On the Wars, 3
3.1.1ὁ μὲν οὖν Μηδικὸς πόλεμος Ἰουστινιανῷ βασιλεῖ ἐς τοῦτο ἐτελεύτα · ἐγὼ δὲ ὅσα ἔςτε Βανδίλους καὶ Μαυρουσίους αὐτῷ εἴργασται, φράσων ἔρχομαι. λελέξεται δὲ πρῶτον ὅθεν ὁ Βανδίλων στρατὸς τῇ Ῥωμαίων ἐπέσκηψε χώρᾳ.
3.1.2ἐπειδὴ Θεοδόσιος ὁ Ῥωμαίων αὐτοκράτωρ ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ δίκαιος ἐν τοῖς μάλιστα γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, διεδεξάσθην αὐτοῦ τὴν βασιλείαν ἄμφω τὼ παῖδε, Ἀρκάδιος μὲν ὁ πρεσβύτερος τὴν ἑῴαν μοῖραν, τὴν ἑσπερίαν δὲ Ὁνώριος ὁ νεώτερος.
3.1.3διῄρητο δὲ ὧδε τὸ Ῥωμαίων κράτος ἄνωθεν ἀπότε Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, ὃς τὴν βασιλείαν ἐς Βυζάντιον μεταθέμενος μείζωτε τὴν πόλιν καὶ πολλῷ ἐπιφανεστέραν καταστησάμενος ἀπ’αὐτοῦ ἀφῆκε προσαγορεύεσθαι.
3.1.4περιλαμβάνει μὲν κύκλῳ τὴν γῆν ὠκεανὸς ἢ ξύμπασαν ἢ τὴν πολλήν · οὐ γάρ πω σαφές τι ἀμφ’αὐτῷ ἴσμεν · σχίζει δὲ αὐτὴν δίχα ἐς ἠπείρους δύο ἐκροή τις ἀπ’αὐτοῦ κατὰ τὴν ἑσπέριον εἰσβάλλουσα μοῖραν καὶ ταύτην δὴ ποιουμένη τὴν θάλασσαν, ἀπὸ Γαδείρων μὲν ἀρξαμένη, ἐς αὐτὴν δὲ τὴν Μαιῶτιν διήκουσα λίμνην.
3.1.5ταύταιν ταῖν ἠπείροιν ἁτέρα μὲν ἐν δεξιᾷ εἰσπλέοντι τὴν θάλασσαν μέχρι καὶ ἐς τὴν λίμνην Ἀσία κέκληται, ἀπότε Γαδείρων καὶ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν.
3.1.6Σέπτον καλοῦσι τὸ ἐκείνῃ φρούριον οἱ ἐπιχώριοι, λόφων τινῶν ἑπτὰ φαινομένων ἐνταῦθα · τὸ γὰρ σέπτον ἑπτὰ τῇ Λατίνων φωνῇ δύναται.
3.1.7ἡ δὲ ἀντιπέρας αὐτῇ ξύμπασα Εὐρώπη ἐκλήθη. καὶ ὁ μὲν ταύτῃ πορθμὸς τέτταρσι καὶ ὀγδοήκοντα σταδίοις μάλιστα ἤπειρον ἑκατέραν διείργει, τὸ δὲ ἐντεῦθεν πελάγεσι μεγάλοις ἀλλήλαιν διέχετον μέχρις Ἑλλησπόντου.
3.1.8ταύτῃ γὰρ ξυνίασιν αὖθις ἀμφὶ Σηστόντε καὶ Ἄβυδον, καὶ πάλιν ἔντε Βυζαντίῳ καὶ Καλχηδόνι μέχρι τῶν πάλαι κυανέων λεγομένων πετρῶν, οὗ καὶ νῦν Ἱερὸν ὀνομάζεται. ἐν τούτοις γὰρ δὴ τοῖς χωρίοις μέτρῳ δέκα σταδίωντε καὶ τούτου ἐλάσσονι διείργεσθον ἀλλήλαιν.
3.1.9ἀπὸ δὲ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν μέχρι ἐς τὴν ἑτέραν διὰ τῆς ἠιόνος ἰόντι καὶ οὐ περιερχομένῳ κόλποντε τὸν Ἰόνιον καὶ τὸν Εὔξεινον καλούμενον Πόντον, ἀλλ’ἔκτε Καλχηδόνος ἐς Βυζάντιον ἔκτε Δρυοῦντος ἐς ἤπειρον τὴν ἀντιπέρας καταίροντι, πέντε καὶ ὀγδοήκοντα καὶ διακοσίων ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί.
3.1.10τὰ γὰρ ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὃς ἐκ Βυζαντίου χωρεῖ εἰς τὴν λίμνην, ἅπαντα ἀκριβολογεῖσθαι ἀμήχανα ἦν, βαρβάρων τῶν ὑπὲρ ποταμὸν Ἴστρον, ὃν καὶ Δανούβιον καλοῦσι, Ῥωμαίοις βατὴν ἥκιστα ποιουμένων τὴν ἐκείνῃ ἀκτὴν, πλήν γε δὴ ὅτι ἐκ Βυζαντίου μὲν ἐς τὰς τοῦ Ἴστρου ἐκβολὰς ἡμερῶν ἐστιν ὁδὸς δύο καὶ εἴκοσιν, ἅσπερ τῇ Εὐρώπῃ λογιζομένους ἐντιθέναι προσήκει.
3.1.11κατὰ δὲ τὴν τῆς Ἀσίας μοῖραν, εἴη δ’ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, ὃς ῥέων ἐκ Κόλχων κάτεισιν ἐς τὸν Πόντον, ἀνύεται τεσσαράκοντα ὁδὸς ἡμερῶν.
3.1.12ὥστε ξύμπασα ἡ Ῥωμαίων ἐπικράτεια κατά γε τὴν ἐπὶ θαλάσσῃ ὁδὸν ἐς ἑπτὰ καὶ τεσσαράκοντα καὶ τριακοσίων ἡμερῶν ξύνεισι μέτρον, ἤν τις, ὅπερ εἴρηται, τὸν Ἰόνιον κόλπον ἐς ὀκτακοσίους μάλιστα διήκοντα σταδίους ἐκ Δρυοῦντος διαπορθμεύηται.
3.1.13ἡ γὰρ τοῦ κόλπου πάροδος ἐς ὁδὸν ἡμερῶν διήκει οὐχ ἧσσον ἢ τεσσάρων. τοσαύτη μὲν ἡ Ῥωμαίων ἀρχὴ κατά γε τὸν παλαιὸν ἐγένετο χρόνον.
3.1.14ἐπέβαλλε δὲ τῷ μὲν τὸ τῆς ἑσπερίας ἔχοντι κράτος Λιβύης τὰ πλεῖστα διήκοντα ἐς ἐνενήκοντα ὁδὸν ἡμερῶν · τοσοῦτον γὰρ τὸ ἐκ Γαδείρων ἐς τὰ ὅρια τῆς ἐν Λιβύῃ Τριπόλεώς ἐστιν · ἐν δὲ δὴ τῇ Εὐρώπῃ πέντε καὶ ἑβδομήκοντα ὁδὸν ἡμερῶν ἔλαχε.
3.1.15τοσαύτη γὰρ ἡ ἐκ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν ἐς κόλπον τὸν Ἰόνιον τυγχάνει οὖσα. προσθείη δὲ ἄν τις καὶ τὴν τοῦ κόλπου περίοδον.
3.1.16βασιλεὺς δὲ ὁ τῆς ἕω ἡμερῶν εἴκοσι καὶ ἑκατὸν ὁδὸν ἐκληρώσατο ἐκ τῶν Κυρήνης ὁρίων τῆς ἐν Λιβύῃ μέχρι Ἐπιδάμνου, ἣ πρὸς αὐτῷ κεῖται τῷ Ἰονίῳ κόλπῳ, Δυρράχιον τανῦν καλουμένη, καὶ ὅση ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὡς ἔμπροσθεν εἴρηται, ὑπὸ Ῥωμαίοις ἐστί.
3.1.17μιᾶς δὲ ἡμέρας ὁδὸς ἐς δέκα καὶ διακοσίους διήκει σταδίους, ὅσον Ἀθήνηθεν Μέγαράδε ἰέναι. οὕτω μὲν ἤπειρον ἑκατέραν οἱ Ῥωμαίων αὐτοκράτορες διείλοντο σφίσι.
3.1.18τῶν δὲ δὴ νήσων Βρεττανία μὲν, ἡ ἐκτὸς στηλῶν τῶν Ἡρακλείων νήσων πασῶν μεγίστη παρὰ πολὺ οὖσα, μετὰ τῆς ἑσπερίας, ὥς γε τὸ εἰκὸς, ἐτάττετο μοίρας · ἐντὸς δὲ αὐτῶν Ἔβουσα, ὥσπερ ἐν Προποντίδι τῇ μετὰ τὴν ὠκεανοῦ ἐσβολὴν ἐν θαλάσσῃ κειμένη, ἐς ἑπτὰ ἡμερῶν ὁδὸν μάλιστα διήκουσα, καὶ δύο ἀμφ’αὐτὴν ἕτεραι, Μαϊορίκατε καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι.
3.1.19τῶν δὲ κατὰ θάλασσαν νήσων ἑκάστη τα- θατέρῳ τοῖν βασιλέοιν ἐπέβαλεν, ὡς αὐτῇ ἐντός που τῶν ἐκείνου ὁρίων ξυνέβαινε κεῖσθαι.
3.2.1Ὁνωρίου δὲ τὴν πρὸς ἡλίου δυσμαῖς ἔχοντος βασιλείαν βάρβαροι τὴν ἐκείνου κατέλαβον χώραν ·
3.2.2οἵτινες δὲ καὶ ὅτῳ τρόπῳ, λελέξεται. Γοτθικὰ ἔθνη πολλὰ μὲν καὶ ἄλλα πρότερόντε ἦν καὶ τανῦν ἔστι, τὰ δὲ δὴ πάντων μέγιστάτε καὶ ἀξιολογώτατα Γότθοιτέ εἰσι καὶ Βανδίλοι καὶ Οὐισίγοτθοι καὶ Γήπαιδες. πάλαι μέντοι Σαυρομάται καὶ Μελάγχλαινοι ὠνομάζοντο · εἰσὶ δὲ οἳ καὶ Γετικὰ ἔθνη ταῦτ’ἐκάλουν.
3.2.3οὗτοι ἅπαντες ὀνόμασι μὲν ἀλλήλων διαφέρουσιν, ὥσπερ εἴρηται, ἄλλῳ δὲ τῶν πάντων οὐδενὶ διαλλάσσουσι.
3.2.4λευκοίτε γὰρ ἅπαντες τὰ σώματά εἰσι καὶ τὰς κόμας ξανθοὶ, εὐμήκειςτε καὶ ἀγαθοὶ τὰς ὄψεις, καὶ νόμοις μὲν τοῖς αὐτοῖς χρῶνται, ὁμοίως δὲ τὰ ἐς τὸν θεὸν αὐτοῖς ἤσκηται.
3.2.5τῆς γὰρ Ἀρείου δόξης εἰσὶν ἅπαντες, φωνήτε αὐτοῖς ἐστι μία, Γοτθικὴ λεγομένη · καί μοι δοκοῦν ἐξ ἑνὸς μὲν εἶναι ἅπαντες τὸ παλαιὸν ἔθνους, ὀνόμασι δὲ ὕστερον τῶν ἑκάστοις ἡγησαμένων διακεκρίσθαι.
3.2.6οὗτος ὁ λεὼς ὑπὲρ ποταμὸν Ἴστρον ἐκ παλαιοῦ ᾤκουν. ἔπειτα Γήπαιδες μὲν τὰ ἀμφὶ Σιγγιδόνοντε καὶ Σίρμιον χωρία ἔσχον, ἐντόςτε καὶ ἐκτὸς ποταμοῦ Ἴστρου, ἔνθα δὴ καὶ ἐς ἐμὲ ἵδρυνται.
3.2.7τῶν δὲ δὴ ἄλλων Οὐισίγοτθοι μὲν ἐνθένδε ἀναστάντες τὰ μὲν πρῶτα ἐς ξυμμαχίαν Ἀρκαδίου βασιλέως ἀφίκοντο, χρόνῳ δὲ ὕστερον (οὐ γὰρ οἶδε βαρβάροις ἐνδιαιτᾶσθαι ἡ ἐς Ῥωμαίους πίστις), ἡγουμένου αὐτοῖς Ἀλαρίχου, ἐς ἐπιβουλὴν ἑκατέρου βασιλέως ἐτράποντο, ἐκ Θρᾴκηςτε ἀρξάμενοι ξυμπάσῃ Εὐρώπῃ ὡς πολεμίᾳ ἐχρήσαντο.
3.2.8βασιλεὺς δὲ Ὁνώριος πρότερον μὲν ἐν Ῥώμῃ καθῆστο, οὐδὲν ὅ τι καὶ πολέμιον ἐν νῷ ἔχων, ἀλλ’ἀγαπῶν, οἶμαι, ἤν τις αὐτὸν ἐν τοῖς βασιλείοις ἡσυχάζειν ἐῴη.
3.2.9ἐπεὶ δὲ οὐκ ἄποθεν οἱ βάρβαροι, ἀλλά που ἐν Ταυλαντίοις εἶναι στρατῷ μεγάλῳ ἠγγέλλοντο, καταλιπὼν τὰ βασίλεια οὐδενὶ κόσμῳ ἐς Ῥάβενναν φεύγει, πόλιν ἐχυρὰν ἐς αὐτόν που λήγοντα κειμένην τὸν Ἰόνιον κόλπον.
3.2.10εἰσὶ δὲ οἳ καὶ φασὶν αὐτὸν τοὺς βαρβάρους ἐπαγαγέσθαι, στάσεως αὐτῷ πρὸς τῶν ὑπηκόων γεγενημένης, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ὅσα γε τὸ τοῦ ἀνθρώπου ἐκλογίζεσθαι ἦθος.
3.2.11οἱ δὲ βάρβαροι, ἐπεὶ οὐδὲν σφίσιν ἀπήντα πολέμιον, γίνονται ὠμότατοι ἀνθρώπων ἁπάντων. πόλειςτε γὰρ, ὅσας εἷλον, οὕτω κατειργάσαντο ὥστε οὐδὲν εἰς ἐμὲ αὐταῖς ἀπολέλειπται γνώρισμα, ἄλλωςτε καὶ ἐντὸς τοῦ Ἰονίου κόλπου, πλήν γε δὴ ὅτι πύργον ἕνα ἢ πύλην μίαν ἤ τι τοιοῦτο αὐταῖς περιεῖναι ξυνέβη.
3.2.12τούςτε ἀνθρώπους ἅπαντας ἔκτεινον, ὅσοι ἐγένοντο ἐν ποσὶν, ὁμοίως μὲν πρεσβύτας, ὁμοίως δὲ νέους, οὔτε γυναικῶν οὔτε παίδων φειδόμενοι. ὅθεν εἰς ἔτι καὶ νῦν ὀλιγάνθρωπον τὴν Ἰταλίαν ξυμβαίνει εἶναι.
3.2.13χρήματα δὲ ἅπαντα ἐληίσαντο ἐκ πάσης Εὐρώπης, καὶ, τό γε κεφάλαιον, ἐν Ῥώμῃ τῶντε δημοσίων τῶντε ἰδίων οὐ δ’ὁτιοῦν ἀπολιπόντες ἐπὶ Γαλλίας ἐχώρησαν. τρόπῳ δὲ ὅτῳ Ῥώμην Ἀλάριχος εἷλεν, ἐγὼ δηλώσω.
3.2.14ἐπειδὴ χρόνοςτέ οἱ πολὺς ἐν τῇ προσεδρείᾳ ἐτέτριπτο καὶ οὔτε βίᾳ οὔτε τινὶ μηχανῇ ἄλλῃ ἴσχυσε τὸ χωρίον ἑλεῖν, ἐπενόει τάδε.
3.2.15τῶν ἐν στρατῷ νεανιῶν οὔπω γενειασκόντων, ἀλλ’ἄρτι ἡβηκότων, τριακοσίους ἀπολεξάμενος, οὕσπερ εὖτε γεγονέναι καὶ ὑπὲρ τὴν ἡλικίαν ἀρετῆς μεταποιεῖσθαι ἠπίστατο, ἔφασκε μὲν αὐτοῖς κρύφα ὡς σφίσι τῶν ἐν Ῥώμῃ πατρικίων τινὰς, ἅτε δούλοις οὖσι δῆθεν τῷ λόγῳ, δωρήσεσθαι μέλλοι.
3.2.16παρήγγελλε δὲ ὥστε, ἐπειδὰν ἐν ταῖς ἐκείνων οἰκίαις τάχιστα γένωνται, πρᾳότητα πολλὴν καὶ σωφροσύνην ἐνδεικνυμένους ἅπαντα προθύμως ὑπηρετεῖν, ἅπερ ἂν αὐτοῖς πρὸς τῶν κεκτημένων ἐπικείμενα ᾖ ·
3.2.17ἔπειτα οὐ πολλῷ ὕστερον καὶ ἐν ἡμέρᾳ τακτῇ ἀμφὶ ἡμέραν μάλιστα μέσην, ἁπάντων ἤδη τῶν αὐτοὺς ληψομένων ὕπνον, ὡς τὸ εἰκὸς, μετὰ τὰ σιτία αἱρουμένων, ἐν πύλῃ ἅπαντας τῇ Σαλαρίᾳ καλουμένῃ γενέσθαι, καὶ τούςτε φύλακας οὐδὲν προαισθομένους ἐξ ἐπιδρομῆς κτεῖναι τάςτε πύλας ἀνοιγνύναι ὡς τάχιστα.
3.2.18ταῦτα ἐπαγγείλας Ἀλάριχος τοῖς νεανίαις, πρέσβεις αὐτίκα πρὸς τοὺς ἐκ βουλῆς ἔπεμψε, δηλῶν ὅτι ἀγασθείη μὲν αὐτοὺς τῆς ἐς τὸν σφῶν βασιλέα εὐνοίας, οὐκέτι δὲ τὸ λοιπὸν ἐνοχλήσει, τῆςτε ἀρετῆς καὶ πίστεως ἕνεκα, ἧς ἐς ἄγαν μεταποιεῖσθαί εἰσιν ἔνδηλοι, ὅπωςτε αὐτοῦ μνημεῖα παρ’ἀνδράσι καλοῖςτε καὶ ἀγαθοῖς σώζοιτο, οἰκέταις τισὶ δωρεῖσθαι βούλοιτο αὐτῶν ἕκαστον.
3.2.19ταῦτα σημήνας καὶ τοὺς νεανίας οὐκ ἐς μακρὰν στείλας, συσκευάζεσθαι ἐς τὴν ἄφοδον τοὺς βαρβάρους ἐκέλευε, τούτουτε αἴσθησιν Ῥωμαίοις παρεῖχεν.
3.2.20οἳ δὴ τούςτε λόγους ἄσμενοι ἤκουσαν καὶ τὰ δῶρα δεξάμενοι ἐν πολλῇ εὐπαθείᾳ ἐγένοντο, ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες.
3.2.21οἵτε γὰρ νέοι τῷ εὐπειθέστεροι τοῖς κεκτημένοις εἶναι τὸ ὕποπτον ἀπεκρούοντο, τοῦτε στρατοπέδου οἱ μὲν ἤδη ἐξανιστάμενοίτε καὶ διαλύοντες τὴν προσεδρείαν ἐφαίνοντο, οἱ δὲ ὅσον οὔπω τα- ταὐτὸ τοῦτο ποιήσειν ἐπίδοξοι ἦσαν.
3.2.22ἐπεὶ δὲ ἡ κυρία παρῆν, Ἀλάριχος μὲν ἅπαν ἐξοπλίσας τὸ στράτευμα ὡς ἐς τὴν ἔφοδον ἐν παρασκευῇ εἶχεν ἄγχιστα πύλης τῆς Σαλαρίας · ἐνταῦθα γὰρ ἐνστρατοπεδευσάμενος τῆς πολιορκίας κατ’ἀρχὰς ἔτυχε.
3.2.23ξύμπαντες δὲ οἱ νεανίαι καιρῷ τῆς ἡμέρας τῷ ξυγκειμένῳ ἐς ταύτην δὴ τὴν πύλην γενόμενοι τούςτε φύλακας ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀπέκτειναν, τάςτε πύλας ἀνακλίναντες κατ’ἐξουσίαν Ἀλάριχόντε καὶ τὴν στρατιὰν τῇ πόλει ἐδέξαντο.
3.2.24οἱ δὲ τάςτε οἰκίας ἐνέπρησαν, αἳ τῆς πύλης ἄγχιστα ἦσαν. ἐν αἷς ἦν καὶ ἡ Σαλουστίου, τοῦ Ῥωμαίοις τὸ παλαιὸν τὴν ἱστορίαν γράψαντος, ἧς δὴ τὰ πλεῖστα ἡμίκαυτα καὶ ἐς ἐμὲ ἕστηκε. τήντε πόλιν ὅλην ληισάμενοι καὶ Ῥωμαίων τοὺς πλείστους διαφθείραντες πρόσω ἐχώρουν.
3.2.25τότε λέγουσιν ἐν Ῥαβέννῃ Ὁνωρίῳ τῷ βασιλεῖ τῶν τινα εὐνούχων δηλονότι ὀρνιθοκόμον ἀγγεῖλαι ὅτι δὴ Ῥώμη ἀπόλωλε. καὶ τὸν ἀναβοήσαντα φάναι Καίτοι ἔναγχος ἐδήδοκεν ἐκ χειρῶν τῶν ἐμῶν.
3.2.26εἶναι γάρ οἱ ἀλεκτρυόνα ὑπερμεγέθη, Ῥώμην ὄνομα, καὶ τὸν μὲν εὐνοῦχον ξυνέντα τοῦ λόγου εἰπεῖν Ῥώμην τὴν πόλιν πρὸς Ἀλαρίχου ἀπολωλέναι, ἀνενεγκόντα δὲ τὸν βασιλέα ὑπολαβεῖν Ἀλλ’ἔγωγε, ὦ ἑταῖρε, Ῥώμην μοι ἀπολωλέναι τὴν ὄρνιν ᾠήθην. τοσαύτῃ ἀμαθίᾳ τὸν βασιλέα τοῦτον ἔχεσθαι λέγουσι.
3.2.27τινὲς δὲ οὐχ οὕτω Ῥώμην Ἀλαρίχῳ ἁλῶναί φασιν, ἀλλὰ Πρόβην γυναῖκα, πλούτῳτε καὶ δόξῃ ἔν γε τῇ Ῥωμαίων βουλῇ ἐπιφανεστάτην μάλιστα οὖσαν οἰκτεῖραι μὲν λιμῷτε καὶ τῇ ἄλλῃ κακοπαθείᾳ διαφθειρομένους Ῥωμαίους, οἵ γε καὶ ἀλλήλων ἤδη ἐγεύοντο · ὁρῶσαν δὲ ὡς πᾶσα αὐτοὺς ἐλπὶς ἀγαθὴ ἐπιλελοίπει, τοῦτε ποταμοῦ καὶ τοῦ λιμένος ἐχομένου πρὸς τῶν πολεμίων, τοῖς οἰκέταις ἐγκελεύσασθαι νύκτωρ ἀνοιγνύναι τὰς πύλας.
3.2.28ἐπειδὴ δὲ Ἀλάριχος ἐκ Ῥώμης ἐξανίστασθαι ἔμελλεν, Ἄτταλον τῶν τινα εὐπατριδῶν βασιλέα Ῥωμαίων ἀνεῖπε, περιθέμενος αὐτῷ τότε διάδημα καὶ τὴν ἁλουργίδα καὶ εἴ τι ἄλλο ἐς βασιλικὸν ἀξίωμα ἥκει. ἔπρασσε δὲ ταῦτα ὡς παραλύσων μὲν τῆς βασιλείας Ὁνώριον, παραδώσων δὲ ἅπαν Ἀττάλῳ τὸ ἑσπέριον κράτος.
3.2.29τοιαύτῃ μὲν γνώμῃ Ἄτταλόςτε καὶ Ἀλάριχος ἐπὶ Ῥάβενναν στρατῷ πολλῷ ᾔεσαν. ἦν δὲ ὁ Ἄτταλος οὗτος οὔτε αὐτός τι νοεῖν ἱκανὸς οὔτε τῳ εὖ εἰπόντι πεισθῆναι.
3.2.30Ἀλαρίχου γοῦν ἥκιστα ἐπαινοῦντος ἐς Λιβύην στρατιᾶς χωρὶς ἄρχοντας ἔπεμψε. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.
3.2.31Βρεττανία δὲ ἡ νῆσος Ῥωμαίων ἀπέστη, οἵτε ἐκείνῃ στρατιῶται βασιλέα σφίσι Κωνσταντῖνον εἵλοντο, οὐκ ἀφανῆ ἄνδρα. ὃς δὴ αὐτίκα στόλοντε ἀγείρας νηῶν καὶ στρατιὰν λόγου ἀξίαν ἐς Ἱσπανίαντε καὶ Γαλλίαν ὡς δουλωσόμενος στρατῷ μεγάλῳ ἐσέβαλεν.
3.2.32Ὁνώριος δὲ πλοῖα μὲν ἐν παρασκευῇ εἶχε, προσεδέχετο δὲ τὰς ἐκ Λιβύης τύχας, ὅπως, ἢν μὲν ἀποκρουσθεῖεν οἱ παρὰ Ἀττάλου σταλέντες, πλέοιτε αὐτὸς ἐπὶ Λιβύης καὶ μοῖράν τινα τῆς βασιλείας τῆς αὐτοῦ ἔχοι, ἢν δὲ ἀπ’ἐναντίας αὐτῷ τὰ ἐκείνῃ πράγματα ἴοι, ἐς Θεοδόσιόντε ἵκοιτο καὶ σὺν αὐτῷ εἴη.
3.2.33Ἀρκαδίου γὰρ ἤδη πολλῷ πρότερον τελευτήσαντος, Θεοδόσιος ἐκείνου υἱὸς, ἔτι παῖς ὢν κομιδῆ, εἶχε τῆς ἕω ἀρχήν.
3.2.34ταῦτα Ὁνωρίῳ καραδοκοῦντι καὶ ἐν τρικυμίαις φερομένῳ τῆς τύχης εὐτυχήματα θαυμάσια ἡλίκα ξυνηνέχθη γενέσθαι.
3.2.35φιλεῖ γὰρ ὁ θεὸς τοῖς οὔτε ἀγχίνοις οὔτε τι οἴκοθεν μηχανᾶσθαι οἵοιςτε οὖσιν, ἢν μὴ πονηροὶ εἶεν, ἀπορουμένοις τὰ ἔσχατα ἐπικουρεῖντε καὶ ξυλλαμβάνεσθαι. ὁποῖον δή τι καὶ τῷ βασιλεῖ τούτῳ τετύχηκεν.
3.2.36ἔκτε γὰρ Λιβύης ὡς διαφθαρεῖεν οἱ Ἀττάλου ἄρχοντες ἄφνω ἠγγέλλετο καὶ νηῶν πλῆθος ἐκ Βυζαντίου στρατιώτας ἔχουσαι ὅτι πλείστους ἐς ἐπικουρίαν αὐτῷ ἀφικομένους οὐ προσδεχομένῳ παρῆσαν, διάφορόςτε Ἀττάλῳ γεγονὼς Ἀλάριχος τότε τοῦ βασιλέως αὐτὸν ἀφαιρεῖται σχῆμα καὶ ἐν ἰδιώτου ἤδη τελοῦντα μοίρᾳ ἐν φυλακῇ εἶχε.
3.2.37μετὰ δὲ Ἀλάριχος μὲν τελευτᾷ νόσῳ, ὁ δὲ τῶν Οὐισιγότθων στρατὸς, ἡγουμένου σφίσιν Ἀδαούλφου, ἐπὶ Γαλλίας ἐχώρησαν, καὶ Κωνσταντῖνος μάχῃ ἡσσηθεὶς ξὺν τοῖς παισὶ θνήσκει.
3.2.38Βρεττανίαν μέντοι Ῥωμαῖοι ἀνασώσασθαι οὐκέτι ἔσχον, ἀλλ’οὖσα ὑπὸ τυράννοις ἀπ’αὐτοῦ ἔμεινε.
3.2.39Γότθοι δὲ τὴν ἐπὶ τοῦ Ἴστρου διάβασιν ποιησάμενοι Παννονίαν μὲν τὰ πρῶτα ἔσχον, ἔπειτα δὲ βασιλέως δόντος ᾤκησαν τὰ ἐπὶ τῆς Θρᾴκης χωρία.
3.2.40ἐνταῦθάτε οὐ πολὺν διατρίψαντες χρόνον τῆς ἑσπερίας ἐκράτησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ τῶν Γότθων εἰρήσεται.
3.3.1Βανδίλοι δὲ ἀμφὶ τὴν Μαιῶτιν ᾠκημένοι λίμνην, ἐπειδὴ λιμῷ ἐπιέζοντο, ἐς Γερμανούςτε, οἳ νῦν Φράγγοι καλοῦνται, καὶ ποταμὸν Ῥῆνον ἐχώρουν, Ἀλανοὺς ἑταιρισάμενοι, Γοτθικὸν ἔθνος.
3.3.2εἶτα ἐνθένδε, ἡγουμένου αὐτοῖς Γωδιγίσκλου, ἐν Ἱσπανίᾳ ἱδρύσαντο, ἣ πρώτη ἐστὶν ἐξ ὠκεανοῦ χώρα τῆς Ῥωμαίων ἀρχῆς. τότε ξυμβαίνει Γωδιγίσκλῳ Ὁνώριος ἐφ’ᾧ δὴ οὐκ ἐπὶ λύμῃ τῆς χώρας ἐνταῦθα ἱδρύσονται.
3.3.3νόμου δὲ ὄντος Ῥωμαίοις, ἤν τινες οὐχ ὑπὸ ταῖς οἰκείαις χερσὶ τὰ σφέτερα αὐτῶν ἔχοιεν καὶ τρίβοιτο χρόνος εἰς τριάκοντα ἐνιαυτοὺς ἥκων, τούτοις δὴ οὐκέτι εἶναι κυρίοις ἐπὶ τοὺς βιασαμένους ἰέναι, ἀλλ’ἐς παραγραφὴν αὐτοῖς ἀποκεκρίσθαι τὴν ἐς τὸ δικαστήριον εἴσοδον, νόμον ἔγραψεν ὅπως ὁ τῶν Βανδίλων χρόνος, ὃν ἂν ἔν γε τῇ Ῥωμαίων ἀρχῇ διατρίβοιεν, ἐς ταύτην δὴ τὴν τριακοντοῦτιν παραγραφὴν ἥκιστα φέροιτο.
3.3.4Ὁνώριος μὲν, ἐς τοῦτό οἱ τῆς ἑσπερίας ἐληλαμένης, ἐτελεύτησε νόσῳ. ἐτύγχανε δὲ πρότερον ξὺν τῷ Ὁνωρίῳ τὴν βασιλείαν Κωνστάντιος ἔχων, τῆς Ἀρκαδίουτε καὶ Ὁνωρίου ἀδελφῆς Πλακιδίας ἀνὴρ, ὃς ἡμέρας τῇ ἀρχῇ ἐπιβιοὺς ὀλίγας, πονήρωςτε νοσήσας εἶτα ἀπέθανεν, Ὁνωρίου ζῶντος οὐδὲν οὔτε εἰπεῖν λόγου ἄξιον οὔτε πρᾶξαι ἰσχύσας. οὐ γὰρ αὐτῷ ἐπήρκει ὁ χρόνος, ὃν ἐν τῇ βασιλείᾳ ἐβίου.
3.3.5τούτου δὴ τοῦ Κωνσταντίου παῖς Βαλεντινιανὸς, ἄρτι τοῦ τιτθοῦ ἀπαλλαγεὶς, ἐν τοῖς Θεοδοσίου βασιλείοις ἐτρέφετο, οἱ δὲ τῆς ἐν Ῥώμῃ βασιλέως αὐλῆς τῶν τινα ἐκείνῃ στρατιωτῶν, Ἰωάννην ὄνομα, βασιλέα αἱροῦνται.
3.3.6ἦν δὲ οὗτος ἀνὴρ πρᾷόςτε καὶ ξυνέσεως εὖ ἥκων καὶ ἀρετῆς μεταποιεῖσθαι ἐξεπιστάμενος.
3.3.7πέντε γοῦν ἔτη τὴν τυραννίδα ἔχων μετρίως ἐξηγήσατο, καὶ οὔτε τοῖς διαβάλλουσι τὴν ἀκοὴν ὑπέσχεν οὔτε φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι οὔτε χρημάτων ἀφαιρέσει ἐπέθετο · ἐς δὲ βαρβάρους οὐδὲν ὅ τι καὶ πρᾶξαι οἷόςτε ἐγεγόνει, ἐπεί οἱ τὰ ἐκ Βυζαντίου πολέμια ἦν.
3.3.8ἐπὶ τοῦτον τὸν Ἰωάννην Θεοδόσιος ὁ Ἀρκαδίου στρατὸν πολὺν πέμψας καὶ στρατηγοὺς Ἄσπαράτε καὶ Ἀρδαβούριον τὸν Ἄσπαρος υἱὸν, αὐτόντε ἀφαιρεῖται τὴν τυραννίδα καὶ Βαλεντινιανῷ ἔτι παιδὶ ὄντι τὴν βασιλείαν παρέδωκε.
3.3.9ζῶντα δὲ Βαλεντινιανὸς Ἰωάννην λαβὼν ἔντε τῷ Ἀκυληίας ἱπποδρομίῳ τὴν ἑτέραν ταῖν χεροῖν ἀποκοπέντα εἰσῆγεν ἐπόμπευσέτε ὄνῳ ὀχούμενον, καὶ πολλὰ παρὰ τῶν ἀπὸ σκηνῆς ἐνταῦθα παθόντατε καὶ ἀκούσαντα ἔκτεινεν. οὕτω μὲν Βαλεντινιανὸς τὸ τῆς ἑσπερίας παρέλαβε κράτος.
3.3.10Πλακιδία δὲ ἡ αὐτοῦ μήτηρ θηλυνομένην παιδείαντε καὶ τροφὴν τὸν βασιλέα τοῦτον ἐξέθρεψέτε καὶ ἐξεπαίδευσε, καὶ ἀπ’αὐτοῦ κακίας ἔμπλεως ἐκ παιδὸς γέγονε.
3.3.11φαρμακεῦσίτε γὰρ τὰ πολλὰ καὶ τοῖς ἐς τὰ ἄστρα περιέργοις ὡμίλει, ἔςτε ἀλλοτρίων γυναικῶν ἔρωτας δαιμονίως ἐσπουδακὼς πολλῇ ἐχρῆτο ἐς τὴν δίαιταν παρανομίᾳ, καίπερ γυναικὶ ξυνοικῶν εὐπρεπεῖ τὴν ὄψιν ἐς ἄγαν οὔσῃ.
3.3.12ταῦτά τοι οὐ δέ τι ἀνεσώσατο τῇ βασιλείᾳ ὧν ἀφῄρητο πρότερον, ἀλλὰ καὶ Λιβύην προσαπώλεσε καὶ αὐτὸς ἐφθάρη.
3.3.13καὶ ἐπειδὴ ἐτελεύτησε, τῇτε γυναικὶ ταῖςτε παισὶ δορυαλώτοις γενέσθαι ξυνέπεσε. γέγονε δὲ ὧδε τὸ ἐν Λιβύῃ πάθος.
3.3.14στρατηγὼ δύο Ῥωμαίων ἤστην, Ἀέτιόςτε καὶ Βονιφάτιος, καρτερώτε ὡς μάλιστα καὶ πολλῶν πολέμων ἐμπείρω τῶν γε κατ’ἐκεῖνον τὸν χρόνον οὐδενὸς ἧσσον.
3.3.15τούτω τὼ ἄνδρε διαφόρω μὲν τὰ πολιτικὰ ἐγενέσθην, ἐς τοσοῦτον δὲ μεγαλοψυχίαςτε καὶ τῆς ἄλλης ἀρετῆς ἡκέτην ὥστε, εἴ τις αὐτοῖν ἑκάτερον ἄνδρα Ῥωμαίων ὕστατον εἴποι, οὐκ ἂν ἁμάρτοι · οὕτω τὴν Ῥωμαίων ἀρετὴν ξύμπασαν ἐς τούτω τὼ ἄνδρε ἀποκεκρίσθαι τετύχηκε.
3.3.16τούτοιν τὸν ἕτερον Βονιφάτιον ἡ Πλακιδία στρατηγὸν ἀπέδειξε Λιβύης ἁπάσης. τοῦτο δὲ οὐ βουλομένῳ ἦν Ἀετίῳ, ἀλλ’ἥκιστά γε ὡς αὐτὸν οὐκ ἀρέσκει ἐξήνεγκεν. οὔπω γὰρ αὐτοῖν ἡ ἔχθρα ἐς φῶς ἐληλύθει, ἀλλ’ὑπὸ τῷ προσώπῳ ἑκατέρῳ ἐκρύπτετο.
3.3.17ἐπεὶ δέ οἱ Βονιφάτιος ἐκποδὼν ἐγεγόνει, διέβαλεν αὐτὸν ἐς τὴν Πλακιδίαν ὡς τυραννοίη, ἀποστερήσας αὐτήντε καὶ βασιλέα Λιβύης ἁπάσης, ῥᾴδιόντε εἶναι αὐτῇ ἔλεγε τα- τἀληθὲς ἐξευρεῖν · ἢν γὰρ μεταπέμποιτο Βονιφάτιον ἐς Ῥώμην, οὐ μή ποτε ἔλθῃ.
3.3.18ἐπεὶ δὲ ταῦτα ἤκουσεν ἡ γυνὴ, εὖτέ οἱ εἰπεῖν Ἀέτιος ἔδοξε καὶ κατὰ ταῦτα ἐποίει. προτερήσας δὲ Ἀέτιος ἔγραψε πρὸς Βονιφάτιον λάθρα ὡς ἐπιβουλεύοι αὐτῷ ἡ βασιλέως μήτηρ καὶ βούλοιτο αὐτὸν ἐκποδὼν ποιήσασθαι.
3.3.19καί οἱ τεκμήριον τῆς ἐπιβουλῆς προηγόρευεν ἔσεσθαι μέγα · ἐξ αἰτίας γὰρ οὐδεμιᾶς αὐτίκα μάλα μετάπεμπτος ἔσται. ταῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου.
3.3.20Βονιφάτιος δὲ οὐκ ἀλογήσας τὰ γεγραμμένα, ἐπειδὴ τάχιστα παρῆσαν οἳ αὐτὸν ὡς βασιλέα ἐκάλουν, ἀπεῖπε τὸ μὴ βασιλεῖτε καὶ τῇ αὐτοῦ μητρὶ ἐπακούειν, οὐδενὶ τὴν Ἀετίου ὑποθήκην ἐκφήνας.
3.3.21Πλακιδία μὲν οὖν ὡς ταῦτα ἤκουσεν, Ἀέτιόντε τοῖς βασιλέως πράγμασιν εὔνουν ἐς τὰ μάλιστα ᾤετο εἶναι καὶ τὰ ἀπὸ Βονιφατίου ἐν βουλῇ εἶχε.
3.3.22Βονιφάτιος δὲ (καὶ γάρ οἱ οὔτε βασιλεῖ ἐδόκει ἀντιτάξασθαι οἵῳτε εἶναι ἐς Ῥώμηντε ἀπιόντι οὐδεμία σωτηρία ἐφαίνετο) βουλεύεται ὅπως οἱ, ἢν δύνηται, ὁμαιχμία ἐς τοὺς Βανδίλους ἔσται, οἳ ἐν Ἱσπανίᾳ, ὡς πρόσθεν εἴρηται, οὐ πόρρω Λιβύης ἱδρύσαντο.
3.3.23ἔνθα δὴ Γωδίγισκλος μὲν ἐτεθνήκει, διεδέξαντο δὲ τὴν ἀρχὴν οἱ ἐκείνου παῖδες, Γόνθαρις μὲν ἐκ γυναικὸς αὐτῷ γαμετῆς γεγονὼς, Γιζέριχος δὲ νόθος.
3.3.24ἀλλ’ὁ μὲν ἔτιτε ἦν παῖς καὶ τὸ δραστήριον οὐ σφόδρα ἔχων, Γιζέριχος δὲ τάτε πολέμια ὡς ἄριστα ἐξήσκητο καὶ δεινότατος ἦν ἀνθρώπων ἁπάντων.
3.3.25πέμψας οὖν ἐς Ἱσπανίαν Βονιφάτιος τοὺς αὑτῷ μάλιστα ἐπιτηδείους ἑκάτερον τῶν Γωδιγίσκλου παίδων ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ προσεποιήσατο, ἐφ’ᾧ αὐτῶν ἕκαστον τὸ Λιβύης τριτημόριον ἔχοντα τῶν κατ’αὐτὸν ἄρχειν · ἢν δέ τις ἐπ’αὐτῶν τινα ἴοι πολεμήσων, κοινῇ τοὺς ἐπιόντας ἀμύνασθαι.
3.3.26ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ Βανδίλοι τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες ἐς Λιβύην ἀφίκοντο καὶ Οὐισίγοτθοι ἐν τῷ ὑστέρῳ χρόνῳ ἐν Ἱσπανίᾳ ἱδρύσαντο.
3.3.27ἐν δὲ τῇ Ῥώμῃ οἱ Βονιφατίῳ ἐπιτήδειοι, τοῦτε τρόπου ἐνθυμούμενοι τοῦ ἀνθρώπου ἐκλογιζόμενοίτε ἡλίκος ὁ παράλογος ἦν, ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, εἰ Βονιφάτιος τυραννοίη, τινὲς δὲ αὐτῶν Πλακιδίας ἐπαγγελλούσης ἐς Καρχηδόνα ἦλθον.
3.3.28ἔνθα δὴ Βονιφατίῳ συγγενόμενοι τάτε Ἀετίου γράμματα εἶδον καὶ τὸν πάντα λόγον ἀκούσαντες ἐς Ῥώμηντε ὡς εἶχον τάχους ἀνέστρεφον καὶ ὅπως αὐτῇ Βονιφάτιος ἔχοι ἀπήγγελλον.
3.3.29καταπλαγεῖσα δὲ ἡ γυνὴ Ἀέτιον μὲν εἰργάσατο οὐδὲν ἄχαρι οὐ δέ τι ὠνείδισεν ὧν αὐτῷ ἐς τὸν βασιλέως οἶκον ἐπέπρακτο, ἐπεὶ αὐτόςτε δυνάμει μεγάλῃ ἐχρῆτο καὶ τὰ τῆς βασιλείας πράγματα πονηρὰ ἤδη ἦν · τοῖς δὲ Βονιφατίου φίλοις τήντε Ἀετίου ὑποθήκην ἔφραζε καὶ πίστεις παρεχομένη καὶ ὅρκια ἔχρῃζεν αὐτῶν ὅπως τὸν ἄνδρα, ἢν δύνωνται, πείσουσιν ἐπανήκειν ἐς τὰ πάτρια ἤθη, οὐ περιιδόντα ὑπὸ βαρβάροις κειμένην τὴν Ῥωμαίων ἀρχήν.
3.3.30ἐπεὶ δὲ ὁ Βονιφάτιος ἤκουσε ταῦτα, τῆςτε πράξεως αὐτῷ καὶ τῆς ἐς τοὺς βαρβάρους ὁμολογίας μετέμελε, καὶ αὐτοὺς ἐλιπάρει μύρια πάντα ὑποδεχόμενος ἀπὸ Λιβύης ἀνίστασθαι.
3.3.31τῶν δὲ οὐκ ἐνδεχομένων τοὺς λόγους, ἀλλὰ περιυβρίζεσθαι οἰομένων, ἐς χεῖρας αὐτοῖς ἐλθεῖν ἠναγκάσθη καὶ ἡσσηθεὶς τῇ μάχῃ ἐς Ἱππονερέγιον ἀνεχώρησε, πόλιν ὀχυρὰν ἐν Νουμιδίᾳ τῇ ἐπὶ θαλάσσῃ κειμένην.
3.3.32ἔνθα δὴ οἱ Βανδίλοι στρατοπεδευσάμενοι Γιζερίχου σφίσιν ἡγουμένου ἐπολιόρκουν · Γόνθαρις γὰρ ἤδη ἐτεθνήκει.
3.3.33φασὶ δὲ αὐτὸν πρὸς τοῦ ἀδελφοῦ ἀπολέσθαι. Βανδίλοι δὲ τούτοις οὐχ ὁμολογοῦντες Γόνθαρίν φασιν ἐν Ἱσπανίᾳ πρὸς Γερμανῶν ξυλληφθέντα ἐν μάχῃ ἀνασκολοπισθῆναι, καὶ Γιζέριχον ἤδη αὐτοκράτορα ὄντα Βανδίλοις ἐς Λιβύην ἡγήσασθαι.
3.3.34ταῦτα μὲν δὴ οὕτω πρὸς Βανδίλων ἀκήκοα. χρόνου δὲ πολλοῦ διελθόντος, ἐπεὶ οὔτε βίᾳ οὔτε ὁμολογίᾳ τὸ Ἱππονερέγιον παραστήσασθαι οἷοίτε ἦσαν καὶ τῷ λιμῷ ἐπιέζοντο, τὴν προσεδρείαν διέλυσαν.
3.3.35ὀλίγῳ δὲ ὕστερον χρόνῳ Βονιφάτιόςτε καὶ οἱ ἐν Λιβύῃ Ῥωμαῖοι, ἐπεὶ αὐτοῖς ἔκτε Ῥώμης καὶ Βυζαντίου πολὺς στρατὸς ἦλθε καὶ στρατηγὸς Ἄσπαρ, ἀναμαχέσασθαίτε ἠξίουν καὶ μάχης καρτερᾶς γενομένης παρὰ πολὺ ἡσσημένοι τῶν πολεμίων ὅπη ἕκαστος ἐδύναντο ἐς φυγὴν ὥρμηντο.
3.3.36καὶ ὅτε Ἄσπαρ ἐπ’οἴκου ἀπεκομίσθη καὶ Βονιφάτιος ὡς Πλακιδίαν ἀφικόμενος τὴν ὑποψίαν διέλυεν, ὡς οὐκ ἐξ ἀληθοῦς αἰτίας ἐς αὐτὸν γένοιτο.
3.4.1τὴν μὲν δὴ Λιβύην οὕτω Βανδίλοι Ῥωμαίους ἀφελόμενοι ἔσχον. τῶν δὲ πολεμίων οὓς λάβοιεν ζῶντας ἐν ἀνδραπόδων ποιούμενοι μοίρᾳ ἐν φυλακῇ εἶχον.
3.4.2ἐν τούτοις δὲ καὶ Μαρκιανὸν ξυνέπεσεν εἶναι, ὃς ὕστερον τελευτήσαντος Θεοδοσίου τὴν βασιλείαν παρέλαβε.
3.4.3τότε μέντοι Γιζέριχος ἐν τῇ βασιλέως αὐλῇ παρεῖναι τοὺς αἰχμαλώτους ἐκέλευεν, ὅπως οἱ εἰδέναι σκοπουμένῳ ἐξῇ ὅτῳ ἂν δεσπότῃ αὐτῶν ἕκαστος οὐκ ἀπὸ τῆς αὑτοῦ ἀξίας δουλεύοι.
3.4.4καὶ ἐπειδὴ ξυνελέγησαν αἴθριοι, ἀμφὶ ἡμέραν μέσην ὥρᾳ θέρους ἀχθόμενοι τῷ ἡλίῳ ἐκάθηντο. ἐν αὐτοῖς δὲ καὶ Μαρκιανὸς ὅπου δὴ ἀπημελημένως ἐκάθευδε.
3.4.5καί τις αὐτοῦ ἀετὸς ὑπερίπτατο, τὰ πτερὰ, ὡς λέγουσι, διαπετάσας, ἀείτε μένων ἐν τῇ αὐτῇ τοῦ ἀέρος χώρᾳ μόνον τὸν Μαρκιανὸν ἐπεσκίαζεν.
3.4.6ἐκ δὲ τῶν ὑπερῴων τὸ ποιούμενον ἰδὼν Γιζέριχος, ἀγχίνους τις ὢν μάλιστα, θεῖόντε εἶναι τὸ πρᾶγμα ὑπώπτευσε καὶ τὸν ἄνθρωπον μεταπεμψάμενος ἐπυνθάνετο αὐτοῦ ὅστις ποτὲ εἴη.
3.4.7ὁ δὲ τῶν ἀπορρήτων Ἄσπαρι ἔφη κοινωνὸς εἶναι · δομέστικον δὲ τοῦτον τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι.
3.4.8ταῦτα Γιζερίχῳ ἀκούσαντι καὶ ξυμβαλλομένῳ μὲν τὸ τοῦ ὄρνιθος ἔργον, τὴν δὲ Ἄσπαρος δύναμιν ἐν νῷ ἔχοντι ὅσῃ ἐν Βυζαντίῳ ἐχρῆτο, καταφανὲς ἐγίνετο ὡς εἰς βασιλείαν ὁ ἀνὴρ ἄγοιτο.
3.4.9κτεῖναι μὲν οὖν αὐτὸν ἥκιστα ἐδικαίου, ἐκλογιζόμενος ὡς, ἢν μὲν ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζῃ, εὔδηλον ἔσται ὡς οὐδὲν ἂν τὸ τῷ ὄρνιθι ποιηθὲν εἴη (οὐ γὰρ βασιλέα τῇ σκιᾷ θεραπεύοι, ὅς γε αὐτίκα δὴ ἀπολεῖσθαι ἔμελλε), λόγῳτε αὐτὸν οὐδενὶ κτείνοι · ἢν δέ γε χρῆν ἐν τῷ ὑστέρῳ χρόνῳ βασιλεῦσαι τὸν ἄνθρωπον, οὐ μήποτέ οἱ θανάτῳ καταληπτὸς ἔσται · τὰ γὰρ τοῦ θεοῦ ἐς βουλὴν ἥκοντα οὐκ ἂν δύναιτο ἀνθρώπου γνώμῃ κωλυτὰ εἶναι.
3.4.10ὅρκοις δὲ αὐτὸν καταλαμβάνει ὡς, ἢν ἐπ’αὐτῷ ἔσται, οὔποτε πρός γε Βανδίλους ἐν ὅπλοις γένηται. οὕτω δὴ Μαρκιανὸς ἀφειμένος ἐς Βυζάντιον ἀφίκετο καὶ Θεοδοσίου χρόνῳ ὕστερον τελευτήσαντος ἐδέξατο τὴν βασιλείαν.
3.4.11καὶ τὰ μὲν ἄλλα ξύμπαντα βασιλεὺς ἐγεγόνει ἀγαθὸς, τὰ δὲ ἀμφὶ Λιβύην ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἀλλὰ ταῦτα μὲν ἐν τῷ ὑστέρῳ χρόνῳ ἐγένετο.
3.4.12Γιζέριχος δὲ τότε Ἄσπαράτε καὶ Βονιφάτιον μάχῃ νικήσας πρόνοιάντε ἐπιδειξάμενος ἀφηγήσεως ἀξίαν, τὴν εὐτυχίαν ὡς μάλιστα ἐκρατύνατο.
3.4.13δείσας γὰρ, ἢν καὶ αὖθις ἔκτε Ῥώμης καὶ Βυζαντίου στρατὸς ἐπ’αὐτὸν ἴοι, μὴ οὐχ οἷοίτε ὦσιν οἱ Βανδίλοι τῇτε ῥώμῃ καὶ τῇ τύχῃ ὁμοίᾳ χρῆσθαι, ἐπεὶ τὰ ἀνθρώπεια τοῖςτε θείοις σφάλλεσθαι καὶ τοῖς σώμασι φιλεῖ ἐλασσοῦσθαι, οὐχ οἷς εὐημέρησεν ἐπηρμένος, ἀλλ’οἷς ἔδεισε μέτριος γεγονὼς, σπονδὰς πρὸς βασιλέα Βαλεντινιανὸν ποιεῖται ἐφ’ᾧ ἐς ἕκαστον ἔτος δασμοὺς ἐκ Λιβύης βασιλεῖ φέρειν, ἕνατε τῶν παίδων Ὁνώριχον ἐν ὁμήρου μοίρᾳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ παρέδωκε.
3.4.14Γιζέριχος μὲν οὖν ἔντε τῇ μάχῃ ἐγένετο ἀνὴρ ἀγαθὸς καὶ τὴν νίκην ὡς ἀσφαλέστατα διεφύλαξε καὶ Ὁνώριχον τὸν παῖδα τῆς φιλίας αὐτοῖς ἐπὶ μέγα χωρούσης ἀπέλαβεν.
3.4.15ἐν δὲ δὴ Ῥώμῃ Πλακιδία μὲν πρότερον ἐτελεύτα, ἔπειτα δὲ Βαλεντινιανὸς ὁ ταύτης υἱὸς, ἄπαις ἀρσενογόνου, θυγατέρε μέντοι αὐτῷ δύο ἐξ Εὐδοξίας τῆς Θεοδοσίου παιδὸς ἐγενέσθην. ὅτῳ δὲ τρόπῳ Βαλεντινιανὸς ἐτελεύτα, λέξων ἔρχομαι.
3.4.16Μάξιμός τις ἦν ἐκ γερουσίας ἀνὴρ Ῥωμαῖος, ἐκ τῆς ἐκείνου Μαξίμου οἰκίας, ὃν ὁ πρεσβύτερος Θεοδόσιος τυραννοῦντα καθελὼν ἔκτεινεν · ὑπὲρ οὗ δὴ καὶ τὴν ἐνιαύσιον ἑορτὴν ἄγουσι Ῥωμαῖοι τῆς τοῦ Μαξίμου ἥσσης ἐπώνυμον.
3.4.17οὗτος ὁ νεώτερος Μάξιμος γυναικὶ ξυνῴκει σώφρονίτε τὸν τρόπον καὶ τὸ κάλλος διαβοήτῳ ἐς ἄγαν οὔσῃ. διὸ δὴ αὐτῇ ἐς κοίτην ἐλθεῖν Βαλεντινιανῷ τις ἐπιθυμία ἐγένετο.
3.4.18καὶ ἐπεὶ βουλομένῳ αὐτῇ ξυγγενέσθαι ἀμήχανα ἦν, ἐβούλευσέτε ἀνόσια ἔργα καὶ ἐπιτελῆ ταῦτα ἐποίησε.
3.4.19μεταπεμψάμενος γὰρ τὸν Μάξιμον ἐς παλάτιον ξὺν αὐτῷ ἐς τὸ πεττεύειν καθίστατο, καὶ χρυσίον ῥητὸν ἐτέτακτο ἡ ζημία τῷ ἡσσηθέντι ·
3.4.20νενικηκὼς δὲ ὁ βασιλεὺς ἐν τούτῳ τῷ ἔργῳ καὶ τὸν Μαξίμου δακτύλιον ἐνέχυρον τῷ ξυγκειμένῳ κεκομισμένος ἐς τὴν ἐκείνου οἰκίαν πέμπει, εἰπεῖν ἐπιστείλας τῇ γυναικὶ ὅτι δὴ αὐτὴν κελεύει Μάξιμος ὡς τάχιστα ἐς παλάτιον ἥκειν τὴν βασιλίδα Εὐδοξίαν ἀσπασομένην.
3.4.21καὶ ἡ μὲν τὸν λόγον τῷ δακτυλίῳ τεκμηραμένη Μαξίμου εἶναι ἐσβᾶσα εἰς τὸ φορεῖον κομίζεται ἐς τὴν βασιλέως αὐλήν.
3.4.22λαβόντες δὲ αὐτὴν οἷς δὴ αὕτη ἐκ βασιλέως ἡ ὑπουργία ἐπέκειτο, εἰσάγουσιν εἴς τι δωμάτιον τῆς γυναικωνίτιδος μακρὰν ἄποθεν, οὗ δὴ αὐτῇ ὁ Βαλεντινιανὸς ἐντυχὼν οὔτι ἑκουσίαν βιάζεται.
3.4.23ἡ δὲ μετὰ τὴν ὕβριν ἐς τοῦ ἀνδρὸς τὴν οἰκίαν ἐλθοῦσα δεδακρυμένητε καὶ τῇ συμφορᾷ ὡς ἔνι μάλιστα περιαλγοῦσα πολλὰς ἐπέβαλε τῷ Μαξίμῳ ἀρὰς, ἅτε τοῖς πεπραγμένοις τὴν αἰτίαν παρασχομένῳ.
3.4.24περιώδυνος τοίνυν ὁ Μάξιμος τοῖς ξυμπεσοῦσι γενόμενος αὐτίκα μὲν εἰς ἐπιβουλὴν τοῦ βασιλέως καθίστατο, ὡς δὲ τὸν Ἀέτιον ἑώρα μέγα δυνάμενον, ὃς καὶ Ἀττίλαν ἄρτι ἐνενικήκει στρατῷ μεγάλῳ Μασσαγετῶντε καὶ τῶν ἄλλων Σκυθῶν ἐς τὴν Ῥωμαίων ἀρχὴν ἐσβαλόντα, ἐνθύμιόν οἱ ἐγένετο ὥς οἱ Ἀέτιος ἐς τὰ πρασσόμενα ἐμπόδιος ἔσται.
3.4.25ταῦτάτε διανοουμένῳ ἄμεινον ἔδοξεν εἶναι τὸν Ἀέτιον ἐκποδὼν ποιήσασθαι πρότερον, οὐδὲν ποιησαμένῳ ὅτι ἐς αὐτὸν περιέστηκε πᾶσα ἡ Ῥωμαίων ἐλπίς.
3.4.26τῶν δὲ ἀμφὶ τὴν βασιλέως θεραπείαν εὐνούχων εὐνοϊκῶς οἱ ἐχόντων, ἀνέπεισε ταῖς αὐτῶν μηχαναῖς βασιλέα ὡς νεωτέροις πράγμασιν ἐγχειροίη Ἀέτιος.
3.4.27Βαλεντινιανὸς δὲ ἄλλῳ οὐδενὶ ὅτι μὴ τῇ Ἀετίου δυνάμειτε καὶ ἀρετῇ τεκμηριώσας τὸν λόγον ὑγιᾶ εἶναι κτείνει τὸν ἄνδρα.
3.4.28ὅτε δὴ καὶ Ῥωμαίων τις ἔπος εἰπὼν ηὐδοκίμησεν. ἐρομένου γὰρ αὐτὸν βασιλέως εἴ οἱ καλῶς ὁ τοῦ Ἀετίου θάνατος ἐργασθείη, ἀπεκρίνατο λέγων οὐκ ἔχειν μὲν εἰδέναι τοῦτο εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτῷ εἴργασται, ἐκεῖνο μέντοι ὡς ἄριστα ἐξεπίστασθαι ὅτι αὑτοῦ τὴν δεξιὰν τῇ ἑτέρᾳ χειρὶ ἀποτεμὼν εἴη.
3.4.29Ἀετίου γοῦν τελευτήσαντος Ἀττίλας, οὐδενός οἱ ἀντιπάλου ὄντος, Εὐρώπηντε ξύμπασαν πόνῳ οὐδενὶ ἐληίζετο καὶ βασιλείαν ἑκατέραν ἐπακούουσαν ἐς φόρου ἀπαγωγὴν ἔσχε. δασμοὶ γὰρ αὐτῷ πρὸς τῶν βασιλέων ἐπέμποντο ἀνὰ πᾶν ἔτος.
3.4.30τότε τῷ Ἀττίλᾳ πόλιν Ἀκυληίαν πολιορκοῦντι μεγάληντε καὶ ἀτεχνῶς πολυάνθρωπον, παραλίαν μὲν, ἐκτὸς δὲ κόλπου τοῦ Ἰονίου οὖσαν, τοιόνδε φασὶν εὐτύχημα ξυνενεχθῆναι.
3.4.31λέγουσι γὰρ αὐτὸν, ἐπειδὴ οὔτε βίᾳ οὔτε τῳ ἄλλῳ τρόπῳ οἷόςτε ἦν τὸ χωρίον ἑλεῖν, πρόςτε τὴν προσεδρείαν ἀπειπεῖν, ἤδη ἐπὶ μακρότατον γεγενημένην, καὶ ἅπαν κελεῦσαι τὸ στράτευμα τὰ ἐς τὴν ἀναχώρησιν ἐν παρασκευῇ αὐτίκα δὴ μάλα ποιήσασθαι, ὅπως δὴ τῇ ὑστεραίᾳ ἐνθένδε ἅπαντες ἐξανιστῶνται ἅμα ἡλίῳ ἀνίσχοντι.
3.4.32ἡμέρᾳ δὲ τῇ ἐπιγινομένῃ ἀμφὶ ἡλίου ἀνατολὰς λύσαντας μὲν τὴν προσεδρείαν τοὺς βαρβάρους τῆς ἀφόδου ἔχεσθαι ἤδη, ἕνα δὲ πελαργὸν ἐπὶ πύργου τινὸς τοῦ τῆς πόλεως περιβόλου καλιάντε ἔχοντα καὶ νεοττοὺς τρέφοντα ἐνθένδε ἐκ τοῦ αἰφνιδίου ξὺν τοῖς τέκνοις ἐξαναστῆναι.
3.4.33καὶ τὸν μὲν πατέρα πελαργὸν ἵπτασθαι, τοὺς δὲ πελαργιδεῖς, ἅτε οὔπω ἐκπετησίμους παντάπασιν ὄντας, τὰ μὲν αὐτῷ μετέχειν τῆς πτήσεως, τὰ δὲ ἐπὶ τοῦ νώτου τοῦ πατρὸς φέρεσθαι, οὕτωτε ἀποπτάντας τῆς πόλεως ἑκαστάτω γενέσθαι.
3.4.34ὃ δὴ Ἀττίλαν κατιδόντα (ἦν γὰρ δεινότατος ξυνεῖναίτε καὶ ξυμβαλεῖν ἅπαντα) κελεῦσαι τὸν στρατὸν αὖθις ἐν χώρῳ τῷ αὐτῷ μένειν, ἐπειπόντα οὐκ ἄν ποτε εἰκῆ ἐνθένδε ἀποπτάντα ξὺν τοῖς νεοττοῖς τὸν ὄρνιν οἴχεσθαι, εἰ μή τι ἐμαντεύετο φλαῦρον οὐκ εἰς μακρὰν τῷ χωρίῳ ξυμβήσεσθαι.
3.4.35οὕτω μὲν τὸ τῶν βαρβάρων στρατόπεδον αὖθις ἐς τὴν πολιορκίαν καταστῆναί φασι, τοῦ δὲ περιβόλου μοῖράν τινα οὐ πολλῷ ὕστερον ἐκείνην, ἣ τὴν τοῦ ὄρνιθος τούτου καλιὰν εἶχεν, ἀπ’οὐδεμιᾶς αἰτίας ἐξαπιναίως καταπεσεῖν καὶ τοῖς πολεμίοις ταύτῃ ἐσιτητὰ ἐς τὴν πόλιν γενέσθαι, οὕτωτε τὴν Ἀκυληίαν κατὰ κράτος ἁλῶναι. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἀκυληίᾳ ταύτῃ πη ἔσχεν.
3.4.36ὕστερον δὲ καὶ βασιλέα οὐδενὶ πόνῳ ἔκτεινε Μάξιμος καὶ τὴν τυραννίδα ἔσχε, τῇτε Εὐδοξίᾳ ξυγγέγονε βίᾳ. γυνὴ γὰρ, ἥπερ αὐτῷ ξυνῴκει, τετελευτήκει οὐ πολλῷ πρότερον. καί ποτε αὐτῇ ἐν τῇ κοίτῃ προσέφερε λόγον ὡς τοῦ αὐτῆς ἔρωτος εἵνεκα πάντα εἴη διαπεπραγμένος ἃ εἴργαστο.
3.4.37τήντε Εὐδοξίαν ἀχθομένην Μαξίμῳ καὶ πρότερον τίσασθαίτε αὐτὸν τῆς ἐς Βαλεντινιανὸν ἀδικίας ἐπιθυμοῦσαν ἔτι δὲ μᾶλλον εἰς αὐτὸν οἰδαίνειν ὁ λόγος ἐποίησεν, ἔςτε τὴν ἐπιβουλὴν ἐνῆγεν, ἐπεὶ τῷ ἀνδρὶ αὐτῆς ἕνεκα ξυμβῆναι τὴν συμφορὰν Μαξίμου λέγοντος ἤκουσε.
3.4.38καὶ ἐπειδὴ τάχιστα ἡμέρα ἐγένετο, πέμπει ἐς Καρχηδόνα, δεομένη Γιζερίχου, τιμωρεῖν Βαλεντινιανῷ ὑπ’ἀνδρὸς ἀνοσίου διαφθαρέντι, αὐτοῦτε ἀναξίως καὶ τῆς βασιλείας, καὶ αὐτὴν ῥύεσθαι πάσχουσαν πρὸς τοῦ τυράννου ἀνόσια.
3.4.39ἐπέσκηπτε δὲ ὡς φίλῳτε καὶ ξυμμάχῳ ὄντι Γιζερίχῳ καὶ τηλικοῦδε πάθους ἐς οἶκον τὸν βασιλέως ξυμβάντος τὸ μὴ οὐχὶ τιμωρῷ γενέσθαι οὐχ ὅσιόν ἐστιν. ἐκ Βυζαντίου γὰρ τιμωρίαν οὐδεμίαν ᾤετο ἔσεσθαι, Θεοδοσίου μὲν ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος, Μαρκιανοῦ δὲ τὴν βασιλείαν παραλαβόντος.
3.5.1Γιζέριχος δὲ δι’ἄλλο μὲν οὐδὲν, ὅτι δὲ αὐτῷ χρήματα μεγάλα ἔσεσθαι ὑπετόπαζε, στόλῳ πολλῷ ἐς Ἰταλίαν κατέπλευσεν. ἀναβὰς δὲ ἐς Ῥώμην, ἐπεὶ οὐδείς οἱ ἐμποδὼν ἕστηκε, τῶν βασιλείων ἐκράτησε.
3.5.2Μάξιμον μὲν οὖν φεύγοντα Ῥωμαῖοι λίθοις βαλόντες διέφθειραν, καὶ τήντε κεφαλὴν τῶντε ἄλλων μελῶν ἕκαστον ἀποτεμόμενοι διείλοντο σφίσι.
3.5.3Γιζέριχος δὲ τήντε Εὐδοξίαν ἅμα Εὐδοκίᾳτε καὶ Πλακιδίᾳ, ταῖς αὐτῆςτε καὶ Βαλεντινιανοῦ παισὶν, αἰχμάλωτον εἷλε, χρυσοῦτε καὶ τῶν ἄλλων βασιλέως κτημάτων πολύ τι χρῆμα ἐν ταῖς ναυσὶν ἐνθέμενος ἐς Καρχηδόνα ἔπλει, οὔτε χαλκοῦ οὔτε ἄλλου ὁτουοῦν ἐν τοῖς βασιλείοις φεισάμενος.
3.5.4ἐσύλησε δὲ καὶ τὸν τοῦ Διὸς τοῦ Καπιτωλίου νεὼν καὶ τοῦ τέγους τὴν ἡμίσειαν ἀφείλετο μοῖραν. τοῦτο δὲ τὸ τέγος χαλκοῦ μὲν τοῦ ἀρίστου ἐτύγχανεν ὂν, χρυσοῦ δὲ αὐτῷ ὑπερχυθέντος ἁδροῦ ὡς μάλιστα μεγαλοπρεπέςτε καὶ θαύματος πολλοῦ ἄξιον διεφαίνετο.
3.5.5τῶν δὲ μετὰ Γιζερίχου νεῶν μίαν μὲν, ἣ τὰς εἰκόνας ἔφερε, φασὶν ἀπολέσθαι, πάσαις δὲ ταῖς ἄλλαις οἱ Βανδίλοι ἐς τὸν Καρχηδόνος λιμένα κατῆραν.
3.5.6Εὐδοκίαν μὲν οὖν Γιζέριχος Ὁνωρίχῳ τῷ τῶν παίδων πρεσβυτέρῳ ξυνῴκισε, τὴν δὲ δὴ ἑτέραν (ἀνδρὶ γὰρ ξυνῴκει Ὀλυβρίῳ, τῶν ἐν βουλῇ τῇ Ῥωμαίων δοκιμωτάτῳ) ἅμα τῇ μητρὶ Εὐδοξίᾳ, ἐξαιτησαμένου βασιλέως, ἐς Βυζάντιον ἔπεμψεν.
3.5.7ἤδη δὲ τὸ τῶν ἑῴων κράτος ἐς Λέοντα περιεστήκει, Ἄσπαρος ἐς τοῦτο αὐτὸν καταστησαμένου, ἐπειδὴ Μαρκιανὸς ἐξ ἀνθρώπων ἀπήλλακτο.
3.5.8ὕστερον δὲ Γιζέριχος ἐπενόει τοιάδε. τῶν ἐν Λιβύῃ πόλεων, πλὴν Καρχηδόνος, τὰ τείχη καθεῖλεν, ὡς ἂν μήτε αὐτοὶ Λίβυες τὰ Ῥωμαίων ἑλόμενοι ἔκτε ἐχυροῦ ὁρμᾶσθαι καὶ νεωτερίζειν ἱκανοὶ εἶεν μήτε τοῖς ἐκ βασιλέως στελλομένοις ἐν ἐλπίδι ἔσται ὡς καὶ πόλιν καταλήψονται καὶ φρουρὰν ἐν αὐτῇ ποιησάμενοι πράγματα Βανδίλοις παρέξονται.
3.5.9τότε μὲν οὖν εὖτε ἔδοξε βεβουλεῦσθαι καὶ τὴν εὐημερίαν Βανδίλοις ὡς ἀσφαλέστατα διασώσασθαι, χρόνῳ δὲ τῷ ὑστέρῳ, ὅτε δὴ ἀτείχιστοι οὖσαι ῥᾷόντε καὶ ἀπονώτερον πρὸς Βελισαρίου αἱ πόλεις αὗται ἡλίσκοντο, πολύντε γέλωτα ἤδη Γιζέριχος ὦφλε καὶ ἡ τέως δοκοῦσά οἱ εὐβουλία ἐς ἄνοιαν αὐτῷ ἀπεκρίθη.
3.5.10ταῖς γὰρ δὴ τύχαις ἀεὶ τὰς δόξας ἐπὶ τοῖς πρότερον βεβουλευμένοις ξυμμεταβάλλεσθαι φιλοῦσιν ἄνθρωποι.
3.5.11τῶν δὲ Λιβύων εἴ τι μὲν δόκιμον ἐτύγχανεν ὂν καὶ πλούτῳ ἀκμάζον, αὐτοῖς ἀγροῖςτε καὶ πᾶσι χρήμασιν ἐν ἀνδραπόδων μοίρᾳ παρέδωκε τοῖς παισὶν Ὁνωρίχῳτε καὶ Γένζωνι. Θεόδωρος γὰρ ὁ νεώτατος ἐτελεύτα ἤδη, ἄπαις τὸ παράπαν ἄρρενόςτε καὶ θήλεος γόνου.
3.5.12Λίβυας δὲ τοὺς ἄλλους ἀφείλετο μὲν τοὺς ἀγροὺς, οἳ πλεῖστοίτε ἦσαν καὶ ἄριστοι, ἐς δὲ τὸ τῶν Βανδίλων διένειμεν ἔθνος, καὶ ἀπ’αὐτοῦ κλῆροι Βανδίλων οἱ ἀγροὶ οὗτοι ἐς τόδε καλοῦνται τοῦ χρόνου.
3.5.13τοῖς δὲ δὴ πάλαι κεκτημένοις τὰ χωρία ταῦτα πένεσθαίτε ὡς μάλιστα καὶ ἐλευθέροις εἶναι ξυνέβαινεν · ἦν δὲ αὐτοῖς ἐν ἐξουσίᾳ καὶ ὅποι βούλοιντο ἀπαλλάσσεσθαι.
3.5.14καὶ τὰ μὲν χωρία ξύμπαντα, ὅσα τοῖςτε παισὶ καὶ τοῖς ἄλλοις Βανδίλοις Γιζέριχος παραδεδώκει, οὐδεμιᾶς φόρου ἀπαγωγῆς ὑποτελῆ ἐκέλευσεν εἶναι.
3.5.15τῆς δὲ γῆς ὅση οἱ οὐκ ἀγαθὴ ἔδοξεν εἶναι, ἀφῆκε τοῖς πρότερον ἔχουσι, τοσαῦτα ἐνθένδε τῷ δημοσίῳ φέρεσθαι τάξας ὥστε οὐ δ’ὁτιοῦν περιῆν τοῖς τὰ χωρία τὰ σφέτερα αὐτῶν ἔχουσιν.
3.5.16ἔφευγον δὲ πολλοὶ καὶ ἐκτείνοντο. αἰτίαι γὰρ αὐτοῖς πολλαίτε καὶ χαλεπαὶ προσεφέροντο.
3.5.17πασῶν δὲ μία μεγίστη δὴ ἐδόκει εἶναι ὅτι χρήματά τις οἰκεῖα ἔχων ἀπέκρυπτεν. οὕτω τοὺς Λίβυας πᾶσα ἰδέα ξυμφορᾶς περιέστη.
3.5.18τοὺς δὲ δὴ Βανδίλουςτε καὶ Ἀλανοὺς ἐς λόχους καταστησάμενος, λοχαγοὺς αὐτοῖς ἐπέστησεν οὐχ ἧσσον ἢ ὀγδοήκοντα, οὕσπερ χιλιάρχους ἐκάλεσε, δόκησιν παρέχων ἐς ὀκτώ οἱ μυριάδας συνιέναι τὸν τῶν στρατευομένων λεών.
3.5.19καίτοι οὐ μᾶλλον ἢ ἐς μυριάδας πέντε τὸ τῶν Βανδίλωντε καὶ Ἀλανῶν πλῆθος ἔν γε τῷ πρὶν χρόνῳ ἐλέγετο εἶναι.
3.5.20ἔπειτα μέντοι τῇτε κατὰ σφᾶς παιδοποιίᾳ καὶ ἄλλους βαρβάρους ἑταιρισάμενοι ἐς μεγάλην τινὰ πολυανθρωπίαν ἐχώρησαν.
3.5.21τὰ δὲ τῶν Ἀλανῶν καὶ τῶν ἄλλων βαρβάρων ὀνόματα, πλὴν Μαυρουσίων, ἐς τὸ τῶν Βανδίλων ἅπαντα ἀπεκρίθη.
3.5.22τότε δὲ Γιζέριχος Μαυρουσίους προσποιησάμενος, ἐπειδὴ Βαλεντινιανὸς ἐτελεύτησεν, ἀνὰ πᾶν ἔτος ἦρι ἀρχομένῳ ἔςτε Σικελίαν καὶ Ἰταλίαν ἐσβολὰς ἐποιεῖτο καὶ τῶν πόλεων τὰς μὲν ἀνδραποδίσας, τὰς δὲ καθελὼν ἐς ἔδαφος, ληισάμενόςτε ἅπαντα, ἐπεὶ ἀνθρώπωντε ἡ χώρα καὶ χρημάτων ἔρημος ἐγεγόνει, ἐς τὸ τοῦ ἑῴου βασιλέως ἐσέβαλε κράτος.
3.5.23Ἰλλυριοὺς οὖν ἐληίζετο καὶ τῆςτε Πελοποννήσου τῆςτε ἄλλης Ἑλλάδος τὰ πλεῖστα καὶ ὅσαι αὐτῇ νῆσοι ἐπίκεινται. αὖθις δὲ ἔςτε Σικελίαν καὶ Ἰταλίαν ἀπέβαινεν, ἦγέτε καὶ ἔφερεν ἐκ περιτροπῆς ἅπαντα.
3.5.24καί ποτε αὐτὸν ἐς τὴν ναῦν ἐσβάντα ἐν τῷ Καρχηδόνος λιμένι, ἀνατεινομένων ἤδη τῶν ἱστίων, φασὶν ἐρέσθαι τὸν κυβερνήτην ἐπὶ τίνας ποτὲ ἀνθρώπων ἰέναι κελεύοι.
3.5.25καὶ τὸν ἀποκρινάμενον φάναι, δηλονότι ἐφ’οὓς ὁ θεὸς ὤργισται. οὕτως ἐξ οὐδεμιᾶς αἰτίας ἐφ’οὓς ἂν τύχοι ἐσέβαλλε.
3.6.1τῶνδε εἵνεκα τίσασθαι Βανδίλους βασιλεὺς Λέων βουλόμενος ξυνήγειρεν ἐπ’αὐτοὺς στράτευμα. τοῦδε δὲ τοῦ στρατεύματος λέγουσι τὸ πλῆθος ἐς δέκα μάλιστα μυριάδας γενέσθαι. στόλον δὲ νεῶν ἐξ ἁπάσης τῆς πρὸς ἕω θαλάσσης ἀθροίσας πολλὴν ἐπεδείξατο μεγαλοφροσύνην ἔςτε στρατιώτας καὶ ναύτας, δεδιὼς μή τί οἱ ἐκ μικρολογίας ἐμποδὼν γένηται προθυμουμένῳ ἐς τοὺς βαρβάρους ἐπιτελέσαι τὴν κόλασιν.
3.6.2φασὶ γοῦν αὐτῷ τριακόσια καὶ χίλια κεντηνάρια ἐπ’οὐδενὶ ἔργῳ δεδαπανῆσθαι. ἀλλ’ἐπεὶ οὐκ ἔδει Βανδίλους τῷ στόλῳ τούτῳ ἀπολωλέναι, αὐτοκράτορα τοῦ πολέμου ποιεῖται Βασιλίσκον, Βηρίνης τῆς γυναικὸς ἀδελφὸν ὄντα καὶ τῆς βασιλείας ἐκτόπως ἐρῶντα, ἥν οἱ ἤλπισεν ἀμαχητὶ ἔσεσθαι τὴν Ἄσπαρος προσποιησαμένῳ φιλίαν.
3.6.3αὐτὸς γὰρ Ἄσπαρ τῆς Ἀρείου δόξης μεταποιούμενος, ταύτηντε οὐκ ἐννοῶν μετατίθεσθαι, παρελθεῖν μὲν εἰς τὴν βασιλείαν οὐχ οἷόςτε ἦν, καταστήσασθαι δὲ ἐς αὐτὴν ἕτερον εὐπετῶς ἴσχυσεν, ἤδητε Λέοντι τῷ βασιλεῖ ὡς ἐπιβουλεύσει προσκεκρουκότι ἐπίδοξος ἦν.
3.6.4λέγουσιν οὖν Ἄσπαρα τότε δείσαντα μὴ Βανδίλων ἡσσημένων ὁ Λέων ὡς ἀσφαλέστατα τὴν βασιλείαν κρατύνηται, πολλὰ Βασιλίσκῳ ἐπισκήψαντα παρακαταθέσθαι οἱ Βανδίλουςτε καὶ Γιζέριχον.
3.6.5Λέων δὲ ἤδη πρότερον Ἀνθέμιον, ἄνδρα ἐκ γερουσίας, πλούτῳτε καὶ γένει μέγαν, βασιλέα τῆς ἑσπερίας καταστησάμενος ἔπεμψεν, ὅπως οἱ τὰ ἐς τὸν Βανδιλικὸν συλλήψεται πόλεμον.
3.6.6καίτοι Γιζέριχος ἔχρῃζε καὶ πολλὰ ἐλιπάρει Ὀλυβρίῳ παραδοθῆναι τὴν βασιλείαν Πλακιδίᾳ τῇ Βαλεντινιανοῦ παιδὶ ξυνοικοῦντι καὶ διὰ τὸ κῆδος εὐνοϊκῶς αὐτῷ ἔχοντι, ἐπειδήτε τούτου ἠτύχησεν, ἔτι μᾶλλον ὠργίζετο καὶ πᾶσαν τὴν βασιλέως γῆν ἐληίζετο.
3.6.7ἦν δέ τις ἐν Δαλματίᾳ Μαρκελλιανὸς τῶν Ἀετίῳ γνωρίμων, ἀνὴρ δόκιμος, ὃς ἐπειδὴ Ἀέτιος ἐτελεύτησε τρόπῳ τῷ εἰρημένῳ, βασιλεῖ εἴκειν οὐκέτι ἠξίου, ἀλλὰ νεωτερίσαςτε καὶ τοὺς ἄλλους ἅπαντας ἀποστήσας αὐτὸς εἶχε τὸ Δαλματίας κράτος, οὐδενός οἱ ἐς χεῖρας ἰέναι τολμήσαντος.
3.6.8τοῦτον δὴ τὸν Μαρκελλιανὸν τότε Λέων βασιλεὺς εὖ μάλα τιθασσεύων προσεποιήσατο, καὶ ἐς Σαρδὼ τὴν νῆσον ἐκέλευεν ἰέναι, Βανδίλων κατήκοον οὖσαν. ὁ δὲ αὐτὴν Βανδίλους ἐξελάσας οὐ χαλεπῶς ἔσχεν.
3.6.9Ἡράκλειος δὲ σταλεὶς ἐκ Βυζαντίου εἰς Τρίπολιν τὴν ἐν Λιβύῃ νικήσαςτε μάχῃ τοὺς ταύτῃ Βανδίλους τάςτε πόλεις ῥᾳδίως εἷλε καὶ τὰς ναῦς ἐνταῦθα ἀπολιπὼν πεζῇ τὸ στράτευμα ἐς Καρχηδόνα ἦγε. τὰ μὲν οὖν τοῦ πολέμου προοίμια τῇδε ἐφέρετο.
3.6.10Βασιλίσκος δὲ τῷ παντὶ στόλῳ ἐς πόλισμα κατέπλευσε, Καρχηδόνος διέχον οὐχ ἧσσον ἢ ὀγδοήκοντάτε καὶ διακοσίοις σταδίοις (Ἑρμοῦ δὲ νεὼς ἐνταῦθα ἐκ παλαιοῦ ἐτύγχανεν ὢν, ἀφ’οὗ δὴ καὶ Μερκούριον ὁ τόπος ἐκλήθη · οὕτω γὰρ τὸν Ἑρμῆν καλοῦσι Ῥωμαῖοι), καὶ εἰ μὴ ἐθελοκακήσας ἐμέλλησεν, ἀλλ’εὐθὺ ἐπεχείρησε Καρχηδόνος ἰέναι, αὐτήντε ἂν αὐτοβοεὶ εἷλε καὶ Βανδίλους ἐς οὐδεμίαν ἀλκὴν τραπομένους κατεδουλώσατο.
3.6.11οὕτω Γιζέριχος Λέοντα ὡς ἄμαχον βασιλέα κατωρρώδησεν, ἐπεί οἱ Σαρδώτε καὶ Τρίπολις ἁλοῦσαι ἠγγέλλοντο καὶ τὸν Βασιλίσκου στόλον ἑώρα οἷος οὐδείς πω ἐλέγετο Ῥωμαίοις πρότερον γεγενῆσθαι. νῦν δὲ τοῦτο ἐκώλυσεν ἡ τοῦ στρατηγοῦ μέλλησις, εἴτε κακότητι εἴτε προδοσίᾳ προσγενομένη.
3.6.12Γιζέριχος δὲ τῆς Βασιλίσκου ὀλιγωρίας ἀπολαύων ἐποίει τάδε. ὁπλίσας ἅπαντας ὡς ἄριστα εἶχε τοὺς ὑπηκόους ἐπλήρου τὰς ναῦς, ἄλλαςτε κενὰς ἀνδρῶν καὶ ὡς τάχιστα πλεούσας ἐν παρασκευῇ εἶχε.
3.6.13πέμψας δὲ πρέσβεις ὡς Βασιλίσκον ἐδεῖτο τὸν πόλεμον ἐς πέντε ἡμερῶν ὑπερβαλέσθαι χρόνον, ὅπως μεταξὺ βουλευσάμενος ἐκεῖνα ποιοίη ἃ δὴ μάλιστα βασιλεῖ βουλομένῳ εἴη.
3.6.14λέγουσι δὲ αὐτὸν καὶ χρυσίου πολύ τι χρῆμα κρύφα τῆς Βασιλίσκου στρατιᾶς πέμψαντα ταύτην δὴ τὴν ἐκεχειρίαν ὠνήσασθαι.
3.6.15ἔπρασσε δὲ ταῦτα οἰόμενος, ὅπερ ἐγένετο, πνεῦμα ἐπίφορον ἐν τούτῳ οἱ τῷ χρόνῳ γενήσεσθαι.
3.6.16Βασιλίσκος δὲ ἢ Ἄσπαρι καθάπερ ὑπέστη χαριζόμενος ἢ τὸν καιρὸν χρημάτων ἀποδιδόμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη, ἐποίειτε τὰ αἰτούμενα καὶ ἡσύχαζεν ἐν τῷ στρατοπέδῳ, τὴν εὐκαιρίαν προσδεχόμενος τῶν πολεμίων.
3.6.17οἱ δὲ Βανδίλοι, ἐπειδὴ σφίσι τάχιστα τὸ πνεῦμα ἐγεγόνει, ὃ δὴ τέως καραδοκοῦντες ἐκάθηντο, ἀράμενοίτε τὰ ἱστία καὶ τὰ πλοῖα ἀφέλκοντες ὅσα αὐτοῖς ἀνδρῶν κενὰ, ὥσπερ μοι πρότερον εἴρηται, παρεσκεύαστο, ἔπλεον ἐπὶ τοὺς πολεμίους.
3.6.18ὡς δὲ ἀγχοῦ ἐγένοντο, πῦρ ἐν τοῖς πλοίοις ἐνθέμενοι, ἃ δὴ αὐτοὶ ἐφέλκοντες ἦγον, κεκολπωμένων αὐτοῖς τῶν ἱστίων, ἀφῆκαν ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον.
3.6.19ἅτε δὲ πλήθους ὄντος ἐνταῦθα νηῶν, ὅπη τὰ πλοῖα ταῦτα προσπίπτοιεν, ἔκαιόντε ῥᾳδίως καὶ αὐτὰ οἷς ἂν συμμίξαιεν ἑτοίμως ξυνδιεφθείροντο.
3.6.20οὕτω δὲ τοῦ πυρὸς ἐπιφερομένου θόρυβόςτε, ὡς τὸ εἰκὸς, εἶχε τὸν Ῥωμαίων στόλον καὶ κραυγῆς μέγεθος τῷτε πνεύματι καὶ τῷ τῆς φλογὸς βόμβῳ ἀντιπαταγούσης μάλιστα, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ναύταις ἀλλήλοις ἐγκελευομένων καὶ τοῖς κοντοῖς διωθουμένων τάτε πυρφόρα πλοῖα καὶ τὰς σφῶν αὐτῶν ναῦς ὑπ’ἀλλήλων διαφθειρομένας οὐδενὶ κόσμῳ.
3.6.21ἤδη δὲ καὶ οἱ Βανδίλοι παρῆσαν ἐμβάλλοντέςτε καὶ καταδύοντες καὶ αὐτοῖς ὅπλοις τοὺς διαφεύγοντας τῶν στρατιωτῶν ληιζόμενοι.
3.6.22εἰσὶ δὲ οἳ καὶ ἄνδρες ἀγαθοὶ Ῥωμαίων ἐν τῷ πόνῳ τούτῳ ἐγένοντο, καὶ πάντων μάλιστα Ἰωάννης, ὑποστράτηγόςτε ὢν Βασιλίσκου καὶ οὐ δ’ὁπωστιοῦν τῆς ἐκείνου προδοσίας μεταλαχών.
3.6.23περιστάντος γὰρ ὁμίλου πολλοῦ τὴν αὐτοῦ ναῦν, ἔκτεινε μὲν ἐπιστροφάδην ἀπὸ τοῦ καταστρώματος πολύ τι τῶν πολεμίων πλῆθος, ὡς δὲ ἁλισκομένης ᾔσθετο τῆς νεὼς, ἥλατο ξὺν πάσῃ τῇ τῶν ὅπλων σκευῇ ἀπὸ τῶν ἰκρίων εἰς θάλασσαν.
3.6.24πολλὰ μὲν οὖν αὐτὸν ἐλιπάρει Γένζων ὁ Γιζερίχου, πιστάτε παρεχόμενος καὶ σωτηρίαν προτεινόμενος, ὁ δὲ οὐδὲν ἧσσον ἐς θάλασσαν καθῆκε τὸ σῶμα, ἐκεῖνο μόνον ἀποφθεγξάμενος, ὡς οὐ μή ποτε Ἰωάννης ὑπὸ χερσὶ κυνῶν γένηται.
3.6.25ὁ μὲν δὴ πόλεμος οὗτος ἐς τοῦτο ἐτελεύτα καὶ Ἡράκλειος ἐπ’οἴκου ἀπεκομίσθη · Μαρκελλιανὸς γὰρ πρός του τῶν συναρχόντων ἀπώλετο δόλῳ.
3.6.26Βασιλίσκος δὲ ἀφικόμενος ἐς Βυζάντιον ἱκέτης ἐκάθητο ἐς τὸ ἱερὸν Χριστοῦ τοῦ μεγάλου θεοῦ (Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεὼν, ταύτην δὴ μάλιστα τῷ θεῷ πρέπειν τὴν ἐπωνυμίαν ἡγούμενοι), ἐξαιτησαμένης δὲ αὐτὸν Βηρίνης τῆς βασιλίδος τὸν μὲν κίνδυνον τοῦτον διέφυγεν, ἐς βασιλείαν δὲ τότε παρελθεῖν, ἧς δὴ ἕνεκα πάντα αὐτῷ εἴργαστο, οὐχ οἷόςτε ἦν.
3.6.27Λέων γὰρ βασιλεὺς οὐ πολλῷ ὕστερον Ἄσπαράτε καὶ Ἀρδαβούριον ἐν παλατίῳ διέφθειρεν, ἐπεί οἱ θάνατον ἐπιβουλεύειν αὐτοὺς ὑπετόπησε. ταῦτα μὲν οὖν ἐγένετο τῇδε.
3.7.1Ἀνθέμιος δὲ ὁ τῶν δυσμῶν αὐτοκράτωρ πρὸς τοῦ κηδεστοῦ Ῥεκίμερος διαφθαρεὶς ἐτελεύτα, Ὀλύβριόςτε τὴν βασιλείαν ἐκδεξάμενος ὀλίγῳ ὕστερον χρόνῳ τὴν ὁμοίαν πεπρωμένην ἀνέπλησε.
3.7.2τελευτήσαντος δὲ καὶ Λέοντος ἐν Βυζαντίῳ, παρέλαβε τὴν βασιλείαν Λέων ὁ Ζήνωνόςτε καὶ Ἀριάδνης τῆς Λέοντος θυγατρὸς, ἐς ἡμερῶν ἔτι ὀλίγων που ἡλικίαν ἥκων.
3.7.3αἱρεθέντος δὲ ξυμβασιλέως αὐτῷ τοῦ πατρὸς, αὐτίκα δὴ μάλα ὁ παῖς ἐξ ἀνθρώπων ἠφάνιστο.
3.7.4ἄξιον δὲ καὶ Μαϊορίνου ἐπιμνησθῆναι, ὃς δὴ πρότερον ἔσχε τὸ ἑσπέριον κράτος. οὗτος γὰρ ὁ Μαϊορῖνος, ξύμπαντας τοὺς πώποτε Ῥωμαίων βεβασιλευκότας ὑπεραίρων ἀρετῇ πάσῃ, τὸ Λιβύης πάθος οὐκ ἤνεγκε πρᾴως, ἀλλὰ στρατιὰν ἐπὶ Βανδίλους ἀξιολογωτάτην ἀγείρας ἐν Λιγούροις ἐγένετο, αὐτὸς τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι διανοούμενος.
3.7.5ἦν γὰρ ὁ Μαϊορῖνος ἔςτε τοὺς ἄλλους πόνους καὶ οὐχ ἥκιστα ἐς τοὺς κινδύνους ἄοκνος κομιδῆ.
3.7.6οὐκ ἀξύμφορον δέ οἱ ἡγούμενος εἶναι δύναμίντε τὴν Βανδίλων καὶ τὸ Γιζερίχου ἦθος διερευνήσασθαι πρότερον καὶ ὅπη ποτὲ Μαυρούσιοίτε καὶ Λίβυες εὐνοίαςτε ἢ ἔχθους πέρι ἐς αὐτοὺς ἔχοιεν, οὐκ ἄλλοις τισι πιστεύειν τὸ τοιοῦτον ἢ ὀφθαλμοῖς τοῖς αὑτοῦ ἔγνω.
3.7.7πρεσβευτὴς οὖν ὡς δὴ ἐκ βασιλέως παρὰ τὸν Γιζέριχον ἐστάλη, ἄλλο τι αὑτῷ ὄνομα ξυμπεπλασμένον ἐπενεγκών. δείσας δὲ μὴ καταφανὴς γεγονὼς αὐτόςτε κακόν τι λάβῃ καὶ τὰ πρασσόμενα διακωλύσῃ, μηχανᾶται τοιάδε.
3.7.8τὰς ἐν τῇ κεφαλῇ τρίχας (διαβόητοι γὰρ ἦσαν ἐς πάντας ἀνθρώπους ὅτι δὴ οὕτω ξανθαὶ εἶεν ὥστε χρυσῷ ἀκιβδήλῳ εἰκάζεσθαι) βαφῇ τινι χρίσας ἐς τοῦτο ἐξεπίτηδες ἐξευρημένῃ ἐπὶ καιροῦ μεταβαλεῖν ἐς τὸ κυάνεον παντελῶς ἴσχυσεν.
3.7.9ἐπεὶ δὲ Γιζερίχῳ ἐς ὄψιν ἦλθε, τάτε ἄλλα ὁ Γιζέριχος αὐτὸν ἐνεχείρει δεδίσσεσθαι καὶ ἅτε φίλον ἐπαγαγόμενος ἐς τὸ οἴκημα ἦλθεν, οὗ δὴ τὰ ὅπλα ξυνέκειτο πάντα, πολλάτε καὶ ἀξιολογώτατα ὑπερφυῶς ὄντα.
3.7.10ἐνταῦθά φασι τὰ ὅπλα κινηθέντα ἐκ τοῦ αὐτομάτου πάταγον οὐ μέτριον οὐ δὲ τὸν τυχόντα ἀφεῖναι, καὶ τότε μὲν τῷ Γιζερίχῳ σεισμόν τινα γεγονέναι δοκεῖν, ἔξω δὲ γενομένῳ ἀμφίτε τῷ σεισμῷ ἀναπυνθανομένῳ, ἐπεί οἱ τῶν ἄλλων οὐδεὶς ὡμολόγει, θαῦμα μὲν ἐπιπεσεῖν μέγα, οὐ μέντοι ξυμβαλεῖν τὸ γεγονὸς οἵῳτε εἶναι.
3.7.11ὁ μὲν οὖν Μαϊορῖνος διαπεπραγμένος ἅπερ ἐβούλετο ἐπὶ Λιγουρίας ἀπεκομίσθη, καὶ τῷ στρατῷ πεζῇ βαδίζοντι ἐξηγούμενος ἐπὶ στήλας τὰς Ἡρακλείους ᾔει, διαβαίνειν μὲν διανοούμενος τὸν ἐκείνῃ πορθμὸν, ὁδῷ δὲ τὸ λοιπὸν ἐπὶ Καρχηδόνα ἐνθένδε ἰέναι.
3.7.12ὧνπερ ὁ Γιζέριχος αἰσθόμενος καὶ ὅτι δὴ πρὸς Μαϊορίνου ἐν τῇ πρεσβείᾳ φενακισθείη, ἔςτε ὀρρωδίαν ἐμπέπτωκε καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο.
3.7.13οἵτε Ῥωμαῖοι τεκμηριούμενοι τῇ Μαϊορίνου ἀρετῇ εὐέλπιδες ἤδη ἐγένοντο Λιβύην τῇ ἀρχῇ ἀνασώσασθαι.
3.7.14ἀλλὰ μεταξὺ νόσῳ δυσεντερίας ἁλοὺς ὁ Μαϊορῖνος διαφθείρεται, ἀνὴρ τὰ μὲν εἰς τοὺς ὑπηκόους μέτριος γεγονὼς, φοβερὸς δὲ τὰ ἐς τοὺς πολεμίους.
3.7.15καὶ Νέπως δὲ τὴν βασιλείαν παραλαβὼν ὀλίγαςτε ἡμέρας ἐπιβιοὺς ἐτελεύτησε νόσῳ, καὶ Γλυκέριος μετ’αὐτὸν ἐς ταύτην δὴ προελθὼν τὴν ἀρχὴν τύχην τὴν ὁμοίαν ἀνέπλησε. μεθ’ὃν δὴ Αὔγουστος τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε.
3.7.16βασιλεῖς μέντοι καὶ ἄλλοι πρότερον ἐν τῇ ἑσπερίᾳ γεγόνασιν, ὧνπερ τὰ ὀνόματα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι.
3.7.17χρόνοντε γὰρ αὐτοῖς τῇ ἀρχῇ ὀλίγον τινὰ ἐπιβιῶναι καὶ ἀπ’αὐτοῦ λόγου ἄξιον οὐδὲν πεπραχέναι ξυνέπεσε. ταῦτα μὲν ἐν τῇ ἑσπερίᾳ ἐγένετο.
3.7.18ἐν δὲ Βυζαντίῳ ὁ Βασιλίσκος (οὐ γὰρ ἔτι οἷόςτε ἦν τὸν ἔρωτα τῆς βασιλείας βιάζεσθαι) τυραννίδι ἐπιθέμενος ἐκράτησεν οὐδενὶ πόνῳ, Ζήνωνος ὁμοῦ τῇ γυναικὶ ἐς τὴν Ἰσαυρίαν, ἀφ’ἧς δὴ ὡρμᾶτο, διαφυγόντος.
3.7.19ἔχοντι δὲ αὐτῷ τὴν τυραννίδα ἐνιαυτόντε καὶ μῆνας ὀκτὼ οἵτε ἄλλοι ὡς εἰπεῖν ξύμπαντες καὶ οἱ τῆς αὐλῆς στρατιῶται διὰ φιλοχρηματίας μέγεθος ἤχθοντο.
3.7.20ὧν δὴ Ζήνων αἰσθόμενος στρατιάντε ἀγείρας ἐπ’αὐτὸν ᾔει. Βασιλίσκος δὲ στρατόντε καὶ στρατηγὸν Ἁρμάτον ὡς ἀντιταξόμενος Ζήνωνι ἔπεμψεν.
3.7.21ὡς δὲ πλησίον που ἀλλήλοις ἐστρατοπεδεύσαντο, παραδίδωσιν Ἁρμάτος Ζήνωνι τὸ αὑτοῦ στράτευμα, ἐφ’ᾧ Βασιλίσκον τὸν αὐτοῦ υἱὸν, κομιδῆ ὄντα παῖδα νέον, Καίσαράτε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον τῆς βασιλείας ἀπολιπεῖν.
3.7.22Βασιλίσκος δὲ πάντων ἔρημος γεγονὼς ἐς τὸ ἱερὸν καταφεύγει, οὗπερ καὶ πρότερον. καὶ αὐτὸν Ἀκάκιος, ὁ τῆς πόλεως ἱερεὺς, Ζήνωνι ἐνεχείρισεν, ἀσέβειάντε αὐτῷ ἐπενεγκὼν καὶ ὡς πολλὰ τοῦ Χριστιανῶν δόγματος ξυνετάραξέτε καὶ ἐνεόχμωσεν, ἐς τὴν Εὐτυχοῦς αἵρεσιν ἀποκλίνας. καὶ ἦν δὲ οὕτως.
3.7.23Ζήνων δὲ αὖθις τὴν βασιλείαν παραλαβὼν καὶ τὴν ἐς Ἁρμάτον πίστιν ἀφοσιούμενος Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα καταστησάμενος, οὐ πολλῷ ὕστερον αὐτόντε ἀφείλετο τὴν τιμὴν καὶ Ἁρμάτον ἔκτεινε.
3.7.24Βασιλίσκον δὲ ὁμοῦ τοῖςτε παισὶ καὶ τῇ γυναικὶ πέμψας ἐς Καππαδοκίαν χειμῶνος ὥρᾳ σιτίωντε καὶ ἱματίων καὶ τῆς ἄλλης ἐπιμελείας ἐρήμους ἐκέλευσεν εἶναι.
3.7.25ἔνθα δὴ ψύχειτε καὶ λιμῷ πιεζόμενοι ἔςτε ἀλλήλους καταφεύγουσι καὶ τὰ φίλτατα περιβαλόντες σώματα διεφθάρησαν. αὕτητε Βασιλίσκον τῶν πεπολιτευμένων κατέλαβε τίσις. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
3.7.26Γιζέριχος δὲ τότε ἀπάτῃτε περιελθὼν καὶ κατὰ κράτος ἐξελάσας, ὡς πρόσθεν εἴρηται, τοὺς πολεμίους, οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἦγέτε τὰ Ῥωμαίων καὶ ἔφερε ξύμπαντα, ἕως αὐτῷ βασιλεὺς Ζήνων ἐς ὁμολογίαν ἀφίκετο σπονδαίτε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν, μήτε Βανδίλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι. ταύταςτε τὰς σπονδὰς Ζήνωντε αὐτὸς διεσώσατο καὶ ὃς μετ’ἐκεῖνον τὴν βασιλείαν παρέλαβεν Ἀναστάσιος.
3.7.27διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα. τούτου δὲ Ἰουστίνου ἀδελφιδοῦς ὢν Ἰουστινιανὸς διεδέξατο τὴν βασιλείαν.
3.7.28ἐπὶ τούτου Ἰουστινιανοῦ βασιλεύοντος ὁ πόλεμος κατέστη ὅδε, τρόπῳ ᾧ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις.
3.7.29χρόνον δὲ ὀλίγον Γιζέριχος ἐπιβιοὺς ἐτελεύτα πόρρω που ἤδη ἡλικίας ἥκων, διαθήκας διαθέμενος, ἐν αἷς ἄλλατε πολλὰ Βανδίλοις ἐπέσκηψε καὶ τὴν βασιλείαν ἀεὶ Βανδίλων ἐς τοῦτον ἰέναι ὃς ἂν ἐκ γόνου ἄρρενος αὐτῷ Γιζερίχῳ κατὰ γένος προσήκων πρῶτος ὢν ἁπάντων τῶν αὐτοῦ ξυγγενῶν τὴν ἡλικίαν τύχοι.
3.7.30Γιζέριχος μὲν οὖν ἄρξας Βανδίλων ἐπειδὴ Καρχηδόνος ἐκράτησεν ἔτη ἐννέα καὶ τριάκοντα, ἐτελεύτησεν, ὥσπερ εἴρηται.
3.8.1Ὁνώριχος δὲ, ὁ τῶν ἐκείνου παίδων πρεσβύτατος, διεδέξατο τὴν ἀρχὴν, Γένζωνος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἐπὶ τούτου Ὁνωρίχου Βανδίλων ἄρχοντος πόλεμος αὐτοῖς πρὸς οὐδένα ἀνθρώπων, ὅτι μὴ ἐς Μαυρουσίους, ἐγένετο.
3.8.2δέει γὰρ τῷ ἐκ Γιζερίχου ἡσυχάζοντες πρὸ τοῦ οἱ Μαυρούσιοι, ἐπειδὴ τάχιστα ἐκποδὼν αὐτοῖς ἐκεῖνος ἐγεγόνει, ἔδρασάντε πολλὰ τοὺς Βανδίλους κακὰ καὶ αὐτοὶ ἔπαθον.
3.8.3γέγονε δὲ Ὁνώριχος ἐς τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ὠμότατόςτε καὶ ἀδικώτατος ἀνθρώπων ἁπάντων.
3.8.4βιαζόμενος γὰρ αὐτοὺς ἐς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν, ὅσους ἂν λάβοι οὐχ ἑτοίμως αὐτῷ εἴκοντας, ἔκαιέτε καὶ ἄλλαις θανάτου ἰδέαις διέφθειρε, πολλῶν δὲ καὶ τὰς γλώσσας ἀπέτεμεν ἀπ’αὐτῆς φάρυγγος, οἳ ἔτι καὶ ἐς ἐμὲ περιόντες ἐν Βυζαντίῳ ἐχρῶντο ἀκραιφνεῖ τῇ φωνῇ, οὐ δ’ὁπωστιοῦν ταύτης δὴ τῆς τιμωρίας ἐπαισθανόμενοι · ὧν δὴ δύο, ἐπειδὴ γυναιξὶν ἑταίραις πλησιάζειν ἔγνωσαν, οὐκέτι φθέγγεσθαι τὸ λοιπὸν ἴσχυσαν.
3.8.5ἔτητε ὀκτὼ Βανδίλων ἄρξας ἐτελεύτησε νόσῳ, Μαυρουσίων ἤδη τῶν ἐν τῷ Αὐρασίῳ ὄρει ᾠκημένων ἀποστάντωντε ἀπὸ Βανδίλων καὶ αὐτονόμων ὄντων (ἔστι δὲ τὸ Αὐράσιον ἐν Νουμιδίᾳ τριῶν καὶ δέκα ἡμερῶν ὁδὸν μάλιστα Καρχηδόνος διέχον, τετραμμένοντε πρὸς μεσημβρίαν), οἳ οὐκέτι ὑπὸ Βανδίλοις ἐγένοντο, οὐ δυναμένων Βανδίλων ἐν ὄρει δυσόδῳτε καὶ ἀνάντει λίαν πόλεμον πρὸς Μαυρουσίους διενεγκεῖν.
3.8.6τελευτήσαντος δὲ Ὁνωρίχου τὸ τῶν Βανδίλων κράτος ἐς Γουνδαμοῦνδον ἦλθε τὸν Γένζωνος τοῦ Γιζερίχου. ἐς αὐτὸν γὰρ ὁ χρόνος ἔφερε τὰ πρωτεῖα τοῦ Γιζερίχου γένους.
3.8.7οὗτος ὁ Γουνδαμοῦνδος πλείοσι μὲν πρὸς Μαυρουσίους ἐμαχέσατο ξυμβολαῖς, μείζοσι δὲ τοὺς Χριστιανοὺς ὑπαγαγὼν πάθεσιν ἐτελεύτησε νοσήσας, ἤδη που μεσοῦντος τοῦ δωδεκάτου τῆς ἀρχῆς ἔτους.
3.8.8ἀδελφόςτε αὐτοῦ Τρασαμοῦνδος παρέλαβε τὴν βασιλείαν, εἴδουςτε καὶ ξυνέσεως ἐς τὰ μάλιστα καὶ μεγαλοψυχίας εὖ ἥκων.
3.8.9τοὺς μέντοι Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πάτριον δόξαν, οὐκ αἰκιζόμενος τὰ σώματα ὥσπερ οἱ πρότεροι, ἀλλὰ τιμαῖςτε καὶ ἀρχαῖς μετιὼν καὶ χρήμασι μεγάλοις δωρούμενος, καὶ τοὺς ἀπειθοῦντας, ὁποῖοί ποτε εἶεν, ἥκιστά γε εἰδέναι ποιούμενος.
3.8.10εἰ δέ τινας λάβοι μεγάλοις ἁμαρτήμασιν ἐνόχους ἢ τύχῃ ἢ γνώμῃ γεγενημένους, τούτοις δὴ μεταβαλλομένοις τὴν δόξαν μισθὸν προὐτίθει μὴ δοῦναι τὴν δίκην ὧν ἥμαρτον.
3.8.11ἐπειδὴ δὲ ἡ γυνὴ ἐτελεύτα, οὐ γενομένη μήτηρ οὔτε ἄρσενος οὔτε θήλεος γόνου, κρατῦναι ὡς ἄριστα τὴν βασιλείαν βουλόμενος, ἐς Θευδέριχον τὸν Γότθων βασιλέα πέμψας ᾔτει οἱ γυναῖκα τὴν ἀδελφὴν Ἀμαλαφρίδαν διδόναι, ἧς δὴ ἄρτι ὁ ἀνὴρ ἐτεθνήκει.
3.8.12ὁ δέ οἱ καὶ τὴν ἀδελφὴν ἔπεμψε καὶ Γότθων δοκίμων χιλίους ἐν δορυφόρων λόγῳ, οἷς δὴ ὅμιλος θεραπείας εἵπετο ἐς πέντε μάλιστα χιλιάδας ἀνδρῶν μαχίμων.
3.8.13ἐδωρήσατο δὲ τὴν ἀδελφὴν Θευδέριχος καὶ τῶν Σικελίας ἀκρωτηρίων τριῶν ὄντων ἑνὶ, ὃ δὴ καλοῦσι Λιλύβαιον, καὶ ἀπ’αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων δὴ τῶν ἐν Βανδίλοις ἡγησαμένων κρείσσωντε εἶναι καὶ δυνατώτατος.
3.8.14ἐγένετο δὲ φίλος καὶ Ἀναστασίῳ βασιλεῖ ἐς τὰ μάλιστα. ἐπὶ τούτου βασιλεύοντος ξυνέπεσε Βανδίλοις πάθος τι παθεῖν πρὸς Μαυρουσίων οἷον οὔπω πρὸ τοῦ ξυνηνέχθη γενέσθαι.
3.8.15Καβάων ἦν τις ἄρχων τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων, πολέμωντε πολλῶν ἔμπειρος καὶ λίαν ἀγχίνους. οὗτος ὁ Καβάων ἐπειδὴ ἐπ’αὐτὸν στρατεύεσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε.
3.8.16πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίαςτε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι, χαρακώματάτε δύο πηξάμενος ἐν τα- θατέρῳ μὲν αὐτὸς ξὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσιν, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατόντε τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι, ἤν τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι.
3.8.17μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττε τάδε · ἐπειδὰν οἱ Βανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νεὼν ὑβρίσωσιν, ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα · ἢν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσιν, ἅπαντα ποιεῖν τα- τἀναντία ἐς τὸ ἱερὸν ὧν ἐκεῖνοι δράσαντες οἴχονται.
3.8.18ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτό φασιν, ὡς ἀγνοοίη μὲν τὸν θεὸν, ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτὸν, εἴπερ ἰσχυρός ἐστιν, ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν.
3.8.19οἱ μὲν οὖν κατάσκοποι ἐς Καρχηδόνα ἐλθόντες ἡσύχαζον, τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι, ἐπεὶ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο.
3.8.20οἱ δὲ Βανδίλοι ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο, ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούςτε ἵππους τάτε ἄλλα ζῷα ἐσαγαγόντες, ὕβρεώςτε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούςτε ἱερέας, οὓς ἂν λάβοιεν, ἐρράπιζόντε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς ὑπηρετεῖν σφίσιν ἐκέλευον ὅσα δὴ ἐπέχειν τῶν οἰκετῶν τοῖς ἀτιμοτάτοις εἰώθεσαν.
3.8.21καὶ ἐπειδὴ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο · τάτε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα τήντε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο ξὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τάτε λύχνα ἔκαυσαν ἅπαντα καὶ τοὺς ἱερέας αἰδοῖτε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο ·
3.8.22ἀργύριάτε τοῖς πτωχοῖς δόντες, οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῇ τῶν Βανδίλων στρατιᾷ εἵποντο.
3.8.23καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν ξύμπασαν οἵτε Βανδίλοι κατὰ τα- ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον.
3.8.24ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοιςτε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν.
3.8.25ὁ δὲ ἀκούσας ἐς τὴν ξυμβολὴν καθίστατο ὧδε. κύκλον ἀπολαβὼν ἐν τῷ πεδίῳ, ἔνθα δὴ τὸ χαράκωμα ποιεῖσθαι ἔμελλε, τὰς καμήλους ἔρυμα τῷ στρατοπέδῳ ἐγκαρσίας ἐν κύκλῳ καθίστη, κατὰ δώδεκα μάλιστα καμήλους ποιησάμενος τὸ τοῦ μετώπου βάθος.
3.8.26παῖδας μὲν οὖν καὶ γυναῖκας καὶ εἴ τι αὐτοῖς ἀπόμαχον ἦν, ὁμοῦ τοῖς χρήμασιν ἐς μέσον ἐτίθετο, τὸν δὲ τῶν μαχίμων λεὼν ἐς τῶν ζῴων ἐκείνων τοὺς πόδας ἐν μέσῳ φραξαμένους ταῖς ἀσπίσιν ἐκέλευεν εἶναι.
3.8.27οὕτω δὲ Μαυρουσίοις ἐχούσης τῆς φάλαγγος οἱ Βανδίλοι ἐν ἀπόρῳ εἶχον θέσθαι τὸ παρόν · οὔτε γὰρ ἀκοντισταὶ οὔτε τοξόται ἀγαθοὶ ἦσαν οὔτε πεζοὶ ἐς μάχην ἰέναι ἠπίσταντο, ἀλλ’ἱππεῖςτε ἦσαν ἅπαντες, δόρασίτε ὡς ἐπὶ πλεῖστον καὶ ξίφεσιν ἐχρῶντο, καὶ ἀπ’αὐτοῦ ἄποθέντε οὐδὲν ἐργάζεσθαι κακὸν τοὺς πολεμίους οἷοίτε ἦσαν, ἥτε ἵππος αὐτοῖς, ἀχθομένη τῇ τῶν καμήλων ὄψει, ἐπὶ τοὺς πολεμίους ἥκιστα ἤγετο.
3.8.28ἐπειδήτε συχνὰ ἐς αὐτοὺς ἀκοντίζοντες ἐκ τοῦ ἀσφαλοῦς οἱ πολέμιοι τούςτε ἵππους καὶ αὐτοὺς, ἅτε πλῆθος ὄντας, οὐ χαλεπῶς ἔκτεινον, ἔφευγόντε καὶ τῶν Μαυρουσίων ἐπεξιόντων οἱ μὲν πολλοὶ διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοιτε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ’οἴκου ἀπεκομίσθησαν.
3.8.29ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν πρὸς Μαυρουσίων ξυνέπεσεν. ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτάτε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.
3.9.1Ἰλδέριχος δὲ Ὁνωρίχου τοῦ Γιζερίχου παῖς τὴν βασιλείαν παρέλαβεν, ὃς τὰ μὲν ἐς τοὺς ὑπηκόους εὐπρόσοδόςτε ἦν καὶ ὅλως πρᾷος, καὶ οὔτε Χριστιανοῖς οὔτε τῳ ἄλλῳ χαλεπὸς ἐγεγόνει, τὰ δὲ ἐς τὸν πόλεμον μαλθακόςτε λίαν καὶ οὐ δὲ ἄχρι ἐς τὰ ὦτα τὸ πρᾶγμά οἱ τοῦτο ἐθέλων ἰέναι.
3.9.2Ὁάμερ γοῦν ἀνεψιόςτε ὢν αὐτῷ καὶ ἀνὴρ ἀγαθὸς τὰ πολέμια ἐστρατήγει ἐφ’οὓς ἂν στρατεύοιντο Βανδίλοι · ὃν δὴ καὶ Ἀχιλλέα Βανδίλων ἐκάλουν.
3.9.3ἐπὶ τούτου Ἰλδερίχου ἡσσήθησάντε μάχῃ οἱ Βανδίλοι πρὸς Μαυρουσίων τῶν ἐν Βυζακίῳ, ὧν ἦρχεν Ἀντάλας, καὶ σφίσι ξυνηνέχθη Θευδερίχῳτε καὶ Γότθοις ἐν Ἰταλίᾳ ἔκτε συμμάχων καὶ φίλων πολεμίοις γενέσθαι.
3.9.4τήντε γὰρ Ἀμαλαφρίδαν ἐν φυλακῇ ἔσχον καὶ τοὺς Γότθους διέφθειραν ἅπαντας, ἐπενεγκόντες αὐτοῖς νεωτερίζειν ἔςτε Βανδίλους καὶ Ἰλδέριχον.
3.9.5τίσις μέντοι οὐδεμία πρὸς Θευδερίχου ἐγένετο, ἐπεὶ ἀδύνατος ἐνόμισεν εἶναι στόλῳ μεγάλῳ ἐς Λιβύην στρατεῦσαι, Ἰλδέριχος δὲ φίλος ἐς τὰ μάλιστα Ἰουστινιανῷ καὶ ξένος ἐγένετο, οὔπω μὲν ἥκοντι ἐς βασιλείαν, διοικουμένῳ δὲ αὐτὴν κατ’ἐξουσίαν, ἐπεί οἱ ὁ θεῖος Ἰουστῖνος ὑπέργηρώςτε ὢν ἐβασίλευε καὶ τῶν κατὰ τὴν πολιτείαν πραγμάτων οὐ παντελῶς ἔμπειρος. χρήμασίτε μεγάλοις ἀλλήλους ἐδωροῦντο.
3.9.6ἦν δέ τις ἐν τῷ Γιζερίχου γένει Γελίμερ ὁ Γειλάριδος τοῦ Γένζωνος τοῦ Γιζερίχου πόρρω που ἡλικίας ἥκων μετά γε Ἰλδέριχον, καὶ διὰ τοῦτο ἐπίδοξος ὢν αὐτίκα μάλα ἐς τὴν βασιλείαν ἀφίξεσθαι ·
3.9.7ὃς τὰ μὲν πολέμια ἐδόκει τῶν καθ’αὑτὸν ἄριστος εἶναι, ἄλλως δὲ δεινόςτε ἦν καὶ κακοήθης καὶ πράγμασίτε νεωτέροις καὶ χρήμασιν ἐπιτίθεσθαι ἀλλοτρίοις ἐξεπιστάμενος.
3.9.8οὗτος ὁ Γελίμερ ἐπεί οἱ μέλλουσαν ἑώρα τὴν ἀρχὴν, οὐκ ἐδύνατο ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν, ἀλλὰ τὰ βασιλέως ἔργα προσποιησάμενος ἐπεβάτευε τῆς τιμῆς, ἀώρου γε αὐτῷ οὔσης, καὶ Ἰλδερίχου δι’ἐπιείκειαν ἐνδιδόντος κατέχειν οὐκέτι οἷόςτε ἦν τὴν διάνοιαν, ἀλλὰ Βανδίλων ἑταιρισάμενος εἴ τι ἄριστον ἦν, ἀναπείθει ἀφελέσθαι μὲν Ἰλδέριχον τὴν βασιλείαν, ὡς ἀπόλεμόντε καὶ ἡσσημένον πρὸς Μαυρουσίων, καὶ Ἰουστίνῳ βασιλεῖ καταπροδιδόντα τὸ τῶν Βανδίλων κράτος, ὡς μὴ ἐς αὐτὸν ἐκ τῆς ἄλλης οἰκίας ὄντα ἡ βασιλεία ἥκοι (τοῦτο γάρ οἱ βούλεσθαι τὴν ἐς Βυζάντιον πρεσβείαν διέβαλλεν), αὐτῷ δὲ παραδιδόναι τὸ Βανδίλων κράτος. οἱ δὲ ἀναπεισθέντες κατὰ ταῦτα ἐποίουν.
3.9.9οὕτω δὴ Γελίμερ τῆς ἡγεμονίας ἐπιλαβόμενος Ἰλδέριχόντε, ἕβδομον ἔτος Βανδίλων ἄρξαντα, καὶ Ὁάμερα καὶ τὸν ἀδελφὸν Εὐαγέην ἐν φυλακῇ ἔσχεν.
3.9.10ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς ἤκουσεν, ἤδη τὴν βασιλείαν παραλαβὼν, πρέσβεις ἐς Λιβύην ὡς Γελίμερα πέμψας ἔγραψε τάδε Οὐχ ὅσια ποιεῖς οὐ δὲ τῶν Γιζερίχου διαθηκῶν ἄξια, γέροντάτε καὶ ξυγγενῆ καὶ βασιλέα Βανδίλων, εἴ τι τῶν Γιζερίχῳ βεβουλευμένων ὄφελός ἐστιν, ἐν φυλακῇ ἔχων, καὶ βίᾳ τὴν ἀρχὴν ἀφαιρούμενος, ἐξὸν αὐτὴν ὀλίγῳ ὕστερον χρόνῳ κατὰ νόμον λαβεῖν.
3.9.11μήτε οὖν ἐργάσῃ περαιτέρω κακὸν μήτε τοῦ βασιλέως ὀνόματος ἀνταλλάξῃ τὴν τοῦ τυράννου προσηγορίαν, βραχεῖ προτερεύουσαν χρόνῳ.
3.9.12ἀλλὰ τοῦτον μὲν, ἄνδρα ὅσον οὔπω τεθνηξόμενον, ἔα φέρεσθαι τῷ λόγῳ τὴν τῆς βασιλείας εἰκόνα, σὺ δὲ ἅπαντα πρᾶττε ὅσα βασιλέα πράττειν εἰκός · προσδέχουτε ἀπὸ τοῦ χρόνου καὶ τοῦ Γιζερίχου νόμου μόνον λαβεῖν τὸ τοῦ πράγματος ὄνομα.
3.9.13ταῦτα γάρ σοι ποιοῦντι τάτε ἀπὸ τοῦ κρείττονος εὐμενῆ ἔσται καὶ τὰ παρ’ἡμῶν φίλια. τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου.
3.9.14Γελίμερ δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψε, καὶ τόντε Ὁάμερα ἐξετύφλωσε τόντε Ἰλδέριχον καὶ Εὐαγέην ἐν μείζονι φυλακῇ ἐποιήσατο, ἐπικαλέσας φυγὴν ἐς Βυζάντιον μελετᾶν.
3.9.15ὡς δὲ καὶ ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, πρέσβεις ἑτέρους πέμψας ἔργαψε τάδε Ἡμεῖς μὲν οἰόμενοί σε οὔποτε τῆς ἡμετέρας συμβουλῆς ἀπ’ἐναντίας ἥξειν ἐγράψαμέν σοι τὴν ἐπιστολὴν τὴν προτέραν.
3.9.16ἐπεὶ δὲ ἀρέσκει σοι τὴν βασιλείαν οὕτω κεκτῆσθαι ὡς νῦν ἔχεις λαβὼν, ἀπόλαβε ὅ τι ἂν ἐξ αὐτῆς ὁ δαίμων διδῷ.
3.9.17σὺ δὲ Ἰλδέριχόντε καὶ Ὁάμερα τὸν πηρὸν καὶ τούτου τὸν ἀδελφὸν ὡς ἡμᾶς πέμπε, παραψυχὴν ἕξοντας ἣν ἔχειν εἰσὶ δυνατοὶ ὅσοι τὴν βασιλείαν ἢ τὴν ὄψιν ἀφῄρηνται.
3.9.18ὡς οὐκ ἐπιτρέψομέν γε, ἢν μὴ ταῦτα ποιῇς. ἐνάγει γὰρ ἡμᾶς ἡ ἐλπὶς, ἣν εἰς τὴν ἡμετέραν φιλίαν ἔσχον.
3.9.19αἵτε σπονδαὶ ἡμῖν αἱ πρὸς Γιζέριχον ἐκποδὼν στήσονται. τῷ γὰρ ἐκδεξαμένῳ τὴν ἐκείνου βασιλείαν ἐρχόμεθα οὐ πολεμήσοντες, ἀλλὰ τὰ δυνατὰ τιμωρήσοντες.
3.9.20ταῦτα Γελίμερ ἀναλεξάμενος ἠμείβετο τοῖσδε Βασιλεὺς Γελίμερ Ἰουστινιανῷ βασιλεῖ. οὔτε βίᾳ τὴν ἀρχὴν ἔλαβον οὔτε τί μοι ἀνόσιον ἐς ξυγγενεῖς τοὺς ἐμοὺς εἴργασται.
3.9.21Ἰλδέριχον γὰρ νεώτερα πράσσοντα ἐς οἶκον τὸν Γιζερίχου καθεῖλε τὸ τῶν Βανδίλων ἔθνος · ἐμὲ δὲ ὁ χρόνος ἐς τὴν βασιλείαν ἐκάλεσε, κατά γε τὸν νόμον τὰ πρεσβεῖα διδούς.
3.9.22τὴν δὲ ὑπάρχουσαν ἡγεμονίαν αὐτόν τινα διοικεῖσθαι καλὸν καὶ μὴ ἀλλοτρίας οἰκειοῦσθαι φροντίδας.
3.9.23ὥστε καὶ σοὶ βασιλείαν ἔχοντι τὸ περιέργῳ εἶναι οὐ δίκαιον · λύοντι δέ σοι τὰς σπονδὰς καὶ ἐφ’ἡμᾶς ἰόντι ἀπαντήσομεν ὅση δύναμις, μαρτυρόμενοι τοὺς ὅρκους τοὺς Ζήνωνι ὀμωμοσμένους, οὗ τὴν βασιλείαν παραλαβὼν ἔχεις.
3.9.24ταῦτα λαβὼν Ἰουστινιανὸς βασιλεὺς τὰ γράμματα, ἔχων καὶ πρότερον δι’ὀργῆς Γελίμερα, ἔτι μᾶλλον ἐς τὴν τιμωρίαν ἐπῆρτο.
3.9.25καί οἱ ἔδοξε καταλύσαντι ὡς τάχιστα τὸν Μηδικὸν πόλεμον ἐς Λιβύην στρατεῦσαι, καὶ (ἦν γὰρ ἐπινοῆσαίτε ὀξὺς καὶ ἄοκνος τὰ βεβουλευμένα ἐπιτελέσαι) παρῆν μὲν αὐτῷ μετάπεμπτος ὁ τῆς ἑῴας στρατηγὸς Βελισάριος, οὐχ ὅτι ἐς Λιβύην στρατηγήσειν μέλλοι προειρημένον αὐτῷ ἢ ἄλλῳ ὁτῳοῦν, ἀλλὰ τῷ λόγῳ παραλέλυτο ἧς εἶχεν ἀρχῆς.
3.9.26γεγόνασι δὲ αὐτίκα αἱ πρὸς Πέρσας σπονδαὶ, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
3.10.1βασιλεὺς δὲ Ἰουστινιανὸς, ἐπεί οἱ τάτε οἴκοι καὶ τὰ ἐς τοὺς Πέρσας ὡς ἄριστα εἶχε, τὰ ἐν Λιβύῃ πράγματα ἐν βουλῇ ἐποιεῖτο.
3.10.2ἐπεὶ δὲ ἐς τὰς ἀρχὰς ἐξήνεγκεν ὡς στρατιὰν ἀγείροι ἐπὶ Βανδίλουςτε καὶ Γελίμερα, οἱ πλεῖστοι ἤδη ἐδυσχέραινόντε καὶ ἐν ξυμφορᾷ ἦσαν, τόντε Λέοντος τοῦ βασιλέως στόλον καὶ τὸ τοῦ Βασιλίσκου πάθος ἀνανεούμενοίτε καὶ ἀποστοματίζοντες στρατιώτας μὲν ὅσοι ἀπέθανον, χρήματα δὲ ὅσα τὸ δημόσιον ὦφλε.
3.10.3μάλιστα δὲ ἤλγουντε καὶ περιώδυνοι τῇ μερίμνῃ ἐγίνοντο ὅτε τῆς αὐλῆς ἔπαρχος, ὃν δὴ πραίτωρα καλοῦσι Ῥωμαῖοι, καὶ ὁ τοῦ ταμιείου ἡγούμενος καὶ ὅτῳ ἄλλῳ φόρου ξυλλογὴ δημοσίου ἢ βασιλικοῦ ἐπετέτακτο, λογιζόμενοι ὅτι αὐτοῖς εἰς τὴν τοῦ πολέμου χρείαν δεήσει ἄμετρα φέρουσιν οὔτε ξυγγνώμης τινὸς οὔτε ἀναβολῆς ἀξίοις εἶναι.
3.10.4τῶν δὲ στρατηγῶν αὐτὸς ἕκαστος στρατηγήσειν οἰόμενος κατωρρώδειτε καὶ ἀπώκνει τοῦ κινδύνου τὸ μέγεθος, εἴ οἱ ἀναγκαῖον εἴη διασωθέντι ἐκ τῶν ἐν θαλάσσῃ κακῶν στρατοπεδεύεσθαι μὲν ἐν τῇ πολεμίᾳ, ἐκ δὲ τῶν νεῶν ὁρμωμένῳ διαμάχεσθαι πρὸς βασιλείαν μεγάληντε καὶ λόγου ἀξίαν.
3.10.5οἱ δὲ στρατιῶται ἄρτι ἐκ πολέμου μακροῦτε καὶ χαλεποῦ ἐπανήκοντες οὔπωτε ὅλῃ γλώσσῃ ἀγαθῶν τῶν κατὰ τὴν οἰκίαν γευσάμενοι ἐν ἀμηχανίᾳ ἐγίνοντο ἔςτε ναυμαχίαν ἀγόμενοι, ἣν οὐ δὲ ἀκοῇ πρότερον παραλαβόντες ἐτύγχανον, καὶ ἀπὸ τῶν ἑῴων ὁρίων στελλόμενοι ἐς τὰς τοῦ ἡλίου δυσμὰς, ἐφ’ᾧ διακινδυνεύσουσι πρόςτε Βανδίλους καὶ Μαυρουσίους.
3.10.6οἱ δὲ δὴ ἄλλοι, ἅπερ ἐν ὁμίλῳ φιλεῖ γίγνεσθαι, νεωτέρων πραγμάτων ἤθελον διὰ κινδύνων ἀλλοτρίων θεαταὶ γενέσθαι.
3.10.7βασιλεῖ μέντοι εἰπεῖν τι ἐπὶ κωλύμῃ τῆς στρατιᾶς οὐδεὶς, ὅτι μὴ ὁ Καππαδόκης Ἰωάννης, ἐτόλμησεν, ὁ τῆς αὐλῆς ἔπαρχος, θρασύτατόςτε ὢν καὶ δεινότατος τῶν κατ’αὐτὸν ἁπάντων.
3.10.8οὗτος γὰρ Ἰωάννης, τῶν ἄλλων σιωπῇ τὰς παρούσας ὀδυρομένων τύχας, παρελθὼν ἐς βασιλέα ἔλεξε τοιάδε Τὸ πιστὸν, ὦ βασιλεῦ, τῆς ἐς τοὺς ὑπηκόους τοὺς σοὺς ὁμιλίας τὴν παρρησίαν ἡμῖν ἀναπετάννυσιν ὅ τι ἂν μέλλοι τῇ πολιτείᾳ τῇ σῇ ξυνοίσειν, ἢν καὶ μὴ πρὸς ἡδονήν σοι τὰ λεγόμενάτε καὶ πρασσόμενα ᾖ.
3.10.9οὕτω γάρ σοι κεράννυσι τῷ δικαίῳ τὴν ἐξουσίαν ἡ σύνεσις, ὥστε οὐ τὸν ὑπηρετήσαντα πάντως εὔνουν εἶναι ἡγῇ τοῖς σαυτοῦ πράγμασιν, οὐ δὲ τῷ ἀντειπόντι χαλεπῶς ἔχεις, ἀλλὰ μόνῳ τῷ τῆς διανοίας ἀκραιφνεῖ πάντα σταθμώμενος ἀκίνδυνον ἡμῖν ἀπέδειξας πολλάκις τὸ τοῖς σοῖς ἀντιστῆναι βουλεύμασι.
3.10.10τούτοις ἠγμένος, ὦ βασιλεῦ, κατέστην εἰς ξυμβουλὴν τήνδε, προσκρούσων μὲν τὸ παραυτίκα ἴσως, ἂν οὕτω τύχῃ, ἐς δὲ τὸ μέλλον τὴν εὔνοιαν τὴν ἐμὴν καταφανῆ δείξων, ταύτηςτέ σε μάρτυρα παρεξόμενος.
3.10.11ἢν γὰρ ἀπειθῶν τοῖς λεγομένοις ἐξοίσεις ἐς Βανδίλους τὸν πόλεμον, μηκυνομένης σοι τῆς ἀγωνίας τὴν ἐμὴν παραίνεσιν εὐδοκιμῆσαι ξυμβήσεται.
3.10.12εἰ μὲν γὰρ ὡς κρατήσεις τῶν πολεμίων τὸ θαρρεῖν ἔχεις, οὐδὲν ἀπεικός σε τάτε σώματα προΐεσθαι καὶ χρημάτων δαπανᾶν πλῆθος, καὶ τοὺς ὑπὲρ τῶν ἀγώνων ὑφίστασθαι πόνους. νίκη γὰρ ἐπιγενομένη πάντα καλύπτει τὰ τοῦ πολέμου πάθη.
3.10.13εἰ δὲ ταῦτα μὲν ἐν τοῖς τοῦ θεοῦ γούνασι κεῖται, παραδείγμασι δὲ τῶν προγεγενημένων χρωμένους ἡμᾶς ἀνάγκη δεδιέναι τὸ τοῦ πολέμου πέρας, πῶς οὐχὶ τῶν ἐν τοῖς ἀγῶσι κινδύνων τὸ τὴν ἡσυχίαν ἀγαπᾶν ἄμεινον;
3.10.14ἐπὶ Καρχηδόνα διανοῇ στρατεύειν, εἰς ἣν κατὰ μὲν τὴν ἤπειρον ἰόντι ὁδὸς τεσσαράκοντα καὶ ἑκατὸν ἡμερῶν ἐστι, πλέοντι δὲ ἀνάγκη τὸ πέλαγος ὅλον ἀμειψαμένῳ πρὸς τὰς ἐσχατιὰς τῆς θαλάσσης ἐλθεῖν. ὥστε τῶν ἐν τῷ στρατοπέδῳ ξυμβησομένων ἐνιαύσιόν σοι δεήσει τὸν ἄγγελον ἥκειν.
3.10.15προσθείη δὲ ἄν τις ὡς, ἢν μὲν κρατήσῃς τῶν πολεμίων, Λιβύης μεταποιεῖσθαι οὐκ ἂν δύναιο, τῆςτε Σικελίας καὶ Ἰταλίας ὑφ’ἑτέροις κειμένης ·
3.10.16ἢν δέ τι καὶ πταίσῃς, ὦ βασιλεῦ, λελυμένων ἤδη σοι τῶν σπονδῶν, εἰς τὴν ἡμετέραν τὸν κίνδυνον ἄξεις · ξυνελόντιτε εἰπεῖν οὔτε ἀπόνασθαι παρέσται σοι τῆς νίκης καὶ τὸ τῆς τύχης ἐναντίωμα λυμανεῖται τοῖς εὖ καθεστῶσι.
3.10.17πρὸ τῶν πραγμάτων τὸ τῆς εὐβουλίας ὄφελός ἐστι. τοῖς μὲν γὰρ ἐπταικόσι τὸ μεταμελεῖσθαι ἀνόνητον, πρὸ δὲ τῶν δεινῶν τὸ μεταμανθάνειν ἀκίνδυνον. οὐκοῦν ξυνοίσει πάντων μάλιστα τὸ τοῖς καιροῖς ἐν δέοντι χρῆσθαι.
3.10.18Ἰωάννης μὲν τοσαῦτα εἶπεν. ἀποδεξάμενος δὲ βασιλεὺς τὴν ἐς τὸν πόλεμον προθυμίαν κατέπαυσε. τῶν δέ τις ἱερέων, οὓς δὴ ἐπισκόπους καλοῦσιν, ἐκ τῆς ἑῴας ἥκων ἔφη ἐς λόγους τῷ βασιλεῖ ἐλθεῖν βούλεσθαι.
3.10.19καὶ ἐπειδὴ αὐτῷ ξυνέμιξεν, ἔλεγέν οἱ τὸν θεὸν ἐπισκῆψαι ὄναρ γενέσθαιτε ὡς βασιλέα καὶ αὐτὸν αἰτιάσασθαι ὅτι δὴ Χριστιανοὺς τοὺς ἐν Λιβύῃ ῥύεσθαι ἐκ τυράννων ὑποδεξάμενος εἶτα λόγῳ οὐδενὶ κατωρρώδησε ·
3.10.20καίτοι αὐτὸς ἔφη οἱ πολεμοῦντι ξυλλήψομαι Λιβύηςτε κύριον θήσομαι.
3.10.21ταῦτα βασιλεὺς ἐπεὶ ἤκουσε, κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύνατο, ἀλλὰ τήντε στρατιὰν καὶ τὰς ναῦς ἤγειρεν, ὅπλατε καὶ σιτία ἡτοίμαζε καὶ Βελισαρίῳ ἐν παρασκευῇ ἐπήγγελλεν εἶναι ὡς ἐν Λιβύῃ στρατηγήσοντι αὐτίκα μάλα.
3.10.22Τρίπολιν δὲ τὴν ἐν Λιβύῃ τῶν τις ἐπιχωρίων Πουδέντιος ἀπὸ Βανδίλων ἀπέστησε. πέμψαςτε ὡς βασιλέα ἐδεῖτό οἱ στρατιὰν στεῖλαι ·
3.10.23πόνῳ γὰρ αὐτῷ τὴν χώραν οὐδενὶ προσποιήσειν · ὁ δέ οἱ ἄρχοντάτε Ταττιμοὺθ καὶ στράτευμα οὐ πολὺ ἔστειλεν.
3.10.24ὃ δὴ ἑταιρισάμενος Πουδέντιος Βανδίλων οὐ παρόντων τήντε χώραν ἔσχε καὶ βασιλεῖ προσεποίησε. τῷ δὲ Γελίμερι τιμωρεῖν βουλομένῳ Πουδέντιον ἐναντίωμα ξυνέπεσε τόδε.
3.10.25Γώδας τις ἦν ἐν τοῖς Γελίμερος δούλοις, Γότθος τὸ γένος, θυμοειδὴς μὲν καὶ δραστήριος καὶ πρὸς ἰσχὺν ἱκανῶς πεφυκὼς, εὐνοϊκῶς δὲ δοκῶν ἐς τὰ τοῦ δεσπότου πράγματα ἔχειν.
3.10.26τούτῳ τῷ Γώδᾳ ὁ Γελίμερ Σαρδὼ τὴν νῆσον ἐπέτρεψε, φυλακῆςτε ἕνεκα καὶ φόρον τὸν ἐπέτειον ἀποφέρειν.
3.10.27ὁ δὲ τὴν ἀπὸ τῆς τύχης εὐημερίαν οὔτε καταπέψαι οὔτε τῇ ψυχῇ φέρειν οἷόςτε ὢν τυραννίδι ἐπεχείρησε, καὶ οὐ δὲ τὴν τοῦ φόρου ἀπαγωγὴν ἀποφέρειν ἔτι ἠξίου, ἀλλὰ καὶ τὴν νῆσον αὐτὸς Βανδίλων ἀποστήσας εἶχε.
3.10.28καὶ ἐπεὶ ᾔσθετο βασιλέα Ἰουστινιανὸν πολεμησείοντα ἐπίτε Λιβύην καὶ Γελίμερα, ἔγραψε πρὸς αὐτὸν τάδε Οὔτε ἀγνωμοσύνῃ εἴκων οὔτε τι ἄχαρι πρὸς δεσπότου παθὼν τοῦ ἐμοῦ εἰς ἀπόστασιν εἶδον, ἀλλὰ τα- τἀνδρὸς ἰδὼν τὴν ὠμότητα ἰσχυρὰν οἵαν εἴςτε τὸ ξυγγενὲς καὶ ὑπήκοον μετέχειν τῆς ἀπανθρωπίας οὐκ ἂν δόξαιμι ἑκών γε εἶναι.
3.10.30ἄμεινον γὰρ βασιλεῖ δικαίῳ ὑπηρετεῖν ἢ τυράννῳ τὰ οὐκ ἔννομα ἐπαγγέλλοντι.
3.10.31ἀλλ’ὅπως μὲν συλλήψῃ μοι ταῦτα σπουδάζοντι, ὅπως δὲ στρατιώτας πέμποις ὥστε με ἀμύνεσθαι τοὺς ἐπιόντας ἱκανῶς ἔχειν.
3.10.32ταύτην βασιλεὺς ἄσμενος λαβὼν τὴν ἐπιστολὴν Εὐλόγιον πρεσβευτὴν ἔπεμψε καὶ γράμματα ἔγραψεν, ἐπαινῶν τὸν Γώδαν τῆςτε ξυνέσεως καὶ τῆς ἐς τὴν δικαιοσύνην προθυμίας, ξυμμαχίαντε ἐπαγγελλόμενος καὶ στρατιώτας καὶ στρατηγὸν, ὃς αὐτῷ ξυμφυλάξαιτε τὴν νῆσον οἷόςτε εἴη καὶ τὰ ἄλλα ξυλλήψεσθαι, ὥστε αὐτῷ δύσκολον μηδὲν πρὸς Βανδίλων ξυμβῆναι.
3.10.33Εὐλόγιος δὲ ἀφικόμενος εἰς Σαρδὼ εὕρισκε Γώδαν ὄνομάτε καὶ σχῆμα βασιλέως περιβαλλόμενον καὶ δορυφόρους προσποιησάμενον.
3.10.34ὃς ἐπειδὴ τὴν βασιλέως ἐπιστολὴν ἀνελέξατο, στρατιώτας μὲν ἔφη ἐς ξυμμαχίαν ἐλθεῖν βουλομένῳ εἶναι, ἄρχοντος δὲ οὐ πάνυ χρῄζειν. κατὰ ταῦτάτε πρὸς βασιλέα γράψας τὸν Εὐλόγιον ἀπεπέμψατο.
3.11.1ταῦτα βασιλεὺς οὔπω πεπυσμένος τετρακοσίουςτε στρατιώτας καὶ ἄρχοντα Κύριλλον ὡς τὴν νῆσον ξυμφυλάξοντας Γώδᾳ ἡτοίμαζεν.
3.11.2ἤδη δὲ ξὺν αὐτοῖς καὶ τὴν ἐς Καρχηδόνα στρατείαν ἐν παρασκευῇ εἶχε, πεζοὺς μὲν στρατιώτας μυρίους, ἱππέας δὲ πεντακισχιλίους, ἔκτε στρατιωτῶν καὶ φοιδεράτων συνειλεγμένους.
3.11.3ἐν δὲ δὴ φοιδεράτοις πρότερον μὲν μόνοι βάρβαροι κατελέγοντο, ὅσοι οὐκ ἐπὶ τῷ δοῦλοι εἶναι, ἅτε μὴ πρὸς Ῥωμαίων ἡσσημένοι, ἀλλ’ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἐς τὴν πολιτείαν ἀφίκοιντο.
3.11.4φοίδερα γὰρ τὰς πρὸς τοὺς πολεμίους σπονδὰς καλοῦσι Ῥωμαῖοι. τὸ δὲ νῦν ἅπασι τοῦ ὀνόματος τούτου ἐπιβατεύειν οὐκ ἐν κωλύμῃ ἐστὶ, τοῦ χρόνου τὰς προσηγορίας ἐφ’ὧν τέθεινται ἥκιστα ἀξιοῦντος τηρεῖν, ἀλλὰ τῶν πραγμάτων ἀεὶ περιφερομένων, ᾗ ταῦτα ἄγειν ἐθέλουσιν ἄνθρωποι, τῶν πρόσθεν αὐτοῖς ὠνομασμένων ὀλιγωροῦντες.
3.11.5ἄρχοντες δὲ ἦσαν φοιδεράτων μὲν Δωρόθεόςτε, ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς, καὶ Σολόμων, ὃς τὴν Βελισαρίου ἐπετρόπευε στρατηγίαν · (δομέστικον τοῦτον καλοῦσι Ῥωμαῖοι.
3.11.6ὁ δὲ Σολόμων οὗτος εὐνοῦχος μὲν ἦν, οὐκ ἐξ ἐπιβουλῆς δὲ ἀνθρώπου τὰ αἰδοῖα ἐτύγχανεν ἀποτμηθεὶς, ἀλλά τις αὐτῷ τύχη ἐν σπαργάνοις ὄντι τοῦτο ἐβράβευσε) · καὶ Κυπριανὸς καὶ Βαλεριανὸς καὶ Μαρτῖνος καὶ Ἀλθίας καὶ Ἰωάννης καὶ Μάρκελλος καὶ Κύριλλος, οὗ πρόσθεν ἐμνήσθην ·
3.11.7στρατιωτῶν δὲ ἱππέων μὲν Ῥουφῖνόςτε καὶ Ἀιγὰν, ἐκ τῆς Βελισαρίου οἰκίας ὄντες, καὶ Βαρβᾶτος καὶ Πάππος, πεζῶν δὲ Θεόδωρος, ὅνπερ Κτεάνον ἐπίκλησιν ἐκάλουν, καὶ Τερέντιόςτε καὶ Ζάϊδος καὶ Μαρκιανὸς καὶ Σάραπις.
3.11.8Ἰωάννης δέ τις ἐξ Ἐπιδάμνου ὁρμώμενος, ἣ νῦν Δυρράχιον καλεῖται, τοῖς τῶν πεζῶν ἡγεμόσιν ἅπασιν ἐφειστήκει.
3.11.9τούτων ἁπάντων Σολόμων μὲν ἑῷος ἐτύγχανεν ὢν ἐκ τῆς Ῥωμαίων ἐσχατιᾶς αὐτῆς, οὗ νῦν πόλις οἰκεῖται Δάρας, Ἀιγὰν δὲ ἦν Μασσαγέτης γένος, οὓς νῦν Οὔννους καλοῦσιν.
3.11.10οἱ δὲ λοιποὶ σχεδόν τι ἅπαντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ᾤκουν.
3.11.11εἵποντο δὲ αὐτοῖς Ἔρουλοι τετρακόσιοι, ὧν Φάρας ἦρχε, καὶ ξύμμαχοι βάρβαροι ἑξακόσιοι μάλιστα ἐκ τοῦ Μασσαγετῶν ἔθνους, ἱπποτοξόται πάντες ·
3.11.12ὧν δὴ ἡγοῦντο Σιννίωντε καὶ Βάλας, ἀνδρίαςτε καὶ καρτερίας ἐς ἄκρον ἥκοντε.
3.11.13ναῦς δὲ ἡ σύμπασα στρατιὰ πεντακοσίας ἦγε, καὶ αὐτῶν οὐδεμία πλέον ἢ κατὰ μυριάδας πέντε μεδίμνων φέρειν οἵατε ἦν, οὐ μὴν οὐ δὲ ἔλασσον ἢ κατὰ τρισχιλίους.
3.11.14ναῦται δὲ τρισμύριοι ἐπέπλεον ἁπάσαις, Αἰγύπτιοίτε καὶ Ἴωνες οἱ πλεῖστοι καὶ Κίλικες, ἀρχηγόςτε εἷς ἐπὶ ταῖς ναυσὶν ἁπάσαις Καλώνυμος Ἀλεξανδρεὺς ἀπεδέδεικτο.
3.11.15ἦσαν δὲ αὐτοῖς καὶ πλοῖα μακρὰ, ὡς ἐς ναυμαχίαν παρεσκευασμένα, ἐνενήκοντα δύο, μονήρη μέντοι καὶ ὀροφὰς ὕπερθεν ἔχοντα, ὅπως οἱ ταῦτα ἐρέσσοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλοιντο.
3.11.16δρόμωνας καλοῦσι τὰ πλοῖα ταῦτα οἱ νῦν ἄνθρωποι · πλεῖν γὰρ κατὰ τάχος δύνανται μάλιστα. ἐν τούτοις δὴ Βυζάντιοι δισχίλιοι ἔπλεον, αὐτερέται πάντες · περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς.
3.11.17ἐστέλλετο δὲ καὶ Ἀρχέλαος, ἀνὴρ ἐς πατρικίους τελῶν, ἤδη μὲν τῆς αὐλῆς ἔπαρχος ἔντε Βυζαντίῳ καὶ Ἰλλυριοῖς γεγονὼς, τότε δὲ τοῦ στρατοπέδου καταστὰς ἔπαρχος. οὕτω γὰρ ὁ τῆς δαπάνης χορηγὸς ὀνομάζεται.
3.11.18στρατηγὸν δὲ αὐτοκράτορα ἐφ’ἅπασι Βελισάριον βασιλεὺς ἔστελλεν, ὃς τῶν ἑῴων αὖθις καταλόγων ἦρχε.
3.11.19καὶ αὐτῷ πολλοὶ μὲν δορυφόροι, πολλοὶ δὲ ὑπασπισταὶ εἵποντο, ἄνδρεςτε ἀγαθοὶ τὰ πολέμια καὶ τῶν περὶ ταῦτα κινδύνων ἀτεχνῶς ἔμπειροι.
3.11.20γράμματάτε αὐτῷ βασιλεὺς ἔγραφε, δρᾶν ἕκαστα ὅπη ἂν αὐτῷ δοκῇ ἄριστα ἔχειν, ταῦτάτε κύρια εἶναι ἅτε αὐτοῦ βασιλέως αὐτὰ διαπεπραγμένου. βασιλέως γὰρ αὐτῷ ῥοπὴν τὰ γράμματα ἐποίει.
3.11.21ὥρμητο δὲ ὁ Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶντε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. ταῦτα μὲν οὖν ἐγίνετο τῇδε.
3.11.22Γελίμερ δὲ Τριπόλεώςτε πρὸς Πουδεντίου καὶ Σαρδοῦς πρὸς Γώδα ἐστερημένος, Τρίπολιν μὲν ἀνασώσασθαι μόλις ἤλπισεν, ἀπωτέρωτε ᾠκημένην καὶ Ῥωμαίων ἤδη τοῖς ἀποστᾶσι ξυλλαμβανόντων, ἐφ’οὓς δὴ μὴ αὐτίκα στρατεύειν ἔδοξέν οἱ ἄριστα ἔχειν · ἐς δὲ τὴν νῆσον προτερῆσαι ἠπείγετο, πρὶν ἢ καὶ ἐς ταύτην ξυμμαχίαν ἐκ βασιλέως ἥκειν.
3.11.23ἀπολέξας οὖν Βανδίλων χιλιάδας πέντε καὶ ναῦς εἴκοσι καὶ ἑκατὸν τὰς ἄριστα πλεούσας στρατηγόντε ἀποδείξας Τζάζωνα τὸν ἀδελφὸν ἔστελλε.
3.11.24καὶ οἱ μὲν ἐπὶ Γώδαντε καὶ Σαρδὼ θυμῷτε πολλῷ καὶ σπουδῇ χρώμενοι ἔπλεον, βασιλεὺς δὲ Ἰουστινιανὸς Βαλεριανόντε καὶ Μαρτῖνον προτέρους ἔστελλεν, ἐφ’ᾧ προσδέξονται τὴν ἄλλην στρατιὰν ἐς τὰ ἐν Πελοποννήσῳ χωρία.
3.11.25καὶ ἐπειδὴ ἐν ταῖς ναυσὶν ἄμφω ἐγενέσθην, ἐνθύμιον βασιλεῖ ἐγένετο ἐντέλλεσθαί τι αὐτοῖν · ὃ καὶ πρότερον ἐθέλοντα λέγειν ἀσχολία τις λόγων ἑτέρων τὴν διάνοιαν περιλαβοῦσα ἐξέκρουσε.
3.11.26μεταπεμψάμενος οὖν αὐτὼ λέγειν ἔμελλεν ἃ ἐβούλετο, ἀλλὰ ξυμβαλὼν εὕρισκεν ὡς οὐκ ἂν αὐτοῖν αἴσιον εἴη τὴν πορείαν ἐκκόψαι.
3.11.27ἔπεμπεν οὖν τινας ἀπεροῦντας αὐτοῖν μήτε ἀναστρέφειν ἐς αὐτὸν αὖθις μήτε ἐκ τῶν νεῶν ἀποβαίνειν.
3.11.28οἱ δὲ, ἐπεὶ τῶν νεῶν ἀγχοῦ ἐγένοντο, ἐκέλευον ξὺν βοῇτε καὶ θορύβῳ πολλῷ μηδαμῶς ἀναστρέφειν, ἔδοξέτε τοῖς παροῦσιν οἰωνόςτε εἶναι οὐκ ἀγαθὸς τὸ γινόμενον καὶ οὔποτε τῶν ἐν ταῖς ναυσὶν ἐκείναις τινὰ ἐκ Λιβύης ἐς Βυζάντιον ἐπανήξειν.
3.11.29πρὸς γὰρ δὴ τῷ οἰωνῷ καὶ ἀρὰν ἐς αὐτοὺς ἥκειν ἐκ βασιλέως οὔτι ἑκόντος, ὥστε μὴ ἀναστρέφειν ὑπώπτευον. καὶ εἰ μέν τις αὐτὰ ἐς τὼ ἄρχοντε τούτω, Βαλεριανόντε καὶ Μαρτῖνον, ξυμβάλλοιτο, οὐκ ἀληθῆ εὑρήσει τὰ ἐξ ἀρχῆς δόξαντα.
3.11.30ἦν δέ τις ἐν τοῖς Μαρτίνου δορυφόροις Στότζας, ὃς δὴ καὶ βασιλεῖ πολέμιος ἔμελλεν ἔσεσθαι καὶ τυραννίδι ἐπιθέσθαι καὶ ἐς Βυζάντιον ἥκιστα ἀναστρέφειν, ἐφ’ὃν δὴ τὴν ἀρὰν ἐκείνην ὑποπτεύσειεν ἄν τις ξυνενεγκεῖν τὸ δαιμόνιον.
3.11.31ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε πη ἄλλῃ ἔχει, ἀφίημι ἑκάστῳ ὅπη ἄν τις βούληται ἐκλογίζεσθαι. ὅπως δὲ ὅτε στρατηγὸς Βελισάριος καὶ τὸ στράτευμα ἐστάλη, ἐρῶν ἔρχομαι.
3.12.1ἕβδομον ἤδη ἔτος τὴν αὐτοκράτορα ἀρχὴν ἔχων Ἰουστινιανὸς βασιλεὺς ἀμφὶ θερινὰς τροπὰς τὴν στρατηγίδα ἐκέλευσε ναῦν ὁρμίσασθαι ἐς τὴν ἀκτὴν, ἣ πρὸ τῆς βασιλέως αὐλῆς τυγχάνει οὖσα.
3.12.2ἐνταῦθα Ἐπιφάνιος ἀφικόμενος, ὁ τῆς πόλεως ἀρχιερεὺς, εὐξάμενόςτε ὅσα εἰκὸς ἦν τῶν τινα στρατιωτῶν ἄρτι βεβαπτισμένοντε καὶ τοῦ Χριστιανῶν ὀνόματος μεταλαχόντα εἰς τὴν ναῦν εἰσεβίβασεν. οὕτω τοίνυν ὅτε στρατηγὸς Βελισάριος καὶ Ἀντωνίνα ἡ γυνὴ ἔπλεον.
3.12.3ξυνῆν δὲ αὐτοῖς καὶ Προκόπιος, ὃς τάδε ξυνέγραψε, πρότερον μὲν καὶ μάλα κατορρωδήσας τὸν κίνδυνον, ὄψιν δὲ ὀνείρου ἰδὼν ὕστερον, ἣ αὐτὸν θαρσῆσαίτε ἐποίησε καὶ ἐς τὸ στρατεύεσθαι ὥρμησεν.
3.12.4ἐδόκει γὰρ ἐν τῷ ὀνείρῳ εἶναι μὲν ἐν τῇ Βελισαρίου οἰκίᾳ, εἰσελθόντα δὲ ἀγγεῖλαι τῶν οἰκετῶν ἕνα ὡς ἥκοιέν τινες δῶρα φέροντες · καὶ Βελισάριον διασκοπεῖσθαι κελεύειν αὐτὸν ὁποῖά ποτε εἴη τὰ δῶρα, καὶ αὐτὸν ἐν τῇ μεταύλῳ γενόμενον ἄνδρας ἰδεῖν, οἳ ἔφερον ἐπὶ τῶν ὤμων γῆν αὐτοῖς ἄνθεσι.
3.12.5τούτους δὲ εἰς τὴν οἰκίαν εἰσαγαγόντα κελεῦσαι καταθεῖναι ἐν τῷ προστώῳ ἣν ἔφερον γῆν · οὗ δὴ Βελισάριον ἅμα τοῖς δορυφόροις ἥκοντα, αὐτόντε κατακλίνεσθαι ἐν τῇ γῇ ἐκείνῃ καὶ τὰ ἄνθη ἐσθίειν, τοῖςτε ἄλλοις αὐτὸ δὴ τοῦτο ποιεῖν ἐγκελεύεσθαι, κατακλινομένοιςτε σφίσι καὶ ἐσθίουσιν ὥσπερ ἐπὶ στιβάδος ἡδεῖαν κομιδῆ τὴν βρῶσιν φανῆναι. τὰ μὲν δὴ τῆς ὄψεως τοῦ ὀνείρου ταύτῃ πη ἔσχεν.
3.12.6ὁ δὲ ξύμπας στόλος τῇ στρατηγίδι νηὶ εἵπετο, καὶ προσέσχον Περίνθῳ, ἣ νῦν Ἡράκλεια ἐπικαλεῖται, ἔνθα δὴ πέντε ἡμερῶν χρόνος τῇ στρατιᾷ ἐτρίβη, ἐπεὶ βασιλεὺς ἵπποις ὅτι μάλιστα πλείστοις τὸν στρατηγὸν ἐνταῦθα ἐδωρεῖτο ἐκ τῶν βασιλικῶν ἱπποφορβίων, ἅ οἱ νέμονται ἐς τὰ ἐπὶ Θρᾴκης χωρία.
3.12.7ὅθεν δὴ ἀπάραντες Ἀβύδῳ προσωρμίσαντο, καὶ σφίσι ξυνέπεσε τῇδε διὰ τὴν νηνεμίαν ἡμέρας διατρίβουσι τέσσαρας πρᾶγμα τοιόνδε ξυνενεχθῆναι.
3.12.8Μασσαγέται δύο τῶν τινα ἑταίρων ἐν τῇ ἀκρατοποσίᾳ ἐρεσχελοῦντα σφᾶς, ἅτε οἰνωμένω, ἀνειλέτην. πάντων γὰρ ἀνθρώπων μάλιστά εἰσιν ἀκρατοπόται οἱ Μασσαγέται.
3.12.9Βελισάριος οὖν αὐτίκα τὼ ἄνδρε τούτω ἐν τῷ κολωνῷ, ὃς ἄγχι Ἀβύδου ἐστὶν, ἀνεσκολόπισε.
3.12.10καὶ ἐπειδὴ οἵτε ἄλλοι καὶ οἱ τοῖν ἀνδροῖν ξυγγενεῖς ἐδυσχέραινόντε καὶ ἔφασκον οὐκ ἐπὶ τιμωρίᾳ οὐ δ’ἐπὶ τῷ ὑπεύθυνοι εἶναι Ῥωμαίων νόμοις ἐς ξυμμαχίαν ἥκειν (τὰ γὰρ δὴ σφῶν νόμιμα οὐ τοιάσδε τῶν φόνων ποιεῖσθαι τὰς τίσεις), ξυνεθρύλλουν δὲ αὐτοῖς τὴν ἐς τὸν στρατηγὸν αἰτίαν καὶ στρατιῶται Ῥωμαῖοι, οἷς δὴ ἐπιμελὲς ἐγεγόνει τῶν ἁμαρτανομένων μὴ εἶναι δίκας, τούςτε Μασσαγέτας καὶ τὸ ἄλλο στράτευμα ξυγκαλέσας Βελισάριος ἔλεξε τοιάδε Εἰ μὲν πρὸς ἄνδρας νῦν πρῶτον εἰς πόλεμον καθισταμένους οἱ λόγοι ἐγίνοντο, μακροῦ ἄν μοι ἐδέησε λόγου λέξαντα πεῖσαι ὑμᾶς ἡλίκον ἐστὶν ἐφόδιον εἰς τροπαίου κτῆσιν τὸ δίκαιον.
3.12.12οἱ γὰρ οὐκ ἐξεπιστάμενοι τὰς τῶν τοιούτων ἀγώνων τύχας ἐν ταῖς χερσὶ μόναις οἴονται εἶναι τὸ τοῦ πολέμου πέρας.
3.12.13ὑμεῖς δὲ, οἳ πολλάκις μὲν νενικήκατε πολεμίους οὔτε τοῖς σώμασιν ἐλασσουμένους καὶ πρὸς ἀνδρίαν ἱκανῶς πεφυκότας, πολλάκις δὲ τῶν ἐναντίων ἐν πείρᾳ γεγένησθε, οὐκ ἀγνοεῖτε, οἶμαι, ὡς μάχονται μὲν ἐξ ἑκατέρας ἀεὶ στρατιᾶς ἄνθρωποι, βραβεύει δὲ ὁ θεὸς ὅπως ποτὲ αὐτῷ δοκεῖ καὶ τὸ τοῦ πολέμου δίδωσι κράτος.
3.12.14ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, τήντε τοῦ σώματος εὐεξίαν καὶ τὴν ἐν τοῖς ὅπλοις ἐπιμέλειαν καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν περὶ ἐλάσσονος προσήκει τοῦτε δικαίου καὶ τῶν εἰς θεὸν ἡκόντων ποιεῖσθαι.
3.12.15τὸ γὰρ μάλιστα ξυνενεγκεῖν τοῖς δεομένοις δυνάμενον μᾶλλον ἂν εἰκότως πρὸς ἐκείνων τιμῷτο.
3.12.16πρῶτον δ’ἂν τοῦ δικαίου γένοιτο γνώρισμα ἡ τῶν ἀδίκως ἀνῃρηκότων ποινή. εἰ γὰρ τότε δίκαιον καὶ τὸ ἄδικον κρίνειντε καὶ ὀνομάζειν ἐκ τῶν εἰς τοὺς πέλας ἀεὶ πρασσομένων ἐπάναγκες, οὐδὲν ἂν γένοιτο μᾶλλον ἀνθρώπῳ τῆς ψυχῆς ἔντιμον.
3.12.17εἰ δέ τις βάρβαρος, ὅτι τὸν ξυγγενῆ μεθύων ἀνεῖλεν, ἀξιοῖ συγγνώμονα ἔχειν τὴν δίκην, δι’ὧν ἀπολύεσθαι τὰς αἰτίας φησὶ χείρω εἰκότως εἶναι ποιεῖ τὰ ἐγκλήματα.
3.12.18οὔτε γὰρ οὕτω μεθύειν ἄξιον ἄλλωςτε καὶ τὸν ἐν στρατοπέδῳ βαδίζοντα, ὥστε ἀναιρεῖν τοὺς φιλτάτους ἑτοίμως, ἀλλ’αὐτή γε ἡ μέθη, κα- κἂν ὁ φόνος ἥκιστα ἐπιγένηται, ποινῆς ἀξία, τότε ξυγγενὲς ἀδικούμενον περὶ πλείονος ἂν τῶν οὐ προσηκόντων ἐς τιμωρίαν τοῖς γε νοῦν ἔχουσι φαίνοιτο.
3.12.19τὸ μὲν οὖν παράδειγμα καὶ ἡ τῶν πραττομένων ἀπόβασις ὁποία ποτέ ἐστιν ὁρᾶν πάρεστιν.
3.12.20ὑμᾶς δὲ προσήκει μήτε χειρῶν ἄρχειν ἀδίκων μήτε τι φέρεσθαι τῶν ἀλλοτρίων · ὡς οὐ περιόψομαί γε οὐ δὲ ὑμῶν τινα συστρατιώτην ἐμὸν ἡγήσομαι εἶναι, κα- κἂν πάνυ φοβερὸς τοῖς πολεμίοις εἶναι δοκῇ ὃς ἂν μὴ καθαραῖς ταῖς χερσὶν ἐς τοὺς ἀντιπάλους δύνηται χρῆσθαι.
3.12.21τὸ γὰρ ἀνδρεῖον οὐκ ἂν νικῴη μὴ μετὰ τοῦ δικαίου ταττόμενον.
3.12.22Βελισάριος μὲν τοσαῦτα εἶπεν. ἡ δὲ στρατιὰ ξύμπασα, ἐπειδὴ τάτε λεγόμενα ἤκουσαν καὶ ἐς τὼ ἀνεσκολοπισμένω ἀνέβλεψαν, ἐς δέος τι ἀμήχανον ἦλθον καὶ σωφρόνως βιοτεύειν ἐν νῷ ἔλαβον, ὡς οὐκ ἔξω κινδύνου μεγάλου ἐσόμενοι, ἤν τι οὐκ ἔννομον ποιοῦντες ἁλοῖεν.
3.13.1μετὰ δὲ ταῦτα ἐφρόντιζε Βελισάριος ὅπωςτε ὁ ξύμπας στόλος ἀεὶ κατὰ τα- ταὐτὰ πλέοι καὶ ἐς χωρίον τα- ταὐτὸ προσορμίζοιτο.
3.13.2ᾔδει γὰρ ὡς ἐν μεγάλῳ στόλῳ, ἄλλωςτε καὶ ἢν τραχεῖς σφίσιν ἄνεμοι ἐπιπέσοιεν, ἐπάναγκες ἀπολείπεσθαίτε τῶν νεῶν πολλὰς καὶ σκεδάννυσθαι ἐς τὸ πέλαγος, οὐκ εἰδέναιτε αὐτῶν τοὺς κυβερνήτας ὁποίαις ποτὲ τῶν ἔμπροσθεν ἀναγομένων ἕπεσθαι ἄμεινον.
3.13.3λογισάμενος οὖν ἐποίει τάδε. τριῶν νεῶν, ἐν αἷς αὐτόςτε καὶ ἡ θεραπεία ἔπλει, τὰ ἱστία ἐκ γωνίας τῆς ἄνω καὶ ἐς τριτημόριον μάλιστα ἔχρισε μίλτῳ, κοντούςτε ὀρθοὺς ἀναστήσας ἐν πρύμνῃ ἑκάστῃ ἀπεκρέμασεν ἀπ’αὐτῶν λύχνα, ὅπως ἔντε ἡμέρᾳ καὶ νυκτὶ αἱ τοῦ στρατηγοῦ νῆες ἔκδηλοι εἶεν · αἷς δὴ ἕπεσθαι τοὺς κυβερνήτας ἐκέλευε πάντας.
3.13.4οὕτωτε τῶν νεῶν τῶν τριῶν ἡγουμένων παντὶ τῷ στόλῳ τετύχηκεν αὐτῶν οὐδεμίαν ἀπολελεῖφθαι. ὅτε μέντοι ἐκ λιμένος ἀπαίρειν μέλλοιεν, ἐσήμαινον αὐτοῖς αἱ σάλπιγγες τοῦτο.
3.13.5ἐκ δὲ Ἀβύδου ἀναχθεῖσιν αὐτοῖς ἄνεμοι σκληροὶ ἐπιπεσόντες ἤγαγον εἰς τὸ Σίγειον. αὖθίςτε νηνεμίᾳ χρησάμενοι σχολαίτεροι ἐς Μαλέαν ἦλθον, ἔνθα δὴ αὐτοῖς ἡ νηνεμία ξυνήνεγκεν ἐς τὰ μάλιστα.
3.13.6ἅτε γὰρ ἐν στόλῳ μεγάλῳ καὶ ναυσὶν ὑπερμεγέθεσι, νυκτὸς ἐπιγενομένης, ἡ στενοχωρία ξυνετάραξέτε ἅπαντα καὶ ἐς ἔσχατον κινδύνου ἤνεγκεν.
3.13.7ἐνταῦθα οἵτε κυβερνῆται καὶ οἱ ἄλλοι ναῦται ἀρετὴν ἐπεδείξαντο, βοῇτε καὶ πατάγῳ πολλῷ χρώμενοι καὶ τοῖς κοντοῖς διωθούμενοι, ἐμπείρωςτε ἀπ’ἀλλήλων τὰς διαστάσεις ποιούμενοι, ὥστε εἰ καὶ πνεῦμα ἐπίφορον ἢ καὶ ἀπ’ἐναντίας αὐτοῖς ἐπεγένετο, μόλις ἂν οἱ ναῦταί μοι δοκεῖ σφᾶςτε αὐτοὺς καὶ τὰς ναῦς διεσώσαντο.
3.13.8νῦν δὲ οὕτως ὥσπερ εἴρηται διαφυγόντες Ταινάρῳ προσέμιξαν, ἣ νῦν Καινούπολις ἐπικαλεῖται.
3.13.9εἶτα ἐνθένδε ὁρμηθέντες Μεθώνῃ προσέσχον, εὗρόντε ὀλίγῳ πρότερον τοὺς ἀμφὶ Βαλεριανόντε καὶ Μαρτῖνον αὐτόσε ἀφικομένους.
3.13.10καὶ ἐπεὶ ἄνεμοι οὐκ ἐπέπνεον σφίσι, τὰς μὲν ναῦς Βελισάριος ἐνταῦθα ὥρμισε, τὸ δὲ στράτευμα ἀπεβίβασεν ἅπαν, καὶ ἀποβάντας τούςτε ἄρχοντας διεκόσμησε καὶ τοὺς στρατιώτας διέτασσε.
3.13.11ταῦτάτε αὐτοῦ διέποντος καὶ ἀνέμων ἥκιστα ἐπιγινομένων, ἐπῆλθε πολλοῖς τῶν στρατιωτῶν νόσῳ διαφθαρῆναι ἐξ αἰτίας τοιᾶσδε.
3.13.12ὁ τῆς αὐλῆς ἔπαρχος Ἰωάννης φλαῦρόςτε ἦν τὸν τρόπον καὶ οὕτω δυνατὸς εἰς τὸ προσαγαγεῖν εἰς τὸ δημόσιον ἐπινοῆσαι χρήματα ἐπὶ λύμῃ ἀνθρώπων, ὡς οὐκ ἄν ποτε ἔγωγε φράσαι ἱκανῶς ἔχοιμι.
3.13.13ἀλλὰ ταῦτα μὲν καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἡνίκα πρὸς τῆς ἱστορίας ἐς τόδε ἠγόμην τοῦ λόγου.
3.13.14τὰ δὲ νῦν ὅτῳ ποτὲ τρόπῳ τούτους δὴ τοὺς στρατιώτας διεχρήσατο ἐρῶν ἔρχομαι.
3.13.15τὸν ἄρτον, ᾧ δὴ μέλλουσιν ἐν τῷ στρατοπέδῳ οἱ στρατιῶται σιτίζεσθαι, δὶς μὲν ἐπάναγκες ἐς τὸν πνιγέα εἰσάγεσθαι, ἐπιμελῶς δὲ οὕτως ὀπτᾶσθαι ὥστε ἐξικνεῖσθαίτε ἐπὶ πλεῖστον καὶ μὴ χρόνῳ βραχεῖ διαφθείρεσθαι, τόντε οὕτως ὀπτώμενον ἄρτον ἀνάγκη ἐλάσσω τὸν σταθμὸν ἕλκειν, καὶ διὰ τοῦτο ἐν ταῖς τοιαῖσδε ἀρτοδαισίαις εἰώθασιν οἱ στρατιῶται τοῦ συνειθισμένου σταθμοῦ τὸ τεταρτημόριον ἀποτέμνεσθαι.
3.13.16Ἰωάννης οὖν λογισάμενος ὅπως ἐλάσσωτε τὰ ξύλα καὶ τὸν μισθὸν τοῖς ἀρτοποιοῖς ἥσσονα δοίη, καὶ ὅπως οἱ οὐκ ἐνδεὴς ὁ σταθμὸς εἴη, ὠμὸν ἔτι τὸν ἄρτον ἐς τὸ δημόσιον βαλανεῖον ἐσκομίσας τὸν Ἀχιλλέα, οὗ δὴ ἔνερθεν τὸ πῦρ καίεται, καταθέσθαι ἐκέλευσε.
3.13.17καὶ ἐπειδὴ ἀμωσγέπως ὀπτᾶσθαι ἐδόκει, ἐμβαλὼν θυλακίοις ἐνθέμενόςτε ἐν ταῖς ναυσὶν ἔστελλε.
3.13.18καὶ ἐπεὶ ὁ στόλος ἐς Μεθώνην ἀφίκετο, διαρρυέντες οἱ ἄρτοι ἐπανῆκον αὖθις ἐς ἄλευρα, οὐχ ὑγιᾶ μέντοι, σεσηπότα δὲ καὶ εὐρωτιῶντα καί τινα ὀσμὴν ἤδη βαρεῖαν φέροντα.
3.13.19ἐχορήγουντε αὐτὰ τοῖς στρατιώταις πρὸς μέτρον οἷς προσέκειτο ἡ τιμὴ αὕτη, χοίνιξίτε ἤδη καὶ μεδίμνοις τὴν ἀρτοδαισίαν ποιούμενοι.
3.13.20τούτοις δὲ οἱ στρατιῶται ὥρᾳ θέρους ἐν χωρίῳ αὐχμοὺς ἔχοντι σιτιζόμενοι ἐνόσησάντε καὶ αὐτῶν ἀπέθανον οὐχ ἧσσον ἢ πεντακόσιοι · ὃ δὴ καὶ τοῖς πλείοσι ξυμπεσεῖν ἔμελλεν, ἀλλὰ Βελισάριος διεκώλυσεν, ἄρτους αὐτοῖς ἐπιχωρίους χορηγεῖσθαι κελεύσας. βασιλεῖ δὲ τὸ πρᾶγμα δηλώσας αὐτὸς μὲν ηὐδοκίμησεν, οὐ μήν τινα τότε Ἰωάννῃ ζημίαν ἤνεγκε.
3.13.21ταῦτα μὲν δὴ οὕτως ἐγένετο. ἐκ δὲ Μεθώνης ὁρμηθέντες ἀφίκοντο ἐς τὸν Ζακυνθίων λιμένα, ἔνθα δὴ ὕδωρτε ἐμβεβλημένοι ὅσον σφίσιν ἐξικνεῖσθαι ἔμελλε τὸ Ἀδριατικὸν πέλαγος διαπλέουσι καὶ τὰ ἄλλα παρασκευασάμενοι ἔπλεον.
3.13.22ἀνέμου δὲ σφίσι μαλακοῦτε καὶ νωθροῦ κομιδῆ ἐπιπνεύσαντος ἑκκαιδεκαταῖοι κατέπλευσαν τῆς Σικελίας ἐς χῶρον ἔρημον, οὗ τὸ ὄρος ἐγγὺς ἡ Αἴτνη ἀνέχει.
3.13.23ἐν δὲ τῷ διάπλῳ τούτῳ διατρίψασιν αὐτοῖς ὥσπερ εἴρηται, ξυνέπεσεν ἅπασι διαφθαρῆναι τὰ ὕδατα, πλήν γε δὴ οὗ Βελισάριόςτε αὐτὸς καὶ οἱ ξυμπόται ἔπινον.
3.13.24τοῦτο γὰρ διεσώσατο μόνον ἡ Βελισαρίου γυνὴ τρόπῳ τοιῷδε. ἀμφορέας ἐξ ὑάλου πεποιημένους ὕδατος ἐμπλησαμένη οἰκίσκοντε ἐκ σανίδων ποιήσασα ἐν κοίλῃ νηὶ, ἔνθα δὴ τῷ ἡλίῳ ἐσιέναι ἀδύνατα ἦν, ἐνταῦθα ἐς ψάμμον τοὺς ἀμφορέας κατέχωσε, ταύτῃτε ἀπαθὲς τὸ ὕδωρ διέμεινε. τοῦτο μὲν οὖν οὕτως ἔσχε.
3.14.1Βελισάριος δὲ, ἐπειδὴ τάχιστα ἐς τὴν νῆσον ἀπέβη, ἀπορούμενόςτε ἤσχαλλε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι, ἢ ὁποίους ποτὲ τὰ πολέμια, μη δὲ ὅτῳ τρόπῳ ἢ ὁπόθεν ποτὲ σφίσιν ὁρμωμένοις πολεμητέα εἴη.
3.14.2μάλιστα δὲ αὐτὸν οἱ στρατιῶται ξυνετάρασσον, κατωρρωδηκότεςτε τὴν ναυμαχίαν καὶ προλέγειν ἥκιστα αἰσχυνόμενοι ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ’αὐτοὺς ἴοι, ἐς φυγὴν τραπήσονται. οὐ γὰρ οἷοίτέ εἰσι πολεμίοιςτε ἀνδράσι καὶ ὕδασι διαμάχεσθαι.
3.14.3τούτοις οὖν ἅπασιν ἀπορούμενος Προκόπιον τὸν αὑτοῦ πάρεδρον ἔστελλεν ἐς Συρακούσας, πευσόμενόντε ἤν τινες τοῖς πολεμίοις ἐνέδραι εἰσὶ προλοχίζουσαι τὸν διάπλουν ἢ ἐν νήσῳ ἢ ἐν ἠπείρῳ, καὶ ὅπη μὲν τῆς Λιβύης προσορμίσασθαι σφίσιν ἄμεινον ἂν εἴη, ὁπόθεν δὲ ὁρμωμένοις τὸν πόλεμον πρὸς Βανδίλους διενεγκεῖν ξυνοίσει.
3.14.4ἐπὰν δὲ τὰ ἐντεταλμένα ποιοίη, ἐπανήκοντά οἱ ἐκέλευεν ἐς Καύκανα τὸ χωρίον ξυμμῖξαι, διακοσίοις μάλιστα σταδίοις Συρακουσῶν διέχον, οὗ δὴ αὐτόςτε καὶ ὁ ξύμπας στόλος ὁρμίσασθαι ἔμελλε.
3.14.5τῷ δὲ λόγῳ τροφὰς αὐτὸν ἔπεμπεν ὠνησόμενον, ἅτε τῶν Γότθων ἀγορὰν σφίσιν ἐθελόντων διδόναι, δόξαν τοῦτο βασιλεῖτε Ἰουστινιανῷ καὶ Ἀμαλασούνθῃ τῇ Ἀταλαρίχου μητρὶ, ὃς τότε παῖςτε ὢν καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος εἶχε τὸ Γότθωντε καὶ Ἰταλιωτῶν κράτος ὥσπερ ἐν τῷ περὶ τῶν Γότθων μοι γεγράψεται.
3.14.6ἐπειδὴ γὰρ Θευδέριχος τετελευτήκει καὶ ἐς τὸν θυγατριδοῦν Ἀταλάριχον, ὀρφανὸν τοῦ πατρὸς ἤδη πρότερον γεγονότα, ἡ βασιλεία ἧκε, δειμαίνουσα ἡ Ἀμαλασοῦνθα περίτε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ φίλον Ἰουστινιανὸν ἐς τὰ μάλιστα ἑταιρισαμένη τάτε ἄλλα ἐπήκουεν αὐτῷ ἐπιτάττοντι καὶ τότε ἀγορὰν διδόναι τῷ στρατοπέδῳ ἐπηγγέλλετο καὶ ἐποίει ταῦτα.
3.14.7γενόμενος δὲ ἐν ταῖς Συρακούσαις Προκόπιος καὶ ἀνδρὸς παρὰ δόξαν ἐπιτυχὼν πολίτου μέν οἱ καὶ φίλου ὑπάρχοντος ἐκ παιδὸς, ἐπ’ἐργασίᾳ δὲ τῇ κατὰ θάλασσαν ἀπὸ παλαιοῦ ἐν Συρακούσαις ᾠκημένου ἐπύθετο ὅσων ἔχρῃζεν ·
3.14.8οὗτος γὰρ ὁ ἀνὴρ οἰκέτην αὐτῷ ἐπέδειξε, τριταῖόν οἱ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ Καρχηδόνος ἥκοντα, ὃς δὴ ἔφασκεν ὡς οὐ δέ τινα πρὸς Βανδίλων ἐνέδραν τῷ στόλῳ ἔσεσθαι ἄξιον εἶναι ὑφορᾶσθαι.
3.14.9πρὸς οὐδενὸς γὰρ ἐκείνους ἀνθρώπων πεπύσθαι στράτευμα ἐπ’αὐτοὺς ἐν τούτῳ τῷ χρόνῳ ἰέναι, ἀλλὰ καὶ στρατεύσασθαι ὀλίγῳ ἔμπροσθεν ἐπὶ Γώδαν εἴ τι ἐν Βανδίλοις δραστήριον ἦν.
3.14.10καὶ διὰ ταῦτα Γελίμερα πολέμιον οὐδὲν ἐννοοῦντα, Καρχηδόνοςτε καὶ τῶν ἄλλων ἁπάντων ὠλιγορηκότα τῶν ἐπὶ θαλάσσῃ χωρίων, ἐν Ἑρμιόνῃ διατριβὴν ἔχειν, ἥ ἐστιν ἐν Βυζακίῳ ἡμερῶν τεττάρων ὁδῷ τῆς ἠιόνος διέχουσα · ὥστε πάρεστιν αὐτοῖς πλεῖντε οὐδὲν δειμαίνουσι δύσκολον καὶ προσορμίζεσθαι ἔνθα ἂν αὐτοὺς τὸ πνεῦμα καλοίη.
3.14.11ταῦτα Προκόπιος ἀκούσας τῆςτε χειρὸς τοῦ οἰκέτου λαβόμενος ἐπὶ τὸν λιμένα ἐβάδιζε τὴν Ἀρέθουσαν, ἔνθα δή οἱ τὸ πλοῖον ὡρμίζετο, πυνθανόμενόςτε τοῦ ἀνθρώπου συχνὰ καὶ διερευνώμενος ἕκαστα. ἐσβὰς δὲ ξὺν αὐτῷ ἐς τὴν ναῦν αἴρεσθαίτε τὰ ἱστία ἐκέλευσε καὶ πλεῖν κατὰ τάχος ἐς Καύκανα.
3.14.12καὶ ἐπεὶ ὁ τοῦ οἰκέτου δεσπότης ἐπὶ τῆς ἠιόνος θαυμάζων εἱστήκει ὅτι οἱ οὐκ ἀπεδίδου τὸν ἄνθρωπον, ἀναβοήσας Προκόπιος, πλεούσης ἤδη τῆς νεὼς, παρῃτεῖτο μή οἱ χαλεπῶς ἔχειν ·
3.14.13χρῆναι γὰρ τὸν οἰκέτην τῷτε στρατηγῷ συμμῖξαι καὶ ἐς τὴν Λιβύην τῷ στρατῷ καθηγησάμενον οὐκ ἐς μακρὰν εἰς τὰς Συρακούσας ἐπανήκειν, χρήματα μεγάλα περιβαλλόμενον.
3.14.14ἀφικόμενοι δὲ ἐς τὰ Καύκανα εὑρίσκουσιν ἅπαντας ἐν πένθει μεγάλῳ. Δωρόθεος γὰρ ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς ἐνταῦθα ἐτετελευτήκει, πολὺν αὑτοῦ πόθον τῷ παντὶ στρατοπέδῳ ἀπολιπών.
3.14.15Βελισάριος δὲ, ἐπεί οἱ ὅτε οἰκέτης ἐς ὄψιν ἦλθε καὶ τὸν πάντα λόγον ἔφρασε, περιχαρὴς γενόμενος καὶ Προκόπιον πολλὰ ἐπαινέσας, ἐκέλευσε σημῆναι τὸν ἀπόπλουν ταῖς σάλπιγξιν.
3.14.16ἀράμενοίτε κατὰ τάχος τὰ ἱστία, Γαύλῳτε καὶ Μελίτῃ ταῖς νήσοις προσέσχον, αἳ τότε Ἀδριατικὸν καὶ Τυρρηνικὸν πέλαγος διορίζουσιν.
3.14.17ἔνθα δὴ αὐτοῖς Εὔρου πολύ τι πνεῦμα ἐπιπεσὸν τῇ ὑστεραίᾳ τὰς ναῦς ἐς τὴν Λιβύης ἀκτὴν ἤνεγκεν ἐς χωρίον, ὃ δὴ Κεφαλὴν Βράχους τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι. Καπούτβαδα γὰρ ὁ τόπος προσαγορεύεται, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχων.
3.15.1ἐπεὶ δὲ τῆς ἠιόνος ἀγχοῦ ἐγένοντο, τάτε ἱστία κατατίθεσθαι ὁ στρατηγὸς ἐκέλευε καὶ ἀγκύρας ἀπὸ τῶν νεῶν ἀπορριψαμένους ἀνακωχεύειν, τούςτε ἄρχοντας συγκαλέσας ἐς τὴν αὑτοῦ ναῦν ξύμπαντας βουλὴν ὑπὲρ τῆς ἀποβάσεως προὔθηκεν.
3.15.2ἔνθα δὴ ἄλλοιτε λόγοι πολλοὶ ἐλέχθησαν ἐφ’ἑκάτερα φέροντες καὶ παρελθὼν Ἀρχέλαος ἔλεξε τοιάδε Τοῦ μὲν στρατηγοῦ τὴν ἀρετὴν ἄγαμαι, ὃς καὶ γνώμῃ παρὰ πολὺ νικῶν ξύμπαντας καὶ τῆς ἐμπειρίας ἐπὶ πλεῖστον ἥκων, ἔχωντε τὸ κράτος αὐτὸς, ἐς μέσον μὲν τὴν βουλὴν προὔθηκε, κελεύει δὲ λέγειν ἡμῶν ἕκαστον, ὥστε ὅπη ἂν ἄριστα ἔχειν δοκῇ ἑλέσθαι ἡμῖν δυνατοῖς εἶναι, παρὸν αὐτῷ γνῶναίτε μόνῳ τὰ δέοντα καὶ κατ’ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο.
3.15.3ὑμῶν δὲ, ὦ ἄνδρες ἄρχοντες, (οὐκ οἶδα ὅπως ἂν εἴποιμι εὐπετῶς), θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε.
3.15.4καίτοι ἐπίσταμαι ὡς τὸ εἰσηγεῖσθαί τι τοῖς ἐς κίνδυνον καθισταμένοις ὄνησιν μὲν τῷ παραινέσαντι οὐδεμίαν ἰδίᾳ φέρει, ἐς αἰτίαν δὲ ὡς τὰ πολλὰ περιίσταται.
3.15.5οἱ γὰρ ἄνθρωποι καλῶς μὲν φερόμενοι εἰς τὴν ἰδίαν γνώμην ἢ τύχην ἀναφέρουσι τὰ πρασσόμενα, σφαλέντες δὲ τὸν παραινέσαντα αἰτιῶνται μόνον.
3.15.6εἰρήσεται δὲ ὅμως. αἰτίαν γὰρ ὑποστείλασθαι τοὺς περὶ σωτηρίας βουλευομένους οὐχ ὅσιον.
3.15.7βουλεύεσθε ἐς τὴν πολεμίαν ἀποβαίνειν, ἄνδρες ἄρχοντες · τίνι λιμένι παρακαταθέσθαι τὰς ναῦς ἐννοοῦντες; ἢ τίνος πόλεως τείχει τὸ ἐχυρὸν ὑπὲρ ὑμῶν αὐτῶν ἕξοντες;
3.15.8ἢ οὐκ ἀκηκόατε ὡς ταύτην μὲν τὴν ἀκτὴν ἐννέα ἡμερῶν ὁδὸν, λέγω δὲ εἰς Ἰούκην ἐκ Καρχηδόνος, κατατείνειν φασὶν, ἀλίμενόντε παντελῶς οὖσαν καὶ τοῖς ἀνέμοις ὅθεν ἂν ἐπιπνεύσαιεν ἐκκειμένην;
3.15.9τεῖχος δὲ οὐδὲν ἐς πᾶσαν Λιβύην ὅτι μὴ τὸ Καρχηδόνος ἀπολέλειπται, τοῦτο Γιζερίχου βουλεύσαντος.
3.15.10προσθείη δὲ ἄν τις ὡς καὶ τούτῳ τῷ χωρίῳ ὕδωρ τὸ παράπαν ἐνδεῖν λέγουσι. φέρε γὰρ, εἰ δοκεῖ, καί τι τῶν ἐναντίων ὑποθέμενοι τὴν διάγνωσιν ποιησώμεθα.
3.15.11τοὺς γὰρ ἐς ἀγῶνας καθισταμένους μηδὲν προσδοκᾶν δύσκολον οὔτε ἀνθρώπινον οὔτε τῆς τῶν πραγμάτων φύσεως ἄξιον.
3.15.12ἢν οὖν ἀποβεβηκότων ἡμῶν εἰς τὴν ἤπειρον χειμὼν ἐπιπέσοι, οὐκ ἀνάγκη δυοῖν τα- θάτερον ταῖς ναυσὶ ξυμβῆναι, ἢ ὡς ἀπωτάτω διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς ἀπολωλέναι ταύτης;
3.15.13εἶτα τίς ἡμῖν τῶν ἀναγκαίων γενήσεται πόρος; μηδεὶς ἐς ἐμὲ βλεπέτω τὸν τῆς δαπάνης χορηγὸν ἔπαρχον. ἀρχὴν γὰρ πᾶσαν τῆς ὑπουργίας ἐστερημένην ἐπάναγκες ἐς ὄνομάτε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι.
3.15.14ποῦ δὲ ἡμῖν τῶν ὅπλων τὰ περιττὰ καταθεμένοις ἢ ἄλλο τι τῶν ἀναγκαίων δέχεσθαι δεήσει προσιόντα τὸν βάρβαρον; ἀλλὰ ταῦτα μὲν οὐ δὲ λέγειν καλὸν ὅπη ἐκβήσεται.
3.15.15ἐγὼ δὲ ἡγοῦμαι χρῆναι ἡμᾶς εὐθὺ Καρχηδόνος ἰέναι. λιμένα γὰρ οὐ πλεῖον ἢ τεσσαράκοντα σταδίους αὐτῆς διέχοντα εἶναί φασιν, ὃν δὴ Στάγνον καλοῦσιν, ἀφύλακτόντε παντάπασιν ὄντα καὶ πρὸς τὸν ἅπαντα στόλον ἱκανῶς πεφυκότα. ὅθεν δὴ ὁρμωμένοις ἡμῖν τὸν πόλεμον διενεγκεῖν οὐ χαλεπὸν ἔσται.
3.15.16οἶμαι δὲ ἔγωγε ὡς Καρχηδόνοςτε ἡμᾶς ἐξ ἐπιδρομῆς κρατήσειν εἰκὸς, ἄλλωςτε καὶ μακρὰν αὐτῆς ἀπολελειμμένων τῶν πολεμίων, καὶ κρατήσασιν οὐδὲν τοῦ λοιποῦ μοχθηρὸν ἔσεσθαι.
3.15.17τὰ γὰρ ἀνθρώπεια πάντα κατειλημμένων τῶν κεφαλαίων καταρρεῖν οὐκ ἐς μακρὰν εἴωθεν. ὧν δὴ πάντων ἡμᾶς ἐνθυμουμένους τὰ βέλτιστα αἱρεῖσθαι προσήκει. Ἀρχέλαος μὲν τοσαῦτα εἶπε.
3.15.18Βελισάριος δὲ ἔλεξεν ὧδε Μηδεὶς ὑμῶν, ὦ ξυνάρχοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω, μη δὲ διὰ τοῦτο ἐν ὑστάτῳ εἰρῆσθαι, ὥστε αὐτοῖς ἕπεσθαι, ὁποῖοι ποτ’ἂν ὦσιν, ἀναγκαῖον ἅπασι γίγνεσθαι.
3.15.19ὅσα μὲν γὰρ ὑμῶν ἑκάστῳ δοκεῖ ἄριστα εἶναι ἀκήκοα. προσήκει δὲ καὶ ἐμὲ ὅσα γινώσκω ἐς μέσον ἐξενεγκόντα οὕτω σὺν ὑμῖν ἑλέσθαι τὰ κρείσσω.
3.15.20ἐκεῖνο δὲ ὑπομνῆσαι ὑμᾶς ἄξιον, ὡς ὀλίγῳ πρότερον οἱ μὲν στρατιῶται δεδιέναιτε τοὺς ἐν τῇ θαλάσσῃ κινδύνους ἄντικρυς ἔλεγον καὶ ὡς ἐς φυγὴν τρέψονται, ἢν ναῦς πολεμία ἐπ’αὐτοὺς ἴοι, ἡμεῖς δὲ τὸν θεὸν ᾐτοῦμεν γῆν τὴν Λιβύης καὶ τὴν ἐς ταύτην ἀπόβασιν εἰρηναίαν ἡμῖν ἐπιδεῖξαι.
3.15.21τούτων δὲ τοιούτων ὄντων, ἀξυνέτων ἀνδρῶν ἡγοῦμαι εἶναι εὔχεσθαι μὲν παρὰ τοῦ θεοῦ λαβεῖν τὰ βελτίονα, δεδομένων δὲ αὐτῶν ἀποσείεσθαίτε καὶ ἀπ’ἐναντίας ἰέναι.
3.15.22ἢν δὲ καὶ πλέουσιν ἡμῖν εὐθὺ Καρχηδόνος στόλος ἀπαντήσῃ πολέμιος, τοῖς μὲν στρατιώταις κατὰ κράτος φεύγουσι τὸ μὴ μεμπτοῖς εἶναι λελείψεται · ἁμάρτημα γὰρ προρρηθὲν τὴν ἀπολογίαν ἐφ’ἑαυτοῦ φέρει · ἡμῖν δὲ καὶ διασωθεῖσιν οὐδεμία συγγνώμη.
3.15.23πολλῶν δὲ ὄντων, ἢν ἐν ταῖς ναυσὶ μένωμεν, δυσχερῶν, ἐκεῖνο μόνον ἱκανῶς, οἶμαι, λελέξεται, ᾧ μάλιστα δεδίττεσθαι ἡμᾶς ἀξιοῦσι, τὸν χειμῶνα ἐπανασείοντες.
3.15.24ἢν γάρ τις ἐπιπέσοι χειμὼν, ἀνάγκη ταῖς ναυσὶν, ὥσπερ φασὶ, δυοῖν ξυμβῆναι τὸ ἕτερον, ἢ πόρρω που τῆς Λιβύης διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς διαφθαρῆναι ταύτης.
3.15.25τί τοίνυν ὡς ἐκ τῶν παρόντων ἑλομένοις ἡμῖν μᾶλλον ξυνοίσει; μόνας διεφθάρθαι τὰς ναῦς, ἢ αὐτοῖς ἀνδράσιν ἅπαντα ἀπολωλέναι τὰ πράγματα; χωρὶς δὲ τούτων νῦν μὲν ἀπαρασκεύοις ἐπιπεσόντες τοῖς πολεμίοις κατὰ νοῦν, ὡς τὸ εἰκὸς, ἀπαλλάξομεν · τὰ γὰρ πολέμια τῷ ἀπροσδοκήτῳ δουλοῦσθαι πέφυκε ·
3.15.26μικρὸν δὲ ὕστερον ἤδη τῶν πολεμίων ἐν παρασκευῇ γεγονότων ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται.
3.15.27προσθείη δὲ ἄν τις ὡς καὶ ὑπὲρ αὐτῆς ἴσως ἀγωνιεῖσθαι δεήσει τῆς ἀποβάσεως, ἐκεῖνάτε ζητεῖν, ἃ νῦν παρόντα ἡμῖν ὡς οὐκ ἀναγκαῖα ἐς βουλὴν ἔρχεται.
3.15.28ἢν δὲ καὶ χειμὼν τηνικαῦτα ἀγωνιζομένοις ἡμῖν ἐπιγένηται, ὡς τὰ πολλὰ ἐν θαλάσσῃ φιλεῖ γίνεσθαι, πρόςτε τὰ κύματα καὶ τοὺς Βανδίλους διαμαχόμενοι μεταμαθεῖν τὴν εὐβουλίαν εἰσόμεθα.
3.15.29φημὶ δὴ ἔγωγε χρῆναι ἀποβῆναι μὲν ἡμᾶς ἐς τὴν ἤπειρον αὐτίκα δὴ μάλα, ἵππουςτε ἀποβιβάζοντας καὶ ὅπλα καὶ εἴ τι ἄλλο ἐς τὴν χρείαν ἡμῖν ἀναγκαῖον εἶναι οἰόμεθα, τάφρον δὲ κατὰ τάχος ὀρύξαι καὶ χαράκωμα περιβαλεῖν οὐδέν τι ἧσσον ὅτου τις ἂν εἴποι τείχους εἰς ἀσφάλειαν ἡμῖν συντελέσαι δυνάμενον, ἐκεῖθεν δὲ ὁρμωμένους τὸν πόλεμον, ἤν τις ἐπίοι, διενεγκεῖν.
3.15.30ἐπιλείψει δὲ ἡμᾶς ἄνδρας ἀγαθοὺς γινομένους τῶν ἐπιτηδείων οὐδέν. τοῖς γὰρ κρατοῦσι τῶν πολεμίων τὸ κυρίοις εἶναι τῶν ἐκείνοις προσηκόντων ξυμβαίνει, καὶ ἡ νίκη πάντα περιβαλομένη τὰ χρήματα, ἔνθα ἂν κλίνῃ, κατατίθεσθαι πέφυκεν. ὥστε ὑμῖν ἥτε σωτηρία καὶ ἡ τῶν ἀγαθῶν περιουσία ἐν ταῖς χερσὶ κεῖται.
3.15.31ταῦτα Βελισαρίου εἰπόντος ξυνέφασάντε καὶ ἀπεδέξαντο ἅπας ὁ ξύλλογος καὶ διαλυθέντες ὡς τάχιστα τὴν ἀπόβασιν ἐποιήσαντο τρισὶ μάλιστα μησὶν ὕστερον ἢ αὐτοῖς ἐκ Βυζαντίου ὁ ἀπόπλους ἐγένετο.
3.15.32καὶ δείξας τι χωρίον ἐπὶ τῆς ἠιόνος ὁ στρατηγὸς τοῖςτε στρατιώταις καὶ ναύταις ἐκέλευε τήντε τάφρον ὀρύσσειν καὶ τὸ χαράκωμα περιβάλλεσθαι.
3.15.33οἱ δὲ κατὰ ταῦτα ἐποίουν. ἅτε δὲ ὄχλου πολλοῦ ἐργαζομένου καὶ τοῦ φόβου τὴν προθυμίαν ἐγείροντος καὶ τοῦ στρατηγοῦ ἐγκελευομένου, αὐτῇ τῇ ἡμέρᾳ ἥτε τάφρος ὀρώρυκτο καὶ τὸ χαράκωμα ξυντετέλεστο καὶ οἱ σκόλοπες κύκλῳ πανταχόθεν ξυνεπεπήχατο.
3.15.34ἔνθα δὴ καί τι τοῖς τὴν τάφρον ὀρύσσουσι τετύχηκε θαυμάσιον ἡλίκον. ὕδατος πολύ τι χρῆμα ἡ γῆ ἀνῆκεν, οὐ γεγονὸς τοῦτο ἐν Βυζακίῳ πρότερον, ἄλλωςτε καὶ τοῦ χωρίου ἀνύδρου ὄντος.
3.15.35τοῦτο δὴ τὸ ὕδωρ ἐς πᾶσαν χρείαν τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπήρκεσε. καὶ συνηδόμενος τῷ στρατηγῷ Προκόπιος ἔλεγεν ὡς οὐ διὰ τὴν χρείαν τῇ τοῦ ὕδατος περιουσίᾳ χαίροι, ἀλλ’ὅτι οἱ ξύμβολον εἶναι δοκεῖ νίκης ἀπόνου καὶ τοῦτο σφίσι προλέγειν τὸ θεῖον ·
3.15.36ὅπερ οὖν καὶ ἐγένετο. τὴν μὲν οὖν νύκτα ἐκείνην οἱ στρατιῶται ξύμπαντες ἐν τῷ στρατοπέδῳ ηὐλίσαντο, φυλακάςτε καὶ τὰ ἄλλα ᾗπερ εἰώθει ποιούμενοι, πλήν γε δὴ ὅτι τοξότας πέντε ἐν νηὶ ἑκάστῃ Βελισάριος ἐκέλευσε μεῖναι φυλακῆς ἕνεκα, καὶ τοὺς δρόμωνας ἐν κύκλῳ αὐτῶν ὁρμίζεσθαι, φυλασσομένους μή τις ἐπ’αὐτὰς κακουργήσων ἴοι.
3.16.1τῇ δὲ ὑστεραίᾳ, ἐπειδὴ τῶν στρατιωτῶν τινες ἐς τοὺς ἀγροὺς ἀναβαίνοντες τῶν ὡραίων ἥπτοντο, αὐτῶντε τὰ σώματα ὁ στρατηγὸς οὐ παρέργως ᾐκίσατο καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε Τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ταύτῃ μόνον ἔν γε τοῖς ἄλλοις καιροῖς μοχθηρὸν πεφυκέναι δοκεῖ, ὅτι τὸ ἄδικον ἐν αὑτῷ φέρεται ·
3.16.2νῦν δὲ τοσοῦτον αὐτῷ τῆς δυσκολίας περίεστιν ὥστε, εἰ μὴ πικρὸν εἰπεῖν, τὸν τοῦ δικαίου λόγον περὶ ἐλάσσονος ποιησαμένους τὸν ἐντεῦθεν κίνδυνον ἡμᾶς ἡλίκος ποτέ ἐστιν ἐκλογίζεσθαι χρή.
3.16.3ἐγὼ γὰρ ἐκείνῳ μόνῳ τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ὑμᾶς ἀπεβίβασα ταύτην, ὅτι τοῖς Βανδίλοις οἱ Λίβυες, Ῥωμαῖοι τὸ ἀνέκαθεν ὄντες, ἄπιστοίτέ εἰσι καὶ χαλεπῶς ἔχουσι, καὶ διὰ τοῦτο ᾤμην ὡς οὔτ’ἄν τι τῶν ἀναγκαίων ἡμᾶς ἐπιλείποι οὔτε τι ἐξ ἐπιδρομῆς κακὸν ἐργάσονται ἡμᾶς οἱ πολέμιοι.
3.16.4ἀλλὰ νῦν αὕτη ὑμῶν ἡ ἀκράτεια ταῦτα εἰς το- τοὐναντίον ἡμῖν μεταβέβληκε. τοὺς γὰρ Λίβυας δήπου κατηλλάξατε τοῖς Βανδίλοις, εἰς ὑμᾶς αὐτοὺς ἤδη τὴν τούτων περιαγαγόντες δυσμένειαν.
3.16.5φύσει γὰρ πρόσεστι τοῖς ἀδικουμένοις ἡ πρὸς τοὺς βιαζομένους ἔχθρα, καὶ περιέστηκεν ὑμῖν τῆςτε ὑμῶν αὐτῶν ἀσφαλείας καὶ τῆς τῶν ἀγαθῶν ἀφθονίας ὀλίγα ἄττα ἀργύρια ἀνταλλάξασθαι, παρὸν ὑμῖν παρ’ἑκόντων ὠνουμένοις τὰ ἐπιτήδεια τῶν κυρίων μήτε ἀδίκοις εἶναι δοκεῖν καὶ φίλοις ἐκείνοις ἐς τὰ μάλιστα χρῆσθαι.
3.16.6νῦν οὖν πρόςτε Βανδίλους ὑμῖν καὶ Λίβυας ὁ πόλεμος ἔσται, λέγω δὲ ἔγωγε καὶ τὸν θεὸν αὐτὸν, ὃν οὐδεὶς ἀδικῶν ἐς ἐπικουρίαν παρακαλεῖ.
3.16.7ἀλλὰ παύσασθε μὲν τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, κέρδος δὲ ἀποσείσασθε κινδύνων μεστόν.
3.16.8οὗτος γὰρ ἐκεῖνος ὁ καιρός ἐστιν ἐν ᾧ μάλιστα σωφροσύνη μὲν οἵατε σώζειν, ἀκοσμία δὲ ἐς θάνατον φέρει. τούτων γὰρ ἐπιμελομένοις ὑμῖν ἵλεως μὲν ὁ θεὸς, εὔνους δὲ ὁ τῶν Λιβύων λεὼς, καὶ τὸ τῶν Βανδίλων γένος εὐέφοδον ἔσται.
3.16.9τοσαῦτα εἰπὼν Βελισάριος καὶ τὸν ξύλλογον διαλύσας, ἐπεὶ ἤκουσε Σύλλεκτον πόλιν ἡμέρας ὁδὸν τοῦ στρατοπέδου διέχουσαν ἐπὶ θαλάσσῃ εἶναι ἐν τῇ ἐπὶ Καρχηδόνα φερούσῃ, ἧς τὸ μὲν τεῖχος ἐκ παλαιοῦ καθῃρημένον ἐτύγχανεν, οἱ δὲ ταύτῃ ᾠκημένοι τοὺς τῶν οἰκιῶν τοίχους πανταχόθεν ἀποφράξαντες διὰ τὰς τῶν Μαυρουσίων ἐπιδρομὰς περιβόλου ἐφύλασσον σχῆμα, τῶν δορυφόρων ἕνα Βοριάδην ἅμα τῶν ὑπασπιστῶν τισιν ἔστελλεν, ἐπαγγείλας αὐτοῖς τῆςτε πόλεως ἀποπειρᾶσθαι καὶ, ἢν ἕλωσι, κακὸν μὲν μηδὲν ἐν αὐτῇ δρᾶσαι, ἐπαγγείλασθαι δὲ ἀγαθὰ μυρία, καὶ ὡς ἐπὶ τῇ αὐτῶν ἐλευθερίᾳ ἥκοιεν, ὥστε εἰσιτητὰ τῷ στρατῷ ἐς αὐτὴν γενέσθαι.
3.16.10οἱ δὲ περὶ λύχνων ἁφὰς ἀγχοῦ τῆς πόλεως γενόμενοι ἐν φάραγγίτε λαθόντες διενυκτέρευσαν. ἕωθεν δὲ ἀγροίκων σὺν ἁμάξαις ἐς αὐτὴν εἰσιόντων ἐπιτυχόντες συνεισῆλθόντε σιωπῇ καὶ οὐδενὶ πόνῳ τὴν πόλιν ἔσχον.
3.16.11καὶ ἐπεὶ ἡμέρα ἐγένετο, οὐδενὸς θορύβου ἡγησαμένου, τόντε ἱερέα καὶ εἴ τι δόκιμον ἦν ξυγκαλέσαντες τάςτε τοῦ στρατηγοῦ ἐντολὰς ἀπήγγελλον, καὶ τὰς κλεῖς τῶν εἰσόδων παρ’ἑκόντων λαβόντες τῷ στρατηγῷ ἔπεμψαν.
3.16.12τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ξύμπαντας ἵππους. ξυλληφθέντα δὲ καί τινα τῶν ἐς τὰς βασιλικὰς ἀποκρίσεις ἀεὶ στελλομένων, οὓς δὴ βεριδαρίους καλοῦσι, κακὸν μὲν οὐδὲν ὁ στρατηγὸς ἔδρασε, χρυσῷ δὲ πολλῷ δωρησάμενος καὶ πιστὰ λαβὼν τὰς ἐπιστολὰς ἐνεχείρισεν, ἅσπερ Ἰουστινιανὸς βασιλεὺς πρὸς Βανδίλους ἔγραψεν ἐφ’ᾧ τοῖς Βανδίλων ἄρχουσι δοῦναι.
3.16.13ἐδήλου δὲ ἡ γραφὴ τάδε Οὔτε Βανδίλοις πολεμεῖν ἔγνωμεν οὔτε τὰς Γιζερίχου σπονδὰς λύομεν, ἀλλὰ τὸν ὑμέτερον τύραννον καθελεῖν ἐγχειροῦμεν, ὃς τῶν Γιζερίχου διαθηκῶν ὀλιγωρήσας τὸν μὲν βασιλέα ὑμῶν καθείρξας τηρεῖ, τῶν δὲ αὐτοῦ συγγενῶν οὓς μὲν σφόδρα ἐμίσει κατ’ἀρχὰς ἔκτεινε, τοὺς δὲ λοιποὺς τὰς ὄψεις ἀφελόμενος ἐν φυλακῇ ἔχει, οὐκ ἐῶν θανάτῳ καταλῦσαι τὰς συμφοράς.
3.16.14συλλάβεσθε τοίνυν ἡμῖν καὶ συνελευθεροῦτε ὑμᾶς αὐτοὺς οὕτω μοχθηρᾶς τυραννίδος, ὅπως ἂν δύνησθε τῆςτε εἰρήνης καὶ τῆς ἐλευθερίας ἀπόνασθαι. ταῦτα γὰρ ὑμῖν παρ’ἡμῶν ἔσεσθαι πρὸς τοῦ θεοῦ τὰ πιστὰ δίδομεν.
3.16.15τοσαῦτα μὲν τὰ βασιλέως γράμματα ἐδήλου. ὁ δὲ ταῦτα παρὰ Βελισαρίου λαβὼν ἐξενεγκεῖν μὲν εἰς τὸ φανερὸν οὐκ ἐτόλμησε, λάθρα δὲ τοῖς φίλοις ἐπιδείξας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διεπράξατο.
3.17.1Βελισάριος δὲ ὡς ἐς παράταξιν ὧδε διακοσμήσας τὸ στράτευμα τὴν ἐπὶ Καρχηδόνα ἐβάδιζε. τῶν δ’ὑπασπιστῶν τριακοσίους ἀπολέξας, ἄνδρας ἀγαθοὺς τὰ πολέμια, Ἰωάννῃ παρέδωκεν, ὅς οἱ ἐπεμελεῖτο τῆς περὶ τὴν οἰκίαν δαπάνης · ὀπτίωνα τοῦτον καλοῦσι Ῥωμαῖοι.
3.17.2ἀνὴρ δὲ ἦν Ἀρμένιος μὲν γένος, ξυνέσεως δὲ καὶ ἀνδρίας ἐς τὸ ἀκρότατον μάλα ἥκων. τοῦτον δὴ τὸν Ἰωάννην ἐκέλευσε τῇ στρατιᾷ ἡγεῖσθαι, οὐχ ἧσσον ἢ κατὰ εἴκοσι σταδίους διέχοντα, καὶ ἤν τι πολέμιον ἴδοι, κατὰ τάχος σημῆναι, ὅπως δὴ μὴ ἀπαράσκευοι ἐς μάχην καθίστασθαι ἀναγκάζοιντο.
3.17.3τοὺς δὲ ξυμμάχους Μασσαγέτας ἐκέλευε τοσούτοις ἢ καὶ πλείοσι σταδίοις ἀπέχοντας ἀεὶ κατὰ τὸ ἀριστερὸν μέρος τὴν πορείαν ποιεῖσθαι · αὐτὸς δὲ ὄπισθεν μετὰ τῶν ἀρίστων ἐβάδιζεν.
3.17.4ὑπώπτευε γὰρ ἐκ τῆς Ἑρμιόνης Γελίμερα σφίσιν ἑπόμενον οὐκ ἐς μακρὰν ἐπιθήσεσθαι. κατὰ γὰρ τὸ δεξιὸν μέρος οὐδὲν ἦν δέος οὐ πόρρω τῆς ἠιόνος πορευομένοις.
3.17.5τοῖς δὲ ναύταις ἐπήγγελλε παρακολουθεῖντε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι, ἀλλ’ἐπιφόρου μὲν γινομένου τοῦ πνεύματος χαλάσαντας τὰ μεγάλα ἱστία τοῖς μικροῖς, ἃ δὴ δόλωνας καλοῦσιν, ἕπεσθαι, λωφήσαντος δὲ παντελῶς τοῦ ἀνέμου βιάζεσθαι ὅσον οἷοίτε ὦσιν ἐρέσσοντας.
3.17.6εἰς δὲ Σύλλεκτον ἀφικόμενος Βελισάριος σώφρονάςτε τοὺς στρατιώτας παρείχετο καὶ οὔτε ἀδίκων χειρῶν ἄρχοντας οὔτε τι ἄπο τρόπου ἐργαζομένους, αὐτόςτε πρᾳότητα καὶ φιλανθρωπίαν πολλὴν ἐνδεικνύμενος οὕτω τοὺς Λίβυας προσεποιήσατο ὥστε τοῦ λοιποῦ καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιεῖσθαι, οὔτε ὑποχωρούντων τῶν ταύτῃ ᾠκημένων οὔτε τι ἀποκρύπτεσθαι βουλομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ᾗ βούλοιντο ὑπηρετούντων.
3.17.7ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες εἰς ἡμέραν ἑκάστην ἄχρι ἐς Καρχηδόνα διετελέσαμεν, ἢ κατὰ πόλιν, ἂν οὕτω τύχῃ, ἢ ἐν στρατοπέδῳ ἐκ τῶν παρόντων ὡς ἀσφαλέστατα αὐλιζόμενοι.
3.17.8οὕτω γοῦν διάτε Λέπτης πόλεως καὶ Ἀδραμητοῦ ἐς Γράσσην τὸ χωρίον ἀφικόμεθα, πεντήκοντα καὶ τριακοσίους σταδίους Καρχηδόνος διέχον.
3.17.9ἔνθα δὴ βασίλειάτε ἦν τοῦ Βανδίλων ἡγουμένου καὶ παράδεισος κάλλιστος ἁπάντων ὧν ἡμεῖς ἴσμεν.
3.17.10ταῖςτε γὰρ κρήναις κομιδῆ κατάρρυτός ἐστι καὶ ἄλσους ἔχει πάμπολυ χρῆμα. ὀπώρας δὲ τὰ δένδρα μεστά ἐστι ξύμπαντα · ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο καὶ τῶν καρπῶν τηνικάδε ὡραίων ὄντων ἐς κόρον μὲν αὐτῶν ἀφίκοντο πάντες, αἴσθησις δὲ σχεδόν τι τῆς ὀπώρας ἐλασσουμένης οὐ γέγονε.
3.17.11Γελίμερ δὲ, ἐπεὶ ἐν Ἑρμιόνῃ τὸ πρῶτον παρόντας ἤκουσε τοὺς πολεμίους, γράφει πρὸς τὸν ἀδελφὸν Ἀμμάταν ἐς Καρχηδόνα, Ἰλδέριχον μὲν καὶ ἄλλους, ὅσους εἴτε κατὰ γένος εἴτε ἄλλως αὐτῷ προσήκοντας ἐν φυλακῇ ἔχει, ἀποκτιννύναι, αὐτὸν δὲ τούςτε Βανδίλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν ἐν παρασκευῇ ποιήσασθαι, ὅπως τῶν πολεμίων ἐν στενοῖς γενομένων ἀμφὶ τὸ τῆς πόλεως προάστειον, ὃ Δέκιμον καλοῦσιν, ἀμφοτέρωθεν ξυνιόντας κυκλώσασθαίτε αὐτοὺς καὶ σαγηνεύσαντας διαφθεῖραι.
3.17.12Ἀμμάτας δὲ κατὰ ταῦτα ἐποίει, καὶ τόντε Ἰλδέριχον, ξυγγενῆ ὄντα, καὶ Εὐαγέην ἀπέκτεινε καὶ τῶν Λιβύων ὅσοι αὐτοῖς ἐπιτήδειοι ἦσαν.
3.17.13Ὁάμερ γὰρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. τούςτε Βανδίλους ἐξοπλίσας, ὡς εἰς καιρὸν ἐπιθησόμενος, ἐν παρασκευῇ ἐποιήσατο.
3.17.14Γελίμερ δὲ ὄπισθεν, οὐ παρέχων ἡμῖν αἴσθησιν, εἵπετο, πλήν γε δὴ ὅτι ἐν τῇ νυκτὶ ταύτῃ, ᾗ ἐν Γράσσῃ ηὐλισάμεθα, κατάσκοποι ἑκατέρωθεν ἰόντες ξυνέμιξαν, πλήξαντέςτε ἀλλήλους ἐς τὸ σφέτερον στρατόπεδον ἑκάτεροι ἀπεχώρησαν, καὶ ταύτῃ γέγονεν ἡμῖν φανερὸν οὐ πόρρω εἶναι τοὺς πολεμίους.
3.17.15ἐνθένδε ἡμῖν πορευομένοις τὰς ναῦς ἐσορᾶν ἀδύνατα ἦν. πέτραι γὰρ ὑψηλαὶ, πόρρω τῆς θαλάσσης διήκουσαι, περίοδον τοῖς πλέουσι πολλῷ μέτρῳ ἐργάζονται, καὶ ἄκρα ἀνέχει, ἧς ἐντὸς τοῦ Ἑρμοῦ πόλισμά ἐστι.
3.17.16Βελισάριος οὖν Ἀρχελάῳτε τῷ ἐπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν μὴ καταίρειν, σταδίους δὲ ἀμφὶ τοὺς διακοσίους ἀπέχοντας ἄχρι αὐτὸς καλέσῃ μένειν.
3.17.17ἐκ δὲ Γράσσης ἐξαναστάντες τεταρταῖοι ἐς Δέκιμον ἀφικόμεθα, σταδίοις ἑβδομήκοντα Καρχηδόνος ἀπέχον.
3.18.1ἐν δὲ δὴ τῇ ἡμέρᾳ ταύτῃ Γελίμερ τὸν ἀνεψιὸν Γιβαμοῦνδον ἐκέλευεν ἅμα Βανδίλων δισχιλίοις φθάνοντα τὸ ἄλλο στράτευμα κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀμμάτας μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ αὐτὸς ὄπισθεν, Γιβαμοῦνδος δὲ ἐκ τῶν ἐν ἀριστερᾷ χωρίων ἐς τα- ταὐτὸ ξυνιόντες ῥᾷον δὴ καὶ ἀπονώτερον τὴν κύκλωσιν τῶν πολεμίων ποιήσονται.
3.18.2ἐμοὶ δὲ τάτε θεῖα καὶ τὰ ἀνθρώπεια ἐν τῷ πόνῳ τούτῳ ἐπῆλθε θαυμάσαι, ὅπως ὁ μὲν θεὸς, πόρρωθεν ὁρῶν τὰ ἐσόμενα, ὑπογράφει ὅπη ποτὲ αὐτῷ τὰ πράγματα δοκεῖ ἀποβήσεσθαι, οἱ δὲ ἄνθρωποι ἢ σφαλλόμενοι ἢ τὰ δέοντα βουλευόμενοι οὐκ ἴσασιν ὅτι ἔπταισάν τι, ἂν οὕτω τύχοι, ἢ ὀρθῶς ἔδρασαν, ἵνα γένηται τῇ τύχῃ τρίβος, φέρουσα πάντως ἐπὶ τὰ πρότερον δεδογμένα.
3.18.3εἰ μὴ γὰρ Βελισάριος οὕτω διῳκήσατο τὴν παράταξιν, τοὺς μὲν ἀμφὶ τὸν Ἰωάννην προτερῆσαι κελεύσας, τοὺς δὲ Μασσαγέτας ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι, οὐκ ἄν ποτε διαφυγεῖν τοὺς Βανδίλους ἰσχύσαμεν.
3.18.4καὶ τούτων δὲ οὕτω Βελισαρίῳ βεβουλευμένων, εἰ τὸν καιρὸν Ἀμμάτας διεφύλαξε καὶ μὴ τοῦτον τεταρτημορίῳ τῆς ἡμέρας μάλιστα ἔφθασεν, οὐκ ἄν ποτε οὕτω Βανδίλοις διεφθάρη τὰ πράγματα ·
3.18.5νῦν δὲ Ἀμμάτας προτερήσας ἀμφὶ μέσην ἡμέραν ἐς Δέκιμον ἧκε, μακρὰν ἀπολελειμμένων ἡμῶντε καὶ τοῦ Βανδίλων στρατεύματος, οὐ τοῦτο μόνον ἁμαρτήσας, ὅτι οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ Βανδίλων πλῆθος ἐν Καρχηδόνι ἀπολιπὼν, ἀπαγγείλαςτε ὡς τάχιστα ἐς τὸ Δέκιμον ἥκειν, αὐτὸς ξὺν ὀλίγοις καὶ οὐ δὲ ἀριστίνδην ξυνειλεγμένοις τοῖς ἀμφὶ τὸν Ἰωάννην ἐς χεῖρας ἦλθε.
3.18.6καὶ κτείνει μὲν τῶν ἀρίστων δώδεκα ἐν τοῖς πρώτοις ἀγωνιζομένους, πίπτει δὲ καὶ αὐτὸς, ἀνὴρ ἀγαθὸς ἐν τῷ ἔργῳ τούτῳ γενόμενος.
3.18.7καὶ ἡ μὲν τροπὴ, ἐπεὶ Ἀμμάτας ἔπεσε, λαμπρὰ ἐγεγόνει, φεύγοντες δὲ κατὰ κράτος οἱ Βανδίλοι ἀνεσόβουν ἅπαντας τοὺς ἐκ Καρχηδόνος ἐς Δέκιμον ἰόντας.
3.18.8ἐπορεύοντο γὰρ οὐδενὶ κόσμῳ οὐ δὲ ὡς ἐς μάχην ξυντεταγμένοι, ἀλλὰ κατὰ συμμορίας, καὶ ταύτας βραχείας · κατὰ τριάκοντα γὰρ ἢ εἴκοσιν ᾔεσαν.
3.18.9ὁρῶντες δὲ Βανδίλους τοὺς ἀμφὶ τὸν Ἀμμάταν φεύγοντας, καὶ οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι, τρέψαντες τὰ νῶτα συνέφευγον.
3.18.10Ἰωάννης δὲ καὶ οἱ ξὺν αὐτῷ οἷς ἂν ἐντύχοιεν κτείνοντες ἄχρι ἐς τὰς Καρχηδόνος πύλας ἀφίκοντο.
3.18.11καὶ γέγονε φόνος Βανδίλων ἐν τοῖς ἑβδομήκοντα σταδίοις τοσοῦτος ὥστε εἰκάζειν τοὺς θεωμένους δισμυρίων πολεμίων τὸ ἔργον εἶναι.
3.18.12κατὰ δὲ τὸν αὐτὸν χρόνον Γιβαμοῦνδόςτε καὶ οἱ δισχίλιοι ἧκον ἐς Πεδίον Ἁλῶν, ὅπερ τεσσαράκοντα μὲν σταδίοις τοῦ Δεκίμου ἀπέχει ἐν ἀριστερᾷ εἰς Καρχηδόνα ἰόντι, ἀνθρώπων δὲ καὶ δένδρων καὶ ἄλλου ὁτουοῦν ἔρημόν ἐστι, τῆς τοῦ ὕδατος ἅλμης ἄλλο οὐδὲν ἐνταῦθα πλὴν τοὺς ἅλας ἐώσης γίγνεσθαι · ἔνθα δὴ τοῖς Οὔννοις περιπεπτωκότες ἀπώλοντο πάντες.
3.18.13ἦν δέ τις ἐν τοῖς Μασσαγέταις ἀνὴρ, ἀνδρίας μὲν καὶ ἰσχύος εὖ ἥκων, ὀλίγων δὲ ἡγούμενος ἀνδρῶν · οὗτος εἶχε γέρας ἐκ πατέρωντε καὶ προγόνων ἐν πᾶσι τοῖς Οὐννικοῖς στρατεύμασι πρῶτος εἰς τοὺς πολεμίους εἰσβάλλειν.
3.18.14οὐ γὰρ ἦν θεμιτὸν ἀνδρὶ Μασσαγέτῃ προτύψαντι ἐν μάχῃ τῶν τινα πολεμίων λαβεῖν, πρίν γε δή τινα ἐκ ταύτης τῆς οἰκίας ἐς τοὺς πολεμίους τῶν χειρῶν ἄρξαι.
3.18.15οὗτος ἀνὴρ, ἐπεὶ τὰ στρατεύματα οὐ πόρρω ἀπ’ἀλλήλων ἐγένετο, ἐξελάσας τὸν ἵππον, τοῦ τῶν Βανδίλων στρατοπέδου μόνος ὡς ἐγγυτάτω ἔστη.
3.18.16οἱ δὲ Βανδίλοι, ἢ τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καταπλαγέντες ἢ καί τι τοὺς πολεμίους ὑποτοπήσαντες ἐς αὐτοὺς μηχανᾶσθαι, οὔτε κινεῖσθαι οὔτε τὸν ἄνδρα βαλεῖν ἔγνωσαν.
3.18.17οἶμαι δὲ αὐτοὺς οὐπώποτε Μασσαγετῶν μάχην ἐν πείρᾳ ἔχοντας, ἀκούοντας δὲ κομιδῆ μάχιμον τὸ ἔθνος εἶναι, οὕτω δὴ κατορρωδῆσαι τὸν κίνδυνον.
3.18.18ἀναστρέψας δὲ ἐς τοὺς ὁμοφύλους ὁ ἄνθρωπος ἔλεξεν, ὡς ὁ θεὸς σφίσιν ἕτοιμον βρῶσιν τοὺς ξένους τούσδε πέμψειεν.
3.18.19οὕτω δὴ ὁρμωμένους αὐτοὺς οἱ Βανδίλοι οὐχ ὑπέμειναν, ἀλλὰ λύσαντες τὴν τάξιν καὶ ἥκιστα ἐς ἀλκὴν ἰδόντες ἅπαντες αἰσχρῶς διεφθάρησαν.
3.19.1ἡμεῖς δὲ τῶν γεγονότων οὐ δ’ὁτιοῦν πεπυσμένοι ἐπὶ τὸ Δέκιμον ᾔειμεν. Βελισάριος δὲ χῶρον ἰδὼν ἐς στρατόπεδον ἱκανῶς πεφυκότα, πέντε καὶ τριάκοντα σταδίοις τοῦ Δεκίμου διέχοντα, χαράκωμάτε αὐτῷ περιέβαλεν εὖ μάλα πεποιημένον καὶ τοὺς πεζοὺς ἅπαντας ἐνταῦθα καταστησάμενος ἅπαντε ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε Ὁ μὲν τῆς ἀγωνίας καιρὸς, ἄνδρες συστρατιῶται, ἤδη πάρεστιν ·
3.19.2αἰσθάνομαι γὰρ προσιόντας ἡμῖν τοὺς πολεμίους · τὰς δὲ ναῦς ὡς πορρωτάτω ἡμῶν ἡ τοῦ τόπου φύσις ἀπήνεγκε · περιέστηκε δὲ ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα.
3.19.3οὐ γάρ ἐστιν οὐ πόλις φιλία, οὐκ ἄλλο οὐδὲν ὀχύρωμα, ὅτῳ δὴ καὶ πιστεύσαντες τὸ θαρρεῖν ὑπὲρ ἡμῶν αὐτῶν ἕξομεν.
3.19.4ἀλλ’εἰ μὲν ἄνδρες ἀγαθοὶ γενοίμεθα, εἰκὸς ἂν εἴη καὶ περιέσεσθαι ἡμᾶς τῷ πολέμῳ τῶν ἐναντίων · ἢν δέ τι μαλακιζοίμεθα, λελείψεται ἡμῖν ὑπὸ Βανδίλοις γεγενημένοις αἰσχρῶς διεφθάρθαι.
3.19.5καίτοι πολλὰ ἡμῖν ἐφόδια πρὸς τὴν νίκην ἐστί · τότε δίκαιον, μεθ’οὗ πρὸς τοὺς δυσμενεῖς ἥκομεν (τὰ γὰρ ἡμέτερα αὐτῶν κομιούμενοι πάρεσμεν), καὶ τὸ τῶν Βανδίλων ἐς τὸν σφῶν αὐτῶν τύραννον ἔχθος.
3.19.6ἥτε γὰρ τοῦ θεοῦ ξυμμαχία τοῖς τὰ δίκαια προτεινομένοις προσγίνεσθαι πέφυκε καὶ στρατιώτης τῷ κρατοῦντι δύσνους ἀνδραγαθίζεσθαι οὐκ ἐπίσταται.
3.19.7χωρὶς δὲ τούτων ἡμεῖς μὲν Πέρσαιςτε καὶ Σκύθαις τὸν ἅπαντα ὡμιλήσαμεν χρόνον, οἱ δὲ Βανδίλοι, ἐξ ὅτου Λιβύης ἐκράτησαν, οὐδένα πολέμιον ὅτι μὴ γυμνοὺς Μαυρουσίους τεθέανται.
3.19.8τίς δὲ οὐκ οἶδεν ὡς ἔργου παντὸς μελέτη μὲν ἐς ἐμπειρίαν, ἀργία δὲ εἰς ἀμαθίαν φέρει; τὸ μὲν οὖν χαράκωμα, ὅθεν ἡμᾶς τὸν πόλεμον διαφέρειν δεήσει, ὡς ἄριστα ἡμῖν πεποιῆσθαι ξυμβαίνει.
3.19.9πάρεστι δὲ ἡμῖν τάτε ὅπλα καὶ τὰ ἄλλα πάντα, ὅσα φέρειν οὐχ οἷοίτε ἐσμὲν, ἐνταῦθα καταθεμένοις ἰέναι, καὶ ἀναστρέψαντας ἂν ἐνθάδε ἡμᾶς οὐδὲν τῶν ἐπιτηδείων ἐπιλίποι.
3.19.10εὔχομαι δὲ ὑμῶν ἕκαστον τῆςτε οἰκείας ἀρετῆς καὶ τῶν κατὰ τὸν οἶκον ἀναμνησθέντα οὕτω δὴ καταφρονήματι ἐπὶ τοὺς πολεμίους χωρεῖν.
3.19.11τοσαῦτα εἰπὼν Βελισάριος καὶ ἐπευξάμενος τήντε γυναῖκα καὶ τὸ χαράκωμα τοῖς πεζοῖς ἀπολιπὼν αὐτὸς μετὰ τῶν ἱππέων ἁπάντων ἐξήλασεν.
3.19.12οὐ γάρ οἱ ἐφαίνετο ἐν τῷ παρόντι ξύμφορον εἶναι τῷ παντὶ διακινδυνεῦσαι στρατῷ, ἀλλὰ ξὺν τοῖς ἱππεῦσι πρῶτον ἀκροβολισαμένῳ καὶ ἀποπειρασαμένῳ τῆς τῶν πολεμίων δυνάμεως οὕτω δὴ τῷ ὅλῳ στρατεύματι διαμάχεσθαι.
3.19.13στείλας οὖν ἔμπροσθεν τοὺς τῶν φοιδεράτων ἄρχοντας, σὺν τῷ ἄλλῳ στρατῷ καὶ τοῖς οἰκείοις δορυφόροιςτε καὶ ὑπασπισταῖς αὐτὸς εἵπετο.
3.19.14ἐπεὶ δὲ οἱ φοιδερᾶτοι ξὺν τοῖς ἡγεμόσιν ἐγένοντο ἐν τῷ Δεκίμῳ, ὁρῶσι τοὺς τῶν πεπτωκότων νεκροὺς, δώδεκα μὲν ἑταίρους τῶν μετὰ Ἰωάννου, πλησίον δὲ αὐτῶν Ἀμμάταν καὶ Βανδίλων τινάς.
3.19.15παρὰ δὲ τῶν ταύτῃ ᾠκημένων τὸν πάντα λόγον ἀκούσαντες ἤσχαλλον, ἀπορούμενοι ὅπη αὐτοῖς χωρητέα εἴη. ἔτι δὲ αὐτῶν ἀπορουμένων καὶ ἀπὸ τῶν λόφων ἅπαντα περισκοπουμένων τὰ ἐκείνῃ χωρία, κονιορτόςτε ἀπὸ μεσημβρίας ἐφαίνετο καὶ μικρὸν ὕστερον Βανδίλων ἱππέων πάμπολυ χρῆμα.
3.19.16καὶ πέμπουσι μὲν πρὸς Βελισάριον, ὡς τάχιστα ἥκειν αἰτοῦντες, ἅτε δὴ σφίσιν ἐγκειμένων τῶν πολεμίων. τῶν δὲ ἀρχόντων αἱ γνῶμαι δίχα ἐφέροντο.
3.19.17οἱ μὲν γὰρ ἠξίουν τοῖς ἐπιοῦσιν ὁμόσε ἰέναι, οἱ δὲ οὐκ ἀξιόχρεων σφίσιν ἐς τοῦτο ἔφασκον εἶναι τὴν δύναμιν.
3.19.18ταῦτα δὲ αὐτοῖς ἐς ἀλλήλους διαφιλονεικοῦσιν οἱ βάρβαροι ἀγχοῦ ἐγένοντο ἡγουμένου αὐτοῖς Γελίμερος καὶ ὁδῷ χρησαμένου μεταξὺ ἧςτε Βελισάριος εἶχε καὶ ἧς οἱ Μασσαγέται ἧκον οἱ Γιβαμούνδῳ ξυμμίξαντες.
3.19.19λοφώδεις δὲ χῶροι ἐφ’ἑκάτερα ὄντες οὔτε τὸ Γιβαμούνδου πάθος ἰδεῖν οὔτε τὸ Βελισαρίου χαράκωμα ξυνεχώρησαν, οὐ μὴν οὐ δὲ τὴν ὁδὸν, ἣν οἱ ἀμφὶ Βελισάριον ἐπορεύοντο.
3.19.20ἐπεὶ δὲ ἀγχοῦ ἀλλήλων γεγόνασιν, ἔρις τῇ στρατιᾷ ἑκατέρᾳ ἐνέπεσεν, ὁπότεροι τοῦ πάντων ὑψηλοτάτου τῶν ἐκείνῃ λόφων κρατήσουσιν.
3.19.21ἐδόκει γὰρ ἐνστρατοπεδεύσασθαι ἐπιτήδειος εἶναι, καὶ αὐτοὶ ἑκάτεροι ἐνθένδε ᾑροῦντο τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι.
3.19.22προτερήσαντες δὲ οἱ Βανδίλοι τόντε λόφον καταλαμβάνουσιν ὠθισμῷ χρησάμενοι καὶ τρέπονται τοὺς πολεμίους, ἤδη φοβεροὶ αὐτοῖς γεγονότες.
3.19.23φεύγοντες δὲ Ῥωμαῖοι ἐς χωρίον ἀφικνοῦνται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον, ἔνθα δὴ Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς ὀκτακοσίοις τετύχηκεν εἶναι.
3.19.24πάντεςτε ᾤοντο ὡς σφᾶς οἱ ἀμφὶ τὸν Οὐλίαριν δεξάμενοι στήσονταίτε καὶ ξὺν αὐτοῖς ὁμόσε ἐπὶ τοὺς Βανδίλους χωρήσουσιν · ἀλλ’ἐπεὶ ἅμα ἐγένοντο, παρὰ δόξαν ἤδη ξύμπαντες ἀνὰ κράτοςτε ἔφευγον καὶ δρόμῳ τὴν ἐπὶ Βελισάριον ᾔεσαν.
3.19.25ἐνθένδε οὐκ ἔχω εἰπεῖν ὅ τί ποτε παθὼν Γελίμερ, ἐν ταῖς χερσὶν ἔχων τὸ τοῦ πολέμου κράτος, ἐθελούσιος αὐτὸ τοῖς πολεμίοις μεθῆκε, πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει, ὃς, ἡνίκα τι ἀνθρώπῳ συμβῆναι βουλεύηται φλαῦρον, τῶν λογισμῶν ἁψάμενος πρῶτον οὐκ ἐᾷ τὰ ξυνοίσοντα ἐς βουλὴν ἔρχεσθαι.
3.19.26εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο, οὐ δ’ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ’ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα ·
3.19.27τοσοῦτον δὴ τότε τῶν Βανδίλων πλῆθος τότε αὐτῶν κατὰ Ῥωμαίων δέος ἐφαίνετο · εἴτε καὶ Καρχηδόνος εὐθὺ ἤλασε, τούςτε σὺν Ἰωάννῃ εὐπετῶς ἂν ἅπαντας ἔκτεινεν, οἵ γε κατὰ ἕνα καὶ δύο ἀφροντιστήσαντέςτε καὶ περιπάτους ἐν τῷ πεδίῳ ποιούμενοι τοὺς κειμένους ἐσύλων.
3.19.28καὶ τὴν πόλιν ξὺν τοῖς χρήμασι διασωσάμενος τῶντε ἡμετέρων νεῶν οὐ πόρρω ἀφικομένων ἐκράτει καὶ ὅλην ἡμῖν ἀνέστελλε τοῦτε ἀπόπλου καὶ τῆς νίκης ἐλπίδα. ἀλλὰ γὰρ ἔπραξε τούτων οὐδέτερα.
3.19.29βάδην δὲ κατιὼν ἐκ τοῦ λόφου, ἐπεὶ ἐν τῷ ὁμαλεῖ ἐγένετο καὶ τα- τἀδελφοῦ τὸν νεκρὸν εἶδεν, ἔςτε ὀλοφύρσεις ἐτράπετο καὶ τῆς ταφῆς ἐπιμελούμενος οὕτω δὴ τοῦ καιροῦ τὴν ἀκμὴν ἤμβλυνεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι ἐδύνατο.
3.19.30τοῖς δὲ φεύγουσι Βελισάριος ἀπαντήσας στῆναι κελεύει, κοσμίωςτε ἅπαντας διατάξας καὶ πολλὰ ὀνειδίσας, ἐπειδὴ τήντε Ἀμμάτα τελευτὴν καὶ τὴν Ἰωάννου δίωξιν ἤκουσε καὶ περὶ τοῦ χωρίου καὶ τῶν πολεμίων ἐπύθετο ὅσα ἐβούλετο, δρόμῳ ἐπὶ Γελίμεράτε καὶ Βανδίλους ἐχώρει.
3.19.31οἱ δὲ βάρβαροι ἄτακτοίτε καὶ ἀπαράσκευοι ἤδη γεγονότες ἐπιόντας αὐτοὺς οὐχ ὑπέμειναν, ἀλλὰ φεύγουσιν ἀνὰ κράτος, πολλοὺς ἐνταῦθα ἀποβαλόντες, καὶ ἡ μάχη ἐτελεύτα ἐς νύκτα.
3.19.32ἔφευγον δὲ οἱ Βανδίλοι οὐκ ἐς Καρχηδόνα οὐ δὲ ἐς Βυζάκιον, ὅθενπερ ἧκον, ἀλλ’ἐπὶ τὸ Βούλλης πεδίον καὶ τὴν εἰς Νουμίδας ὁδὸν φέρουσαν.
3.19.33οἱ μὲν οὖν ἀμφὶ τὸν Ἰωάννην καὶ οἱ Μασσαγέται περὶ λύχνων ἁφὰς εἰς ἡμᾶς ἀναστρέψαντες καὶ ἅπαντα τὰ ξυμβεβηκότα μαθόντεςτε καὶ ἀναγγείλαντες σὺν ἡμῖν ἐν Δεκίμῳ διενυκτέρευσαν.
3.20.1τῇ δὲ ὑστεραίᾳ τῶν πεζῶν ἅμα τῇ Βελισαρίου γυναικὶ παραγενομένων ξύμπαντες τὴν ἐπὶ Καρχηδόνα ἐπορευόμεθα, ἔνθα δὴ περὶ δείλην ὀψίαν ἥκοντες ηὐλισάμεθα, καίτοι ἐκώλυεν οὐδεὶς ἐς τὴν πόλιν αὐτίκα ἐσελάσαι. οἵτε γὰρ Καρχηδόνιοι τὰς πύλας ἀνακλίναντες λύχνα ἔκαιον πανδημεὶ καὶ ἡ πόλις κατελάμπετο τῷ πυρὶ τὴν νύκτα ὅλην ἐκείνην, καὶ τῶν Βανδίλων οἱ ἀπολελειμμένοι ἐν τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο.
3.20.2ἀλλὰ Βελισάριος διεκώλυσε τοῦ μήτε ἐνέδραν σφίσι πρὸς τῶν πολεμίων γενέσθαι μήτε τοῖς στρατιώταις ἄδειαν εἶναι ἅτε ἐν νυκτὶ λανθάνουσιν, ἐς ἁρπαγὴν τραπέσθαι.
3.20.3ταύτῃτε τῇ ἡμέρᾳ αἱ νῆες, εὔρου σφίσιν ἀνέμου ἐπιπεσόντος, ἐς τὴν ἄκραν ἀφίκοντο. καὶ οἱ Καρχηδόνιοι, ἤδη γὰρ αὐτὰς καθεώρων, τὰς σιδηρᾶς ἁλύσεις τοῦ λιμένος, ὃν δὴ Μανδράκιον καλοῦσιν, ἀφελόμενοι, εἰσιτητὰ τῷ στόλῳ ἐποίουν.
3.20.4ἔστι δὲ ἐν τῇ βασιλέως αὐλῇ οἴκημα σκότους ἀνάπλεων, ὃ δὴ Ἀγκῶνα καλοῦσιν οἱ Καρχηδόνιοι, ἔνθα ἐνεβάλλοντο ἅπαντες οἷς ἂν χαλεπαίνοι ὁ τύραννος.
3.20.5ἐνταῦθα καθειργμένοι ἐτύγχανον πολλοὶ τῶν ἑῴων ἐμπόρων ἐς ἐκεῖνο τοῦ χρόνου.
3.20.6τούτοις γὰρ δὴ ὁ Γελίμερ χαλεπῶς εἶχεν, ἐπικαλῶν ὡς δὴ αὐτοὶ βασιλέα ἐς τὸν πόλεμον ἐναγάγοιεν, ἔμελλόντε διαφθαρῆναι πάντες, δόξαν τοῦτο Γελίμερι ἐκείνῃ τῇ ἡμέρᾳ, ᾗ Ἀμμάτας ἐν Δεκίμῳ ἀπέθανε ·
3.20.7παρὰ τοσοῦτον κινδύνου ἦλθον. τούτου ὁ φύλαξ τοῦ δεσμωτηρίου, ἐπεὶ τάτε ἐν Δεκίμῳ πραχθέντα ἤκουσε καὶ τὸν στόλον εἶδε τῆς ἄκρας ἐντὸς, ἐσελθὼν ἐς τὸ οἴκημα πυνθάνεται τῶν ἀνδρῶν, οὔπω τα- τἀγαθὰ πεπυσμένων, ἀλλ’ἐν τῷ σκότῳ καθημένων καὶ καραδοκούντων τὸν θάνατον, τί ποτε ἄρα βουλομένοις ἂν αὐτοῖς εἴη τῶν ὑπαρχόντων προεμένοις σεσῶσθαι.
3.20.8τῶν δὲ ἅπαντα αἱρουμένων διδόναι ἃ βούλοιτο, ἄλλο μὲν οὐδὲν ᾔτει τῶν πάντων χρημάτων, ἠξίου δὲ ἅπαντας ὀμνύναι ὡς, ἢν διαφύγοιεν, καὶ αὐτῷ ἐν κινδύνοις γενησομένῳ ξυλλήψονται ὅση δύναμις.
3.20.9οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν. ὁ δὲ τόντε λόγον ἅπαντα ἔφραζε καὶ σανίδα ἐκ τοῦ πρὸς θάλασσαν ἀφελὼν μέρους προσιόντα τὸν στόλον ἐπέδειξε, τῆςτε εἱρκτῆς ἀφεὶς ἅπαντας ξὺν αὐτοῖς ᾔει.
3.20.10οἱ δὲ ἐν ταῖς ναυσὶν ὄντες, οὔπω τι ἀκηκοότες ὧν ἐν τῇ γῇ ὁ στρατὸς ἔδρασε, διηποροῦντο, καὶ τὰ ἱστία χαλάσαντες ἔςτε τὸ Μερκούριον πέμψαντες τὰ ἐν Δεκίμῳ πραχθέντα ἔμαθον, καὶ περιχαρεῖς γενόμενοι ἔπλεον.
3.20.11ἐπεὶ δὲ τοῦ πνεύματος σφίσιν ἐπιφόρου ὄντος ἀπὸ σταδίων πεντήκοντα καὶ ἑκατὸν Καρχηδόνος ἐγένοντο, Ἀρχέλαος μὲν καὶ οἱ στρατιῶται αὐτοῦ ὁρμίσασθαι ἐκέλευον, τὴν τοῦ στρατηγοῦ δεδιότες πρόρρησιν, οἱ δὲ ναῦται οὐκ ἐπείθοντο.
3.20.12τήντε γὰρ ἐκείνῃ ἀκτὴν ἀλίμενον εἶναι ἔφασκον καὶ χειμῶνα ἐπίσημον αὐτίκα μάλα γενήσεσθαι ἐπίδοξον εἶναι, ὃν δὴ οἱ ἐπιχώριοι Κυπριανὰ καλοῦσι.
3.20.13προὔλεγόντε ὡς, εἰ ἐνταῦθα σφίσιν ἐπιγένηται, οὐ δ’ἂν τῶν νεῶν μίαν διασώσασθαι δυνατοὶ εἶεν.
3.20.14καὶ ἦν δὲ οὕτως. ἐν βραχεῖ οὖν τάτε ἱστία χαλάσαντες καὶ βουλευσάμενοι τοῦ μὲν Μανδρακίου πειράσασθαι οὐκ ᾤοντο χρῆναι (τάςτε γὰρ Βελισαρίου ἐντολὰς ὑπεστέλλοντο καὶ ἅμα τὴν ἐς τὸ Μανδράκιον εἴσοδον ταῖς ἁλύσεσιν ἀποκεκλεῖσθαι ὑπώπτευον, ἄλλωςτε καὶ τῷ παντὶ στόλῳ τὸν λιμένα ἐκεῖνον οὐχ ἱκανὸν εἶναι), τὸ δὲ Στάγνον σφίσιν ἐφαίνετο ἐν καλῷ κεῖσθαι (μέτρῳ γὰρ σταδίων τεσσαράκοντα Καρχηδόνος διέχει) ἐμπόδιόντε οὐδὲν ἐν αὐτῷ εἶναι καὶ πρὸς τὸν στόλον ἅπαντα ἱκανῶς πεφυκέναι.
3.20.16ἔνθα δὴ ἀφικόμενοι περὶ λύχνων ἁφὰς ὡρμίσαντο πάντες, πλήν γε δὴ ὅτι Καλώνυμος ἅμα τῶν ναυτῶν τισι, τοῦτε στρατηγοῦ ἀφροντιστήσας καὶ τῶν ἄλλων πάντων ἔςτε τὸ Μανδράκιον λάθρα ἀπέβη, οὐδενὸς κωλῦσαι τολμήσαντος, καὶ χρήματα τῶν ἐπὶ θαλάσσῃ ᾠκημένων ἐμπόρων ξένωντε καὶ Καρχηδονίων διήρπασε.
3.20.17τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Βελισάριος τούςτε ἐν ταῖς ναυσὶ τὴν ἀπόβασιν ἐκέλευε ποιεῖσθαι καὶ ὅλον διακοσμήσας τὸ στράτευμα διατάξαςτε ὡς ἐς μάχην ἐπὶ Καρχηδόνα ἐσήλαυνεν · ἐδεδίει γὰρ μή τίς οἱ ἐνέδρα πρὸς τῶν πολεμίων ὑπαντιάσῃ.
3.20.18ἔνθα δὴ πολλὰ μὲν τοὺς στρατιώτας ὑπέμνησεν, ἡλίκα σφίσιν εὐτυχήματα γένοιτο, ἐπειδὴ σωφροσύνην ἐς Λίβυας ἐπεδείξαντο, πολλὰ δὲ παρῄνεσε τὴν εὐκοσμίαν ἐν Καρχηδόνι ὡς μάλιστα διασώσασθαι.
3.20.19Λίβυας γὰρ ἅπαντας Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας γενέσθαιτε ὑπὸ Βανδίλοις οὔτι ἐθελουσίους καὶ πολλὰ πεπονθέναι πρὸς ἀνδρῶν βαρβάρων ἀνόσια.
3.20.20διὸ δὴ καὶ βασιλέα ἐς πόλεμον καταστῆναι Βανδίλοις, εἶναίτε οὐχ ὅσιον ξυμβῆναί τι πρὸς αὐτῶν ἄχαρι ἐς ἀνθρώπους, ὧν τὴν ἐλευθερίαν ὑπόθεσιν ποιησάμενοι ἐπὶ Βανδίλους ἐστράτευσαν.
3.20.21τοσαῦτα παραινέσας ἔςτε Καρχηδόνα εἰσῆλθε καὶ, ἐπεὶ πολέμιον σφίσιν οὐδὲν ἐφαίνετο, ἐς τὸ Παλάτιον ἀναβὰς ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν.
3.20.22ἐνταῦθα ἐντυχόντες πολλῇ κραυγῇ Βελισαρίῳ ἐμπόρωντε πλῆθος καὶ ἄλλοι Καρχηδόνιοι, ὅσοις ἐπιθαλάσσια τὰ οἰκία τετύχηκεν εἶναι, ᾐτιῶντο ἁρπαγὴν σφίσι τῶν ὑπαρχόντων τῇ προλαβούσῃ νυκτὶ πρὸς τῶν ναυτῶν ξυμβῆναι.
3.20.23ὁ δὲ Καλώνυμον ὅρκοις καταλαμβάνει ἦ μὴν ἅπαντα ἐς τὸ ἐμφανὲς ἐνεγκεῖν τὰ φώρια.
3.20.24Καλώνυμος δὲ ὀμόσαςτε καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιησάμενος τὸ μὲν παραυτίκα τὰ χρήματα ἐληίσατο, χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τὴν δίκην ἔτισεν ἐς Βυζάντιον.
3.20.25νόσῳ γὰρ ἁλοὺς τῇ καλουμένῃ ἀποπληξίᾳ καὶ τῶν φρενῶν ἔξω γενόμενος τῆςτε γλώσσης ἀποτραγὼν τῆς αὑτοῦ, εἶτα ἀπέθανεν. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
3.21.1τότε δὲ Βελισάριος, ἐπεὶ ὁ καιρὸς ἐς τοῦτο ἦγεν, ἄριστον σφίσιν ἐκέλευε γενέσθαι, οὗ δὴ Γελίμερ τοὺς τῶν Βανδίλων ἡγουμένους ἑστιᾶν εἰώθει.
3.21.2Δέλφικα τὸν τόπον καλοῦσι Ῥωμαῖοι, οὐ τῇ σφετέρᾳ γλώσσῃ, ἀλλὰ κατὰ τὸ παλαιὸν ἑλληνίζοντες. ἐν Παλατίῳ γὰρ τῷ ἐπὶ Ῥώμης, ἔνθα ξυνέβαινε στιβάδας τὰς βασιλέως εἶναι, τρίπους ἐκ παλαιοῦ εἱστήκει, ἐφ’οὗ δὴ τὰς κύλικας οἱ βασιλέως οἰνοχόοι ἐτίθεντο.
3.21.3Δέλφικα δὲ τὸν τρίποδα καλοῦσι Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέγονε, καὶ ἀπ’αὐτοῦ ἔντε Βυζαντίῳ καὶ ὅπη βασιλέως εἶναι στιβάδα ξυμβαίνει Δέλφικα τοῦτο καλοῦσι τὸ οἴκημα, ἐπεὶ καὶ τὰ βασιλέως οἰκία Παλάτιον ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι.
3.21.4Πάλλαντος γὰρ ἀνδρὸς Ἕλληνος ἐν τούτῳ τῷ χωρίῳ οἰκήσαντος πρὸ Ἰλίου ἁλώσεως οἰκίαντε λόγου ἀξίαν ἐνταῦθα δειμαμένου, Παλάτιον μὲν τὸ οἴκημα τοῦτο ἐκάλουν, ἐπεὶ δὲ τὴν αὐτοκράτορα παραλαβὼν ἀρχὴν Αὔγουστος ἐνταῦθα καταλύειν τὸ πρῶτον ἔγνω, Παλάτιον ἀπ’αὐτοῦ καλοῦσι τὸ χωρίον οὗ ἂν βασιλεὺς καταλύῃ.
3.21.5ἐν Δέλφικι τοίνυν Βελισάριόςτε ἤσθιε καὶ εἴ τι ἐν τῷ στρατεύματι δόκιμον ἦν.
3.21.6τετύχηκε δὲ τὸ τῇ προτεραίᾳ τῷ Γελίμερι γεγονὸς ἄριστον ἐν παρασκευῇ εἶναι. καὶ ταῖςτε βρώσεσιν αὐταῖς εἱστιάθημεν ἥτε τοῦ Γελίμερος θεραπεία παρετίθειτε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα ὑπούργει.
3.21.7παρῆντε ἰδεῖν ὡραϊζομένην τὴν τύχην καὶ ποιουμένην ἐπίδειξιν, ὡς ἅπαντάτε αὐτῆς εἴη καὶ οὐδὲν ἀνθρώπῳ ἴδιον γένοιτο.
3.21.8Βελισαρίῳ δὲ ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ εὐδοκιμῆσαι ὡς οὔτε τῶν κατ’αὐτὸν οὐδενὶ πώποτε οὔτε τῳ ἄλλῳ τῶν ἐκ παλαιοῦ γεγονότων τετύχηκε.
3.21.9τῶν γὰρ δὴ Ῥωμαίων στρατιωτῶν οὐκ εἰωθότων θορύβου χωρὶς ἐς πόλιν κατήκοον σφίσιν οὐ δ’ἂν κατὰ πεντακοσίους εἶεν ἄλλωςτε καὶ ἐκ τοῦ ἀπροσδοκήτου ἰέναι, οὕτω δὴ κοσμίους ἅπαντας ὁ στρατηγὸς οὗτος τοὺς ἀρχομένους παρέσχετο ὥστε οὐ δὲ ὕβριν τινὰ ἢ ἀπειλὴν γενέσθαι, οὐ μὴν οὐ δέ τι ἐμπόδισμα τῇ κατὰ τὴν πόλιν ἐργασίᾳ ξυνέβη, ἀλλ’ἐν ἁλούσῃ πόλει καὶ πολιτείαν μεταβαλούσῃ καὶ βασιλείαν ἀλλαξαμένῃ οὐ δὲ τῶν ἀπὸ τῆς ἀγορᾶς ξυνέβη τινὸς τὴν οἰκίαν ἀποκεκλεῖσθαι, ἀλλ’οἱ γραμματεῖς τὰ βιβλίδια γράψαντες τοὺς στρατιώτας, ὥσπερ εἰώθει, ἐς τὰς οἰκίας εἰσήγαγον, αὐτοίτε ὤνιον ἀπὸ τῆς ἀγορᾶς τὸ ἄριστον λαβόντες ὡς ἑκάστῳ ἦν βουλομένῳ ἡσύχαζον.
3.21.11μετὰ δὲ Βελισάριος Βανδίλοιςτε τοῖς ἐς τὰ ἱερὰ καταφυγοῦσι πιστὰ ἐδίδου καὶ τῶν τειχῶν ἐπεμελεῖτο. ἦν γὰρ ὁ Καρχηδόνος περίβολος οὕτω δὴ ἀπημελημένος ὥστε ἐσβατὸς ἐν χώροις πολλοῖς τῷ βουλομένῳ καὶ εὐέφοδος ἐγεγόνει.
3.21.12μοῖρα γὰρ οὐκ ὀλίγη αὐτοῦ κατεπεπτώκει καὶ διὰ τοῦτο Γελίμερα οἱ Καρχηδόνιοι ἔφασκον ἐν τῇ πόλει οὐχ ὑποστῆναι.
3.21.13οὐ γὰρ ἄν ποτε οἴεσθαι χρόνῳ ὀλίγῳ οἷόντε εἶναι τῷ περιβόλῳ τούτῳ τὴν ἀσφάλειαν ἀνασώσασθαι.
3.21.14ἔλεγον δέ τι καὶ λόγιον παλαιὸν ἐν Καρχηδόνι πρὸς τῶν παιδίων ἐν τοῖς ἄνω χρόνοις εἰρῆσθαι ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ πάλιν αὐτὸ τὸ βῆτα διώξει τὸ γάμμα.
3.21.15καὶ τότε μὲν παίζουσιν αὐτὸ τοῖς παιδίοις εἰρῆσθαι καὶ ἀπολελεῖφθαι ἐν αἰνίγματος ἀπορουμένου μοίρᾳ, νῦν δὲ ἅπασιν ἄντικρυς φανερὸν εἶναι.
3.21.16πρότερόντε γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξε καὶ τανῦν Γελίμερα Βελισάριος. τοῦτο μὲν οὖν, εἴτε φήμη τις ἦν εἴτε λόγιον, ταύτῃ ἐχώρησε.
3.21.17τότε δὲ καὶ ὄναρ πολλοῖς μὲν πολλάκις ὀφθὲν πρότερον, ἄδηλον δὲ γεγονὸς ὅπη ἐκβήσεται, ἐς φῶς ἐληλύθει. ἐτύγχανε δὲ ὂν τὸ ὄναρ τοιόνδε. Κυπριανὸν, ἅγιον ἄνδρα, μάλιστα πάντων οἱ Καρχηδόνιοι σέβονται.
3.21.18καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ἠιόνα τάτε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἑορτὴν, ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ’αὐτοῦ τὸν χειμῶνα οἱ ναῦται, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην, ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασιν, ἐπεὶ ἐς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ, ἐφ’οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν νενομίκασι.
3.21.19τοῦτον οἱ Βανδίλοι τὸν νεὼν ἐπὶ Ὁνωρίχου βασιλεύοντος τοὺς Χριστιανοὺς βιασάμενοι ἔσχον.
3.21.20καὶ αὐτῶν ἐνθένδε ξὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας εὐθὺς ἐξελάσαντες αὐτοὶ τῶν ἱερῶν τὸ λοιπὸν ἅτε προσηκόντων Ἀρειανοῖς, ἐπεμελοῦντο.
3.21.21ἀσχάλλουσιν οὖν διὰ ταῦτα καὶ διαπορουμένοις τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ’αὐτῷ μεριμνᾶν τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι · αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι.
3.21.22ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς τοὺς Λίβυας ἅπαντας ἦλθε, καραδοκεῖν μὲν αὐτοὺς τίσιν ποτέ τινα τῶν ἱερῶν τούτων ἕνεκα ἐς τοὺς Βανδίλους ἀφίξεσθαι, οὐκ ἔχειν μέντοι τεκμηριῶσαι ὅπη ποτὲ αὐτοῖς ἡ τοῦ ὀνείρου ὄψις ἐκβήσεται.
3.21.23νῦν οὖν, ἐπεὶ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο, (ἐπανιὼν γὰρ ἤδη ὁ χρόνος τῇ ὑστεραίᾳ τὴν πανήγυριν ἀγαγεῖν ἔμελλεν) οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς, καίπερ Ἀμμάτα Βανδίλοις ἐς Δέκιμον ἡγησαμένου, τότε ἱερὸν ἐκάθηραν ἅπαν καὶ τῶν ἐνταῦθα ἀναθημάτων τὰ κάλλιστα ἐκρέμων, καὶ τὰ λύχνα ἐν παρασκευῇ ποιησάμενοι τάτε κειμήλια ἐξενεγκόντες ἐκ τῶν ταμιείων ἡτοίμαζον ἀκριβῶς ἅπαντα, ὥς πη αὐτῶν ἕκαστον ἐς τὴν χρείαν ἐπιτηδείως ἔχον ἐτύγχανε.
3.21.24τὰ δὲ ἐν Δεκίμῳ οὕτως, ὥσπερ μοι προδεδήλωται, γενέσθαι ξυνέβη.
3.21.25καὶ οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς φεύγοντες ᾤχοντο, Χριστιανοὶ δὲ, οἷς τὰ ἐς τὴν δόξαν ὀρθῶς ἤσκηται, ἀφικόμενοι ἐς τοῦ Κυπριανοῦ τὸν νεὼν, τάτε λύχνα ἔκαιον ἅπαντα καὶ τῶν ἱερῶν ἐπεμελοῦντο ᾗπερ αὐτοῖς τελεῖσθαι ταῦτα νόμος, οὕτωτε ἅπασιν ἃ δὴ προὔλεγεν ἡ τοῦ ὀνείρου ὄψις ἐγνώσθη. ἀλλὰ ταῦτα μὲν τῇδε ἐχώρησεν.
3.22.1οἱ δὲ Βανδίλοι λόγου παλαιοῦ ἀναμνησθέντες ἐθαύμαζον, ἐξεπιστάμενοι τὸ λοιπὸν ὡς ἀνθρώπῳ γε ὄντι οὔτ’ἂν ἄπιστός τις ἐλπὶς οὔτε κτῆσις βέβαιος γένοιτο.
3.22.2ὅστις δὲ ἦν οὗτος ὁ λόγος καὶ ὅντινα ἐρρήθη τρόπον, ἐγὼ δηλώσω.
3.22.3ἡνίκα Βανδίλοι κατ’ἀρχὰς τῷ λιμῷ πιεζόμενοι ἐξ ἠθῶν τῶν πατρίων ἀνίστασθαι ἔμελλον, μοῖρά τις αὐτῶν ἀπελείπετο, οἷς δὴ ὀκνήσει ἐχομένοις πρὸς ἡδονὴν Γωδιγίσκλῳ ἐπισπέσθαι οὐκ ἦν.
3.22.4προϊόντος δὲ χρόνου τοῖςτε μείνασι τὰ ἐς τῶν ἐπιτηδείων τὴν ἀφθονίαν εὖ ἔχειν ἐδόκει καὶ Γιζέριχος ξὺν τοῖς ἀμφ’αὐτὸν Λιβύην ἔσχεν.
3.22.5ὅπερ ἀκούσαντες οἱ Γωδιγίσκλῳ οὐκ ἐπισπόμενοι ἔχαιρον, τῆς χώρας λοιπὸν ἰσχυρότατα σφίσιν ἐς τὸ ἀποζῆν διαρκούσης.
3.22.6δείσαντες δὲ μὴ χρόνῳ τινὶ πολλῷ ὕστερον ἢ αὐτοὶ, ὅσοι Λιβύην ἔσχον, ἢ οἱ τούτων ἀπόγονοι ὅτῳ δὴ τρόπῳ Λιβύης ἐξελαυνόμενοι ἐπανήξουσιν ἐς τὰ πάτρια ἤθη (οὐ γάρ ποτε Ῥωμαίους αὐτὴν ἐς ἀεὶ περιόψεσθαι ὑπετόπαζον), πρέσβεις ἔπεμψαν παρ’αὐτούς.
3.22.7οἳ, ἐπεὶ Γιζερίχῳ ἐς ὄψιν ἧκον, συνήδεσθαι μὲν τοῖς ὁμογενέσιν οὕτω δὴ εὐημερήσασιν ἔφασκον, φυλάσσειν δὲ περαιτέρω τὴν γῆν οὐχ οἷοίτε εἶναι, ἧσπερ αὐτοὶ ὠλιγωρηκότες ἐπὶ Λιβύης ἱδρύσαντο.
3.22.8ἐδέοντο οὖν, εἰ μὴ γῆς τῆς πατρῴας μεταποιοῦνται, κτήματι αὐτοὺς ἀνονήτῳ σφίσι δωρήσασθαι, ὅπως δὴ κύριοι τῆς χώρας ὡς ἀσφαλέστατα γεγενημένοι, ἤν τις κακουργήσων ἐπ’αὐτὴν ἴοι, ὡς ἥκιστα ἀπαξιοῦν ὑπὲρ αὐτῆς θνήσκειν.
3.22.9Γιζερίχῳ μὲν οὖν καὶ Βανδίλοις τοῖς ἄλλοις εὖτε καὶ τὰ δίκαια λέγειν ἔδοξαν, καὶ ξυνεχώρουν ἅπαντα, ὅσα οἱ πρέσβεις αὐτῶν ἔχρῃζον.
3.22.10γέρων δέ τις ἀνὴρ ἐν αὐτοῖς δόκιμος καὶ δόξαν ἐπὶ ξυνέσει πολλήν τινα ἔχων τὸ τοιοῦτον ἐπιτρέψειν οὐδαμῆ ἔφη. τῶν γὰρ ἀνθρωπείων οὐ δ’ὁτιοῦν ἐπὶ τοῦ ἀσφαλοῦς ἵστασθαι, ἀλλ’εἶναι αὐτοῖς ἐς τὸν πάντα αἰῶνα βέβαιον μὲν τῶν ὄντων οὐδὲν, τῶν δὲ οὐκ ὄντων οὐδὲν ἀμήχανον.
3.22.11ταῦτα ὁ Γιζέριχος ἀκούσας ἐπῄνεσέτε καὶ τοὺς πρέσβεις ἀπράκτους ἀποπέμπεσθαι ἔγνω. τότε μὲν οὖν αὐτόςτε καὶ ὁ παραινέσας ἅτε τὰ ἀμήχανα προορώμενοι, πρὸς πάντων Βανδίλων γέλωτα ὦφλον.
3.22.12ἐπεὶ δὲ ταῦτα, ἅπερ ἐρρήθη, ἐγένετο, μετέμαθόντε τῶν ἀνθρωπείων πραγμάτων οἱ Βανδίλοι τὴν φύσιν καὶ σοφοῦ τὸ ἔπος εἶναι ἀνδρὸς ἔγνωσαν.
3.22.13τούτων μὲν οὖν Βανδίλων, οἳ ἔμειναν ἐν γῇ τῇ πατρῴᾳ, οὔτε μνήμη τις οὔτε ὄνομα ἐς ἐμὲ σώζεται. ἅτε γὰρ, οἶμαι, ὀλίγοις τισὶν οὖσιν ἢ βεβιάσθαι πρὸς βαρβάρων τῶν σφίσιν ὁμόρων ἢ ἀναμεμίχθαι οὔτι ἀκουσίοις τετύχηκε, τότε ὄνομα ἐς αὐτούς πη ἀποκεκρίσθαι.
3.22.14οὐ μὴν οὐ δὲ ἡσσημένοις τότε πρὸς Βελισαρίου Βανδίλοις ἔννοια γέγονεν ἐς ἤθη τὰ πάτρια ἐνθένδε ἰέναι.
3.22.15οὐ γὰρ εἶχον ἐκ Λιβύης ἐκ τοῦ αἰφνιδίου, ἄλλωςτε καὶ νεῶν οὐ παρουσῶν σφίσιν, ἐς τὴν Εὐρώπην κομίζεσθαι, ἀλλ’ἔτισαν ἐνταῦθα τὴν δίκην ἁπάντων ὧνπερ ἐς Ῥωμαίους εἰργάσαντο καὶ οὐχ ἥκιστα ἐς Ζακυνθίους.
3.22.16Γιζέριχος γὰρ, ἐπισκήψας ποτὲ τοῖς ἐν Πελοποννήσῳ χωρίοις, Ταινάρῳ προσβαλεῖν ἐνεχείρησεν. ἐνθένδετε κατὰ τάχος ἀποκρουσθεὶς καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἀνεχώρησεν οὐδενὶ κόσμῳ.
3.22.17διὸ δὴ τῷ θυμῷ ἔτι ἐχόμενος Ζακύνθῳ προσέσχε, καὶ πολλοὺς μὲν τῶν ἐν ποσὶ κτείνας, τῶν δὲ δοκίμων ἐς πεντακοσίους ἀνδραποδίσας δι’ὀλίγου ἀπέπλευσεν.
3.22.18ἐπειδήτε γέγονεν ἐν μέσῳ τῷ Ἀδριατικῷ καλουμένῳ πελάγει, ἐνταῦθα κρεουργήσας τῶν πεντακοσίων τὰ σώματα, πανταχῆ τῆς θαλάσσης οὐδὲν ὑπολογισάμενος ἔρριψεν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο.
3.23.1Γελίμερ δὲ τότε χρήματάτε πολλὰ Λιβύων τοῖς γεωργοῖς προϊέμενος καὶ φιλοφροσύνῃ ἐς αὐτοὺς χρώμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν.
3.23.2οὓς δὴ ἐκέλευσε Ῥωμαίων τοὺς ἐς τὰ χωρία περιιόντας κτείνειν, χρυσίον τακτὸν ἐπὶ φόνῳ ἑκάστῳ τῷ ἀπολοῦντι ἐπικηρύξας.
3.23.3οἱ δὲ πολλοὺς τοῦ Ῥωμαίων στρατοῦ ἔκτεινον, οὐ στρατιώτας μέντοι, ἀλλὰ δούλουςτε καὶ ὑπηρέτας, οἳ δὴ χρημάτων ἐπιθυμίᾳ ἐς τὰς κώμας ἀναβαίνοντες λάθρα ἡλίσκοντο.
3.23.4καὶ αὐτῶν τὰς κεφαλὰς οἱ γεωργοὶ παρὰ Γελίμερα φέροντες αὐτοὶ μὲν ἔμμισθοι γενόμενοι ἀπηλλάσσοντο, ὁ δὲ στρατιώτας ἀνῃρηκέναι πολεμίους ὑπώπτευεν.
3.23.5ἐνταῦθα τοῦ χρόνου Διογένης, ὁ Βελισαρίου δορυφόρος, ἔργα ἐπεδείξατο ἀρετῆς ἄξια. σταλεὶς γὰρ, ἅμα τῶν ὑπασπιστῶν δύο καὶ εἴκοσιν, ἐπὶ κατασκοπῇ τῶν ἐναντίων, ἐγένετο ἐν χωρίῳ δυοῖν ἡμέραιν ὁδὸν Καρχηδόνος διέχοντι.
3.23.6τούτους δὲ τοὺς ἄνδρας (οὐ γὰρ οἷοίτε ἦσαν οἱ τοῦ χωρίου γεωργοὶ κτείνειν) ἀγγέλλουσι τῷ Γελίμερι ἐνταῦθα εἶναι.
3.23.7καὶ ὃς τριακοσίους ἀπολεξάμενος Βανδίλων ἱππέας ἐπ’αὐτοὺς ἔστελλε, ζῶντας ἅπαντας ἐπισκήψας παρ’αὐτὸν ἀγαγεῖν.
3.23.8λόγου γὰρ πολλοῦ ἄξιόν οἱ ἔδοξεν εἶναι Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς δύο καὶ εἴκοσι δορυαλώτους ποιήσασθαι.
3.23.9οἱ μὲν οὖν ἀμφὶ Διογένην ἐς οἰκίαν ἐσεληλυθότες τινὰ ἐκάθευδον ἐν τῷ ὑπερῴῳ, πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες, οἵ γε μακρὰν ἀπεῖναι τοὺς ἐναντίους ἐπύθοντο.
3.23.10οἱ δὲ Βανδίλοι ὄρθρου βαθέος ἐνταῦθα ἐλθόντες διαφθεῖραι μὲν τὰς ἐκείνῃ θύρας ἢ εἰς τὴν οἰκίαν εἰσελθεῖν νύκτωρ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι, δείσαντες μὴ ἐς νυκτομαχίαν ἐμπεπτωκότες αὐτοὶ μὲν σφᾶς αὐτοὺς διαφθείρωσιν, ἔξοδον δὲ πλείστοις τῶν πολεμίων ἐν σκότῳ, ἂν οὕτω τύχοι, παρέξωσιν.
3.23.11ἔπρασσον δὲ ταῦτα τῆς δειλίας αὐτοῖς ἐκπλησσούσης τὸν νοῦν, παρὸν σφίσιν οὐδενὶ πόνῳ φέρουσίτε πυρὰ καὶ τούτων χωρὶς οὐχ ὅσον ἀνόπλους, ἀλλὰ καὶ γυμνοὺς παντάπασι τοὺς πολεμίους ἐπὶ τῶν στρωμάτων λαβεῖν.
3.23.12νῦν δὲ ἀμφὶ τὴν οἰκίαν ἅπασαν κύκλῳ καὶ διαφερόντως τὰς θύρας φάλαγγα ποιησάμενοι ἔστησαν ἅπαντες.
3.23.13ἐν τούτῳ δὲ τῶν Ῥωμαίων στρατιωτῶν ἑνὶ ἐξ ὕπνου ἀναστῆναι ξυνέβη, ὅσπερ τοῦ θορύβου αἰσθόμενος, ὃν δὴ οἱ Βανδίλοι φθεγγόμενοίτε ἐν σφίσιν αὐτοῖς λάθρα ἐποίουν καὶ ξὺν τοῖς ὅπλοις κινούμενοι, ξυμβαλεῖν τὸ ποιούμενον ἴσχυσε, καὶ τῶν ἑταίρων ἀνεγείρας σιωπῇ ἕκαστον τὰ πρασσόμενα φράζει.
3.23.14οἱ δὲ Διογένους γνώμῃ τάτε ἱμάτια ἐνδιδύσκονται ἡσυχῆ ἅπαντες καὶ τὰ ὅπλα ἀνελόμενοι κάτω ἐχώρουν.
3.23.15οὗ δὴ τοῖς ἵπποις τοὺς χαλινοὺς ἐπιθέμενοι ἀναθρώσκουσιν ἐπ’αὐτοὺς, οὐδενὶ αἴσθησιν παρεχόμενοι. παράτε τὴν αὔλειον χρόνον τινὰ στάντες ἀνακλίνουσι μὲν ἐξαπιναίως τὰς ταύτῃ θύρας, ἐξίασι δὲ εὐθὺς ἅπαντες.
3.23.16οἱ μὲν οὖν Βανδίλοι ἔργου ἤδη ἐπ’αὐτοὺς εἴχοντο, ἤνυτον δὲ οὐδέν. οἱ γὰρ Ῥωμαῖοι ταῖςτε ἀσπίσι φραξάμενοι καὶ τοῖς δορατίοις ἀμυνόμενοι τοὺς ἐπιόντας σπουδῇ ἤλαυνον.
3.23.17οὕτωτε Διογένης τοὺς πολεμίους διέφυγε, δύο μὲν τῶν ἑπομένων ἀποβαλὼν, τοὺς δὲ λοιποὺς σώσας.
3.23.18πληγὰς μέντοι ἐν τῷ πόνῳ τούτῳ καὶ αὐτὸς ἔλαβεν ἐς μὲν τὸν αὐχένα καὶ τὸ πρόσωπον τρεῖς, ἀφ’ὧν δὴ παρ’ὀλίγον ἀποθανεῖν ἦλθε, κατὰ δὲ χειρὸς τῆς λαιᾶς μίαν, ἐξ ἧς οὐκέτι τῶν δακτύλων τὸν σμικρότατον ἐνεργεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ὧδε γενέσθαι ξυνέβη.
3.23.19Βελισάριος δὲ τοῖςτε περὶ τὴν οἰκοδομίαν τεχνίταις καὶ τῷ ἄλλῳ ὁμίλῳ χρήματα μεγάλα προτεινόμενος τάφροντε λόγου πολλοῦ ἀξίαν ἀμφὶ τὸν περίβολον ὤρυξε κύκλῳ, καὶ σκόλοπας αὐτῇ ἐνθέμενος συχνοὺς εὖ μάλα περιεσταύρωσε.
3.23.20καὶ μὴν καὶ τὰ πεπονθότα τοῦ τείχους ἐν βραχεῖ ἀνῳκοδομήσατο χρόνῳ, θαύματος ἄξιον οὐ Καρχηδονίοις μόνον, ἀλλὰ καὶ αὐτῷ Γελίμερι γεγονὸς ὕστερον.
3.23.21ἐπειδὴ γὰρ δορυάλωτος ἐς Καρχηδόνα ἧκεν, ἠγάσθητε ἰδὼν τὸ τεῖχος καὶ τὴν ὀλιγωρίαν τὴν αὑτοῦ πάντων οἱ ἔφη γεγονέναι τῶν παρόντων αἰτίαν. ταῦτα μὲν Βελισαρίῳ ἐν Καρχηδόνι ὄντι κατείργαστο ὧδε.
3.24.1Τζάζων δὲ, ὁ τοῦ Γελίμερος ἀδελφὸς, τῷ στόλῳ ᾧ ἔμπροσθεν εἴρηται ἐς Σαρδὼ ἀφικόμενος ἐς τὸν Καρανάλεως λιμένα ἀπέβη, καὶ τὴν πόλιν αὐτοβοεὶ εἷλε τόντε τύραννον Γώδαν ἔκτεινε καὶ εἴ τι ἀμφ’αὐτὸν μάχιμον ἦν.
3.24.2καὶ ἐπεὶ ἐς γῆν τὴν Λιβύης τὸν βασιλέως στόλον ἤκουσεν εἶναι, οὔπω τι πεπυσμένος ὧν ταύτῃ ἐπέπρακτο, γράφει πρὸς Γελίμερα τάδε Γώδαν ἀπολωλέναι τὸν τύραννον, ὑπὸ ταῖς ἡμετέραις γεγονότα χερσὶ, καὶ τὴν νῆσον αὖθις ὑπὸ τῇ σῇ βασιλείᾳ εἶναι, ὦ Βανδίλωντε καὶ Ἀλανῶν βασιλεῦ, ἴσθι καὶ τὴν ἐπινίκιον ἑορτὴν ἄγε.
3.24.4τῶν δὲ πολεμίων, οἳ ἐτόλμησαν ἐς τὴν ἡμετέραν στρατεύεσθαι, ἔλπιζε τὴν πεῖραν ἐς τοῦτο ἀφίξεσθαι τύχης, ἐς ὃ καὶ πρότερον τοῖς ἐπὶ τοὺς προγόνους τοὺς ἡμετέρους στρατευσαμένοις ἐχώρησε.
3.24.5ταῦτα οἱ λαβόντες τὰ γράμματα, οὐδὲν πολέμιον ἐν νῷ ἔχοντες, κατέπλευσαν ἐς τὸν τῶν Καρχηδονίων λιμένα.
3.24.6καὶ πρὸς τῶν φυλάκων παρὰ τὸν στρατηγὸν ἀπαχθέντες τάτε γράμματα ἐνεχείρισαν καὶ περὶ ὧν τὰς πύστεις ἐποιεῖτο ἐσήγγελλον, οἷςτε ἐθεῶντο καταπεπληγμένοι καὶ τεθηπότες τῆς μεταβολῆς τὸ αἰφνίδιον · ἔπαθον μέντοι πρὸς Βελισαρίου οὐδὲν ἄχαρι.
3.24.7ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον ξυνηνέχθη τοιόνδε. Γελίμερ ὀλίγῳ πρότερον ἢ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο ἔπεμψε πρέσβεις ἐς Ἱσπανίαν ἄλλουςτε καὶ Γοτθαῖον καὶ Φουσκίαν, ἐφ’ᾧ δὴ Θεῦδιν, τὸν τῶν Οὐισιγότθων ἄρχοντα, πείσουσιν ὁμαιχμίαν πρὸς Βανδίλους θέσθαι.
3.24.8οἳ, ἐπεὶ ἀπέβησαν εἰς τὴν ἤπειρον, τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες, εὑρίσκουσι Θεῦδιν ἐν χωρίῳ μακρὰν ἀπὸ θαλάσσης κειμένῳ.
3.24.9ἀναβάντας δὲ παρ’αὐτὸν τοὺς πρέσβεις ὁ Θεῦδις φιλοφροσύνηςτε ἠξίωσε καὶ προθύμως εἱστία, ἔντε τῇ θοίνῃ ἐπυνθάνετο δῆθεν ὅπη ποτὲ Γελίμερίτε καὶ Βανδίλοις τὰ πράγματα ἔχοι.
3.24.10τούτων δὲ τῶν πρέσβεων σχολαίτερον ἐς αὐτὸν ἰόντων ἔτυχεν ἀκηκοὼς ἅπαντα, ὅσα Βανδίλοις ξυνέπεσεν.
3.24.11ὁλκὰς γὰρ μία ἐπ’ἐμπορίᾳ πλέουσα ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ στράτευμα εἰς Καρχηδόνα εἰσήλασεν, ἐνθένδε ἀναγομένη καὶ πνεύματος ἐπιφόρου ἐπιτυχοῦσα, ἐς Ἱσπανίαν ἦλθεν.
3.24.12ὅθεν δὴ ὁ Θεῦδις μαθὼν ὅσα ἐν Λιβύῃ ξυνηνέχθη γενέσθαι ἀπεῖπε τοῖς ἐμπόροις μηδενὶ φράζειν, ὡς μὴ ταῦτα ἔκπυστα ἐς τὸ πᾶν γένηται.
3.24.13ἐπεὶ δὲ ἀπεκρίναντο οἱ ἀμφὶ τὸν Γοτθαῖον ἅπαντα σφίσιν ὡς ἄριστα ἔχειν, ἠρώτα ὅτου ποτὲ ἕνεκα ἥκοιεν.
3.24.14τῶν δὲ τὴν ὁμαιχμίαν προτεινομένων ἐκέλευεν αὐτοὺς ὁ Θεῦδις εἰς τὴν παραλίαν ἰέναι · ἐνθένδε γὰρ, ἔφη, τὰ οἴκοι πράγματα ἀσφαλῶς εἴσεσθε.
3.24.15οἱ δὲ πρέσβεις οὐχ ὑγιᾶ τὸν λόγον εἶναι ἅτε οἰνωμένου τοῦ ἀνθρώπου, ὑποτοπήσαντες, ἐν σιωπῇ ἔσχον.
3.24.16ἐπεὶ δὲ αὐτῷ τῇ ὑστεραίᾳ ξυγγενόμενοι τὴν συμμαχίαν ἐν λόγῳ ἐποιοῦντο, καὶ ῥήματι αὖθις τῷ αὐτῷ ὁ Θεῦδις ἐχρῆτο, οὕτω δὴ ξυνέντες νεώτερα σφίσιν ἐν Λιβύῃ ξυμπεσεῖν πράγματα, οὐδὲν μέντοι ἀμφὶ Καρχηδόνι ἐν νῷ ἔχοντες, ἐς αὐτὴν ἔπλεον.
3.24.17ἀγχοῦτε αὐτῆς καταπλεύσαντες καὶ Ῥωμαίοις στρατιώταις περιτυχόντες ἐνεχείρισαν σφᾶς αὐτοὺς ὅ τι βούλοιντο χρῆσθαι.
3.24.18ὅθεν ἐς τὸν στρατηγὸν ἀπαχθέντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἔπαθον οὐδὲν πρὸς ἐκείνου κακόν. ταῦτα μὲν οὖν οὕτω γενέσθαι τετύχηκε.
3.24.19Κύριλλος δὲ, Σαρδοῦςτε ἀγχοῦ γενόμενος καὶ τὰ τῷ Γώδᾳ ξυμπεσόντα ἀκούσας, ἐς Καρχηδόνα ἔπλει, ἔνθα τότε Ῥωμαίων στράτευμα καὶ Βελισάριον εὑρὼν νενικηκότας ἡσύχαζε · καὶ Σολόμων παρὰ βασιλέα, ὅπως ἀγγείλῃ τὰ πεπραγμένα, ἐστέλλετο.
3.25.1Γελίμερ δὲ ἐπεὶ ἐν πεδίῳ Βούλλης ἐγεγόνει, ὅπερ εὐζώνῳ ἀνδρὶ τεσσάρων ἡμερῶν ὁδῷ Καρχηδόνος διέχει, οὐ πολλῷ ἄποθεν τῶν Νουμιδίας ὁρίων, ἐνταῦθα Βανδίλουςτε ξύμπαντας ἤγειρε καὶ εἴ τί οἱ φίλιον ἐν Μαυρουσίοις ἐτύγχανεν ὄν.
3.25.2ὀλίγοι μέντοι Μαυρούσιοι αὐτῷ ἀφίκοντο ἐς ξυμμαχίαν, καὶ οὗτοι παντάπασιν ἄναρχοι.
3.25.3ὅσοι γὰρ ἔντε Μαυριτανίᾳ καὶ Νουμιδίᾳ καὶ Βυζακίῳ Μαυρουσίων ἦρχον, πρέσβεις ὡς Βελισάριον πέμψαντες δοῦλοίτε βασιλέως ἔφασκον εἶναι καὶ ξυμμαχήσειν ὑπέσχοντο.
3.25.4εἰσὶ δὲ οἳ καὶ τοὺς παῖδας ἐν ὁμήρων παρείχοντο λόγῳ, τάτε ξύμβολα σφίσι παρ’αὐτοῦ στέλλεσθαι τῆς ἀρχῆς κατὰ δὴ τὸν παλαιὸν νόμον ἐδέοντο.
3.25.5νόμος γὰρ ἦν Μαυρουσίων ἄρχειν μηδένα, κα- κἂν Ῥωμαίοις πολέμιος ᾖ, πρὶν ἂν αὐτῷ τὰ γνωρίσματα τῆς ἀρχῆς ὁ Ῥωμαίων βασιλεὺς δοίη.
3.25.6ἅπερ ἤδη πρὸς Βανδίλων λαβόντες οὐκ ᾤοντο ἐν βεβαίῳ τὴν ἀρχὴν ἔχειν.
3.25.7ἔστι δὲ τὰ ξύμβολα ταῦτα ῥάβδοςτε ἀργυρᾶ κατακεχρυσωμένη καὶ πῖλος ἀργυροῦς οὐχ ὅλην τὴν κεφαλὴν σκέπων, ἀλλ’ὥσπερ στεφάνη τελαμῶσιν ἀργυροῖς πανταχόθεν ἀνεχόμενος, καὶ τριβώνιόν τι λευκὸν, ἐς χρυσῆν περόνην κατὰ τὸν δεξιὸν ὦμον ἐν χλαμύδος σχήματι Θετταλῆς ξυνιὸν, χιτώντε λευκὸς, ποικίλματα ἔχων, καὶ ἀρβύλη ἐπίχρυσος.
3.25.8Βελισάριος δὲ ταῦτάτε αὐτοῖς ἔπεμψε καὶ χρήμασι πολλοῖς αὐτῶν ἕκαστον ἐδωρήσατο.
3.25.9οὐ μέντοι αὐτῷ ἐς ξυμμαχίαν ἀφίκοντο, οὐ μὴν οὐ δὲ Βανδίλοις ἐπαμύνειν ἐτόλμησαν, ἀλλ’ἐκποδὼν ἀμφοτέροις στάντες ἐκαραδόκουν ὅπη ποτὲ ἡ τοῦ πολέμου τύχη ἐκβήσεται. ὧδε μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε.
3.25.10Γελίμερ δὲ τῶν τινα Βανδίλων ἐς Σαρδὼ ἔπεμψεν, ἐπιστολὴν πρὸς Τζάζωνα τὸν ἀδελφὸν ἔχοντα. ὃς ἐς τὴν παραλίαν κατὰ τάχος ἐλθὼν ὁλκάδοςτε ἀναγομένης ἐπιτυχὼν, ἐς Καρανάλεως τὸν λιμένα κατέπλευσε καὶ Τζάζωνι τὴν ἐπιστολὴν ἐνεχείρισεν.
3.25.11ἐδήλου δὲ ἡ γραφὴ τάδε Οὐκ ἦν, οἶμαι, Γώδας ὁ τὴν νῆσον ἡμῶν ἀποστήσας, ἀλλά τις ἄτη ἐξ οὐρανοῦ ἐς Βανδίλους ἐπιπεσοῦσα.
3.25.12σέτε γὰρ ἐξ ἡμῶν καὶ Βανδίλων τοὺς δοκίμους ἀφελομένη ἅπαντα συλλήβδην ἐκ τοῦ Γιζερίχου οἴκου τὰ ἀγαθὰ ἥρπασεν.
3.25.13οὐ γὰρ ἐπὶ τῷ ἀνασώσασθαι τὴν νῆσον ἡμῖν ἐνθένδε ἀπῆρας, ἀλλ’ὅπως Λιβύης Ἰουστινιανὸς κύριος ἔσται. τὰ γὰρ τῇ τύχῃ δόξαντα πρότερον πάρεστι τανῦν ἐκ τῶν ἀποβάντων εἰδέναι.
3.25.14Βελισάριος μὲν οὖν στρατῷ ὀλίγῳ ἐφ’ἡμᾶς ἥκει · ἡ δὲ ἀρετὴ ἐκ Βανδίλων ἀπιοῦσα εὐθὺς ᾤχετο, μεθ’ἑαυτῆς λαβοῦσα τὴν ἀγαθὴν τύχην.
3.25.15Ἀμμάτας μὲν γὰρ καὶ Γιβαμοῦνδος πεπτώκασι, μαλθακιζομένων Βανδίλων, ἵπποι δὲ καὶ νεώρια καὶ ξύμπασα Λιβύη καὶ οὐχ ἥκιστα αὐτὴ Καρχηδὼν ἔχονται ἤδη πρὸς τῶν πολεμίων.
3.25.16οἱ δὲ κάθηνται, τὸ μὴ ἐν τοῖς πόνοις ἀνδραγαθίζεσθαι παίδωντε καὶ γυναικῶν ἀνταλλαξάμενοι καὶ πάντων χρημάτων, ἡμῖντε ἀπολέλειπται μόνον τὸ Βούλλης πεδίον, οὗπερ ἡμᾶς ἡ εἰς ὑμᾶς ἐλπὶς καθίσασα εἴργει.
3.25.17ἀλλὰ σὺ τυραννίδατε καὶ Σαρδὼ καὶ τὰς περὶ ταῦτα φροντίδας ἐάσας ὅτι τάχιστα παντὶ τῷ στόλῳ εἰς ἡμᾶς ἧκε. οἷς γὰρ ὑπὲρ τῶν κεφαλαίων ὁ κίνδυνος, τα- τἄλλα ἀκριβολογεῖσθαι ἀξύμφορον.
3.25.18κοινῇ δὲ τὸ λοιπὸν ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους ἢ τύχην τὴν προτέραν ἀνασωσόμεθα, ἢ κερδανοῦμεν τὸ μὴ ἀλλήλων χωρὶς τὰ ἐκ τοῦ δαιμονίου ἐνεγκεῖν δύσκολα.
3.25.19ταῦτα ἐπεὶ Τζάζων εἶδέτε ἀπενεχθέντα καὶ ἐς τοὺς Βανδίλους ἐξήνεγκεν, ἔςτε οἰμωγὰς καὶ ὀλοφύρσεις ἐτράποντο, οὐ μέντοι ἐκ τοῦ ἐμφανοῦς, ἀλλ’ὡς ἔνι μάλιστα ἐγκρυφιάζοντέςτε καὶ τοὺς νησιώτας λανθάνοντες σιωπῇ ἐφ’ἑαυτῶν τὰ παρόντα σφίσιν ὠδύροντο.
3.25.20καὶ αὐτίκα μὲν τὰ ἐν ποσὶν, ὥς πη ἔτυχε, διαθέμενοι τὰς ναῦς ἐπλήρουν.
3.25.21ἄραντες δὲ ἐνθένδε παντὶ τῷ στόλῳ τριταῖοι κατέπλευσαν ἐς τὴν Λιβύης ἀκτὴν, ἣ Νουμίδαςτε καὶ Μαυριτανοὺς διορίζει.
3.25.22καὶ πεζῇ βαδίζοντες ἀφικνοῦνται ἐς τὸ Βούλλης πεδίον, οὗ δὴ ἀνεμίγνυντο τῷ ἄλλῳ στρατῷ. ἐνταῦθα συχνὰ ἐλέου πολλοῦ ἄξια Βανδίλοις ξυνέβη, ἅπερ ἔγωγε οὐκ ἂν ἔτι φράσαι ἱκανῶς ἔχοιμι.
3.25.23οἶμαι γὰρ εἰ καὶ αὐτῶν πολεμίων ἀνδρὶ θεατῇ γενέσθαι τετύχηκε, τάχα ἂν καὶ αὐτὸς Βανδίλουςτε τότε καὶ τύχην τὴν ἀνθρωπείαν ᾠκτίσατο.
3.25.24ὅτε γὰρ Γελίμερ καὶ ὁ Τζάζων ἐπειδὴ ἀλλήλοιν τῷ τραχήλῳ περιεβαλέσθην, μεθίεσθαι τὸ λοιπὸν οὐδαμῆ εἶχον, οὐδὲν μέντοι ἐς ἀλλήλους ἐφθέγγοντο, ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον, καὶ Βανδίλων τῶν ξὺν Γελίμερι ἕκαστος τῶν τινα ἐκ Σαρδοῦς ἥκοντα περιβαλὼν κατὰ τα- ταὐτὰ ἐποίει.
3.25.25χρόνοντε συχνὸν ὥσπερ ἀλλήλοις ἐμπεφυκότες, ἡδονῆς τῆς ἐνθένδε ἀπώναντο, καὶ οὔτε οἱ ἀμφὶ Γελίμερα περὶ τοῦ Γώδα (ἐπεὶ αὐτοὺς ἡ παροῦσα τύχη ἐκπλήξασα τὰ πρόσθεν σφίσι σπουδαιότατα δόξαντα εἶναι τοῖς ἤδη ἐς ἄγαν ἀπημελημένοις ξυνέτασσεν) οὔτε οἱ ἐκ Σαρδοῦς ἥκοντες ἐρωτᾶν τι ἠξίουν ἀμφὶ τοῖς ἔν γε Λιβύῃ ξυνενεχθεῖσιν. ἱκανὸς γὰρ αὐτοῖς ὁ χῶρος τεκμηριῶσαι τὰ ξυμπεσόντα ἐγίνετο.
3.25.26οὐ μὴν οὐ δὲ γυναικῶν ἢ παίδων ἰδίων λόγον ἐποιοῦντό τινα, ἐξεπιστάμενοι ὡς, ἤν τις αὐτοῖς ἐνταῦθα οὐκ εἴη, δῆλον ὅτι ἢ ἐτελεύτα ἢ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε. ταῦτα μὲν δὴ ταύτῃ πη ἔσχεν.