Procopius

On the Wars, 4

4.1

4.1.1Γελίμερ δὲ, ἐπεὶ Βανδίλους ἅπαντας ἐς ταὐτὸ εἶδεν ἀγηγερμένους, ἐπῆγεν ἐς Καρχηδόνα τὸ στράτευμα.

4.1.2γενόμενοίτε αὐτῆς ἄγχιστα τόντε ὀχετὸν ἀξιοθέατον ὄντα διεῖλον, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, καὶ χρόνον τινὰ ἐνστρατοπεδευσάμενοι ὑπεχώρησαν, ὡς οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων.

4.1.3περιιόντες δὲ τὰ ἐκείνῃ χωρία τάςτε ὁδοὺς ἐν φυλακῇ ἐποιοῦντο καὶ Καρχηδόνα πολιορκεῖν ταύτῃ ᾤοντο, οὐ μὴν οὔτε ἐληίζοντο οὐδὲν οὔτε τὴν γῆν ἐδῄουν, ἀλλ’ὡς οἰκείας μετεποιοῦντο.

4.1.4ἅμα δὲ καὶ προδοσίαν τινὰ ἔσεσθαι σφίσιν ἐν ἐλπίδι εἶχον Καρχηδονίωντε αὐτῶν καὶ Ῥωμαίων στρατιωτῶν, ὅσοις τοῦ Ἀρείου δόξα ἤσκητο.

4.1.5πέμψαντες δὲ καὶ ἐς τῶν Οὔννων τοὺς ἄρχοντας, καὶ πολλὰ ἔσεσθαι αὐτοῖς ἀγαθὰ πρὸς Βανδίλων ὑποσχόμενοι, ἐδέοντο φίλουςτε καὶ ξυμμάχους γενέσθαι σφίσιν.

4.1.6οἱ δὲ οὐ δὲ πρότερον εὐνοϊκῶς ἐς τὰ Ῥωμαίων πράγματα ἔχοντες ἅτε οὐ δὲ ξύμμαχοι αὐτοῖς ἑκούσιοι ἥκοντες (ἔφασκον γὰρ τὸν Ῥωμαίων στρατηγὸν Πέτρον ὀμωμοκότατε καὶ τὰ ὀμωμοσμένα ἠλογηκότα οὕτω δὴ σφᾶς ἀπαγαγεῖν ἐς τὸ Βυζάντιον) λόγουςτε τοὺς Βανδίλων ἐνεδέχοντο καὶ ὡμολόγουν, ἐπειδὰν ἐν αὐτῷ τῷ ἔργῳ γένωνται, ξὺν αὐτοῖς ἐπὶ τὸ Ῥωμαίων στράτευμα τρέψεσθαι.

4.1.7ταῦτα δὲ ἅπαντα Βελισάριος ἐν ὑποψίᾳ ἔχων (ἠκηκόει γὰρ πρὸς τῶν αὐτομόλων, ἅμα δὲ καὶ περίβολος οὔπω ἐτετέλεστο ἅπας) ἐξιτητὰ μὲν σφίσιν ἐπὶ τοὺς πολεμίους ἐν τῷ παρόντι οὐκ ᾤετο εἶναι, τὰ δὲ ἔνδον ὡς ἄριστα ἐξηρτύετο.

4.1.8καὶ Καρχηδόνιον μέν τινα, ὄνομα Λαῦρον, ἐπὶ προδοσίᾳτε ἡλωκότα καὶ πρὸς τοῦ οἰκείου γραμματέως ἐληλεγμένον ἀνεσκολόπισεν ἐν λόφῳ τινὶ πρὸ τῆς πόλεως, καὶ ἀπ’αὐτοῦ ἐς δέος τι ἄμαχον οἱ ἄλλοι καταστάντες τῆς ἐς τὴν προδοσίαν πείρας ἀπέσχοντο.

4.1.9τοὺς δὲ Μασσαγέτας δώροιςτε καὶ τραπέζῃ καὶ τῇ ἄλλῃ θωπείᾳ μετιὼν ἡμέρᾳ ἑκάστῃ ἐξενεγκεῖν εἰς αὐτὸν ἔπεισεν ὅσα αὐτοῖς Γελίμερ ὑποσχόμενος εἴη, ἐφ’ ἐν τῇ ξυμβολῇ κακοὶ γένωνται.

4.1.10ἔφασκον δὲ οἱ βάρβαροι οὗτοι οὐδεμίαν σφίσι προθυμίαν ἐς τὸ μάχεσθαι εἶναι · δεδιέναι γὰρ μὴ Βανδίλων ἡσσημένων οὐκ ἀποπέμψονται Ῥωμαῖοι σφᾶς ἐς τὰ πάτρια ἤθη, ἀλλ’αὐτοῦ ἀναγκάζοιντο ἐν Λιβύῃ γηράσκοντες θνήσκειν · καὶ μὴν καὶ περὶ τῇ λείᾳ, μὴ ἀφαιρεθῶσιν αὐτὴν, ἐν φροντίδι εἶναι.

4.1.11τότε δὴ οὖν αὐτοῖς Βελισάριος πιστὰ ἔδωκεν ὡς, ἢν κατὰ κράτος Βανδίλοι ἡσσηθεῖεν, αὐτίκα δὴ μάλα ἐς τὰ οἰκεῖα ξὺν πᾶσι λαφύροις σταλήσονται, οὕτωτε αὐτοὺς ὅρκοις καταλαμβάνει μὴν πάσῃ προθυμίᾳ ξυνδιενεγκεῖν σφίσι τὸν πόλεμον.

4.1.12ἐπειδήτε ἅπαντά οἱ ὡς ἄριστα παρεσκεύαστο καὶ περίβολος ἤδη ἀπείργαστο, ξυγκαλέσας ἅπαν τὸ στράτευμα ἔλεξε τοιάδε Παραίνεσιν μὲν, ἄνδρες Ῥωμαῖοι, οὐκ οἶδα ὅτι δεῖ ποιεῖσθαι πρὸς ὑμᾶς, οἵ γε οὕτω τοὺς πολεμίους ἔναγχος νενικήκατε ὥστε Καρχηδώντε ἥδε καὶ Λιβύη ξύμπασα κτῆμα τῆς ὑμετέρας ἀρετῆς ἐστι, καὶ δι’αὐτὸ ξυμβουλῆς οὐδεμιᾶς ὑμῖν ἐς εὐτολμίαν ὁρμώσης δεήσει.

4.1.13τῶν γὰρ νενικηκότων ἥκιστα ἐλασσοῦσθαι φιλοῦσιν αἱ γνῶμαι.

4.1.14ἐκεῖνο δὲ μόνον ὑπομνῆσαι ὑμᾶς οὐκ ἄπο καιροῦ οἴομαι εἶναι, ὡς, ἢν ὁμοίως ὑμῖν αὐτοῖς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, αὐτίκα δὴ μάλα τὸ πέρας ἕξει τοῖς μὲν Βανδίλοις τὰ τῆς ἐλπίδος, ὑμῖν δὲ μάχη.

4.1.15ὥστε ὑμᾶς ὡς προθυμότατα εἰκὸς ἐς ξυμβολὴν τήνδε καθίστασθαι. ἡδὺς γὰρ ἀεὶ τοῖς ἀνθρώποις ἀπολήγωντε καὶ εἰς καταστροφὴν βαδίζων πόνος. τὸν μὲν οὖν τῶν Βανδίλων ὅμιλον ὑμῶν διαλογιζέσθω μηδείς.

4.1.16οὐ γὰρ ἀνθρώπων πλήθει οὐ δὲ σωμάτων μέτρῳ, ἀλλὰ ψυχῶν ἀρετῇ φιλεῖ πόλεμος διακρίνεσθαι. εἰσίτω δὲ ὑμᾶς τὸ πάντων ἰσχυρότατον τῶν ἐν ἀνθρώποις, ἐπὶ τοῖς πρασσομένοις αἰδώς.

4.1.17αἰσχύνη γὰρ τοῖς γε νοῦν ἔχουσι τὸ σφῶν αὐτῶν ἡσσᾶσθαι καὶ τῆς οἰκείας ἀρετῆς ἐλάσσους ὀφθῆναι. τοὺς γὰρ πολεμίους εὖ οἶδα ὅτι ὀρρωδίατε καὶ κακῶν μνήμη περιλαβοῦσαι ἀναγκάζουσι κακίους γενέσθαι, μὲν τοῖς φθάσασι δεδιττομένη, δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα.

4.1.18τύχη γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περιπεπτωκότων τὸ φρόνημα. ὡς δὲ νῦν ἡμῖν πρότερον ὑπὲρ μειζόνων ἀγών ἐστιν ἐγὼ δηλώσω.

4.1.19ἐν μὲν γὰρ τῇ προτέρᾳ μάχῃ τῶν πραγμάτων ἡμῖν οὐκ εὖ προϊόντων ἐν τῷ μὴ τὴν ἀλλοτρίαν λαβεῖν κίνδυνος ἦν, νῦν δὲ, ἢν μὴ τῶν ἀγώνων κρατήσωμεν, τὴν ἡμετέραν ἀποβαλοῦμεν.

4.1.20ὅσῳ τοίνυν τὸ κεκτῆσθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι κουφότερον, τοσούτῳ νῦν μᾶλλον πρότερον ἐν τοῖς ἀναγκαιοτάτοις φόβος.

4.1.21καίτοι πρότερον τῶν πεζῶν ἡμῖν ἀπολελειμμένων τὴν νίκην ἀνελέσθαι τετύχηκε, νῦν δὲ ἵλεῴτε τῷ θεῷ καὶ τῷ παντὶ στρατῷ ἐς τὴν ξυμβολὴν καθιστάμενος κρατήσειν τοῦ στρατοπέδου τῶν πολεμίων αὐτοῖς ἀνδράσιν ἐλπίδα ἔχω.

4.1.22πρόχειρον οὖν ἔχοντες τὸ τοῦ πολέμου πέρας μή τινι ὀλιγωρίᾳ ἐς ἄλλον αὐτὸ ἀπόθησθε χρόνον, μὴ παραδραμόντα τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζησθε.

4.1.23ἀναβαλλομένη γὰρ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι χωρεῖν πέφυκεν, ἄλλωςτε ἢν καὶ γνώμῃ τῶν αὐτὸν διαφερόντων μηκύνηται.

4.1.24τοῖς γὰρ τὴν ὑπάρχουσαν εὐημερίαν προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴωθεν. εἰ δέ τις ἐννοεῖ τοὺς πολεμίους, παῖδάςτε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς ἡμετέραις ὁρῶντας χερσὶ, τολμήσειν μὲν παρὰ γνώμην, κινδυνεύσειν δὲ παρὰ τὴν ὑπάρχουσαν αὐτοῖς δύναμιν, οὐκ ὀρθῶς οἴεται.

4.1.25θυμὸς γὰρ ὑπεράγαν ἐν ταῖς ψυχαῖς ὑπὲρ τῶν τιμιωτάτων φυόμενος τήντε οὖσαν ἰσχὺν καθαιρεῖν εἴωθε καὶ τοῖς καθεστῶσιν οὐκ ἐᾷ χρῆσθαι · δὴ πάντα λογιζομένους ὑμᾶς πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἰέναι προσήκει.

4.2

4.2.1τοσαῦτα Βελισάριος παρακελευσάμενος ἱππέας μὲν ἅπαντας, πλὴν πεντακοσίων, ἡμέρᾳ τῇ αὐτῇ ἔστειλε, τούςτε ὑπασπιστὰς καὶ τὸ σημεῖον, δὴ βάνδον καλοῦσι Ῥωμαῖοι, Ἰωάννῃ ἐπιτρέψας τῷ Ἀρμενίῳ καὶ ἀκροβολίσασθαι ἐπιστείλας, ἢν καιρὸς γένηται.

4.2.2αὐτὸς δὲ τῇ ὑστεραίᾳ ξὺν τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσιν εἵπετο.

4.2.3τοῖς δὲ Μασσαγέταις, βουλευσαμένοις ἐν σφίσιν αὐτοῖς, ἔδοξεν, ὅπως δὴ εὐσυνθετεῖν πρόςτε Γελίμερα καὶ Βελισάριον δόξωσι, μήτε μάχης ὑπὲρ Ῥωμαίων ἄρξαι μήτε πρὸ τοῦ ἔργου ἐς Βανδίλους ἰέναι, ἀλλ’ἐπειδὰν ὁποτέρας στρατιᾶς τὰ πράγματα πονηρὰ εἴη, τηνικαῦτα ξὺν τοῖς νικῶσι τὴν δίωξιν ἐπὶ τοὺς ἡσσωμένους ποιήσασθαι. ταῦτα μὲν οὖν τοῖς βαρβάροις ἐδέδοκτο τῇδε.

4.2.4 δὲ Ῥωμαίων στρατὸς κατέλαβε τοὺς Βανδίλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, τεσσαράκοντα καὶ ἑκατὸν σταδίους Καρχηδόνος ἀπέχοντι.

4.2.5ἔνθα δὴ μακράν που ἀπ’ἀλλήλων ηὐλίσαντο ἑκάτεροι. ἐπειδὴ δὲ πόρρω ἦν τῶν νυκτῶν, τέρας ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγεγόνει τοιόνδε.

4.2.6τῶν δοράτων αὐτοῖς τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο καὶ αὐτῶν αἱ αἰχμαὶ καίεσθαι ἐπὶ πλεῖστον σφίσιν ἐδόκουν. τοῦτο οὐ πολλοῖς μὲν φανερὸν γέγονεν, ὀλίγους δὲ τοὺς θεασαμένους κατέπληξεν, οὐκ εἰδότας ὅπη ἐκβήσεται.

4.2.7ξυνέπεσε δὲ Ῥωμαίοις τοῦτο καὶ αὖθις ἐν Ἰταλίᾳ χρόνῳ πολλῷ ὕστερον. ὅτε δὴ αὐτὸ καὶ νίκης ξύμβολον ἅτε πείρᾳ εἰδότες ἐπίστευον εἶναι. τότε δὲ, ὥσπερ εἴρηται, ἐπεὶ πρῶτον ἐγεγόνει, κατεπλάγησάντε καὶ ξὺν δέει πολλῷ ἐνυκτέρευσαν.

4.2.8τῇ δὲ ὑστεραίᾳ Γελίμερ Βανδίλους ἐκέλευε παῖδάςτε καὶ γυναῖκας καὶ πάντα χρήματα ἐν μέσῳ καταθέσθαι τῷ χαρακώματι, καίπερ ὀχύρωμα οὐδὲν ἔχοντι, καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε Οὐχ ὑπὲρ δόξης ἡμῖν, ἄνδρες Βανδίλοι, οὐ δὲ ἀρχῆς στερήσεως μόνον ἀγών ἐστιν, ὥστε κἂν ἐθελοκακήσασι καὶ ταῦτα προεμένοις δυνατὸν εἶναι βιοῦν, οἴκοιτε καθημένοις καὶ τὰ ἡμέτερα αὐτῶν ἔχουσιν ·

4.2.10ἀλλ’ὁρᾶτε δήπουθεν ὡς ἐς τοῦτο ἡμῖν περιέστηκε τύχης τὰ πράγματα ὥστε, ἢν μὴ τῶν πολεμίων κρατήσωμεν, τελευτῶντες μὲν κυρίους αὐτοὺς καταλείψομεν παίδων τῶνδε καὶ γυναικῶν καὶ χώρας καὶ πάντων χρημάτων, περιοῦσι δὲ ἡμῖν προσέσται τὸ δούλοιςτε εἶναι καὶ ταῦτα ἐπιδεῖν ἅπαντα ·

4.2.11ἢν δέ γε περιεσώμεθα τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ ζῶντες ἐν πᾶσιν ἀγαθοῖς βιοτεύσομεν καὶ μετὰ τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν παισὶ μὲν καὶ γυναιξὶ τὰ τῆς εὐδαιμονίας ἀπολελείψεται, τῷ δὲ τῶν Βανδίλων ὀνόματι τὸ περιεῖναίτε καὶ τὴν ἀρχὴν διασώσασθαι.

4.2.12εἰ γάρ τισι καὶ ἄλλοις πώποτε ὑπὲρ τῶν ὅλων τετύχηκεν ἀγωνίζεσθαι, καὶ αὐτοὶ νῦν μάλιστα πάντων γινώσκομεν ὡς τὰς ὑπὲρ ἁπάντων ἐλπίδας ἐφ’ἡμῖν αὐτοῖς φέροντες ἐς τὴν παράταξιν καθιστάμεθα.

4.2.13οὐκ ἐπὶ τοῖς σώμασι τοίνυν τοῖς ἡμετέροις φόβος οὐ δ’ἐπὶ τῷ θνήσκειν κίνδυνος, ἀλλ’ὥστε μὴ τῶν πολεμίων ἡσσῆσθαι. τῆς γὰρ νίκης ἀπολελειμμένοις τὸ τεθνάναι ξυνοίσει.

4.2.14ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, μαλακιζέσθω Βανδίλων μηδεὶς, ἀλλὰ τῷ μὲν φρονήματι προϊέσθω τὸ σῶμα, αἰσχύνῃ δὲ τῶν μετὰ τὴν ἧτταν κακῶν ζηλούτω τὴν τοῦ βίου καταστροφήν.

4.2.15τῷ γὰρ τὰ αἰσχρὰ αἰσχυνομένῳ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι τὸν κίνδυνον. μάχης δὲ τῆς πρότερον γεγενημένης μηδεμία ὑμᾶς εἰσίτω μνήμη.

4.2.16οὐ γὰρ κακίᾳ ἡμετέρᾳ ἡσσήθημεν, ἀλλὰ τύχης ἐναντιώμασι προσεπταικότες ἐσφάλημεν. ταύτης δὲ τὸ ῥεῦμα οὐκ ἀεὶ κατὰ ταὐτὰ φέρεσθαι πέφυκεν, ἀλλ’ἐν ἡμέρᾳ ἑκάστῃ ὡς τὰ πολλὰ μεταπίπτειν φιλεῖ ·

4.2.17τῷ δὲ ἀνδρείῳ τοὺς πολεμίους ὑπεραίρειν αὐχοῦμεν καὶ πλήθει παρὰ πολὺ ὑπερβάλλεσθαι.

4.2.18μέτρῳ γὰρ αὐτῶν περιεῖναι οὐχ ἧσσον δεκαπλασίῳ οἰόμεθα. καὶ προσθήσω πολλάτε καὶ μεγάλα εἶναι τὰ νῦν μάλιστα ἡμᾶς ἐς ἀρετὴν ὁρμῶντα, τήντε τῶν προγόνων δόξαν καὶ τὴν παραδοθεῖσαν ἡμῖν ὑπ’ἐκείνων ἀρχήν.

4.2.19 μὲν γὰρ ἐφ’ἡμῖν τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς ἐγκαλύπτεται, δὲ ὡς ἀναξίους ἡμᾶς ἀποφυγεῖν ἰσχυρίζεται.

4.2.20καὶ σιωπῶ τούτων τῶν γυναίων τὰς οἰμωγὰς καὶ τῶν παίδων τῶν ἡμετέρων τὰ δάκρυα, οἷς νῦν, ὡς ὁρᾶτε, περιαλγήσας μηκῦναι τὸν λόγον οὐ δύναμαι.

4.2.21ἀλλ’ἐκεῖνο μόνον εἰπὼν παύσομαι, ὡς ἐπάνοδος ἡμῖν εἰς τὰ φίλτατα ταῦτα οὐκ ἔσται μὴ τῶν πολεμίων κρατήσασιν.

4.2.22ὧν ἐνθυμηθέντες ἄνδρεςτε ἀγαθοὶ γίγνεσθε καὶ μὴ καταισχύνητε τὴν Γιζερίχου δόξαν.

4.2.23τοσαῦτα εἰπὼν Γελίμερ Τζάζωνα τὸν ἀδελφὸν ἐκέλευσε Βανδίλοις τοῖς μετ’αὐτοῦ ἐκ Σαρδοῦς ἥκουσι παραίνεσιν ἰδίᾳ ποιεῖσθαι.

4.2.24 δὲ αὐτοὺς ξυναγείρας μικρὸν ἄποθεν τοῦ στρατοπέδου ἔλεξε τοιάδε Βανδίλοις μὲν ἅπασιν, ἄνδρες συστρατιῶται, ὑπὲρ τούτων ἀγών ἐστιν, ὧν δὴ ἀρτίως λέγοντος τοῦ βασιλέως ἠκούσατε, ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει.

4.2.25νενικήκατε γὰρ ἔναγχος ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι καὶ τὴν νῆσον ἀνεκτήσασθε τῇ Βανδίλων ἀρχῇ · ὑμᾶς οὖν μείζω ποιεῖσθαι εἰκὸς τῆς ἀρετῆς τὴν ἐπίδειξιν.

4.2.26οἷς γὰρ ὑπὲρ τῶν μεγίστων κίνδυνος, μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν ·

4.2.27οἷς δὲ ὑπὲρ τῶν ὅλων μάχη, πάντως βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμίζεται πέρας. ἄλλωςτε, ἢν μὲν ἄνδρες ἀγαθοὶ ἐν τῷ παρόντι γένησθε, βεβαιοῦτε ὑμῖν αὐτοῖς ἀρετῆς ἔργον τὴν τοῦ τυράννου Γώδα γεγονέναι καθαίρεσιν · μαλακισθέντες δὲ νῦν καὶ τῆς ἐπ’ἐκείνοις εὐδοξίας ὡς οὐδὲν ὑμῖν προσηκούσης στερήσεσθε.

4.2.28καίτοι καὶ ἄλλως ὑμᾶς γε εἰκὸς τῶν λοιπῶν Βανδίλων ἐν ταύτῃ πλεονεκτεῖν τῇ μάχῃ.

4.2.29τοὺς μὲν γὰρ σφαλέντας προλαβοῦσα τύχη ἐκπλήσσει, οἱ δὲ οὐδὲν ἐπταικότες μετ’ἀκραιφνοῦς τοῦ θάρσους ἐς τὸν ἀγῶνα καθίστανται.

4.2.30 κἀκεῖνο δὲ οἶμαι οὐκ ἄπο τρόπου εἰρήσεται, ὡς ἢν τῶν πολεμίων κρατήσωμεν, τὸ πλεῖστον τῆς νίκης ὑμεῖς ἀναδήσεσθε μέρος, σωτῆράςτε ὑμᾶς ἅπαντες τοῦ τῶν Βανδίλων καλέσουσιν ἔθνους.

4.2.31οἱ γὰρ σὺν τοῖς πρότερον ἠτυχηκόσιν εὐδοκιμοῦντες εἰκότως αὐτοὶ τὴν ἀμείνω σφετερίζονται τύχην.

4.2.32ταῦτα τοίνυν ἅπαντα λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάςτε καὶ γυναῖκας ἀπολοφυρομένους κελεύειν θαρσεῖντε ἤδη καὶ τὸν θεὸν ἐς ξυμμαχίαν παρακαλεῖν, καὶ θυμῷ μὲν ἐπὶ τοὺς πολεμίους ἰέναι, τοῖς δὲ ὁμοφύλοις ἐς ταύτην ἡγεῖσθαι τὴν μάχην.

4.3

4.3.1τοσαῦτα Γελίμερτε καὶ Τζάζων παραινέσαντες ἐξῆγον τοὺς Βανδίλους, καὶ ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν, οὐ προσδεχομένων Ῥωμαίων, ἀλλ’ἄριστον σφίσι παρασκευαζόντων, παρῆσαν καὶ παρὰ τὰς τοῦ ποταμοῦ ὄχθας ὡς ἐς μάχην ἐτάξαντο.

4.3.2ἔστι δὲ ποταμὸς ταύτῃ ῥέων ἀένναος μὲν, οὕτω δὲ τὸ ῥεῦμα βραχὺς ὥστε οὐ δὲ ὀνόματος ἰδίου πρὸς τῶν ἐπιχωρίων μεταλαγχάνει, ἀλλ’ἐν ῥύακος μοίρᾳ ὠνόμασται.

4.3.3τούτου δὴ τοῦ ποταμοῦ Ῥωμαῖοι ἐς τὴν ἑτέραν ὄχθην ὡς ἐκ τῶν παρόντων παρασκευασάμενοι ἧκον καὶ ἐτάξαντο ὧδε.

4.3.4κέρας μὲν τὸ ἀριστερὸν Μαρτῖνόςτε καὶ Βαλεριανὸς καὶ Ἰωάννης καὶ Κυπριανόςτε καὶ Ἀλθίας καὶ Μάρκελλος εἶχον καὶ ὅσοι ἄλλοι φοιδεράτων ἄρχοντες ἦσαν, τὸ δὲ δὴ δεξιὸν Πάπποςτε καὶ Βαρβᾶτος καὶ Ἀιγὰν καὶ ὅσοι τῶν ἱππικῶν καταλόγων ἦρχον.

4.3.5κατὰ δὲ τὸ μέσον Ἰωάννης ἐτάσσετο, τούςτε ὑπασπιστὰς καὶ δορυφόρους Βελισαρίου καὶ σημεῖον τὸ στρατηγικὸν ἐπαγόμενος.

4.3.6οὗ δὴ καὶ Βελισάριος εἰς καιρὸν ξὺν τοῖς πεντακοσίοις ἱππεῦσιν ἀφίκετο, τοὺς πεζοὺς ὄπισθεν βάδην προσιόντας ἀπολιπών.

4.3.7οἱ γὰρ Οὖννοι ἅπαντες ἐν ἄλλῃ ἐτάξαντο χώρᾳ, εἰθισμένον μὲν σφίσι καὶ πρότερον ἥκιστα ἐπιμίγνυσθαι τῷ Ῥωμαίων στρατῷ, τότε δὲ καὶ ἐν νῷ προδεδήλωται ἔχουσιν οὐκ ἦν βουλομένοις ξὺν τῇ ἄλλῃ στρατιᾷ τάσσεσθαι. Ῥωμαίοις μὲν οὖν τὰ τῆς τάξεως ὧδέ πη εἶχε.

4.3.8Βανδίλων δὲ κέρας μὲν ἑκάτερον οἱ χιλίαρχοι εἶχον, ἕκαστόςτε ἡγεῖτο τοῦ ἀμφ’αὐτὸν λόχου, κατὰ δὲ δὴ τὸ μέσον Τζάζων ἦν τοῦ Γελίμερος ἀδελφὸς, ὄπισθεν δὲ οἱ Μαυρούσιοι ἐτετάχατο.

4.3.9αὐτὸς μέντοι Γελίμερ πανταχόσε περιιὼν ἐνεκελεύετότε καὶ ἐς εὐτολμίαν ἐνῆγε. προείρητο δὲ Βανδίλοις ἅπασι μήτε δορατίῳ μήτε ἄλλῳ ὁτῳοῦν ὀργάνῳ ἐς ξυμβολὴν τήνδε, ὅτι μὴ τοῖς ξίφεσι, χρῆσθαι.

4.3.10χρόνου δὲ τριβέντος συχνοῦ καὶ μάχης οὐδενὸς ἄρχοντος Ἰωάννης τῶν ἀμφ’αὐτὸν ὀλίγους ἀπολέξας Βελισαρίου γνώμῃ τόντε ποταμὸν διέβη καὶ ἐς τοὺς μέσους ἐσέβαλεν, ἔνθα δὴ Τζάζων ὠθισμῷ χρησάμενος ἐδίωξεν αὐτούς.

4.3.11καὶ οἱ μὲν φεύγοντες ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἧκον, οἱ δὲ Βανδίλοι διώκοντες ἄχρι ἐς τὸν ποταμὸν ἦλθον, οὐ μέντοι διέβησαν.

4.3.12αὖθις δὲ Ἰωάννης πλείους τῶν Βελισαρίου ὑπασπιστῶν ἐπαγόμενος ἐς τοὺς ἀμφὶ τὸν Τζάζωνα ἐσεπήδησε, καὶ αὖθις ἐνθένδε ἀποκρουσθεὶς ἐς τὸ Ῥωμαίων στρατόπεδον ἀνεχώρησε.

4.3.13τὸ δὲ δὴ τρίτον ξὺν πᾶσι σχεδὸν τοῖς Βελισαρίουτε δορυφόροις καὶ ὑπασπισταῖς τὸ στρατηγικὸν σημεῖον λαβὼν τὴν ἐσβολὴν ἐποιήσατο ξὺν βοῇτε καὶ πατάγῳ πολλῷ.

4.3.14τῶν δὲ βαρβάρων ἀνδρείωςτε αὐτοὺς ὑφισταμένων καὶ μόνοις χρωμένων τοῖς ξίφεσι, γίνεται μὲν καρτερὰ μάχη, πίπτουσι δὲ Βανδίλων πολλοίτε καὶ ἄριστοι, καὶ Τζάζων αὐτὸς τοῦ Γελίμερος ἀδελφός.

4.3.15τότε δὴ ἅπαν τὸ Ῥωμαίων στράτευμα ἐκινήθη καὶ τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, τε τροπὴ ἀρξαμένη ἀπὸ τοῦ μέσου λαμπρὰ ἐγεγόνει · τοὺς γὰρ κατ’αὐτοὺς οὐδενὶ πόνῳ ἐτρέψαντο ἕκαστοι.

4.3.16 δὴ ὁρῶντες οἱ Μασσαγέται κατὰ τὰ σφίσι ξυγκείμενα ξὺν τῷ Ῥωμαίων στρατῷ τὴν δίωξιν ἐποιήσαντο, οὐκ ἐπὶ πολὺ μέντοι δίωξις ἥδε ἐγεγόνει.

4.3.17οἵτε γὰρ Βανδίλοι ἐς τὸ σφέτερον στρατόπεδον κατὰ τάχος εἰσελθόντες ἡσύχαζον καὶ οἱ Ῥωμαῖοι, οὐκ ἂν οἰόμενοι ἐν τῷ χαρακώματι πρὸς αὐτοὺς διαμάχεσθαι οἷοίτε εἶναι, τούςτε νεκροὺς ὅσοι ἐχρυσοφόρουν ἀπέδυσαν καὶ ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἀπεχώρησαν.

4.3.18ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν ἥσσους πεντήκοντα, Βανδίλων δὲ ὀκτακόσιοι μάλιστα.

4.3.19Βελισάριος δὲ, τῶν πεζῶν οἱ ἀφικομένων ἀμφὶ δείλην ὀψίαν, ἄρας, ὡς εἶχε τάχους, παντὶ τῷ στρατῷ ᾔει ἐπὶ τὸ τῶν Βανδίλων στρατόπεδον.

4.3.20Γελίμερ δὲ γνοὺς Βελισάριον ξύντε τοῖς πεζοῖς καὶ τῷ ἄλλῳ στρατῷ ἐπ’αὐτὸν αὐτίκα ἰέναι, οὐδὲν οὔτε εἰπὼν οὔτε ἐντειλάμενος ἐπίτε τὸν ἵππον ἀναθρώσκει καὶ τὴν ἐπὶ Νουμίδας φέρουσαν ἔφευγε.

4.3.21καὶ αὐτῷ οἵτε ξυγγενεῖς καὶ τῶν οἰκετῶν ὀλίγοι τινὲς εἵποντο καταπεπληγμένοιτε καὶ τὰ παρόντα ἐν σιγῇ ἔχοντες.

4.3.22καὶ χρόνον μέν τινα ἔλαθε Βανδίλους ἀποδρὰς Γελίμερ, ἐπεὶ δὲ αὐτόντε πεφευγέναι ᾔσθοντο ἅπαντες καὶ οἱ πολέμιοι ἤδη καθεωρῶντο, τότε δὴ οἵτε ἄνδρες ἐθορύβουν καὶ τὰ παιδία ἀνέκραγε καὶ αἱ γυναῖκες ἐκώκυον.

4.3.23καὶ οὔτε χρημάτων παρόντων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων σφίσιν ἔμελεν, ἀλλ’ἕκαστος ἔφευγεν οὐδενὶ κόσμῳ ὅπη ἐδύνατο.

4.3.24ἐπελθόντες δὲ Ῥωμαῖοι τότε στρατόπεδον ἀνδρῶν ἔρημον αὐτοῖς χρήμασιν αἱροῦσι καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μὲν ὅσοις ἐντύχοιεν ἔκτεινον, παῖδας δὲ καὶ γυναῖκας ἐποιοῦντο ἐν ἀνδραπόδων λόγῳ.

4.3.25χρήματα δὲ τοσαῦτα τὸ πλῆθος ἐν τούτῳ τῷ στρατοπέδῳ εὗρον ὅσα οὐδεπώποτε ἔν γε χωρίῳ ἑνὶ τετύχηκεν εἶναι.

4.3.26οἵτε γὰρ Βανδίλοι ἐκ παλαιοῦ τὴν Ῥωμαίων ἀρχὴν ληισάμενοι συχνὰ χρήματα ἐς Λιβύην μετήνεγκαν καὶ τῆς χώρας αὐτοῖς ἀγαθῆς ἐν τοῖς μάλιστα οὔσης καρποῖςτε τοῖς ἀναγκαιοτάτοις ἐς ἄγαν εὐθηνούσης, τὰς τῶν χρημάτων προσόδους ξυνέβη, αἵ γε ἐκ τῶν ἐκείνῃ γινομένων ἀγαθῶν ἠγείροντο, οὐκ ἐς ἑτέραν τινὰ δαπανᾶσθαι χώραν ἐμπορίᾳ τῇ τῶν ἐπιτηδείων, ἀλλ’αὐτὰς ἀεὶ οἱ τὰ χωρία κεκτημένοι προσεποιοῦντο ἐς πέντε καὶ ἐνενήκοντα ἔτη, ἐν οἷς δὴ Λιβύης οἱ Βανδίλοι ἦρξαν.

4.3.27καὶ ἀπ’αὐτοῦ ἐς πάμπολυ χρῆμα πλοῦτος χωρήσας ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τῶν Ῥωμαίων τὰς χεῖρας ἐπανῆκεν αὖθις.

4.3.28 μὲν οὖν μάχη καὶ δίωξις ἥδε καὶ τοῦ Βανδίλων στρατοπέδου ἅλωσις τρισὶ μησὶν ὕστερον γέγονεν Ῥωμαίων στρατὸς ἐς Καρχηδόνα ἦλθε, μεσοῦντος μάλιστα τοῦ τελευταίου μηνὸς, ὃν Δεκέμβριον Ῥωμαῖοι καλοῦσι.

4.4

4.4.1τότε δὲ κατιδὼν Βελισάριος τὸ Ῥωμαίων στράτευμα πλημμελῶςτε καὶ ξὺν πολλῇ ἀκοσμίᾳ φερόμενον ἤσχαλλε, δειμαίνων τὴν νύκτα ὅλην μὴ οἱ πολέμιοι, ξυμφρονήσαντέςτε καὶ ἐπ’αὐτοὺς ξυνιστάμενοι, τὰ ἀνήκεστα αὐτοὺς δράσωσιν.

4.4.2ὅπερ εἰ γενέσθαι τρόπῳ ὅτῳ δὴ τηνικαῦτα ξυνέπεσεν, οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντα ταύτης δὴ τῆς λείας ἀπόνασθαι.

4.4.3οἱ γὰρ στρατιῶται πένητες ἄνθρωποι κομιδῆ ὄντες καὶ χρημάτων μὲν ἐς ἄγαν μεγάλων, σωμάτων δὲ ὡραίωντε καὶ ὑπερφυῶς εὐπρεπῶν κύριοι ἐκ τοῦ αἰφνιδίου γεγενημένοι κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύναντο οὐ δὲ κόρον τινὰ τῶν σφίσι παρόντων εὑρεῖν, ἀλλ’οὕτως ἐμέθυον, καταβεβρεγμένοι τοῖς ὑπάρχουσιν εὐτυχήμασιν, ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο.

4.4.4καὶ περιήρχοντο οὐ κατὰ συμμορίας, ἀλλὰ κατὰ ἕνα δύο, ὅπη ποτὲ αὐτοὺς ἐλπὶς ἄγοι, ἅπαντα κύκλῳ διερευνώμενοι ἔντε νάπαις καὶ δυσχωρίαις καὶ εἴ που σπήλαιον παρατύχοι ἄλλο ὁτιοῦν ἐς κίνδυνον ἐνέδραν ἄγον.

4.4.5οὐ δὲ γὰρ αὐτοὺς τῶν πολεμίων φόβος οὐ δὲ Βελισαρίου αἰδὼς ἐσῄει οὐ δὲ ἄλλο τῶν πάντων οὐδὲν, ὅτι μὴ τῶν λαφύρων ἐπιθυμία, ταύτηςτε ὑπερβιαζομένης ἐς ὀλιγωρίαν τῶν ἄλλων πάντων ἐτράποντο.

4.4.6 δὴ ἅπαντα ἐν νῷ ποιούμενος Βελισάριος ἐν ἀπόρῳ εἶχεν τὸ παρὸν θέσθαι.

4.4.7ἅμα δὲ ἡμέρᾳ ἐπὶ λόφου τινὸς τῆς ὁδοῦ ἀγχοῦ εἱστήκει, τήντε οὐκέτι οὖσαν εὐκοσμίαν ἀνακαλούμενος καὶ πολλὰ πᾶσι στρατιώταιςτε ὁμοῦ καὶ ἄρχουσι λοιδορούμενος.

4.4.8τότε δὴ ὅσοις τετύχηκε πλησίον που εἶναι, καὶ μάλιστα οἱ τῆς Βελισαρίου οἰκίας ὄντες, τὰ μὲν ὑπάρχοντα σφίσι χρήματάτε καὶ ἀνδράποδα ξὺν τοῖς ὁμοσκήνοιςτε καὶ ὁμοτραπέζοις ἐς Καρχηδόνα ἔπεμπον, αὐτοὶ δὲ παρὰ τὸν στρατηγὸν ἰόντες τῶν σφίσι παραγγελλομένων κατήκουον.

4.4.9 δὲ Ἰωάννην μὲν τὸν Ἀρμένιον ξὺν διακοσίοις ἐκέλευε Γελίμερι ἕπεσθαι, καὶ μήτε νύκτα μήτε ἡμέραν ἀνιέντας διώκειν, ἕως αὐτὸν ζῶντα νεκρὸν λάβοιεν.

4.4.10ἐς δὲ Καρχηδόνα τοῖς ἐπιτηδείοις ἐπέστελλε, Βανδίλοις, ὅσοι ἐς τὰ ἀμφὶ τὴν πόλιν χωρία ἐν ἱεροῖς ἱκέται ἐκάθηντο, πιστὰ διδοῦσι καὶ τὰ ὅπλα, ὅπως μή τι νεωτερίσωσιν, ἀφελομένοις ἔςτε τὴν πόλιν ἐσαγαγοῦσιν ἔχειν, ἄχρι αὐτὸς ἔλθοι.

4.4.11ξὺν δὲ τοῖς λειπομένοις πανταχόσε περιιὼν τούςτε στρατιώτας σπουδῇ ἤγειρε καὶ Βανδίλοις τοῖς ἀεὶ ἐν ποσὶ πίστεις ὑπὲρ σωτηρίας ἐδίδου. οὐ γὰρ ἔτι ἦν Βανδίλων οὐδένα ὅτι μὴ ἐν τοῖς ἱεροῖς ἱκέτην λαβεῖν.

4.4.12ὧν δὴ τὰ ὅπλα ἀφαιρούμενος, ξὺν στρατιώταις φυλάσσουσιν ἐς Καρχηδόνα ἔστελλεν, οὐ διδοὺς καιρὸν σφίσιν ἐπὶ Ῥωμαίους ξυνίστασθαι.

4.4.13καὶ ἐπεὶ ἅπαντά οἱ ὡς ἄριστα εἶχεν, ἐπὶ Γελίμερα καὶ αὐτὸς ξὺν τῷ πλείονι τοῦ στρατοῦ κατὰ τάχος ᾔει.

4.4.14 δὲ Ἰωάννης ἐς πέντε ἡμέραςτε καὶ νύκτας τὴν δίωξιν ποιησάμενος οὐ πόρρω ἀπὸ Γελίμερος ἤδη ἐγεγόνει, ἀλλά οἱ τῇ ὑστεραίᾳ ἔμελλεν ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ οὐκ ἔδει Γελίμερα Ἰωάννῃ ἁλῶναι, τύχης ἐναντίωμα ξυνηνέχθη τοιόνδε.

4.4.15ἐν τοῖς ξὺν Ἰωάννῃ διώκουσιν Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον τετύχηκεν εἶναι.

4.4.16ἦν δὲ οὗτος ἀνὴρ θυμοειδὴς μὲν καὶ πρὸς ἀλκὴν ψυχῆςτε καὶ σώματος ἱκανῶς πεφυκὼς, οὐ λίαν δὲ κατεσπουδασμένος, ἀλλ’οἴνῳτε καὶ γελοίοις ὡς τὰ πολλὰ χαίρων.

4.4.17οὗτος Οὐλίαρις ἡμέρᾳ τῆς διώξεως ἕκτῃ οἰνωμένος ἀμφὶ ἡλίου ἀνατολὰς ὄρνιν τινὰ ἐπὶ δένδρου καθήμενον εἶδε, καὶ τὸ τόξον κατὰ τάχος ἐντείνας κατὰ τοῦ ὄρνιθος ἠφίει τὸ βέλος.

4.4.18καὶ τοῦ μὲν ὄρνιθος ἀποτυγχάνει, Ἰωάννην δὲ ὄπισθεν ἐς τὸν αὐχένα οὔτι ἑκουσίως βάλλει.

4.4.19 δὲ καιρίαν τυπεὶς, ἐξ ἀνθρώπων χρόνῳ ὀλίγῳ ὕστερον ἠφανίσθη, πολὺν αὑτοῦ πόθον βασιλεῖτε Ἰουστινιανῷ καὶ Βελισαρίῳ τῷ στρατηγῷ καὶ Ῥωμαίοις ἅπασι καὶ Καρχηδονίοις ἀπολιπών.

4.4.20ἀνδρίαςτε γὰρ καὶ τῆς ἄλλης ἀρετῆς εὖ ἥκων, πρᾷόντε τοῖς ἐντυγχάνουσι παρεῖχεν αὑτὸν καὶ ἐπιεικέστατον οὐδενὸς ἧσσον. Ἰωάννης μὲν οὖν τὴν πεπρωμένην οὕτως ἀνέπλησεν.

4.4.21Οὐλίαρις δὲ ἐπεὶ ἐν ἑαυτῷ ἐγεγόνει, ἐς κώμην τινὰ πλησίον που οὖσαν καταφυγὼν ἐν τῷ κατὰ ταύτην ἱερῷ ἱκέτης ἐκάθητο ·

4.4.22οἱ δὲ στρατιῶται Γελίμερα διώκειν οὐκέτι ὥρμηντο, ἀλλ’Ἰωάννην μὲν ἕως περιῆν ἐθεράπευον, ἐπεὶ δὲ ἐκεῖνος ἐτελεύτησε, τάτε νομιζόμενα ἐς τὴν αὐτοῦ ὁσίαν ἐποίουν καὶ τὸν πάντα λόγον Βελισαρίῳ δηλώσαντες αὐτοῦ ἔμενον.

4.4.23ὃς, ἐπειδὴ τάχιστα ἤκουσεν, ἔςτε τὸν Ἰωάννου τάφον ἀφίκετο καὶ τὸ ἐκείνου πάθος ἀπέκλαιεν.

4.4.24ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ πάσῃ συμφορᾷ πολλοῖςτε ἄλλοις καὶ χρημάτων προσόδῳ τὸν Ἰωάννου τάφον ἐτίμησε.

4.4.25δεινὸν μέντοι Οὐλίαριν οὐδὲν ἔδρασεν, ἐπεὶ οἱ στρατιῶται Ἰωάννην σφίσιν ἐπισκῆψαι ὅρκοις ἔφασκον δεινοτάτοις μηδεμίαν ἐς αὐτὸν γενέσθαι τίσιν ἅτε οὐκ ἐκ προνοίας τὸ μίασμα ἐργασάμενον.

4.4.26ταύτῃ μὲν οὖν Γελίμερ διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι. Βελισάριος δὲ αὐτὸν τὸ ἐντεῦθεν ἐδίωκεν, ἐς πόλιντε Νουμιδῶν ἐχυρὰν, ἐπὶ θαλάσσῃ κειμένην, ἀφικόμενος, δέκα ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἣν δὴ Ἱππονερέγιον καλοῦσιν, ἔμαθε Γελίμερα ἐς Παπούαν τὸ ὄρος ἀναβάντα οὐκέτι ἁλώσιμον Ῥωμαίοις εἶναι.

4.4.27τοῦτο δὲ τὸ ὄρος ἐστὶ μὲν ἐν τοῖς Νουμιδίας ἐσχάτοις ἀπότομόντε ἐπὶ πλεῖστον καὶ δεινῶς ἄβατον (πέτραι γὰρ ὑψηλαὶ ἐς αὐτὸ πανταχόθεν ἀνέχουσι), κατῴκηνται δὲ ἐν αὐτῷ Μαυρούσιοι βάρβαροι, οἳ τῷ Γελίμερι φίλοιτε καὶ ἐπίκουροι ἦσαν, καὶ πόλις ἀρχαία Μηδεὸς ὄνομα παρὰ τοῦ ὄρους τὰ ἔσχατα κεῖται.

4.4.28ἐνταῦθα Γελίμερ ξὺν τοῖς ἑπομένοις ἡσύχαζε. Βελισάριος δὲ (οὐ δὲ γὰρ τοῦ ὄρους ἀποπειρᾶσθαι ἄλλωςτε καὶ χειμῶνος ὥρᾳ οἷόςτε ἦν, ἔτιτέ οἱ τῶν πραγμάτων ᾐωρημένων Καρχηδόνος ἀπολελεῖφθαι ἀξύμφορον ἐνόμιζεν εἶναι) στρατιώταςτε ἀπολεξάμενος καὶ ἄρχοντα Φάραν τῇ τοῦ ὄρους προσεδρείᾳ κατέστησεν.

4.4.29ἦν δὲ Φάρας οὗτος δραστήριόςτε καὶ λίαν κατεσπουδασμένος καὶ ἀρετῆς εὖ ἥκων, καίπερ Ἔρουλος ὢν γένος.

4.4.30ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαντε καὶ μέθην ἀνεῖσθαι, ἀλλ’ἀρετῆς μεταποιεῖσθαι, χαλεπόντε καὶ ἐπαίνου πολλοῦ ἄξιον.

4.4.31Φάρας δὲ οὐ μόνος τῆς εὐκοσμίας ἀντείχετο, ἀλλὰ καὶ Ἐρούλων ὅσοι αὐτῷ εἵποντο. τοῦτον δὴ τὸν Φάραν ἐς τὸν τοῦ ὄρους πρόποδα Βελισάριος καθῆσθαι τὴν τοῦ χειμῶνος ὥραν ἐκέλευε καὶ φυλακὴν ἀκριβῆ ἔχειν, ὡς μήτε τὸ ὄρος ἀπολιπεῖν Γελίμερι δυνατὰ εἴη μήτε τι τῶν ἀναγκαίων ἐς αὐτὸ ἐσκομίζεσθαι.

4.4.32καὶ Φάρας μὲν κατὰ ταῦτα ἐποίει. Βελισάριος δὲ Βανδίλους, ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοίτε καὶ ἄριστοι, ἀνέστησέτε πιστὰ λαβόντας καὶ ἐς Καρχηδόνα ξὺν φυλακῇ ἔπεμψεν. ἐνταῦθα δὲ αὐτῷ καί τι τοιόνδε ξυμπεσεῖν ἔτυχεν.

4.4.33ἐν τῇ Γελίμερος οἰκίᾳ γραμματεὺς ἦν τις Βονιφάτιος Λίβυς, ἐκ Βυζακίου ὁρμώμενος, πιστὸς τῷ Γελίμερι ἐς τὰ μάλιστα.

4.4.34τοῦτον δὴ τὸν Βονιφάτιον Γελίμερ κατ’ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς ναῦν ἐμβιβάσας ἄριστα πλέουσαν, ἐν ταύτῃτε ἅπαντα τὸν βασιλικὸν πλοῦτον ἐνθέμενος ἐκέλευεν ἐς τὸν τοῦ Ἱππονερεγίου λιμένα ὁρμίζεσθαι, καὶ ἢν τὰ πράγματα σφίσιν οὐκ εὖ καθιστάμενα ἴδοι, τὰ χρήματα ἔχοντα πλεῖν κατὰ τάχος ἐς Ἱσπανίαν, παρὰ Θεῦδιντε ἀφικέσθαι τὸν τῶν Οὐισιγότθων ἡγούμενον, ἔνθα δὴ καὶ αὐτὸς διασώζεσθαι ἐκαραδόκει, πονηρᾶς γινομένης Βανδίλοις τῆς τοῦ πολέμου τύχης.

4.4.35Βονιφάτιος δὲ, ἕως μὲν τὰ Βανδίλων ἐλπίδα εἶχεν, αὐτοῦ ἔμενεν · ἐπεὶ δὲ τάχιστα ἐν Τρικαμάρῳ μάχη καὶ τὰ ἄλλα ἅπερ ἐρρήθη ἐγεγόνει, ἄρας τὰ ἱστία ἔπλει καθάπερ οἱ ἐπέστελλε Γελίμερ.

4.4.36ἀλλὰ πνεύματος αὐτὸν ἐναντίωμα εἰς τὸν τοῦ Ἱππονερεγίου λιμένα οὔτι ἑκούσιον αὖθις ἤνεγκεν. ὡς δὲ τοὺς πολεμίους ἀγχοῦ ἤδη που ἠκηκόει εἶναι, τοὺς ναύτας πολλὰ ὑποσχόμενος ἐλιπάρει ἐς ἄλλην τινὰ ἤπειρον νῆσον βιασαμένους ἰέναι.

4.4.37οἱ δὲ (οὐ γὰρ ἐδύναντο χειμῶνος σφίσι χαλεποῦ λίαν ἐπιπεσόντος καὶ τὸ τῆς θαλάσσης ῥόθιον ἅτε ἐν Τυρρηνικῷ πελάγει ἐς ὕψος μέγα ἐγείροντος) τότε δὴ αὐτοίτε καὶ Βονιφάτιος ἐς ἔννοιαν ἦλθον ὡς ἄρα θεὸς τὰ χρήματα Ῥωμαίοις διδόναι ἐθέλων τὴν ναῦν οὐκ ἐῴη ἀνάγεσθαι.

4.4.38μόλις μέντοι τοῦ λιμένος ἔξω γενόμενοι ξὺν κινδύνῳ μεγάλῳ τὴν ναῦν ἀνεκώχευον.

4.4.39ὡς δὲ ἀφίκετο Βελισάριος εἰς τὸ Ἱππονερέγιον, πέμπει τινὰς παρ’αὐτὸν Βονιφάτιος. οὓς δὴ ἐν ἱερῷ καθῆσθαι ἐκέλευεν, ἐροῦντας μὲν ὡς πρὸς Βονιφατίου σταλεῖεν τοῦ τὰ Γελίμερος χρήματα ἔχοντος, ἀποκρυψομένους δὲ ὅπη ποτὲ εἴη, πρίν γε δὴ τὰ πιστὰ λάβοιεν ὡς τὰ Γελίμερος χρήματα διδοὺς αὐτὸς ἀπαλλάξει κακῶν ἀπαθὴς, ἔχων ὅσα αὐτοῦ οἰκεῖα εἴη.

4.4.40καὶ οἱ μὲν ταῦτα ἔπρασσον, Βελισάριος δὲ ἥσθητε τῇ εὐαγγελίᾳ καὶ ὀμεῖσθαι οὐκ ἀπηξίου.

4.4.41στείλαςτε τῶν ἐπιτηδείων τινὰς τόντε Γελίμερος πλοῦτον ἔλαβε καὶ Βονιφάτιον ξὺν τοῖς χρήμασι τοῖς αὐτοῦ ἀφῆκε, πάμπολύ τι χρῆμα τοῦ Γελίμερος συλήσαντα πλούτου.

4.5

4.5.1ἐπεὶ δὲ ἐς Καρχηδόνα ἀνέστρεφε, Βανδίλουςτε ἅπαντας ἐν παρασκευῇ ἐποιεῖτο, ὅπως ἅμα ἦρι ἀρχομένῳ ἐς Βυζάντιον πέμψειε, καὶ στράτευμα ἔστελλεν ἐφ’ ἀνασώσοιντο Ῥωμαίοις ἅπαντα, ὧν Βανδίλοι ἦρχον.

4.5.2Κύριλλον μὲν οὖν ξὺν πλήθει πολλῷ ἐς Σαρδὼ ἔπεμψε, τὴν Τζάζωνος κεφαλὴν ἔχοντα, ἐπεὶ οἱ νησιῶται οὗτοι ἥκιστα προσχωρεῖν Ῥωμαίοις ἐβούλοντο, δεδιότεςτε τοὺς Βανδίλους καὶ οὐκ ἂν οἰόμενοι ἀληθῆ εἶναι ὅσα σφίσι ξυνενεχθῆναι ἐν Τρικαμάρῳ ἐλέγετο.

4.5.3τούτῳ δὲ τῷ Κυρίλλῳ ἐπήγγελλε μοῖραν τοῦ στρατοῦ ἐς Κουρσικὴν πέμψαντα τῇ Ῥωμαίων ἀρχῇ τὴν νῆσον ἀνακτήσασθαι, Βανδίλων κατήκοον τὰ πρότερα οὖσαν, Κύρνος μὲν ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλεῖτο, οὐ πόρρω δὲ ἀπὸ Σαρδοῦς ἐστιν.

4.5.4 δὲ ἐς Σαρδὼ ἀφικόμενος τήντε Τζάζωνος κεφαλὴν τοῖς ταύτῃ ᾠκημένοις ἐπέδειξε καὶ ἄμφω τὰ νήσω τῇ Ῥωμαίων βασιλείᾳ ἐς φόρου ἀπαγωγὴν ἀνεσώσατο.

4.5.5ἐς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανοῖς Βελισάριος Ἰωάννην ξὺν λόχῳ πεζικῷ, οὗ δὴ αὐτὸς ἡγεῖτο, ἔπεμψεν, ὁδῷ μὲν ἡμερῶν τριάκοντα εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχει, ἐς Γάδειράτε καὶ τὰς ἡλίου δυσμὰς ἰόντι · κεῖται δὲ ἐπὶ θαλάσσῃ, μεγάλητε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα.

4.5.6Ἰωάννην δὲ ἄλλον, τῶν οἰκείων ὑπασπιστῶν ἕνα, ἐς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλέους στηλῶν ἔπεμψε, τὸ ἐκείνῃ φρούριον, Σέπτον καλοῦσι, καθέξοντα.

4.5.7ἐς δὲ τὰς νήσους, αἵπερ ἀγχοῦ εἰσι τῆς ὠκεανοῦ ἐσβολῆς, Ἔβουσάτε καὶ Μαϊορίκα καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι, Ἀπολλινάριον ἔστειλεν, ὃς ἐξ Ἰταλίας μὲν ὥρμητο, μειράκιον δὲ ὢν ἔτι ἐς Λιβύην ἀφῖκτο.

4.5.8καὶ πολλοῖς χρήμασι πρὸς Ἰλδερίχου τότε Βανδίλων ἡγουμένου δεδωρημένος, ἐπεὶ παρελέλυτο τῆς ἀρχῆς Ἰλδέριχος καὶ ἐν φυλακῇ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, εἴχετο, ἐς Ἰουστινιανὸν βασιλέα ξὺν Λίβυσι τοῖς ἄλλοις, οἳ τὰ Ἰλδερίχου ἔπρασσον, ἱκετεύσων ἦλθε.

4.5.9στρατεύσαςτε ξὺν τῷ Ῥωμαίων στόλῳ ἐπὶ Γελίμερα καὶ Βανδίλους, ἀνὴρ ἀγαθὸς ἐν τῷ πολέμῳ τῷδε καὶ πάντων μάλιστα ἐν Τρικαμάρῳ ἐγένετο. καὶ ἀπ’αὐτοῦ τοῦ ἔργου Βελισάριος τὰς νήσους οἱ τάσδε ἐπέτρεψε.

4.5.10μετὰ δὲ καὶ ἐς Τρίπολιν Πουδεντίῳτε καὶ Ταττιμοὺθ πρὸς τῶν ἐκείνῃ Μαυρουσίων πιεζομένοις στράτευμα πέμψας τὴν Ῥωμαίων δύναμιν ταύτῃ ἐπέρρωσε.

4.5.11στείλας δὲ καὶ ἐς Σικελίαν τινὰς, ἐφ’ τὸ ἐν Λιλυβαίῳ φρούριον ἅτε τῇ Βανδίλων ἀρχῇ προσῆκον ἕξουσιν, ἀπεκρούσθη ἐνθένδε, Γότθων ἥκιστα ἀξιούντων Σικελίας τινὰ ξυγχωρεῖν μοῖραν, ὡς οὐδὲν τὸ φρούριον τοῦτο Βανδίλοις προσῆκον.

4.5.12 δὲ, ἐπεὶ ταῦτα ἤκουσε, πρὸς τοὺς ἄρχοντας, οἳ ταύτῃ ἦσαν, ἔγραψε τάδε Λιλύβαιον τὸ Βανδίλων φρούριον τῶν βασιλέως δούλων ἀποστερεῖτε ἡμᾶς, οὐ δίκαια ποιοῦντες οὐ δὲ ὑμῖν αὐτοῖς ξύμφορα, καὶ ἄρχοντι τῷ ὑμετέρῳ οὔτι ἑκόντι καὶ μακρὰν ἀπολελειμμένῳ τῶν πρασσομένων ἐκπολεμῶσαι βούλεσθε βασιλέα τὸν μέγαν, οὗ τὴν εὔνοιαν πόνῳ πολλῷ κτησάμενος ἔχει.

4.5.13καίτοι πῶς οὐκ ἂν ἄπο τοῦ ἀνθρωπείου τρόπου ποιεῖν δόξαιτε, εἰ Γελίμερα μὲν ἔναγχος ἔχειν ξυνεχωρεῖτε τὸ φρούριον, βασιλέα δὲ τὸν τοῦ Γελίμερος κύριον ἀφαιρεῖσθαι τὰ τοῦ δούλου κτήματα ἔγνωτε; μὴ ὑμεῖς γε, βέλτιστοι ·

4.5.14ἀλλ’ἐνθυμεῖσθε, ὡς φιλία μὲν αἰτίας πολλὰς καλύπτειν πέφυκεν, ἔχθρα δὲ οὐ δὲ τῶν σμικροτάτων ἀδικημάτων ἀνέχεται, ἀλλὰ διερευνᾶται μὲν ἅπαντα ἄνωθεν, οὐ περιορᾷ δὲ πλουτοῦντας τοῖς γε οὐδὲν προσήκουσι τοὺς πολεμίους.

4.5.15εἶτα μάχεται ὑπὲρ ὧν τοὺς προγόνους ἠδικῆσθαί φησι · καὶ ἢν μὲν σφαλῇ ἐν τῷ κινδύνῳ, ἀπώλεσε τῶν ὑπαρχόντων οὐδὲν, εὐημερήσασα δὲ μεταμανθάνειν ποιεῖ τοὺς ἡσσημένους τὸ σύγγνωμον.

4.5.16ὑμεῖς οὖν μήτε δράσητε ἡμᾶς μηδὲν περαιτέρω κακὸν μήτε αὐτοὶ πάθητε, μήτε πολέμιον κατεργάσησθε τῷ Γότθων γένει βασιλέα τὸν μέγαν, ὃν ὑμῖν ἵλεων εἶναι ἐν εὐχῇ ἐστιν.

4.5.17εὖ γὰρ ἴστε ὡς τοῦδε μεταποιουμένοις ὑμῖν τοῦ φρουρίου πόλεμος ἐν ποσὶν ἔσται οὐχ ὑπὲρ τοῦ Λιλυβαίου μόνον, ἀλλ’ὑπὲρ ἁπάντων, ὧν οὐδὲν προσῆκον ὑμῖν εἶτα ἀντέχεσθε. τοσαῦτα μὲν ἐπιστολὴ ἐδήλου.

4.5.18Γότθοι δὲ ἀνήνεγκάντε ταῦτα ἐς τοῦ Ἀταλαρίχου τὴν μητέρα καὶ πρὸς τῆς γυναικὸς ἐπιτεταγμένον σφίσιν ἀπεκρίναντο ὧδε Τὰ γράμματα, γέγραφας, ἄριστε Βελισάριε, παραίνεσιν μὲν ἀληθῆ φέρει, ἐς ἄλλους δὲ ἀνθρώπων τινὰς, οὐκ εἰς τοὺς Γότθους ἡμᾶς ἥκουσαν.

4.5.20ἡμεῖς γὰρ οὐδὲν τῶν βασιλέως Ἰουστινιανοῦ λαβόντες ἔχομεν, μή ποτε οὕτω μανείημεν · Σικελίαν δὲ ξύμπασαν προσποιούμεθα ἡμετέραν οὖσαν, ἧς δὴ ἄκρα μία τὸ ἐν Λιλυβαίῳ φρούριόν ἐστιν.

4.5.21εἰ δὲ Θευδέριχος τὴν ἀδελφὴν τῷ Βανδίλων βασιλεῖ ξυνοικοῦσαν τῶν τινι Σικελίας ἐμπορίων ἐκέλευσε χρῆσθαι, οὐδὲν τοῦτο πρᾶγμα.

4.5.22οὐ γὰρ ἂν τοῦτο δικαιώματος ὑμῖν ὁτουοῦν ἀξίωσιν φέροι. σὺ μέντοι, στρατηγὲ, πράττοις ἂν τὰ δίκαια πρὸς ἡμᾶς, ἤν γε τῶν ἐν ἡμῖν ἀντιλεγομένων τὴν διάλυσιν οὐχ ὡς πολέμιος, ἀλλ’ἅτε φίλος ποιεῖσθαι θέλοις.

4.5.23διαφέρει δὲ, ὅτι οἱ μὲν φίλοι τὰ διάφορα ἐν τῇ διαίτῃ, οἱ δὲ πολέμιοι ἐν τῇ μάχῃ διακρίνειν πεφύκασιν.

4.5.24ἡμεῖς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ περὶ τούτων διαιτᾶν ἐπιτρέψομεν, ὅπη ἂν αὐτῷ δοκῇ νόμιμάτε εἶναι καὶ δίκαια. βουλόμεθα δέ σε ὡς βέλτιστα βουλεύσασθαι ὡς ταχύτατα καὶ τὴν παρὰ τοῦ σοῦ βασιλέως προσδέχεσθαι γνῶσιν. τοσαῦτα μὲν καὶ τῶν Γότθων γραφὴ ἐδήλου.

4.5.25Βελισάριος δὲ ἀνενεγκὼν ἅπαντα ἐς βασιλέα ἡσύχαζεν, ἕως αὐτῷ βασιλεὺς ἐπιστέλλοι ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη.

4.6

4.6.1Φάρας δὲ τῇ προσεδρείᾳ ἤδη ἄλλωςτε καὶ χειμῶνος ὥρᾳ ἀχθόμενος, ἅμα δὲ καὶ οὐκ ἂν οἰόμενος οἵουςτε εἶναι τοὺς ἐκείνῃ Μαυρουσίους ἐμποδὼν σφίσι στήσεσθαι, τῇ ἐς Παπούαν ἀναβάσει ξὺν προθυμίᾳ πολλῇ ἐπεχείρησεν. ἅπαντας μὲν οὖν εὖ μάλα ἐξοπλίσας τοὺς ἑπομένους ἀνέβαινε.

4.6.2βεβοηθηκότων δὲ τῶν Μαυρουσίων ἅτε ἐν χωρίῳ ἀνάντειτε καὶ λίαν δυσβάτῳ, κωλύμη εὐπετῶς ἐπὶ τοὺς ἀνιόντας ἐγίνετο.

4.6.3καρτερῶς δὲ τοῦ Φάρα βιαζομένου τὴν ἄνοδον, δέκα μὲν καὶ ἑκατὸν τῶν ἀμφ’αὐτὸν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, αὐτὸς δὲ ξὺν τοῖς ἐπιλοίποις ἀποκρουσθεὶς ἀνεχώρησε, καὶ ἀπ’αὐτοῦ ἀποπειράσασθαι μὲν τῆς ἀνόδου, ἀντιστατοῦντος τοῦ πράγματος, οὐκέτι ἐτόλμα, φυλακὴν δὲ κατεσπουδασμένην, ὡς ἔνι μάλιστα, κατεστήσατο, ὅπως οἱ πιεζόμενοι τῷ λιμῷ οἱ ἐν Παπούᾳ σφᾶς αὐτοὺς ἐγχειρίσειαν, καὶ οὔτε ἀποδιδράσκειν αὐτοῖς ἐνεδίδου οὔτε τι τῶν ἔξωθεν ἐς αὐτοὺς φέρεσθαι.

4.6.4ἔνθα δὴ τῷτε Γελίμερι καὶ τοῖς ἀμφ’αὐτὸν ἀδελφιδοῖςτε καὶ ἀνεψιαδοῖς οὖσι καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπεσε κακοπαθείᾳ χρῆσθαι, ἣν ὅπως ποτὲ εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι.

4.6.5ἐθνῶν γὰρ ἁπάντων ὧν ἡμεῖς ἴσμεν ἁβρότατον μὲν τὸ τῶν Βανδίλων, ταλαιπωρότατον δὲ τὸ Μαυρουσίων τετύχηκεν εἶναι.

4.6.6οἱ μὲν γὰρ, ἐξ ὅτου Λιβύην ἔσχον, βαλανείοιςτε οἱ ξύμπαντες ἐπεχρῶντο ἐς ἡμέραν ἑκάστην καὶ τραπέζῃ ἅπασιν εὐθηνούσῃ, ὅσα δὴ γῆτε καὶ θάλασσα ἥδιστάτε καὶ ἄριστα φέρει.

4.6.7ἐχρυσοφόρουν δὲ ὡς ἐπὶ πλεῖστον, καὶ Μηδικὴν ἐσθῆτα, ἣν νῦν Σηρικὴν καλοῦσιν, ἀμπεχόμενοι, ἔντε θεάτροις καὶ ἱπποδρομίοις καὶ τῇ ἄλλῃ εὐπαθείᾳ, καὶ πάντων μάλιστα κυνηγεσίοις τὰς διατριβὰς ἐποιοῦντο.

4.6.8καὶ σφίσιν ὀρχησταὶ καὶ μῖμοι ἀκούσματάτε συχνὰ καὶ θεάματα ἦν, ὅσα μουσικάτε καὶ ἄλλως ἀξιοθέατα ξυμβαίνει ἐν ἀνθρώποις εἶναι.

4.6.9καὶ ᾤκηντο μὲν αὐτῶν οἱ πολλοὶ ἐν παραδείσοις, ὑδάτων καὶ δένδρων εὖ ἔχουσι · ξυμπόσια δὲ ὅτι πλεῖστα ἐποίουν, καὶ ἔργα τὰ ἀφροδίσια πάντα αὐτοῖς ἐν μελέτῃ πολλῇ ἤσκητο.

4.6.10Μαυρούσιοι δὲ οἰκοῦσι μὲν ἐν πνιγηραῖς καλύβαις, χειμῶνίτε καὶ θέρους ὥρᾳ καὶ ἄλλῳ τῷ ξύμπαντι χρόνῳ, οὔτε χιόσιν οὔτε ἡλίου θέρμῃ ἐνθένδε οὔτε ἄλλῳ ὁτῳοῦν ἀναγκαίῳ κακῷ ἐξιστάμενοι.

4.6.11καθεύδουσι δὲ ἐπὶ τῆς γῆς κώδιον οἱ εὐδαίμονες αὑτοῖς, ἂν οὕτω τύχοι, ὑποστρωννύντες.

4.6.12ἱμάτια δὲ σφίσιν οὐ ξυμμεταβάλλειν ταῖς ὥραις νόμος, ἀλλὰ τριβώνιόντε ἁδρὸν καὶ χιτῶνα τραχὺν ἐς καιρὸν ἅπαντα ἐνδιδύσκονται.

4.6.13ἔχουσι δὲ οὔτε ἄρτον οὔτε οἶνον οὔτε ἄλλο οὐδὲν ἀγαθὸν, ἀλλὰ τὸν σῖτον, τὰς ὀλύραςτε καὶ κριθὰς, οὔτε ἕψοντες οὔτε ἐς ἄλευρα ἄλφιτα ἀλοῦντες οὐδὲν ἀλλοιότερον τὰ ἄλλα ζῷα ἐσθίουσι.

4.6.14τοιούτοις δὴ οὖσι τοῖς Μαυρουσίοις οἱ ἀμφὶ τὸν Γελίμερα συχνὸν ξυνοικήσαντες χρόνον τήντε ξυνειθισμένην αὐτοῖς δίαιταν ἐς τοῦτο ταλαιπωρίας μεταβαλόντες, ἐπειδὴ καὶ αὐτὰ σφᾶς τὰ ἀναγκαῖα ἤδη ἐπιλελοίπει, οὐκέτι ἀντεῖχον, ἀλλὰ καὶ τὸ τεθνάναι αὐτοῖς ἥδιστον καὶ τὸ δουλεύειν ἥκιστα αἰσχρὸν ἐνομίζετο.

4.6.15ὧν δὴ Φάρας αἰσθόμενος γράφει πρὸς Γελίμερα τάδε Εἰμὶ μὲν καὶ αὐτὸς βάρβαρος καὶ γραμμάτωντε καὶ λόγων οὔτε ἐθὰς οὔτε ἄλλως ἔμπειρος γέγονα.

4.6.16ὅσα δέ με ἄνθρωπον ὄντα εἰδέναι ἀνάγκη, ἐκ τῆς τῶν πραγμάτων φύσεως ἐκμαθὼν ἔγραψα.

4.6.17τί ποτε ἄρα πεπονθὼς, φίλε Γελίμερ, οὐ σαυτὸν μόνον, ἀλλὰ καὶ ξύμπαν τὸ σὸν γένος ἐς τὸ βάραθρον τοῦτο ἐμβέβληκας, ὅπως δηλαδὴ μὴ γένοιο δοῦλος;

4.6.18πάντως γάρ σε καὶ νεανιεύεσθαι τοῦτο οἶμαι, καὶ τὴν ἐλευθερίαν προΐσχεσθαι, ὡς δὴ ἅπαντα ταύτης τὰ μοχθηρὰ ἀνταλλάσσεσθαι ἄξιον.

4.6.19εἶτα νῦν Μαυρουσίων τοῖς γε ἀτυχεστάτοις οὐκ οἴει δουλεύειν, ὃς τὴν ἐλπίδα τοῦ σώζεσθαι, ἢν τὰ κράτιστα φέρῃ, ἐπ’αὐτοῖς ἔχεις;

4.6.20καίτοι πῶς ἂν οὐχὶ τῷ παντὶ ἄμεινον εἴη δουλεύειν ἐν Ῥωμαίοις πτωχεύοντα τυραννεῖν ἐν Παπούᾳτε καὶ Μαυρουσίοις;

4.6.21πάντως δέ σοι καὶ τὸ ξυνδούλῳ Βελισαρίῳ εἶναι ὑπερβολή τις ὕβρεως φαίνεται.

4.6.22ἄπαγε, βέλτιστε Γελίμερ. οὐ καὶ ἡμεῖς ἐξ εὐπατριδῶν γεγονότες βασιλεῖ νῦν ὑπηρετεῖν αὐχοῦμεν; καὶ μὴν λέγουσιν Ἰουστινιανῷ βασιλεῖ βουλομένῳ εἶναι ἔςτε βουλὴν ἀνάγραπτόν σε ποιήσασθαι, τιμῆς μεταλαχόντα τῆς ἀνωτάτω, ἣν δὴ πατρικίων καλοῦσι, καὶ χώρᾳ πολλῇτε καὶ ἀγαθῇ καὶ χρήμασι μεγάλοις δωρήσασθαι, Βελισάριόντε ἐθέλειν ἀναδέχεσθαι πάντα ταῦτα ἔσεσθαί σοι, πίστεις διδόντα.

4.6.23σὺ δὲ ὅσα μὲν τύχη μοχθηρὰ ἤνεγκε, φέρειν γενναίως οἷόςτε εἶ πάντα τὰ ἐνθένδε ἀνθρώπῳ γε ὄντι ἀναγκαῖα εἶναι οἰόμενος.

4.6.24ἢν δέ τινι ἀγαθῷ τὰ δυσχερῆ ταῦτα ξυγκεραννύειν βεβούλευται, τοῦτο δὲ αὐτὸς ἐθελούσιος δέξασθαι οὐκ ἂν ἀξιοίης; οὐχ ὁμοίως τοῖς φλαύροις ἀναγκαῖά γε ἡμῖν καὶ τὰ παρὰ τῆς τύχης ἀγαθὰ λογιστέον; ἀλλὰ ταῦτα μὲν οὐ δὲ τοῖς σφόδρα ἀνοήτοις δοκεῖ.

4.6.25σοὶ δὲ νῦν μὲν βεβαπτισμένῳ ταῖς ξυμφοραῖς, ἀξυνέτῳ, ὡς τὸ εἰκὸς, συμβαίνει εἶναι ·

4.6.26ἀθυμία γὰρ ἐκπλήξασα εἰς ἀβουλίαν τρέπεσθαι πέφυκεν · ἢν δὲ φέρειν τὴν διάνοιαν τὴν σαυτοῦ δύναιο καὶ μὴ πρὸς τύχην μεταβαλλομένην ἀγανακτεῖν, παρέσται σοι αὐτίκα δὴ μάλα τάτε ξύμφορα ἑλέσθαι ἅπαντα καὶ τῶν ἐπικειμένων ἀπηλλάχθαι κακῶν.

4.6.27ταῦτα Γελίμερ τὰ γράμματα ἀναλεξάμενος ἀποκλαύσαςτε δεινῶς ἀντέγραψεν ὧδε Καὶ τῆς ξυμβουλῆς, ἥν μοι ἐποιήσω, πολλὴν ἔχω σοι χάριν καὶ πολεμίῳ ἀδικοῦντι δουλεύειν οὐκ ἀνεκτὸν οἶμαι, παρ’οὗ ἂν δίκην εὐξαίμην λαβεῖν, εἴ μοι θεὸς ἵλεως εἴη, ὅς γε οὐδὲν πώποτε ἄχαρι πρὸς ἐμοῦ οὔτε ἔργῳ παθὼν οὔτε λόγῳ ἀκούσας πολέμῳ μὲν αἰτίαν οὐκ ἔχοντι παρέσχετο σκῆψιν, ἐμὲ δὲ ἐς τοῦτο μετήνεγκε τύχης, Βελισάριον οὐκ οἶδα ὅθεν ἐπενεγκών.

4.6.28καίτοι καὶ αὐτῷ ἀνθρώπῳ γε ὄντι, καὶ βασιλεῖ οὐδὲν ἀπεικὸς ξυμβήσεσθαί τι ὧν οὐκ ἂν ἕλοιτο.

4.6.29ἐγὼ μέντοι περαιτέρω τι γράφειν οὐκ ἔχω. ἀφείλετο γάρ με τὴν ἔννοιαν παροῦσα τύχη.

4.6.30ἀλλὰ χαῖρέ μοι, φίλε Φάρα, καί μοι κιθάραντε καὶ ἄρτον ἕνα καὶ σπόγγον δεομένῳ πέμπε.

4.6.31ταῦτα ἐπεὶ ἀπενεχθέντα Φάρας ἔγνω, χρόνον δή τινα διηπορεῖτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον συμβαλεῖν οὐκ ἔχων, ἕως οἱ ταύτην κομίσας ἔφρασεν ὡς ἄρτου μὲν ἑνὸς δέοιτο Γελίμερ, ἐπιθυμῶν ἐς θέαντε αὐτοῦ ἀφικέσθαι καὶ βρῶσιν, ἐπεὶ ἐξ οὗ ἐς Παπούαν ἀναβέβηκεν, οὐδένα που ἄρτον ὠπτημένον εἶδε.

4.6.32σπόγγος δέ οἱ ἀναγκαῖος εἴη · τοῖν γάρ οἱ ὀφθαλμοῖν ἅτερος, τραχυνόμενος τῇ ἀλουσίᾳ, ἐς ἄγαν ἐπῆρται.

4.6.33κιθαριστῇ δὲ ἀγαθῷ ὄντι ᾠδή τις αὐτῷ ἐς ξυμφορὰν τὴν παροῦσαν πεποίηται, ἣν δὴ πρὸς κιθάραν θρηνῆσαίτε καὶ ἀποκλαῦσαι ἐπείγεται.

4.6.34ταῦτα ἀκούσας Φάρας περιαλγήσαςτε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυράμενος κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν ὅσων αὐτοῦ ἔχρῃζε Γελίμερ. τῆς μέντοι προσεδρείας οὐδὲν μεθιεὶς ἐφύλασσε μᾶλλον πρότερον.

4.7

4.7.1ἤδη δὲ τριῶν μηνῶν χρόνος ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ ἐτρίβη καὶ χειμὼν ἐτελεύτα. καὶ Γελίμερ ἐδεδίει, τοὺς πολιορκοῦντας ἐπ’αὐτὸν οὐκ εἰς μακρὰν ἀναβήσεσθαι ὑποτοπάζων, καὶ τῶν οἱ συγγενῶν παιδίων τὰ πλεῖστα σώματα σκώληκας ἐν ταύτῃ δὴ τῇ ταλαιπωρίᾳ ἠφίει.

4.7.2καὶ ἐν ἅπασι μὲν περιώδυνος ἦν, ἐς ἅπαντα δὲ, πλήν γε δὴ τοῦ θνήσκειν, δυσάρεστος, τῇ μέντοι κακοπαθείᾳ παρὰ δόξαν ἀντεῖχεν, ἕως οἱ θέαμα ἰδεῖν ξυνηνέχθη τοιόνδε.

4.7.3γυνή τις Μαυρουσία σῖτον ὀλίγον ἀμωσγέπως ξυγκοψαμένη, μᾶζαν δὲ ἐνθένδε βραχεῖαν κομιδῆ ποιησαμένη ἐς ζέουσαν τὴν σποδιὰν τὴν ἐν τῇ ἐσχάρᾳ ἐνέβαλεν. οὕτω γὰρ νόμος ἐν Μαυρουσίοις τοὺς ἄρτους ὀπτᾶσθαι.

4.7.4παρὰ ταύτην δὴ τὴν ἐσχάραν δύο παῖδε καθημένω καὶ τῷ λιμῷ ὑπεράγαν βιαζομένω, ἅτερος μὲν αὐτῆς τῆς ἀνθρώπου υἱὸς, τὴν μᾶζαν ἐμβεβλημένη ἐτύγχανεν, δὲ ἕτερος Γελίμερος ἀδελφιδοῦς ὢν, ἐβουλέσθην ταύτην δὴ τὴν μᾶζαν ἁρπάσασθαι, ἐπειδὰν αὐτοῖς τάχιστα ὠπτῆσθαι δοκῇ.

4.7.5τούτοιν τοῖν παίδοιν μὲν Βανδίλος προτερήσας ἔφθασέτε τὴν μᾶζαν ἁρπάσας καὶ ζέουσαν ἔτι ὡς μάλιστα σποδιᾶςτε ἀνάπλεων οὖσαν, ὑπερβιαζομένου αὐτὸν τοῦ λιμοῦ, ἐς τὸ στόμα ἐμβαλόμενος ἤσθιεν, δὲ ἕτερος λαβόμενος αὐτοῦ τῶν ἐν τῇ κεφαλῇ τριχῶν ἐπάταξέτε κατὰ κόρρης καὶ αὖθις ῥαπίσας ἠνάγκασε τὴν μᾶζαν ξὺν βίᾳ πολλῇ ἀποβαλεῖν ἤδη ἐν τῇ φάρυγγι οὖσαν.

4.7.6τοῦτο τὸ πάθος οὐκ ἐνεγκὼν Γελίμερ (παρηκολούθει γὰρ ἐξ ἀρχῆς ἅπασιν) ἐθηλύνθητε τὴν διάνοιαν καὶ πρὸς Φάραν ὡς τάχιστα ἔγραψε τάδε Εἴ τινι καὶ ἄλλῳ τετύχηκε πώποτε τὰ δεινὰ καρτερήσαντι ἀπ’ἐναντίας ἰέναι τῶν πρόσθεν αὐτῷ βεβουλευμένων, τοιοῦτον δή τινα καὶ ἐμὲ νόμιζε εἶναι, βέλτιστε Φάρα.

4.7.8εἰσῆλθε γάρ με σὴ ξυμβουλὴ, ἣν δὴ ἀλογῆσαι ἥκιστα βούλομαι. οὐ γὰρ ἂν ἀντιτείνοιμι περαιτέρω τῇ τύχῃ οὐ δὲ πρὸς τὴν πεπρωμένην ζυγομαχοίην, ἀλλ’ἕψομαι αὐτίκα δὴ μάλα, ὅπη ἂν αὐτῇ ἐξηγεῖσθαι δοκῇ · ὅπως μέντοι τὰ πιστὰ λάβοιμι, ἀναδέχεσθαι Βελισάριον βασιλέα ποιήσειν ἅπαντα, ὅσα μοι ἔναγχος ὑπεδέξω.

4.7.9ἐγὼ γὰρ, ἐπειδὰν τάχιστα τὴν πίστιν δοίητε, ἐμαυτόντε ὑμῖν ἐγχειριῶ καὶ συγγενεῖς τούσδε καὶ Βανδίλους, ὅσοι ξὺν ἡμῖν ἐνταῦθά εἰσι.

4.7.10τοσαῦτα μὲν τῷ Γελίμερι ἐν τῇ ἐπιστολῇ τῇδε ἐγέγραπτο. Φάρας δὲ ταῦτάτε Βελισαρίῳ καὶ τὰ πρότερον γεγραμμένα σφίσι πρὸς ἀλλήλους σημήνας ἐδεῖτο ὡς τάχιστά οἱ δηλῶσαι τι ἂν αὐτῷ βουλομένῳ εἴη.

4.7.11Βελισάριος δὲ (καὶ γάρ οἱ ἐν ἐπιθυμίᾳ μεγάλῃ ἦν ζῶντα Γελίμερα βασιλεῖ ἀγαγεῖν) ἐπεὶ τάχιστα τὰ γράμματα ἀνελέξατο, περιχαρήςτε ἐγεγόνει καὶ Κυπριανὸν φοιδεράτων ἄρχοντα ἐς Παπούαν ἐκέλευεν ἰέναι ξὺν ἄλλοις τισὶν, ὅρκουςτε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερόςτε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμόςτε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη.

4.7.12οἵπερ ἐπεὶ παρὰ τὸν Φάραν ἀφίκοντο, ἦλθον ξὺν αὐτῷ ἔς τι χωρίον παρὰ τὸν τοῦ ὄρους πρόποδα, ἔνθα σφίσι Γελίμερ μετάπεμπτος ἦλθε καὶ τὰ πιστὰ λαβὼν ᾗπερ ἐβούλετο ἐς Καρχηδόνα σὺν αὐτοῖς ἧκεν.

4.7.13ἐτύγχανε δὲ Βελισάριος διατριβήν τινα ἐν τῷ τῆς πόλεως προαστείῳ ποιούμενος, ὅπερ Ἄκλας καλοῦσιν.

4.7.14ἔνθα δὴ Γελίμερ παρ’αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶντε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντωντε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν.

4.7.15οἱ μέντοι φίλοι ἀγχίνουντε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίντε ἰσχυρὰν χρήματάτε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήντε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντωντε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶντε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα γέλωτος πολλοῦ οἴεσθαι εἶναι.

4.7.16περὶ μὲν οὖν τοῦ γέλωτος, ὃν Γελίμερ ἐγέλα, λεγέτω ὥς πη ἕκαστος γινώσκει, καὶ ἐχθρὸς καὶ φίλος.

4.7.17Βελισάριος δὲ ἐς βασιλέα ὡς Γελίμερ δορυάλωτος εἴη ἐν Καρχηδόνι ἀνενεγκὼν ᾔτει ξὺν αὐτῷ ἐς Βυζάντιον ἀφικέσθαι. ἅμα δὲ αὐτόντε καὶ Βανδίλους ἅπαντας οὐκ ἐν ἀτιμίᾳ ἐφύλασσε καὶ τὸν στόλον ἐν παρασκευῇ ἐποιεῖτο.

4.7.18πολλὰ μὲν οὖν καὶ ἄλλα ἐν τῷ παντὶ αἰῶνι ἤδητε κρείσσω ἐλπίδος ἐς πεῖραν ἦλθε καὶ ἀεὶ ἥξει, ἕως ἂν αἱ αὐταὶ τύχαι ἀνθρώπων ὦσι.

4.7.19τάτε γὰρ λόγῳ ἀδύνατα δοκοῦντα εἶναι ἔργῳ ἐπιτελῆ γίγνεται καὶ τὰ τέως ἀδύνατα φανέντα πολλάκις, εἶτα ἀποβάντα θαύματος ἄξια ἔδοξεν εἶναι.

4.7.20εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳτε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδωντε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι.

4.7.21τοσοῦτον γὰρ ἦν τὸ τῶν ἱππέων πλῆθος τῶν Βελισαρίῳ ἐπισπομένων, οἳ καὶ τὸν πόλεμον πάντα πρὸς Βανδίλους διήνεγκαν. τοῦτο γὰρ εἴτε τύχῃ εἴτε τινὶ ἀρετῇ γέγονε, δικαίως ἄν τις αὐτὸ ἀγασθείη. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

4.8

4.8.1 μὲν οὖν Βανδιλικὸς πόλεμος ἐτελεύτα ὧδε. δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίγνεσθαι, ᾤδαινεν ἤδη ἐς Βελισάριον, καίπερ αὐτῷ οὐδεμίαν παρέχοντα σκῆψιν.

4.8.2τῶν γὰρ ἀρχόντων τινὲς διέβαλον αὐτὸν ἐς βασιλέα, τυραννίδα αὐτῷ οὐδαμόθεν προσήκουσαν ἐπικαλοῦντες.

4.8.3βασιλεὺς δὲ ταῦτα μὲν ἐς τὸ πᾶν οὐκ ἐξήνεγκεν, τὴν διαβολὴν ἐν ὀλιγωρίᾳ ποιησάμενος, καὶ βέλτιον αὐτῷ ἐνομίσθη.

4.8.4Σολόμωνα δὲ πέμψας αἵρεσιν Βελισαρίῳ παρέσχετο ἑλέσθαι ὁποτέραν ἂν αὐτῷ βουλομένῳ εἴη, πότερα ξὺν Γελίμερίτε καὶ Βανδίλοις ἐς Βυζάντιον ἥκειν, αὐτοῦ μένοντι ἐκείνους στεῖλαι.

4.8.5 δὲ (οὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες τὴν τυραννίδα ἐπενεγκόντες) ἐς Βυζάντιον ἀφικέσθαι ἠπείγετο, ὅπως δὴ τήντε αἰτίαν ἐκλύσηται καὶ τοὺς διαβαλόντας μετελθεῖν δύνηται. ὅτῳ δὲ τρόπῳ τὴν τῶν κατηγόρων πεῖραν ἔμαθεν, ἐρῶν ἔρχομαι.

4.8.6ὅτε δὴ τὴν διαβολὴν τήνδε ποιεῖσθαι οἱ διαβαλόντες ἤθελον, δείσαντες μὴ σφίσιν τὴν ἐπιστολὴν μέλλων κομιεῖν βασιλεῖ ἐν θαλάσσῃ ἀφανισθεὶς τὰ πρασσόμενα διακωλύσῃ, ἐν δύο γραμματείοις τὴν τυραννίδα γράψαντες, ἀγγέλους δύο ὡς βασιλέα ἐν ναυσὶ δύο στέλλειν διενοοῦντο.

4.8.7τούτοιν ἅτερος μὲν λαθὼν ἔπλευσεν, δὲ ἕτερος ἐξ ὑποψίας δή τινος ἐν Μανδρακίῳ ἥλω, καὶ τὰ γράμματα τοῖς λαβοῦσιν αὐτὸν ἐγχειρίσας ἔκπυστα ἐποίει τὰ πρασσόμενα.

4.8.8ταύτῃτε μαθὼν Βελισάριος ἐς ὄψιν ἐλθεῖν τὴν βασιλέως, ὥσπερ ἐρρήθη, ἠπείγετο. ταῦτα μὲν δὴ ἐν Καρχηδόνι ἐφέρετο τῇδε.

4.8.9Μαυρούσιοι δὲ, ὅσοι ἔντε Βυζακίῳ καὶ Νουμιδίᾳ ᾤκηντο, ἐς ἀπόστασίντε ἐξ αἰτίας οὐδεμιᾶς εἶδον καὶ τὰς σπονδὰς διαλύσαντες χεῖρας ἀνταίρειν ἐξαπιναίως Ῥωμαίοις ἔγνωσαν. καὶ τοῦτο οὐκ ἄπο τρόπου τοῦ οἰκείου σφίσιν ἐπράσσετο.

4.8.10ἔστι γὰρ ἐν Μαυρουσίοις οὔτε θεοῦ φόβος οὔτε ἀνθρώπων αἰδώς. μέλει γὰρ αὐτοῖς οὔτε ὅρκων οὔτε ὁμήρων, ἢν καὶ παῖδες ἀδελφοὶ τῶν ἐν σφίσιν ἡγουμένων τύχωσιν ὄντες.

4.8.11οὐ δὲ ἄλλῳ οὐδενὶ εἰρήνη ἐν Μαυρουσίοις, ὅτι μὴ τῶν πολεμίων τῶν κατ’αὐτῶν δέει κρατύνεται. ὅτῳ δὲ αὐτοῖς αἵτε πρὸς Βελισάριον σπονδαὶ ἐγένοντο καὶ ὅτῳ διελύθησαν τρόπῳ, ἐγὼ δηλώσω.

4.8.12ἡνίκα βασιλέως στόλος ἐπίδοξος ἐγεγόνει ὡς ἐς Λιβύην ἀφίξεται, δείσαντες οἱ Μαυρούσιοι μή τι ἐνθένδε κακὸν λάβωσι ταῖς ἐκ τῶν γυναικῶν μαντείαις ἐχρῶντο.

4.8.13ἄνδρα γὰρ μαντεύεσθαι ἐν τῷ ἔθνει τούτῳ οὐ θέμις, ἀλλὰ γυναῖκες σφίσι κάτοχοι ἐκ δή τινος ἱερουργίας γινόμεναι προλέγουσι τὰ ἐσόμενα, τῶν πάλαι χρηστηρίων οὐδενὸς ἧσσον.

4.8.14τότε οὖν πυνθανομένοις αὐτοῖς, ὥσπερ ἐρρήθη, αἱ γυναῖκες ἀνεῖλον, στρατὸν ἐξ ὑδάτων, Βανδίλων κατάλυσιν, Μαυρουσίων φθοράντε καὶ ἧτταν, ὅτε Ῥωμαίοις στρατηγὸς ἀγένειος ἔλθοι.

4.8.15ταῦτα ἀκούσαντες οἱ Μαυρούσιοι, ἐπεὶ τὸ βασιλέως στράτευμα εἶδον ἐκ θαλάσσης ἧκον, ἐν δέειτε μεγάλῳ ἐγένοντο καὶ ξυμμαχεῖν Βανδίλοις ἥκιστα ἤθελον, ἀλλ’ἐς Βελισάριον πέμψαντες καὶ τὴν εἰρήνην, ὡς πρόσθεν δεδήλωται, κρατυνάμενοι ἡσύχαζόντε καὶ τὸ μέλλον ὅπη ἐκβήσεται ἐκαραδόκουν.

4.8.16ἐπεὶ δὲ Βανδίλων τὰ πράγματα ἤδη ἐς πέρας ἀφῖκτο, πέμπουσιν ἐς τὸ Ῥωμαίων στράτευμα, διερευνώμενοι εἴ τις αὐτοῖς ἐν ἀρχῇ ἀγένειός ἐστιν.

4.8.17ἐπεὶ δὲ ἅπαντας πώγωνος ἑώρων ἐμπιπλαμένους, οὐ χρόνον τὸν παρόντα τὸ μαντεῖον σημαίνειν σφίσιν ᾤοντο, ἀλλὰ πολλαῖς γενεαῖς ὕστερον, ταύτῃ τὸ λόγιον ἑρμηνεύοντες, αὐτοὶ ἤθελον.

4.8.18αὐτίκα μὲν οὖν ἐς τὴν διάλυσιν τῶν σπονδῶν ὥρμηντο, ἀλλὰ τὸ ἐκ Βελισαρίου δέος αὐτοὺς διεκώλυεν.

4.8.19οὐ γάρ ποτε πολέμῳ Ῥωμαίων περιέσεσθαι, παρόντος γε αὐτοῦ, ἐν ἐλπίδι εἶχον.

4.8.20ὡς δὲ τὴν ἄφοδον αὐτοῦ σὺν τοῖς ὑπασπισταῖς τοῖς αὐτοῦ καὶ δορυφόροις ποιεῖσθαι ἤκουσαν, ἤδητε τὰς ναῦς ὑπ’αὐτῶντε καὶ Βανδίλων πληροῦσθαι ἐπύθοντο, τὰ ὅπλα ἐξαπιναίως ἀράμενοι ἅπασαν κακοῦ ἰδέαν ἐς τοὺς Λίβυας ἐπεδείξαντο.

4.8.21οἱ γὰρ στρατιῶται ὀλίγοιτε ἐν ἑκάστῃ ἐσχατιᾶς χώρᾳ καὶ ἔτι ἀπαράσκευοι ὄντες, καταθέουσιν οὐκ ἂν εἶχον πανταχόσε τοῖς βαρβάροις ἀνθίστασθαι, οὐ δὲ τὰς ἐπεκδρομὰς συχνάςτε καὶ οὐκ ἐκ τοῦ ἐμφανοῦς γινομένας διακωλύσειν.

4.8.22ἀλλ’ἄνδρες μὲν οὐδενὶ κόσμῳ ἐκτείνοντο, γυναῖκες δὲ σὺν παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, τάτε χρήματα ἐκ πάσης ἐσχατιᾶς ἤγετο καὶ φυγῆς χώρα ξύμπασα ὑπεπίμπλατο. ταῦτα Βελισαρίῳ ἤδη που ἀναγομένῳ ἠγγέλλετο.

4.8.23καὶ αὐτὸς μὲν ἀναστρέφειν οὐκέτι εἶχε, Σολόμωνι δὲ διέπειν τὸ Λιβύης κράτος παρείχετο, ἀπολέξας καὶ τῶν ὑπασπιστῶντε καὶ δορυφόρων τῶν αὑτοῦ μέρος τὸ πλεῖστον, ὥστε Σολόμωνι ἑπομένους Μαυρουσίων ὅτι τάχιστα τοὺς ἐπαναστάντας τῆς ἐς Ῥωμαίους ἀδικίας σὺν προθυμίᾳ πολλῇ τίσασθαι.

4.8.24καὶ βασιλεὺς δὲ στρατιὰν ἄλλην Σολόμωνι ἔπεμψε, ξὺν Θεοδώρῳτε τῷ ἐκ Καππαδοκίας καὶ Ἰλδίγερι · ὃς δὴ Ἀντωνίνης γαμβρὸς τῆς Βελισαρίου γυναικὸς ἦν.

4.8.25ἐπειδὴ δὲ τῶν ἐπὶ Λιβύης χωρίων τοὺς φόρους οὐκέτι ἦν ἐν γραμματείοις τεταγμένους εὑρεῖν, ᾗπερ αὐτοὺς ἀπεγράψαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, ἅτε Γιζερίχου ἀναχαιτίσαντόςτε καὶ διαφθείραντος κατ’ἀρχὰς ἅπαντα, Τρύφωντε καὶ Εὐστράτιος πρὸς βασιλέως ἐστάλησαν, ἐφ’ τοὺς φόρους αὐτοῖς τάξουσι κατὰ λόγον ἑκάστῳ. οἳ δὴ οὐ μέτριοι Λίβυσιν οὐ δὲ φορητοὶ ἔδοξαν εἶναι.

4.9

4.9.1Βελισάριος δὲ ἅμα Γελίμερίτε καὶ Βανδίλοις ἐς Βυζάντιον ἀφικόμενος γερῶν ἠξιώθη, δὴ ἐν τοῖς ἄνω χρόνοις Ῥωμαίων στρατηγοῖς τοῖς νίκας τὰς μεγίστας καὶ λόγου πολλοῦ ἀξίας ἀναδησαμένοις διετετάχατο.

4.9.2χρόνος δὲ ἀμφὶ ἐνιαυτοὺς ἑξακοσίους παρῳχήκει ἤδη ἐξ ὅτου ἐς ταῦτα τὰ γέρα οὐδεὶς ἐληλύθει, ὅτι μὴ Τίτοςτε καὶ Τραϊανὸς, καὶ ὅσοι ἄλλοι αὐτοκράτορες στρατηγήσαντες ἐπί τι βαρβαρικὸν ἔθνος ἐνίκησαν.

4.9.3τάτε γὰρ λάφυρα ἐνδεικνύμενος καὶ τὰ τοῦ πολέμου ἀνδράποδα ἐν μέσῃ πόλει ἐπόμπευσεν, ὃν δὴ θρίαμβον καλοῦσι Ῥωμαῖοι, οὐ τῷ παλαιῷ μέντοι τρόπῳ, ἀλλὰ πεζῇ βαδίζων ἐκ τῆς οἰκίας τῆς αὑτοῦ ἄχρι ἐς τὸν ἱππόδρομον κἀνταῦθα ἐκ βαλβίδων αὖθις ἕως εἰς τὸν χῶρον ἀφίκετο, οὗ δὴ θρόνος βασίλειός ἐστιν.

4.9.4ἦν δὲ λάφυρα μὲν ὅσα δὴ ὑπουργίᾳ τῇ βασιλέως ἀνεῖσθαι εἰώθει, θρόνοιτε χρυσοῖ καὶ ὀχήματα, οἷς δὴ τὴν βασιλέως γυναῖκα ὀχεῖσθαι νόμος, καὶ κόσμος πολὺς ἐκ λίθων ἐντίμων ξυγκείμενος, ἐκπώματάτε χρυσᾶ, καὶ τἄλλα ξύμπαντα ὅσα ἐς τὴν βασιλέως θοίνην χρήσιμα.

4.9.5ἦν δὲ καὶ ἄργυρος ἕλκων μυριάδας ταλάντων πολλὰς καὶ πάντων τῶν βασιλικῶν κειμηλίων πάμπολύ τι χρῆμα (ἅτε Γιζερίχου τὸ ἐν Ῥώμῃ σεσυληκότος Παλάτιον, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη), ἐν οἷς καὶ τὰ Ἰουδαίων κειμήλια ἦν, ἅπερ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν Ἱεροσολύμων ἅλωσιν ἐς Ῥώμην ξὺν ἑτέροις τισὶν ἤνεγκε.

4.9.6καὶ αὐτὰ τῶν τις Ἰουδαίων ἰδὼν καὶ παραστὰς τῶν βασιλέως γνωρίμων τινὶ ταῦτα ἔφη τὰ χρήματα ἐς τὸ ἐν Βυζαντίῳ Παλάτιον ἐσκομίζεσθαι ἀξύμφορον οἴομαι εἶναι.

4.9.7οὐ γὰρ οἷόντε αὐτὰ ἑτέρωθι εἶναι ἐν τῷ χώρῳ, οὗ δὴ Σολομὼν αὐτὰ πρότερον τῶν Ἰουδαίων βασιλεὺς ἔθετο.

4.9.8διὰ ταῦτα γὰρ καὶ Γιζέριχος τὰ Ῥωμαίων βασίλεια εἷλε καὶ νῦν τὰ Βανδίλων Ῥωμαίων στρατός.

4.9.9ταῦτα ἐπεὶ ἀνενεχθέντα βασιλεὺς ἤκουσεν, ἔδεισέτε καὶ ξύμπαντα κατὰ τάχος ἐς τῶν Χριστιανῶν τὰ ἐν Ἱεροσολύμοις ἱερὰ ἔπεμψεν.

4.9.10ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερτε αὐτὸς, ἐσθῆτά πού τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ ξυγγενὲς ἅπαν, Βανδίλωντε ὅσοι εὐμήκειςτε ἄγαν καὶ καλοὶ τὰ σώματα ἦσαν.

4.9.11ὡς δὲ ἐν τῷ ἱπποδρόμῳ Γελίμερ ἐγεγόνει καὶ τόντε βασιλέα ἐπὶ βήματος ὑψηλοῦ καθήμενον τόντε δῆμον ἐφ’ἑκάτερα ἑστῶτα εἶδε καὶ αὑτὸν οὗ ἦν κακοῦ περισκοπῶν ἔγνω, οὔτε ἀπέκλαυσεν οὔτε ἀνῴμωξεν, ἐπιλέγων δὲ οὐκ ἐπαύσατο κατὰ τὴν Ἑβραίων γραφὴν ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.

4.9.12ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες, πρηνῆ πεσόντα προσκυνεῖν Ἰουστινιανὸν βασιλέα κατηνάγκασαν. τοῦτο δὲ καὶ Βελισάριος ἐποίει ἅτε ἱκέτης βασιλέως σὺν αὐτῷ γεγονώς.

4.9.13βασιλεύςτε Ἰουστινιανὸς καὶ βασιλὶς Θεοδώρα τοὺς Ἰλδερίχου παῖδάςτε καὶ ἐκγόνους πάνταςτε τοὺς ἐκ τῆς Βαλεντινιανοῦ βασιλέως ξυγγενείας χρήμασιν ἱκανοῖς ἐδωρήσαντο, καὶ Γελίμερι χωρία οὐκ εὐκαταφρόνητα ἐν Γαλατίᾳ δόντες ὁμοῦ τοῖς ξυγγενέσιν ἐνταῦθα οἰκεῖν συνεχώρησαν.

4.9.14ἐς πατρικίους μέντοι ἀνάγραπτος Γελίμερ ἥκιστα ἐγεγόνει, ἐπεὶ οὐ μεθίεσθαι τῆς Ἀρείου δόξης ἤθελεν.

4.9.15ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ καὶ θρίαμβος κατὰ δὴ τὸν παλαιὸν νόμον ξυνετελέσθη. ἐς ὑπάτους γὰρ προελθόντι οἱ ξυνέπεσε φέρεσθαίτε πρὸς τῶν αἰχμαλώτων καὶ ἐν τῷ δίφρῳ ὀχουμένῳ τῷ δήμῳ ῥιπτεῖν αὐτὰ δὴ ἐκεῖνα τοῦ Βανδίλων πολέμου τὰ λάφυρα.

4.9.16τάτε γὰρ ἀργυρώματα καὶ ζώνας χρυσᾶς καὶ ἄλλου πλούτου Βανδιλικοῦ πολύ τι χρῆμα ἐκ τῆς Βελισαρίου ὑπατείας δῆμος ἥρπασε, καί τι τῶν οὐκ εἰωθότων ἀνανεοῦσθαι τῷ χρόνῳ ἔδοξε. ταῦτα μὲν δὴ οὕτως ἐν Βυζαντίῳ ἔσχε.

4.10

4.10.1Σολόμων δὲ τὸ ἐν Λιβύῃ παραλαβὼν στράτευμα, ἐπηρμένων μὲν, ὡς προδεδήλωται, τῶν Μαυρουσίων, ᾐωρημένων δὲ τῶν ὅλων πραγμάτων, ἐν ἀπόρῳ εἶχεν τὸ παρὸν θέσθαι.

4.10.2τούςτε γὰρ στρατιώτας ἐν Βυζακίῳ καὶ Νουμιδίᾳ οἱ βάρβαροι ἀνῃρηκέναι καὶ πάντα ἄγειντε καὶ φέρειν τὰ ἐκείνῃ ἠγγέλλοντο. μάλιστα δὲ αὐτόντε καὶ Καρχηδόνα πᾶσαν συνετάραξε τὰ ἐς Ἀιγάντε τὸν Μασσαγέτην καὶ Ῥουφῖνον τὸν Θρᾷκα ἐν Βυζακίῳ ξυνενεχθέντα.

4.10.4ἄμφω γὰρ λογίμω ἐς ἄγαν ἔντε τῇ Βελισαρίου οἰκίᾳ ἤστην καὶ τῷ Ῥωμαίων στρατεύματι, ἅτερος μὲν αὐτοῖν Ἀιγὰν ἐν τοῖς Βελισαρίου δορυφόροις ταττόμενος, δὲ ἕτερος ἅτε ἁπάντων εὐψυχότατος τὸ σημεῖον τοῦ στρατηγοῦ ἐν ταῖς παρατάξεσιν εἰωθὼς φέρειν, ὃν δὴ βανδοφόρον καλοῦσι Ῥωμαῖοι.

4.10.5τότε γὰρ τούτω τὼ ἄνδρε ἱππικῶν καταλόγων ἡγουμένω ἐν Βυζακίῳ, ἐπειδὴ τοὺς Μαυρουσίους εἶδον τάτε ἐν ποσὶ ληιζομένους καὶ Λίβυας ἅπαντας ἐν ἀνδραπόδων λόγῳ ποιησαμένους, τηρήσαντες ἐν στενοχωρίᾳ ξὺν τοῖς σφίσιν ἑπομένοις τοὺς τὴν λείαν παραπέμποντας, αὐτούςτε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἀφαιροῦνται πάντας.

4.10.6ὡς δὲ οὗτος λόγος ἐς τῶν βαρβάρων τοὺς ἄρχοντας ἧκε, Κουτζίναντε καὶ Ἐσδιλάσαν καὶ Ἰουρφούθην καὶ Μεδισινίσσαν, οὐ μακρὰν ταύτης δὴ τῆς στενοχωρίας ἀπέχοντας, χωροῦσιν ἐπ’αὐτοὺς παντὶ τῷ στρατῷ περὶ δείλην ὀψίαν.

4.10.7Ῥωμαῖοι δὲ, κομιδῆτε ὀλίγοι ὄντες καὶ ἐν χώρῳ στενῷ ἐς μέσον μυριάδων πολλῶν ἀπειλημμένοι, ἀμύνεσθαι τοὺς ἐπιόντας οὐχ οἷοίτε ἦσαν. ἔνθα γὰρ ἂν τραπεῖεν, ἀεὶ κατὰ νώτου ἐβάλλοντο.

4.10.8τότε δὴ Ῥουφῖνόςτε καὶ Ἀιγὰν ξὺν ὀλίγοις τισὶν ἐς πέτραν ἐγγύς που οὖσαν ἀναδραμόντες ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο.

4.10.9ἕως μὲν οὖν τοῖς τόξοις ἐχρῶντο, οὐκ ἐτόλμων σφίσιν ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἐλθεῖν οἱ πολέμιοι, ἀλλὰ τὰς αἰχμὰς ἐσηκόντιζον · ἐπεὶ δὲ τὰ βέλη ἅπαντα σφᾶς ἤδη ἐπιλελοίπει, οἵτε Μαυρούσιοι αὐτοῖς ἐς χεῖρας ἦλθον καὶ αὐτοὶ τοῖς ξίφεσιν ἐκ τῶν παρόντων ἠμύνοντο.

4.10.10τοῦ δὲ πλήθους τῶν βαρβάρων βιαζομένου, Ἀιγὰν μὲν κρεουργηθεὶς τὸ σῶμα ὅλον ἐνταῦθα ἔπεσε, Ῥουφῖνον δὲ οἱ πολέμιοι ἁρπάσαντες ἦγον.

4.10.11αὐτίκα δὲ τῶν ἀρχόντων εἷς Μεδισινίσσας, δείσας μὴ διαφυγὼν πράγματα σφίσιν αὖθις παρέχοι, τῆςτε κεφαλῆς αὐτὸν ἀφαιρεῖται καὶ ταύτην ἐς τὰ οἰκεῖα λαβὼν ταῖς γυναιξὶ ταῖς αὑτοῦ ἔδειξε, μεγέθουςτε ὑπερβολῇ καὶ τριχῶν πλήθει ἀξιοθέατον οὖσαν.

4.10.12ἐπεὶ δὲ ἡμᾶς τῆς ἱστορίας λόγος ἐνταῦθα ἤγαγεν, ἐπάναγκες εἰπεῖν ἄνωθεν ὅθεντε τὰ Μαυρουσίων ἔθνη ἐς Λιβύην ἦλθον καὶ ὅπως ἐνταῦθα ᾠκήσαντο.

4.10.13ἐπειδὴ Ἑβραῖοι ἐξ Αἰγύπτου ἀνεχώρησαν καὶ ἄγχι τῶν Παλαιστίνης ὁρίων ἐγένοντο, Μωσῆς μὲν σοφὸς ἀνὴρ, ὃς αὐτοῖς τῆς ὁδοῦ ἡγήσατο, θνήσκει, διαδέχεται δὲ τὴν ἡγεμονίαν Ἰησοῦς τοῦ Ναυῆ παῖς, ὃς ἔςτε τὴν Παλαιστίνην τὸν λεὼν τοῦτον εἰσήγαγε καὶ ἀρετὴν ἐν τῷ πολέμῳ κρείττω κατὰ ἀνθρώπου φύσιν ἐπιδειξάμενος τὴν χώραν ἔσχε.

4.10.14καὶ τὰ ἔθνη ἅπαντα καταστρεψάμενος τὰς πόλεις εὐπετῶς παρεστήσατο, ἀνίκητόςτε παντάπασιν ἔδοξεν εἶναι.

4.10.15τότε δὲ ἐπιθαλασσία χώρα ἐκ Σιδῶνος μέχρι τῶν Αἰγύπτου ὁρίων Φοινίκη ξύμπασα ὠνομάζετο.

4.10.16βασιλεὺς δὲ εἷς τὸ παλαιὸν αὐτῇ ἐφειστήκει, ὥσπερ ἅπασιν ὁμολογεῖται, οἳ Φοινίκων τὰ ἀρχαιότατα ἀνεγράψαντο.

4.10.17ἐνταῦθα ᾤκηντο ἔθνη πολυανθρωπότατα, Γεργεσαῖοίτε καὶ Ἰεβουσαῖοι καὶ ἄλλα ἄττα ὀνόματα ἔχοντα, οἷς δὴ αὐτὰ τῶν Ἑβραίων ἱστορία καλεῖ.

4.10.18οὗτος λεὼς ἐπεὶ ἄμαχόν τι χρῆμα τὸν ἐπηλύτην στρατηγὸν εἶδον, ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες ἐπ’Αἰγύπτου ὁμόρου οὔσης ἐχώρησαν.

4.10.19ἔνθα χῶρον οὐδένα ἱκανὸν σφίσιν ἐνοικήσασθαι εὑρόντες, ἐπεὶ ἐν Αἰγύπτῳ πολυανθρωπία ἐκ παλαιοῦ ἦν, ἐς Λιβύην ἐστάλησαν.

4.10.20πόλειςτε οἰκήσαντες πολλὰς ξύμπασαν Λιβύην μέχρι στηλῶν τῶν Ἡρακλείων ἔσχον, ἐνταῦθάτε καὶ ἐς ἐμὲ τῇ Φοινίκων φωνῇ χρώμενοι ᾤκηνται.

4.10.21ἐδείμαντο δὲ καὶ φρούριον ἐν Νουμιδίᾳ, οὗ νῦν πόλις Τίγισίς ἐστίτε καὶ ὀνομάζεται.

4.10.22ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποιημέναι ἄγχι κρήνης εἰσὶ τῆς μεγάλης, γράμματα Φοινικικὰ ἐγκεκολαμμένα ἔχουσαι τῇ Φοινίκων γλώσσῃ λέγοντα ὧδε ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ Ναυῆ.

4.10.23ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον ᾠκημένα, οἳ διὰ τὸ ἐκ παλαιοῦ ἐνταῦθα ἱδρῦσθαι αὐτόχθονες εἶναι ἐλέγοντο.

4.10.24καὶ ἀπ’αὐτοῦ Ἀνταῖον, τὸν αὐτῶν βασιλέα, ὃς ἐν Κλιπέᾳ Ἡρακλεῖ ἐπάλαισε, τῆς γῆς υἱὸν ἔφασαν εἶναι.

4.10.25χρόνῳ δὲ ὕστερον καὶ ὅσοι μετὰ Διδοῦς ἐκ Φοινίκης ἀνέστησαν ἅτε πρὸς ξυγγενεῖς τοὺς ἐν Λιβύῃ ᾠκημένους ἀφίκοντο. οἳ δὴ αὐτοῖς Καρχηδόνα κτίσαιτε καὶ ἔχειν ἐθελούσιοι ξυνεχώρησαν.

4.10.26προϊόντος δὲ τοῦ χρόνου τῶν Καρχηδονίων δύναμις μεγάλη ἐγίνετο καὶ πολυάνθρωπος.

4.10.27μάχηςτε σφίσι γενομένης πρὸς τοὺς ὁμόρους, οἳ πρότεροι, ὥσπερ ἐρρήθη, ἐκ Παλαιστίνης ἀφίκοντο καὶ τὰ νῦν Μαυρούσιοι καλοῦνται, ἐκράτησάντε αὐτῶν οἱ Καρχηδόνιοι καὶ ὡς ἀπωτάτω οἰκεῖν Καρχηδόνος ἠνάγκασαν.

4.10.28ἔπειτα δὲ Ῥωμαῖοι πάντων καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι Μαυρουσίους μὲν ἐς τὰς ἐσχατιὰς τῆς ἐν Λιβύῃ οἰκουμένης χώρας ἱδρύσαντο, Καρχηδονίους δὲ καὶ Λίβυας τοὺς ἄλλους κατηκόους σφίσιν ἐς φόρου ἀπαγωγὴν ἐποιήσαντο.

4.10.29ὕστερον δὲ οἱ Μαυρούσιοι πολλὰς κατὰ Βανδίλων νίκας ἀνελόμενοι Μαυριτανίαντε τὴν νῦν καλουμένην ἐκ Γαδείρων μέχρι τῶν Καισαρείας ὁρίων τείνουσαν καὶ Λιβύης τῆς ἄλλης τὰ πλεῖστα ἔσχον. τὰ μὲν δὴ τῆς Μαυρουσίων ἐν Λιβύῃ ἐνοικήσεως ταύτῃ πη ἔσχε.

4.11

4.11.1Σολόμων δὲ τὰ ἐς Ῥουφῖνον καὶ Ἀιγὰν ξυνενεχθέντα ἀκούσας τόντε πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο καὶ πρὸς τοὺς Μαυρουσίων ἄρχοντας ἔγραψε τάδε Ἤδη μὲν καὶ ἄλλοις ἀνθρώπων τισὶν ἀπονενοῆσθαίτε καὶ ἀπολωλέναι τετύχηκεν, οἳ οὐδενὶ πρότερον τεκμηριῶσαι ἔσχον ὅπη ποτὲ αὐτοῖς τὰ τῆς ἀπονοίας ἐκβήσεται.

4.11.3ὑμεῖς δὲ, οἷς τὸ παράδειγμα ἐγγύθεν ἐκ τῶν συνοίκων ὑμῖν Βανδίλων ἐστὶ, τί ποτε ἆρα παθόντες χεῖράςτε ἀνταίρειν ἔγνωτε βασιλεῖ τῷ μεγάλῳ καὶ τὴν ὑμῶν αὐτῶν σωτηρίαν προέσθαι;

4.11.4καὶ ταῦτα ὅρκουςτε τοὺς δεινοτάτους ἐν γράμμασι δόντες καὶ τοὺς παῖδας τοὺς ὑμετέρους τῶν ὡμολογημένων ἐνέχυρα παρασχόμενοι;

4.11.5 ἐπίδειξίν τινα ἐγνώκατε ποιεῖσθαι, ὡς ὑμῖν οὔτε θεοῦ οὔτε πίστεως οὔτε τῆς ξυγγενείας αὐτῆς οὔτε τῆς σωτηρίας οὔτε ἄλλου ὁτουοῦν ἐστί τις λόγος;

4.11.6καίτοι, εἰ τὰ ἐς τὸ θεῖον ὑμῖν οὕτως ἤσκηται, τίνι ξυμμάχῳ πιστεύοντες ἐπὶ τὸν Ῥωμαίων βασιλέα χωρεῖτε;

4.11.7εἰ δὲ τοὺς παῖδας ἀπολοῦντες στρατεύεσθε, τί ποτέ ἐστιν ὑπὲρ ὅτου κινδυνεύειν βεβούλησθε;

4.11.8ἀλλ’εἰ μὲν ἤδη τις εἰσῆλθεν ὑμᾶς τῶν φθασάντων μετάμελος, γράψατε ὅπως ὑμῖν εὖ τὰ πεπραγμένα θησόμεθα · εἰ δὲ τὰ τῆς ἀπονοίας ὑμῖν οὔπω λελώφηκε, δέξασθε Ῥωμαϊκὸν πόλεμον μετὰ τῶν ὅρκων, οἷς ἐλωβήσασθε, καὶ τῆς ἐς τοὺς παῖδας τοὺς ὑμετέρους ἀδικίας ὑμῖν προσιόντα.

4.11.9τοσαῦτα μὲν Σολόμων ἔγραψεν. οἱ δὲ Μαυρούσιοι ἀπεκρίναντο ὧδε Βελισάριος μὲν ἐπαγγελίαις μεγάλαις ἡμᾶς περιελθὼν ἔπεισε βασιλέως Ἰουστινιανοῦ κατηκόους εἶναι · Ῥωμαῖοι δὲ τῶν ἀγαθῶν ἡμῖν οὐδενὸς μεταδόντες λιμῷ πιεζομένους ἠξίουν φίλουςτε ἡμᾶς καὶ ξυμμάχους ἔχειν.

4.11.10ὥστε εἰκότως ἂν μᾶλλον ὑμῖν Μαυρουσίοις τὸ μὴ πιστοῖς καλεῖσθαι προσήκει.

4.11.11λύουσι γὰρ τὰς σπονδὰς οὐχ ὅσοι ἀδικούμενοι ἐκ τοῦ ἐμφανοῦς τῶν πέλας κατηγοροῦντες ἀφίστανται, ἀλλ’ὅσοι ὑποσπόνδους ἔχειν ἀξιοῦντές τινας εἶτα βιάζονται.

4.11.12καὶ τὸν θεὸν πολέμιον σφίσι ποιοῦνται οὐχ οἳ ἂν τὰ σφέτερα αὐτῶν κομιούμενοι ἐφ’ἑτέρους χωροῖεν, ἀλλ’ὅσοι τῶν ἀλλοτρίων ἐπιβατεύοντες ἐς κίνδυνον πολέμου καθίστανται.

4.11.13παίδων μέντοι ἕνεκεν ὑμῖν μελήσει, οἷς μίαν ἄγεσθαι γυναῖκα ἀνάγκη · ἡμᾶς γὰρ, οἷς καὶ κατὰ πεντήκοντα, ἂν οὕτω τύχῃ, συνοικοῦσι γυναῖκες, παίδων οὐκ ἄν ποτε ἐπιλίποι γονή.

4.11.14ταῦτα ἀναλεξαμένῳ Σολόμωνι τὸ στράτευμα ὅλον ἐπὶ Μαυρουσίους ἐπάγειν ἔδοξε. διαθέμενόςτε τὰ ἐν Καρχηδόνι πράγματα, παντὶ τῷ στρατῷ ἐς Βυζάκιον ᾔει.

4.11.15γενόμενος δὲ ἐς Μάμμης τὸ χωρίον, ἔνθα δὴ οἱ τέτταρες τῶν Μαυρουσίων ἄρχοντες ἐστρατοπεδεύσαντο, ὧν ὀλίγῳ πρότερον ἐπεμνήσθην, χαράκωμα ἐποιήσατο.

4.11.16ὄρη δέ εἰσιν ἐνταῦθα ὑψηλὰ καὶ χωρίον ὁμαλὲς περὶ τὸν πρόποδα τῶν ὀρῶν, ἔνθα οἱ βάρβαροι παρασκευασάμενοι ἐς τὴν μάχην ἐποιοῦντο τὴν παράταξιν ὧδε.

4.11.17κύκλον ἐκ τῶν καμήλων ταξάμενοι, ὅπερ καὶ τὸν Καβάωνα ἐν τοῖς ἔμπροσθεν λόγοις εἰργάσθαι ἐρρήθη, κατὰ δυοκαίδεκα μάλιστα τοῦ μετώπου βάθος ἐποίουν.

4.11.18καὶ γυναῖκας μὲν ξὺν τοῖς παισὶ κατέθεντο τοῦ κύκλου ἐντός · (τοῖς γὰρ Μαυρουσίοις καὶ γυναῖκας ὀλίγας ξὺν τοῖς παισὶν ἐς παράταξιν ἐπάγεσθαι νόμος, αἵπερ αὐτοῖς χαρακώματάτε καὶ καλύβας ποιοῦσι, καὶ ἱπποκομοῦσιν ἐμπείρως, καὶ τῶντε καμήλων τῆςτε τροφῆς ἐπιμελοῦνται ·

4.11.19καὶ θήγουσαι τὰ τῶν ὅπλων σιδήρια πολλοὺς σφίσι παραιροῦνται τῶν ἐν ταῖς παρατάξεσι πόνων) · αὐτοὶ δὲ πεζοὶ ἐς μέσους τῶν καμήλων τοὺς πόδας ἵσταντο, ἀσπίδαςτε καὶ ξίφη ἔχοντες καὶ δοράτια, οἷς ἀκοντίζειν εἰώθασι. τινὲς δὲ αὐτῶν ἐν τοῖς ὄρεσιν ἔχοντες τοὺς ἵππους ἡσύχαζον.

4.11.20Σολόμων δὲ τὸ μὲν ἥμισυ τοῦ Μαυρουσίων κύκλου, πρὸς τῷ ὄρει ἐτύγχανεν ὂν, ἀφῆκεν, οὐδένα ἐνταῦθα καταστησάμενος.

4.11.21ἔδεισε γὰρ μὴ κατιόντεςτε οἱ ἐν τῷ ὄρει πολέμιοι καὶ οἱ ἐν τῷ κύκλῳ ἐπιστρεφόμενοι ἀμφιβόλους ἐν τῇ παρατάξει τοὺς ἐκείνῃ ταττομένους ποιήσωνται.

4.11.22ἐς δὲ τοῦ κύκλου τὸ λειπόμενον ὅλον ἀντιτάξας τὸ στράτευμα, ἐπειδὴ αὐτῶν τοὺς πολλοὺς εἶδε πεφοβημένουςτε καὶ ἀθαρσοῦντας, διὰ τὰ ἐς Ἀιγάντε καὶ Ῥουφῖνον ξυνενεχθέντα, βουλόμενος ὑπόμνησιν ποιήσασθαι αὐτοῖς τοῦ θαρσεῖν ἔλεξε τάδε Ἄνδρες οἱ Βελισαρίῳ ξυστρατευσάμενοι, μηδεὶς ὑμᾶς τῶν ἀνδρῶν τῶνδε φόβος εἰσίτω, μη δὲ, εἰ Μαυρούσιοι κατὰ μυριάδας πέντε συνειλεγμένοι Ῥωμαίων ἤδη πεντακοσίων ἐκράτησαν, τοῦτο ὑμῖν ἐν παραδείγματος μοίρᾳ γινέσθω.

4.11.24ἀλλ’ἀναμνήσθητε μὲν τῆς ἀρετῆς τῆς ὑμετέρας, ἐκλογίζεσθε δὲ ὡς Βανδίλοι μὲν Μαυρουσίων ἐκράτουν, ὑμεῖς δὲ Βανδίλων ἀκονιτὶ κύριοι τῷ πολέμῳ γεγένησθε, καὶ ὡς τοὺς τῶν μειζόνων κεκρατηκότας περὶ τῶν καταδεεστέρων πεφοβῆσθαι οὐ δίκαιον.

4.11.25καίτοι πάντων ἀνθρώπων ἐς ἀγῶνα πολέμου φαυλότατον εἶναι δοκεῖ τὸ Μαυρουσίων ἔθνος.

4.11.26γυμνοίτε γὰρ οἱ πλεῖστοί εἰσι καὶ αὐτῶν ὅσοι ἀσπίδας ἔχουσι, βραχείαςτε ταύτας καὶ οὐκ εὖ πεποιημένας οὐ δὲ ἀπωθεῖσθαι τὰ προσιόντα δυναμένας προβέβληνται.

4.11.27καὶ τὰ δύο ταῦτα δοράτια ἀπορρίψαντες, ἢν μή τι δράσωσιν, αὐτόματοι ἐς φυγὴν τρέπονται.

4.11.28ὥστε πάρεστιν ὑμῖν τὴν πρώτην φυλαξαμένοις τῶν βαρβάρων ὁρμὴν ἀνελέσθαι οὐδενὶ πόνῳ τὸ τοῦ πολέμου κράτος.

4.11.29τῆς δὲ ὑμετέρας ὁπλίσεως ἡλίκον πρὸς τοὺς ἐναντίους τὸ διαλλάσσον ἐστὶν, ὁρᾶτε δήπου.

4.11.30καὶ τούτων ἔξω, ψυχῶν μὲν ἀρετὴ καὶ σωμάτων ἀλκὴ καὶ πολέμων ἐμπειρία καὶ τὸ θαρσεῖν, διὰ τὸ πάντας ἤδη νενικηκέναι τοὺς πολεμίους, ὑμῖν πρόσεστιν · οἱ δὲ Μαυρούσιοι τούτων ἁπάντων ἐστερημένοι μόνῳ τῷ σφῶν αὐτῶν ὁμίλῳ πιστεύουσι.

4.11.31ῥᾷον δὲ ὀλίγοι ὡς ἄριστα παρεσκευασμένοι πλῆθος οὐκ ἀγαθῶν τὰ πολέμια νικῶσιν ἀνθρώπων πρὸς αὐτῶν ἡσσῶνται.

4.11.32τῷ μὲν γὰρ ἀγαθῷ στρατιώτῃ τὸ θαρσεῖν ἐφ’ἑαυτῷ πάρεστι, τῷ δὲ ἀνάνδρῳ τὸ τῶν συντεταγμένων πλῆθος ἐς ἐπισφαλῆ στενοχωρίαν ὡς τὰ πολλὰ περιίσταται.

4.11.33καὶ μὴν καὶ καμήλων τῶνδε ὑμᾶς ὑπερφρονεῖν ἄξιον, αἳ οὔτε ἀμύνειν τοῖς πολεμίοις οἷαίτέ εἰσι καὶ πληγεῖσαι, ὡς τὸ εἰκὸς, μείζονος ταραχῆςτε καὶ ἀταξίας αἴτιαι τούτοις γενήσονται.

4.11.34καὶ τὸ προπετὲς, διὰ τὸ πρότερον εὐημερῆσαι οἱ πολέμιοι κέκτηνται, ὑμῖν συναγωνιεῖσθαι ξυμβήσεται.

4.11.35τόλμα γὰρ τῇ μὲν δυνάμει ξυμμετρουμένη τάχα τι καὶ τοὺς αὐτῇ χρωμένους ὀνήσει, ὑπεραίρουσα δὲ ταύτην ἐς κίνδυνον ἄγει ·

4.11.36ὧν ἐνθυμούμενοι καὶ τῶν πολεμίων καταφρονοῦντες σιγήντε καὶ κόσμον ἀσκεῖτε · τούτων γὰρ ἐπιμελούμενοι ῥᾷόντε καὶ ἀπονώτερον τῆς τῶν βαρβάρων ἀκοσμίας κρατήσομεν. ταῦτα μὲν Σολόμων εἶπεν.

4.11.37οἱ δὲ τῶν Μαυρουσίων ἄρχοντες ἐπειδὴ καὶ αὐτοὶ τοὺς βαρβάρους καταπεπληγμένους τὴν τῶν Ῥωμαίων εὐκοσμίαν εἶδον, βουλόμενοι αὐτῶν τὸ πλῆθος ἐπὶ τὸ θαρσεῖν αὖθις ἀντικαθιστάναι, τοιάδε παρεκελεύσαντο Ὡς μὲν ἀνθρώπεια Ῥωμαῖοι σώματα ἔχουσι καὶ οἷα σιδήρῳ πλησσόμενα εἴκειν μεμαθήκαμεν, ξυστρατιῶται, οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν, πὴ δὲ ἁρπάσαντες δορυαλώτους ἡμῶν αὐτῶν πεποιήμεθα.

4.11.39τούτων δὲ τοιούτων ὄντων, ὡς καὶ νῦν αὐτῶν τῷ πλήθει παρὰ πολὺ προέχειν αὐχοῦμεν, ὁρᾶν πάρεστι.

4.11.40καὶ μὴν καὶ ὑπὲρ τῶν μεγίστων ἡμῖν ἀγών ἐστιν, Λιβύης πάσης κυρίοις εἶναι, τοῖς ἀλαζόσι τοῖσδε δουλεύειν.

4.11.41ὥστε ἡμῖν ἀνάγκη ὡς μάλιστα ἐν τῷ παρόντι ἀνδραγαθίζεσθαι. οἷς γὰρ ὑπὲρ τῶν ὅλων κίνδυνος, μὴ οὐχὶ εὐψυχοτάτοις εἶναι ἀξύμφορον.

4.11.42τῆς δὲ τῶν πολεμίων ὁπλίσεως ὑπερφρονεῖν ἡμᾶς προσήκει. ἤντε γὰρ πεζῇ ἐφ’ἡμᾶς ἴωσιν, οὐκ εὐσταλεῖς ἔσονται, ἀλλ’ἡσσηθήσονται τοῦ Μαυρουσίων τάχους, καὶ τὴν ἵππον αὐτοῖς τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον τοῦ πολέμου θόρυβον τούτων κραυγὴ ὑπερηχοῦσα εἰς ἀταξίαν, ὥς γε τὸ εἰκὸς, καταστήσεται.

4.11.43καὶ τὴν ἐς Βανδίλους νίκην εἴ τις ἐκλογιζόμενος μὴ ἀνταγωνίστους αὐτοὺς οἴεται εἶναι, γνώμης ἁμαρτάνει.

4.11.44 μὲν γὰρ τοῦ πολέμου ῥοπὴ τῇ τοῦ στρατηγοῦντος ἀρετῇ τύχῃ κρίνεσθαι πέφυκε · Βελισάριον δὲ, ὃς τῆς Βανδίλων ἐπικρατήσεως αἴτιος γέγονεν, ἐκποδὼν νῦν ἡμῖν ἑστηκέναι πεποίηκε τὸ δαιμόνιον.

4.11.45ἄλλωςτε καὶ ἡμεῖς Βανδίλους πολλάκις νενικηκότες, περιελόντεςτε τὴν αὐτῶν δύναμιν, ἑτοιμότερόντε καὶ ἀπονώτερον Ῥωμαίοις τὸ κατ’αὐτῶν πεποιήμεθα κράτος.

4.11.46καὶ νῦν δὲ πολεμίων τῶνδε κρατήσειν, ἢν ἐν τῷ ἔργῳ ἀνδραγαθίζησθε, ἐλπίδα ἔχομεν.

4.11.47τοσαῦτα καὶ οἱ Μαυρουσίων ἄρχοντες παρακελευσάμενοι τῆς ξυμβολῆς ἦρχον. καὶ τὰ μὲν πρῶτα πολλὴ ἀκοσμία ἐς τὸ Ῥωμαίων στράτευμα ἐγεγόνει.

4.11.48οἱ γὰρ ἵπποι αὐτοῖς τῇτε κραυγῇ καὶ τῇ ὄψει τῶν καμήλων ἀχθόμενοι ἀνεχαιτίζοντότε καὶ ἀπορριπτοῦντες τοὺς ἐπιβάτας οὐδενὶ κόσμῳ οἱ πλεῖστοι ἔφευγον.

4.11.49καὶ ἐν τούτῳ ἐπεκδρομὰς ποιούμενοι οἱ Μαυρούσιοι καὶ τὰ δοράτια, ὅσα σφίσιν ἐν ταῖς χερσὶν ἦν, ἀκοντίζοντες, θορύβουτε αὐτῶν ἐμπίπλασθαι τὸ στράτευμα ἐποίουν καὶ οὔτε ἀμυνομένους οὔτε ἐν τάξει μένοντας ἔπλησσον.

4.11.50ὕστερον δὲ Σολόμων, κατιδὼν τὰ πρασσόμενα, ἔκτε τοῦ ἵππου ἀποθρώσκει πρῶτος καὶ τοὺς ἄλλους ἅπαντας ἐς τοῦτο ἐνάγει.

4.11.51καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοιςτε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν · αὐτὸς δὲ στρατιώτας οὐχ ἧσσον πεντακοσίους ἐπαγόμενος ἐς τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν.

4.11.52οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους, αἳ ταύτῃ εἱστήκεσαν, κτείνειν.

4.11.53τότε Μαυρούσιοι μὲν, ὅσοι ἐκείνῃ ἐτετάχατο, ἐς φυγὴν ὥρμηντο, οἱ δὲ ξὺν τῷ Σολόμωνι κτείνουσι καμήλους ἀμφὶ διακοσίας, αὐτίκατε κύκλος, ἐπεὶ αἱ κάμηλοι ἔπεσον, ἐσβατὸς Ῥωμαίοις ἐγένετο.

4.11.54καὶ αὐτοὶ μὲν δρόμῳ ἐς τὸ τοῦ κύκλου μέσον ἐχώρουν, ἔνθα αἱ Μαυρουσίων γυναῖκες ἐκάθηντο · οἱ δὲ βάρβαροι ἐκπεπληγμένοι ἐς τὸ ὄρος, ὅπερ ἄγχιστα ἦν, ἀποχωροῦσι, φεύγοντάςτε αὐτοὺς ξὺν πάσῃ ἀκοσμίᾳ ἐπισπόμενοι Ῥωμαῖοι ἔκτεινον.

4.11.55καὶ λέγονται Μαυρουσίων μύριοι ἐν τούτῳ τῷ πόνῳ ἀποθανεῖν. γυναῖκέςτε πᾶσαι ξὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο.

4.11.56καὶ καμήλους οἱ στρατιῶται πάσας, ὅσας οὐκ ἔκτειναν, ἐληίσαντο. οὕτωτε Ῥωμαῖοι μὲν ξὺν πάσῃ τῇ λείᾳ ἐς Καρχηδόνα ᾔεσαν, τὴν ἐπινίκιον ἑορτὴν ἄγοντες.

4.12

4.12.1οἱ δὲ βάρβαροι χρώμενοι θυμῷ πανδημεὶ ἐπὶ Ῥωμαίους αὖθις, οὐδένα σφῶν ἀπολιπόντες, ἐστράτευσαν, καὶ καταθεῖν τὰ ἐν Βυζακίῳ χωρία ἤρξαντο, οὐδεμιᾶς ἡλικίας τῶν σφίσι παραπιπτόντων φειδόμενοι.

4.12.2ἄρτιτε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο. ἄρας οὖν κατὰ τάχος παντὶ τῷ στρατῷ ἐπ’αὐτοὺς ᾔει.

4.12.3γενόμενος δὲ ἐν Βουργάωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, ἡμέρας μέν τινας ἀντεκάθητο, ὅπως, ἐπειδὰν τάχιστα ἐν τῷ ὁμαλεῖ γένωνται οἱ Μαυρούσιοι, τῆς ξυμβολῆς ἄρχοι.

4.12.4ὡς δὲ ἐκεῖνοι ἐν τῷ ὄρει ἔμενον, διεῖπέτε ὡς ἐς μάχην καὶ διεκόσμει τὸ στράτευμα, οἱ δὲ Μαυρούσιοι ἐς μὲν τὸ πεδίον ἥκιστα Ῥωμαίοις τὸ λοιπὸν ἐς μάχην ἰέναι διενοοῦντο (ἤδη γὰρ αὐτοὺς ἄμαχόν τι δέος ἐσῄει), ἐν δὲ τῷ ὄρει ἤλπιζον ῥᾷον αὐτῶν περιέσεσθαι τῷ πολέμῳ.

4.12.5ἔστι δὲ τὸ ὄρος Βουργάων ἐπὶ πλεῖστον μὲν ἀπότομον καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον δεινῶς ἄβατον, τὰ δὲ πρὸς ἑσπέραν εὐέφοδόντε καὶ ὑπτίως ἔχον.

4.12.6καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω, στενὴν μὲν κομιδῆ, ἐς βάθος δέ τι ἄφατον κατατείνουσαν.

4.12.7οἱ δὲ βάρβαροι τὴν μὲν ἄκραν τοῦ ὄρους ἀπέλιπον ἀνδρῶν ἔρημον, οὐδὲν ἐνθένδε πολέμιον οἰόμενοι σφίσιν ἔσεσθαι · ὁμοίως δὲ καὶ τὸν ἀμφὶ τὸν πρόποδα χῶρον ἔλιπον, οὗ δὴ εὐπρόσοδος Βουργάων ἦν.

4.12.8κατὰ δὲ τὰ μέσα στρατοπεδευσάμενοι ἔμενον, ὅπως, ἢν οἱ πολέμιοι ἐπὶ σφᾶς ἀνιόντες μάχης ἄρξωσιν, αὐτοὶ ἤδη ὕπερθεν ἐκείνων γενόμενοι κατὰ κορυφὴν βάλλωσιν.

4.12.9ἦσαν δὲ αὐτοῖς ἐν τῷ ὄρει καὶ ἵπποι πολλοὶ ἐς φυγὴν παρεσκευασμένοι, ἐς τὴν δίωξιν, ἢν τῆς μάχης κρατήσωσι.

4.12.10Σολόμων δὲ, ἐπεὶ εἶδε τοὺς Μαυρουσίους οὐκέτι ἐν τῷ ὁμαλεῖ ἐθέλοντας διαμάχεσθαι, καὶ ἅμα τῇ προσεδρείᾳ τὸ Ῥωμαίων στράτευμα ἐν χωρίῳ ἐρήμῳ ἤχθετο, ἐς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐν Βουργάωνι ἠπείγετο.

4.12.11ἰδὼν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τῷ τῶν ἐναντίων ὁμίλῳ πολυπλασίῳ ἐν τῇ προτέρᾳ μάχῃ γεγενημένῳ, ξυγκαλέσας τὸ πλῆθος ἔλεξε τοιάδε Τὸ μὲν δέος, πρὸς ὑμᾶς οἱ πολέμιοι χρῶνται, οὐχ ἑτέρου του κατηγόρου δεῖται, ἀλλ’αὐτεπάγγελτον ἐξελήλεγκται τὴν οἴκοθεν ἐπαγόμενον μαρτυρίαν.

4.12.13ὁρᾶτε γὰρ δή που τοὺς ἐναντίους εἰς τόσας μὲν καὶ τόσας μυριάδας συνειλεγμένους, οὐ τολμῶντας δὲ ἡμῖν εἰς τὸ πεδίον καταβαίνοντας ξυμβαλεῖν, οὐ δὲ πιστεύειν ἐπὶ σφίσιν αὐτοῖς ἔχοντας, ἀλλ’εἰς τὴν τοῦ χωρίου τούτου δυσκολίαν καταφυγόντας.

4.12.14ὥστε ὑμῖν οὐ δέ τι ἐγκελεύεσθαι ἔν γε τῷ παρόντι ἐπάναγκες. οἷς γὰρ τὰ πράγματα καὶ τῶν πολεμίων ἀσθένεια τὸ θαρσεῖν δίδωσιν, οὐδὲν οἶμαι τῆς ἐκ τῶν λόγων ὠφελείας προσδεῖ.

4.12.15τοσοῦτον δὲ ὑπομνῆσαι ὑμᾶς δεήσει ὡς, ἢν μετὰ εὐψυχίας καὶ τήνδε τὴν ξυμβολὴν διενέγκωμεν, λελείψεται ἡμῖν, Βανδίλωντε νενικημένων καὶ Μαυρουσίων εἰς ταὐτὸ τύχης ἐληλακότων, τῶν Λιβύης ἀγαθῶν ἀπόνασθαι πάντων, οὐδὲν τι καὶ πολέμιον ἐννοεῖν ἔχουσιν.

4.12.16ὅπως δὲ μὴ κατὰ κορυφὴν ὑμᾶς οἱ πολέμιοι βάλλωσι, μη δέ τι ἐκ τοῦ χωρίου ἡμῖν γίγνοιτο βλάβος, ἐγὼ προνοήσω.

4.12.17τοσαῦτα παρακελευσάμενος Σολόμων, Θεόδωρον ἐκέλευεν, ὃς τῶν ἐξκουβιτώρων ἡγεῖτο (οὕτω γὰρ τοὺς φύλακας Ῥωμαῖοι καλοῦσι), πεζοὺς χιλίους ἐπαγαγόμενον ἀμφὶ δείλην ὀψίαν ἔχοντάτε καὶ τῶν σημείων τινὰ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον τοῦ Βουργάωνος λάθρα ἀναβῆναι, οὗ μάλιστα δύσοδόντε τὸ ὄρος καὶ σχεδόν τι ἀπόρευτον ἦν, ἐπιστείλας ὥστε, ἐπειδὰν ἄγχι ἐς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν, ἅματε ἡλίῳ ἀνίσχοντι καθύπερθεν φαινομένους τῶν πολεμίων καὶ τὰ σημεῖα ἐνδεικνυμένους βάλλειν.

4.12.18 δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπεὶ πόρρω ἦν τῶν νυκτῶν, διὰ τοῦ κρημνώδους ἐγγὺς τοῦ σκοπέλου ἀφικόμενοι μὴ ὅτι Μαυρουσίους, ἀλλὰ καὶ Ῥωμαίους ἅπαντας ἔλαθον ·

4.12.19ἐς προφυλακὴν γὰρ τῷ λόγῳ ἐστέλλοντο, μή τις ἔξωθεν ἐς τὸ στρατόπεδον κακουργήσων ἴοι · ὄρθρου δὲ βαθέος Σολόμων παντὶ τῷ στρατῷ κατὰ τοῦ Βουργάωνος τὰ ἔσχατα ἐπὶ τοὺς πολεμίους ἀνέβαινε.

4.12.20καὶ ἐπειδὴ πρωῒ ἐγεγόνει ἐγγύςτε οἱ πολέμιοι καθεωρῶντο, οὐκέτι γυμνὴν, ὥσπερ τὸ πρότερον, οἱ στρατιῶται τὴν τοῦ ὄρους ὑπερβολὴν ὁρῶντες, ἀλλὰ ἀνδρῶντε ἀνάπλεων καὶ σημεῖα Ῥωμαϊκὰ ἐνδεικνυμένων (ἤδη γὰρ καὶ ὑπέφαινέ τι ἡμέρας) διηποροῦντο.

4.12.21ἐπεὶ δὲ τῶν χειρῶν οἱ ἐν τῇ ἄκρᾳ ἦρχον, οἵτε Ῥωμαῖοι τὸ στράτευμα οἰκεῖον εἶναι καὶ οἱ βάρβαροι ἐν μέσῳ τῶν πολεμίων γεγονέναι ᾐσθάνοντο, βαλλόμενοι δὲ ἑκατέρωθεν, καὶ οὐ παρὸν σφίσι τοὺς πολεμίους ἀμύνεσθαι, ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, ἐς φυγὴν δὲ αὐτίκα ξύμπαντες ὥρμηντο.

4.12.22οὔτε δὲ ἐς τοῦ Βουργάωνος τὴν ὑπερβολὴν ἀναδραμεῖν ἔχοντες, πρὸς τῶν πολεμίων κατεχομένην, οὔτε ἐς τὸ ὁμαλὲς διὰ τοῦ πρόποδός πη ἰέναι, ἐνθένδε σφίσιν ἐπικειμένων τῶν ἐναντίων, ἔςτε τὴν νάπην καὶ ἐς τῶν σκοπέλων τὸν ἕτερον δρόμῳ πολλῷ ᾔεσαν, οἱ μὲν αὐτοῖς ἵπποις, οἱ δὲ καὶ πεζῇ.

4.12.23ἅτε δὲ ὅμιλος πολὺς ἐν φόβῳ καὶ θορύβῳ μεγάλῳ φεύγοντες, σφᾶςτε αὐτοὺς ἔκτεινον καὶ ἐς τὴν νάπην βαθεῖαν κομιδῆ οὖσαν ἐσπίπτοντες ἀεὶ οἱ πρῶτοι ἔθνησκον, τοῖς μέντοι ὄπισθεν ἰοῦσιν οὐ παρείχοντο τοῦ κακοῦ αἴσθησιν.

4.12.24ἐπεὶ δὲ τῶν τεθνεώτων ἵππωντε καὶ ἀνθρώπων νάπη ἔμπλεως γενομένη διάβασιν ἐκ τοῦ Βουργάωνος ἐς ὄρος ἐποίει τὸ ἕτερον, ἐνταῦθα ἐσώζοντο οἱ ὑπολειπόμενοι, διὰ τῶν σωμάτων τὴν πορείαν ποιούμενοι.

4.12.25ἀπέθανον δὲ ἐν τούτῳ τῷ πόνῳ Μαυρουσίων μὲν μυριάδες πέντε, ὡς αὐτῶν ἰσχυρίζοντο οἱ περιόντες, Ῥωμαίων δὲ τὸ παράπαν οὐδεὶς, οὐ μὴν οὐ δὲ πληγήν τινα ἔλαβεν πρὸς τῶν πολεμίων τύχης αὐτῷ ξυμβάσης τινὸς, ἀλλ’ἀκραιφνεῖς πάντες τῆς νίκης ἀπώναντο ταύτης.

4.12.26διέφυγον δὲ καὶ οἱ τῶν βαρβάρων ἡγούμενοι πάντες, πλήν γε δὴ ὅτι Ἐσδιλάσας πίστεις λαβὼν Ῥωμαίοις αὑτὸν ἐνεχείρισε.

4.12.27γυναικῶν μέντοι καὶ παίδων λείαν τοσαύτην τὸ πλῆθος Ῥωμαῖοι εἷλον ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον τοῖς ὠνεῖσθαι βουλομένοις ἀπέδοντο.

4.12.28καὶ τότε Μαυρουσίων τοὺς ὑπολειπομένους γυναικῶν τῶν σφετέρων τὸ λόγιον ἐσῄει, ὡς ἄρα τὸ γένος αὐτοῖς πρὸς ἀνδρὸς ἀγενείου ὀλεῖται.

4.12.29τὸ μὲν οὖν Ῥωμαίων στράτευμα ξύντε τῇ λείᾳ καὶ τῷ Ἐσδιλάσᾳ ἐς Καρχηδόνα ἐσήλαυνον, τῶν δὲ βαρβάρων ὅσοις μὴ ἀπολωλέναι ξυμβέβηκεν, ἐν Βυζακίῳ μὲν ἱδρῦσθαι ἀδύνατα ἐδόκει εἶναι, ὅπως μὴ ὀλίγοι ὄντες πρὸς Λιβύων τῶν σφίσιν ὁμόρων βιάζωνται, ξὺν δὲ ἄρχουσι τοῖς σφετέροις εἰς Νουμιδίαν ἀφικόμενοι ἱκέται γίνονται Ἰαύδα, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε.

4.12.30μόνοι δὲ Μαυρουσίων ἐν Βυζακίῳ διέμειναν ὧν ἡγεῖτο Ἀντάλας, ὃς δὴ ἐν τούτῳ τῷ χρόνῳ τὴν ἐς Ῥωμαίους πίστιν φυλάξας κακῶν ἀπαθὴς ξὺν τοῖς ὑπηκόοις τοῖς αὑτοῦ ἔμεινεν.

4.13

4.13.1ἐν δὲ ταῦτα ἐν Βυζακίῳ ἐγένετο, ἐν τούτῳ Ἰαύδας, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε, πλέον τρισμυρίους ἄνδρας μαχίμους ἐπαγόμενος ἐληίζετο τὰ ἐπὶ Νουμιδίας χωρία, ἠνδραπόδιζέτε τῶν Λιβύων πολλούς.

4.13.2ἐτύγχανε δὲ Ἀλθίας ἐν κεντουρίαις τῶν ἐκείνῃ φρουρίων φυλακὴν ἔχων, ὃς τῶν αἰχμαλώτων τινὰς ἀφελέσθαι τοὺς πολεμίους ἐν σπουδῇ ἔχων ξὺν Οὔννοις τοῖς αὐτῷ ἑπομένοις, ἑβδομήκοντα μάλιστα οὖσιν, ἔξω τοῦ φρουρίου ἐγένετο.

4.13.3λογισάμενόςτε ὡς οὐχ οἷόςτέ ἐστι πλήθει Μαυρουσίων τοσούτῳ ξὺν ἀνδράσιν ἑβδομήκοντα ἐς χεῖρας ἰέναι, στενοχωρίαν καταλαβεῖν τινα ἤθελεν, ὅπως ἂν δι’αὐτῆς ὁδῷ ἰόντων τῶν πολεμίων τῶν τινας αἰχμαλώτων ἀναρπάσαι δυνατὸς εἴη.

4.13.4καὶ (οὐ γάρ ἐστι τοιαύτη τις ἐνταῦθα ὁδὸς, ἐπεὶ πεδία ὕπτια πανταχῆ τῶν ἐκείνῃ χωρίων ἐστὶν) ἐπενόει τάδε.

4.13.5πόλις ἔστι που πλησίον Τίγισις ὄνομα, τότε μὲν ἀτείχιστος οὖσα, κρήνην δὲ μεγάλην τινὰ ἐν στενοχωρίᾳ πολλῇ ἔχουσα.

4.13.6ταύτην Ἀλθίας τὴν κρήνην καταλαβεῖν ἔγνω, λογισάμενος ὡς δίψῃ ἀναγκαζόμενοι ἐνταῦθά πως ἀφίξονται οἱ πολέμιοι · ἄλλο γὰρ ὕδωρ ἄγχιστά πη ὡς ἥκιστά ἐστι.

4.13.7πᾶσι μὲν οὖν τὸ τοῦ πλήθους ἐκλογιζομένοις παράλογον ἔδοξε μανιώδης αὐτοῦ ἔννοια εἶναι.

4.13.8οἱ δὲ Μαυρούσιοι κόπῳτε πολλῷ καὶ πνίγει μεγάλῳ θέρους ὥρᾳ ὡμιληκότες, δίψῃτε, ὡς τὸ εἰκὸς, ἀπ’αὐτοῦ μεγίστῃ ἐχόμενοι, παρὰ τὴν κρήνην δρόμῳ πολλῷ ἦλθον, οὐδὲν ἐναντίωμα ἐν νῷ ἔχοντες.

4.13.9ἐπειδὴ δὲ τὸ ὕδωρ πρὸς τῶν πολεμίων ἐχόμενον εὗρον, ἀπορούμενοι ξύμπαντες ἔστησαν, τοῦ πλείστου τῆς ἰσχύος ἤδη δαπανηθέντος σφίσι τῇ τοῦ ὕδατος ἐπιθυμίᾳ.

4.13.10διὸ δὴ Ἰαύδας τῷ Ἀλθίᾳ εἰς λόγους ἥκων τὸ τριτημόριόν οἱ δώσειν ὡμολόγει τῆς λείας, ἐφ’ δὴ Μαυρούσιοι πίωσιν ἅπαντες.

4.13.11 δὲ τὸν μὲν λόγον ἐνδέχεσθαι οὐδαμῇ ἤθελε, μονομαχεῖν δὲ πρὸς αὐτὸν ὑπὲρ τούτων ἠξίου.

4.13.12τοῦ δὲ Ἰαύδα ταύτην δὴ δεξαμένου τὴν πρόκλησιν, ξυνέκειτο ἡσσηθέντος, ἂν οὕτω τύχῃ, τοῦ Ἀλθία Μαυρουσίους πιεῖν.

4.13.13ἔχαιρέτε ἅπας τῶν Μαυρουσίων στρατὸς, εὐέλπιδες ὄντες, ἐπεὶ Ἀλθίας μὲν ἰσχνόςτε ἦν καὶ οὐ μέγας τὸ σῶμα, Ἰαύδας δὲ κάλλιστόςτε ἦν καὶ μαχιμώτατος Μαυρουσίων ἁπάντων.

4.13.14ἄμφω μὲν οὖν ἱππεῖς ἐτύγχανον ὄντες. δὲ Ἰαύδας τὸ δοράτιον ἠκόντισε πρῶτος, οὗπερ Ἀλθίας ἐπ’αὐτὸν ἰόντος χειρὶ λαβέσθαι τῇ δεξιᾷ παρὰ δόξαν ἰσχύσας Ἰαύδαντε καὶ τοὺς πολεμίους κατέπληξε.

4.13.15τῇ δὲ λαιᾷ χειρὶ τὸ τόξον ἐντείνας αὐτίκα, ἐπεὶ ἀμφιδέξιος ἦν, τὸν Ἰαύδα ἵππον βαλὼν ἔκτεινε.

4.13.16πεσόντοςτε αὐτοῦ ἵππον ἕτερον τῷ ἄρχοντι Μαυρούσιοι ἦγον, ἐφ’ὃν ἀναθορὼν Ἰαύδας εὐθὺς ἔφυγε · καί οἱ κόσμῳ οὐδενὶ τῶν Μαυρουσίων στρατὸς εἵπετο.

4.13.17τε Ἀλθίας τούςτε αἰχμαλώτους καὶ τὴν λείαν ἀφελόμενος ξύμπασαν ὄνομα μέγα ἐκ τοῦ ἔργου τούτου ἀνὰ πᾶσαν Λιβύην ἔσχε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

4.13.18Σολόμων δὲ ἐν Καρχηδόνι ὀλίγον τινὰ διατρίψας χρόνον, ἐπίτε ὄρος τὸ Αὐράσιον καὶ Ἰαύδαν ἐπῆγε τὸ στράτευμα, ἐπενεγκὼν αὐτῷ ὅτι, ἡνίκα Ῥωμαίων στρατὸς τὴν ἐν Βυζακίῳ ἀσχολίαν εἶχε, πολλὰ ἐληίσατο τῶν ἐν Νουμιδίᾳ χωρίων.

4.13.19καὶ ἦν δὲ οὕτως. ὥρμων δὲ Σολόμωνα ἐπὶ τὸν Ἰαύδαν Μαυρουσίων ἄρχοντες ἕτεροι, Μασσωνᾶςτε καὶ Ὀρταΐας, τῆς σφετέρας ἔχθρας ἕνεκα · Μασσωνᾶς μὲν, ὅτι οἱ τὸν πατέρα Μεφανίαν κηδεστὴς ὢν Ἰαύδας δόλῳ ἔκτεινεν, δὲ ἕτερος, ὅτι ξὺν τῷ Μαστίνᾳ, ὃς τῶν ἐν Μαυριτανίᾳ βαρβάρων ἡγεῖτο, ἐξελάσαι αὐτόντε καὶ Μαυρουσίους, ὧν ἦρχεν, ἐκ τῆς χώρας ἐβούλευσεν, ἔνθα δὴ ἐκ παλαιοῦ ᾤκηντο.

4.13.20 μὲν οὖν Ῥωμαίων στρατὸς, ἡγουμένου αὐτοῖς Σολόμωνος, καὶ Μαυρουσίων ὅσοι σφίσιν ἐς ξυμμαχίαν ἦλθον, ἐστρατοπεδεύσαντο ἐς ποταμὸν Ἀβίγαν, ὃς τὸ Αὐράσιον παραρρέων ἀρδεύει τὰ ἐκείνῃ χωρία.

4.13.21τῷ δὲ Ἰαύδᾳ ἐς μὲν τὸ πεδίον τοῖς πολεμίοις ἀντιτάξασθαι ἀξύμφορον εἶναι ἐφαίνετο, τὰ δὲ ἐν Αὐρασίῳ ἐξηρτύετο ὅπη οἱ ἐδόκει τοῖς ἐπιοῦσιν ὡς δυσκολώτατα ἔσεσθαι.

4.13.22τοῦτο δὲ τὸ ὄρος ἡμερῶν μὲν ὁδῷ δέκα καὶ τριῶν μάλιστα Καρχηδόνος διέχει, μέγιστον δὲ ἁπάντων ἐστὶν ὧν ἡμεῖς ἴσμεν.

4.13.23ἡμερῶν γὰρ τριῶν ἐνταῦθα εὐζώνῳ ἀνδρὶ περίοδός ἐστι. καὶ τῷ μὲν ἐς αὐτὸ ἰέναι βουλομένῳ δύσοδόντέ ἐστι καὶ δεινῶς ἄγριον, ἄνω δὲ ἥκοντι καὶ ἐν τῷ ὁμαλεῖ γενομένῳ πεδίατε φαίνεται καὶ κρῆναι πολλαὶ ποταμούςτε ποιοῦσαι καὶ παραδείσων πολύ τι χρῆμα θαυμάσιον οἷον.

4.13.24καὶ τε σῖτος, ὃς ἐνταῦθα φύεται, τε ὀπώρα ἑκάστη διπλασία τὸ μέγεθός ἐστιν ἐν τῇ ἄλλῃ ἁπάσῃ Λιβύῃ γίνεσθαι πέφυκεν.

4.13.25ἔστι δὲ καὶ φρούρια ἐνταῦθά πη ἀπημελημένα, τῷ μὴ δοκεῖν ἀναγκαῖα τοῖς ταύτῃ ᾠκημένοις εἶναι.

4.13.26ἐξ ὅτου γὰρ τὸ Αὐράσιον Μαυρούσιοι Βανδίλους ἀφείλοντο, οὐδείς πω ἐς αὐτὸ πολέμιος ἦλθεν οὐ δὲ ἐς δέος τοὺς βαρβάρους κατέστησεν, ἀλλὰ καὶ πόλιν Ταμούγαδιν, πρὸς τῷ ὄρει ἐν ἀρχῇ τοῦ πεδίου πρὸς ἀνίσχοντα ἥλιον πολυάνθρωπος οὖσα ᾤκητο, ἔρημον ἀνθρώπων οἱ Μαυρούσιοι ποιησάμενοι ἐς ἔδαφος καθεῖλον, ὅπως μὴ ἐνταῦθα δυνατὰ ἐνστρατοπεδεύσασθαι τοῖς πολεμίοις, ἀλλὰ μη δὲ κατὰ πρόφασιν τῆς πόλεως ἄγχι ἐς τὸ ὄρος ἰέναι.

4.13.27εἶχον δὲ οἱ ταύτῃ Μαυρούσιοι καὶ τὴν πρὸς ἑσπέραν τοῦ Αὐρασίου χώραν, πολλήντε καὶ ἀγαθὴν οὖσαν.

4.13.28καὶ τούτων ἐπέκεινα Μαυρουσίων ἔθνη ἕτερα ᾤκηντο, ὧν ἦρχεν Ὀρταΐας, ὃς Σολόμωνίτε καὶ Ῥωμαίοις, ὡς ἕμπροσθεν ἐρρήθη, ξύμμαχος ἦλθε.

4.13.29τούτου τοῦ ἀνθρώπου ἐγὼ λέγοντος ἤκουσα ὡς ὑπὲρ τὴν χώραν, ἧς αὐτὸς ἄρχοι, οὐδένες ἀνθρώπων οἰκοῦσιν, ἀλλὰ γῆ ἔρημος ἐπὶ πλεῖστον διήκει, ταύτηςτε ἐπέκεινα ἄνθρωποί εἰσιν οὐχ ὥσπερ οἱ Μαυρούσιοι μελανόχροοι, ἀλλὰ λευκοίτε λίαν τὰ σώματα καὶ τὰς κόμας ξανθοί. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.

4.13.30Σολόμων δὲ Μαυρουσίωντε τοὺς ξυμμάχους δωρησάμενος χρήμασι μεγάλοις καὶ πολλὰ παρακελευσάμενος παντὶ τῷ στρατῷ ἐς ὄρος τὸ Αὐράσιον ὡς ἐς μάχην διατεταγμένος ἀνέβαινεν, οἰόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τοῖςτε πολεμίοις διὰ μάχης ἰέναι καὶ ἀπ’αὐτῶν διακρίνεσθαι, ὅπη ἂν βουλομένῃ τῇ τύχῃ.

4.13.31οὐ γὰρ οὖν οὐ δὲ τροφὰς, ὅτι μὴ ὀλίγας, σφίσιτε καὶ τοῖς ἵπποις τοῖς σφετέροις οἱ στρατιῶται ἐπήγοντο.

4.13.32πορευθέντες δὲ ἐν δυσχωρίᾳ πολλῇ πεντήκοντα μάλιστα σταδίους ηὐλίσαντο.

4.13.33τοσαύτηντε ὁδὸν ἐς ἡμέραν ἑκάστην ἀνύοντες ἑβδομαῖοι ἀφικνοῦνται ἐς χῶρον, ἔνθα φρούριόντε παλαιὸν ἦν καὶ ποταμός τις ἀένναος. ὄρος Ἀσπίδος τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Λατῖνοι τὸν χῶρον.

4.13.34ἐνταῦθα σφίσι στρατοπεδεύεσθαι ἠγγέλλοντο οἱ πολέμιοι, καὶ ἐπειδὴ ἐν τῷ χωρίῳ τούτῳ ἐγένοντο πολέμιόντε οὐδὲν ἀπήντα, στρατοπεδευσάμενοι καὶ ὡς ἐς μάχην παρασκευασάμενοι αὐτοῦ ἔμενον, ἡμερῶντε αὐτοῖς ἐνταῦθα τριῶν χρόνος ἐτρίβη.

4.13.35ὡς δὲ οἵτε πολέμιοι τὸ παράπαν σφίσιν ἐκποδὼν ἵσταντο καὶ τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐνθύμιον Σολόμωνίτε καὶ τῇ στρατιᾷ πάσῃ ἐγένετο, ὡς ἄρα τις πρὸς Μαυρουσίων τῶν ξυμμάχων ἐπιβουλὴ ἐς αὐτοὺς γίνοιτο ·

4.13.36οἵ γε, καίπερ οὐκ ἀμελετήτως τῆς ἐν Αὐρασίῳ πορείας ἔχοντες, ἐπιστάμενοίτε, ὡς τὸ εἰκὸς, ὅσα τοῖς πολεμίοις βεβουλευμένα ἐτύγχανεν, ἐς ἑκάστην μὲν αὐτοῖς ἡμέραν λάθρα ἐπειγόμενοι, ὥσπερ ἐλέγετο, πολλάκις δὲ καὶ κατασκοπῆς ἕνεκα ἐς αὐτοὺς πρὸς Ῥωμαίων σταλέντες, οὐδὲν ἀγγεῖλαι ὑγιὲς ἔγνωσαν, ὅπως δὴ μὴ προμαθόντες τροφάςτε σφίσιν ἐς χρόνον πλείω ἔχοντες ἐς ὄρος τὸ Αὐράσιον ἀναβαίνοιεν καὶ τὰ ἄλλα παρασκευάσαιντο ὅπη ἄριστα ἔσεσθαι ἔμελλεν.

4.13.37ὅλως δὲ ἐνέδραν σφίσι πρὸς ἀνδρῶν ξυμμάχων γεγενῆσθαι ὑποτοπήσαντες ἐς δέος ἦλθον, λογιζόμενοι ὡς ἄπιστοι λέγονται εἶναι Μαυρούσιοι φύσει, ἄλλωςτε ἡνίκα Ῥωμαίοις ἄλλοις τισὶ ξυμμαχοῦντες ἐπὶ Μαυρουσίους στρατεύονται.

4.13.38ὧν δὴ ἐνθυμηθέντες, ἅμα δὲ καὶ λιμῷ πιεζόμενοι, ἐνθένδετε κατὰ τάχος ἀναχωροῦσιν ἄπρακτοι καὶ ἐς τὸ πεδίον ἀφικόμενοι χαράκωμα ἐποιήσαντο.

4.13.39μετὰ δὲ Σολόμων τοῦ στρατοῦ μοῖράν τινα φυλακῆς ἕνεκα ἐν Νουμιδίᾳ καταστησάμενος (χειμὼν γὰρ ἤδη ἦν) ξὺν τοῖς ἐπιλοίποις ἐς Καρχηδόνα ᾔει.

4.13.40ἔνθα δὴ ἕκαστα διεῖπέτε καὶ διεκόσμει, ὅπως ἅμα ἦρι ἀρχομένῳ πλείονι παρασκευῇ καὶ, ἢν δύνηται, ξυμμάχων Μαυρουσίων ἐκτὸς ἐπὶ τὸ Αὐράσιον αὖθις στρατεύοι.

4.13.41ἅμα δὲ καὶ στρατηγούςτε καὶ στρατιὰν ἄλλην καὶ νηῶν στόλον ἐπὶ Μαυρουσίους ἐξηρτύετο, οἳ ἐν Σαρδοῖ τῇ νήσῳ ἵδρυνται ·

4.13.42αὕτη γὰρ νῆσος μεγάλη μέν ἐστι καὶ ἄλλως εὐδαίμων, ἐς τὰς δύο μάλιστα τῆς Σικελίας κατατείνουσα μοίρας (ἡμερῶν γὰρ ὁδὸν εἴκοσιν εὐζώνῳ ἀνδρὶ τὸ τῆς γῆς περίμετρον ἔχει), Ῥώμηςτε καὶ Καρχηδόνος ἐν μέσῳ κειμένη πρὸς Μαυρουσίων τῶν ταύτῃ ᾠκημένων πιέζεται.

4.13.43Βανδίλοι γὰρ τὸ παλαιὸν ἐς τούτους τοὺς βαρβάρους ὀργῇ χρώμενοι ὀλίγους δή τινας σὺν ταῖς γυναιξὶν ἐς Σαρδὼ πέμψαντες ἐνταῦθα εἷρξαν.

4.13.44χρόνου δὲ προϊόντος τὰ ὄρη καταλαμβάνουσιν, Καρανάλεως ἐγγύς πού ἐστι, τὰ μὲν πρῶτα λῃστείας ἐκ τοῦ ἀφανοῦς ἐς τοὺς περιοίκους ποιούμενοι, ἐπεὶ δὲ οὐχ ἧσσον ἐγένοντο τρισχίλιοι, καὶ ἐς τοὐμφανὲς καταθέοντες, λανθάνειντε ἥκιστα ἀξιοῦντες ἅπαντα ἐληίζοντο τὰ ἐκείνῃ χωρία, Βαρβαρικῖνοι πρὸς τῶν ἐπιχωρίων καλούμενοι.

4.13.45ἐπὶ τούτους δὴ τοὺς Μαυρουσίους Σολόμων ἐν τούτῳ τῷ χειμῶνι τὸν στόλον ἡτοίμαζε. ταῦτα μὲν οὖν ἐν Λιβύῃ ἐφέρετο τῇδε.

4.14

4.14.1ἐν δὲ Ἰταλίᾳ κατὰ τοὺς χρόνους τοὺς αὐτοὺς τάδε γενέσθαι τετύχηκε. Βελισάριος ἐπὶ Θευδᾶτόντε καὶ τὸ Γότθων ἔθνος πρὸς Ἰουστινιανοῦ βασιλέως ἐστέλλετο, καταπλεύσας δὲ ἐς Σικελίαν ταύτην δὴ τὴν νῆσον πόνῳ οὐδενὶ ἔσχεν.

4.14.2ὅντινα δὲ τρόπον, ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται, ὅτε με λόγος ἐς τῶν Ἰταλικῶν πραγμάτων τὴν ἱστορίαν ἄγει.

4.14.3νῦν γάρ μοι οὐκ ἄπο τρόπου ἔδοξεν εἶναι ξύμπαντα ἀναγραψάμενον τὰ ἐν Λιβύῃ ξυνενεχθέντα οὕτω δὴ ἐπὶ τὸν λόγον τὸν ἀμφὶ Ἰταλίαντε καὶ Γότθους ἰέναι.

4.14.4τὸν μὲν οὖν χειμῶνα τοῦτον Βελισάριος μὲν ἐν Συρακούσαις, Σολόμων δὲ ἐν Καρχηδόνι διέτριψε.

4.14.5καὶ τέρας ἐν τῷδε τῷ ἔτει ξυνηνέχθη γενέσθαι δεινότατον. γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην, ὥσπερ σελήνη, ἐς τοῦτον δὴ τὸν ἐνιαυτὸν ἅπαντα ἠφίει, ἐκλείποντίτε ἐπὶ πλεῖστον ἐῴκει, τὴν ἀμαρυγὴν τὴν αὑτοῦ οὐ καθαρὰν οὐ δὲ ᾗπερ εἰώθει ποιούμενος.

4.14.6ἐξ οὗτε ξυμβῆναι τοῦτο τετύχηκεν, οὔτε πόλεμος οὔτε λοιμὸς οὔτε τι ἄλλο ἐς θάνατον φέρον τοὺς ἀνθρώπους ἀπέλιπε. χρόνος δὲ ἦν, ὅτε δέκατον ἔτος Ἰουστινιανὸς τὴν βασιλείαν εἶχεν.

4.14.7ἅμα δὲ ἦρι ἀρχομένῳ, ὅτε οἱ Χριστιανοὶ ἑορτὴν ἦγον, ἣν δὴ Πασχαλίαν καλοῦσι, στρατιώταις στάσις ἐν Λιβύῃ ἐνέπεσεν. ὅπωςτε ἐφύη καὶ ἐς τι ἐτελεύτησεν, ἐρῶν ἔρχομαι.

4.14.8ἐπειδὴ Βανδίλοι ἡσσήθησαν τῇ μάχῃ, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, οἱ Ῥωμαίων στρατιῶται τὰς αὐτῶν παῖδάςτε καὶ γυναῖκας ἐν γαμετῶν ἐποιήσαντο λόγῳ.

4.14.9 δὲ αὐτῶν ἑκάστη τὸν ἄνδρα ἐνῆγε τῶν χωρίων τῆς κτήσεως μεταποιεῖσθαι, ὧν αὐτὴ πρότερον κυρία ἐτύγχανεν οὖσα, οὐχ ὅσιον λέγουσα εἶναι, εἰ Βανδίλοις μὲν ξυνοικοῦσαι τούτων ἀπώναντο, τοῖς δὲ αὐτοὺς νενικηκόσιν ἐς γάμον ἐλθοῦσαι οὕτω δὴ τῶν σφίσιν ὑπαρχόντων στερήσονται.

4.14.10ταῦτα δὲ οἱ στρατιῶται ἐν νῷ ἔχοντες Σολόμωνι εἴκειν οὐκ ᾤοντο χρῆναι τὰ Βανδίλων χωρία ἔςτε τὸ δημόσιον καὶ ἐς τὸν βασιλέως οἶκον ἐθέλοντι ἀναγράψασθαι, φάσκοντίτε ὡς τὰ μὲν ἀνδράποδα καὶ τὰ ἄλλα πάντα χρήματα τοῖς στρατιώταις ἐς λάφυρα ἰέναι οὐκ ἀπεικὸς εἶναι, γῆν μέντοι αὐτὴν βασιλεῖτε καὶ τῇ Ῥωμαίων ἀρχῇ προσήκειν, ἥπερ αὐτοὺς ἐξέθρεψέτε καὶ στρατιώτας καλεῖσθαίτε καὶ εἶναι πεποίηκεν, οὐκ ἐφ’ σφίσιν αὐτοῖς τὰ χωρία κεκτήσονται, ὅσα ἂν βαρβάρους ἐπιβατεύοντας τῆς Ῥωμαίων βασιλείας ἀφέλοιντο, ἀλλ’ἐφ’ ἐς τὸ δημόσιον ταῦτα ἰέναι, ὅθεν σφίσιτε ξυμβαίνει καὶ τοῖς ἄλλοις ἅπασι τὰς σιτήσεις κομίζεσθαι.

4.14.11αὕτη μὲν τῆς στάσεως αἰτία ξυνέπεσε μία. καὶ ἑτέραν δέ τινα ξυνηνέχθη γενέσθαι τοιάνδε, οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἅπαντα ξυνταράξαι τὰ ἐν Λιβύῃ πράγματα ἴσχυσεν.

4.14.12ἐν τῷ Ῥωμαίων στρατοπέδῳ τῆς Ἀρείου δόξης οὐχ ἧσσον χιλίους στρατιώτας εἶναι ξυνέπεσεν · ὧν δὴ οἱ πολλοὶ βάρβαροι ἦσαν καὶ αὐτῶν τινες ἐκ τοῦ Ἐρούλων ἔθνους.

4.14.13τούτους δὴ οἱ τῶν Βανδίλων ἱερεῖς ἐς τὴν στάσιν τὰ μάλιστα ὥρμων. οὐ γὰρ σφίσιν ἦν δυνατὰ τῷ θεῷ ἐξοσιοῦσθαι τὰ εἰωθότα, ἀλλὰ ἀπεκέκλειντο καὶ μυστηρίων καὶ ἱερῶν ἁπάντων.

4.14.14οὐ γὰρ εἴα βασιλεὺς Ἰουστινιανὸς ἄνδρα Χριστιανὸν οὐ μεταλαχόντα δόξης ὀρθῆς βαπτίσματι ἄλλῳ τῳ μυστηρίῳ χρῆσθαι.

4.14.15μάλιστα δὲ αὐτοὺς Πασχαλία ἑορτὴ ξυνετάραξε, καθ’ἣν οὐχ οἷοίτε ἐγίνοντο τὰ σφέτερα αὐτῶν παιδία τῷ θείῳ βαπτίζειν λουτρῷ, ἄλλο τι ἐργάζεσθαι ἐς ταύτην δὴ τὴν ἑορτὴν ἄγον.

4.14.16ὥσπερ δὲ οὐχ ἱκανὰ ταῦτα τῷ δαιμονίῳ διαφθεῖραι τὰ Ῥωμαίων πράγματα ἐν σπουδῇ ἔχοντι, ξυνέπεσέ τι καὶ ἄλλο τοῖς τὴν στάσιν μελετῶσιν ἐφόδιον.

4.14.17τοὺς γὰρ Βανδίλους, οὓς Βελισάριος ἐς Βυζάντιον ἤνεγκε, κατεστήσατο βασιλεὺς ἐς καταλόγους ἱππικοὺς πέντε, ὅπως ἐν πόλεσι ταῖς ἑῴαις τὸν ἅπαντα ἱδρύσωνται χρόνον · οὓς καὶ Ἰουστινιανοὺς Βανδίλους καλέσας ἐκέλευσε ξὺν ναυσὶν ἐς τὴν ἕω κομίζεσθαι.

4.14.18τούτων δὴ τῶν Βανδίλων στρατιωτῶν οἱ μὲν πλεῖστοι ἐς τὴν ἕω ἀφίκοντο καὶ τοὺς καταλόγους πληροῦντες, ἐς οὓς διατετάχαται, ἄχρι τοῦδε ἐπὶ Πέρσας στρατεύονται · οἱ δὲ ἄλλοι, ἀμφὶ τετρακοσίους ὄντες, ἐπεὶ ἐν Λέσβῳ ἐγένοντο, κεκολπωμένων σφίσι τῶν ἱστίων τοὺς ναύτας βιασάμενοι Πελοποννήσῳ προσέσχον.

4.14.19ἐνθένδετε ἀπάραντες ἐς Λιβύην κατέπλευσαν ἐν χωρίῳ ἐρήμῳ, οὗ δὴ τὰς ναῦς ἀπολιπόντες καὶ συσκευασάμενοι ἐς τὸ ὄρος τὸ Αὐράσιον καὶ ἐς Μαυριτανίαν ἀνέβησαν.

4.14.20οἷς δὴ ἐπηρμένοι οἱ στρατιῶται, οἷς ἦν ἐν ἐπιμελείᾳ στάσις, ἔτι μᾶλλον ξυνίσταντο ἐν σφίσιν αὐτοῖς.

4.14.21καὶ λόγοιτε πολλοὶ περὶ τούτου καὶ ὅρκοι ἤδη ἐν τῷ στρατοπέδῳ ἐγίνοντο. ἐπειδήτε τὴν ἑορτὴν ἄγειν ἔμελλον, ἀχθόμενοι τῇ κωλύμῃ τῶν ἱερῶν οἱ Ἀρειανοὶ σφόδρα ἐνέκειντο.

4.14.22ἔδοξέτε αὐτῶν τοῖς κορυφαίοις ἐν τῷ ἱερῷ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ, ἣν μεγάλην καλοῦσι, Σολόμωνα κτεῖναι.

4.14.23καὶ ἔλαθόν γε οὐδενὸς τοῦτο δὴ ἐξενεγκόντος τὸ βούλευμα. ἅτε γὰρ πολλῶν ὄντων τῶν τὰ δεινὰ βουλευομένων λόγος περιφερόμενος ἐς δυσμενῆ οὐδένα ἐξέπιπτε, ταύτῃτε λανθάνειν ἐξίσχυσαν, ἐπεὶ καὶ Σολόμωνος οἱ πολλοὶ δορυφόροιτε καὶ ὑπασπισταὶ καὶ τῶν οἰκετῶν οἱ πλεῖστοι ἐς ταύτην δὴ τὴν στάσιν ξυνετετάχατο τῇ τῶν χωρίων ἐπιθυμίᾳ.

4.14.24ἡμέρας δὲ ἤδη τῆς κυρίας παρούσης Σολόμων μὲν ἐν τῷ ἱερῷ ἐκάθητο, μακρὰν τῶν αὑτοῦ ἀπολελειμμένος κακῶν.

4.14.25ἐσελθόντες δὲ οἷς τὸν ἄνδρα τοῦτον κτεῖναι ἐδέδοκτο, νεύμασίτε ἀλλήλοις ἐγκελευσάμενοι, τῶν ξιφῶν ἥπτοντο, ἔδρασαν μέντοι οὐδὲν, τὰ τελούμενα τηνικαῦτα ἐν τῷ ἱερῷ αἰσχυνόμενοι, διὰ τὴν τοῦ στρατηγοῦ δόξαν ἐρυθριῶντες, καί τι θεῖον αὐτοὺς διεκώλυσεν.

4.14.26ἐπειδὴ δὲ τάτε ἱερὰ ἐκείνῃ τῇ ἡμέρᾳ ἤσκητο ἤδη καὶ οἴκαδε ἐκομίζοντο ἕκαστοι, ἀλλήλους ᾐτιῶντο οἱ στασιῶται ἅτε μαλθακοὺς οὐκ ἐν δέοντι γεγενημένους, καὶ αὖθις ἀπετίθεντο ἐς τὴν ἐπιοῦσαν τὸ βούλευμα.

4.14.27ὁμοίως δὲ καὶ τῇ ὑστεραίᾳ διαγεγονότες ἄπρακτοι ἐκ τοῦ ἱεροῦ ἀνεχώρησαν, ἔςτε τὴν ἀγορὰν ἐλθόντες ἀλλήλοις ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, αὐτόςτε ἕκαστος μαλθακόντε τὸν πέλας καὶ τῆς ἑταιρίας διαλυτὴν ἀποκαλῶν τὴν ἐς Σολόμωνα αἰδῶ ὀνειδίζειν οὐκ ἀπηξίου.

4.14.28διὸ δὴ οὐκέτι ἀκίνδυνον σφίσιν ᾤοντο ἔσεσθαι τὴν ἐν Καρχηδόνι διατριβὴν ἅτε ἐς τὸ πᾶν ἐξενεγκόντες τὸ βούλευμα.

4.14.29οἱ μὲν οὖν πολλοὶ τῆς πόλεως ἔξω κατὰ τάχος γενόμενοι τάτε χωρία ἐληίζοντο καὶ Λίβυσιν οἷς ἂν ἐντύχοιεν ὡς πολεμίοις ἐχρῶντο · οἱ δὲ ἄλλοι ἐν τῇ πόλει διαμείναντες οὐ παρεῖχον αἴσθησιν ἧς εἶχον αὐτοὶ γνώμης, ἀλλ’ἀγνοεῖν τὰ βεβουλευμένα προσεποιοῦντο.

4.14.30Σολόμων δὲ ἀκούσας ὅσα πρὸς τῶν στρατιωτῶν ἐν τῇ χώρᾳ ἐπράσσετο, ἐς θόρυβόντε πολὺν ἐμπεσὼν τοῖς ἐν τῇ πόλει ἐγκελευόμενος οὐκ ἀνίει ἐς εὔνοιαν τὴν βασιλέως παρακαλῶν.

4.14.31οἱ δὲ κατ’ἀρχὰς μὲν ἐνδέχεσθαι τοὺς λόγους ἐδόκουν, ἡμέρᾳ δὲ τῇ πέμπτῃ, ἐπεὶ τοὺς ἐξεληλυθότας ἐν βεβαίῳ τυραννεῖν ἤκουσαν, ἐς τὸν ἱππόδρομον ξυλλεγέντες ἔςτε Σολόμωνα καὶ τοὺς ἄλλους ἄρχοντας ἀνέδην ὕβριζον.

4.14.32ἔνθα δὴ πρὸς Σολόμωνος σταλεὶς Θεόδωρος Καππαδόκης παρηγορεῖντε καὶ τιθασσεύειν αὐτοὺς ἐνεχείρει, οὐδέν τι ἐπαΐοντας τῶν λεγομένων.

4.14.33ἦν δέ τις Θεοδώρῳ τούτῳ δυσμένειάτε καὶ ἐπιβουλῆς ὑποψία ἐς Σολόμωνα.

4.14.34διὸ δὴ οἱ στασιῶται στρατηγόντε αὐτὸν σφίσιν αὐτίκα τῇ βοῇ ἐψηφίσαντο, καὶ ξὺν αὐτῷ σιδηροφοροῦντες καὶ θορύβῳ πολλῷ χρώμενοι ἐς τὸ Παλάτιον κατὰ τάχος ἧκον.

4.14.35ἔνθα δὴ Θεόδωρον μὲν ἕτερον, ὃς τῶν φυλάκων ἡγεῖτο, κτείνουσιν, ἄνδρα τῆςτε ἄλλης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντα καὶ διαφερόντως ἀγαθὸν τὰ πολέμια.

4.14.36ἐπεὶ δὲ τοῦ φόνου τούτου ἐγεύσαντο, ἅπαντα ἤδη τὸν ἐν ποσὶν ἔκτεινον, εἴτε Λίβυν εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον εἴτε χρήματα ἐν χερσὶν ἔχοντα, ἐνθένδετε ἐς τὸ ληίζεσθαι ἀπεχώρησαν, ἀναβαίνοντες δὲ ἐς τὰς οἰκίας, ἔνθα δὴ μὴ στρατιῶται ἠμύνοντο, ἅπαντα τὰ τιμιώτατα ἥρπαζον, ἄχρι νύξτε ἐπιγενομένη καὶ μέθη τὸν πόνον διαδεξαμένη κατέπαυσε.

4.14.37Σολόμων δὲ ἐς τὸ ἱερὸν, ἐστι μέγα ἐν Παλατίῳ, καταφυγὼν ἔλαθεν, ἔνθα δὴ καὶ Μαρτῖνος αὐτῷ ἀμφὶ δείλην ὀψίαν ἦλθεν.

4.14.38ἐπεὶ δὲ οἱ στασιῶται πάντες ἐκάθευδον, ἐξελθόντες ἐκ τοῦ ἱεροῦ ἐς τὴν Θεοδώρου τοῦ ἐκ Καππαδοκίας οἰκίαν ἦλθον, ὃς αὐτοὺς δειπνῆσαίτε οὔ τι προθυμουμένους ἠνάγκασε, καὶ ἐς τὸν λιμένα διακομίσας ἐς λέμβον νεὼς δή τινος ἐσεκόμισεν, ὃς δὴ ἐνταῦθα Μαρτίνῳ παρεσκευασμένος ἐτύγχανεν.

4.14.39εἵποντο δὲ Προκόπιόςτε, ὃς τάδε ξυνέγραψε, καὶ τῆς Σολόμωνος οἰκίας ἄνδρες πέντε μάλιστα.

4.14.40σταδίουςτε τριακοσίους ἀνύσαντες ἀφίκοντο ἐς Μισούαν τὸ Καρχηδονίων ἐπίνειον, καὶ ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, αὐτίκα Σολόμων ἐκέλευε Μαρτῖνον ἐς Νουμιδίαν παρὰ Βαλεριανόντε καὶ τῶν ξυναρχόντων τοὺς ἄλλους ἰέναι, πειρᾶσθαίτε, εἴ πως δύναιτο αὐτῶν ἕκαστος τῶν τινας γνωρίμων στρατιωτῶν χρήμασιν τρόπῳ ἑτέρῳ τῳ ὑπελθὼν ἐς εὔνοιαν τὴν βασιλέως μεταγαγεῖν.

4.14.41καὶ πρὸς Θεόδωρον γράμματα ἔπεμπε, Καρχηδόνοςτε ἐπιστέλλων ἐπιμελεῖσθαι καὶ τὰ ἄλλα διέπειν ὅπη ἂν αὐτῷ δοκῇ δυνατὰ εἶναι, αὐτὸς δὲ ξὺν Προκοπίῳ παρὰ Βελισάριον ἐς Συρακούσας ἀφίκετο.

4.14.42ἅπαντάτε αὐτῷ ἀγγείλας, ὅσα ἐν Λιβύῃ γενέσθαι ξυνέπεσεν, ἐδεῖτο κατὰ τάχος ἰέναιτε ἐς Καρχηδόνα καὶ βασιλεῖ ἀμῦναι πάσχοντι πρὸς στρατιωτῶν τῶν αὐτοῦ τὰ ἀνόσια. καὶ Σολόμων μὲν ταῦτα ἐποίει.

4.15

4.15.1οἱ δὲ στασιῶται τὰ ἐν Καρχηδόνι ἅπαντα ληισάμενοι ἔςτε τὸ Βούλλης ξυλλεγέντες πεδίον Στότζαν, τῶν Μαρτίνου δορυφόρων ἕνα, τύραννον σφίσιν εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ’ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης πάσης κρατήσουσιν.

4.15.2 δὲ ἅπαν ἐξοπλίσας τὸ στράτευμα, ἐς ὀκτακισχιλίους μάλιστα ξυνιὸν, ἐπὶ Καρχηδόνα ἐπῆγεν, ὡς τὴν πόλιν αὐτίκα δὴ μάλα παραστησόμενος οὐδενὶ πόνῳ.

4.15.3ἔπεμπε δὲ καὶ ἐς Βανδίλους τούςτε ἐκ Βυζαντίου σὺν ταῖς ναυσὶν ἀποδράντας καὶ ὅσοι οὐχ εἵποντο Βελισαρίῳ τὸ ἐξ ἀρχῆς, διαλαθόντες, ὅτι οἱ Βανδίλους τηνικαῦτα παραπέμποντες ἐν λόγῳ αὐτοὺς οὐδενὶ ἐποιήσαντο.

4.15.4ἦσαν δὲ οὐχ ἧσσον χίλιοι, οἳ οὐκ ἐς μακρὰν τῷ Στότζᾳ ἐς τὸ στρατόπεδον ξὺν προθυμίᾳ ἦλθον. ἀφίκετο δέ οἱ καὶ δούλων πολύς τις ὅμιλος.

4.15.5καὶ ἐπειδὴ ἐγένοντο Καρχηδόνος ἐγγὺς, ἔπεμψεν Στότζας, κελεύων οἱ ὡς τάχιστα παραδοῦναι τὴν πόλιν, ἐφ’ κακῶν ἀπαθεῖς μείνωσιν.

4.15.6οἱ δὲ ἐν Καρχηδόνι καὶ Θεόδωρος, πρὸς ταῦτα ἄντικρυς ἀπειπόντες, βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν.

4.15.7πέμψαντέςτε παρ’αὐτὸν Ἰωσήφιον, τῶντε βασιλέως φυλάκων γραμματέα οὐκ ἀφανῆ γεγονότα καὶ τῆς Βελισαρίου οἰκίας ὄντα, κατὰ χρείαν δέ τινα πρὸς αὐτοὺς ἐς Καρχηδόνα ἔναγχος ἐσταλμένον, ἠξίουν μὴ σφᾶς περαιτέρω βιάζεσθαι.

4.15.8Στότζας δὲ, ἐπεὶ ταῦτα ἤκουσεν, Ἰωσήφιόντε αὐτίκα ἔκτεινε καὶ ἐς πολιορκίαν καθίστατο. κατορρωδήσαντέςτε οἱ ἐν τῇ πόλει τὸν κίνδυνον, σφᾶςτε αὐτοὺς καὶ Καρχηδόνα Στότζᾳ ἐγχειρίσαι ὁμολογίᾳ διενοοῦντο. τὸ μὲν οὖν Λιβύης στρατόπεδον ἐφέρετο τῇδε.

4.15.9Βελισάριος δὲ, ἄνδρας ἀπολέξας τῶν αὑτοῦ δορυφόρωντε καὶ ὑπασπιστῶν ἑκατὸν καὶ Σολόμωνα ἐπαγόμενος, μιᾷ νηὶ ἐς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφὰς, ἡνίκα τὴν πόλιν οἱ πολιορκοῦντες σφίσιν ἐγχειριεῖσθαι τῇ ὑστεραίᾳ ἐκαραδόκουν. ἐν ἐλπίδιτε ταῦτα ἔχοντες τὴν νύκτα ἐκείνην ηὐλίσαντο.

4.15.10ἐπεὶ δὲ ἡμέρατε ἐγεγόνει καὶ Βελισάριον παρεῖναι ἔμαθον, λύσαντες ὡς τάχιστα τὸ στρατόπεδον αἰσχρῶςτε καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο.

4.15.11Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας καὶ αὐτοὺς ἐς εὔνοιαν τὴν βασιλέως λόγοιςτε ὁρμήσας καὶ χρήμασι πολλοῖς ἐπιρρώσας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο.

4.15.12καὶ αὐτοὺς ἐς Μέμβρησαν πόλιν καταλαμβάνει, πεντήκοντα καὶ τριακοσίοις σταδίοις Καρχηδόνος διέχουσαν.

4.15.13ἔνθα δὴ ἑκάτεροι στρατοπεδευσάμενοι ἐς μάχην παρεσκευάζοντο, οἱ μὲν ἀμφὶ Βελισάριον ἐς ποταμὸν Βαγράδαν, οἱ δὲ ἕτεροι ἐν χωρίῳ ὑψηλῷτε καὶ δυσκόλῳ τὸ χαράκωμα ποιησάμενοι.

4.15.14ἐς γὰρ τὴν πόλιν οὐδέτεροι εἰσελθεῖν ἔγνωσαν, ἐπεὶ ἀτείχιστος οὖσα ἐτύγχανε.

4.15.15τῇ δὲ ὑστεραίᾳ καθίσταντο ἐς τὴν ξυμβολὴν, οἱ μὲν στασιῶται πλήθει τῷ σφετέρῳ πιστεύοντες, οἱ δὲ ἀμφὶ Βελισάριον ἅτε ἀφρόνωντε καὶ ἀστρατηγήτων ὑπερφρονοῦντες τῶν πολεμίων.

4.15.16 δὴ Βελισάριος ταῖς τῶν στρατιωτῶν διανοίαις ἐναποθέσθαι βουλόμενος βεβαίως ἅπαντας ξυγκαλέσας ἔλεξε τάδε Ἐλπίδος μὲν καὶ εὐχῆς ἧσσον, ἄνδρες συστρατιῶται, βασιλεῖτε καὶ Ῥωμαίοις τὰ πράγματα ἔχει.

4.15.17ἐς ξυμβολὴν γὰρ τανῦν ἥκομεν, ἐξ ἧς οὐ δὲ τὸ νικᾶν ἄκλαυστον ἕξομεν, ἐπὶ ξυγγενεῖςτε καὶ ξυντρόφους στρατεύοντες.

4.15.18ἔχομεν δὲ τοῦ κακοῦ παραψυχὴν τήνδε, οἷς γε οὐ τῆς μάχης ἄρχοντες αὐτοὶ, ἀλλ’ἀμυνόμενοι ἐς τὸν κίνδυνον καθιστάμεθα.

4.15.19 γὰρ ἐς τοὺς φιλτάτους τὴν ἐπιβουλὴν ποιησάμενος καὶ τὸ ξυγγενὲς διαλύσας οἷς ἔδρασεν, οὐ πρὸς τῶν φίλων, ἢν ἀπόληται, θνήσκει, ἀλλ’ἐν πολεμίου γεγονὼς μοίρᾳ τοῖς ἠδικημένοις ἐκτίνει τὴν δίκην.

4.15.20πολεμίους δὲ καὶ βαρβάρους καὶ τι ἄν τις εἴποι δεινότερον εἶναι δείκνυσι τοὺς ἐναντίους οὐ Λιβύη μόνον ὑπὸ ταῖς τούτων χερσὶν ἐς λείαν ἐλθοῦσα, οὐ δὲ οἱ ταύτην οἰκοῦντες οὐ δέον παρ’ἐκείνων ἀνῃρημένοι, ἀλλὰ καὶ Ῥωμαίων στρατιωτῶν πλῆθος, οὓς οἱ δυσμενεῖς οὗτοι κτείνειν ἐτόλμησαν, μίαν αὐτοῖς αἰτίαν τὴν ἐς τὴν πολιτείαν ἐπικαλέσαντες εὔνοιαν ·

4.15.21οἷς νῦν τιμωροῦντες ἐπ’αὐτοὺς ἥκομεν, δυσμενεῖς εἰκότως τοῖς πάλαι φιλτάτοις γενόμενοι.

4.15.22φύσει μὲν γὰρ οὐδένες τῶν πάντων ἀνθρώπων οἰκείως ἂν ἐναντίως ἀλλήλοις ἔχοιεν, αἱ δὲ πράξεις ἑκάστων τῷ ὁμοτρόπῳ ἐς ξυμμαχίαν ξυνάπτουσαι τῷ διαλλάσσοντι τῆς γνώμης ἐς τὸ δυσμενὲς διακρίνουσαι φίλους, ἂν οὕτω τύχοι, πολεμίους ἀλλήλοις ποιοῦσιν.

4.15.23ὡς μὲν οὖν ἐπ’ἀνθρώπους ἀνοσίουςτε καὶ πολεμίους στρατεύομεν, ἱκανῶς ἔχετε, ὡς δὲ καταφρονεῖσθαί εἰσι παρ’ἡμῶν ἄξιοι, ἐγὼ δηλώσω.

4.15.24ὅμιλος γὰρ ἀνθρώπων οὐ νόμῳ συνιόντων, ἀλλ’ἐκ τοῦ ἀδίκου ξυνειλεγμένων ἀνδραγαθίζεσθαι ἥκιστα πέφυκεν, οὐδαμῶς τῆς ἀρετῆς τῷ παρανόμῳ ξυνοικίζεσθαι δυναμένης, ἀλλ’ἀεὶ τῶν οὐχ ὁσίων ἀφισταμένης.

4.15.25οὐ μὴν οὐ δὲ τὴν εὐκοσμίαν φυλάξουσιν οὐ δὲ τῶν ὑπὸ Στότζα παραγγελλομένων ἀκούσουσι.

4.15.26τυραννίδα γὰρ ἄρτι καθισταμένην καὶ οὔπω τὴν τοῦ θαρσεῖν ἐξουσίαν λαβοῦσαν ὑπερορᾶσθαι πρὸς τῶν ἀρχομένων ἀνάγκη.

4.15.27οὔτε γὰρ εὐνοίᾳ τετίμηται, ἐπεὶ μισεῖσθαι τυραννὶς πέφυκεν, οὔτε φόβῳ ἄγει τοὺς ὑπηκόους · ἀφείλετο γὰρ αὐτῆς τὴν παρρησίαν τὸ δεδιέναι.

4.15.28ἀρετῆς δὲ καὶ εὐκοσμίας ἀπολελειμμένων τῶν πολεμίων ἡσσᾶσθαι πρόχειρον. πολλῷ τοίνυν, ὅπερ εἶπον, τῷ καταφρονήματι ἐπὶ τούσδε ἡμᾶς τοὺς πολεμίους ἰέναι προσήκει.

4.15.29οὐ γὰρ τῷ πλήθει τῶν μαχομένων, ἀλλὰ τάξειτε καὶ ἀνδρίᾳ φιλεῖ διαμετρεῖσθαι τὸ τοῦ πολέμου κράτος.

4.15.30Βελισάριος μὲν τοσαῦτα εἶπε. Στότζας δὲ παρεκελεύσατο ὧδε Ἄνδρες, οἳ ξὺν ἐμοὶ τῆς ἐς Ῥωμαίους δουλείας ἔξω γεγένησθε, μηδεὶς ὑμῶν ὑπὲρ τῆς ἐλευθερίας ἀπαξιούτω θνήσκειν, ἧς ἀνδρίᾳτε καὶ τῇ ἄλλῃ ἀρετῇ τετυχήκατε.

4.15.31οὐ γὰρ οὕτω δεινὸν τὸ τοῖς κακοῖς ξυγγηράσκοντα τελευτῆσαι τὸν βίον ὡς μετὰ τὴν τῶν δυσκόλων ἐλευθερίαν αὖθις ἐς αὐτὰ ἐπανήκειν.

4.15.32 γὰρ ἐν μέσῳ χρόνος τῆς ἀπαλλαγῆς γεύσας χαλεπωτέραν, ὥς γε τὸ εἰκὸς, τὴν συμφορὰν ἀπεργάζεται.

4.15.33τούτων δὲ τοιούτων ὄντων ἐπάναγκες ὑμᾶς ἀναμνησθῆναι μὲν ὡς Βανδίλουςτε καὶ Μαυρουσίους νενικηκότες αὐτοὶ μὲν τῶν ἐν τοῖς πολέμοις ἀπώνασθε πόνων, κύριοι δὲ ἄλλοι τῶν λαφύρων γεγένηνται πάντων.

4.15.34ἐκλογίζεσθε δὲ ὡς στρατιώταις οὖσιν ὑμῖν τὸν πάντα αἰῶνα ὁμιλεῖν τοῖς τοῦ πολέμου κινδύνοις ἀνάγκη, ὑπὲρ τῶν βασιλέως πραγμάτων, ἤν γε αὖθις ἐκείνῳ δουλεύητε, ὑπὲρ ὑμῶν αὐτῶν, ἢν τὴν ἐλευθερίαν διασώζητε ταύτην.

4.15.35ὁπότερον δὲ ἀμφοῖν αἱρετώτερον, τοῦτο ἑλέσθαι ὑμῖν πάρεστιν, μαλθακιζομένοις ἐν τῷ παρόντι, ἀνδραγαθίζεσθαι βουλομένοις.

4.15.36ἀλλὰ μὴν κἀκεῖνο εἰσιέναι ὑμᾶς προσήκει, ὡς ὅπλα κατὰ Ῥωμαίων ἀράμενοι, ἢν ὑπ’αὐτοῖς ἔσεσθε, οὐ μετρίων οὐ δὲ συγγνωμόνων δεσποτῶν πειραθήσεσθε, ἀλλὰ πείσεσθε μὲν τὰ ἀνήκεστα, προσέσται δὲ ὑμῖν τὸ μὴ ἀδίκως ἀπολωλέναι. μὲν οὖν θάνατος ὅτῳ ἂν ὑμῶν ἐν τῇ μάχῃ ἀφίξηται ταύτῃ, δηλονότι εὐκλεὴς ἔσται ·

4.15.37βίος δὲ κρατήσασι μὲν τῶν πολεμίων αὐτόνομόςτε καὶ τἄλλα εὐδαίμων, ἡσσημένοις δὲ πικρὸν μὲν ἄλλο οὐκ ἂν εἴποιμι, τὴν ἐλπίδα δὲ ξύμπασαν εἰς τὸν ἐκείνων ἔλεον ἔχων.

4.15.38 δὲ ξυμβολὴ οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσται.

4.15.39τῷτε γὰρ πλήθει παρὰ πολὺ ἡσσῶνται ἡμῶν οἱ πολέμιοι καὶ ὡς ἥκιστα προθυμούμενοι ἐφ’ἡμᾶς ἴασιν, οὓς οἶμαι καὶ τῆσδε ἡμῖν εὔχεσθαι τῆς ἐλευθερίας μεταλαχεῖν. τοσαῦτα μὲν καὶ Στότζας εἶπεν.

4.15.40ἰόντων δὲ ἐς τὴν ξυμβολὴν τῶν στρατοπέδων πνεῦμα σκληρόντε καὶ δεινῶς λυπηρὸν κατ’ὄψιν ἐς τοὺς Στότζα στασιώτας ἐνέπεσε.

4.15.41διὸ δὴ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι τὴν μάχην αὐτόθι ποιήσασθαι, δεδιότες μὴ τὸ πνεῦμα ὑπερβιαζόμενον τὰ μὲν τῶν πολεμίων βέλη ἐπὶ σφᾶς ἰθύνοι, βελῶν δὲ τῶν σφετέρων ῥύμη ὡς μάλιστα ἀναστέλλοιτο.

4.15.42ἄραντες οὖν ἐγκάρσιοι ᾔεσαν, λογιζόμενοι ὡς ἢν καὶ οἱ πολέμιοι, ὡς τὸ εἰκὸς, μεταβάλλοιντο, ὅπως δὴ μὴ ὄπισθεν ὑπὸ σφῶν ἐνοχλοῖντο, κατὰ πρόσωπον αὐτοῖς τὸ πνεῦμα ἔσται.

4.15.43Βελισάριος δὲ, ἐπεὶ αὐτοὺς εἶδε τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιιόντας, αὐτίκα δὴ ἐκέλευε τῶν χειρῶν ἄρχειν.

4.15.44οἱ δὲ ἀμφὶ Στότζαν ἐς ταραχὴν ἐκ τοῦ ἀπροσδοκήτου καταστάντες ξὺν ἀταξίᾳ πολλῇ, ὡς ἕκαστός πη ἐδύνατο, ἐς φυγὴν ὥρμηντο, ἐς Νουμιδίαντε ἀφικόμενοι συνελέγοντο αὖθις.

4.15.45ὀλίγοι μέντοι αὐτῶν ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Βανδίλοι ἦσαν.

4.15.46δίωξιν γὰρ Βελισάριος ἥκιστα ἐς αὐτοὺς ἐποιήσατο, ἐπεί οἱ, λίαν τοῦ στρατεύματος βραχέος ὄντος, ἱκανὸν κατεφαίνετο, εἰ σφίσιν οἱ πολέμιοι ἐν τῷ παρόντι νενικημένοι ἐκποδὼν στήσονται.

4.15.47τοῖς δὲ στρατιώταις ἐδίδου τὸ χαράκωμα τῶν ἐναντίων διαρπάσασθαι, αἱροῦσίτε αὐτὸ ἔρημον ἀνδρῶν. ἐνταῦθα εὕρηνται πολλὰ μὲν χρήματα, πολλαὶ δὲ γυναῖκες, ὧν δὴ ἕνεκα πόλεμος κατέστη ὅδε. ταῦτα Βελισάριος διαπεπραγμένος ἐς Καρχηδόνα ἀπήλαυνε.

4.15.48καί οἵ τις ἐκ Σικελίας ἥκων ἀπήγγελλεν ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, ἢν μὴ αὐτὸς κατὰ τάχος σφίσιν ἐπανήκων τὴν κωλύμην ποιήσηται.

4.15.49καὶ αὐτὸς μὲν τὰ ἐν Λιβύῃ ὅπη ἐδύνατο διαθέμενος καὶ Καρχηδόνα Ἰλδίγερίτε καὶ Θεοδώρῳ παραδοὺς ἐς Σικελίαν ᾔει.

4.15.50οἱ δὲ ἐν Νουμιδίᾳ Ῥωμαίων ἄρχοντες, ἐπεὶ τοὺς ἀμφὶ Στότζαν ἥκειντε καὶ ξυλλέγεσθαι ἐνταῦθα ἤκουσαν, παρεσκευάζοντο ἐς παράταξιν, ἦσαν δὲ ἡγεμόνες φοιδεράτων μὲν Μάρκελλόςτε καὶ Κύριλλος, καταλόγου δὲ ἱππικοῦ μὲν Βαρβᾶτος, πεζῶν δὲ Τερέντιόςτε καὶ Σάραπις.

4.15.51Μαρκέλλῳ μέντοι ἐπήκουον ἅπαντες ἅτε Νουμιδίας τὴν ἀρχὴν ἔχοντι.

4.15.52ὃς ἐπεὶ ἐν χωρίῳ Γαζοφύλοις, δυοῖν μάλιστα ἡμέραιν ὁδῷ Κωνσταντίνης ἀπέχοντι, Στότζαν ξὺν ὀλίγοις τισὶν ἤκουσεν εἶναι, προτερῆσαι, πρὶν τοὺς στασιώτας ἅπαντας ξυλλεγῆναι, βουλόμενος, κατὰ τάχος ἐπ’αὐτοὺς ἐπῆγε τὸ στράτευμα.

4.15.53ὡς δὲ τάτε στρατόπεδα ἐγγὺς ἐγεγόνει καὶ μάχη ἔμελλεν ἐν χερσὶν ἔσεσθαι, μόνος Στότζας ἐς μέσους τοὺς ἐναντίους ἥκων ἔλεξε τοιάδε Ἄνδρες συστρατιῶται, οὐ δίκαια ποιεῖτε ἐπὶ ξυγγενεῖςτε καὶ συντρόφους στρατεύοντες, ἐπ’ἄνδραςτε ὅπλα αἰρόμενοι, οἳ τοῖς κακοῖς τοῖς ὑμετέροις καὶ τοῖς εἰς ὑμᾶς ἀδικήμασιν ἀχθόμενοι βασιλεῖτε καὶ Ῥωμαίοις πολεμεῖν ἔγνωσαν.

4.15.55 οὐ μέμνησθε ὡς ἐστέρησθε μὲν τῶν ἄνωθεν ὑμῖν ὀφειλομένων συντάξεων, ἀφῄρησθε δὲ τῶν πολεμίων τὰ λάφυρα, τῶν ἐν μάχαις κινδύνων ἆθλα τοῦ πολέμου τέθεικε νόμος;

4.15.56καὶ τοῖς μὲν τῆς νίκης ἀγαθοῖς ἕτεροι τρυφᾶν ἐς τὸν ἅπαντα χρόνον ἠξίουν, ὑμεῖς δὲ ἐν οἰκετῶν ἕπεσθε μοίρᾳ;

4.15.57εἰ μὲν οὖν ἐμοὶ χαλεπαίνετε, πάρεστιν ὑμῖν ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι, τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα · εἰ δέ μοι αἰτίαν οὐδεμίαν ἐπενεγκεῖν ἔχετε, ὥρα ὑμῖν ὑπὲρ αὑτῶν ἀνελέσθαι τὰ ὅπλα.

4.15.58 μὲν οὖν Στότζας τοσαῦτα εἶπεν · οἱ δὲ στρατιῶται τούςτε λόγους ἐνεδέχοντο καὶ αὐτὸν πολλῇ εὐνοίᾳ ἠσπάζοντο.

4.15.59κατιδόντες δὲ οἱ ἄρχοντες τὰ γινόμενα σιγῇτε ὑπεχώρουν καὶ ἐς ἱερὸν, ἐν Γαζοφύλοις ἦν, καταφεύγουσι. Στότζας δὲ ἀμφότερα τὰ στρατόπεδα ἐς ἓν ξυλλαβὼν ἐπ’αὐτοὺς ᾔει. καταλαβώντε ἐν τῷ ἱερῷ καὶ τὰ πιστὰ δοὺς ἅπαντας ἔκτεινε.

4.16

4.16.1ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθε, Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ, ἄνδρα πατρίκιον, ἐς Λιβύην ξὺν ὀλίγοις τισὶν ἔπεμψε.

4.16.2καὶ Σύμμαχος δὲ αὐτῷ καὶ Δόμνικος, ἄνδρες ἐκ βουλῆς, εἵποντο, ἅτερος μὲν ἔπαρχόςτε καὶ χορηγὸς τῆς δαπάνης ἐσόμενος, Δόμνικος δὲ τῷ πεζῷ στρατῷ ἐπιστατήσων. Ἰωάννης γὰρ ἐτελεύτα ἤδη νοσήσας, δὴ ἐπέκειτο τιμὴ αὕτη.

4.16.3ἐπειδήτε ἐς Καρχηδόνα κατέπλευσαν, τούςτε παρόντας σφίσι στρατιώτας Γερμανὸς ἠρίθμει καὶ τῶν γραμματέων ἀναλεγόμενος τὰ βιβλία, οὗ πάντα ἀναγέγραπται τῶν στρατιωτῶν τὰ ὀνόματα, εὕρισκε τὸ μὲν τριτημόριον τοῦ στρατοῦ ἔντε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ὂν, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ ἐπὶ Ῥωμαίους ξυντεταγμένους.

4.16.4μάχης μὲν οὖν διὰ ταῦτα οὐκ ἦρχε, τοῦ δὲ στρατοπέδου ἐπεμελεῖτο ὡς μάλιστα. λογισάμενόςτε ὡς τῶν πολεμίων ξυγγενεῖς ὁμοσκήνους τοὺς ἐν Καρχηδόνι ἀπολελειμμένους ξυμβαίνει εἶναι, ἄλλατε πολλὰ ἐπαγωγὰ πᾶσιν ἐφθέγγετο καὶ σταλῆναι πρὸς βασιλέως ἐς Λιβύην αὐτὸς ἔφασκεν, ἐφ’ ἠδικημένοις μὲν στρατιώταις ἀμυνεῖ, κολάσει δὲ τοὺς ἀδικίας τινὸς ἐς αὐτοὺς ἄρξαντας.

4.16.5ἅπερ οἱ στασιῶται πυνθανόμενοι κατ’ὀλίγους αὐτῷ προσχωρεῖν ἤρχοντο. καὶ αὐτοὺς Γερμανὸς τῇτε πόλει ξὺν φιλοφροσύνῃ ἐδέχετο καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε, τάςτε συντάξεις αὐτοῖς τοῦ χρόνου ἐδίδου, καθ’ὃν ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἦσαν.

4.16.6ἐπεὶ δὲ περὶ τούτων λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθε, κατὰ πολλοὺς ἤδη τοῦ τυράννου ἀποτασσόμενοι ἐς Καρχηδόνα ἐσήλαυνον.

4.16.7καὶ τότε δὴ Γερμανὸς ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσεσθαί οἱ πρὸς τοὺς ἐναντίους τὴν μάχην ἐλπίσας τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο.

4.16.8ἐν τούτῳ δὲ Στότζας τοῦ μὲν κακοῦ ἤδη αἰσθόμενος, δεδιὼς δὲ μή οἱ καὶ πλειόνων στρατιωτῶν τῇ ἀποστάσει ἔτι μᾶλλον τὸ στράτευμα ἐλασσοῦσθαι ξυμβαίη, διακινδυνεύειντε ἐν τῷ παραυτίκα ἠπείγετο καὶ τοῦ πολέμου ὀξύτερον ἀντιλαμβάνεσθαι.

4.16.9καὶ ἦν γάρ τις αὐτῷ ἐκ τῶν ἐν Καρχηδόνι στρατιωτῶν ἐλπὶς ἀποστάσεως πέρι, ᾤετότε αὐτοὺς, ἤν που σφίσιν ἄγχιστα γένηται, πόνῳ οὐδενὶ αὐτομολήσειν, ἐς πάντας τὴν ἐλπίδα ἐξενεγκών · ταύτῃτε αὐτοὺς μάλιστα ἐπιρρώσας παντὶ τῷ στρατῷ ἐπὶ Καρχηδόνα κατὰ τάχος ᾔει.

4.16.10γενόμενόςτε αὐτῆς ἄπο σταδίων πέντε καὶ τριάκοντα, ἐστρατοπεδεύσατο τῆς θαλάσσης οὐ μακρὰν ἄποθεν, καὶ Γερμανὸς ἅπαν ἐξοπλίσας τὸ στράτευμα διατάξαςτε ὡς ἐς μάχην ἐξῆγε.

4.16.11καὶ ἐπεὶ τῆς πόλεως ἔξω ἐγένοντο, ἠκηκόει γὰρ ὅσα ἐν ἐλπίδι Στότζας εἶχε, ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε Ὡς μὲν οὐδὲν ἂν δικαίως, ξυστρατιῶται, βασιλεῖ μέμψεσθε οὐ δέ τι αἰτιάσεσθε τῶν εἰς ὑμᾶς αὐτῷ πεπραγμένων, οὐδεὶς ἂν, οἶμαι, τῶν πάντων ἀντείποι ·

4.16.13ὅς γε ὑμᾶς ἐξ ἀγροῦ ἥκοντας ξύντε τῇ πήρᾳ καὶ χιτωνίσκῳ ἑνὶ ξυναγαγὼν ἐς Βυζάντιον τηλικούσδε εἶναι πεποίηκεν ὥστε τὰ Ῥωμαίων πράγματα νῦν ἐφ’ὑμῖν κεῖσθαι.

4.16.14ὡς δὲ οὐ περιυβρίσθαι μόνον, ἀλλὰ καὶ τὰ πάντων δεινότατα παρ’ὑμῶν αὐτὸν πεπονθέναι τετύχηκε, ξυνεπίστασθε καὶ ὑμεῖς δήπουθεν.

4.16.15ὧν δὴ τὴν μνήμην ὑμῖν ἐς ἀεὶ βουλόμενος διασώζεσθαι τὰς τῶν ἐγκλημάτων αἰτίας ἀφῆκεν, ὄφλημα τοῦτό γε αὐτῷ μόνον ὀφείλεσθαι παρ’ὑμῶν ἀξιῶν, τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην.

4.16.16ταύτῃ τοίνυν ἠγμένους ὑμᾶς μεταμανθάνειντε τὴν πίστιν εἰκὸς καὶ τὴν πρόσθεν ἀγνωμοσύνην ἐπανορθοῦν.

4.16.17μετάμελος γὰρ ἐν δέοντι τοῖς ἐπταικόσιν ἐπιγινόμενος συγγνώμονας αὐτοῖς τοὺς ἠδικημένους ποιεῖν εἴωθεν, ὑπουργίατε εἰς καιρὸν ἐλθοῦσα τὸ τῶν ἀχαρίστων ὄνομα μεταβάλλειν φιλεῖ.

4.16.18εὖ δὲ ὑμᾶς δεήσει κἀκεῖνο εἰδέναι, ὡς, ἢν ἐν τῷ παρόντι εὖνοι μάλιστα βασιλεῖ γένησθε, οὐδεμία τοῖς προλαβοῦσι λελείψεται μνήμη.

4.16.19πᾶσα γὰρ πρᾶξις πέφυκεν ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς καταστροφῆς ὀνομάζεσθαι · ἁμάρτημάτε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐ δ’ἂν ἐν χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦςτε τῆς σιωπῆς ἐπιτυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιίσταται.

4.16.20καίτοι, ἢν μὲν ὀλιγωρίᾳ τινὶ ἐς τούτους δὴ τοὺς καταράτους τὰ νῦν χρήσησθε, ὕστερον δὲ πολλοὺς πολέμους ὑπὲρ Ῥωμαίων ἀγωνιζόμενοι τὸ κατὰ τῶν πολεμίων πολλάκις ἀναδήσησθε κράτος, οὐκ ἂν ἔτι ὁμοίως ἀνθυπουργηκέναι βασιλεῖ δόξαιτε.

4.16.21οἱ γὰρ ἐν αὐτοῖς εὐδοκιμοῦντες οἷς ἥμαρτον εὐπρεπεστέραν τὴν ἀπολογίαν ἐς ἀεὶ φέρονται. τὰ μὲν οὖν ἐς βασιλέα ταύτῃ πη λογιζέσθω ὑμῶν ἕκαστος.

4.16.22ἐγὼ δὲ οὔτε ἀδικίας τινὸς εἰς ὑμᾶς ἄρξας, ἐνδειξάμενόςτε πάσῃ δυνάμει τὴν εἰς ὑμᾶς εὔνοιαν, καὶ τανῦν καθιστάμενος ἐς κίνδυνον τόνδε, τοσοῦτον αἰτεῖσθαι ἅπαντας ἔγνωκα · μηδεὶς ξὺν ἡμῖν ἐπὶ τοὺς πολεμίους παρὰ γνώμην χωρείτω.

4.16.23ἀλλ’εἴ τῳ ὑμῶν ἐκείνοις ἤδη βουλομένῳ ἐστὶ ξυντάττεσθαι, μηδὲν μελλήσας ξὺν τοῖς ὅπλοις ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον ἴτω, τοῦτο μόνον ἡμῖν χαριζόμενος, ὅτι οὐ λάθρα ἡμᾶς, ἀλλ’ἐκ τοῦ ἐμφανοῦς ἀδικεῖν ἔγνω.

4.16.24τούτου γὰρ ἕνεκα οὐκ ἐν Καρχηδόνι, ἀλλ’ἐν μεταιχμίῳ γενόμενος τοὺς λόγους ποιοῦμαι, ὅπως ἂν μηδενὶ αὐτομολεῖν ἐς τοὺς ἐναντίους ἐθέλοντι ἐμπόδιος εἴην, παρὸν ἅπασι κινδύνου ἐκτὸς τὴν ἐς τὴν πολιτείαν ἐνδείκνυσθαι γνώμην.

4.16.25Γερμανὸς μὲν τοσαῦτα εἶπε. ταραχὴ δὲ πολλὴ ἐν τῷ Ῥωμαίων στρατῷ γέγονεν, ἐπεὶ πρῶτος ἠξίου αὐτὸς ἕκαστος εὔνοιάντε τὴν ἐς βασιλέα τῷ στρατηγῷ ἐπιδείξασθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι.

4.17

4.17.1χρόνον μὲν οὖν τινα ἑκάτεροι ἀλλήλοις ἀντικαθήμενοι ἔμενον. μετὰ δὲ οἱ στασιῶται οὐδὲν σφίσι προχωροῦν ἐνορῶντες ὧν προὔλεγε Στότζας, ἔδεισάντε ἅτε τῆς ἐλπίδος παρὰ δόξαν ψευσθέντες, καὶ τὴν τάξιν διαλύσαντες ἀνεχώρησαν, ἔςτε Νουμίδας ἀπήλαυνον, οὗ δὴ αὐτοῖς αἵτε γυναῖκες καὶ τῆς λείας χρήματα ἦσαν.

4.17.2ἔνθα καὶ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ ἐς μακρὰν ἦλθε, τάτε ἄλλα παρεσκευασμένος ὡς ἄριστα καὶ ἁμάξας πολλὰς τῷ στρατοπέδῳ ἐπαγαγόμενος.

4.17.3καταλαβώντε τοὺς ἐναντίους ἐν χωρίῳ, δὴ Σκάλας Βέτερες καλοῦσι Ῥωμαῖοι, τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο τρόπῳ τοιῷδε.

4.17.4τὰς ἁμάξας μετωπηδὸν στήσας τοὺς πεζοὺς πάντας κατ’αὐτὰς ἔταξεν, ὧν Δόμνικος ἦρχεν, ὅπως τὰ νῶτα ἐν τῷ ἀσφαλεῖ ἔχοντες θαρσήσωσι μᾶλλον.

4.17.5τῶν δὲ ἱππέων ἄνδραςτε ἀρίστους καὶ τοὺς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκοντας αὐτὸς ἐν ἀριστερᾷ τῶν πεζῶν εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ἐς κέρας τὸ δεξιὸν οὐ ξυντεταγμένους, ἀλλὰ κατὰ λόχους τρεῖς μάλιστα ἔστησε.

4.17.6καὶ αὐτῶν Ἰλδίγερ μὲν ἑνὸς ἡγεῖτο, ἑτέρου δὲ Θεόδωρος Καππαδόκης, τοῦ δὲ λειπομένου, μείζονος ὄντος, Ἰωάννης Πάππου ἀδελφὸς, τέταρτος αὐτός.

4.17.7οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο. οἱ δὲ στασιῶται ἀντίξοοι μὲν αὐτοῖς ἔστησαν, οὐκ ἐν κόσμῳ μέντοι ταξάμενοι, ἀλλὰ βαρβαρικώτερον ἐσκεδασμένοι.

4.17.8εἵποντο δὲ αὐτοῖς οὐ μακρὰν ἄποθεν Μαυρουσίων μυριάδες πολλαὶ, ὧν ἄλλοιτε πολλοὶ καὶ Ἰαύδας καὶ Ὀρταΐας ἦρχον.

4.17.9οὐ μέντοι ἅπαντες πιστοὶ τοῖς ἀμφὶ τὸν Στότζαν ἐτύγχανον ὄντες, ἀλλὰ πολλοὶ παρὰ Γερμανὸν πέμποντες πρότερον ὡμολόγουν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ξὺν τῷ βασιλέως στρατῷ ἐπὶ τοὺς πολεμίους τετάξεσθαι.

4.17.10οὐ μὴν αὐτοῖς πιστεύειν παντάπασιν Γερμανὸς εἶχεν, ἐπεὶ ἄπιστον φύσει τὸ Μαυρουσίων γένος ἐστὶν ἐς πάντας ἀνθρώπους.

4.17.11διὸ δὴ οὐ δὲ ξὺν τοῖς στασιώταις ἐτάξαντο, ἀλλ’ὄπισθεν ἔμενον, καραδοκοῦντες τὸ ἐσόμενον, ὅπως ξὺν τοῖς νικήσουσι καὶ αὐτοὶ τὴν δίωξιν ἐπὶ τοὺς ἡσσημένους ποιήσωνται.

4.17.12Μαυρούσιοι μὲν τοιαύτῃ γνώμῃ οὐκ ἀναμιγνύμενοι τοῖς στασιώταις ὄπισθεν εἵποντο.

4.17.13Στότζας δὲ ἄγχιστά πη τῶν πολεμίων γενόμενος, ἐπειδὴ σημεῖον τὸ Γερμανοῦ εἶδε, τοῖς παροῦσιν ἐγκελευσάμενος ἐπ’αὐτὸν ᾔει.

4.17.14Ἔρουλοι δὲ, ὅσοι στασιῶται ἀμφ’αὐτὸν τεταγμένοι ἐτύγχανον, οὐ δὲ εἵποντο, ἀλλὰ καὶ παντὶ σθένει ἐκώλυον, φάσκοντες οὐκ εἰδέναι μὲν τὴν Γερμανοῦ δύναμιν, ὁποία ποτέ ἐστιν, ἐξεπίστασθαι μέντοι ὡς οὐδαμῆ σφίσιν ἀνθέξουσιν ὅσοι ἐς κέρας τὸ δεξιὸν τῶν πολεμίων ἐτάξαντο.

4.17.15ἢν μὲν οὖν ἐπ’ἐκείνους χωρήσαιεν, αὐτοίτε οὐχ ὑποστάντες ἐς φυγὴν τρέψονται καὶ τὸ ἄλλο στράτευμα, ὡς τὸ εἰκὸς, συνταράξουσιν · ἢν δέ γε σφᾶς ἀπωσάμενος Γερμανὸς τρέψηται, ἅπαντα σφίσι διαφθαρήσεται αὐτίκα δὴ μάλα τὰ πράγματα.

4.17.16τούτοις Στότζας ἀναπεισθεὶς τοὺς μὲν ἄλλους τοῖς ἀμφὶ Γερμανὸν μάχεσθαι εἴασεν, αὐτὸς δὲ ξὺν τοῖς ἀρίστοις ἐπίτε Ἰωάννην καὶ τοὺς ξὺν αὐτῷ τεταγμένους ᾔει.

4.17.17οἱ δὲ οὐχ ὑποστάντες κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. οἵτε στασιῶται πάντα μὲν τὰ σημεῖα αὐτῶν εὐθὺς ἔλαβον, φεύγοντας δὲ ἀνὰ κράτος ἐδίωκον, τινὲς δὲ καὶ ἐπὶ τοὺς πεζοὺς ἤλαυνον, ἤδητε τὴν τάξιν ἐκλείπειν οἱ πεζοὶ ἤρξαντο.

4.17.18ἐν τούτῳ δὲ Γερμανὸς αὐτόςτε τὸ ξίφος σπασάμενος καὶ ἅπαν τὸ ταύτῃ στράτευμα ἐς τοῦτο ὁρμήσας, πόνῳτε πολλῷ τοὺς κατ’αὐτὸν στασιώτας ἐτρέψατο καὶ δρόμῳ ἐπὶ τὸν Στότζαν ἐχώρησε.

4.17.19τούτου δέ οἱ ἐνταῦθα τοῦ ἔργου καὶ τῶν ἀμφὶ Ἰλδίγεράτε καὶ Θεόδωρον ξυναραμένων, οὕτως ἀλλήλοις ἑκάτεροι ἀνεμίγνυντο, ὥστε διώκοντες οἱ στασιῶται τῶν τινας πολεμίων ὑφ’ἑτέρων καταλαμβανόμενοι ἔθνησκον.

4.17.20τῆςτε ξυγχύσεως ἐπὶ μέγα χωρούσης οἱ μὲν ἀμφὶ Γερμανὸν, ὄπισθεν ἰόντες, ἔτι μᾶλλον ἐνέκειντο, οἱ δὲ στασιῶται ἐς πολὺ δέος ἐμπεπτωκότες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον.

4.17.21ἔνδηλοι μέντοι οὐδέτεροι οὔτε σφίσιν αὐτοῖς οὔτε ἀλλήλοις ἐγίνοντο. μιᾷτε γὰρ φωνῇ καὶ τῇ αὐτῇ τῶν ὅπλων σκευῇ οἱ πάντες ἐχρῶντο, οὔτε μορφῇ τινι οὔτε σχήματι οὔτε ἄλλῳ ὁτῳοῦν διαλλάσσοντες.

4.17.22διὸ δὴ Γερμανοῦ γνώμῃ οἱ τοῦ βασιλέως στρατιῶται, ὅτου ἂν λάβοιντο, ἐπυνθάνοντο ὅστις ποτὲ εἴη · ἔπειτα, ἤν τις Γερμανοῦ στρατιώτης φήσειεν εἶναι, οὐκοῦν τὸ Γερμανοῦ ξύμβολον ἐκέλευον λέγειν, τοῦτο δὲ εἰπεῖν οὐδαμῆ ἔχοντα εὐθὺς ἔκτεινον.

4.17.23ἐν τούτῳ τῷ πόνῳ τὸν Γερμανοῦ ἵππον τῶν τις πολεμίων λαθὼν ἔκτεινεν, αὐτόςτε Γερμανὸς ἐς τὸ ἔδαφος ἐκπεσὼν ἐς κίνδυνον ἦλθεν, εἰ μὴ κατὰ τάχος οἱ δορυφόροι ἐσώσαντο, φραξάμενοίτε ἀμφ’αὐτὸν καὶ ἀναβιβάσαντες ἐφ’ἕτερον ἵππον.

4.17.24 μὲν οὖν Στότζας ἐν τῷ θορύβῳ τούτῳ ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσε. Γερμανὸς δὲ τοῖς ἀμφ’αὑτὸν ἐγκελευσάμενος εὐθὺ τοῦ τῶν πολεμίων στρατοπέδου ἐχώρησεν.

4.17.25ἐνταῦθά οἱ τῶν στασιωτῶν ὑπηντίαζον ὅσοι τοῦ χαρακώματος ἐπὶ τῇ φυλακῇ ἐτετάχατο.

4.17.26μάχηςτε ἀμφὶ τὴν αὐτοῦ εἴσοδον καρτερᾶς γενομένης παρ’ὀλίγον μὲν οἱ στασιῶται ἦλθον τοὺς ἐναντίους ἀπώσασθαι, πέμψας δὲ Γερμανὸς τῶν οἱ ἑπομένων τινὰς κατ’ἄλλην ἀποπειρᾶσθαι χώραν τοῦ στρατοπέδου ἐκέλευεν.

4.17.27οἳ δὴ οὐδενὸς ταύτῃ ἀμυνομένου ἐντὸς τοῦ χαρακώματος ξὺν βραχεῖ πόνῳ ἐγένοντο.

4.17.28οἵτε στασιῶται κατιδόντες αὐτοὺς ἐς φυγὴν ὥρμηντο, καὶ Γερμανὸς παντὶ τῷ ἄλλῳ στρατῷ ἐσεπήδησεν εἰς τὸ τῶν πολεμίων στρατόπεδον.

4.17.29ἐνταῦθα τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ πόνῳ ἁρπάζοντες οὔτε τοὺς ἐναντίους ἐν λόγῳ ἐποιοῦντό τινι οὔτε τοῦ στρατηγοῦ ἐγκελευομένου ἔτι κατήκουον, παρόντων χρημάτων.

4.17.30διὸ δὴ Γερμανὸς, δείσας μὴ ξυμφρονήσαντες οἱ πολέμιοι ἐπ’αὐτοὺς ἴωσιν, αὐτὸς ξὺν ὀλίγοις τισὶν ἐς τοῦ χαρακώματος τὴν εἴσοδον ἔστη, πολλάτε ὀλοφυρόμενος καὶ τοὺς οὐδὲν ἐπαΐοντας ἐς εὐκοσμίαν παρακαλῶν.

4.17.31τῶν δὲ Μαυρουσίων πολλοὶ τῆς τροπῆς οὕτω γεγενημένης τούςτε στασιώτας ἐδίωκον ἤδη καὶ ξὺν τῷ βασιλέως στρατῷ σφᾶς αὐτοὺς τάξαντες ἐληίζοντο τὸ τῶν ἡσσημένων στρατόπεδον.

4.17.32Στότζας δὲ, κατ’ἀρχὰς μὲν ἐπὶ τῷ Μαυρουσίων στρατῷ τὸ θαρσεῖν ἔχων, ὡς ἀναμαχούμενος παρ’αὐτοὺς ἤλαυνεν.

4.17.33αἰσθόμενος δὲ τῶν ποιουμένων, ξὺν ἑκατὸν ἀνδράσι διαφυγεῖν μόλις ἴσχυσεν.

4.17.34αὖθις δὲ ἀμφ’αὐτὸν πολλοὶ ξυλλεγέντες ἐνεχείρησαν μὲν τοῖς πολεμίοις ἐς χεῖρας ἐλθεῖν, ἀποκρουσθέντες δὲ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, Γερμανῷ ἅπαντες προσεχώρησαν.

4.17.35μόνος δὲ Στότζας ξὺν Βανδίλοις ὀλίγοις τισὶν ἐς Μαυριτανοὺς ἀνεχώρησε, καὶ παῖδα τῶν τινος ἀρχόντων γυναῖκα λαβὼν αὐτοῦ ἔμεινε. καὶ μὲν στάσις αὕτη ἐς τοῦτο ἐτελεύτα.

4.18

4.18.1ἦν δέ τις ἐν τοῖς Θεοδώρου τοῦ Καππαδόκου δορυφόροις, Μαξιμῖνος ὄνομα, πονηρὸς μάλιστα.

4.18.2οὗτος Μαξιμῖνος, τῶν στρατιωτῶν πλείστους διομοσαμένους ἐπὶ τὴν πολιτείαν ξὺν αὑτῷ ἔχων, τυραννίδι ἐπιθέσθαι διενοεῖτο.

4.18.3ἔτιτε πλείους ἑταιρίζεσθαι ἐν σπουδῇ ἔχων ἄλλοιςτε τὸ βούλευμα φράζει καὶ Ἀσκληπιάδῃ, ὡρμημένῳ μὲν ἐκ Παλαιστίνης, εὖ δὲ γεγονότι καὶ πρώτῳ τῶν Θεοδώρου ἐπιτηδείων.

4.18.4 γοῦν Ἀσκληπιάδης Θεοδώρῳ κοινολογησάμενος τὸν πάντα λόγον εὐθὺς Γερμανῷ εἰσαγγέλλει.

4.18.5καὶ ὃς, οὐκ ἐθέλων ἔτι οἱ τῶν πραγμάτων ᾐωρημένων ἑτέρας τινὸς ταραχῆς ἄρξαι, θωπείᾳ μᾶλλόν τινι τὸν ἄνθρωπον τιμωρίᾳ περιελθεῖν ἔγνω καὶ ὅρκοις αὐτὸν καταλαβεῖν τῆς ἐς τὴν πολιτείαν εὐνοίας.

4.18.6ὂν τοίνυν εἰθισμένον ἅπασι Ῥωμαίοις ἐκ παλαιοῦ μηδένα δορυφόρον τῶν τινος ἀρχόντων καθίστασθαι, ἢν μὴ δεινοτάτους πρότερον ὅρκους παρεχόμενος τὰ πιστὰ δοίη τῆς ἐς αὐτόντε καὶ τὸν βασιλέα Ῥωμαίων εὐνοίας, μεταπεμψάμενος τὸν Μαξιμῖνον τῆςτε εὐτολμίας αὐτὸν ἐπῄνει καὶ δορυφορεῖν τὸ λοιπόν οἱ ἐπέτελλεν.

4.18.7 δὲ περιχαρὴς γεγονὼς τῷ ὑπερβάλλοντι τῆς τιμῆς, ταύτῃτε ῥᾷον αὐτῷ τὴν ἐπίθεσιν προχωρήσειν ὑποτοπάζων, τόντε ὅρκον ὑπέστη καὶ τὸ λοιπὸν ἐν τοῖς Γερμανοῦ δορυφόροις ταττόμενος τάτε ὀμωμοσμένα εὐθὺς ἀλογεῖν ἠξίου καὶ τὰ ἐς τὴν τυραννίδα πολλῷ ἔτι μᾶλλον κρατύνασθαι.

4.18.8 μὲν οὖν πόλις ἑορτήν τινα πανδημεὶ ἦγε, πολλοὶ δὲ τῶν Μαξιμίνου στασιωτῶν ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν ἐς Παλάτιον κατὰ τὰ σφίσι ξυγκείμενα ἧκον, οὗ δὴ μὲν Γερμανὸς τοὺς ἐπιτηδείους εἱστία, παρεστήκει δὲ τῇ θοίνῃ ξὺν τοῖς ἄλλοις δορυφόροις Μαξιμῖνος.

4.18.9προϊόντος δὲ τοῦ πότου, εἰσελθών τις Γερμανῷ ἀπαγγέλλει στρατιώτας πολλοὺς κόσμῳ οὐδενὶ πρὸ τῆς αὐλείου θύρας ἑστῶτας αἰτιᾶσθαι συντάξεις χρόνου πολλοῦ τὸ δημόσιον σφίσιν ὀφείλειν.

4.18.10καὶ ὃς τῶν δορυφόρων τοὺς πιστοτάτους ἐκέλευσε λάθρα τὸν Μαξιμῖνον ἐν φυλακῇ ἔχειν, αἴσθησιν αὐτῷ τινα τοῦ ποιουμένου ὡς ἥκιστα παρεχομένους.

4.18.11οἱ μὲν οὖν στασιῶται ξύντε ἀπειλῇ καὶ ταραχῇ ἐπὶ τὸν ἱππόδρομον δρόμῳ ἐχώρουν οἵτε τῆς βουλῆς αὐτοῖς μετασχόντες κατὰ βραχὺ ἀγειρόμενοι ἐκ τῶν οἰκημάτων ἐνταῦθα ξυνέρρεον.

4.18.12καὶ εἰ μὲν ξυλλεγῆναι ἅπαντας ἐς ταὐτὸ ἔτυχεν, οὐκ ἄν τις, οἶμαι, καταλύειν αὐτῶν τὴν δύναμιν εὐπετῶς ἔσχε ·

4.18.13νῦν δὲ Γερμανὸς προτερήσας ἔτι ἀπολελειμμένου τοῦ πλείστου ὁμίλου ἅπαντας αὐτίκα τοὺς αὐτῷτε καὶ βασιλεῖ εὐνοϊκῶς ἔχοντας ἐπ’αὐτοὺς ἔπεμψεν.

4.18.14οἳ δὴ οὐ προσδεχομένοις τοῖς στασιώταις εἰς χεῖρας ἦλθον. οἱ δὲ οὔτε Μαξιμῖνον σὺν αὑτοῖς ἔχοντες, ὅνπερ σφίσιν ἐξηγήσεσθαι τοῦ κινδύνου ἐκαραδόκουν, οὔτε τὸ πλῆθος ὁρῶντες αὑτοῖς, ᾗπερ ᾤοντο, ξυλλεγὲν, ἀλλὰ καὶ μαχομένους παρὰ δόξαν σφίσι τοὺς ξυστρατιώτας θεώμενοι καὶ ἀπ’αὐτοῦ ἐς ὀλιγωρίαν ἐλθόντες ἡσσήθησάντε ῥᾳδίως τῇ μάχῃ καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο.

4.18.15καὶ αὐτῶν οἱ ἐναντίοι πολλοὺς μὲν ἔκτεινον, πολλοὺς δὲ παρὰ Γερμανὸν ζωγρήσαντες ἦγον.

4.18.16ὅσοι μέντοι οὐκ ἔφθησαν εἰς τὸν ἱππόδρομον ἥκοντες, οὐδεμίαν αἴσθησιν τῆς ἐπὶ Μαξιμίνῳ παρέσχοντο γνώμης.

4.18.17Γερμανὸς δὲ αὐτοὺς μὲν διερευνᾶσθαι οὐκέτι ἠξίου, ἀνεπυνθάνετο δὲ εἰ Μαξιμίνῳ, ἐπειδὴ ὠμωμόκει, τὰ ἐς τὴν ἐπιβουλὴν ἤσκητο.

4.18.18ἐληλεγμένοντε ὡς ἐν τοῖς αὐτοῦ δορυφόροις ταττόμενος τὴν ἐπίθεσιν ἔτι μᾶλλον ποιοίη, ἄγχιστά πη αὐτὸν τοῦ Καρχηδόνος περιβόλου ἀνεσκολόπισεν οὕτωτε τὴν στάσιν παντάπασιν καταλύειν ἔσχε. Μαξιμίνου μὲν ἐπιβουλὴ ἐτελεύτησεν ὧδε.

4.19

4.19.1Γερμανὸν δὲ ξύντε Συμμάχῳ καὶ Δομνίκῳ μεταπεμψάμενος βασιλεὺς Σολόμωνι αὖθις ἅπαντα Λιβύης τὰ πράγματα ἐνεχείρισε, τρισκαιδέκατον ἔτος τὴν αὐτοκράτορα ἔχων ἀρχήν · στράτευμάτε αὐτῷ παρασχόμενος καὶ ἄρχοντας ἄλλουςτε καὶ Ῥουφῖνον καὶ Λεόντιον, τοὺς Ζαύνα τοῦ Φαρεσμάνου, καὶ Ἰωάννην τὸν Σισινιόλου υἱόν.

4.19.2Μαρτῖνος γὰρ καὶ Βαλεριανὸς ἤδη πρότερον ἐς Βυζάντιον μετάπεμπτοι ἦλθον.

4.19.3Σολόμων δὲ καταπλεύσας ἐς Καρχηδόνα καὶ τῆς Στότζα στάσεως ἀπαλλαγεὶς μετρίωςτε ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλασσε, διακοσμῶντε τὸν στρατὸν καὶ εἴ τι μὲν ὕποπτον ἐν αὐτῷ εὕρισκεν, ἔςτε Βυζάντιον καὶ παρὰ Βελισάριον πέμπων, νέους δὲ στρατιώτας εἰς τὸν ἐκείνων ἀριθμὸν καταλέγων καὶ Βανδίλων τοὺς ἀπολελειμμένους καὶ οὐχ ἥκιστά γε αὐτῶν γυναῖκας ἁπάσας ὅλης ἐξοικίζων Λιβύης · πόλιντε ἑκάστην περιέβαλε τείχει καὶ τοὺς νόμους ξὺν ἀκριβείᾳ φυλάξας πολλῇ τὴν πολιτείαν ὡς μάλιστα διεσώσατο.

4.19.4καὶ ἐγένετο Λιβύη ἐπ’ἐκείνου χρημάτωντε προσόδῳ δυνατὴ καὶ τὰ ἄλλα εὐδαίμων.

4.19.5ἐπεὶ δὲ ἅπαντά οἱ ὡς ἄριστα διετέτακτο, ἐπίτε Ἰαύδαν καὶ τοὺς ἐν Αὐρασίῳ Μαυρουσίους αὖθις ἐστράτευε.

4.19.6καὶ πρῶτα μὲν Γόνθαριν, τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα, ἄνδρα ἀγαθὸν τὰ πολέμια, ξὺν στρατεύματι ἔπεμψεν.

4.19.7ὃς δὴ ἐς Ἀβίγαν ποταμὸν ἀφικόμενος ἐστρατοπεδεύσατο ἀμφὶ Βάγαϊν, πόλιν ἔρημον.

4.19.8ἐνταῦθάτε τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ ἡσσηθεὶς ἔςτε τὸ χαράκωμα ἀποχωρήσας τῇ Μαυρουσίων προσεδρείᾳ ἐπιέζετο ἤδη.

4.19.9ἔπειτα δὲ καὶ αὐτὸς τῷ παντὶ στρατῷ ἀφικόμενος, ἐπειδὴ σταδίοις ἑξήκοντα τοῦ στρατοπέδου ἀπεῖχεν, οὗ Γόνθαρις ἡγεῖτο, χαράκωμάτε ποιησάμενος αὐτοῦ ἔμενε καὶ τὰ ξυμπεσόντα τοῖς ἀμφὶ Γόνθαριν ἅπαντα ἀκούσας μοῖράντε αὐτοῖς τοῦ στρατοῦ ἔπεμψε καὶ θαρσοῦντας ἐκέλευε διαμάχεσθαι τοῖς πολεμίοις.

4.19.10οἱ δὲ Μαυρούσιοι καθυπέρτεροι ἐν τῇ ξυμβολῇ, ὥσπερ ἐρρήθη, γενόμενοι ἐποίουν τάδε.

4.19.11Ἀβίγας ποταμὸς ῥεῖ μὲν ἐκ τοῦ Αὐρασίου, κατιὼν δὲ ἐς πεδίον ἀρδεύει τὴν γῆν οὕτως ὅπως ἂν βουλομένοις τοῖς ταύτῃ ἀνθρώποις.

4.19.12περιάγουσι γὰρ τὸ ῥεῦμα τοῦτο οἱ ἐπιχώριοι ὅποι ποτὲ σφίσιν ἐς τὸ παραυτίκα ξυνοίσειν οἴονται, ἐπεὶ ἐν τῷδε τῷ πεδίῳ ἀπώρυγες συχναὶ τυγχάνουσιν οὖσαι, ἐς ἃς δὴ Ἀβίγας σχιζόμενόςτε καὶ ἐς πάσας ἰὼν ὑπὸ γῆν φέρεται καὶ αὖθις ὑπὲρ γῆν διαφαίνεται, ξυνάγων τὸ ῥεῦμα.

4.19.13τοῦτότε ἐπὶ πλεῖστον τοῦ πεδίου ξυμβαῖνον ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς αὖθις αὐτοὺς ἀποκαλύψασι τοῖς ὕδασι τοῦ ποταμοῦ τοῦδε τι βούλοιντο χρῆσθαι.

4.19.14τότε οὖν ἁπάσας οἱ Μαυρούσιοι τὰς ἐκείνῃ ἀπώρυγας ἀποφράξαντες ἀφιᾶσι τὸ ῥεῦμα ὅλον φέρεσθαι ἀμφὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον.

4.19.15ἀφ’οὗ δὴ τέλμα βαθὺ γεγονὸς καὶ ἀπόρευτον ἐξέπληξέτε αὐτοὺς ὅτι μάλιστα καὶ ἐς ἀπορίαν κατέστησε.

4.19.16ταῦτα ἀκούσας Σολόμων κατὰ τάχος ᾔει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσιν ἐς τοῦ Αὐρασίου τὸν πρόποδα. καὶ ἐν χώρῳ, ὃν Βάβωσιν καλοῦσι, στρατοπεδευσάμενοι ἔμενον. ἄραςτε Σολόμων τῷ παντὶ στρατῷ ἐνταῦθα ἧκε.

4.19.17καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν κρατήσαςτε παρὰ πολὺ αὐτῶν ἐς φυγὴν ἔτρεψε.

4.19.18καὶ ἀπ’αὐτοῦ οἱ Μαυρούσιοι μάχην μὲν ἐκ τοῦ ἀντιπάλου πρὸς Ῥωμαίους διενεγκεῖν ἀξύμφορον σφίσιν ᾤοντο εἶναι · οὐ γὰρ αὐτῶν περιέσεσθαι τῇ μάχῃ ἤλπιζον · ἐς δὲ τοῦ Αὐρασίου τὴν δυσχωρίαν ἐλπίδα εἶχον ἀπολέγοντας τῇ ταλαιπωρίᾳ Ῥωμαίους χρόνῳ ὀλίγῳ ἐνθένδε ἐξανίστασθαι ὥσπερ τὸ πρότερον.

4.19.19οἱ μὲν οὖν πολλοὶ ἔςτε Μαυριτανοὺς καὶ ἐς τοὺς πρὸς μεσημβρίαν τοῦ Αὐρασίου βαρβάρους ᾤχοντο, Ἰαύδας δὲ ξὺν Μαυρουσίων δισμυρίοις ἐνταῦθα ἔμενεν. ἐτύγχανε δὲ φρούριον οἰκοδομησάμενος ἐν Αὐρασίῳ, Ζερβούλην ὄνομα.

4.19.20οὗ δὴ ἐσελθὼν σὺν πᾶσι Μαυρουσίοις ἡσύχαζε. Σολόμων δὲ χρόνον μὲν τρίβεσθαι τῇ πολιορκίᾳ ἥκιστα ἤθελε, μαθὼν δὲ τὰ ἀμφὶ πόλιν Ταμουγάδην πεδία σίτου ἀκμάζοντος ἔμπλεα εἶναι ἐς αὐτὰ ἐπῆγε τὸ στράτευμα καὶ ἐγκαθεζόμενος ἐδῄου τὴν γῆν. πυρπολήσαςτε ἅπαντα ἐς Ζερβούλην τὸ φρούριον αὖθις ἀνέστρεψεν.

4.19.21ἐν δὲ τῷ χρόνῳ τούτῳ, Ῥωμαῖοι ἐδῄουν τὴν γῆν, Ἰαύδας καταλιπὼν Μαυρουσίων τινὰς, οὓς μάλιστα ᾤετο ἐς τοῦ φρουρίου τὴν φυλακὴν ἱκανοὺς ἔσεσθαι, αὐτὸς ἐς τὴν τοῦ Αὐρασίου ὑπερβολὴν ξὺν τῷ ἄλλῳ στρατῷ ἀνέβη, ὅπως μὴ πολιορκουμένους ἐνταῦθα τὰ ἐπιτήδεια σφᾶς ἐπιλίποι.

4.19.22χῶρόντε εὑρὼν κρημνοῖςτε πάντοθεν ἀνεχόμενον καὶ πρὸς ἀποτόμων πετρῶν καλυπτόμενον, Τοῦμαρ ὄνομα, ἐνταῦθα ἡσύχαζε.

4.19.23Ῥωμαῖοι δὲ Ζερβούλην τὸ φρούριον ἐς τρεῖς ἐπολιόρκουν ἡμέρας. καὶ τόξοις χρώμενοι, ἅτε οὐχ ὑψηλοῦ ὄντος τοῦ τείχους, πολλοὺς τῶν ἐν ταῖς ἐπάλξεσι βαρβάρων ἔβαλλον.

4.19.24τύχῃ δέ τινι ξυνέπεσεν ἅπαντας Μαυρουσίων τοὺς ἡγεμόνας τούτοις δὴ ἐντυχόντας τοῖς βέλεσι θνήσκειν.

4.19.25ἐπεὶ δὲ τε τῶν τριῶν ἡμερῶν χρόνος ἐτρίβη καὶ νὺξ ἐπέλαβε, Ῥωμαῖοι μὲν οὐδὲν τοῦ θανάτου πέρι τῶν ἐν Μαυρουσίοις ἡγεμόνων πυθόμενοι διαλύειν ἐβουλεύοντο τὴν προσεδρείαν.

4.19.26ἄμεινον γὰρ Σολόμωνι ἐφαίνετο ἐπίτε Ἰαύδαν καὶ Μαυρουσίων τὸ πλῆθος ἰέναι, οἰομένῳ, ἢν ἐκείνους πολιορκίᾳ ἑλεῖν δύνηται, ῥᾷόντε καὶ ἀπονώτερον τοὺς ἐν Ζερβούλῃ βαρβάρους προσχωρήσειν σφίσιν.

4.19.27οἱ δὲ βάρβαροι οὐκέτι ἀντέχειν τῇ προσεδρείᾳ οἰόμενοι, ἐπεὶ αὐτοῖς ἅπαντες ἤδη οἱ ἡγεμόνες ἀνῄρηντο, φεύγειντε κατὰ τάχος καὶ τὸ φρούριον ἀπολιπεῖν ἔγνωσαν.

4.19.28αὐτίκα γοῦν ἅπαντες σιγῇτε καὶ οὐδεμίαν τοῖς πολεμίοις αἴσθησιν παρεχόμενοι ἔφευγον, οἵτε Ῥωμαῖοι ἐς τὴν ἀναχώρησιν ἅμα ἡμέρᾳ παρεσκευάζοντο.

4.19.29καὶ ἐπειδὴ ἐν τῷ τείχει οὐδεὶς, καίπερ πολεμίων ἀναχωρούντων, ἐφαίνετο, ἐθαύμαζόντε καὶ ἐς ἀλλήλους ἐπὶ πλεῖστον διηποροῦντο.

4.19.30ξὺν ταύτῃτε τῇ ἀμηχανίᾳ τὸ φρούριον περιιόντες ἀνακεκλιμένην τὴν πυλίδα εὑρίσκουσιν, ὅθεν δὴ οἱ Μαυρούσιοι ᾤχοντο φεύγοντες.

4.19.31ἔςτε τὸ φρούριον ἐσελθόντες ἐν ἁρπαγῇ ἅπαντα ἐποιήσαντο, διώκειν μέντοι ἥκιστα τοὺς πολεμίους διενοοῦντο, ἄνδρας κούφωςτε ἐσταλμένους καὶ τῶν ἐκείνῃ χωρίων ἐμπείρους.

4.19.32καὶ ἐπειδὴ ἅπαντα ἐληίσαντο, φύλακας τοῦ φρουρίου καταστησάμενοι πεζῇ ἅπαντες ἐχώρουν πρόσω.

4.20

4.20.1ἐλθόντες δὲ ἐς Τοῦμαρ τὸν χῶρον, οὗ δὴ καθείρξαντες σφᾶς αὐτοὺς ἡσύχαζον οἱ πολέμιοι, ἄγχι που ἐστρατοπεδεύσαντο ἐν δυσχωρίᾳ, ἔνθα οὔτε ὕδατος ὅτι μὴ ὀλίγου οὔτε ἄλλου του ἀναγκαίου ἐν εὐπορίᾳ ἔσεσθαι ἔμελλον.

4.20.2χρόνου δὲ τριβομένου συχνοῦ τῶντε βαρβάρων οὐδαμῶς σφίσιν ἐπεξιόντων, αὐτοὶ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τῇ προσεδρείᾳ πιεζόμενοι ἤσχαλλον.

4.20.3μάλιστα δὲ πάντων τῇ τοῦ ὕδατος ἀπορίᾳ ἤχθοντο, δὴ αὐτὸς Σολόμων ἐφύλασσε, καὶ ἄλλο οὐδὲν ἐς ἡμέραν ἐδίδου, πλήν γε δὴ ὅτι κύλικα μίαν ἀνδρὶ ἑκάστῳ.

4.20.4ὡς δὲ αὐτοὺς εἶδε δυσανασχετοῦντάςτε ἐκ τοῦ ἐμφανοῦς καὶ τὰ παρόντα δυσχερῆ φέρειν οὐκέτι οἵουςτε ὄντας, ἀποπειρᾶσθαίτε τοῦ χωρίου, καίπερ δυσπροσόδου ὄντος, διενοεῖτο καὶ ξυγκαλέσας ἅπαντας παρεκελεύσατο ὧδε Ἐπειδὴ δέδωκεν θεὸς Ῥωμαίοις ἐν Αὐρασίῳ Μαυρουσίους πολιορκεῖν, πρᾶγμα πρότερόντε κρεῖσσον ἐλπίδος καὶ νῦν τοῖς γε οὐχ ὁρῶσι τὰ δρώμενα παντελῶς ἄπιστον, ἀναγκαῖον καὶ ἡμᾶς τῇ ἄνωθεν ὑπουργοῦντας ἐπικουρίᾳ ταύτην δὴ μὴ καταπροδιδόναι τὴν χάριν, ἀλλ’ὑφισταμένους σὺν προθυμίᾳ τὸν κίνδυνον τῶν ἐκ τοῦ κατορθώσειν εὐτυχημάτων ἐφίεσθαι.

4.20.6ὡς πᾶσα μὲν τῶν ἀνθρωπείων πραγμάτων ῥοπὴ ἐς τοῦ καιροῦ τὴν ἀκμὴν περιίσταται · ἢν δέ τις ἐθελοκακήσας προδιδοίη τὴν τύχην, οὐκ ἂν αὐτὴν αἰτιῷτο δικαίως, αὐτὸς ἐφ’ἑαυτῷ τὴν αἰτίαν πεποιημένος.

4.20.7Μαυρουσίων μὲν τὴν ἀσθένειαν ὁρᾶτε δήπου καὶ τὸ χωρίον, οὗ δὴ πάντων ἀπολελειμμένοι τῶν ἀναγκαίων καθείρξαντες αὑτοὺς τηροῦσιν.

4.20.8ὑμᾶς δὲ δυοῖν ἀνάγκη τὸ ἕτερον, τῇ προσεδρείᾳ μηδαμῶς ἀχθομένους τὴν τῶν πολεμίων ὁμολογίαν προσδέχεσθαι, πρὸς ταύτην ὀλιγωροῦντας τὴν μετὰ τοῦ κινδύνου προσίεσθαι νίκην.

4.20.9μᾶλλον δὲ καὶ τὸ πολεμεῖν πρὸς τούσδε ἡμῖν τοὺς βαρβάρους ἀκίνδυνον ἔσται, οὓς δὴ τῷ λιμῷ μαχομένους ἤδη οὔποτε ἡμῖν οὐ δὲ εἰς χεῖρας ἀφίξεσθαι οἶμαι. ἅπερ ἐν τῷ παρόντι ὑμᾶς ἐν νῷ ἔχοντας ἅπαντα προσήκει προθύμως τὰ παραγγελλόμενα ἐκτελεῖν.

4.20.10τοσαῦτα Σολόμων παρακελευσάμενος διεσκοπεῖτο ὅθεν ἂν σφίσι τοῦ χωρίου πειράσασθαι ἄμεινον εἴη, ἀπορουμένῳτε ἐπὶ πλεῖστον ἐῴκει.

4.20.11λίαν γάρ οἱ ἄμαχός τις δυσχωρία ἐφαίνετο. ἐν δὲ Σολόμων ταῦτα ἐν νῷ ἐποιεῖτο, τύχη ὁδόν τινα τοῖς πράγμασιν ἐπορίσατο τήνδε.

4.20.12Γέζων ἦν τις ἐν τοῖς στρατιώταις πεζὸς, τοῦ καταλόγου ὀπτίων, εἰς ὃν αὐτὸς ἀνεγέγραπτο · οὕτω γὰρ τὸν τῶν συντάξεων χορηγὸν καλοῦσι Ῥωμαῖοι.

4.20.13οὗτος Γέζων, εἴτε παίζων εἴτε θυμῷ χρώμενος, καί τι αὐτὸν θεῖον ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἰέναι δοκῶν ἀνέβαινε μόνος καὶ αὐτοῦ μικρὸν ἄποθεν τῶν τινες ξυστρατιωτῶν ᾔεσαν, ἐν θαύματι πολλῷ ποιούμενοι τὰ γινόμενα.

4.20.14ὑποτοπήσαντες δὲ Μαυρουσίων τρεῖς, οἳ ἐς τὸ φυλάσσειν τὴν εἴσοδον ἐτετάχατο, ἐπὶ σφᾶς ἰέναι τὸν ἄνθρωπον, ἀπήντων δρόμῳ.

4.20.15ἅτε δὲ ἐν στενοχωρίᾳ οὐ ξυντεταγμένοι ἐβάδιζον, ἀλλὰ χωρὶς ἕκαστος ᾔει.

4.20.16παίσας δὲ τὸν πρῶτόν οἱ ἐντυχόντα Γέζων ἔκτεινεν, οὕτω δὲ καὶ τῶν ἄλλων ἑκάτερον διειργάσατο.

4.20.17 δὴ κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳτε καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν.

4.20.18ὡς δὲ τὰ δρώμενα ἤκουσέτε καὶ εἶδεν Ῥωμαίων στρατιὰ ξύμπασα, οὔτε τὸν στρατηγὸν ἀναμείναντες τῆς πορείας σφίσιν ἡγήσασθαι οὔτε τὰς σάλπιγγας τὴν ξυμβολὴν σημῆναι, καθάπερ εἴθιστο, οὐ μὴν οὐ δὲ τὴν τάξιν φυλάσσοντες, ἀλλὰ πατάγῳτε πολλῷ χρώμενοι καὶ ἀλλήλοις ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.

4.20.19ἐνταῦθα Ῥουφῖνόςτε καὶ Λεόντιος, οἱ Ζαύνα τοῦ Φαρεσμάνου, ἔργα ἐπεδείξαντο ἐς τοὺς πολεμίους ἀρετῆς ἄξια.

4.20.20οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον.

4.20.21Ἰαύδαςτε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέτε καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε.

4.20.22Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται.

4.20.23ἔστι δέ τις ἐν Αὐρασίῳ πέτρα ἀπότομος κρημνῶν ἐς μέσον ἀνέχουσα · πέτραν αὐτὴν Γεμινιανοῦ καλοῦσιν οἱ ἐπιχώριοι · οὗ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῆ ποιησάμενοι καταφυγήν τινα ἰσχυράντε καὶ ἀμήχανον τῆς τοῦ χωρίου φύσεως σφίσι ξυλλαμβανούσης ἐδείμαντο.

4.20.24ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τάτε χρήματα καὶ τὰς γυναῖκας ἡμέραις πρότερον ὀλίγαις ἐναποθέμενος, ἕνατε γέροντα Μαυρούσιον φύλακα τῶν χρημάτων καταστησάμενος.

4.20.25οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ’ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον ἑλεῖν.

4.20.26ἀλλὰ Ῥωμαῖοι τότε τοῦ Αὐρασίου τὰς δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον, καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον ξὺν γέλωτι ἐνεχείρησεν · αἱ δὲ γυναῖκες ἐτώθαζον, ἅτε δὴ τῶν ἀμηχάνων ἐφιεμένου καταγελῶσαι.

4.20.27τοῦτο δὲ καὶ πρεσβύτης ἀπὸ τοῦ πύργου διακύψας ἐποίει · δὲ Ῥωμαῖος στρατιώτης ἐπειδὴ χερσίτε καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος ἡσυχῆ τὸ ξίφος ἐξήλατότε ὡς εἶχε τάχους καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν παίει, τεμεῖντε αὐτὸν διαμπὰξ ἴσχυσεν.

4.20.28τε κεφαλὴ ἐξέπεσεν εἰς τὸ ἔδαφος, καὶ οἱ στρατιῶται θαρσοῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον, καὶ τάςτε γυναῖκας τάτε χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐνθένδε ἐξεῖλον.

4.20.29ἀφ’ὧν δὴ Σολόμων πολλὰς τῶν ἐν Λιβύῃ πόλεων περιέβαλε τείχεσι.

4.20.30καὶ ἐπειδὴ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, ὥσπερ ἐρρήθη, Ζάβηντε τὴν χώραν, ὑπὲρ ὄρος τὸ Αὐράσιόν ἐστι Μαυριτανίατε πρώτη καλεῖται μητρόπολιν Σίτιφιν ἔχουσα, τῇ Ῥωμαίων ἀρχῇ ἐς φόρου ἀπαγωγὴν προσεποίησε ·

4.20.31Μαυριτανίας γὰρ τῆς ἑτέρας πρώτη Καισάρεια τυγχάνει οὖσα, οὗ δὴ Μαστίγας ξὺν Μαυρουσίοις τοῖς αὑτοῦ ἵδρυτο, ξύμπαντα τὰ ἐκείνῃ χωρία κατήκοάτε καὶ φόρου ὑποτελῆ πλήν γε δὴ πόλεως Καισαρείας ἔχων.

4.20.32ταύτην γὰρ Ῥωμαίοις Βελισάριος τὸ πρότερον ἀνεσώσατο, ὥσπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδήλωται λόγοις · ἐς ἣν Ῥωμαῖοι ναυσὶ μὲν εἰς ἀεὶ στέλλονται, πεζῇ δὲ ἰέναι οὐκ εἰσὶ δυνατοὶ Μαυρουσίων ἐν ταύτῃ ᾠκημένων τῇ χώρᾳ.

4.20.33καὶ ἀπ’αὐτοῦ Λίβυες ἅπαντες, οἳ Ῥωμαίων κατήκοοι ἦσαν, εἰρήνης ἀσφαλοῦς τυχόντες καὶ τῆς Σολόμωνος ἀρχῆς σώφρονόςτε καὶ λίαν μετρίας, ἔςτε τὸ λοιπὸν πολέμιον ἐν νῷ οὐδὲν ἔχοντες, ἔδοξαν εὐδαιμονέστατοι εἶναι ἀνθρώπων ἁπάντων.

4.21

4.21.1τετάρτῳ δὲ ὕστερον ἐνιαυτῷ ἅπαντα σφίσιν ἀγαθὰ ἐς τοὐναντίον γενέσθαι ξυνέπεσεν. ἔτος γὰρ ἕβδομόντε καὶ δέκατον Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, Κῦρόςτε καὶ Σέργιος, οἱ Βάκχου τοῦ Σολόμωνος ἀδελφοῦ παῖδες, πόλεων τῶν ἐν Λιβύῃ πρὸς βασιλέως ἄρχειν ἔλαχον, Πενταπόλεως μὲν Κῦρος πρεσβύτερος, Τριπόλεως δὲ Σέργιος.

4.21.2Μαυρούσιοι δὲ οἱ Λευάθαι καλούμενοι στρατῷ μεγάλῳ ἐς Λεπτίμαγναν πόλιν παρ’αὐτὸν ἵκοντο, ἐπιθρυλλοῦντες ὅτι δὴ τούτου ἕνεκα ἥκοιεν, ὅπως Σέργιος δῶράτε καὶ ξύμβολα σφίσι τὰ νομιζόμενα δοὺς τὴν εἰρήνην κρατύνηται.

4.21.3Σέργιος δὲ Πουδεντίῳ ἀναπεισθεὶς Τριπολίτῃ ἀνδρὶ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε κατ’ἀρχὰς τοῦ Βανδιλικοῦ πολέμου Ἰουστινιανῷ βασιλεῖ ἐπὶ Βανδίλους ὑπηρετήσαντος, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς μάλιστα δοκίμους τῇ πόλει ἐδέξατο, ἅπαντα ἐπιτελέσειν ὑποσχόμενος τὰ αἰτούμενα, τοὺς δὲ ἄλλους ἐν τῷ προαστείῳ μένειν ἐκέλευσε.

4.21.4τούτοις δὴ τοῖς ὀγδοήκοντα πίστεις ἀμφὶ τῇ εἰρήνῃ παρασχόμενος, οὕτω δὴ αὐτοὺς ἐπὶ θοίνην ἐκάλεσε. τούτους δὲ λέγουσι τοὺς βαρβάρους νῷ δολερῷ ἐν τῇ πόλει γενέσθαι, ὅπως Σέργιον ἐνεδρεύσαντες κτείνωσιν.

4.21.5ἐπειδήτε αὐτῷ ἐς λόγους ἦλθον, ἄλλατε Ῥωμαίοις ἐπεκάλουν ἐγκλήματα καὶ τὰ λήια σφίσιν οὐ δέον δηϊῶσαι.

4.21.6ἅπερ Σέργιος ἐν ἀλογίᾳ πεποιημένος, ἐκ τοῦ βάθρου ἐξαναστὰς, ἐφ’οὗπερ καθῆστο, ἐβούλετο ἀπαλλάσσεσθαι.

4.21.7καί τις αὐτοῦ τῶν βαρβάρων τῆς ἐπωμίδος λαβόμενος ἐνεχείρει οἱ ἐμπόδιος εἶναι.

4.21.8ἔςτε θόρυβον ἐνθένδε καταστάντες οἱ ἄλλοι ἀμφ’αὐτὸν ἤδη ξυνέρρεον.

4.21.9τῶν δέ τις Σεργίου δορυφόρων τὸ ξίφος σπασάμενος τοῦτον δὴ τὸν Μαυρούσιον διεχρήσατο.

4.21.10καὶ ἀπ’αὐτοῦ ταραχῆς, ὡς τὸ εἰκὸς, γενομένης ἐν τῷ δωματίῳ μεγάλης, οἱ Σεργίου δορυφόροι τοὺς βαρβάρους ἅπαντας ἔκτειναν.

4.21.11καὶ αὐτῶν εἷς, ἐπειδὴ κτεινομένους τοὺς ἄλλους εἶδε, τοῦτε οἰκήματος, ἵνα δὴ ταῦτα ἐπράσσετο, ἐκπεπήδηκε, λαθὼν ἅπαντας, ἔςτε τοὺς ὁμοφύλους ἀφικόμενος τὰ σφίσι ξυμπεσόντα ἐδήλου.

4.21.12οἱ δὲ ταῦτα ἀκούσαντες ἔςτε τὸ οἰκεῖον στρατόπεδον κομίζονται δρόμῳ καὶ ξὺν τοῖς ἄλλοις ἅπασιν ἐν ὅπλοις ἐπὶ Ῥωμαίους ἐγένοντο.

4.21.13οἷς δὴ ἀμφὶ πόλιν Λεπτίμαγναν ἀφικομένοις Σέργιόςτε καὶ Πουδέντιος παντὶ τῷ στρατῷ ὑπηντίαζον.

4.21.14τῆςτε μάχης ἐκ χειρὸς γινομένης τὰ μὲν πρῶτα ἐνίκων Ῥωμαῖοι καὶ τῶν πολεμίων πολλοὺς ἔκτειναν, καὶ αὐτῶν τὸ στρατόπεδον ληισάμενοι τῶντε χρημάτων ἐκράτησαν καὶ γυναικῶντε καὶ παίδων ἐξηνδραπόδισαν μέγα τι χρῆμα.

4.21.15ὕστερον δὲ Πουδέντιος θράσει ἀπερισκέπτῳ ἐχόμενος θνήσκει. Σέργιος δὲ σὺν τῷ Ῥωμαίων στρατῷ, ἤδη γὰρ καὶ συνεσκόταζεν, ἐς Λεπτίμαγναν ἐσήλασε.

4.21.16χρόνῳ δὲ ὕστερον οἱ μὲν βάρβαροι μείζονι παρασκευῇ ἐπὶ Ῥωμαίους ἐστράτευσαν. Σέργιος δὲ παρὰ Σολόμωνα τὸν θεῖον ἐστάλη, ἐφ’ καὶ αὐτὸς μείζονι στρατῷ ἐπὶ τοὺς πολεμίους ἴοι · οὗ δὴ καὶ Κῦρον τὸν ἀδελφὸν εὗρεν.

4.21.17οἵτε βάρβαροι ἐς Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς ἐληίσαντο τῶν ἐκείνῃ χωρίων · Ἀντάλας δὲ (οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε Ῥωμαίοις πιστοῦ διαμεμενηκότος καὶ δι’αὐτὸ μόνου ἐν Βυζακίῳ Μαυρουσίων ἄρχοντος) ἤδη Σολόμωνι ἐκπεπολεμωμένος ἐτύγχανεν, ὅτιτε τὰς σιτήσεις, αἷς αὐτὸν βασιλεὺς ἐτετιμήκει, Σολόμων ἀφείλετο καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ ἔκτεινε, ταραχήν τινα αὐτῷ ἐς Βυζακηνοὺς γινομένην ἐπενεγκών.

4.21.18τότε οὖν τούτους Ἀντάλας τοὺς βαρβάρους ἄσμενόςτε εἶδε καὶ ὁμαιχμίαν ποιησάμενος ἐπὶ Σολόμωνάτε καὶ Καρχηδόνα σφίσιν ἡγήσατο.

4.21.19Σολόμων δὲ, ἐπεὶ ταῦτα ἤκουσε, παντὶ τῷ στρατῷ ἄρας ἐπ’αὐτοὺς ᾔει, καὶ καταλαβὼν ἀμφὶ πόλιν Τεβέστην, ἓξ ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἐστρατοπεδεύσατο αὐτόςτε καὶ οἱ Βάκχου τοῦ ἀδελφοῦ παῖδες Κῦρόςτε καὶ Σέργιος καὶ Σολόμων νεώτατος.

4.21.20δείσαςτε τὸ τῶν βαρβάρων πλῆθος ἔπεμψε παρὰ τῶν Λευαθῶν τοὺς ἄρχοντας, μεμφόμενος μὲν ὅτι δὴ ἔνσπονδοι Ῥωμαίων ὄντες εἶτα ἐν ὅπλοις γενόμενοι ἐπ’αὐτοὺς ἥκουσι, τὴν δὲ εἰρήνην ἀξιῶν ἐν σφίσι κρατύνασθαι, ὅρκουςτε ὀμεῖσθαι τοὺς δεινοτάτους ὑπέσχετο, μὴν ἀμνηστίᾳ τῶν πεπραγμένων ἐς αὐτοὺς χρήσεσθαι.

4.21.21χλευάζοντες δὲ τὰ εἰρημένα οἱ βάρβαροι πάντως αὐτὸν ὀμεῖσθαι τὰ Χριστιανῶν λόγια ἔφασαν, ἅπερ καλεῖν εὐαγγέλια νενομίκασιν.

4.21.22οὐκοῦν ἐπειδὴ Σέργιος ταῦτα ὀμόσας εἶτα τοὺς πιστεύσαντας ἔκτεινε, βουλομένοις σφίσιν αὐτοῖς εἴη ἐς μάχην ἰοῦσι τούτων δὴ τῶν λογίων ἀποπειρᾶσθαι, ὁποίαν τινὰ πρὸς τοὺς ἐπιόρκους δύναμιν ἔχουσιν, ὅπως αὐτοῖς βεβαιότατα πιστεύσαντες οὕτω δὴ ἐπὶ τὰς ξυνθήκας καθιστῶνται. ταῦτα Σολόμων ἀκούσας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο.

4.21.23τῇ δὲ ὑστεραίᾳ μοίρᾳ τινὶ τῶν πολεμίων λείαν ὅτι πλείστην ἀγούσῃ ξυμβαλὼν καὶ μάχῃ νικήσας ἀφελώντε τὴν λείαν ἐφύλασσε πᾶσαν.

4.21.24δυσανασχετοῦσι δὲ τοῖς στρατιώταις καὶ δεινὰ ποιουμένοις, ὅτι δὴ αὐτοῖς οὐκ ἐδίδου τὰ λάφυρα, ἔφασκεν ἀναμένειν τὸ τοῦ πολέμου πέρας, ὅπως δὴ ἅπαντα τηνικαῦτα διανείμωνται, καθάπερ ἂν ἐς τὴν ἀξίαν ἐπιβάλλον ἑκάστῳ φαίνηται.

4.21.25ἐπεὶ δὲ αὖθις οἱ βάρβαροι πάσῃ τῇ στρατιᾷ ἐς ξυμβολὴν ὥρμηντο, ἐνταῦθα Ῥωμαίωντέ τινες ἀπελείποντο καὶ οἱ ἄλλοι οὐ ξὺν προθυμίᾳ ἐς τὴν παράταξιν ᾔεσαν.

4.21.26πρῶτα μὲν οὖν ἀγχώμαλος ἐγεγόνει μάχη, ὕστερον δὲ πλήθει πολλῷ ὑπερβαλλομένων τῶν Μαυρουσίων, Ῥωμαίων μὲν οἱ πολλοὶ ἔφευγον, Σολόμων δὲ καὶ ἀμφ’αὐτόν τινες χρόνον μέν τινα βαλλόμενοι ἀντεῖχον, ὕστερον δὲ ὑπερβιαζομένων τῶν πολεμίων σπουδῇ ἔφευγον ἔςτε ῥύακος ἐκείνῃ ῥέοντος χαράδραν ἀφίκοντο.

4.21.27ἔνθα δὴ ὀκλάσαντός οἱ τοῦ ἵππου Σολόμων ἐκπίπτει ἐς ἔδαφος, καὶ αὐτὸν κατὰ τάχος ταῖς χερσὶν οἱ δορυφόροι ἀράμενοι ἐπὶ τοῦ ἵππου καθίζουσι.

4.21.28περιώδυνον δὲ γεγονότα καὶ ἀδύνατον ἔτι τοῦ χαλινοῦ ἔχεσθαι καταλαβόντες οἱ βάρβαροι αὐτόντε κτείνουσι καὶ τῶν δορυφόρων πολλούς. αὕτητε τοῦ βίου τελευτὴ Σολόμωνι ἐγένετο.

4.22

4.22.1τελευτήσαντος δὲ Σολόμωνος, Σέργιος αὐτοῦ, ὥσπερ εἴρηται, ἀδελφιδοῦς ὢν, δόντος βασιλέως, παρέλαβε τὴν Λιβύης ἀρχήν.

4.22.2ὃς δὴ φθορᾶς πολλῆς αἰτιώτατος τῷ Λιβύων γένει ἐγένετο, ἅπαντέςτε αὐτοῦ τῇ ἀρχῇ ἤχθοντο, ἄρχοντες μὲν, ὅτι ἀσύνετος ὢν κομιδῆ καὶ νέος τόντε τρόπον καὶ τὴν ἡλικίαν ἀλαζονικώτατος γέγονεν ἀνθρώπων ἁπάντων, ὕβριζέτε λόγῳ οὐδενὶ ἐς αὐτοὺς καὶ ὑπερεώρα, πλούτουτε δυνάμει καὶ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ ἐς τοῦτο ἀεὶ ἐπιχρώμενος · οἱ δὲ στρατιῶται, ὅτι δὴ ἄνανδρόςτε καὶ μαλθακὸς παντάπασιν ἦν · οἱ δὲ Λίβυες διάτε ταῦτα καὶ ὅτι γυναικῶντε καὶ χρημάτων ἀλλοτρίων ἄτοπός τις ἐραστὴς ἐγεγόνει.

4.22.3μάλιστα δὲ πάντων Ἰωάννης Σισινιόλου τῇ Σεργίου δυνάμει χαλεπῶς εἶχεν. ἀγαθὸς γὰρ ὢν τὰ πολέμια καὶ διαφερόντως εὐδόκιμος, ἀχαρίστου τοῦ ἀνθρώπου ἀτεχνῶς ἔτυχε.

4.22.4διὸ δὴ οὔτε αὐτὸς οὔτε ἄλλος τῶν πάντων οὐδεὶς ὅπλα ἀνταίρειν τοῖς πολεμίοις ἠβούλετο.

4.22.5τῷ δὲ Ἀντάλᾳ οἵτε Μαυρούσιοι σχεδόν τι ἅπαντες εἵποντο καὶ Στότζας ἐκ Μαυριτανίας μετάπεμπτος ἦλθεν.

4.22.6ἐπείτε οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων, ἦγόντε καὶ ἔφερον ληιζόμενοι ἀδεῶς ἅπαντα. τότε Ἀντάλας Ἰουστινιανῷ βασιλεῖ γράμματα ἔγραψεν.

4.22.7ἐδήλου δὲ γραφὴ τάδε Δοῦλος μὲν εἶναι τῆς σῆς βασιλείας οὐκ ἂν οὐ δὲ αὐτὸς ἀρνηθείην, Μαυρούσιοι δὲ πρὸς Σολόμωνος ἐν σπονδαῖς πεπονθότες ἀνόσις ἔργα, ἐν ὅπλοις ὡς μάλιστα ἠναγκασμένοι γεγόνασιν, οὔ σοι ταῦτα ἀνταίροντες, ἀλλὰ τὸν ἐχθρὸν ἀμυνόμενοι, καὶ διαφερόντως ἐγώ.

4.22.8οὐ γὰρ μόνον με τῶν σιτήσεων ἀποστερεῖν ἔγνω, ἅσπερ μοι πολλῷ πρότερον χρόνῳ Βελισάριόςτε διώρισε καὶ σὺ δέδωκας, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἐμὸν ἔκτεινεν, οὐδὲν ἀδίκημα αὐτῷ ἐπενεγκεῖν ἔχων.

4.22.9τὴν μὲν οὖν δίκην παρὰ τοῦ ἠδικηκότος ἡμᾶς λαβόντες ἔχομεν. εἰ δέ σοι βουλομένῳ ἐστὶ δουλεύειντε Μαυρουσίους τῇ σῇ βασιλείᾳ καὶ πάντα ὑπηρετεῖν ᾗπερ εἰώθασι, Σέργιον μὲν τὸν τοῦ Σολόμωνος ἀδελφιδοῦν ἐνθένδε ἀπαλλαγέντα ἐπανήκειν παρὰ σὲ κέλευε, ἄλλον δὲ στρατηγὸν εἰς Λιβύην πέμπε.

4.22.10οὐ γάρ σε ἐπιλείψουσιν ἄνδρες ξυνετοίτε καὶ Σεργίου τῷ παντὶ ἀξιώτεροι · ἕως γὰρ οὗτος τῷ σῷ ἐξηγεῖται στρατῷ, εἰρήνην ἔςτε Ῥωμαίους καὶ Μαυρουσίους ξυνίστασθαι ἀμήχανά ἐστιν.

4.22.11Ἀντάλας μὲν τοσαῦτα ἔγραψε. βασιλεὺς δὲ ταῦτα ἀναλεξάμενος καὶ μαθὼν τὸ κοινὸν ἁπάντων ἐς Σέργιον ἔχθος, οὐ δ’ὣς παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε, Σολόμωνος τήντε ἄλλην ἀρετὴν καὶ τὴν τοῦ βίου καταστροφὴν αἰσχυνόμενος. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.

4.22.12Σολόμων δὲ, Σεργίου ἀδελφὸς, δόξας ξὺν τῷ θείῳ Σολόμωνι ἐξ ἀνθρώπων ἀφανισθῆναι, πρόςτε τῶν ἄλλων καὶ τοῦ ἀδελφοῦ ἠμελήθη · οὐ γάρ τις αὐτὸν περιόντα ἔγνω.

4.22.13ἐτύγχανον δὲ ζωγρήσαντες αὐτὸν ἅτε νέον κομιδῆ ὄντα, Μαυρούσιοι, καὶ αὐτοῦ ἀνεπυνθάνοντο ὅστις ποτὲ εἴη.

4.22.14 δὲ Βανδίλος μὲν γένος, Σολόμωνος δὲ δοῦλος ἔφασκεν εἶναι. φίλον μέντοι τῶν τινα ἰατρῶν, Πηγάσιον ὄνομα, εἶναί οἱ ἐν πόλει Λαρίβῳ, πλησίον που οὔσῃ, ὃς αὐτὸν ὠνήσαιτο τὰ λύτρα διδούς.

4.22.15οἱ μὲν οὖν Μαυρούσιοι ἄγχιστα τοῦ τῆς πόλεως περιβόλου γενόμενοι ἐκάλουντε τὸν Πηγάσιον καί οἱ Σολόμωνα ἐπεδείκνυον, ἠρώτωντε εἴ οἱ τοῦτον ὠνεῖσθαι πρὸς ἡδονῆς ἐστι.

4.22.16καὶ ἐπεὶ ὡμολόγει ὠνήσεσθαι, πεντήκοντά οἱ χρυσῶν ἀπέδοντο τὸν Σολόμωνα.

4.22.17ἐντὸς δὲ τοῦ περιβόλου γενόμενος Σολόμων τοὺς Μαυρουσίους ἅτε πρὸς αὐτοῦ μειρακίου ὄντος ἐξηπατημένους, ἐτώθαζεν. αὐτὸς γὰρ Σολόμων ἔφασκεν, Βάκχου μὲν παῖς, Σολόμωνος δὲ ἀδελφιδοῦς εἶναι.

4.22.18Μαυρούσιοι δὲ τοῖςτε ξυμπεσοῦσι περιαλγοῦντες καὶ δεινὰ ποιούμενοι, ὅτι δὴ Σεργίουτε καὶ Ῥωμαίων ἐνέχυρον κρατερὸν ἔχοντες εἶτα οὕτω παρέργως ἀφῆκαν, ἐς Λάριβόντε ἀφίκοντο καὶ αὐτῆς ἐς πολιορκίαν κατέστησαν, ὅπως τὸν Σολόμωνα ξὺν τῇ πόλει αἱρήσουσιν.

4.22.19οἱ δὲ πολιορκούμενοι τῶν βαρβάρων τὴν προσεδρείαν κατορρωδήσαντες, ἐπεὶ οὐ δὲ τὰ ἐπιτήδεια ἐσκομισάμενοι ἔτυχον, τοῖς Μαυρουσίοις ἐς λόγους ἦλθον, ἐφ’ χρήματα μεγάλα περιβαλλόμενοι τὴν προσεδρείαν εὐθὺς διαλύσωσιν.

4.22.20οἱ δὲ οὐκ ἂν ἑλεῖν βίᾳ τὴν πόλιν οἰόμενοι, ἐπεὶ Μαυρουσίοις τειχομαχεῖν οὐδαμῆ ἤσκηται, σπανίζειντε τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις ἥκιστα ἔγνωσαν, τούςτε λόγους ἐνεδέχοντο καὶ τρισχιλίους κεκομισμένοι χρυσοῦς τὴν πολιορκίαν διέλυσαν, καὶ οἱ Λευάθαι ἐπ’οἴκου ξύμπαντες ἀνεχώρησαν.

4.23

4.23.1Ἀντάλας δὲ καὶ τῶν Μαυρουσίων στρατὸς ξυνελέγοντο αὖθις ἐν Βυζακίῳ, καὶ αὐτοῖς Στότζας ξυνῆν, στρατιώταςτε ὀλίγους τινὰς καὶ Βανδίλους ἔχων.

4.23.2Ἰωάννης δὲ Σισινιόλου, πολλὰ λιπαρούντων Λιβύων, στράτευμα ἀγείρας ἐπ’αὐτοὺς ἦλθεν.

4.23.3ἐτύγχανε δὲ Ἱμέριος Θρᾷξ τῶν ἐν Βυζακίῳ καταλόγων ἄρχων, ὃν δὴ τότε Ἰωάννης ἐκέλευε πάντας ἐπαγόμενον τοὺς ταύτῃ καταλόγους ξὺν τοῖς ἑκάστῳ ἡγουμένοις ἐλθόντα ἐς χωρίον Μενεφέσση, ἐστιν ἐν Βυζακίῳ, σφίσι ξυμμῖξαι.

4.23.4ὕστερον δὲ ἀκούσας ἐνταῦθα ἐνστρατοπεδεύεσθαι τοὺς πολεμίους, Ἱμερίῳ ἔγραφε τάτε ξυμπεσόντα δηλῶν καὶ σφίσιν ἐπαγγέλλων ἑτέρωθι ἀναμίγνυσθαι, ὅπως μὴ κατὰ μόνας, ἀλλὰ κοινῇ ἅπαντες ὑπαντιάσωσι τοῖς πολεμίοις.

4.23.5τύχῃ δέ τινι οἱ ταῦτα τὰ γράμματα ἔχοντες ὁδῷ ἑτέρᾳ χρησάμενοι τὸν Ἱμέριον εὑρεῖν οὐδαμῇ ἴσχυσαν, ἀλλὰ ξὺν τῷ στρατῷ ἐμπεπτωκὼς ἐς τὸ τῶν ἐναντίων στρατόπεδον γέγονεν ὑπὸ ταῖς ἐκείνων χερσίν.

4.23.6(ἦν δέ τις ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ νεανίας Σεβηριανὸς, Ἀσιατικοῦ παῖς, Φοῖνιξ, Ἐμεσηνὸς γένος, καταλόγου ἱππικοῦ ἄρχων.

4.23.7ὃς δὴ μόνος ξὺν τοῖς ἀμφ’αὐτὸν στρατιώταις, πεντήκοντα οὖσι, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε.

4.23.8καὶ χρόνον μὲν ἀντεῖχόν τινα, ἔπειτα δὲ πλήθει πολλῷ βιαζόμενοι ἐς λόφον ἀνέδραμον ἐνταῦθά πη ὄντα, οὗ δὴ καὶ φρούριον οὐκ ἀσφαλὲς ἦν.

4.23.9διὸ δὴ ὁμολογίᾳ σφᾶς αὐτοὺς τοῖς ἐναντίοις ἐνταῦθα ἐπ’αὐτοὺς ἀναβεβηκόσι παρέδωκαν).

4.23.10οἱ δὲ οὔτε αὐτὸν οὔτε τῶν στρατιωτῶν τινα ἔκτειναν, ἀλλὰ ζωγρήσαντες ἅπαντας, Ἱμέριον μὲν ἐν φυλακῇ ἔσχον, τῷ δὲ Στότζᾳ τοὺς στρατιώτας παρέδοσαν, ὁμολογοῦντας σφίσι ξὺν προθυμίᾳ πολλῇ ἐπὶ Ῥωμαίους στρατεύσεσθαι · τὸν μέντοι Ἱμέριον, ἢν μὴ τὰ ἐπαγγελλόμενα ποιῇ, κτείνειν ἠπείλουν.

4.23.11ἐπήγγελλον δὲ πόλιν Ἀδραμητὸν ἐπιθαλασσίαν μηχανῇ τινι σφίσιν ἐνδοῦναι. καὶ ἐπεί οἱ ἰσχυρίζετο βουλομένῳ εἶναι, ἐπὶ Ἀδραμητὸν ξὺν αὐτῷ ᾔεσαν.

4.23.12τῆςτε πόλεως ἀγχοῦ γενόμενοι Ἱμέριον μὲν ὀλίγῳ ἔμπροσθεν ξὺν στρατιώταις τῶν Στότζᾳ ἑπομένων τισὶν ἔπεμψαν, Μαυρουσίους δεδεμένους δῆθεν ἐφέλκοντα, αὐτοὶ δὲ ὄπισθεν εἵποντο.

4.23.13καὶ τῷ Ἱμερίῳ εἰπεῖν τοῖς ἐφεστῶσι ταῖς τῆς πόλεως πύλαις ἐπέστελλον, ὡς νικῴη μὲν κατὰ κράτος βασιλέως στρατὸς, ἥξει δὲ Ἰωάννης αὐτίκα δὴ μάλα, πλῆθος Μαυρουσίων δορυαλώτων ἄγων ἀριθμοῦ κρεῖσσον · οὕτωτε τῶν πυλῶν σφίσιν ἀνοιγνυμένων, ἐντὸς τοῦ περιβόλου ξὺν τοῖς ἅμα αὐτῷ ἰοῦσι γενέσθαι.

4.23.14καὶ μὲν κατὰ ταῦτα ἐποίει. Ἀδραμητηνοὶ δὲ οὕτως ἐξαπατηθέντες (οὐ γὰρ ἀπιστεῖν τῷ πάντων ἄρχοντι τῶν ἐν Βυζακίῳ στρατιωτῶν εἶχον) τὰς πύλας ἀναπετάσαντες τοὺς πολεμίους ἐδέχοντο.

4.23.15τότε δὴ οἱ ξὺν τῷ Ἱμερίῳ ἐσβάντες σπασάμενοι τὰ ξίφη τὰς πύλας ἐπιτιθέναι τοὺς ταύτῃ φύλακας οὐκέτι εἴων, ἀλλὰ πάντα τῇ πόλει αὐτίκα ἐδέξαντο τὸν τῶν Μαυρουσίων στρατόν.

4.23.16ληισάμενοίτε αὐτὴν οἱ βάρβαροι καὶ φύλακας καταστησάμενοι ὀλίγους τινὰς ἀπηλλάσσοντο.

4.23.17Ῥωμαίων δὲ τῶν ζωγρηθέντων τινὲς μὲν φεύγοντες ἐς Καρχηδόνα ἦλθον, ἐν οἷς Σεβηριανόςτε καὶ Ἱμέριος ἦν. ἐκ Μαυρουσίων γὰρ τοῖς φεύγειν ἐθέλουσιν οὐ χαλεπὸν ἦν. πολλοὶ δὲ καὶ ξὺν τῷ Στότζᾳ οὔτι ἄκοντες ἔμειναν.

4.23.18χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τῶν τις ἱερέων, Παῦλος ὄνομα, ὃς δὴ ἐφεστήκει τῇ τῶν νοσούντων ἐπιμελείᾳ, κοινολογησάμενος τῶν λογίμων τισὶν, αὐτὸς μὲν, ἔφη, ἐς Καρχηδόνα σταλήσομαι καὶ κατὰ τάχος ξὺν στρατῷ ἐπανήξειν ἐλπίδα ἔχω, ὑμῖν δὲ μελήσει τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι.

4.23.19οἱ μὲν οὖν αὐτὸν βρόχοις τισὶν ἀνάψαντες νύκτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν, δὲ παρὰ τῆς θαλάσσης τὴν ἠιόνα γενόμενος, ὁλκάδοςτε ἁλιέων ἐπιτυχὼν ἐνταῦθά πη οὔσης χρήμασι πολλοῖς ἀναπείσας τοὺς ταύτης κυρίους ἐς Καρχηδόνα ἔπλει.

4.23.20οὗ δὴ καταπλεύσας καὶ Σεργίῳ ἐς ὄψιν ἐλθὼν τόντε λόγον ἅπαντα ἔφρασε καὶ στράτευμα λόγου ἄξιον ὡς Ἀδραμητὸν ἀνασωσομένῳ διδόναι ἠξίου.

4.23.21καὶ ἐπεὶ ταῦτα Σέργιον ἥκιστα ἤρεσκεν, ἅτε τοῦ ἐν Καρχηδόνι στρατοῦ οὐ πολλοῦ ὄντος, ὅδε ὀλίγους οἱ στρατιώτας τινὰς διδόναι ἐδεῖτο, λαβώντε ἄνδρας οὐ πλέον ὀγδοήκοντα, ἐπενόει τοιάδε.

4.23.22νηῶντε ἄθροισιν καὶ ἀκάτων συχνῶν ποιησάμενος ναύταςτε πολλοὺς ἐνταῦθα ἐσεβίβασε καὶ Λίβυας ἄλλους, ἱμάτια περιβεβλημένους, δὴ Ῥωμαίων οἱ στρατιῶται εἰώθασιν ἐνδιδύσκεσθαι.

4.23.23ἄραςτε τῷ παντὶ στόλῳ εὐθὺ Ἀδραμητοῦ κατὰ τάχος ἔπλει. καὶ ἐπεὶ αὐτῆς ἄγχιστα ἐγεγόνει, πέμψας τινὰς λάθρα τοῖς τῆς πόλεως δοκίμοις ἐσήμαινεν ὡς Γερμανὸς βασιλέως ἀνεψιὸς ἐς Καρχηδόνα ἔναγχος ἥκων Ἀδραμητηνοῖς λόγου πολλοῦ ἄξιον στράτευμα πέμψειεν.

4.23.24οἷς δὴ θαρσοῦντας ἐκέλευε τὴν νύκτα ἐκείνην ἀνακλῖναι σφίσι πυλίδα μίαν.

4.23.25οἱ δὲ τὰ ἐπηγγελμένα ἐποίουν. οὕτωτε Παῦλος ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου γενόμενος τούςτε πολεμίους ἅπαντας ἔκτεινε καὶ βασιλεῖ Ἀδραμητὸν ἀνεσώσατο, τε ἀμφὶ Γερμανῷ φήμη ἐνθένδε ἀρξαμένη ἄχρι ἐς Καρχηδόνα ἐχώρησεν.

4.23.26οἱ δὲ Μαυρούσιοι καὶ Στότζας ξὺν τοῖς ἑπομένοις ταῦτα ἀκούσαντες κατ’ἀρχὰς μὲν κατωρρώδησάντε καὶ ἐς τὰς Λιβύης ἐσχατιὰς φεύγοντες ᾤχοντο, ἔπειτα δὲ γνόντες τὸν ἀληθῆ λόγον δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ Ἀδραμητηνῶν φεισάμενοι πάντων τοιαῦτα πρὸς ἐκείνων πεπόνθασι.

4.23.27διὸ δὴ πανταχῆ ἐπισκήψαντες ἀνόσια Λίβυας ἔργα εἰργάσαντο, οὐδεμιᾶς ἡλικίας φεισάμενοι, γέγονέτε τότε ἀνθρώπων ἔρημος ἐπὶ πλεῖστον χώρα.

4.23.28Λιβύων γὰρ τῶν ἀπολελειμμένων οἱ μὲν ἐς τὰς πόλεις διέφευγον, οἱ δὲ ἔςτε Σικελίαν καὶ νήσους τὰς ἄλλας.

4.23.29οἱ μέντοι λόγιμοι σχεδόν τι ἅπαντες ἐς Βυζάντιον ἦλθον, ἐν τοῖς καὶ Παῦλος ἦν, τὴν Ἀδραμητὸν ἀνασωσάμενος βασιλεῖ.

4.23.30οἵτε Μαυρούσιοι ἀδεέστερον, ἅτε οὐδενὸς σφίσιν ἐπεξιόντος, ἦγόντε καὶ ἔφερον ἅπαντα καὶ ξὺν αὐτοῖς Στότζας ἐν δυνάμει ὢν ἤδη.

4.23.31Ῥωμαῖοι γὰρ αὐτῷ στρατιῶται πολλοὶ εἵποντο, οἱ μὲν αὐτόμολοι ἥκοντες, οἱ δὲ κατ’ἀρχὰς μὲν αἰχμάλωτοι γεγενημένοι, ἐθελούσιοι δὲ αὐτοῦ μείναντες.

4.23.32Ἰωάννης δὲ, οὗ δὴ λόγος τις ἦν ἐν Μαυρουσίοις, Σεργίῳ προσκεκρουκὼς ἐς τὰ μάλιστα ἡσυχίαν ἦγεν.

4.24

4.24.1ἐν τούτοις δὲ βασιλεὺς ἄλλον ἐς Λιβύην στρατηγὸν Ἀρεόβινδον ξὺν στρατιώταις ὀλίγοις τισὶν ἔπεμψεν, ἄνδρα ἐκ βουλῆς μὲν καὶ εὖ γεγονότα, ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον.

4.24.2καὶ ξὺν αὐτῷ Ἀθανάσιον ἔπαρχον ἄρτι ἐξ Ἰταλίας ἥκοντα ἔστελλε καὶ Ἀρμενίους ὀλίγους τινὰς, ὧν Ἀρταβάνηςτε καὶ Ἰωάννης ἦρχον, Ἰωάννου παῖδες, Ἀρσακίδαι μὲν γένος, ἔναγχος δὲ ἀπολιπόντες τὸ Περσῶν στράτευμα, ἔςτε Ῥωμαίους αὖθις ξὺν τοῖς ἄλλοις Ἀρμενίοις αὐτόμολοι ἥκοντες.

4.24.3συνῆν δὲ τῷ Ἀρεοβίνδῳ τε ἀδελφὴ καὶ Πρεϊέκτα γυνὴ, Βιγλεντίας θυγάτηρ τῆς βασιλέως Ἰουστινιανοῦ ἀδελφῆς.

4.24.4οὐ μὴν οὐ δὲ Σέργιον μετεπέμπετο, ἀλλ’αὐτόντε καὶ Ἀρεόβινδον Λιβύης στρατηγοὺς ἐκέλευεν εἶναι, τήντε χώραν καὶ τῶν στρατιωτῶν τοὺς καταλόγους διελομένους.

4.24.5ἐπέβαλε δὲ Σεργίῳ μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεοβίνδῳ δὲ τοῖς ἐν Βυζακίῳ Μαυρουσίοις ἀεὶ διαμάχεσθαι.

4.24.6καταπλεύσαντόςτε τοῦ στόλου τούτου ἐς Καρχηδόνα Σέργιος μὲν ἐπὶ Νουμιδίας ξὺν τῷ οἰκείῳ στρατῷ ἀπιὼν ᾤχετο, Ἀρεόβινδος δὲ Ἀντάλαντε καὶ Στότζαν ἐνστρατοπεδεύεσθαι μαθὼν ἀμφὶ πόλιν Σικκαβενερίαν, τριῶν ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, Ἰωάννην τὸν Σισινιόλου ἐπ’αὐτοὺς ἐκέλευεν ἰέναι τοῦ στρατοῦ ἀπολεξάμενον εἴ τι ἄριστον ἦν ·

4.24.7τῷτε Σεργίῳ ἔγραφε τοῖς ἀμφὶ τὸν Ἰωάννην ἀναμίγνυσθαι, ἐφ’ κοινῇ ἅπαντες ὁμόσε τοῖς πολεμίοις χωρήσουσι.

4.24.8Σέργιος μὲν οὖν τῶντε γεγραμμένων καὶ τοῦ ἔργου τούτου ὀλιγωρεῖν ἔγνω, δὲ Ἰωάννης ξὺν ὀλίγῳ στρατῷ ἀμυθήτῳ ἠνάγκαστο πολεμίων πλήθει ἐς χεῖρας ἰέναι.

4.24.9ἦν δὲ αὐτῷτε καὶ Στότζᾳ μέγα τι ἀεὶ ἐς ἀλλήλους ἔχθος, ἑκάτερόςτε αὐτοῖν ηὔχετο φονεὺς θατέρου γενόμενος οὕτω δὴ ἐξ ἀνθρώπων ἀφανισθῆναι.

4.24.10τότε γοῦν, ἐπειδὴ τάχιστα μάχη ἐν χερσὶ γίγνεσθαι ἔμελλεν, ἄμφω ἐκ τῶν στρατοπέδων ἐλαύνοντες ἐπ’ἀλλήλους ἦλθον.

4.24.11 μὲν οὖν Ἰωάννης ἐντείνας τὸ τόξον ἔτι προσιόντα τὸν Στότζαν κατὰ βουβῶνα τὸν δεξιὸν ἐπιτυχὼν βάλλει, δὲ καιρίαν πληγεὶς αὐτοῦ ἔπεσεν, οὔπω μὲν τεθνεὼς, χρόνον δέ τινα ὀλίγον ταύτῃ δὴ ἐπιβιωσόμενος τῇ πληγῇ.

4.24.12ἐπελθόντες δὲ πάντες αὐτίκα, ὅσοιτε αὐτῷ εἵποντο καὶ τῶν Μαυρουσίων στρατὸς, Στότζαν μὲν ὀλιγοψυχοῦντα ἐπὶ δένδρου τινὸς ἔθεντο, αὐτοὶ δὲ θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες τόντε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας ἅτε πλήθει πολλῷ ὑπεραίροντες, οὐδενὶ πόνῳ ἐτρέψαντο.

4.24.13τότε δή φασιν εἰπεῖν τὸν Ἰωάννην ὡς ἡδύν τινα θάνατον θνήσκοι, ἐπεί οἱ τὰ τῆς εὐχῆς ἀμφὶ τῷ Στότζᾳ ἐς πέρας ἀφῖκται. χῶρος δέ τις ἦν κατάντης ἐνταῦθα, οὗ δὴ αὐτὸν ἀποβάλλει ὀκλάσας ἵππος.

4.24.14ἐφ’ὃν αὖθις αὐτὸν ἀναθρώσκειν πειρώμενον καταλαβόντες οἱ πολέμιοι κτείνουσιν, ἄνδρα γενόμενον δόξῃτε καὶ ἀρετῇ μέγαν. ὅπερ Στότζας μαθὼν ἐτελεύτησε, τοσοῦτον εἰπὼν, ὡς ἥδιστα τὸ λοιπὸν θνήσκοι.

4.24.15ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἰωάννης Ἀρμένιος Ἀρταβάνου ἀδελφὸς θνήσκει, ἔργα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος ἀρετῆς ἄξια.

4.24.16βασιλεὺς δὲ ταῦτα ἀκούσας περιώδυνόςτε τῇ τοῦ Ἰωάννου ἀρετῇ γεγονὼς μάλιστα, ἀξύμφορόντε νομίσας εἶναι τοῖν δυοῖν στρατηγοῖν τὴν ἀρχὴν διέπειν, τὸν μὲν Σέργιον εὐθὺς μεταπεμψάμενος ἐς Ἰταλίαν ξὺν στρατῷ ἔπεμψεν, Ἀρεοβίνδῳ δὲ ἅπαν τὸ Λιβύης παρέδωκε κράτος.

4.25

4.25.1Γόνθαρις δὲ δυοῖν μησὶν ὕστερον Σέργιος ἐνθένδε ἀπιὼν ᾤχετο, τυραννίδι ἐπέθετο τρόπῳ τοιῷδε. ἐτύγχανε μὲν αὐτὸς τῶν ἐν Νουμίδαις καταλόγων ἡγούμενος διατριβήντε διὰ τοῦτο ἐνταῦθα ἔχων, ἔπρασσε δὲ λάθρα ἐς Μαυρουσίους ὅπως ἐπὶ Καρχηδόνα χωρήσωσιν.

4.25.2αὐτίκα τοίνυν ἔκτε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς ἐς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ πολλῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίναςτε καὶ Ἰαύδας, Βυζακηνῶν δὲ Ἀντάλας.

4.25.3ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης τύραννος ξὺν τοῖς ἑπομένοις, ὃν δὴ οἱ στασιῶται, Στότζα τετελευτηκότος, ἄρχοντα σφίσιν αὐτοῖς κατεστήσαντο.

4.25.4γνοὺς δὲ Ἀρεόβινδος τὴν ἔφοδον ἄλλουςτε τῶν ἀρχόντων ξὺν τοῖς ἑπομένοις ἐς Καρχηδόνα καὶ Γόνθαριν μετεπέμπετο. παρῆν δὲ αὐτῷ ξὺν τοῖς Ἀρμενίοις καὶ Ἀρταβάνης.

4.25.5 μὲν οὖν Ἀρεόβινδος Γόνθαριν ἐξηγεῖσθαι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐκέλευεν.

4.25.6 δὲ προθύμως οἱ τὰ ἐς τὸν πόλεμον ὑπηρετήσειν ὑποσχόμενος ἐποίει τάδε. τῶν οἰκετῶν ἕνα, Μαυρούσιον μὲν γένος, τέχνην δὲ μάγειρον, ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἐκέλευσεν ἰέναι, καὶ δόκησιν μὲν τοῖς ἄλλοις παρέχεσθαι ὅτι δὴ τὸν δεσπότην ἀποδρὰς ᾤχετο, λάθρα δὲ τῷ Ἀντάλᾳ εἰπεῖν ὡς αὐτῷ Γόνθαρις κοινωνεῖν βούλοιτο τῆς Λιβύων ἀρχῆς.

4.25.7 μὲν οὖν μάγειρος κατὰ ταῦτα ἐποίει, δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσε, τοσοῦτον δὲ ἀπεκρίνατο, ὡς αἱ γενναῖαι τῶν πράξεων οὐ διὰ τῶν μαγείρων ἐπιγίνεσθαι τοῖς ἀνθρώποις πεφύκασι.

4.25.8ταῦτα ἐπεὶ Γόνθαρις ἤκουσε, τῶν δορυφόρων ἕνα, Οὐλίθεον ὄνομα, δὴ μάλιστα πιστοτάτῳ ἐχρῆτο, παρὰ τὸν Ἀντάλαν εὐθὺς ἔπεμψεν, ὡς ἀγχοτάτω Καρχηδόνος αὐτὸν παρακαλῶν ἰέναι.

4.25.9οὕτω γάρ οἱ τὸν Ἀρεόβινδον ἐξ ἀνθρώπων ἀφανιεῖν ἐπηγγέλλετο.

4.25.10 μὲν οὖν Οὐλίθεος κρύφα τῶν ἄλλων βαρβάρων Ἀντάλᾳ ξυμβαίνει, ἐφ’ Βυζακίου μὲν Ἀντάλας ἄρχοι, τότε ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων ἔχων καὶ πεντακοσίουςτε καὶ χιλίους στρατιώτας Ῥωμαίους σὺν αὑτῷ ἐπαγόμενος, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβοι, Καρχηδόνοςτε τὸ κράτος καὶ Λιβύης τῆς ἄλλης ἔχων.

4.25.11ταῦτάτε διαπεπραγμένος ἐπανῆκεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἅπαν πρὸ τοῦ περιβόλου πεποίηντο, ἐν σφίσιν αὐτοῖς τὰ φυλακτήρια πύλης ἑκάστης νειμάμενοι.

4.25.12οἱ δὲ βάρβαροι οὐ πολλῷ ὕστερον εὐθὺ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν, ἔντε χωρίῳ τῷ Δεκίμῳ καλουμένῳ στρατοπεδευσάμενοι ἔμενον. ἐνθένδετε ἄραντες τῇ ὑστεραίᾳ πρόσω ἐχώρουν.

4.25.13τινὲς δὲ ὑπαντιάσαντες τοῦ Ῥωμαίων στρατοῦ, ἐς χεῖράςτε αὐτοῖς ἀπροσδόκητοι ἦλθον καὶ Μαυρουσίους οὐ συχνοὺς ἔκτειναν.

4.25.14οὓς δὴ Γόνθαρις εὐθὺς ἀνεκάλει κακίζων ἅτε ἀνεπισκέπτωςτε θρασυνομένους καὶ τὰ Ῥωμαίων πράγματα ἐθέλοντας ἐς προὖπτόν τινα ἐμβαλεῖν κίνδυνον.

4.25.15ἐν τούτῳ δὲ Ἀρεόβινδος πέμψας παρὰ τὸν Κουτζίναν λάθρα ἔπρασσε προδοσίας πέρι. καί οἱ Κουτζίνας ὡμολόγησεν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ἐπίτε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ τραπέσθαι.

4.25.16Μαυρούσιοι γὰρ οὔτε πρὸς ἄλλων ἀνθρώπων τινὰς οὔτε πρὸς ἀλλήλους τὸ πιστὸν ἔχουσι. ταῦτα ἐς Γόνθαριν Ἀρεόβινδος ἐξήνεγκεν.

4.25.17 δὲ παρακρούεσθαίτε καὶ ἀναβάλλεσθαι τὴν πρᾶξιν ἐθέλων παρῄνει τῷ Ἀρεοβίνδῳ τὸ πιστὸν ἐς Κουτζίναν ὡς ἥκιστα ἔχειν, ἢν μὴ τοὺς παῖδας ἐν ὁμήρων λόγῳ παρ’αὐτοῦ λάβοι.

4.25.18Ἀρεόβινδος μὲν οὖν καὶ Κουτζίνας λάθρα παρ’ἀλλήλους ἀεὶ πέμποντες ἀμφὶ τῇ ἐς Ἀντάλαν ἐπιβουλῇ διατριβὴν εἶχον.

4.25.19Γόνθαρις δὲ αὖθις τὸν Οὐλίθεον στείλας ἔκπυστα τῷ Ἀντάλᾳ ἐποίησε τὰ πρασσόμενα.

4.25.20καὶ ὃς οὔτε τι τῷ Κουτζίνᾳ ἐπικαλεῖν ἔγνω οὔτε ὅτι ἐπέπυστο τὴν ἐπιβουλὴν ἔνδηλος αὐτῷ ἐγεγόνει, οὐ μὴν οὐ δέ τι ἐξήνεγκε τῶν αὐτῷτε καὶ Γονθάριδι ξυγκειμένων.

4.25.21ἀλλήλοις δὲ ἄμφω πολέμιοίτε καὶ δυσμενεῖς ταῖς γνώμαις ὄντες νῷτε πονηρῷ ξυνετάσσοντο, ἐπίτε τὸν οἰκεῖον ἑκάτερος φίλον ἀλλήλοις ξυστρατεύοντες ᾔεσαν.

4.25.22τοιαύτῃ μὲν γνώμῃ Κουτζίναςτε καὶ Ἀντάλας ἐπὶ Καρχηδόνα τὸν Μαυρουσίων στρατὸν ἐπῆγον. Γόνθαρις δὲ κτεῖναι μὲν τὸν Ἀρεόβινδον διενοεῖτο, τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν, ἐν παρατάξει λάθρα τοῦτο δρᾶν ἤθελεν, ὅπως πρὸς ἑτέρων μὲν ἐπιβουλὴ ἐς τὸν στρατηγὸν γεγενῆσθαι δόξειεν, αὐτὸς δὲ ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ ἀνελέσθαι τὴν Λιβύης ἀρχήν.

4.25.23ἀπάτῃ τοίνυν τὸν Ἀρεόβινδον περιελθὼν πείθει τοῖς πολεμίοις ἐπεξελθόντα ὁμόσε ἰέναι, ἤδη που Καρχηδόνος ἄγχιστα ἥκουσιν.

4.25.24ἐδόκει γοῦν αὐτῷ τῇ ὑστεραίᾳ παντὶ τῷ στρατῷ ἐξηγήσεσθαι ἐπὶ τοὺς πολεμίους ἅμα ἡλίῳ ἀνίσχοντι.

4.25.25ἀλλ’Ἀρεόβινδος ἀπείρωςτε λίαν ἐς τὸ πρᾶγμα τοῦτο καὶ ὀκνηρῶς ἔχων μελλήσει ἐχρῆτο οὐδενὶ λόγῳ.

4.25.26μελετῶντε γὰρ ὅπως ἐνδύσαιτο τὴν τῶν ὅπλων σκευὴν καὶ τἄλλα ἐξαρτυόμενος ἐς τὴν ἔξοδον τὸν πλεῖστον τῆς ἡμέρας ἀνάλωσε χρόνον.

4.25.27διὸ δὴ τὴν παράταξιν ἐς τὴν ἐπιοῦσαν ἀποθέμενος ἡσυχῆ ἔμενε.

4.25.28Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν πεποιῆσθαι ὑποτοπήσας ἅτε τῶν πρασσομένων αἰσθανόμενον, ἐκ τοῦ ἐμφανοῦς τόντε φόνον τοῦ στρατηγοῦ καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν ἐπιτελεῖν ἔγνω.

4.26

4.26.1ἡμέρᾳτε τῇ ἐπιγενομένῃ ἐποίει τάδε. τὰς πύλας ἀναπετάσας, οὗ δὴ αὐτὸς φυλακὴν εἶχε, λίθους μὲν ὑπερφυεῖς ἔνερθεν ἔθηκεν, ὡς μή τις αὐτὰς ἐπιτιθέναι εὐπετῶς δύναιτο, ἄνδραςτε τεθωρακισμένους καὶ τὰ τόξα ἐν χερσὶν ἔχοντας ἀμφὶ τὰς ἐπάλξεις πολλοὺς ἔστησεν, αὐτόςτε τὸν θώρακα ἐνδὺς εἱστήκει ἐν μέσαις ταῖς πύλαις.

4.26.2ἐπενόει δὲ ταῦτα οὐ Μαυρουσίων ἕνεκα, ὅπως τῇ πόλει αὐτοὺς δέξηται (ἀβέβαιοι γὰρ Μαυρούσιοι παντάπασιν ὄντες ὑπόπτως ἔχουσιν ἐς πάντας ἀνθρώπους.

4.26.3τοῦτότε αὐτοῖς οὐκ ἄπο τοῦ εἰκότος γενέσθαι ξυμβαίνει. ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐ δὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ’ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὑτοῦ γνώμης τὸν τοῦ πέλας σταθμώμενος τρόπον.

4.26.4διὸ δὴ οὐ δὲ Μαυρουσίους ἤλπιζε Γόνθαρις πιστεύσαντάς οἱ ἐντὸς τοῦ περιβόλου γενήσεσθαι), ἀλλ’ὅπως Ἀρεόβινδος ἐμπεσὼν ἐς μέγα τι δέος ἐς φυγήντε εὐθὺς ὁρμηθείη καὶ κατὰ τάχος Καρχηδόνα ἀπολιπὼν ἐπὶ Βυζαντίου κομίζοιτο.

4.26.5καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσε.

4.26.6μαθὼν δὲ Ἀρεόβινδος τὰ ποιούμενα, τόντε Ἀθανάσιον καὶ τῶν δοκίμων τινὰς μετεπέμπετο.

4.26.7παρῆν δέ οἱ καὶ Ἀρταβάνης ἐκ τοῦ στρατοπέδου τρίτος αὐτὸς, τῷτε Ἀρεοβίνδῳ παρῄνει μήτε ἀναπεπτωκέναι μήτε τόλμῃ τῇ Γονθάριδος ἐνδιδόναι, ἀλλ’αὐτίκα μάλα ἐπ’αὐτὸν ὁμοῦ ξὺν πᾶσι τοῖς οἱ ἑπομένοις ἰόντα ἔργου ἔχεσθαι, πρίν τι περαιτέρω γεγονέναι κακόν.

4.26.8τὰ μὲν οὖν πρῶτα πέμψας Ἀρεόβινδος παρὰ Γόνθαριν τῶν ἐπιτηδείων τινὰ, Φρέδαν ὄνομα, ἐκέλευεν ἀποπειρᾶσθαι τῆς αὐτοῦ γνώμης.

4.26.9ἐπεὶ δὲ Φρέδας ἐπανήκων οὐδαμῆ ἀπαρνεῖσθαι Γόνθαριν τὴν τυραννίδα ἐσήγγελλεν, ἤδη ἐπ’αὐτὸν ὡς ἐς μάχην ἰέναι διενοεῖτο.

4.26.10ἐν τούτῳ δὲ Γόνθαρις Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλεν, ὡς ἄνανδρόςτε εἴη καὶ ἅμα μὲν δέει ἐς τοὺς πολεμίους ἐχόμενος, ἅμα δὲ τὰς συντάξεις σφίσιν ὡς ἥκιστα ἐθέλων διδόναι, δρασμόντε ξὺν Ἀθανασίῳ βουλεύεται καὶ αὐτίκα ἐκ Μανδρακίου ἀποπλεῖν μέλλουσιν, ὅπως οἱ στρατιῶται λιμῷτε καὶ Μαυρουσίοις μαχόμενοι διαφθείρωνται, ἐπυνθάνετότε εἴπερ αὐτοῖς βουλομένοις εἴη ἄμφω ξυλλαβοῦσιν ἐν φυλακῇ ἔχειν.

4.26.11οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐδενὶ λόγῳ.

4.26.12χρήματα μέντοι αὐτὸς οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον ὦφλε.

4.26.13καὶ οἱ μὲν τούςτε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύντε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα ἀφίκεται.

4.26.14καὶ γίνεται μάχη ἔντε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας, οὗ Γόνθαρις εἱστήκει, ἐν οὐδέτεροι τὸ ἔλασσον ἔσχον.

4.26.15ἔμελλόντε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ’οἱ πλεῖστοι ἔτι ταῖς γνώμαις ἀκραιφνεῖς ἔμενον.

4.26.16Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν (οὐ γάρ πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν) κατεπλάγητε καὶ ἀποδειλιάσας οὐκ ἐνεγκώντε τὰ ὁρώμενα φεύγει.

4.26.17ἔστι δέ τις ἐντὸς τοῦ Καρχηδόνος περιβόλου νεὼς πρὸς τῇ τῆς θαλάσσης ἀκτῇ, οὗ δὴ ἄνδρες οἰκοῦσιν, οἷς τὰ ἐς τὸ θεῖον ἀκριβῶς ἤσκηται · μοναχοὺς καλεῖν τοὺς ἀνθρώπους ἀεὶ νενομίκαμεν · τοῦτον Σολόμων δειμάμενος τὸν νεὼν οὐ πολλῷ πρότερον τειχίσματίτε περιβαλὼν φρούριον ἐχυρώτατον κατεστήσατο.

4.26.18ἐνταῦθα καταφυγὼν Ἀρεόβινδος ἐσεπήδησεν, ἔνθα τήντε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐτύγχανε πέμψας.

4.26.19τότε καὶ Ἀρταβάνης ἀπιὼν ᾤχετο, καὶ οἱ λοιποὶ ξύμπαντες ἐνθένδε ἀνεχώρουν ὡς ἕκαστός πη ἐδύνατο.

4.26.20Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάςτε πύλας τόντε λιμένα ἐνδελεχέστατα ἤδη ἐφύλαττε.

4.26.21πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετεπέμπετο, καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε.

4.26.22θωπείᾳτε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι μάλιστα πρᾶξις ἀρέσκοι.

4.26.23ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειντε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν.

4.26.24 μὲν οὖν ἱερεὺς Ῥεπάρατος ἰσχυρίζετο Γονθάριδος γνώμῃ τῷ Ἀρεοβίνδῳ ὀμεῖσθαι, μηδὲν αὐτῷ ἄχαρι πρὸς ἐκείνου ξυμβήσεσθαι, φράσας καὶ ὅσα μὴ πειθομένῳ τῷ ἀνθρώπῳ ἠπείλησε.

4.26.25δείσας δὲ Ἀρεόβινδος ὡμολόγησεν αὐτίκα τῷ ἱερεῖ ἕψεσθαι, ἢν τὸ θεῖον λουτρὸν ἱερουργήσας, ᾗπερ εἴθισται, εἶτα πρὸς αὐτοῦ οἱ ἀπομοσάμενος ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ δοίη.

4.26.26 μὲν οὖν ἱερεὺς κατὰ ταῦτα ἐποίει. Ἀρεόβινδος δὲ οὐδέν τι μελλήσας αὐτῷ εἵπετο, ἱμάτιον ἀμπεχόμενος οὔτε στρατηγῷ οὔτε ἄλλῳ στρατευομένῳ ἀνδρὶ ἐπιτηδείως ἔχον, ἀλλὰ δούλῳ ἰδιώτῃ παντάπασι πρέπον · κασοῦλαν αὐτὸ τῇ Λατίνων φωνῇ καλοῦσι Ῥωμαῖοι.

4.26.27ἐπειδήτε ἀγχοῦ τοῦ Παλατίου ἐγένοντο, τὰ θεῖα ἐν χερσὶ λόγια παρὰ τοῦ ἱερέως λαβὼν τῷ Γονθάριδι ἐς ὄψιν ἦλθε.

4.26.28πρηνήςτε πεσὼν χρόνον πολὺν αὐτοῦ ἔκειτο, τὴν ἱκετηρίαν αὐτῷ τάτε θεῖα λόγια προτεινόμενος καὶ τὸ παιδίον, ὅπερ τοῦ θείου ἀξιωθὲν λουτροῦ ἔτυχεν, ἐφ’οὗ οἱ τὴν πίστιν ἱερεὺς, ὥσπερ μοι ἐρρήθη, παρέσχετο.

4.26.29ἐπεὶ δὲ αὐτὸν ἐξανέστησεν Γόνθαρις μόλις, πρὸς τῶν ἱερῶν ἁπάντων ἀνεπυνθάνετο τοῦ Γονθάριδος, εἴ οἱ τὰ τῆς σωτηρίας ἐν ἀσφαλεῖ κεῖται.

4.26.30καὶ ὃς θαρσεῖν αὐτὸν ἰσχυρότατα ἤδη ἐκέλευεν · οὐδὲν γὰρ ἄχαρι πρὸς αὐτοῦ πείσεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ ξύντε τῇ γυναικὶ καὶ τοῖς χρήμασιν ἐκ Καρχηδόνος οἰχήσεσθαι.

4.26.31εἶτα τὸν ἱερέα Ῥεπάρατον ἀποπεμψάμενος, Ἀρεόβινδόντε καὶ Ἀθανάσιον δειπνεῖν ξὺν αὑτῷ ἐν Παλατίῳ ἐκέλευε.

4.26.32καὶ δειπνοῦντα μὲν τὸν Ἀρεόβινδον ἐτίμα · πρῶτον γὰρ αὐτὸν ἐπὶ τῆς στιβάδος κατέκλινε · δειπνήσαντα δὲ οὐ μεθῆκεν, ἀλλὰ καθεύδειν ἐν κοιτῶνι μόνον ἠνάγκαζεν · οὗ δὴ τὸν Οὐλίθεον ξὺν ἑτέροις τισὶν ἐπ’αὐτὸν ἔπεμψεν.

4.26.33οἵπερ αὐτὸν κωκύοντάτε καὶ ὀλολυγαῖς συχναῖς χρώμενον πολλάτε πρὸς ἔλεον ἐπαγωγὰ φθεγγόμενον ἐς αὐτοὺς κτείνουσιν. Ἀθανασίου μέντοι ἐφείσαντο, τὸ γῆρας, οἶμαι, τοῦ ἀνθρώπου ὑπεριδόντες.

4.27

4.27.1τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ τὴν μὲν Ἀρεοβίνδου κεφαλὴν παρὰ τὸν Ἀντάλαν Γόνθαρις ἔπεμψε, τὰ δὲ χρήματα καὶ τοὺς στρατιώτας αὐτὸν ἀποστερεῖν ἔγνω.

4.27.2Ἀντάλας τοίνυν, ὅτιτέ οἱ τῶν ξυγκειμένων οὐδὲν ἐπετέλει, δεινὰ ἐποιεῖτο, καὶ τάτε ὀμωμοσμένα τάτε εἰργασμένα τῷ Γονθάριδι ἐς τὸν Ἀρεόβινδον ἐννοῶν ἤσχαλλεν.

4.27.3οὐ γάρ οἱ ἐδόκει τοιούτους ὅρκους ἠδικηκὼς οὔτε αὐτῷ ποτε οὔτε ἄλλῳ ὁτῳοῦν πιστὸς ἔσεσθαι.

4.27.4πολλὰ γοῦν ἐν αὑτῷ λογισάμενος Ἰουστινιανῷ βασιλεῖ προσχωρεῖν ἤθελε · διὸ δὴ ὀπίσω ἀπήλαυνε.

4.27.5γνούςτε Μαρκέντιον, ὃς τῶν ἐν Βυζακίῳ καταλόγων ἦρχεν, ἐς νῆσόν τινα τῶν ταύτῃ ἐπικειμένων καταφυγεῖν, πέμψας παρ’αὐτὸν, φράσαςτε τὸν πάντα λόγον καὶ τὰ πιστὰ δοὺς, τὸν ἄνθρωπον ἐπηγάγετο.

4.27.6καὶ Μαρκέντιος μὲν ἔμενε ξὺν τῷ Ἀντάλᾳ ἐν τῷ στρατοπέδῳ, στρατιῶται δὲ, ὅσοι ἐν Βυζακίῳ διατριβὴν εἶχον, εὐνοϊκῶς βασιλεῖ ἔχοντες, Ἀδραμητὸν πόλιν ἐφύλασσον.

4.27.7οἱ δὲ τοῦ Στότζα στρατιῶται, οὐχ ἥσσους χίλιοι ὄντες, αἰσθόμενοι τῶν ποιουμένων, Ἰωάννου σφίσιν ἡγουμένου, παρὰ τὸν Γόνθαριν ἐχώρησαν δρόμῳ.

4.27.8καὶ ὃς αὐτοὺς ἀσμένως τῇ πόλει ἐδέξατο. ἦσαν δὲ Ῥωμαῖοι μὲν πεντακόσιοι, Οὖννοι δὲ ὀγδοήκοντα μάλιστα, οἱ δὲ λοιποὶ Βανδίλοι ἅπαντες.

4.27.9καὶ Ἀρταβάνης τὰ πιστὰ λαβὼν ἔςτε τὸ Παλάτιον ξὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τῷ τυράννῳ ὑπηρετήσειν ἐπιτάσσοντι ὡμολόγησε.

4.27.10λάθρα δὲ ἀνελεῖν τὸν Γόνθαριν ἐβουλεύετο, Γρηγορίῳτε τῷ ἀνεψιῷ καὶ Ἀρτασίρῃ τῷ δορυφόρῳ κοινολογησάμενος τὸ βούλευμα τοῦτο.

4.27.11Γρηγόριος δὲ αὐτὸν ἐς τὴν πρᾶξιν ἐνάγων ἔλεξε τοιάδε Ἀρταβάνη, νῦν σοι πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κλέος, μᾶλλον δὲ αὐτὸ καὶ πολλῷ ἔτι ὑπερβαλέσθαι.

4.27.12 μὲν γὰρ στρατιὰν ἀξιολογωτάτην καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν ἐνταῦθα ἧκεν, ἄρχοντας μὲν ἔχων τούς οἱ ἑπομένους καὶ ξυμβούλους πολλοὺς, στόλον δὲ νηῶν οἷον οὔπω ἡμεῖς ἀκοῇ ἴσμεν, ἵπποντε πολλὴν καὶ ὅπλα καὶ τὰ ἄλλα ἁπλῶς εἰπεῖν ἅπαντα ἐπαξίως οἱ παρεσκευασμένα τῆς Ῥωμαίων ἀρχῆς.

4.27.13οὕτωτε πόνῳ πολλῷ ἀνεσώσατο Λιβύην Ῥωμαίοις.

4.27.14ἅπερ ἅπαντα οὕτως ἀπόλωλεν ὥστε, εἰ μη δὲ ἀρχὴν ἐγεγόνει, ἔν γε τῷ παρόντι ἐν ἴσῳ εἶναι · πλήν γε δὴ ὅτι ἀποκέκριται Ῥωμαίοις τανῦν ἐκ τῆς Βελισαρίου νίκης τοῖςτε σώμασι καὶ τοῖς χρήμασιν ἐζημιῶσθαι, καὶ πρός γε τὸ μη δὲ φυλάξαι τἀγαθὰ δυνατοῖς γεγονέναι.

4.27.15τὸ δὲ πάντα ταῦτα ἀνασώσασθαι τανῦν βασιλεῖ ἐν τῇ σῇ μόνῃ ψυχῇτε καὶ γνώμῃ καὶ δεξιᾷ κεῖται.

4.27.16οὐκοῦν ἐκλογίζου μὲν ὡς εἶ Ἀρσακίδης ἀνέκαθεν γένος, ἐνθυμοῦ δὲ ὡς τοῖς εὖ γεγονόσιν ἀνδραγαθίζεσθαι ἀείτε καὶ πανταχῆ πρέπει.

4.27.17πολλὰ γοῦν σοι ἔργα ὑπὲρ τῆς ἐλευθερίας θαυμαστὰ πέπρακται. Ἀκάκιον γὰρ, νέος ὢν ἔτι, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Σίτταν τὸν Ῥωμαίων στρατηγὸν ἔκτεινας, καὶ ἀπ’αὐτοῦ Χοσρόῃ βασιλεῖ γνώριμος γεγονὼς ξὺν αὐτῷ ἐπὶ Ῥωμαίους ἐστράτευσας.

4.27.18ἐπεὶ δὲ τηλικόσδε εἶ, ὡς σὸν εἶναι μὴ περιορᾶν τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὶ μεθύοντι κεῖσθαι, ἐνδείκνυσο τανῦν ὡς εὐγενείᾳτε καὶ ψυχῆς ἀρετῇ ἐκεῖνα, ’γαθὲ, τὰ πρόσθεν εἰργάσω · ἐγὼ δέ σοι καὶ Ἀρτασίρης ὅδε ἅπαντα ἐπιτάττοντι ὅση δύναμις ὑπουργήσομεν.

4.27.19Γρηγόριος μὲν τοσαῦτα εἶπεν · Ἀρταβάνου δὲ τὴν διάνοιαν ἐπὶ τὸν τύραννον ἔτι μᾶλλον ὥρμησεν.

4.27.20 δὲ Γόνθαρις Ἀρεοβίνδου μὲν τήντε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐκ τοῦ φρουρίου ἐξαγαγὼν ἐπί τινος οἰκίας ἠνάγκασε μένειν, οὔτε τι ὑβρίσας λόγῳ ἔργῳ ὁτῳοῦν ἐς αὐτὰς οὔτε τὰ ἐπιτήδεια ἐνδεεστέρως κατὰ τὴν χρείαν ἐχούσας οὔτε τι ἄλλο βιασθείσας εἰπεῖν πρᾶξαι, πλήν γε δὴ ὅτι γράψαι πρὸς τὸν θεῖον Πρεϊέκτα ἠνάγκαστο ὡς Γόνθαρις μὲν αὐτάςτε τιμῴη ἐς ἄγαν καὶ καθαρὸς εἴη παντάπασι τοῦ τἀνδρὸς φόνου, Οὐλιθέῳ δὲ τὸ κακὸν ἐργασθείη, Γονθάριδος οὐδαμῆ ἐπαινοῦντος.

4.27.21ἔπρασσε δὲ ταῦτα Γόνθαρις Πασιφίλῳ ἀναπεισθεὶς, ἀνδρὶ γεγονότι μὲν τῶν ἐν Βυζακίῳ στασιωτῶν πρώτῳ, ξυναραμένῳ δὲ αὐτῷ μάλιστα ἐς τὴν τῆς τυραννίδος ἐπίθεσιν.

4.27.22ἰσχυρίζετο γὰρ Πασίφιλος, ἢν ταῦτα ποιοίη, ξυνοικιεῖντε αὐτῷ βασιλέα τὴν κόρην καὶ προῖκα κατὰ τὸ ξυγγενὲς ἐπιδώσειν χρημάτων μεγάλων.

4.27.23Ἀρταβάνηντε τῷ στρατῷ ἐξηγεῖσθαι ἐπίτε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευε.

4.27.24Κουτζίνας γὰρ ἅτε τῷ Ἀντάλᾳ προσκεκρουκὼς, ἀπέστητε αὐτοῦ ἐκ τοῦ ἐμφανοῦς καὶ Γονθάριδι προσεχώρησεν · δὴ τόντε παῖδα καὶ τὴν μητέρα ἐν ὁμήρων λόγῳ παρέσχετο.

4.27.25τὸ μὲν οὖν στράτευμα ἡγουμένου Ἀρταβάνου εὐθὺς ἐπὶ τὸν Ἀντάλαν ἐχώρει. ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, τῶν Στότζα στασιωτῶν ἄρχων, καὶ Οὐλίθεος δορυφόρος.

4.27.26εἵποντο δὲ καὶ Μαυρούσιοι, ὧν Κουτζίνας ἦρχε. πόλιντε Ἀδραμητὸν διαμείψαντες καταλαμβάνουσι τοὺς ἐναντίους ἐνταῦθά πη ὄντας, καὶ στρατοπεδευσάμενοι ὀλίγῳ ἄποθεν τῶν πολεμίων ηὐλίσαντο.

4.27.27τῇ δὲ ὑστεραίᾳ Ἰωάννης μὲν καὶ Οὐλίθεος, μοῖράν τινα τοῦ στρατοῦ ἔχοντες, αὐτοῦ ἔμειναν, Ἀρταβάνης δὲ καὶ Κουτζίνας ἐπῆγον ἐπὶ τοὺς ἐναντίους τὸ στράτευμα.

4.27.28οὓς δὴ οὐ ξυνενεγκόντες οἱ ξὺν τῷ Ἀντάλᾳ Μαυρούσιοι ἐς φυγὴν ὥρμηντο.

4.27.29ἀλλ’ἐθελοκακήσας Ἀρταβάνης ἐκ τοῦ αἰφνιδίου στρέψαςτε τὸ σημεῖον ὀπίσω ἀπήλαυνε.

4.27.30διὸ δὴ Οὐλίθεος αὐτὸν ἐς τὸ στρατόπεδον ἥκοντα κτείνειν διενοεῖτο.

4.27.31παραιτούμενος δὲ Ἀρταβάνης ἔφασκε δεῖσαι μὴ Μαρκέντιος ἐξ Ἀδραμητοῦ πόλεως ἐπιβοηθήσας τοῖς ἐναντίοις, ὅπη ἐνταῦθα ἐτύγχανεν ὢν, ἀνήκεστα σφᾶς ἔργα ἐργάσηται ·

4.27.32ἀλλὰ Γόνθαριν χρῆναι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἰέναι.

4.27.33καὶ τὰ μὲν πρῶτα ἐβουλεύετο ἐς Ἀδραμητὸν ἰὼν ξὺν τοῖς ἑπομένοις τῷ βασιλέως στρατῷ ἀναμίγνυσθαι.

4.27.34ἄμεινον δέ οἱ πολλὰ διαλογισαμένῳ ἔδοξεν εἶναι Γόνθαριν ἐξ ἀνθρώπων ἀφανίσαντι βασιλέατε καὶ Λιβύην πραγμάτων ἀπαλλάξαι δυσκόλων.

4.27.35ἀναστρέψας οὖν ἐς Καρχηδόνα τῷ τυράννῳ ἀπήγγελλεν ὅτι δὴ στρατεύματος αὐτῷ πλείονος ἐπὶ τοὺς πολεμίους δεήσει.

4.27.36 δὲ Πασιφίλῳ κοινολογησάμενος ἅπαντα μὲν ἐξοπλίσαι τὸν στρατὸν ἤθελεν, αὐτὸς δὲ φυλακὴν ἐν Καρχηδόνι καταστησάμενος ἐπὶ τοὺς πολεμίους τῷ στρατῷ ἐξηγήσασθαι.

4.27.37πολλοὺς μὲν οὖν ἐς ἡμέραν ἑκάστην ἀνῄρει, ἐς οὓς ὑποψίᾳ τινὶ καὶ λόγον οὐκ ἐχούσῃ ἐχρῆτο.

4.27.38τῷ δὲ Πασιφίλῳ ἐπέστελλεν, ὃν δὴ καταστήσεσθαι ἐπὶ Καρχηδόνος φυλακῇ ἔμελλε, τοὺς Γραικοὺς ἅπαντας οὐδὲν ὑπολογισαμένῳ κτεῖναι.

4.28

4.28.1τάτε ἄλλα διοικησάμενος, ὅπη οἱ ἐδόκει ὡς ἄριστα ἔχειν, τοὺς ἐπιτηδείους ἑστιᾶν ἔγνω, ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ τὴν ἔξοδον ποιησόμενος.

4.28.2ἔντε οἰκήματι, οὗ δὴ στιβάδες ἐν παρασκευῇ ἦσαν ἐκ παλαιοῦ τρεῖς, τὴν θοίνην ἐποίει.

4.28.3αὐτὸς μὲν οὖν ἐπὶ στιβάδος κατεκλίνετο, ὡς τὸ εἰκὸς, τῆς πρώτης, ἔνθα δὴ καὶ Ἀθανάσιόςτε καὶ Ἀρταβάνης ἦσαν, τῶντε Γονθάριδι γνωρίμων τινὲς, καὶ Πέτρος Θρᾷξ μὲν γένος, δορυφόρος δὲ Σολόμωνος γενόμενος πρότερον.

4.28.4ἐν ἀμφοτέραις δὲ ταῖς ἄλλαις στιβάσι Βανδίλων οἱ πρῶτοίτε καὶ ἄριστοι ἦσαν.

4.28.5Ἰωάννην μέντοι, ὃς τῶν Στότζα στασιωτῶν ἦρχε, Πασίφιλος ἰδίᾳ εἱστία, καὶ τῶν ἄλλων ἕκαστον, ὅπη ἑκάστῳ τῶν Γονθάριδι ἐπιτηδείων φίλον ἔδοξεν εἶναι.

4.28.6Ἀρταβάνης τοίνυν ἡνίκα ἐπὶ ταύτην δὴ τὴν θοίνην ἐκαλεῖτο, τοῦτόν οἱ τὸν καιρὸν ἐπιτηδείως ἔχειν ἐς τὸν τοῦ τυράννου φόνον οἰόμενος, τὸ βούλευμα ἐπιτελεῖν διενοεῖτο.

4.28.7ἐς Γρηγόριον οὖν καὶ Ἀρτασίρην καὶ δορυφόρους ἑτέρους τρεῖς τὸ πρᾶγμα ἐξενεγκὼν τοὺς μὲν δορυφόρους ξὺν τοῖς ξίφεσιν ἐκέλευσεν εἴσω γενέσθαι · (ἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι τοὺς δορυφόρους νόμος) εἴσω δὲ γενομένους ἐγχειρεῖν ἄφνω, ἡνίκα ἂν σφίσι δοκῇ καιρὸς ὡς μάλιστα ἐπιτηδείως ἔχειν, πρῶτόντε τὸν Ἀρτασίρην ἔργου ἔχεσθαι.

4.28.8τῷ δὲ Γρηγορίῳ ἐπέστελλε τῶν Ἀρμενίων πολλοὺς τοὺς μάλιστα εὐτολμοτάτους ἀπολεξαμένῳ ἐς τὸ Παλάτιον ἐπαγαγέσθαι, τὰ ξίφη μόνα ἐν χερσὶ φέροντας · (ἄλλῳ γὰρ οὐδενὶ τοὺς τοῖς ἄρχουσιν ἐν πόλει ἑπομένους ὁπλίζεσθαι θέμις) τούτουςτε ἐν τῷ προστώῳ ἀπολιπόντι εἴσω ξὺν τοῖς δορυφόροις γενέσθαι, καὶ αὐτῶν τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν, τοσοῦτον δὲ εἰπεῖν μόνον, ὡς ἐς τὸν Γόνθαριν ὑπόπτως ἔχοι, ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους ἐς τὴν θοίνην αὐτὸν κεκληκέναι ·

4.28.9βούλεσθαι τοίνυν ἑστάναι μὲν αὐτοὺς παρὰ τοὺς Γονθάριδος φύλακας, οἵπερ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο, τοῦ δὲ παίζειν δόκησίν τινα παρεχομένους τῶν μὲν ἀσπίδων, ἅσπερ ἐκεῖνοι φέρουσιν, ἅπτεσθαι, πάλλοντας δὲ αὐτὰς καὶ ἄλλως κινοῦντας ἄνω κάτω ἐς ἀεὶ στρέφειν · θορύβου δὲ κραυγῆς ἐντὸς γενομένης ἀραμένους τὰς ἀσπίδας αὐτὰς βοηθεῖν δρόμῳ.

4.28.10Ἀρταβάνης μὲν ταῦτα ἐπήγγελλεν, δὲ Γρηγόριος ἐπιτελῆ ἐποίει. τε Ἀρτασίρης ἐπενόει τάδε · τῶν βελῶν τινα διελὼν δίχα τῷ καρπῷ τῆς εὐωνύμου χειρὸς ἐπέθετο κατὰ τὰς τομὰς μέχρι ἐς τὸν ἀγκῶνα. ἱμᾶσίτε αὐτὰ ἐς τὸ ἀκριβὲς σφίγξας ὕπερθε τὸ ταύτῃ τοῦ χιτωνίσκου μέρος ἐπέβαλλεν.

4.28.11ἐποίει δὲ ταῦτα, ὅπως, ἤν τις αὐτῷ τὸ ξίφος ἐπανατεινάμενος ἐγχειρῇ παίειν, μηδὲν αὐτῷ δεινὸν πεπονθέναι ξυμβαίη, προβεβλημένῳ μὲν τὴν λαιὰν χεῖρα, τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου ἐν τῇ ἐς τὸ ξύλον ἐπιφορᾷ καὶ τοῦ σώματος ἅψασθαι οὐδαμῆ ἔχοντος. τοιαύτῃ μὲν γνώμῃ Ἀρτασίρης, ὥσπερ μοι ἐρρήθη, ἐποίει.

4.28.12τῷ δὲ Ἀρταβάνῃ ἔλεξεν ὧδε Ἐγὼ τὸ μὲν ἐγχείρημα ὀκνήσει οὐδεμιᾷ ὑποστήσεσθαι καὶ ξίφει τῷδε τοῦ Γονθάριδος σώματος ψαύσειν ἐλπίδα ἔχω, τὸ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν, πότερα θεὸς τῷ τυράννῳ χαλεπῶς ἔχων ξυγκατεργάσεταί μοι τὸ τόλμημα τοῦτο, τινα ἐμὴν ἁμαρτάδα τιννύμενος ἐνταῦθάτε ἀπαντήσας ἐμπόδιος εἴη.

4.28.13ἢν τοίνυν οὐκ ἐν καιρίῳ πληγέντα τὸν τύραννον ἴδῃς, σὺ δή με τῷ ξίφει τῷ ἐμῷ μηδέν τι μελλήσας ἀπόκτεινον, ὅπως μὴ πρὸς αὐτοῦ αἰκιζόμενος γνώμῃτε τῇ σῇ ἐς τὴν πρᾶξιν ὡρμηκέναι εἰπὼν αἴσχιστάτε αὐτὸς διαφθαρείην καί σε προσαπολεῖν ἀναγκασθείην ἀκούσιος.

4.28.14τοσαῦτα καὶ Ἀρτασίρης εἰπὼν ξύντε Γρηγορίῳ καὶ τῶν δορυφόρων ἑνὶ παρὰ τὰς στιβάδας ἐλθὼν ὄπισθεν Ἀρταβάνου ἑστήκει. οἱ δὲ λοιποὶ παρὰ τοὺς φύλακας μένοντες τὰ σφίσιν ἐπηγγελμένα ἐποίουν.

4.28.15 μὲν οὖν Ἀρτασίρης, ἀρξαμένης που τῆς θοίνης, ἔργου ἔχεσθαι διενοεῖτο, ἤδητε τῆς τοῦ ἀκινάκου λαβῆς ἥπτετο.

4.28.16ἀλλ’αὐτὸν Γρηγόριος διεκώλυσεν ἔτι τὸν Γόνθαριν ὅλον εἰπὼν τῇ Ἀρμενίων φωνῇ ἐν αὑτῷ εἶναι, οὔπω ἐκπεπωκότα τοῦ οἴνου τι μέγα.

4.28.17ἀνοιμώξας τοίνυν Ἀρτασίρης, ἄνθρωπε, εἶπεν, ὡς καλὴν ἔχοντά με ψυχὴν οὐ δέον ἐν τῷ παρόντι κεκώλυκας.

4.28.18προϊόντος δὲ τοῦ πότου, ἤδη που καταβεβρεγμένος Γόνθαρις τοῖς δορυφόροις τῶν βρώσεων ἐδίδου, φιλοτιμίᾳ τινὶ χρώμενος.

4.28.19οἳ δὴ ταύτας λαβόντες ἐσθίειν ἤδη τοῦ οἰκήματος ἔξω γενόμενοι ἔμελλον, μόνων ἀπολελειμμένων παρὰ τὸν Γόνθαριν δορυφόρων τριῶν, ὧνπερ Οὐλίθεος εἷς ἐτύγχανεν ὤν.

4.28.20ἐξῄει δὲ καὶ Ἀρτασίρης, ὡς τῶν βρώσεων ξὺν τοῖς ἑτέροις γευσόμενος.

4.28.21ἐνταῦθά τις αὐτῷ γέγονεν ἔννοια μή τί οἱ σπάσασθαι βουλομένῳ τὸν ἀκινάκην ἐμπόδιον εἴη.

4.28.22ἔξω τοίνυν γενόμενος ἔρριψε μὲν λάθρα τοῦ ξίφους τὴν θήκην, γυμνόντε αὐτὸ ὑπὸ μάλης λαβὼν πρὸς τῆς ἐπωμίδος κεκαλυμμένον παρὰ τὸν Γόνθαριν ἐσεπήδησεν, ὡς κρύφα τι τῶν ἄλλων ἐρῶν.

4.28.23ὅπερ Ἀρταβάνης ἰδὼν τῷτε θυμῷ ζέων καὶ τῇ τῆς ἀγωνίας ὑπερβολῇ ἐς βαθεῖάν τινα ἐμπεσὼν μέριμναν, κινεῖντε τὴν κεφαλὴν ἤρξατο καὶ πολλὰς ἀμείβειν τοῦ προσώπου χρόας, ἔνθουςτέ τις τῷ μεγέθει τῆς πράξεως γεγενῆσθαι παντελῶς ἔδοξεν.

4.28.24ὅπερ Πέτρος ἰδὼν ξυνῆκε τὸ ποιούμενον, οὐ μέντοι ἐξήνεγκεν ἐς τῶν ἄλλων τινὰ, ἐπεὶ αὐτὸν βασιλεῖ εὐνοϊκῶς ἔχοντα λίαν ἤρεσκε τὰ πρασσόμενα.

4.28.25τὸν δὲ Ἀρτασίρην, ἄγχιστά πη τοῦ τυράννου ἐλθόντα, τῶν τις οἰκετῶν ὦσε, μικρόντε ὄπισθεν ἀποκεχωρηκότος κατενόησε τὸ ξίφος γυμνὸν ἀνέκραγέτε, τί τοῦτο, βέλτιστε;

4.28.26λέγων. μὲν οὖν Γόνθαρις παρὰ τῶν ὤτων τὸ δεξιὸν τὴν χεῖρα ἐπιβαλὼν στρέψαςτε τὸ πρόσωπον ἐς αὐτὸν ἔβλεπεν.

4.28.27Ἀρτασίρης δὲ αὐτὸν τῷ ξίφει μεταξὺ ἔπαισε καὶ τοῦ βρέγματος μοῖράν τινα ξὺν τοῖς δακτύλοις ἀπέκοψε.

4.28.28Πέτρος δὲ ἀναβοήσας ἐνεκελεύετο τῷ Ἀρτασίρῃ τὸν ἀνοσιώτατον κτείνειν ἀνθρώπων ἁπάντων.

4.28.29ἀναθρώσκοντα δὲ Γόνθαριν Ἀρταβάνης ἰδὼν (ἐγγύθι γὰρ κατεκλίνετο) μάχαιραν ἀμφήκη σπασάμενος, οἱ παρὰ τὸν μηρὸν ἀπεκρέματο μεγάλη τις οὖσα, ἐς τὴν ἀριστερὰν τοῦ τυράννου πλευρὰν ἄχρι ἐς τὴν λαβὴν ξύμπασαν ὤσας ἐνταῦθα μεθῆκε.

4.28.30καὶ ὃς οὐδέν τι ἧσσον ἀναθορεῖν ἐπεχείρησεν, ἅτε δὲ καιρίαν λαβὼν αὐτοῦ ἔπεσεν.

4.28.31 μὲν οὖν Οὐλίθεος τῷ Ἀρτασίρῃ τὸ ξίφος ὡς κατὰ κόρρης πατάξων ἐπήνεγκεν · δὲ τῆς κεφαλῆς χεῖρα τὴν ἀριστερὰν προβαλλόμενος τῆς ἐννοίας τῆς αὑτοῦ ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο.

4.28.32τοῦ ξίφους γάρ οἱ τὴν ἀκμὴν ἀποθεμένου ἐν ταῖς ἐπὶ τῆς χειρὸς τῶν βελῶν ἐκτομαῖς, αὐτὸς ἀπαθὴς γεγονὼς, ἔκτεινε τὸν Οὐλίθεον οὐδενὶ πόνῳ.

4.28.33Πέτρος δὲ καὶ Ἀρταβάνης, μὲν τὸ Γονθάριδος ξίφος, δὲ τὸ τοῦ Οὐλιθέου πεπτωκότος ἁρπάσας, τῶν δορυφόρων τοὺς λειπομένους αὐτοῦ ἔκτειναν.

4.28.34γέγονε τοίνυν, ὡς τὸ εἰκὸς, κραυγῆςτε καὶ ταραχῆς μέγα τι χρῆμα. αἰσθόμενοιτε ταύτης, ὅσοι τῶν Ἀρμενίων παρὰ τοὺς τοῦ τυράννου φύλακας ἵσταντο, τὰς ἀσπίδας εὐθὺς ἀνελόμενοι κατὰ τὰ σφίσι ξυγκείμενα ἐπὶ τὰς στιβάδας ἐχώρουν δρόμῳ, καὶ τούςτε Βανδίλους ξύμπαντας τούςτε Γονθάριδι ἐπιτηδείους ἀνεῖλον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.

4.28.35τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐμαρτύρατο ἐπιμελεῖσθαι τῶν ἐν Παλατίῳ χρημάτων. ὅσα γὰρ Ἀρεοβίνδῳ ἐλέλειπτο ἐνταῦθα εἶναι.

4.28.36ἐπεὶ δὲ οἱ φύλακες τὴν Γονθάριδος τελευτὴν ἔμαθον, ξυνετάσσοντο τοῖς Ἀρμενίοις αὐτίκα πολλοί. τῆς γὰρ Ἀρεοβίνδου οἰκίας οἱ πλεῖστοι ἦσαν. ξυμφρονήσαντες τοίνυν Ἰουστινιανὸν ἀνεβόων καλλίνικον.

4.28.37τε φωνὴ προϊοῦσα μὲν ἐκ πλήθους ἀνθρώπων, ἐξαισία δὲ ὑπερφυῶς οὖσα ἐς πόλιν ἐξικνεῖσθαι τὴν πολλὴν ἴσχυσεν.

4.28.38ἐνθένδε οἱ τῷ βασιλεῖ εὐνοϊκῶς ἔχοντες ἐσπηδήσαντες ἐς τῶν στασιωτῶν τὰς οἰκίας τοὺς μὲν ὕπνον αἱρουμένους, τοὺς δὲ σιτία, ἐνίους δὲ θαμβήσαντάςτε τῷ δέει καὶ ἀπορίᾳ δεινῇ ἐχομένους εὐθὺς ἔκτειναν.

4.28.39ἐν τοῖς καὶ Πασίφιλος ἦν. Ἰωάννης γὰρ ξὺν Βανδίλων τισὶν ἐς τὸ ἱερὸν καταφεύγει.

4.28.40οἷς δὴ Ἀρταβάνης τὰ πιστὰ παρασχόμενος ἔνθεντε ἐξαναστήσας ἐς Βυζάντιον ἔπεμψε καὶ τὴν πόλιν βασιλεῖ ἀνασωσάμενος διεφύλαξε.

4.28.41γέγονε δὲ τοῦ τυράννου φόνος ἕκτῃ καὶ τριακοστῇ ἀπὸ τῆς τυραννίδος ἡμέρᾳ, ἔνατον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

4.28.42Ἀρταβάνηςτε ἐκ τοῦ ἔργου τούτου κλέος περιεβάλετο μέγα ἐς πάντας ἀνθρώπους.

4.28.43καὶ Πρεϊέκτα μὲν εὐθὺς Ἀρεοβίνδου γυνὴ μεγάλοις αὐτὸν ἐδωρήσατο χρήμασι, βασιλεὺς δὲ στρατηγὸν αὐτὸν κατεστήσατο Λιβύης ἁπάσης.

4.28.44οὐ πολλῷ δὲ ὕστερον Ἀρταβάνης μὲν ἔχρῃζε βασιλέως ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο, βασιλεὺς δὲ τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο.

4.28.45καὶ τὸν Ἀρταβάνην μεταπεμψάμενος, Ἰωάννην τὸν Πάππου ἀδελφὸν Λιβύης στρατηγὸν μόνον αὐτὸν κατεστήσατο.

4.28.46οὗτος Ἰωάννης ἐπεὶ τάχιστα ἐν Λιβύῃ ἐγένετο, Ἀντάλᾳτε καὶ Μαυρουσίοις τοῖς ἐν Βυζακίῳ ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ νικήσας τῶντε πολεμίων πολλοὺς ἔκτεινε καὶ σημεῖα πάντα τὰ Σολόμωνος τούτους δὴ τοὺς βαρβάρους ἀφελόμενος βασιλεῖ ἔπεμψεν, ἅπερ αὐτοὶ ληισάμενοι ἔτυχον, ἡνίκα Σολόμων ἐξ ἀνθρώπων ἠφάνιστο. τοὺς δὲ λοιποὺς ὡς ἀπωτάτω ἐξήλασε τῆς Ῥωμαίων ἀρχῆς.

4.28.47χρόνῳ δὲ ὕστερον οἱ Λευάθαι αὖθις στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων ἐς Βυζάκιον ἀφικόμενοι τοῖς ἀμφὶ τὸν Ἀντάλαν ξυνέμιξαν.

4.28.48οἷσπερ Ἰωάννης ὑπαντιάσας ἡσσηθείςτε τῇ ξυμβολῇ καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἐς Λαρίβους φεύγει.

4.28.49καὶ τότε δὴ οἱ πολέμιοι μέχρι ἐς Καρχηδόνα ξύμπαντα καταθέοντες τὰ ἐκείνῃ χωρία ἀνήκεστα ἔργα Λίβυας τοὺς παραπεπτωκότας εἰργάσαντο.

4.28.50οὐ πολλῷ δὲ ὕστερον Ἰωάννης τῶν στρατιωτῶν τοὺς περιγενομένους ἀγείρας καὶ Μαυρουσίους ἄλλουςτε καὶ τοὺς ἀμφὶ Κουτζίναν ἐς ξυμμαχίαν ἐπαγαγόμενος τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε καὶ αὐτοὺς ἐκ τοῦ παραδόξου ἐτρέψατο.

4.28.51Ῥωμαῖοίτε αὐτοῖς φεύγουσι κόσμῳ οὐδενὶ ἐπισπόμενοι μοῖραν μὲν αὐτῶν πολλὴν ἔκτεινον, οἱ δὲ λοιποὶ ἐς τῆς Λιβύης τὰς ἐσχατιὰς διέφυγον.

4.28.52οὕτωτε Λιβύων τοῖς περιγενομένοις, ὀλίγοιςτε καὶ λίαν πτωχοῖς οὖσιν, ὀψὲ καὶ μόλις ἡσυχίαν τινὰ ξυνηνέχθη γενέσθαι.