ μέσου ὤρυσσον, ὅπως λάβοιεν τοὺς ἐκείνῃ κακουργοῦντας Ῥωμαίους.
2.27.4ὃ δὴ γνόντες Ῥωμαῖοι τούτου μὲν ἀπέσχοντο, χοῦν ἐπὶ τὸν κενωθέντα χῶρον ἐπιβαλόντες, ἐκ δὲ ἄκρου χώματος κάτωθεν, ὃ πρὸς τῷ τείχει ἐτύγχανεν ὂν, ξύλατε καὶ λίθους καὶ χοῦν ἐκφορήσαντες καθάπερ οἰκίσκου σχῆμα εἰργάσαντο, πρέμνατε δένδρων τῶν ῥᾷστα καιομένων ξηρὰ ἐνταῦθα ἐσέβαλλον, ἐλαίῳτε καταβεβρεγμένα τῷ ἐκ κέδρου πεποιημένῳ καὶ θείῳτε καὶ ἀσφάλτῳ πολλῇ.
2.27.5καὶ οἱ μὲν ταῦτα ἐν παρασκευῇ εἶχον, οἱ δὲ Περσῶν ἄρχοντες πολλάκις ἐντυχόντες Μαρτίνῳ τοιαῦτα μὲν οἷά πέρ μοι εἴρηται διελέχθησαν, δόκησιν παρεχόμενοι ὡς τοὺς ἀμφὶ τῇ εἰρήνῃ ἐνδέξονται λόγους.
2.27.6ἐπεὶ δὲ ὁ λόφος αὐτοῖς ἐτετέλεστο ἤδη, καὶ πλησιάζων μὲν τῷ περιβόλῳ τῆς πόλεως, ὕψει δὲ αὐτὸν πολλῷ ὑπεραίρων ἐπὶ μέγα ἐπῆρτο, Μαρτῖνον μὲν ἀπεπέμψαντο διαρρήδην ἀπειπόντες τὴν ξύμβασιν, ἔργου δὲ ἔχεσθαι τὸ λοιπὸν ἔμελλον.
2.27.7διὸ δὴ Ῥωμαῖοι τῶν δένδρων τὰ πρέμνα εὐθὺς ἔκαυσαν, ἅπερ ἐς τοῦτο ἡτοίμαστο. τοῦ δὲ πυρὸς μοῖραν μὲν τοῦ χώματός τινα καύσαντος, οὔπω δὲ διὰ παντὸς ἐξικνεῖσθαι ἰσχύσαντος, τὰ ξύλα δεδαπανῆσθαι πάντα ἔτυχεν. ἀεὶ γὰρ ἐσέβαλον ἐς τὴν διώρυχα ξύλα ἕτερα, οὐδένα ἀνιέντες καιρόν.
2.27.8ἤδη δὲ τοῦ πυρὸς ἅπαν ἐνεργοῦντος τὸ χῶμα, καπνός τις ὕπερθεν πανταχῆ τοῦ λόφου ἐφαίνετο νύκτωρ, Ῥωμαῖοίτε οὔπω ἐθέλοντες αἴσθησιν τοῦ ποιουμένου Πέρσαις παρέχειν ἐπενόουν τάδε.
2.27.9ἀνθράκωντε καὶ πυρὸς ἀγγεῖα μικρὰ ἐμπλησάμενοι ταῦτάτε καὶ πυρφόρους οἰστοὺς τοῦ χώματος πανταχόσε συχνὰ ἔπεμπον · ἃ δὴ οἱ Πέρσαι, ὅσοι φυλακὴν ἐνταῦθα εἶχον, ξὺν πάσῃ σπουδῇ περιιόντες ἐσβέννυον καὶ ἀπ’αὐτοῦ φύεσθαι τὸν καπνὸν ᾤοντο.
2.27.10προϊόντος δὲ τοῦ κακοῦ πλήθει μὲν πολλῷ ἐβοήθουν οἱ βάρβαροι, βάλλοντες δὲ αὐτοὺς ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι πολλοὺς ἔκτειναν.
2.27.11οὗ δὴ καὶ Χοσρόης ἀμφὶ ἡλίου ἀνατολὰς ἦλθε, καί οἱ τὸ πλεῖστον τοῦ στρατοῦ εἵπετο, ἔςτε τὸν λόφον ἀναβὰς πρῶτος ἔλαβε τοῦ κακοῦ αἴσθησιν.
2.27.12ἔνερθεν γὰρ ἀπεφήνατο τοῦ καπνοῦ τὸ αἴτιον εἶναι, οὐκ ἀφ’ὧν ἐσηκόντιζον οἱ πολέμιοι, βοηθεῖντε κατὰ τάχος ἐκέλευε τὸ στράτευμα ὅλον.
2.27.13καὶ Ῥωμαῖοι θαρσοῦντες ἐς αὐτοὺς ὕβριζον, τῶν δὲ βαρβάρων οἱ μέν τινες χοῦν, οἱ δὲ καὶ ὕδωρ ἐπιβάλλοντες ᾗ ὁ καπνὸς διεφαίνετο, περιέσεσθαι τοῦ δεινοῦ ἤλπιζον, ἀνύειν μέντοι οὐδὲν οὐδαμῆ εἶχον.
2.27.14ᾗτε γὰρ ὁ χοῦς ἐπιβληθείη, ταύτῃ μὲν ὁ καπνὸς, ὡς τὸ εἰκὸς, ἀνεστέλλετο, ἑτέρωθι δὲ οὐκ εἰς μακρὰν ἀνεδίδοτο, αὐτὸν τοῦ πυρὸς καὶ βιάζεσθαι τὴν ἔξοδον ὅπη δύναιτο ἀναγκάζοντος · τότε ὕδωρ ᾗ μάλιστα ἐπισκήψειε, πολλῷ ἔτι μᾶλλον τήντε ἄσφαλτον καὶ τὸ θεῖον ἐνεργεῖν ἴσχυεν ἐπίτε τὴν ἐν ποσὶν ὕλην ἀκμάζειν ἐποίει, καὶ τὸ πῦρ ἐπὶ τὰ πρόσω ἀεὶ ἐνῆγεν, ἐπεὶ τοῦ χώματος ἐντὸς οὐδαμῆ τοσοῦτον ἐξικνεῖσθαι τοῦ ὕδατος εἶχεν ὅσον τῷ ὑπερβάλλοντι κατασβέσαι τὴν φλόγα οἷόντε εἶναι.
2.27.15ὁ δὲ καπνὸς ἀμφὶ δείλην ὀψίαν τοσοῦτος ἐγίνετο ὥστε καὶ τοῖς Καρρηνοῖς καὶ ἄλλοις τισὶ πολλῷ ἐπέκεινα ᾠκημένοις ἔνδηλος εἶναι.
2.27.16Περσῶν δὲ καὶ Ῥωμαίων πολλῶν ὕπερθεν ἀναβεβηκότων τοῦ χώματος, μάχηςτε καὶ ὠθισμοῦ ἐνταῦθα ξυστάντος, ἐνίκων Ῥωμαῖοι.
2.27.17τότε καὶ ἡ φλὸξ λαμπρῶς ἐκδοθεῖσα ὑπὲρ τὸ χῶμα ἐφαίνετο, Πέρσαι δὲ τοῦ μὲν ἔργου τούτου ἀπέσχοντο.
2.27.18ἕκτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ, ὄρθρου βαθέος, μοίρᾳ τινὶ τοῦ περιβόλου λάθρα ἐπέσκηψαν κλίμακας ἔχοντες, οὗ δὴ τὸ φρούριον ἐπωνόμασται.
2.27.19τῶν δὲ φυλακὴν ἐνταῦθα ἐχόντων Ῥωμαίων πρᾷόν τινα καθευδόντων ὕπνον, ἅτε τῆς νυκτὸς πρὸς πέρας ἰούσης, ἡσυχῆ τὰς κλίμακας τῷ τείχει ἐρείσαντες ἀνέβαινον ἤδη.
2.27.20τῶν δέ τις ἀγροίκων μόνος ἐγρηγορὼς ἐν Ῥωμαίοις ἅπασιν ἔτυχεν, ὃς δὴ ξὺν βοῇτε καὶ θορύβῳ πολλῷ ἅπαντας ἤγειρε.
2.27.21καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Πέρσαι, ἔςτε τὸ στρατόπεδον ἀνεχώρησαν, αὐτοῦ λιπόντες τὰς κλίμακας, ἅσπερ κατ’ἐξουσίαν Ῥωμαῖοι ἀνεῖλκον.
2.27.22Χοσρόης δὲ ἀμφὶ ἡμέραν μέσην πολλήν τινα τοῦ στρατοῦ μοῖραν ἐπὶ τὴν μεγάλην καλουμένην πύλην ὡς τειχομαχήσοντας ἔπεμψεν.
2.27.23οἷς δὴ Ῥωμαῖοι ὑπαντιάσαντες οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ ἀγροῖκοι καὶ τοῦ δήμου τινὲς καὶ μάχῃ νικήσαντες παρὰ πολὺ τοὺς βαρβάρους ἐτρέψαντο.
2.27.24ἔτιτε Περσῶν διωκομένων Παῦλος ἑρμηνεὺς παρὰ Χοσρόου ἥκων ἐς μέσους Ῥωμαίους ἀπήγγελλε Ῥεκινάριον ἐπὶ τῇ εἰρήνῃ ἐκ Βυζαντίου ἥκειν, οὕτωτε ἀμφότεροι διελύθησαν.
2.27.25ἤδη δέ τισι πρότερον ἡμέραις ὁ Ῥεκινάριος ἐς τὸ τῶν βαρβάρων στρατόπεδον ἀφῖκτο.
2.27.26ἀλλὰ τοῦτο ἐς Ῥωμαίους ὡς ἥκιστα ἐξήνεγκαν Πέρσαι, καραδοκοῦντες δηλονότι τὴν ἐς τὸ τεῖχος ἐπιβουλὴν, ὅπως, ἢν μὲν αὐτὸ ἐξελεῖν δύνωνται, μηδαμῆ ἐς τὰς σπονδὰς παρανομεῖν δόξωσιν, ἡσσηθέντες δὲ, ὅπερ ἐγένετο, τὰ ἐς τὴν ξύμβασιν, Ῥωμαίων προκαλουμένων πρὸς αὐτὰς, θήσονται.
2.27.27ἐπεὶ δὲ Ῥεκινάριος ἐγένετο εἴσω πυλῶν, Πέρσαι μὲν ἠξίουν τοὺς τὴν εἰρήνην διοικησομένους παρὰ Χοσρόην αὐτίκα δὴ μάλα ἰέναι, Ῥωμαῖοι δὲ σταλήσεσθαι πρέσβεις ἡμέραις τρισὶν ὕστερον ἔφασαν · τανῦν γὰρ σφίσι κακῶς τοῦ σώματος Μαρτῖνον τὸν στρατηγὸν ἔχειν.
2.27.28εἶναίτε ὑποτοπάζων οὐχ ὑγιᾶ τὸν λόγον Χοσρόης τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο. καὶ τότε μὲν πλίνθων πάμπολύ τι χρῆμα ἐπὶ τὸ χῶμα ἐπέβαλε, δυοῖν δὲ ὕστερον ἡμέραιν παντὶ τῷ στρατῷ ὡς τειχομαχήσων ἐπὶ τὸν τῆς πόλεως περίβολον ἦλθεν.
2.27.29ἔντε πύλῃ ἑκάστῃ τῶν τινας ἀρχόντων καὶ μέρος τι τοῦ στρατεύματος καταστησάμενος ἅπαντε τὸ τεῖχος ταύτῃ περιβαλὼν κλίμακάςτε αὐτῷ καὶ μηχανὰς προσῆγεν.
2.27.30ὄπισθεν δὲ τοὺς Σαρακηνοὺς ἅπαντας ξὺν τῶν Περσῶν τισιν ἔταξεν, οὐκ ἐφ’ᾧ τῷ περιβόλῳ προσβάλωσιν, ἀλλ’ὅπως ἁλισκομένης τῆς πόλεως αὐτοὶ τοὺς φεύγοντας σαγηνεύσαντες λάβωσι.
2.27.31τοιαύτῃ μὲν γνώμῃ τὸ στράτευμα ὁ Χοσρόης οὕτω διέταξε. τῆς δὲ μάχης πρωὶ ἀρξαμένης κατ’ἀρχὰς μὲν τὰ Περσῶν καθυπέρτερα ἦν.
2.27.32πολλοὶ γὰρ πρὸς λίαν ὀλίγους ἐμάχοντο, ἐπεὶ τῶν Ῥωμαίων οἱ πλεῖστοι ἀνήκοοίτε τῶν ποιουμένων καὶ ἀπαράσκευοι παντάπασιν ἦσαν.
2.27.33προϊούσης δὲ τῆς ξυμβολῆς θορύβωντε καὶ ταραχῆς ἔμπλεως ἡ πόλις ἐγίνετο, καὶ ξύμπαντες ἤδη αὐταῖς γυναιξὶ καὶ παιδαρίοις ἐπὶ τὸ τεῖχος ἀνέβαινον.
2.27.34οἱ μὲν οὖν ἐν ἡλικίᾳ ξὺν τοῖς στρατιώταις καρτερώτατα τοὺς πολεμίους ἠμύνοντο, καὶ τῶν ἀγροίκων πολλοὶ ἐς τοὺς βαρβάρους ἔργα θαυμαστὰ ἐπεδείκνυντο.
2.27.35παῖδες δὲ καὶ γυναῖκες ξὺν τοῖς γεγηρακόσι λίθουςτε τοῖς μαχομένοις ξυνέλεγον καὶ τα- τἄλλα ὑπούργουν.
2.27.36τινὲς δὲ καὶ λέβητας ἐλαίου πολλοὺς ἐμπλησάμενοι πυρίτε αὐτοὺς πανταχῆ τοῦ τείχους ἐς διαρκῆ θερμήναντες χρόνον καὶ ζέον ὑπεράγαν τὸ ἔλαιον περιρραντηρίοις τισὶν ἐπιχέοντες ἔτι μᾶλλον τοὺς πολεμίους τοὺς τῷ περιβόλῳ προσιόντας ἐλύπουν.
2.27.37ἤδη μὲν οὖν ἀπειπόντες οἱ Πέρσαι τὰ ὅπλα ἐρρίπτουν, τῷτε βασιλεῖ ἐς ὄψιν ἐλθόντες πρὸς τὸν πόνον ἀντέχειν οὐκέτι ἔφασκον οἷοίτε εἶναι.
2.27.38θυμῷ δὲ πολλῷ ὁ Χοσρόης ἐχόμενος καὶ ξὺν ἀπειλῇ ἐγκελευόμενος ἅπασιν ἐπὶ τοὺς πολεμίους ἐνῆγεν.
2.27.39οἱ δὲ κραυγῇ καὶ θορύβῳ πολλῷ τούςτε πύργους καὶ τὰς ἄλλας μηχανὰς τῷ τείχει προσῆγον καὶ τὰς κλίμακας ἐπετίθεντο, ὡς τὴν πόλιν αὐτοβοεὶ ἐξαιρήσοντες.
2.27.40τῶν δὲ Ῥωμαίων συχνάτε βαλλόντων καὶ παντὶ σθένει ἀμυνομένων, τρέπονται μὲν κατὰ κράτος οἱ βάρβαροι, ἀναχωροῦντα δὲ τὸν Χοσρόην ἐτώθαζον Ῥωμαῖοι, ἐς τειχομαχίαν παρακαλοῦντες.
2.27.41μόνος δὲ Ἀζαρέθης ἀμφὶ πύλας τὰς Σοΐνας καλουμένας ξὺν τοῖς ἑπομένοις ἐμάχετο, οὗ δὴ Τριπυργίαν καλοῦσι τὸν χῶρον.
2.27.42τῶν δὲ ταύτῃ Ῥωμαίων οὐκ ὄντων σφίσιν ἀξιομάχων, ἀλλὰ καὶ πρὸς τὰς προσβολὰς ἀπειπόντων, ἤδη τὸ ἐκτὸς τεῖχος, ὃ δὴ καλοῦσι προτείχισμα, πολλαχῆ διελόντες οἱ βάρβαροι ἰσχυρότατα τοῖς ἐκ τοῦ μεγάλου περιβόλου ἀμυνομένοις ἐνέκειντο, ἕως αὐτοῖς Περάνιος ξύντε στρατιώταις πολλοῖς καὶ τῶν Ἐδεσσηνῶν τισιν ἐπεξῆλθε μάχῃτε νικήσας ἐξήλασε.
2.27.43καὶ ἡ τειχομαχία πρωὶ ἀρξαμένη ἐτελεύτα εἰς δείλην ὀψίαν, ἀμφότεροίτε τὴν νύκτα ἐκείνην ἡσυχῆ ἔμενον, Πέρσαι μὲν περίτε τοῖς χαρακώμασι δεδιότες καὶ σφίσιν αὐτοῖς, Ῥωμαῖοι δὲ λίθουςτε ξυλλέγοντες ἐς τὰς ἐπάλξεις καὶ τα- τἄλλα ἐν παρασκευῇ τῇ πάσῃ ποιούμενοι, ὡς τῇ ὑστεραίᾳ μαχούμενοι τοῖς πολεμίοις ἐπὶ τὸ τεῖχος προσβαλοῦσιν.
2.27.44ἡμέρᾳ μὲν οὖν τῇ ἐπιγινομένῃ τῶν βαρβάρων οὐδεὶς ἐπὶ τὸν περίβολον ἦλθε, τῇ δὲ μετ’ἐκείνην μοῖρα μὲν τοῦ στρατοῦ Χοσρόου ἐγκελευομένου ταῖς Βαρλαοῦ καλουμέναις πύλαις ἐπέσκηψεν, ὑπαντιασάντων δὲ Ῥωμαίων αὐτοῖς ἡσσήθησάντε παρὰ πολὺ τῇ μάχῃ καὶ δι’ὀλίγου ἐς τὸ στρατόπεδον ἀνεχώρησαν.
2.27.45καὶ τότε Παῦλος ὁ Περσῶν ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων Μαρτῖνον ἐκάλει, ἐφ’ᾧ τὰ ἐς τὴν ξύμβασιν διοικήσηται.
2.27.46οὕτωτε Μαρτίνου τοῖς Περσῶν ἄρχουσιν ἐς λόγους ἐλθόντος ξυνέβησαν, καὶ πέντε κεντηνάρια πρὸς τῶν Ἐδεσσηνῶν ὁ Χοσρόης λαβὼν ἐν γράμμασιν αὐτοῖς τὴν ὁμολογίαν ἀπέλιπε τοῦ μηδὲν Ῥωμαίοις περαιτέρω λυμήνασθαι, τάτε χαρακώματα πάντα ἐμπρήσας ἐπ’οἴκου ἀνεχώρησε παντὶ τῷ στρατῷ.
2.28.1ὑπὸ τὸν χρόνον τοῦτον Ῥωμαίων τετελευτήκασι στρατηγοὶ δύο, Ἰοῦστόςτε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος ὁ Ἴβηρ, Ἰοῦστος μὲν νόσῳ διαφθαρεὶς, Περανίῳ δὲ συνέβη ἐν κυνηγεσίῳ τοῦ ἵππου ἐκπεπτωκότι διαρραγῆναι.
2.28.2διὸ δὴ ἀντ’αὐτῶν βασιλεὺς ἑτέρους καταστησάμενος ἔπεμψε Μάρκελλόντε, τὸν ἀδελφιδοῦν τὸν αὑτοῦ ἄρτι γενειάσκοντα, καὶ Κωνσταντιανὸν, ὃς δὴ ὀλίγῳ πρότερον ἅμα Σεργίῳ παρὰ Χοσρόην πρεσβεύων ἐστάλη.
2.28.3ἔπειτα δὲ Ἰουστινιανὸς βασιλεὺς πρέσβεις παρὰ Χοσρόην ἐπὶ τῇ ξυμβάσει Κωνσταντιανόντε καὶ Σέργιον ἔπεμψεν.
2.28.4οἱ δὲ αὐτὸν καταλαμβάνουσιν ἐν Ἀσσυρίοις, οὗ δὴ πολίσματα δύο Σελεύκειάτε καὶ Κτησιφῶν ἐστι, Μακεδόνων αὐτὰ δειμαμένων, οἳ μετὰ τὸν Φιλίππου Ἀλέξανδρον Περσῶντε ἦρξαν καὶ τῶν ταύτῃ ἐθνῶν.
2.28.5ἄμφω δὲ ταῦτα Τίγρης ποταμὸς διορίζει ·
2.28.6οὐ γὰρ ἄλλην χώραν μεταξὺ ἔχουσιν. ἐνταῦθα ἐντυχόντες Χοσρόῃ οἱ πρέσβεις ἠξίουν μὲν τὰ ἐπὶ τῆς Λαζικῆς χωρία Ῥωμαίοις ἀποδοῦναι, βεβαιότατα δὲ πρὸς αὐτοὺς τὰ ἀμφὶ τῇ εἰρήνῃ κρατύνασθαι.
2.28.7Χοσρόης δὲ οὐ ῥᾴδιον αὐτοὺς ἔφασκεν εἶναι ἀλλήλοις ξυμβῆναι, ἢν μή τινα ἐκεχειρίαν θέμενοι πρότερον οὕτωτε ἀδεέστερον ἀεὶ ἐς ἀλλήλους φοιτῶντες τάτε διάφορα διαλύσουσι καὶ τὰ τῆς εἰρήνης ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν θήσονται.
2.28.8χρῆναι δὲ ὑπὲρ τῆς ἀεὶ ἐκεχειρίας χρήματάτέ οἱ τὸν Ῥωμαίων αὐτοκράτορα δοῦναι καί τινα Τριβοῦνον ὄνομα ἰατρὸν πέμψαι, ἐφ’ᾧ οἱ ξυνδιατρίψει τακτόν τινα χρόνον.
2.28.9ἐτύγχανε γὰρ ὁ ἰατρὸς οὗτος νόσουτε αὐτὸν ἀπαλλάξας χαλεπῆς πρότερον καὶ ἀπ’αὐτοῦ φίλοςτε καὶ ποθεινὸς ἐς τὰ μάλιστα ὤν.
2.28.10ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, τόντε Τριβοῦνον καὶ τὰ χρήματα εὐθὺς ἔπεμψε ξυνιόντα ἐς κεντηνάρια εἴκοσιν.
2.28.11οὕτωτε αἱ σπονδαὶ γεγόνασι Ῥωμαίοιςτε καὶ Πέρσαις ἐς ἐνιαυτοὺς πέντε, δέκατόντε καὶ ἔνατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
2.28.12ὀλίγῳ δὲ ὕστερον Ἀρέθαςτε καὶ Ἀλαμούνδαρος οἱ τῶν Σαρακηνῶν ἄρχοντες πόλεμον πρὸς ἀλλήλους κατὰ μόνας διέφερον, οὔτε Ῥωμαίων οὔτε Περσῶν ἀμυνόντων σφίσι.
2.28.13καὶ Ἀλαμούνδαρος μὲν ἕνα τῶν Ἀρέθα παίδων ἵππους νέμοντα ἐξ ἐπιδρομῆς ἑλὼν τῇ Ἀφροδίτῃ εὐθὺς ἔθυσε, καὶ ἀπ’αὐτοῦ ἐγνώσθη οὐ καταπροΐεσθαι τὰ Ῥωμαίων πράγματα Πέρσαις Ἀρέθαν.
2.28.14μετὰ δὲ ξυνίασι μὲν ἐς μάχην ἑκάτεροι παντὶ τῷ στρατῷ, νικῶσι δὲ κατὰ κράτος οἱ ξὺν τῷ Ἀρέθᾳ, τρεψάμενοίτε τοὺς πολεμίους πολλοὺς ἔκτειναν. καὶ παρ’ὀλίγον Ἀρέθας ἦλθε δύο τῶν Ἀλαμουνδάρου παίδων ζῶντας ἑλεῖν, οὐ μέντοι γε εἷλε. τὰ μὲν οὖν Σαρακηνῶν ταύτῃ πη εἶχεν.
2.28.15Χοσρόης δὲ, ὁ Περσῶν βασιλεὺς, ἔνδηλος γέγονε τὴν ἐκεχειρίαν νῷ δολερῷ πρὸς Ῥωμαίους πεποιημένος, ἐφ’ᾧ δὴ αὐτοὺς διὰ τὴν εἰρήνην ἀναπεπτωκότας λαβὼν ἀνήκεστόν τι ἐργάσεται.
2.28.16τρίτῳ γὰρ τῆς ἐκεχειρίας ἐνιαυτῷ μηχανᾶται τοιάδε · ἤστην ἐν Πέρσαις ἀδελφοὶ δύο, Φάβριζόςτε καὶ Ἰσδιγούσνας, ἀρχὰς μὲν περιβεβλημένω ἐνταῦθα μεγίστας καὶ ἄλλως λογισμῷ πονηροτάτω Περσῶν ἁπάντων καὶ δόξαν ἐπὶ τῇ δεινότητι καὶ κακοτροπίᾳ πολλὴν ἔχοντε.
2.28.17βουλευσάμενος οὖν πόλιν Δάρας καταλαβεῖν ἐξ ἐπιδρομῆς καὶ Λαζικῆς ἐξοικίσαι Κόλχους ἅπαντας, Πέρσας δὲ ἀντ’αὐτῶν οἰκήτορας καταστήσασθαι, τὼ ἄνδρε τούτω ἐς ἄμφω τὰ ἔργα ὑπηρετήσοντας εἵλετο ·
2.28.18ἕρμαιον γὰρ καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι γῆν τὴν Κολχίδα σφετερισαμένῳ ἐν τῷ βεβαίῳ τῆς κτήσεως ἔχειν, ξύμφορον λογισαμένῳ τῇ Περσῶν ἀρχῇ κατὰ πολλὰ ἔσεσθαι τοῦτό γε.
2.28.19τήντε γὰρ Ἰβηρίαν ἐν τῷ ἀσφαλεῖ ἐς τὸ ἔπειτα ἕξειν, οὐκ ἂν ἔτι ἐχόντων Ἰβήρων ἐφ’οὕστινας ἀνθρώπων ἀποστάντες σωθήσονται ·
2.28.20ἐπειδὴ γὰρ οἱ τούτων δὴ λογιμώτατοι τῶν βαρβάρων ὁμοῦ Γουργένῃ τῷ βασιλεῖ ἐς ἀπόστασιν εἶδον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθε λόγοις ἐρρήθη, οὔτε βασιλέα σφίσι καταστήσεσθαι τὸ ἐνθένδε ξυνεχώρουν Πέρσαι οὔτε αὐτογνωμονοῦντες Περσῶν κατήκοοι Ἴβηρες ἦσαν, ἀλλ’ὑποψίᾳτε καὶ ἀπιστίᾳ ἐς ἀλλήλους πολλῇ εἴχοντο.
2.28.21ἔνδηλοίτε Ἴβηρες ἦσαν δυσανασχετοῦντέςτε ἰσχυρότατα καὶ νεωτεριοῦντες οὐ πολλῷ ὕστερον, ἤν τινός ποτε καιροῦ λαβέσθαι δυνατοὶ εἶεν.
2.28.22καὶ πρὸς Οὔννων τῶν Λαζικῇ προσοίκων ἀδῄωτον μὲν τὴν Περσῶν ἀρχὴν ἐς ἀεὶ ἔσεσθαι, ῥᾷον δὲ καὶ ἀπονώτερον αὐτοὺς τῇ Ῥωμαίων ἀρχῇ ἐπιπέμψειν, ἡνίκα ἂν αὐτῷ βουλομένῳ εἴη. οὐ γὰρ ἄλλο οὐδὲν τοῖς ἐν Καυκάσῳ οἰκοῦσι βαρβάροις ἢ ἐπιτείχισμα Λαζικὴν εἶναι.
2.28.23μάλιστα δὲ πάντων κατὰ τοῦτο ξυνοίσειν πρὸς Λαζικῆς ἐπικράτησιν ἤλπιζε Πέρσαις, ὅτι δὴ ἐξ αὐτῆς ὁρμώμενοι δυνήσονται οὐδενὶ πόνῳ καταθέοντες καὶ πεζῇ καὶ ναυσὶ τὰ ἐπὶ τοῦ Εὐξείνου καλουμένου πόντου χωρία Καππαδόκας μὲν καὶ τοὺς αὐτῶν ἐχομένους Γαλάτας καὶ Βιθυνοὺς παραστήσεσθαι, ἐξ ἐπιδρομῆς δὲ Βυζαντίους αἱρήσειν, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.
2.28.24τούτων μὲν δὴ ἕνεκα προσποιεῖσθαι Χοσρόης Λαζικὴν ἤθελεν, ἐπὶ Λαζοῖς δὲ τὸ θαρσεῖν ὡς ἥκιστα εἶχεν.
2.28.25ἐπειδὴ γὰρ Ῥωμαῖοι ἐκ τῆς Λαζικῆς ἀνεχώρησαν, Λαζῶν τὸ πλῆθος τῇ Περσῶν ἀρχῇ ἐπιεικῶς ἤχθετο. μονότροποι γὰρ, εἴπερ ἄλλοι τινὲς, οἱ Πέρσαι εἰσὶ καὶ τὰ ἐς τὴν δίαιταν ὑπεράγαν σκληροί.
2.28.26καὶ αὐτοῖς οἵτε νόμοι δυσπρόσοδοί εἰσι πρὸς πάντων ἀνθρώπων καὶ τὰ ἐπιτάγματα οὐδαμῆ ἀνεκτά. πρὸς μέντοι Λαζοὺς καὶ διαφερόντως τὸ διαλλάσσον τῆςτε γνώμης ἀεὶ καὶ τῆς διαίτης παρὰ πολὺ διαφαίνεται, ἐπεὶ Λαζοὶ μὲν Χριστιανοί εἰσι πάντων μάλιστα, Πέρσαις δὲ ἀπ’ἐναντίας αὐτῶν τὰ ἐς τὸ θεῖον ἅπαντα ἔχει.
2.28.27χωρὶς δὲ τούτων ἅλες μὲν τῆς Λαζικῆς οὐδαμῆ γίνονται, οὐ μὴν οὔτε σῖτος οὔτε οἶνος οὔτε τι ἄλλο ἀγαθὸν φύεται.
2.28.28ἐκ δὲ Ῥωμαίων τῶν παραλίων ἅπαντα ταῖς ναυσὶν ἐπεισέρχεται σφίσι, καὶ ταῦτα οὐ χρυσίον τοῖς συμβάλλουσι προϊεμένοις, ἀλλὰ δέρρειςτε καὶ ἀνδράποδα καὶ εἴ τι ἄλλο ἐνταῦθα κατὰ πολὺ περιεῖναι ξυμβαίνει ·
2.28.29τούτουτε, ὡς τὸ εἰκὸς, ἀποκεκλεισμένοι τὸ λοιπὸν ἤσχαλλον. ὧν δὴ ὁ Χοσρόης αἰσθόμενος προτερῆσαι ξὺν τῷ ἀσφαλεῖ, πρίν τι ἐς αὐτὸν νεωτερίσειαν, ἐν σπουδῇ εἶχε.
2.28.30καί οἱ βουλευομένῳ ξυμφορώτατον ἔδοξεν εἶναι Γουβάζην τὸν Λαζῶν βασιλέα ἐκποδὼν ὅτι τάχιστα ποιησαμένῳ Λαζοὺς ἐνθένδε πανδημεὶ ἀναστήσειν, οὕτωτε Πέρσας καὶ ἄλλα ἄττα ἔθνη ξυνοικιεῖν ἐν ταύτῃ τῇ χώρᾳ.
2.28.31ταῦτα ὁ Χοσρόης βεβουλευμένος Ἰσδιγούσναν, ὡς ἐπὶ πρεσβείᾳ δῆθεν τῷ λόγῳ, ἐς Βυζάντιον στέλλει. καί οἱ Περσῶν ἀριστίνδην ἀπολεξάμενος πεντακοσίους ξυνέπεμψεν, ἐπιστείλας σφίσι γενέσθαι μὲν ἐν πόλει Δάρας, ἐν οἰκίαις δὲ καταλῦσαι πολλαῖς, ταύταςτε νύκτωρ ἁπάσας ἐμπρῆσαι, καὶ Ῥωμαίων ἀμφὶ τὸ πῦρ τοῦτο ἠσχολημένων, ὡς τὸ εἰκὸς, ἁπάντων ἀνοιγνύναι μὲν τὰς πύλας εὐθὺς, τῇ δὲ πόλει τὸ ἄλλο Περσῶν στράτευμα δέξασθαι.
2.28.32προείρητο γὰρ τῷ Νισίβιδος πόλεως ἄρχοντι στρατιωτῶν πλῆθος ἄγχιστά πη ἐγκρυφιάζοντι ἐν παρασκευῇ ἔχειν. οὕτω γὰρ αὐτοὺς ᾤετο Χοσρόης οὐδενὶ πόνῳ Ῥωμαίουςτε ἅπαντας διαχρήσεσθαι καὶ τὴν πόλιν Δάρας ἐν βεβαίῳ καταλαβόντας σχήσειν.
2.28.33ἀλλά τις εὖ εἰδὼς τὰ πρασσόμενα, Ῥωμαῖος μὲν ἀνὴρ, αὐτόμολος δὲ ὀλίγῳ πρότερον ἐς Πέρσας ἥκων, τὸν πάντα λόγον Γεωργίῳ φράζει, ἐνταῦθα τότε διατριβὴν ἔχοντι, οὗ δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἅτε Περσῶν ἀναπείσαντος τοὺς ἐν τῷ Σισαυράνων πολιορκουμένους φρουρίῳ σφᾶς αὐτοὺς ἐνδοῦναι Ῥωμαίοις.
2.28.34Γεώργιος οὖν ἐν τοῖς Ῥωμαίωντε καὶ Περσῶν ὁρίοις ἀπαντήσας τῷ πρεσβευτῇ τούτῳ ἔφασκεν οὐ κατὰ πρεσβείαν τὰ ποιούμενα εἶναι, καὶ οὔ ποτε Πέρσας τοσούτους τὸ πλῆθος ἐν πόλει Ῥωμαίων αὐλίσασθαι.
2.28.35χρῆν γὰρ τοὺς μὲν ἄλλους ἅπαντας ἐν χωρίῳ Ἀμμώδιος ἀπολιπεῖν, αὐτῷ δὲ ξὺν ὀλίγοις τισὶν ἐς πόλιν Δάρας ἐσιτητὰ εἶναι.
2.28.36ὁ μὲν οὖν Ἰσδιγούσνας ἠγανάκτειτε καὶ δυσφορουμένῳ ἐῴκει, ἅτε περιυβρισμένος οὐ δέον, καίπερ ἐπὶ πρεσβείᾳ παρὰ τὸν Ῥωμαίων βασιλέα στελλόμενος.
2.28.37Γεώργιος δέ οἱ οὐ προσέχων τὸν νοῦν ἠγριωμένῳ διεσώσατο τὴν πόλιν Ῥωμαίοις. ξὺν γὰρ ἀνδράσιν εἴκοσι μόνοις τῇ πόλει τὸν Ἰσδιγούσναν ἐδέξατο.
2.28.38ταύτης οὖν τῆς πείρας ἀποτυχὼν ὁ βάρβαρος οὗτος ὡς πρεσβεύων ἐς Βυζάντιον ἦλθε, τήντε γυναῖκα καὶ θυγατέρας ἐπαγόμενος δύο (τοῦτο γὰρ ἦν αὐτῷ τὸ παραπέτασμα τοῦ ξυνεληλυθότος ὁμίλου), τῷτε βασιλεῖ ἐς ὄψιν ἥκων ἀμφὶ μὲν τῶν σπουδαίων τινὶ οὐ μέγα οὐ μικρὸν ἴσχυσεν εἰπεῖν, καίπερ οὐχ ἧσσον ἢ μῆνας δέκα κατατρίψας ἐν Ῥωμαίων τῇ γῇ.
2.28.39τὰ μέντοι δῶρα παρὰ Χοσρόου, ᾗπερ εἴθισται, καὶ γράμματα βασιλεῖ ἔδωκε, δι’ὧν ὁ Χοσρόης Ἰουστινιανὸν βασιλέα σημῆναι ἠξίου εἴ οἱ τὸ σῶμα ὑγιείας πέρι ὡς ἄριστα ἔχοι.
2.28.40τοῦτον μέντοι τὸν Ἰσδιγούσναν Ἰουστινιανὸς βασιλεὺς μάλιστα πρέσβεων ἁπάντων ὧν ἡμεῖς ἴσμεν ξύντε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ διὰ τιμῆς ἱκανῶς ἤγαγεν.
2.28.41ὥστε καὶ, ἡνίκα δὴ αὐτὸν ἑστιῴη, Βραδούκιον, ὅσπερ αὐτῷ ἑρμηνεὺς εἵπετο, ξὺν αὐτῷ ἐπὶ τῆς στιβάδος κατέκλινε, πρᾶγμα πώποτε οὐ γεγονὸς πρότερον ἐκ τοῦ παντὸς χρόνου.
2.28.42ἑρμηνέα γὰρ οὐ δὲ τῶν τινι καταδεεστέρων ἀρχόντων, μή τί γε δὴ βασιλεῖ ὁμοτράπεζον γεγονότα οὐδείς ποτε εἶδεν.
2.28.43ἀλλὰ καὶ μεγαλοπρεπέστερον ἢ κατὰ πρεσβευτὴν τὸν ἄνδρα τοῦτον ἐδέξατότε καὶ ἀπεπέμψατο, καίπερ ἐπ’οὐδενὶ ἔργῳ τὴν πρεσβείαν, ὥσπερ μοι εἴρηται, πεποιημένον.
2.28.44ἢν γάρ τις τάςτε δαπάνας διαριθμήσαιτο καὶ τὰ δῶρα, ὅσα ἐνθένδε κεκομισμένος Ἰσδιγούσνας ἀπιὼν ᾤχετο, πλέον αὐτὰ κατατείνοντα ἢ ἐς χρυσοῦ κεντηνάρια δέκα εὑρήσει. τὰ μὲν οὖν τῆς ἐς Δάρας πόλιν ἐπιβουλῆς τῷ Χοσρόῃ ἐς τοῦτο ἐτελεύτα.
2.29.1ἔςτε Λαζικὴν πρῶτα μὲν ξύλα παμπληθῆ ἐς νηῶν ποίησιν ἐπιτηδείως ἔχοντα ἔπεμψεν, οὐδενὶ φράσας ἐφ’ὅτῳ δὴ αὐτὰ πέμψειεν, ἀλλὰ τῷ λόγῳ μηχανὰς ἐν Πέτρας τῷ περιβόλῳ καταστησόμενος ταῦτα ἔστελλεν.
2.29.2ἔπειτα δὲ Περσῶν μαχίμους τριακοσίους ἀπολεξάμενος, Φάβριζόντε, οὗπερ ἀρτίως ἐπεμνήσθην, αὐτοῖς ἐπιστήσας ἐνταῦθα στέλλει, ᾧ δὴ ἐπήγγελλε Γουβάζην ὡς λαθραιότατα διαχρήσασθαι · τὸ γὰρ ἐνθένδε αὐτῷ μελήσειν.
2.29.3τὰ μὲν οὖν ξύλα ταῦτα ἐπεὶ ἐς Λαζικὴν ἐκομίσθη, κεραυνόβλητα ἐξαπιναίως γενόμενα τετεφρῶσθαι ξυνέβη · Φάβριζος δὲ ξὺν τοῖς τριακοσίοις ἐς Λαζικὴν ἀφικόμενος ἔπρασσεν ὅπως δὴ ἀμφὶ Γουβάζῃ τὰ πρὸς τοῦ Χοσρόου ἐπηγγελμένα ὑποτελοίη.
2.29.4ἐτύγχανε δὲ τῶν τις ἐν Κόλχοις λογίμων, Φαρσάνσης ὄνομα, τῷ Γουβάζῃ προσκεκρουκὼς ἐς μέγατέ οἱ ἀπ’αὐτοῦ ἐμπεπτωκὼς ἔχθος καὶ ὡς ἥκιστα θαρσῶν τῷ βασιλεῖ ἐς ὄψιν ἥκειν.
2.29.5ὅπερ ἐπεὶ ὁ Φάβριζος ἔγνω, τὸν Φαρσάνσην μεταπεμψάμενος ἐκοινολογεῖτότε καὶ τὸν ἅπαντα λόγον ἐξενεγκὼν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅπη οἱ ἐπιχειρητέα ἐς τὴν πρᾶξιν εἴη.
2.29.6ἔδοξε τοίνυν σφίσιν ἐπὶ κοινῆς βουλευσαμένοις Φάβριζον μὲν ἐν Πέτρᾳ τῇ πόλει γενέσθαι, μεταπέμψασθαι δὲ Γουβάζην ἐνταῦθα, ὅπως οἱ ἀγγέλλοι ὅσα δὴ βασιλεῖ ἀμφὶ τῷ ξυνοίσοντι Λαζοῖς δοκοῦντα εἴη.
2.29.7ἀλλ’ὁ Φαρσάνσης κρύφα τῷ Γουβάζῃ ἐσήμηνε τὰ πρασσόμενα. διὸ δὴ Γουβάζης παρὰ μὲν Φάβριζον οὐδαμῆ ἦλθεν, ἐκ δὲ τοῦ ἐμφανοῦς ἐς ἀπόστασιν εἶδε.
2.29.8Φάβριζος δὲ Πέρσαις μὲν τοῖς ἄλλοις τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἐπιμελεῖσθαι πάσῃ δυνάμει ἐπέστελλε καὶ τὰ ἐς πολιορκίαν ὡς ἀσφαλέστατα ἐξαρτύεσθαι, αὐτὸς δὲ ξὺν τοῖς τριακοσίοις ἐπ’οἴκου ἄπρακτος ἀνεχώρησε.
2.29.9Γουβάζης δὲ ἀνενεγκὼν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα σφίσι τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι δυνάμει τῇ πάσῃ ἀπαλλαξείουσι τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν.
2.29.10ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ Δαγισθαῖον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς ἔπεμψεν.
2.29.11οἳ δὴ ἐν γῇ τῇ Κολχίδι γενόμενοι ἅμα Λαζοῖςτε καὶ τῷ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο.
2.29.12Περσῶν δὲ τῶν ἐνταῦθα ὄντων καρτερώτατα ἐκ τοῦ περιβόλου ἀμυνομένων, χρόνον τῇ προσεδρείᾳ πολὺν τετρίφθαι ξυνέβη, ἐπεὶ καὶ τὰ ἐδώδιμα ἐναποθέμενοι σφίσιν οἱ Πέρσαι διαρκῶς ἔτυχον.
2.29.13τούτοις δὲ ὁ Χοσρόης ξυνταραχθεὶς στρατιὰν πολλὴν ἱππέωντε καὶ πεζῶν ἐπ’αὐτοὺς ἔστελλεν, οἷς δὴ ἄρχοντα Μερμερόην ἐπέστησεν. ὧνπερ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπίκοινα βουλευσάμενος ἐποίει τάδε.
2.29.14Βόας ὁ ποταμὸς ἔξεισιν ἄγχιστά πη τῶν Τζανικῆς ὁρίων ἐν Ἀρμενίοις, οἳ δὴ ἀμφὶ τὸ Φαράγγιον ᾤκηνται. καὶ τὰ μὲν πρῶτα ἐν δεξιᾷ ἐπὶ πλεῖστον χωρεῖ, βραχύςτε ἰὼν καὶ πόνῳ οὐδενὶ γινόμενος ἐσβατὸς ἅπασιν ἄχρι ἐς χῶρον, οὗ δὴ ἐν δεξιᾷ μὲν Ἰβήρων τὰ ὅριά ἐστι, καταντικρὺ δὲ τελευτᾷ ὄρος ὁ Καύκασος.
2.29.15ἐνταῦθα ἔθνη ἄλλατε πολλὰ καὶ Ἀλανοίτε καὶ Ἀβασγοὶ ᾤκηνται Χριστιανοίτε καὶ Ῥωμαίοις φίλοι ἐκ παλαιοῦ ὄντες, Ζῆχοίτε καὶ μετ’αὐτοὺς Οὖννοι, οἳ Σάβειροι ἐπικαλοῦνται.
2.29.16ἐπειδὰν δὲ ὁ ποταμὸς οὗτος ἀφίκηται ἵνα δὴ τοῦτε Καυκάσου καὶ Ἰβηρίας τὰ ὅριά ἐστιν, ἐνταῦθα ἐπιγινομένων οἱ καὶ ἄλλων ὑδάτων μείζωντε παρὰ πολὺ γίνεται καὶ Φᾶσις ἀντὶ Βόα τὸ ἐνθένδε καλούμενος φέρεται, ναυσίπορος γεγενημένος ἄχρι ἐς τὸν Εὔξεινον καλούμενον πόντον, οὗ δή οἱ καὶ τὰς ἐκβολὰς ξυμβαίνει εἶναι, καὶ αὐτοῦ ἐφ’ἑκάτερα Λαζική ἐστιν.
2.29.17ἀλλ’ἐν δεξιᾷ μὲν ξύμπασα ἐπὶ πλεῖστον ἡ χώρα πρὸς τῶν τῇδε ἀνθρώπων οἰκεῖται μέχρι τῶν Ἰβηρίας ὁρίων.
2.29.18κῶμαίτε γὰρ αἱ Λαζῶν πᾶσαι τοῦ ποταμοῦ ἐντὸς ἐνταῦθά εἰσι καὶ πολίσματα ἐκ παλαιοῦ σφίσι ταύτῃ πεποίηνται, ἐν τοῖς Ἀρχαιόπολις, ἐχυρωτάτη οὖσα, Σεβαστόπολίςτε ἐνταῦθα καὶ τὸ Πιτιοῦντος φρούριόν ἐστι Σκάνδατε καὶ Σαραπανὶς πρὸς τοῖς Ἰβηρίας ὁρίοις. πόλεις μέντοι ἀξιολογώταται ἐνταῦθά εἰσι Ῥοδόπολις καὶ Μοχήρησις.
2.29.19τοῦ δὲ ποταμοῦ ἐν ἀριστερᾷ Λαζικῆς μὲν τὰ ὅριά ἐστι μέχρι ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ, ἔρημον δὲ ξυμβαίνει ἀνθρώπων τὴν χώραν εἶναι. ταύτην προσοικοῦσι Ῥωμαῖοι τὴν χώραν, οἳ Ποντικοὶ ἐπικαλοῦνται.
2.29.20ἐν μὲν οὖν τοῖς Λαζικῆς ὁρίοις, ἔνθα δὴ ἄνθρωποι οὐδαμῆ ᾤκηντο, Πέτραν Ἰουστινιανὸς ὁ βασιλεὺς τὴν πόλιν ἐν τοῖς κατ’ἐμὲ χρόνοις ἐδείματο.
2.29.21οὗπερ Ἰωάννης, ὁ Τζίβος ἐπικαλούμενος, τὸ μονοπώλιον καταστησάμενος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, αἴτιος τῆς ἀποστάσεως Λαζοῖς γέγονεν.
2.29.22ἐκ δὲ Πέτρας πόλεως ἰόντι εὐθὺς πρὸς ἄνεμον νότον οἱ Ῥωμαίων ὅροι ἐκδέχονται, χωρίατε πολυάνθρωπα ἐνταῦθά ἐστι, τότε Ῥιζαῖον καλούμενον καὶ Ἀθῆναι ἄλλατε ἄττα μέχρι Τραπεζουντίων.
2.29.23ἡνίκα μὲν οὖν ἐπηγάγοντο Χοσρόην Λαζοὶ Βόαν ποταμὸν διαβάντες τόντε Φᾶσιν ἐν δεξιᾷ ἔχοντες ἐς Πέτραν ἦλθον, τῷ μὲν λόγῳ προνοήσοντες ὡς μὴ χρόνῳτε καὶ πόνῳ πολλῷ διαπορθμεύεσθαι ἀναγκάζωνται ποταμὸν Φᾶσιν, οὐ βουλόμενοι δὲ τὰ σφέτερα οἰκία Πέρσαις ἐνδείκνυσθαι.
2.29.24καίτοι δύσοδος πανταχόθι Λαζική ἐστιν ἐντόςτε καὶ ἐκτὸς ποταμοῦ Φάσιδος.
2.29.25σκόπελοι γὰρ ὑπερφυεῖς ἐφ’ἑκάτερα τῆς χώρας ὄντες στενωποὺς ἐπὶ μακρότατον ἐνταῦθα ποιοῦνται · κλεισούρας ἑλληνίζοντες τὰς τοιαύτας ὁδοὺς Ῥωμαῖοι καλοῦσιν.
2.29.26ἀλλ’ἐπεὶ τότε Λαζικὴ ἀφύλακτος ἐτύγχανεν οὖσα, ῥᾷστα δὴ ἐν Πέτρᾳ ξὺν τοῖς ἡγεμόσι Λαζοῖς ἐγένοντο Πέρσαι.
2.29.27νῦν δὲ ὁ Γουβάζης μαθὼν τὴν Περσῶν ἔφοδον τῷ Δαγισθαίῳ ἐπέστελλε πέμψαι μέν τινας, οἳ φυλάξουσι τὸν στενωπὸν ἰσχυρότατα, ὃς ἐκτὸς Φάσιδος ποταμοῦ ἐστι, τὴν μέντοι προσεδρείαν ὡς ἥκιστα λύειν, ἕως τήντε Πέτραν καὶ Πέρσας τοὺς ἐνταῦθα ἐξελεῖν δύνωνται.
2.29.28αὐτὸς δὲ παντὶ τῷ Κόλχων στρατῷ ἐς τὰ Λαζικῆς ἔσχατα ἦλθεν, ὡς τὸν ἐνταῦθα στενωπὸν διαφυλάξων δυνάμει τῇ πάσῃ.
2.29.29ἐτύγχανε δὲ πολλῷ πρότερον Ἀλανούςτε καὶ Σαβείρους ἐς ξυμμαχίαν ἐπαγόμενος, οἵπερ ὡμολόγησαν κεντηναρίων τριῶν οὐχ ὅσον ἀδῄωτον Λαζοῖς ξυμφυλάξειν τὴν γῆν, ἀλλὰ καὶ Ἰβηρίαν οὕτω καταστήσεσθαι ἀνδρῶν ἔρημον ὡς μη δὲ Πέρσαις ἐνθένδε τὸ λοιπὸν ἰέναι δυνατὰ ἔσεσθαι. ταῦτάτε σφίσι τὰ χρήματα βασιλέα Γουβάζης ὑπέσχετο δώσειν.
2.29.30αὐτὸς μὲν οὖν ἀνενεγκὼν ἐς βασιλέα Ἰουστινιανὸν τὰ ξυγκείμενα τοῖςτε βαρβάροις τὰ χρήματα ταῦτα ἱκέτευε πέμπειν καὶ Λαζοῖς ἄγαν κεκακωμένοις παραψυχὴν προέσθαι τινά.
2.29.31ἔφασκε δὲ καί οἱ αὐτῷ τὸ δημόσιον τὰς συντάξεις ὀφείλειν ἐνιαυτῶν δέκα, ἐπεὶ ἐν τοῖς σιλεντιαρίοις ἐν παλατίῳ τασσόμενος οὐδὲν κεκομισμένος ἐνθένδε εἴη, ἐξ οὗ δὴ ἐς γῆν τὴν Κολχίδα Χοσρόης ἦλθε.
2.29.32βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπιτελέσειν μὲν διενοεῖτο τὴν αἴτησιν, ἐπιγενομένης δέ οἱ ἀσχολίας τινὸς οὐκ ἔπεμψε τῷ καθήκοντι χρόνῳ τὰ χρήματα. Γουβάζης μὲν οὖν ταῦτα ἐποίει.
2.29.33Δαγισθαῖος δὲ (ἦν γάρ τις νεανίας πόλεμόντε διενεγκεῖν Μηδικὸν οὐδαμῆ ἀξιόχρεως) τοῖς παροῦσιν οὐκ ἐπιτηδείως ἐχρῆτο.
2.29.34δέον οὖν ἀμέλει τὸ πλεῖστον τοῦ στρατοῦ ἐς τὸν στενωπὸν στεῖλαι, τάχα δ’ἄν που καὶ αὐτὸν τῷ ἔργῳ τούτῳ παραγενέσθαι, ἐς ἑκατὸν ἄνδρας, ὥσπερ τι πάρεργον διαχειρίζων, ἔπεμψε μόνους · αὐτὸς δὲ Πέτραν πολιορκῶν παντὶ τῷ στρατῷ οὐδὲν ἤνυσε, καίπερ τῶν πολεμίων ὀλίγων ὄντων. κατ’ἀρχὰς μὲν γὰρ οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ χίλιοι ἦσαν, πρὸς Ῥωμαίων δὲ καὶ Λαζῶν ἐν χρόνῳ πολλῷ τειχομαχούντων βαλλόμενοίτε καὶ ἀρετὴν ἐπιδεικνύμενοι μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν, θνήσκουσίτε πολλοὶ καὶ σφίσιν ἐς ὀλίγους κομιδῆ ἀποκεκρίσθαι ξυνέπεσε.
2.29.36Πέρσαι μὲν οὖν ἐς ἀπόγνωσίντε καὶ ἀπορίαν ἐμπεπτωκότες ἡσυχῆ ἔμενον, Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος διώρυχα ἐν χώρῳ ὀλίγῳ πεποίηνται, ὅτε ταύτῃ περίβολος εὐθὺς ἔπεσεν.
2.29.37ἀλλὰ ξυνέβη τούτου δὴ τοῦ χώρου ἐντὸς οἴκημα εἶναι οὐδὲν τοῦ περιβόλου διεστηκὸς, ὃ δὴ ἐξικνεῖτο ἐς τὸ πεπτωκὸς ἐφεξῆς ὅλον ·
2.29.38καὶ ἀντὶ τοῦ τείχους πολιορκουμένοις γενόμενον ἐν τῷ ἀσφαλεῖ οὐδέν τι ἧσσον αὐτοὺς καθίστη.
2.29.39ὅπερ Ῥωμαίους ξυνταράξαι οὐδαμῆ ἔσχεν. εὖ γὰρ εἰδότες ὡς αὐτὸ δὴ τοῦτο ἑτέρωθι ἐργαζόμενοι τὴν πόλιν ῥᾷστα αἱρήσουσιν, εὐέλπιδες πολλῷ ἔτι μᾶλλον ἐγένοντο.
2.29.40διὸ δὴ ὁ Δαγισθαῖος βασιλεῖ μὲν τὰ ξυνενεχθέντα ἐδήλου, ἆθλα δέ οἱ τῆς νίκης ἐν παρασκευῇ εἶναι προὐτείνετο, σημήνας ὅσοις δὴ αὐτόντε καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ χρῆν βασιλέα δωρήσασθαι · Πέτραν γὰρ αἱρήσειν οὐ πολλῷ ὕστερον.
2.29.41Πέρσαι μὲν οὖν Ῥωμαίουςτε καὶ Τζάνους καρτερώτατα τειχομαχοῦντας παρὰ δόξαν ὑφίσταντο, καίπερ ὀλίγοι ἀπολελειμμένοι ἐς ἄγαν.
2.29.42ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχοῦντες οὐδὲν ἤνυον, ἐπὶ τὸ διορύσσειν αὖθις ἐτράποντο. ἐς τόσοντε τοῦ ἔργου τούτου ἀφίκοντο, ὡς μηκέτι ἐπ’ἐδάφους τὰ τοῦ περιβόλου θεμέλια εἶναι, ἀλλ’ἐπὶ κενοῦ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστάναι, πεσούμενα, ὡς τὸ εἰκὸς, αὐτίκα δὴ μάλα.
2.29.43καὶ εἰ μὲν Δαγισθαῖος εὐθὺς ἤθελε πῦρ τοῖς θεμελίοις ἐνάψαι, οἶμαι εὐθυωρὸν σφίσι τὴν πόλιν ἁλῶναι · νῦν δὲ τὰς ἐκ βασιλέως καραδοκῶν ἐλπίδας μέλλωντε ἀεὶ καὶ τρίβων τὸν χρόνον ἡσυχῆ ἔμενε. ταῦτα μὲν οὖν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐπράσσετο τῇδε.
2.30.1Μερμερόης δὲ, ἐπεὶ τοὺς Ἰβηρίας ὅρους παντὶ τῷ Μήδων στρατῷ ἤμειψε, πρόσω ἐχώρει, ποταμὸν Φᾶσιν ἐν δεξιᾷ ἔχων · διὰ γὰρ τῶν ἐπὶ Λαζικῆς χωρίων ἰέναι οὐδαμῆ ἤθελε, τοῦ μή τί οἱ ταύτῃ ἐμπόδισμα ὑπαντιάσαι.
2.30.2Πέτραν γὰρ πόλιν καὶ Πέρσας τοὺς ἐνταῦθα διασώσασθαι ἐν σπουδῇ εἶχε, καίτοι καὶ μοῖρά τις τοῦ περιβόλου καταπεπτώκει ἐξαπιναίως.
2.30.3ᾐώρητο γὰρ, ὥσπερ μοι εἴρηται · ἄνδρεςτε τοῦ Ῥωμαίων στρατοῦ ἐς πεντήκοντα ἐθελούσιοι ἐν τῇ πόλει γενόμενοι βασιλέα Ἰουστινιανὸν ἀνεβόων καλλίνικον.
2.30.4ἡγεῖτο δὲ αὐτῶν νεανίας τις Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱὸς, ὅνπερ Γούζην ἐπίκλησιν ἐκάλουν.
2.30.5οὗτος ὁ Θωμᾶς πολλὰ τῶν ἀμφὶ τὴν Λαζικὴν ὀχυρωμάτων ἐδείματο, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τῶν ἐκείνῃ στρατιωτῶν ἦρξεν, ἔμφρωντε βασιλεῖ ἔδοξεν εἶναι.
2.30.6ὁ μὲν οὖν Ἰωάννης, Περσῶν σφίσιν ἐς χεῖρας ἐλθόντων, πληγεὶς αὐτίκα ξὺν τοῖς ἑπομένοις ἐς τὸ στρατόπεδον ἀνεχώρησεν, ἐπεὶ οὐδείς οἱ τῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ ἕτερος ἀμύνων ἦλθε ·
2.30.7Πέρσης δὲ ἀνὴρ, Μιρράνης ὄνομα, ὅσπερ τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἦρχεν, ἀμφὶ τῇ πόλει δείσας, Πέρσαις μὲν πᾶσιν ἐπέστελλε τῆς φυλακῆς ἐς τὸ ἀκριβὲς μάλιστα ἔχεσθαι, αὐτὸς δὲ παρὰ Δαγισθαῖον σταλεὶς θῶπάςτε καὶ ἀπατηλοὺς προὐτείνετο λόγους, οὐδενὶ πόνῳ ὁμολογῶν οὐ πολλῷ ὕστερον ἐνδώσειν τὴν πόλιν. ταύτῃτε παρακρούσασθαι ἴσχυσεν, ὡς μὴ ἐς τὴν πόλιν αὐτίκα τῷ Ῥωμαίων στρατῷ ἐσιτητὰ εἶναι.
2.30.8οἱ δ’οἱ ἀμφὶ Μερμερόην ἐπειδὴ ἀφίκοντο ἐς τὸν στενωπὸν, ἐνταῦθα σφίσι τὸ Ῥωμαίων φυλακτήριον ὑπηντίαζον ἐς ἑκατὸν ὄντες, καρτερῶςτε ἠμύνοντο, καὶ τοὺς τῆς εἰσόδου ἀποπειρωμένους ἀνέστελλον.
2.30.9Πέρσαι δὲ οὐδαμοῦ ὑπεχώρουν, ἀλλὰ τοὺς κτεινομένους ἀεὶ ἕτεροι ἐκδεχόμενοι πρόσω ἐχώρουν, παντὶ σθένει τὴν εἴσοδον βιαζόμενοι.
2.30.10θνήσκουσι μὲν Πέρσαι πλέον ἢ χίλιοι, κτείνοντες δὲ Ῥωμαῖοι ἀπεῖπον, τοῦτε ὁμίλου σφᾶς βιαζομένου ὑπεχώρησάντε καὶ ἐς τῶν ἐκείνῃ ὀρῶν τὰς ὑπερβολὰς ἀναδραμόντες ἐσώθησαν.
2.30.11ταῦτα Δαγισθαῖος μαθὼν αὐτίκα τὴν προσεδρείαν διέλυσεν, οὐδὲν τῷ στρατῷ ἐπιστείλας, ἐπὶ Φᾶσιντε ποταμὸν ἤλαυνε · καί οἱ Ῥωμαῖοι ξύμπαντες εἵποντο, τὰ σφέτερα αὐτῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπόντες.
2.30.12Πέρσαι δὲ τὰ ποιούμενα κατιδόντες τάςτε πύλας ἀνέῳγον καὶ ἐπεξελθόντες ἀμφὶ τὰς καλύβας τῶν πολεμίων ἦλθον, ὡς τὸ στρατόπεδον ἐξαιρήσοντες.
2.30.13Τζάνοι δὲ (οὐ γὰρ Δαγισθαίῳ ἐπισπόμενοι ἔτυχον) ἐβοήθουν ἐνταῦθα δρόμῳ, τρεψάμενοίτε πόνῳ οὐδενὶ τοὺς πολεμίους πολλοὺς ἔκτειναν.
2.30.14Πέρσαι μὲν οὖν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, Τζάνοι δὲ ληισάμενοι τὸ Ῥωμαίων στρατόπεδον εὐθὺ τοῦ Ῥιζαίου ἐχώρησαν. ἔνθεν δὲ ἐς Ἀθήνας ἐλθόντες διὰ Τραπεζουντίων ἐπ’οἴκου ἀπεκομίσθησαν.
2.30.15Μερμερόης δὲ καὶ ὁ Μήδων στρατὸς ἐνταῦθα ἦλθον ἡμέρᾳ μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν ἐνάτῃ · οὗ δὴ ἀπολελειμμένους ἐκ τοῦ Περσῶν φυλακτηρίου τραυματίας μὲν καὶ ἀπομάχους γεγενημένους πεντήκοντα καὶ τριακοσίους εὗρον, ἀκραιφνεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν μόνους · οἱ γὰρ ἄλλοι ἅπαντες ἐτεθνήκεσαν.
2.30.16ὧνπερ τὰ σώματα οἱ περιόντες τοῦ περιβόλου ἐκτὸς οὐδαμῆ ἔρριψαν, ἀλλὰ τῷ τῆς ὀσμῆς δυσώδει ἀποπνιγόμενοι παρὰ δόξαν ἀντεῖχον, ὡς μή τινα ἐς τὸ πολιορκεῖν προθυμίαν τοῖς πολεμίοις, ἅτε τῶν πλείστων ἀπολωλότων σφίσι, παρέχωνται.
2.30.17ὅτε Μερμερόης ἐπιτωθάζων δακρύωντε καὶ θρήνων ἀξίαν Ῥωμαίων τὴν πολιτείαν ἔφασκεν εἶναι, οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντάτε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι.
2.30.18καὶ τοῦ μὲν περιβόλου ἀνοικοδομήσασθαι ὅσα καταπεπτώκει ἐν σπουδῇ ἐποιεῖτο · ἐπεὶ δὲ οὔτε τίτανον ἐν τῷ παραυτίκα οὔτε τι ἄλλο τῶν ἐς τὴν οἰκοδομίαν ἐπιτηδείων ἐν παρασκευῇ εἶχεν, ἐπενόει τάδε.
2.30.19θυλάκους λινοῦς, οἷς δὴ Πέρσαι τὰ ἐπιτήδεια σφίσιν ἐσεκομίσαντο ἐς γῆν τὴν Κολχίδα, ψάμμου ἐμπλησάμενος ἐς τῶν λίθων τὴν χώραν ἐτίθετο, οἳ δὴ ἐνταῦθα βαλλόμενοι ἀντὶ τοῦ τοίχου ἐγίνοντο.
2.30.20καὶ τρισχιλίους μὲν τῶν μαχίμων ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷσπερ τὰ ἐδώδιμα οὐκ ἐς χρόνου κατέθετο μῆκος, ἐπιστείλας τοῦ περιβόλου τῆς οἰκοδομίας ἐπιμελεῖσθαι · αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὀπίσω ἀπήλαυνεν.
2.30.21ἐπείτέ οἱ ὁδῷ τῇ αὐτῇ ἐνθένδε ἰόντι οὐδεὶς τῶν ἀναγκαίων ἐγίνετο πόρος, ἅπαντα ἐν Πέτρᾳ λιπόντι, ἅπερ ἐπιφερόμενος ἐξ Ἰβηρίας ὁ στρατὸς ἔτυχεν, ἄλλην τινὰ πορείαν ἰέναι διὰ τῶν ταύτῃ ὀρῶν διενοεῖτο, ἵνα δὴ ἀνθρώπους οἰκεῖν ἔμαθεν, ὅπως ληιζόμενοι ἀποζῆν δύνωνται.
2.30.22ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἐν Λαζοῖς λογίμων, Φούβελις ὄνομα, Πέρσας αὐλιζομένους ἐνήδρευσε, Δαγισθαῖον ἅμα Ῥωμαίων δισχιλίοις ἐπαγόμενος, οἳ δὴ τῶν Περσῶν ἐξ ἐπιδρομῆς ἵππους νέμοντάς τινας ἔκτειναν, ἵππουςτε ληισάμενοι δι’ὀλίγου τὴν ἀναχώρησιν ἐποιήσαντο. οὕτω μὲν ὁ Μερμερόης τῷ Μήδων στρατῷ ἐνθένδε ᾔει.
2.30.23ὁ δὲ Γουβάζης, μαθὼν ὅσα δὴ Ῥωμαίοις ἔντε τῇ Πέτρᾳ καὶ τῷ στενωπῷ ξυνηνέχθη γενέσθαι, οὐ δ’ὣς ἔδεισεν, οὐ δὲ τὴν ἐν τῷ κατ’αὐτὸν στενωπῷ φυλακὴν εἴασεν, ἐνταῦθα σφίσι τὴν κεφαλὴν τῆς ἐλπίδος οἰόμενος εἶναι.
2.30.24ἐξηπίστατο γὰρ ὡς, ἢν καὶ Ῥωμαίους ἐκτὸς Φάσιδος ποταμοῦ βιασάμενοι Πέρσαι τὸν στενωπὸν διαβῆναι καὶ ἐν Πέτρᾳ γενέσθαι δεδύνηνται, οὐδὲν ἂν ἐνθένδε Λαζῶν τῇ χώρᾳ προστρίψαιντο βλάβος, Φᾶσιν διαβῆναι οὐδεμιᾷ μηχανῇ ἔχοντες, ἄλλωςτε καὶ νηῶν οὐ παρουσῶν σφίσιν.
2.30.25ὁ γὰρ ποταμὸς οὗτος βάθους μὲν εἴπερ τις ἄλλος ἱκανώτατα ἔχει, εὔρους δὲ ἐπὶ πλεῖστον διήκει.
2.30.26τῆς μέντοι ῥύμης αὐτῷ τοσοῦτον περίεστιν ὥστε δὴ ἐς τὴν θάλασσαν ἐκβαλὼν ἐπὶ μακρότατον κατὰ μόνας χωρεῖ, οὐδαμῆ ταύτῃ ἐπιμιγνύμενος. ὕδωρ ἀμέλει πότιμον τοῖς ἐκείνῃ ναυτιλλομένοις ὑδρεύεσθαι πάρεστιν ἐν μέσῳ πελάγει.
2.30.27καὶ φυλακτήρια μέντοι τοῦ ποταμοῦ ἐντὸς πεποίηνται πανταχόθι Λαζοὶ, τοῦ μη δὲ ναυσὶ διαπορθμευομένοις τοῖς πολεμίοις ἀπόβασιν ἐς τὴν γῆν εἶναι.
2.30.28βασιλεὺς δὲ Ἰουστινιανὸς Σαβείρων μὲν τῷ ἔθνει τὰ ξυγκείμενα χρήματα ἔπεμψε, Γουβάζην δὲ καὶ Λαζοὺς χρήμασιν ἄλλοις δεδώρηται.
2.30.29ἐτύγχανε δὲ πολλῷ πρότερον καὶ ἄλλο στράτευμα λόγου ἄξιον ἐς Λαζικὴν πέμψας, οἳ οὔπω ἀφικόμενοι ἐνταῦθα ἔτυχον. ἦρχε δὲ αὐτῶν Ῥεκίθαγγος ἐκ Θρᾴκης, ἀνὴρ ξυνετόςτε καὶ ἀγαθὸς τὰ πολέμια. ταῦτα μὲν οὖν ταύτῃ πη εἶχε.
2.30.30γενόμενος δὲ ὁ Μερμερόης ἐν τοῖς ὄρεσιν, ὥσπερ μοι εἴρηται, Πέτραν ἐνθένδε τῶν ἐπιτηδείων ἐμπιπλάναι ἐν σπουδῇ εἶχεν. ἐπαρκέσειν γὰρ τῷ ἐνταῦθα φυλακτηρίῳ ἐς τρισχιλίους ὄντι τὰ ἐδώδιμα οὐδαμῆ ᾤετο, ἅπερ εἰσκομισάμενοι ξὺν αὐτοῖς ἔτυχον.
2.30.31ἀλλ’ἐπεὶ τὰ ἐν ποσὶ σφίσι γινόμενα μόλις ἀπέχρη ἐς τὴν δαπάνην τῇ στρατιᾷ ταύτῃ, οὐχ ἧσσον ἢ τρισμυρίοις οὖσι, καὶ ἀπ’αὐτοῦ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέμπειν ἐς τὴν Πέτραν οἷοίτε ἦσαν, λογισάμενος εὕρισκε σφίσιν ἄμεινον εἶναι τὸ μὲν πλέον τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς Κολχίδος, ὀλίγους δέ τινας ἐνταῦθα μεῖναι, οἳ δὴ ἔμελλον τῶν ἐπιτηδείων, οἷς ἂν ἐντύχοιεν, πολλὰ μὲν ἐς τὸ ἐν Πέτρᾳ φυλακτήριον ἐσκομίζεσθαι, τοῖς δὲ ἄλλοις αὐτοὶ διαρκῶς χρῆσθαι ·
2.30.32ἄνδρας οὖν ἐς πεντακισχιλίους ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷς δὴ ἄρχοντας ἄλλουςτε τρεῖς καὶ Φάβριζον κατεστήσατο.
2.30.33πλείους γὰρ ἐνταῦθα λείπεσθαι οὔ οἱ ἔδοξεν ἐπάναγκες εἶναι, πολεμίων οὐδαμῆ ὄντων. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς τὴν Περσαρμενίαν ἐλθὼν ἡσύχαζεν ἐν τοῖς ἀμφὶ Δούβιος χωρίοις.
2.30.34οἱ δὲ πεντακισχίλιοι, ἐπεὶ ἐγγυτέρω τῶν Λαζικῆς ἐσχάτων ἦλθον, παρὰ ποταμὸν Φᾶσιν ἐστρατοπεδεύσαντο ἅπαντες, ἔνθεντε κατ’ὀλίγους περιιόντες ἐληίζοντο τὰ ἐκείνῃ χωρία.
2.30.35ὧν δὴ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπέστελλε βοηθεῖν ἐνταῦθα σπουδῇ · δράσειν γὰρ σφίσι τοὺς πολεμίους κακόν τι μέγα δυνατὰ ἔσεσθαι.
2.30.36ὁ δὲ κατὰ ταῦτα ἐποίει, παντίτε τῷ Ῥωμαίων στρατῷ ἐπίπροσθεν ᾔει, ἐν ἀριστερᾷ ἔχων ποταμὸν Φᾶσιν, ἕως ἐς χῶρον ἀφίκετο ἵνα δὴ οἱ Λαζοὶ ἐστρατοπεδεύοντο ἐν τῇ ἑτέρᾳ τοῦ ποταμοῦ ὄχθῃ.
2.30.37ἐτύγχανε δὲ ταύτῃ ὁ Φᾶσις διαβατὸς ὢν, ὅπερ Ῥωμαῖοι μὲν καὶ Πέρσαι ἀπειρίᾳ τῶν ἐκείνῃ χωρίων ὡς ἥκιστα ὑπετόπαζον, Λαζοὶ μέντοι ἐξεπιστάμενοι ἐνταῦθα διέβησαν ἐξαπιναίως καὶ ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ · Πέρσαι δὲ ἄνδρας χιλίους τῶν ἐν σφίσι δοκίμων ἀπολεξάμενοι ἔπεμψαν, ὡς μή τις ἐπὶ τὸ στρατόπεδον κακουργήσων ἴοι.
2.30.38ὧνπερ δύο ἐπὶ κατασκοπῇ προτερήσαντες καὶ παρὰ δόξαν ἐς τοὺς πολεμίους ἐμπεπτωκότες τὸν πάντα λόγον ἐσήγγειλαν.
2.30.39διὸ δὴ Ῥωμαῖοίτε καὶ Λαζοὶ τοῖς χιλίοις ἐξαπιναίως ἐπέστησαν, οὐδείςτε αὐτῶν διαφυγεῖν ἔσχεν, ἀλλ’οἱ μὲν πολλοὶ διεφθάρησαν, τινὰς δὲ αὐτῶν καὶ ζωγρήσαντες οἵτε ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον τότε μέτρον τοῦ Μήδων στρατοῦ καὶ τὸ τῆς ὁδοῦ μῆκος μαθεῖν ἴσχυσαν, καὶ ὅπη ποτὲ αὐτοῖς τὰ παρόντα ἔχοι.
2.30.40ἄραντες οὖν παντὶ τῷ στρατῷ ἐπ’αὐτοὺς ᾔεσαν, διαριθμούμενοι ὅπως πόρρω που τῶν νυκτῶν ἐπιπέσοιεν σφίσι ·
2.30.41τετρακισχίλιοι δὲ καὶ μύριοι ἦσαν. οἱ μὲν οὖν Πέρσαι πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες μακρόν τινα ὕπνον ἐκάθευδον · τόντε γὰρ ποταμὸν ἀπόρευτον ᾤοντο εἶναι καὶ τοὺς χιλίους, οὐδενὸς σφίσιν ὑπαντιάσαντος, ἐπὶ μακρότατόν πη ὁδῷ ἰέναι.
2.30.42Ῥωμαῖοι δὲ αὐτοῖς καὶ Λαζοὶ ὄρθρου βαθέος ἀπροσδόκητοι ἐπιπεσόντες τοὺς μὲν ἔτι ὕπνον αἱρουμένους εὗρον, τοὺς δὲ ἄρτι ἐξ ὕπνου ἐγηγερμένους καὶ γυμνοὺς ἐπὶ τῶν στρωμάτων κειμένους.
2.30.43διὸ δὴ αὐτῶν οὐδενὶ ἐς ἀλκὴν ἰδεῖν ξυνηνέχθη, ἀλλ’οἱ μὲν πλεῖστοι καταλαμβανόμενοι ἔθνησκον, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι, ἐν τοῖς καὶ τῶν ἀρχόντων ἕνα τετύχηκεν εἶναι, ὀλίγοι δέ τινες ἐν σκότῳ διαφεύγοντες ἐσώθησαν.
2.30.44τότε στρατόπεδον Ῥωμαῖοι καὶ Λαζοὶ αἱροῦσι καὶ τὰ σημεῖα πάντα, ὅπλατε πολλὰ καὶ χρήματα μεγάλα ἐληίσαντο, καὶ ἵππωντε καὶ ἡμιόνων μέγα τι χρῆμα.
2.30.45ἐπὶ μακρότατον δὲ τὴν δίωξιν ποιησάμενοι καὶ Ἰβηρίας πόρρω ἀφίκοντο. ἔνθα δὴ καὶ ἄλλοις τισὶ Περσῶν ἐντυχόντες πολλοὺς ἔκτειναν.
2.30.46οὕτω μὲν ἐκ Λαζικῆς Πέρσαι ἀπήλλαξαν, Ῥωμαῖοι δὲ καὶ Λαζοὶ τάτε ἄλλα ἐπιτήδεια καὶ ἄλευρα παμπληθῆ ἐνταῦθα εὑρόντες ἅπαντα ἔκαυσαν ἅπερ ἐξ Ἰβηρίας οἱ βάρβαροι ἐπηγάγοντο, ἐφ’ᾧ ἐς Πέτραν ἐσκομίσονται.
2.30.47Λαζῶντε πολλοὺς ἐλίποντο ἐν τῷ στενωπῷ, ὡς μηκέτι Πέρσαις ἐς Πέτραν τὰ ἐπιτήδεια ἐσκομίζεσθαι δυνατὰ εἴη, ξύντε τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἀνέστρεφον.
2.30.48καὶ τέταρτον ἔτος ἐτελεύτα Ῥωμαίοις τῆς ἐς Πέρσας ἐκεχειρίας, τρίτον καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
2.30.49Ἰωάννης δὲ ὁ Καππαδόκης ἐνιαυτῷ πρότερον βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε. τηνικάδε γὰρ Θεοδώρᾳ τῇ βασιλίδι ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου.
2.30.50τῶν μέντοι πρόσθεν ἀξιωμάτων ἀνασώσασθαι οὐ δ’ὁτιοῦν ἔσχεν, ἀλλ’ἐπὶ τῆς ἀκουσίου τιμῆς ἱερεὺς ἔμεινε · καίτοι φάντασμα τῷ ἀνθρώπῳ ἐγεγόνει πολλάκις ὡς εἰς βασιλείαν ἀφίξεται.
2.30.51φιλεῖ γὰρ τὸ δαιμόνιον, ὅπερ ἐς τοὺς ἀνθρώπους ὡραΐζεσθαι πέφυκεν, ἀπὸ μειζόνωντε καὶ ὑψηλοτέρων ἐλπίδων κρεμᾶν οἷς δὴ οὐκ ἐπὶ στερρᾶς φύσεως τὴν διάνοιαν ἑστάναι ξυμβαίνει.
2.30.52καὶ τούτῳ γοῦν τῷ Ἰωάννῃ ἄλλαςτε πολλὰς τερατολόγοι φαντάσεις ἐς ἀεὶ προὔλεγον καὶ ὡς χρῆν αὐτὸν τὸ τοῦ Αὐγούστου ἀμπίσχεσθαι σχῆμα.
2.30.53ἦν δέ τις ἱερεὺς ἐν Βυζαντίῳ, Αὔγουστος ὄνομα, ὃς δὴ τῶν κειμηλίων τοῦ τῆς Σοφίας ἱεροῦ φυλακὴν εἶχεν.
2.30.54ἡνίκα τοίνυν Ἰωάννης ἀποθριξάμενος τῆς ἱερωσύνης ἠξίωτο βίᾳ, οὐ γὰρ ἦν αὐτῷ ἐσθὴς ἱερεῖ πρέπουσα, τούτου δὴ τοῦ Αὐγούστου, ἐγγύς πη ὄντος, τόντε φαινόλην καὶ τὸν χιτῶνα ἐνδιδύσκεσθαι πρὸς τῶν τῷ ἔργῳ ἐφεστώτων ἠνάγκαστο, ἐς τοῦτότε αὐτῷ ἀπεκρίθη, οἶμαι, ἡ πρόρρησις.