Procopius

On the Wars, 5

5.1

5.1.1τὰ μὲν οὖν ἐν Λιβύῃ πράγματα τῇδε Ῥωμαίοις ἐχώρησεν. ἐγὼ δὲ ἐπὶ πόλεμον τὸν Γοτθικὸν εἶμι, ἐπειπὼν πρότερον ὅσα Γότθοιςτε καὶ Ἰταλιώταις πρὸ τοῦδε τοῦ πολέμου γενέσθαι ξυνέβη.

5.1.2ἐπὶ Ζήνωνος ἐν Βυζαντίῳ βασιλεύοντος Αὔγουστος εἶχε τὸ ἑσπέριον κράτος, ὃν καὶ Αὐγούστουλον ὑποκοριζόμενοι ἐκάλουν Ῥωμαῖοι, ὅτι δὴ μειράκιον ὢν ἔτι τὴν βασιλείαν παρέλαβεν, ἥν οἱ Ὀρέστης πατὴρ διῳκεῖτο ξυνετώτατος ὤν.

5.1.3ἐτύγχανον δὲ Ῥωμαῖοι χρόνῳ τινὶ πρότερον Σκίρουςτε καὶ Ἀλανοὺς καὶ ἄλλα ἄττα Γοτθικὰ ἔθνη ἐς ξυμμαχίαν ἐπαγαγόμενοι · ἐξ οὗ δὴ αὐτοῖς πρόςτε Ἀλαρίχου καὶ Ἀττίλα συνηνέχθη παθεῖν ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

5.1.4ὅσῳτε τὰ τῶν βαρβάρων ἐν αὐτοῖς ἤκμαζε, τοσούτῳ τὸ τῶν Ῥωμαίων στρατιωτῶν ἀξίωμα ἤδη ὑπέληγε, καὶ τῷ εὐπρεπεῖ τῆς ξυμμαχίας ὀνόματι πρὸς τῶν ἐπηλύδων τυραννούμενοι ἐβιάζοντο · ὥστε αὐτοὺς ἀνέδην ἄλλατε πολλὰ οὔ τι ἑκουσίους ἠνάγκαζον καὶ τελευτῶντες ξύμπαντας πρὸς αὐτοὺς νείμασθαι τοὺς ἐπὶ τῆς Ἰταλίας ἀγροὺς ἠξίουν.

5.1.5ὧν δὴ τὸ τριτημόριον σφίσι διδόναι τὸν Ὀρέστην ἐκέλευον, ταῦτάτε ποιήσειν αὐτὸν ὡς ἥκιστα ὁμολογοῦντα εὐθὺς ἔκτειναν.

5.1.6ἦν δέ τις ἐν αὐτοῖς Ὀδόακρος ὄνομα, ἐς τοὺς βασιλέως δορυφόρους τελῶν · ὃς αὐτοῖς τότε ποιήσειν τὰ ἐπαγγελλόμενα ὡμολόγησεν, ἤνπερ αὐτὸν ἐπὶ τῆς ἀρχῆς καταστήσωνται.

5.1.7οὕτωτε τὴν τυραννίδα παραλαβὼν ἄλλο μὲν οὐδὲν τὸν βασιλέα κακὸν ἔδρασεν, ἐν ἰδιώτου δὲ λόγῳ βιοτεύειν τὸ λοιπὸν εἴασε.

5.1.8καὶ τοῖς βαρβάροις τὸ τριτημόριον τῶν ἀγρῶν παρασχόμενος τούτῳτε τῷ τρόπῳ αὐτοὺς βεβαιότατα ἑταιρισάμενος τὴν τυραννίδα ἐς ἔτη ἐκρατύνετο δέκα.

5.1.9ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Γότθοι, οἳ ἐπὶ Θρᾴκης δόντος βασιλέως κατῴκηντο, ὅπλα ἐπὶ Ῥωμαίους, Θευδερίχου σφίσιν ἡγουμένου, ἀντῆραν, ἀνδρὸς πατρικίουτε καὶ ἐς τὸν ὑπάτων δίφρον ἀναβεβηκότος ἐν Βυζαντίῳ.

5.1.10Ζήνων δὲ βασιλεὺς, τὰ παρόντα εὖ τίθεσθαι ἐπιστάμενος, Θευδερίχῳ παρῄνει ἐς Ἰταλίαν πορεύεσθαι καὶ Ὀδοάκρῳ ἐς χεῖρας ἰόντι τὴν ἑσπερίαν ἐπικράτησιν αὑτῷτε καὶ Γότθοις πορίζεσθαι.

5.1.11ἄμεινον γάρ οἱ εἶναι, ἄλλωςτε καὶ ἐπ’ἀξίωμα βουλῆς ἥκοντι, τύραννον βιασαμένῳ Ῥωμαίωντε καὶ Ἰταλιωτῶν ἄρχειν ἁπάντων βασιλεῖ διαμαχομένῳ ἐς τόσον κινδύνου ἰέναι.

5.1.12Θευδέριχος δὲ ἡσθεὶς τῇ ὑποθήκῃ ἐς Ἰταλίαν ᾔει, καὶ αὐτῷ τῶν Γότθων λεὼς εἵπετο, παῖδάςτε καὶ γυναῖκας ἐν ταῖς ἁμάξαις ἐνθέμενοι καὶ τὰ ἔπιπλα ὅσα φέρειν οἷοίτε ἦσαν.

5.1.13ἐπειδήτε κόλπου ἄγχιστα τοῦ Ἰονίου ἐγένοντο, διαπορθμεύεσθαι, νηῶν σφίσιν οὐ παρουσῶν, ἥκιστα εἶχον · περιιόντες δὲ τὴν τοῦ κόλπου περίοδον πρόσω ἐχώρουν διάτε Ταυλαντίων καὶ τῶν ταύτῃ ἐθνῶν.

5.1.14τούτοις δὲ οἱ ἀμφὶ Ὀδόακρον ὑπαντιάσαντες μάχαιςτε ἡσσηθέντες πολλαῖς ἔντε Ῥαβέννῃ σὺν τῷ ἡγεμόνι σφᾶς αὐτοὺς εἷρξαν καὶ ἐν τοῖς μάλιστα τῶν ἄλλων χωρίων ἰσχυροῖς οὖσι.

5.1.15καθεστηκότες δὲ εἰς πολιορκίαν οἱ Γότθοι τὰ μὲν ἄλλα χωρία ξύμπαντα τρόπῳ δὴ ὅτῳ ἑκάστῳ τετύχηκεν εἷλον, Καισῆναν δὲ τὸ φρούριον, ὅπερ σταδίοις τριακοσίοις Ῥαβέννης διέχει, Ῥάβεννάντε αὐτὴν, ἔνθα καὶ Ὀδόακρον συμπέπτωκεν εἶναι, οὔτε ὁμολογίᾳ οὔτε βίᾳ ἑλεῖν ἴσχυον.

5.1.16Ῥάβεννα γὰρ αὕτη ἐν πεδίῳ μὲν κεῖται ὑπτίῳ ἐς τοῦ Ἰονίου κόλπου τὰ ἔσχατα, δυοῖν σταδίοιν διειργομένη μέτρῳ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, οὐκ εὐέφοδος δὲ οὔτε ναυσὶν οὔτε πεζῶν στρατῷ φαίνεται οὖσα.

5.1.17αἵτε γὰρ νῆες καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἥκιστα ἔχουσιν, ἐπεὶ αὐτὴ θάλασσα ἐμπόδιός ἐστι βράχος ποιουμένη οὐχ ἧσσον κατὰ σταδίους τριάκοντα, καὶ ἀπ’αὐτοῦ τὴν ἠϊόνα ταύτην, καίπερ τοῖς πλέουσιν ἄγχιστα ὁρωμένην, τῇ τοῦ βράχους περιουσίᾳ ἑκαστάτω ξυμβαίνει εἶναι.

5.1.18καὶ τῷ πεζῷ στρατῷ ἐσβατὴ οὐδαμῆ γίγνεται. Πάδοςτε γὰρ ποταμὸς, ὃν καὶ Ἠριδανὸν καλοῦσιν, ἐξ ὁρίων τῶν Κελτικῶν ταύτῃ φερόμενος καὶ ποταμοὶ ἄλλοι ναυσίποροι ξὺν λίμναις τισὶ πανταχόθεν αὐτὴν περιβάλλοντες ἀμφίρρυτον ποιοῦσι τὴν πόλιν.

5.1.19ἐνταῦθα γίγνεταί τι ἐς ἡμέραν ἑκάστην θαυμάσιον οἷον. θάλασσα πρωῒ ποιουμένη σχῆμα ποταμοῦ ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ ἐς γῆν ἀναβαίνει καὶ πλόϊμον αὑτὴν παρεχομένη ἐν μέσῃ ἠπείρῳ, αὖθις ἀναλύουσα τὸν πορθμὸν, ἀναστρέφει ἀμφὶ δείλην ὀψίαν, καὶ ἐφ’αὑτὴν ξυνάγει τὸ ῥεῦμα.

5.1.20ὅσοι οὖν ἐς τὴν πόλιν ἐσκομίζειν τὰ ἐπιτήδεια ἐνθένδε ἐκφέρειν κατ’ἐμπορίαν κατ’ἄλλην ἔχουσιν αἰτίαν, τὰ φορτία ἐν τοῖς πλοίοις ἐνθέμενοι, κατασπάσαντέςτε αὐτὰ ἐν τῷ χωρίῳ οὗ δὴ πορθμὸς γίνεσθαι εἴωθε, προσδέχονται τὴν ἐπιρροήν.

5.1.21καὶ ἐπειδὰν αὕτη ἀφίκηται, τάτε πλοῖα κατὰ βραχὺ ἐκ γῆς ἐπαιρόμενα πλεῖ καὶ οἱ ἀμφὶ ναῦται ἔργου ἐχόμενοι ναυτίλλονται ἤδη.

5.1.22καὶ τοῦτο οὐκ ἐνταῦθα μόνον, ἀλλ’εἰς ἅπασαν τὴν ἐκείνῃ ἀκτὴν ἐς ἀεὶ γίγνεται, ἄχρι ἐς Ἀκυλήιαν πόλιν.

5.1.23οὐ μέντοι κατὰ ταὐτὰ ἐς τὸν ἅπαντα χρόνον γίνεσθαι εἴωθεν, ἀλλ’ἡνίκα μὲν βραχὺ φαίνεται τῆς σελήνης τὸ φῶς, οὐ δὲ τῆς θαλάσσης πρόοδος ἰσχυρὰ γίγνεται, μετὰ δὲ τὴν πρώτην διχότομον ἄχρι ἐς τὴν ἑτέραν καρτερὰ μᾶλλον ἐπιρροὴ γίνεσθαι πέφυκε. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει.

5.1.24ἐπεὶ δὲ τρίτον ἔτος Γότθοιςτε καὶ Θευδερίχῳ Ῥάβενναν πολιορκοῦσιν ἐτέτριπτο ἤδη, οἵτε Γότθοι ἀχθόμενοι τῇ προσεδρείᾳ καὶ οἱ ἀμφὶ Ὀδόακρον πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὑπὸ διαλλακτῇ τῷ Ῥαβέννης ἱερεῖ ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ’ Θευδέριχόςτε καὶ Ὀδόακρος ἐν Ῥαβέννῃ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ δίαιταν ἕξουσι.

5.1.25καὶ χρόνον μέν τινα διεσώσαντο τὰ ξυγκείμενα, μετὰ δὲ Θευδέριχος Ὀδόακρον λαβὼν, ὥς φασιν, ἐπιβουλῇ ἐς αὐτὸν χρώμενον, νῷτε δολερῷ καλέσας ἐπὶ θοίνην ἔκτεινε, καὶ ἀπ’αὐτοῦ βαρβάρων τῶν πολεμίων προσποιησάμενος ὅσους περιεῖναι ξυνέπεσεν αὐτὸς ἔσχε τὸ Γότθωντε καὶ Ἰταλιωτῶν κράτος.

5.1.26καὶ βασιλέως μὲν τοῦ Ῥωμαίων οὔτε τοῦ σχήματος οὔτε τοῦ ὀνόματος ἐπιβατεῦσαι ἠξίωσεν, ἀλλὰ καὶ ῥὴξ διεβίου καλούμενος (οὕτω γὰρ σφῶν τοὺς ἡγεμόνας καλεῖν οἱ βάρβαροι νενομίκασι), τῶν μέντοι κατηκόων τῶν αὑτοῦ προὔστη ξύμπαντα περιβαλλόμενος ὅσα τῷ φύσει βασιλεῖ ἥρμοσται.

5.1.27δικαιοσύνηςτε γὰρ ὑπερφυῶς ἐπεμελήσατο καὶ τοὺς νόμους ἐν τῷ βεβαίῳ διεσώσατο, ἔκτε βαρβάρων τῶν περιοίκων τὴν χώραν ἀσφαλῶς διεφύλαξε, ξυνέσεώςτε καὶ ἀνδρίας ἐς ἄκρον ἐληλύθει ὡς μάλιστα.

5.1.28καὶ ἀδίκημα σχεδόν τι οὐδὲν οὔτε αὐτὸς ἐς τοὺς ἀρχομένους εἰργάζετο οὔτε τῳ ἄλλῳ τὰ τοιαῦτα ἐγκεχειρηκότι ἐπέτρεπε, πλήν γε δὴ ὅτι τῶν χωρίων τὴν μοῖραν ἐν σφίσιν αὐτοῖς Γότθοι ἐνείμαντο, ἥνπερ Ὀδόακρος τοῖς στασιώταις τοῖς αὑτοῦ ἔδωκεν.

5.1.29ἦντε Θευδέριχος λόγῳ μὲν τύραννος, ἔργῳ δὲ βασιλεὺς ἀληθὴς τῶν ἐν ταύτῃ τῇ τιμῇ τὸ ἐξ ἀρχῆς ηὐδοκιμηκότων οὐδενὸς ἧσσον, ἔρωςτε αὐτοῦ ἔντε Γότθοις καὶ Ἰταλιώταις πολὺς ἤκμασε, καὶ ταῦτα ἄπο τοῦ ἀνθρωπείου τρόπου.

5.1.30ἑτέρων γὰρ ἕτερα ἐν ταῖς πολιτείαις ἀεὶ αἱρουμένων τὴν ἐφεστῶσαν ἀρχὴν ξυμβαίνει ἀρέσκειν μὲν ἐν τῷ παραυτίκα οἷς ἂν ἐν ἡδονῇ τὰ πρασσόμενα , λυπεῖν δὲ ὧν τῆς γνώμης ἀπ’ἐναντίας χωρήσειεν.

5.1.31ἔτη δὲ ἐπιβιοὺς ἑπτὰ καὶ τριάκοντα ἐτελεύτησε, φοβερὸς μὲν τοῖς πολεμίοις γεγονὼς ἅπασι, πόθον δὲ αὑτοῦ πολύν τινα ἐς τοὺς ὑπηκόους ἀπολιπών. ἐτελεύτησε δὲ τρόπῳ τοιῷδε.

5.1.32σύμμαχος καὶ Βοέτιος, τούτου γαμβρὸς, εὐπατρίδαι μὲν τὸ ἀνέκαθεν ἤστην, πρώτω δὲ βουλῆς τῆς Ῥωμαίων καὶ ὑπάτω ἐγενέσθην ἄμφω.

5.1.33φιλοσοφίαν δὲ ἀσκήσαντε καὶ δικαιοσύνης ἐπιμελησαμένω οὐδενὸς ἧσσον, πολλοῖςτε ἀστῶν καὶ ξένων χρήμασι τὴν ἀπορίαν ἰασαμένω καὶ δόξης ἐπὶ μέγα χωρήσαντε ἄνδρας ἐς φθόνον τοὺς πονηροτάτους ἐπηγαγέτην.

5.1.34οἷς δὴ συκοφαντοῦσι Θευδέριχος ἀναπεισθεὶς ἅτε νεωτέροις πράγμασιν ἐγχειροῦντε τὼ ἄνδρε τούτω ἔκτεινε καὶ τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο.

5.1.35δειπνοῦντι δέ οἱ ἡμέραις ὀλίγαις ὕστερον ἰχθύος μεγάλου κεφαλὴν οἱ θεράποντες παρετίθεσαν. αὕτη Θευδερίχῳ ἔδοξεν κεφαλὴ Συμμάχου νεοσφαγοῦς εἶναι.

5.1.36καὶ τοῖς μὲν ὀδοῦσιν ἐς χεῖλος τὸ κάτω ἐμπεπηγόσι, τοῖς δὲ ὀφθαλμοῖς βλοσυρόν τι ἐς αὐτὸν καὶ μανικὸν ὁρῶσιν, ἀπειλοῦντί οἱ ἐπὶ πλεῖστον ἐῴκει.

5.1.37περιδεὴς δὲ τῷ ὑπερβάλλοντι τοῦ τέρατος γεγονὼς καὶ ῥιγώσας ἐκτόπως ἐς κοίτην τὴν αὑτοῦ ἀπεχώρησε δρόμῳ, τριβώνιάτε πολλά οἱ ἐπιθεῖναι κελεύσας ἡσύχαζε.

5.1.38μετὰ δὲ ἅπαντα εἰς Ἐλπίδιον τὸν ἰατρὸν τὰ ξυμπεσόντα ἐξενεγκὼν τὴν ἐς Σύμμαχόντε καὶ Βοέτιον ἁμαρτάδα ἔκλαιεν.

5.1.39ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ ξυμφορᾷ οὐ πολλῷ ὕστερον ἐτελεύτησεν, ἀδίκημα τοῦτο πρῶτόντε καὶ τελευταῖον ἐς τοὺς ὑπηκόους τοὺς αὑτοῦ δράσας, ὅτι δὴ οὐ διερευνησάμενος, ὥσπερ εἰώθει, τὴν περὶ τοῖν ἀνδροῖν γνῶσιν ἤνεγκε.

5.2

5.2.1τελευτήσαντόςτε αὐτοῦ παρέλαβε τὴν βασιλείαν Ἀταλάριχος, Θευδερίχου θυγατριδοῦς, ὀκτὼ γεγονὼς ἔτη καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος.

5.2.2 γάρ οἱ πατὴρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. χρόνῳτε οὐ πολλῷ ὕστερον Ἰουστινιανὸς ἐν Βυζαντίῳ τὴν βασιλείαν παρέλαβεν.

5.2.3Ἀμαλασοῦνθα δὲ ἅτε τοῦ παιδὸς ἐπίτροπος οὖσα, τὴν ἀρχὴν διῳκεῖτο, ξυνέσεως μὲν καὶ δικαιοσύνης ἐπὶ πλεῖστον ἐλθοῦσα, τῆς δὲ φύσεως ἐς ἄγαν τὸ ἀρρενωπὸν ἐνδεικνυμένη.

5.2.4ὅσοντε χρόνον τῆς πολιτείας προὔστη, οὐδένα τῶν πάντων Ῥωμαίων ἐς τὸ σῶμα ἐκόλασεν χρήμασιν ἐζημίωσεν.

5.2.5οὐ μὴν οὐ δὲ Γότθοις ξυνεχώρησεν ἐς τὴν ἐς ἐκείνους ἀδικίαν ὀργῶσιν, ἀλλὰ καὶ τοῖς Συμμάχουτε καὶ Βοετίου παισὶ τὴν οὐσίαν ἀπέδωκεν.

5.2.6 μὲν οὖν Ἀμαλασοῦνθα τὸν παῖδα ἐβούλετο τοῖς Ῥωμαίων ἄρχουσι τὰ ἐς τὴν δίαιταν ὁμότροπον καταστήσασθαι καὶ φοιτᾶν ἐς γραμματιστοῦ ἤδη ἠνάγκαζε.

5.2.7τρεῖςτε ἀπολεξαμένη τῶν ἐν Γότθοις γερόντων, οὕσπερ ἠπίστατο μᾶλλον ἁπάντων ξυνετούςτε καὶ ἐπιεικεῖς εἶναι, ξυνδιαιτᾶσθαι Ἀταλαρίχῳ ἐκέλευε.

5.2.8Γότθοις δὲ ταῦτα οὐδαμῆ ἤρεσκε. τῆς γὰρ ἐς τοὺς ὑπηκόους ἀδικίας ἐπιθυμίᾳ βαρβαρικώτερον πρὸς αὐτοῦ ἄρχεσθαι ἤθελον.

5.2.9καί ποτε μὲν μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοιτῶνι τὸν παῖδα λαβοῦσα ἐρράπισε · καὶ ὃς δεδακρυμένος ἐς τὴν ἀνδρωνῖτιν ἐνθένδε ἀπῆλθε.

5.2.10Γότθοι δὲ αὐτῷ ἐντυχόντες δεινὰ ἐποιοῦντο καὶ τῇ Ἀμαλασούνθῃ λοιδορούμενοι ἰσχυρίζοντο βούλεσθαι αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων ἀφανιεῖν ὅτι τάχιστα, ὅπως αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἐλθοῦσα Γότθωντε καὶ Ἰταλιωτῶν ξὺν αὐτῷ ἄρχοι.

5.2.11ξυλλεγέντεςτε, ὅσοι δὴ ἐν αὐτοῖς λόγιμοι ἦσαν καὶ παρὰ τὴν Ἀμαλασοῦνθαν ἐλθόντες ᾐτιῶντο οὐκ ὀρθῶς σφίσιν οὐ δὲ ξυμφέρει τὸν βασιλέα παιδεύεσθαι.

5.2.12γράμματάτε γὰρ παρὰ πολὺ κεχωρίσθαι ἀνδρίας, καὶ διδασκαλίας γερόντων ἀνθρώπων ἔςτε τὸ δειλὸν καὶ ταπεινὸν ἀποκρίνεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον.

5.2.13δεῖν τοίνυν τὸν ἔν τινι ἔργῳ τολμητήντε καὶ δόξῃ μέγαν ἐσόμενον, φόβου τοῦ ἐκ διδασκάλων ἀπαλλαγέντα, τὰς ἐν τοῖς ὅπλοις μελέτας ποιεῖσθαι.

5.2.14ἔλεγον δὲ ὡς οὐ δὲ Θευδέριχός ποτε Γότθων τινὰς τοὺς παῖδας ἐς γραμματιστοῦ πέμπειν ἐῴη.

5.2.15λέγειν γὰρ ἅπασιν ὡς, ἤνπερ αὐτοῖς τὸ ἀπὸ τοῦ σκύτους ἐπιγένηται δέος, οὐ μήποτε ξίφους δορατίου ὑπερφρονεῖν ἀξιώσουσιν.

5.2.16ἐννοεῖντε αὐτὴν ἐδικαίουν ὡς ἄρα οἱ πατὴρ Θευδέριχος χώραςτε τοσαύτης κύριος γεγονὼς καὶ βασιλείαν οὐδαμόθεν αὐτῷ προσήκουσαν περιβαλλόμενος τελευτήσειε, καίπερ γραμμάτων οὐ δὲ ὅσον ἀκοὴν ἔχων.

5.2.17οὐκοῦν, δέσποινα, ἔφασαν, παιδαγωγοὺς μὲν τούτους χαίρειν τανῦν ἔα, σὺ δὲ Ἀταλαρίχῳ ὁμοδιαίτους ἥλικάς τινας δίδου, οἵπερ αὐτὸν τὰ ἐς τὴν ἡλικίαν ξυνακμάζοντες ἐς τὴν ἀρετὴν κατά γε τὸν βάρβαρον νόμον ὁρμήσουσι.

5.2.18ταῦτα ἐπεὶ ἤκουσεν Ἀμαλασοῦνθα, οὐκ ἐπῄνεσε μὲν, δείσασα δὲ τὴν τῶν ἀνθρώπων ἐπιβουλὴν, δόκησίντε παρείχετο ὡς πρὸς ἡδονῆς αὐτῇ οἱ λόγοι ἐγίνοντο, καὶ ξυνεχώρει ἅπαντα ὅσων οἱ βάρβαροι αὐτῆς ἔχρῃζον.

5.2.19τῶντε γερόντων Ἀταλάριχον ἐκλελοιπότων παῖδες αὐτῷ τινες ξυνῆσαν κοινωνοὶ τῆς διαίτης ἐσόμενοι, οὔπω μὲν ἡβηκότες, χρόνῳ δὲ οὐ πολλῷ προτερεύοντες, οἵπερ αὐτὸν, ἐπειδὴ τάχιστα ἐς ἥβην ἦλθεν, ἔςτε μέθην καὶ γυναικῶν μίξεις παρακαλοῦντες, κακοήθητε διαφερόντως εἶναι καὶ τῇ μητρὶ ὑπὸ ἀβελτερίας ἀπειθέστερον κατεστήσαντο.

5.2.20ὥστε οὐ δὲ μεταποιεῖσθαι αὐτῆς τὸ παράπαν ἠξίου, καίπερ τῶν βαρβάρων ἐκ τοῦ ἐμφανοῦς ἐπ’αὐτὴν ἤδη ξυνισταμένων, οἵ γε καὶ τῶν βασιλείων ἀναχωρεῖν τὴν ἄνθρωπον ἀνέδην ἐκέλευον.

5.2.21Ἀμαλασοῦνθα δὲ οὔτε κατωρρώδησε τὴν τῶν Γότθων ἐπιβουλὴν οὔτε οἷα γυνὴ ἐμαλθακίσθη, ἀλλ’ἔτι τὸ βασιλικὸν ἀξίωμα ἐνδεικνυμένη, τρεῖς ἀπολέξασα τοὺς ἐν τοῖς βαρβάροις λογιμωτάτουςτε καὶ αὐτῇ αἰτιωτάτους τῆς στάσεως, ἐκέλευεν ἐς τὰς τῆς Ἰταλίας ἐσχατιὰς ἰέναι, οὐχ ἅμα μέντοι, ἀλλ’ὡς πορρωτάτω ἀλλήλων · τῷ δὲ λόγῳ ἐστέλλοντο, ἐφ’ τὴν χώραν φυλάξωσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου.

5.2.22ἀλλ’οὐδέν τι ἧσσον οἱ ἄνδρες οὗτοι διάτε τῶν φίλων καὶ τῶν ξυγγενῶν (ξυνῄεσαν γὰρ ἔτι καὶ μακρὰν ὁδὸν πορευόμενοι ἐς αὐτοὺς ἅπαντες) Ἀμαλασούνθῃ τὰ ἐς τὴν ἐπιβουλὴν ἐξηρτύοντο. ἅπερ οὐκέτι φέρειν γυνὴ οἵατε οὖσα ἐπενόει τοιάδε.

5.2.23πέμψασα ἐς Βυζάντιον Ἰουστινιανοῦ βασιλέως ἀνεπυνθάνετο εἴπερ αὐτῷ βουλομένῳ εἴη Ἀμαλασοῦνθαν τὴν Θευδερίχου παρ’αὐτὸν ἥκειν. βούλεσθαι γὰρ αὐτὴν ἐξ Ἰταλίας ἀπαλλάσσεσθαι ὅτι τάχιστα.

5.2.24βασιλεὺς δὲ τῷ λόγῳ ἡσθεὶς ἐλθεῖντε τὴν γυναῖκα ἐκέλευε καὶ τῶν Ἐπιδάμνου οἴκων τὸν κάλλιστον ἐν παρασκευῇ ἐπέστελλε γενέσθαι, ὅπως ἐπειδὰν Ἀμαλασοῦνθα ἐνταῦθα ἴοι, καταλύοιτε αὐτόσε καὶ χρόνον διατρίψασα ὅσον ἂν αὐτῇ βουλομένῃ εἴη, οὕτω δὴ κομίζηται ἐς Βυζάντιον.

5.2.25ταῦτα ἐπεὶ Ἀμαλασοῦνθα ἔγνω, ἄνδρας ἀπολέξασα Γότθους, δραστηρίουςτε καὶ αὐτῇ ἐς τὰ μάλιστα ἐπιτηδείους ἔστελλεν ἐφ’ τοὺς τρεῖς ἀποκτενοῦσιν, ὧν ἄρτι ἐμνήσθην ἅτε τῆς στάσεως αἰτιωτάτους αὐτῇ γενομένους.

5.2.26αὐτὴ δὲ ἄλλατε χρήματα καὶ τετρακόσια χρυσοῦ κεντηνάρια ἐν νηὶ μιᾷ ἐνθεμένη, ἐς ταύτηντε ἐμβιβάσασα τῶν οἱ πιστοτάτων τινὰς, πλεῖν μὲν ἐκέλευσεν εἰς Ἐπίδαμνον, ἀφικομένους δὲ ὁρμίζεσθαι μὲν ἐν τῷ ταύτης λιμένι, τῶν δὲ φορτίων, ἕως αὐτὴ ἐπιστέλλοι, μη δ’ὁτιοῦν ἐκφορεῖν τῆς νεώς.

5.2.27ἔπρασσε δὲ ταῦτα, ὅπως, ἢν μὲν ἀπολωλέναι τοὺς τρεῖς πύθηται, μένοιτε αὐτοῦ καὶ τὴν ναῦν μεταπέμποιτο, οὐδὲν ἔτι ἔχουσα πρὸς τῶν ἐχθρῶν δέος · ἢν δὲ αὐτῶν τινα περιεῖναι ξυμβαίνῃ, οὐδεμιᾶς οἱ ἀγαθῆς ἀπολελειμμένης ἐλπίδος, πλέοιτε κατὰ τάχος καὶ ἐς γῆν τὴν βασιλέως ξὺν τοῖς χρήμασι διασώζοιτο.

5.2.28τοιαύτῃ μὲν γνώμῃ Ἀμαλασοῦνθα ἐς Ἐπίδαμνον τὴν ναῦν ἔπεμπε, καὶ ἐπεὶ ἀφίκετο ἐς τὸν Ἐπιδαμνίων λιμένα, οἱ τὰ χρήματα ἔχοντες τὰ ἐντεταλμένα ἐποίουν.

5.2.29ὀλίγῳ δὲ ὕστερον Ἀμαλασοῦνθα, τῶν φόνων οἱ ἐξειργασμένων ᾗπερ ἐβούλετο, τήντε ναῦν μετεπέμπετο καὶ μένουσα ἐπὶ Ῥαβέννης τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο.

5.3

5.3.1ἦν δέ τις ἐν Γότθοις Θευδάτος ὄνομα, τῆς Θευδερίχου ἀδελφῆς Ἀμαλαφρίδης υἱὸς, πόρρω που ἤδη ἡλικίας ἥκων, λόγων μὲν Λατίνων μεταλαχὼν καὶ δογμάτων Πλατωνικῶν, πολέμων δὲ ἀμελετήτως παντάπασιν ἔχων, μακράντε ἀπολελειμμένος τοῦ δραστηρίου, ἐς μέντοι φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς.

5.3.2οὗτος Θευδάτος πλείστων μὲν τῶν ἐν Τούσκοις χωρίων κύριος ἐγεγόνει, βιαζόμενος δὲ καὶ τὰ λειπόμενα τοὺς κεκτημένους ἀφαιρεῖσθαι ἐν σπουδῇ εἶχε. γείτονα γὰρ ἔχειν συμφορά τις Θευδάτῳ ἐδόκει εἶναι.

5.3.3ταύτην αὐτῷ Ἀμαλασοῦνθα τὴν προθυμίαν ἀναστέλλειν ἠπείγετο, καὶ ἀπ’αὐτοῦ ἤχθετότε αὐτῇ ἐς ἀεὶ καὶ χαλεπῶς εἶχεν.

5.3.4ἐβουλεύετο οὖν Ἰουστινιανῷ βασιλεῖ Τουσκίαν ἐνδοῦναι, ἐφ’ χρήματάτε πολλὰ καὶ βουλῆς πρὸς αὐτοῦ ἀξίωμα κομισάμενος ἐν Βυζαντίῳ τὸ λοιπὸν διατρίβοι.

5.3.5ταῦτα Θευδάτου βεβουλευμένου πρέσβεις ἐκ Βυζαντίου παρὰ τὸν Ῥώμης ἀρχιερέα ἧκον, τε τῆς Ἐφέσου ἱερεὺς Ὑπάτιος καὶ Δημήτριος ἐκ τῶν ἐν Μακεδόσι Φιλίππων, δόξης ἕνεκεν, ἣν Χριστιανοὶ ἐν σφίσιν αὐτοῖς ἀντιλέγουσιν ἀμφιγνοοῦντες.

5.3.6τὰ δὲ ἀντιλεγόμενα ἐγὼ ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι. ἀπονοίας γὰρ μανιώδους τινὸς ἡγοῦμαι εἶναι διερευνᾶσθαι τὴν τοῦ θεοῦ φύσιν, ὁποία ποτέ ἐστιν.

5.3.7ἀνθρώπῳ γὰρ οὐ δὲ τὰ ἀνθρώπεια ἐς τὸ ἀκριβὲς οἶμαι καταληπτὰ, μή τί γε δὴ τὰ εἰς θεοῦ φύσιν ἥκοντα. ἐμοὶ μὲν οὖν ταῦτα ἀκινδύνως σεσιωπήσθω μόνῳ τῷ μὴ ἀπιστεῖσθαι τὰ τετιμημένα.

5.3.8ἐγὼ γὰρ οὐκ ἂν οὐδὲν ἄλλο περὶ θεοῦ ὁτιοῦν εἴποιμι ὅτι ἀγαθόςτε παντάπασιν εἴη καὶ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ τῇ αὑτοῦ ἔχει.

5.3.9λεγέτω δὲ ὥς πη ἕκαστος γινώσκειν ὑπὲρ αὐτῶν οἴεται, καὶ ἱερεὺς καὶ ἰδιώτης. Θευδάτος δὲ ξυγγενόμενος λάθρα τοῖς πρέσβεσι τούτοις ἀγγέλλειν ἐπέστελλεν Ἰουστινιανῷ βασιλεῖ ἅπερ αὐτῷ βεβουλευμένα εἴη, ἐξειπὼν ὅσα μοι ἄρτι δεδήλωται.

5.3.10ἐν τούτῳ δὲ Ἀταλάριχος ἐς κραιπάλην ἐμπεπτωκὼς ὅρον οὐκ ἔχουσαν νοσήματι μαρασμοῦ ἥλω. διὸ δὴ Ἀμαλασοῦνθα διηπορεῖτο.

5.3.11οὔτε γὰρ ἐπὶ τῇ τοῦ παιδὸς γνώμῃ τὸ θαρσεῖν εἶχεν, εἰς τοῦτο ἀτοπίας ἐληλακότος, ἤντε αὐτὸς Ἀταλάριχος ἐξ ἀνθρώπων ἀφανίζηται, οὐκ ᾤετο αὐτῇ τὸν βίον ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν ἔσεσθαι, Γότθων τοῖς λογιμωτάτοις προσκεκρουκυίᾳ.

5.3.12διὸ δὴ τὸ Γότθωντε καὶ Ἰταλιωτῶν κράτος ἐνδιδόναι Ἰουστινιανῷ βασιλεῖ, ὅπως αὐτὴ σώζοιτο, ἤθελεν.

5.3.13ἐτύγχανε δὲ Ἀλέξανδρος, ἀνὴρ ἐκ βουλῆς, σύντε Δημητρίῳ καὶ Ὑπατίῳ ἐνταῦθα ἥκων.

5.3.14ἐπειδὴ γὰρ τὸ μὲν Ἀμαλασούνθης πλοῖον ἐν τῷ Ἐπιδάμνου λιμένι ὁρμίζεσθαι βασιλεὺς ἤκουσεν, αὐτὴν δὲ μέλλειν ἔτι, καίπερ χρόνου τριβέντος συχνοῦ, ἔπεμψε τὸν Ἀλέξανδρον, ἐφ’ κατασκεψάμενος ἅπαντα τὰ ἀμφὶ τῇ Ἀμαλασούνθῃ ἀγγείλειε ·

5.3.15τῷ δὲ λόγῳ πρεσβευτὴν τὸν Ἀλέξανδρον βασιλεὺς ἔπεμψε, τοῖςτε ἀμφὶ τῷ Λιλυβαίῳ ξυνταραχθεὶς (ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται) καὶ ὅτι Οὖννοι δέκα ἐκ τοῦ ἐν Λιβύῃ στρατοπέδου, δρασμοῦ ἐχόμενοι, ἐς Καμπανίαν ἀφίκοντο, Οὐλίαρίςτε αὐτοὺς, ὃς Νεάπολιν ἐφύλασσεν, Ἀμαλασούνθης οὔτι ἀκουσίου ὑπεδέξατο, Γότθοιτε Γήπαισι τοῖς ἀμφὶ Σίρμιον πολεμοῦντες, πόλει Γρατιανῇ, ἐν τῇ Ἰλλυριῶν ἐσχατιᾷ κειμένῃ, ὡς πολεμίᾳ ἐχρήσαντο.

5.3.16ἅπερ Ἀμαλασούνθῃ ἐπικαλῶν γράμματάτε γράψας τὸν Ἀλέξανδρον ἔπεμψεν. ὃς ἐπειδὴ ἐν Ῥώμῃ ἐγένετο, τοὺς μὲν ἱερεῖς αὐτοῦ εἴασε πράσσοντας ὧν ἕνεκα ἦλθον, ἐς δὲ Ῥάβενναν αὐτὸς κομισθεὶς καὶ Ἀμαλασούνθῃ ἐς ὄψιν ἥκων, τούςτε βασιλέως λόγους ἀπήγγειλε λάθρα καὶ τὰ γράμματα ἐς τὸ ἐμφανὲς ἐνεχείρισεν.

5.3.17ἐδήλου δὲ γραφὴ τάδε Τὸ ἐν Λιλυβαίῳ φρούριον, ἡμέτερον ὂν, βίᾳ λαβοῦσα ἔχεις, καὶ βαρβάρους δραπέτας ἐμοὺς γεγενημένους δεξαμένη ἀποδοῦναι οὔπω καὶ νῦν ἔγνωκας, ἀλλὰ καὶ Γρατιανὴν τὴν ἐμὴν τὰ ἀνήκεστα, οὐδέν σοι προσῆκον, εἰργάσω.

5.3.18ὅθεν ὥρα σοι ἐκλογίζεσθαι ποία ποτὲ τούτοις τελευτὴ γένοιτο.

5.3.19ταῦτα ὡς ἀπενεχθέντα γυνὴ τὰ γράμματα ἀνελέξατο, ἀμείβεται τοῖσδε Βασιλέα μέγαντε καὶ ἀρετῆς μεταποιούμενον, ὀρφανῷ παιδὶ καὶ ὡς ἥκιστα τῶν πρασσομένων ἐπαισθανομένῳ μᾶλλον ξυλλαβέσθαι εἰκὸς ἐξ οὐδεμιᾶς αἰτίας διάφορον εἶναι.

5.3.20ἀγὼν γὰρ, ἢν μὴ ἐκ τοῦ ἀντιπάλου ξυσταίη, οὐ δὲ τὴν νίκην εὐπρεπῆ φέρει.

5.3.21σὺ δὲ τὸ Λιλύβαιον Ἀταλαρίχῳ ἐπανασείεις καὶ φυγάδας δέκα καὶ στρατιωτῶν ἐπὶ πολεμίους τοὺς σφετέρους ἰόντων ἁμαρτάδα ξυμπεσοῦσαν ἀγνοίᾳ τινὶ ἐς πόλιν φιλίαν.

5.3.22μὴ δῆτα, μὴ σύ γε, βασιλεῦ, ἀλλ’ἐνθυμοῦ μὲν ὡς, ἡνίκα ἐπὶ Βανδίλους ἐστράτευες, οὐχ ὅσον σοι ἐμποδὼν ἔστημεν, ἀλλὰ καὶ ὁδὸν ἐπὶ τοὺς πολεμίους καὶ ἀγορὰν τῶν ἀναγκαιοτάτων σὺν προθυμίᾳ πολλῇ ἔδομεν, ἄλλωντε καὶ ἵππων τοσούτων τὸ πλῆθος, ἀφ’ὧν σοι τῶν ἐχθρῶν ἐπικράτησις μάλιστα γέγονε.

5.3.23καίτοι ξύμμαχος ἂν καὶ φίλος δικαίως καλοῖτο οὐχ ὃς ἂν τὴν ὁμαιχμίαν ἐς τοὺς πέλας προΐσχοιτο μόνον, ἀλλὰ καὶ ὃς ἄν τῳ ἐς πόλεμον ἕκαστον, ὅτου ἂν δέοιτο, ὑπουργῶν φαίνοιτο.

5.3.24ἐκλογίζου δὲ ὡς τηνικαῦτα στόλος σὸς οὔτε ἀλλαχῆ ἐκ τοῦ πελάγους εἶχεν ὅτι μὴ Σικελίᾳ προσχεῖν οὔτε τῶν ἐνθένδε ὠνηθέντων χωρὶς εἰς Λιβύην ἰέναι.

5.3.25ὥστε σοι τὸ τῆς νίκης κεφάλαιον ἐξ ἡμῶν ἐστιν. γὰρ τοῖς ἀπόροις τὴν λύσιν διδοὺς καὶ τὴν ἐντεῦθεν ἀπόβασιν φέρεσθαι δίκαιος.

5.3.26τί δὲ ἀνθρώπῳ ἥδιον ἂν ἐχθρῶν ἐπικρατήσεως, βασιλεῦ, γένοιτο; καὶ μὴν ἐλασσοῦσθαι οὐκ ἐν μετρίοις ἡμῖν ξυμβαίνει, οἵ γε οὐχὶ κατὰ τὸν τοῦ πολέμου νόμον τὸ τῶν λαφύρων νεμόμεθα μέρος.

5.3.27νῦν δὲ καὶ τὸ Σικελίας Λιλύβαιον, ἄνωθεν Γότθοις προσῆκον, ἀξιοῖς ἀφαιρεῖσθαι ἡμᾶς, πέτραν, βασιλεῦ, μίαν ὅσον οὐ δὲ ἀργυρίου ἀξίαν, ἣν ἀνθυπουργεῖν σε Ἀταλαρίχῳ εἰκός γε ἦν, ἐν τοῖς ἀναγκαιοτάτοις ξυναραμένῳ, εἴπερ ἄνωθεν τῆς σῆς βασιλείας οὖσα ἐτύγχανε.

5.3.28ταῦτα μὲν ἐκ τοῦ ἐμφανοῦς Ἀμαλασοῦνθα βασιλεῖ ἔγραψε · λάθρα δὲ αὐτῷ ξύμπασαν Ἰταλίαν ἐγχειριεῖν ὡμολόγησεν.

5.3.29οἱ δὲ πρέσβεις ἐς Βυζάντιον ἐπανήκοντες ἅπαντα Ἰουστινιανῷ βασιλεῖ ἤγγειλαν · Ἀλέξανδρος μὲν ἅπερ τῇ Ἀμαλασούνθῃ δοκοῦντα εἴη, Δημήτριος δὲ καὶ Ὑπάτιος ὅσα Θευδάτου λέγοντος ἤκουσαν, καὶ ὡς δυνάμει μεγάλῃ ἐν Τούσκοις Θευδάτος χρώμενος, χώραςτε ἐνταῦθα τῆς πολλῆς κύριος γεγονὼς, πόνῳ ἂν οὐδενὶ τὰ ὡμολογημένα ἐπιτελεῖν οἷόςτε εἴη.

5.3.30οἷς δὴ περιχαρὴς γεγονὼς βασιλεὺς Πέτρον, Ἰλλυριὸν γένος, ἐκ Θεσσαλονίκης ὁρμώμενον, ἐς τὴν Ἰταλίαν εὐθὺς ἔστελλεν, ἕνα μὲν ὄντα τῶν ἐν Βυζαντίῳ ῥητόρων, ἄλλως δὲ ξυνετόντε καὶ πρᾷον καὶ ἐς τὸ πείθειν ἱκανῶς πεφυκότα.

5.4

5.4.1ἐν δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Θευδάτον Τοῦσκοι πολλοὶ Ἀμαλασούνθῃ διέβαλον βιάσασθαι ἅπαντας τοὺς ταύτῃ ἀνθρώπους καὶ τοὺς ἀγροὺς ἀφελέσθαι οὐδενὶ λόγῳ, τούςτε ἄλλους ἅπαντας καὶ οὐχ ἥκιστά γε τὴν βασίλειον οἰκίαν αὐτὴν, ἣν δὴ πατριμώνιον Ῥωμαῖοι καλεῖν νενομίκασι.

5.4.2διὸ δὴ ἐς τὰς εὐθύνας καλέσασα Θευδάτον γυνὴ διαρρήδηντε πρὸς τῶν διαβαλόντων ἐληλεγμένον ἀποτιννύναι πάντα ἠνάγκασεν, ἅπερ οὐ δέον ἀφείλετο, οὕτωτε αὐτὸν ἀπεπέμψατο.

5.4.3καὶ ἀπ’αὐτοῦ ἐς ἄγαν τῷ ἀνθρώπῳ προσκεκρουκυῖα διάφορος τὸ λοιπὸν ἐγεγόνει ἀνιωμένῳ ὑπὸ φιλοχρηματίας ὡς μάλιστα, ὅτι διαμαρτάνειντε καὶ βιάζεσθαι ἀδύνατος ἦν.

5.4.4ὑπὸ τὸν χρόνον τοῦτον Ἀταλάριχος μὲν τῇ νόσῳ καταμαρανθεὶς ἐτελεύτησεν, ὀκτὼ τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη. Ἀμαλασοῦνθα δὲ (χρῆν γάρ οἱ γενέσθαι κακῶς) ἐν οὐδενὶ λόγῳ φύσιν τὴν Θευδάτου ποιησαμένη καὶ ὅσα αὐτὸν ἔναγχος δράσειεν, οὐδὲν πείσεσθαι ἄχαρι πρὸς αὐτοῦ ὑπετόπησεν, ἤν τι τὸν ἄνθρωπον ἀγαθὸν ἐργάσηται μεῖζον.

5.4.5μεταπεμψαμένη τοίνυν αὐτὸν, ἐπειδὴ ἧκε, τιθασσεύουσα ἔφασκε χρόνου ἐξεπίστασθαι ὥς οἱ παῖς ἐπίδοξος εἴη, ὅτι δὴ ὀλίγῳ ὕστερον τελευτήσειε. τῶντε γὰρ ἰατρῶν πάντων ταὐτὰ γινωσκόντων ἀκηκοέναι καὶ αὐτὴ τοῦ Ἀταλαρίχου σώματος ἀεὶ μαραινομένου ᾐσθῆσθαι.

5.4.6ἐπείτε ἀμφὶ αὐτῷ Θευδάτῳ ἑώρα Γότθουςτε καὶ Ἰταλιώτας δόξαν οὐκ ἀγαθήν τινα ἔχοντας, ἐς ὃν περιεστήκει τὸ Θευδερίχου γένος, τούτου δὴ αὐτὸν διακαθᾶραι τοῦ αἰσχροῦ ὀνόματος ἐν σπουδῇ οἱ γενέσθαι, ὅπως μή τι αὐτῷ καλουμένῳ ἐς τὴν βασιλείαν ἐμπόδιον εἴη.

5.4.7ἅμα δὲ καὶ τὸ δίκαιον αὐτὴν ξυνταράξαι, εἴ γε περισταίη τοῖς ἠδικῆσθαι πρὸς αὐτοῦ ἤδη αἰτιωμένοις οὐκ ἔχειν μὲν ὅτῳ τὰ ξυμπεσόντα σφίσιν ἀγγείλωσι, δεσπότην δὲ τὸν δυσμενῆ ἔχειν.

5.4.8διὰ ταῦτα μὲν αὐτὸν, οὕτω καθαρὸν γεγενημένον, ἐς τὴν βασιλείαν παρακαλεῖν. δεῖν δὲ αὐτὸν ὅρκοις δεινοτάτοις καταληφθῆναι ὡς ἐς Θευδάτον μὲν τὸ τῆς ἀρχῆς ὄνομα ἄγοιτο, αὐτὴ δὲ τῷ ἔργῳ τὸ κράτος οὐκ ἔλασσον πρότερον ἔχοι.

5.4.9ταῦτα ἐπεὶ Θευδάτος ἤκουσεν, ἅπαντα ὅσα ἦν βουλομένῃ Ἀμαλασούνθῃ ὀμωμοκὼς, ἐπὶ λόγῳ τῷ πονηρῷ ὡμολόγησεν, ἐν μνήμῃ ἔχων ὅσα δὴ ἐκείνη πρότερον ἐς αὐτὸν εἰργασμένη ἐτύγχανεν.

5.4.10οὕτω μὲν Ἀμαλασοῦνθα πρόςτε γνώμης τῆς οἰκείας καὶ τῶν Θευδάτῳ ὀμωμοσμένων ἀπατηθεῖσα, ἐπὶ τῆς ἀρχῆς αὐτὸν κατεστήσατο.

5.4.11πρέσβειςτε πέμψασα ἐς Βυζάντιον ἄνδρας Γότθους Ἰουστινιανῷ βασιλεῖ ταῦτα ἐδήλου.

5.4.12Θευδάτος δὲ τὴν ἡγεμονίαν παραλαβὼν, πάντα οἱ τἀναντία ὧν ἐκείνητε ἤλπισε καὶ αὐτὸς ὑπέσχετο ἔπρασσε.

5.4.13καὶ Γότθων τῶν πρὸς αὐτῆς ἀνῃρημένων τοὺς ξυγγενεῖς ἐπαγαγόμενος, πολλούςτε καὶ λίαν λογίμους ἐν Γότθοις ὄντας, τῶντε Ἀμαλασούνθῃ προσηκόντων ἐκ τοῦ αἰφνιδίου τινὰς ἔκτεινε καὶ αὐτὴν ἐν φυλακῇ ἔσχεν, οὔπω τῶν πρέσβεων ἐς Βυζάντιον ἀφικομένων.

5.4.14ἔστι δέ τις λίμνη ἐν Τούσκοις, Βουλσίνη καλουμένη, ἧς δὴ ἐντὸς νῆσος ἀνέχει, βραχεῖα μὲν κομιδῆ οὖσα, φρούριον δὲ ἐχυρὸν ἔχουσα.

5.4.15ἐνταῦθα Θευδάτος τὴν Ἀμαλασοῦνθαν καθείρξας ἐτήρει. δείσας δὲ, ὅπερ ἐγένετο, μὴ βασιλεῖ ἀπ’αὐτοῦ προσκεκρουκὼς εἴη, ἄνδρας ἐκ τῆς Ῥωμαίων βουλῆς Λιβέριόντε καὶ Ὀπιλίωνα στείλας σὺν ἑτέροις τισὶ, παραιτεῖσθαι πάσῃ δυνάμει βασιλέα ἐπήγγελλεν, ἰσχυριζομένους μηδὲν πρὸς αὐτοῦ ἄχαρι τῇ Ἀμαλασούνθῃ ξυμβῆναι, καίπερ ἐς αὐτὸν ἀνήκεστα δεινὰ εἰργασμένῃ τὰ πρότερα.

5.4.16καὶ κατὰ ταῦτα αὐτόςτε βασιλεῖ ἔγραψε καὶ τὴν Ἀμαλασοῦνθαν οὔτι ἑκουσίαν ἠνάγκασε γράψαι.

5.4.17ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. Πέτρος δὲ ἤδη ἐπὶ πρεσβείᾳ ἐστέλλετο προειρημένον αὐτῷ πρὸς τοῦ βασιλέως ἐντυχεῖν μὲν κρύφα τῶν ἄλλων ἁπάντων Θευδάτῳ καὶ ὅρκῳ τὰ πιστὰ παρεχομένῳ ὡς οὐδὲν ἂν τῶν πρασσομένων ἔκπυστον γένοιτο, οὕτωτε τὰ ἀμφὶ Τουσκίαν ἐν τῷ ἀσφαλεῖ πρὸς αὐτὸν θέσθαι, καὶ Ἀμαλασούνθῃ ξυγγενόμενον λάθρα ξυμπάσης πέρι Ἰταλίας διοικήσασθαι, ὅπη ἑκατέρῳ ξυνοίσειν μέλλει.

5.4.19ἐς δὲ τὸ ἐμφανὲς ὑπέρτε τοῦ Λιλυβαίου καὶ τῶν ἄλλων, ὧν ἔναγχος ἐμνήσθην, πρεσβεύσων ᾔει. οὔπω γάρ τι περὶ τῆς Ἀταλαρίχου τελευτῆς τῆς Θευδάτου ἀρχῆς τῶν Ἀμαλασούνθῃ ξυμπεπτωκότων βασιλεὺς ἠκηκόει.

5.4.20Πέτρος δὲ ὁδῷ πορευόμενος πρῶτον μὲν τοῖς Ἀμαλασούνθης πρέσβεσι ξυγγενόμενος τὰ ἀμφὶ τῇ Θευδάτου ἀρχῇ ἔμαθε.

5.4.21γενόμενος δὲ ὀλίγῳ ὕστερον ἐν πόλει Αὐλῶνι, πρὸς κόλπῳ τῷ Ἰονίῳ κεῖται, ἐνταῦθάτε τοῖς ἀμφὶ Λιβέριόντε καὶ Ὀπιλίωνα ἐντυχὼν τὰ ξυμπεσόντα ξύμπαντα ἔγνω, ἔςτε βασιλέα ταῦτα ἀνενεγκὼν αὐτοῦ ἔμεινεν.

5.4.22ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς βασιλεὺς ἤκουσε, Γότθουςτε καὶ Θευδάτον ξυνταράξαι διανοούμενος, πρὸς μὲν Ἀμαλασοῦνθαν γράμματα ἔγραφε, δηλοῦντα ὅτι αὐτῆς ὡς ἔνι μάλιστα μεταποιεῖσθαι ἐν σπουδῇ ἔχοι · τῷ δὲ Πέτρῳ ἐπέστελλε ταῦτα μηδαμῆ ἀποκρύψασθαι, ἀλλ’αὐτῷτε Θευδάτῳ φανερὰ καὶ Γότθοις ἅπασι καταστήσασθαι.

5.4.23πρέσβεων δὲ τῶν ἐξ Ἰταλίας οἱ μὲν ἄλλοι, ἐπειδὴ ἐς Βυζάντιον ἐκομίσθησαν, τὸν πάντα λόγον βασιλεῖ ἤγγειλαν, καὶ πάντων μάλιστα Λιβέριος.

5.4.24ἦν γὰρ ἀνὴρ καλόςτε καὶ ἀγαθὸς διαφερόντως, λόγουτε τοῦ ἀληθοῦς ἐπιμελεῖσθαι ἐξεπιστάμενος ·

5.4.25Ὀπιλίων δὲ μόνος ἐνδελεχέστατα ἰσχυρίζετο μηδὲν ἐς Ἀμαλασοῦνθαν ἁμαρτεῖν Θευδάτον. Πέτρου δὲ ἀφικομένου ἐς Ἰταλίαν Ἀμαλασούνθῃ ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι.

5.4.26Γότθων γὰρ συγγενεῖς τῶν ὑπ’ἐκείνης ἀνῃρημένων Θευδάτῳ προσελθόντες οὔτε αὐτῷ οὔτε σφίσι τὸν βίον ἐν τῷ ἀσφαλεῖ ἰσχυρίζοντο εἶναι, ἤν γε μὴ αὐτοῖς Ἀμαλασοῦνθα ὅτι τάχιστα ἐκποδὼν γένηται.

5.4.27ξυγχωροῦντόςτε αὐτοῖς, ἐν τῇ νήσῳ γενόμενοι τὴν Ἀμαλασοῦνθαν εὐθὺς ἔκτειναν.

5.4.28ὅπερ Ἰταλιώταςτε ὑπερφυῶς ἅπαντας καὶ Γότθους τοὺς ἄλλους ἠνίασεν.

5.4.29ἀρετῆς γὰρ πάσης γυνὴ ἰσχυρότατα ἐπεμελεῖτο, ὅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται.

5.4.30Πέτρος μὲν οὖν Θευδάτῳ ἄντικρυς ἐμαρτύρετο καὶ Γότθοις τοῖς ἄλλοις ὅτι δὴ αὐτοῖς τοῦ δεινοῦ τούτου ἐξειργασμένου ἄσπονδος βασιλεῖτε καὶ σφίσιν πόλεμος ἔσται.

5.4.31Θευδάτος δὲ ὑπὸ ἀβελτερίας τοὺς Ἀμαλασούνθης φονεῖς ἐν τιμῇτε καὶ σπουδῇ ἔχων, Πέτροντε καὶ βασιλέα πείθειν ἤθελεν ὡς αὐτοῦ οὐδαμῆ ἐπαινοῦντος, ἀλλ’ὡς μάλιστα ἀκουσίου, Γότθοις ἐργασθείη τὸ μίασμα τοῦτο.

5.5

5.5.1ἐν τούτῳ δὲ Βελισάριον ηὐδοκιμηκέναι κατὰ Γελίμερόςτε καὶ Βανδίλων τετύχηκε. βασιλεὺς δὲ τὰ ἀμφὶ Ἀμαλασούνθῃ ξυνενεχθέντα μαθὼν εὐθὺς καθίστατο ἐς τὸν πόλεμον, ἔνατον ἔτος τὴν βασιλείαν ἔχων.

5.5.2καὶ Μοῦνδον μὲν τὸν Ἰλλυριῶν στρατηγὸν ἔςτε Δαλματίαν ἰέναι, τὴν Γότθων κατήκοον, καὶ Σαλώνων ἀποπειράσασθαι ἐκέλευεν (ἦν δὲ Μοῦνδος γένος μὲν βάρβαρος, διαφερόντως δὲ τοῖςτε βασιλέως πράγμασιν εὔνους καὶ ἀγαθὸς τὰ πολέμια), Βελισάριον δὲ ναυσὶν ἔστελλε, στρατιώτας ἐκ μὲν καταλόγων καὶ φοιδεράτων τετρακισχιλίους, ἐκ δὲ Ἰσαύρων τρισχιλίους μάλιστα ἔχοντα.

5.5.3ἄρχοντες δὲ ἦσαν λόγιμοι μὲν Κωνσταντῖνόςτε καὶ Βέσσας, ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, Περάνιος δὲ ἐξ Ἰβηρίας τῆς ἄγχιστα Μήδων, γενόμενος μὲν τῶν ἐκ βασιλέως Ἰβήρων, αὐτόμολος δὲ πρότερον ἐς Ῥωμαίους κατὰ ἔχθος τὸ Περσῶν ἥκων, καταλόγων δὲ ἱππικῶν μὲν Βαλεντῖνόςτε καὶ Μάγνος καὶ Ἰννοκέντιος, πεζῶν δὲ Ἡρωδιανόςτε καὶ Παῦλος καὶ Δημήτριος καὶ Οὐρσικῖνος, ἀρχηγὸς δὲ Ἰσαύρων Ἔννης.

5.5.4εἵποντο δὲ καὶ Οὖννοι ξύμμαχοι διακόσιοι καὶ Μαυρούσιοι τριακόσιοι. στρατηγὸς δὲ αὐτοκράτωρ ἐφ’ἅπασι Βελισάριος ἦν, δορυφόρουςτε καὶ ὑπασπιστὰς πολλούςτε καὶ δοκίμους ἔχων.

5.5.5εἵπετο δὲ αὐτῷ καὶ Φώτιος, τῆς γυναικὸς Ἀντωνίνης υἱὸς ἐκ γάμων προτέρων, νέος μὲν ὢν ἔτι καὶ πρῶτον ὑπηνήτης, ξυνετώτατος δὲ καὶ φύσεως ἰσχὺν ὑπὲρ τὴν ἡλικίαν δηλώσας.

5.5.6βασιλεύςτε Βελισαρίῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν τῷ λόγῳ στέλλεσθαι, ἐπειδὰν δὲ ἐς Σικελίαν ἀφίκωνται, ὡς δὴ κατὰ χρείαν τινὰ ἐνταῦθα ἀποβάντας πειρᾶσθαι τῆς νήσου.

5.5.7καὶ ἢν μὲν δυνατὰ , ὑποχειρίαν αὐτὴν οὐδενὶ πόνῳ ποιήσασθαι, κατέχειντε καὶ αὐτῆς μηκέτι μεθίεσθαι · ἢν δέ τι ἐμπόδιον ὑπαντιάσῃ, πλεῖν κατὰ τάχος ἐπὶ Λιβύης, οὐδενὶ αἴσθησιν τῆς βουλήσεως παρεχομένους.

5.5.8πέμψας δὲ καὶ παρὰ Φράγγων τοὺς ἡγεμόνας ἔγραψε τάδε Γότθοι Ἰταλίαν τὴν ἡμετέραν βίᾳ ἑλόντες οὐχ ὅσον αὐτὴν ἀποδιδόναι οὐδαμῆ ἔγνωσαν, ἀλλὰ καὶ προσηδικήκασιν ἡμᾶς οὔτε φορητὰ οὔτε μέτρια.

5.5.9διόπερ ἡμεῖς μὲν στρατεύειν ἐπ’αὐτοὺς ἠναγκάσμεθα, ὑμᾶς δὲ εἰκὸς ξυνδιαφέρειν ἡμῖν πόλεμον τόνδε, ὃν ἡμῖν κοινὸν εἶναι ποιεῖ δόξατε ὀρθὴ, ἀποσειομένη τὴν Ἀρειανῶν γνώμην, καὶ τὸ ἐς Γότθους ἀμφοτέρων ἔχθος.

5.5.10τοσαῦτα μὲν βασιλεὺς ἔγραψε · καὶ χρήμασιν αὐτοὺς δωρησάμενος, πλείονα δώσειν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ὡμολόγησεν. οἱ δὲ αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ξυμμαχήσειν ὑπέσχοντο.

5.5.11Μοῦνδος μὲν οὖν καὶ ξὺν αὐτῷ στρατιὰ ἐς Δαλματίαν ἀφικόμενοι καὶ Γότθοις τοῖς ἐκείνῃ ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντες, νικήσαντέςτε τῇ ξυμβολῇ, Σάλωνας ἔσχον.

5.5.12Βελισάριος δὲ καταπλεύσας ἐς Σικελίαν Κατάνην ἔλαβεν. ἔνθεντε ὁρμώμενος Συρακούσαςτε ὁμολογίᾳ καὶ πόλεις τὰς ἄλλας παρεστήσατο οὐδενὶ πόνῳ · πλήν γε δὴ ὅτι Γότθοι, οἳ ἐν Πανόρμῳ φυλακὴν εἶχον, θαρσοῦντες τῷ περιβόλῳ (ἦν γὰρ ἐχυρὸν τὸ χωρίον) προσχωρεῖντε Βελισαρίῳ ἥκιστα ἤθελον καὶ αὐτὸν ἐνθένδε ἀπάγειν τὸν στρατὸν κατὰ τάχος ἐκέλευον.

5.5.13Βελισάριος δὲ λογισάμενος ἀμήχανον εἶναι διὰ τῆς ἠπείρου τὸ χωρίον ἑλεῖν ἐσπλεῖν τὸν στόλον ἐς τὸν λιμένα ἐκέλευεν ἄχρι ἐς τὸ τεῖχος διήκοντα.

5.5.14ἦν γὰρ τοῦτε περιβόλου ἐκτὸς καὶ παντάπασιν ἀνδρῶν ἔρημος. οὗ δὴ τῶν νηῶν ὁρμισαμένων τοὺς ἱστοὺς ξυνέβαινε τῶν ἐπάλξεων καθυπερτέρους εἶναι.

5.5.15αὐτίκα οὖν τοὺς λέμβους τῶν νηῶν ἅπαντας τοξοτῶν ἐμπλησάμενος ἀπεκρέμασεν ἄκρων ἱστῶν.

5.5.16ὅθεν δὴ κατὰ κορυφὴν βαλλόμενοι οἱ πολέμιοι ἐς δέος τι ἄμαχον ἦλθον καὶ Πάνορμον εὐθὺς ὁμολογίᾳ Βελισαρίῳ παρέδοσαν.

5.5.17βασιλεύςτε ἐκ τοῦδε Σικελίαν ὅλην ἐς φόρου ἀπαγωγὴν κατήκοον εἶχε. τῷ δὲ Βελισαρίῳ τότε κρεῖσσον λόγου εὐτύχημα ξυνηνέχθη γενέσθαι.

5.5.18τῆς γὰρ ὑπατείας λαβὼν τὸ ἀξίωμα ἐπὶ τῷ Βανδίλους νενικηκέναι, ταύτης ἔτι ἐχόμενος, ἐπειδὴ παρεστήσατο Σικελίαν ὅλην, τῇ τῆς ὑπατείας ὑστάτῃ ἡμέρᾳ ἐς τὰς Συρακούσας εἰσήλασε, πρόςτε τοῦ στρατοπέδου καὶ Σικελιωτῶν κροτούμενος ἐς τὰ μάλιστα καὶ νόμισμα χρυσοῦ ῥίπτων ἅπασιν.

5.5.19οὐκ ἐξεπίτηδες μέντοι αὐτῷ πεποίηται τοῦτο, ἀλλά τις τῷ ἀνθρώπῳ ξυνέβη τύχη πᾶσαν ἀνασωσαμένῳ τὴν νῆσον Ῥωμαίοις ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τὰς Συρακούσας ἐσεληλακέναι, τήντε τῶν ὑπάτων ἀρχὴν, οὐχ ᾗπερ εἰώθει ἐν τῷ Βυζαντίου βουλευτηρίῳ, ἀλλ’ἐνταῦθα καταθεμένῳ ἐξ ὑπάτων γενέσθαι. Βελισαρίῳ μὲν οὖν οὕτω δὴ εὐημερῆσαι ξυνέτυχεν.

5.6

5.6.1ἐπεὶ δὲ ταῦτα Πέτρος ἔμαθεν, ἐγκείμενος πολλῷ ἔτι μᾶλλον καὶ δεδισσόμενος Θευδάτον οὐκέτι ἀνίει.

5.6.2καὶ ὃς ἀποδειλιάσαςτε καὶ ἐς ἀφασίαν ἐμπεπτωκὼς, οὐχ ἧσσον εἰ δορυάλωτος ξὺν τῷ Γελίμερι αὐτὸς ἐγεγόνει, ἐς λόγους τῷ Πέτρῳ κρύφα τῶν ἄλλων ἁπάντων ἦλθεν, ἔςτε ξύμβασιν ἐν σφίσιν ἦλθεν, ἐφ’ Θευδάτος Ἰουστινιανῷ βασιλεῖ Σικελίας ἐκστήσεται πάσης, πέμψει δὲ αὐτῷ καὶ στέφανον χρυσοῦν ἀνὰ πᾶν ἔτος κατὰ τριακοσίας ἕλκοντα λίτρας, Γότθουςτε ἄνδρας μαχίμους ἐς τρισχιλίους, ἡνίκα ἂν αὐτῷ βουλομένῳ εἴη, Θευδάτῳ δὲ αὐτῷ ἐξουσίαν οὐδαμῆ ἔσεσθαι τῶν τινα ἱερέων βουλευτῶν ἀποκτιννύναι, ἀνάγραπτον ἐς τὸ δημόσιον αὐτοῦ τὴν οὐσίαν ὅτι μὴ βασιλέως ποιεῖσθαι γνώμῃ.

5.6.3ἢν δέ γε τῶν ὑπηκόων τινὰς ἐς τὸ τῶν πατρικίων ἄλλο βουλῆς ἀξίωμα Θευδάτος ἀγαγεῖν βούληται, τοῦτο δὲ οὐκ αὐτὸν δώσειν, ἀλλὰ βασιλέα αἰτήσειν διδόναι.

5.6.4εὐφημοῦντα δὲ Ῥωμαίων τὸν δῆμον, ἀναβοήσειν ἀεὶ βασιλέα πρῶτον, ἔπειτα Θευδάτον, ἔντε θεάτροις καὶ ἱπποδρομίαις καὶ εἴ που ἄλλῃ τὸ τοιοῦτον δεήσει γενέσθαι.

5.6.5εἰκόνατε χαλκῆν ὕλης ἑτέρας μή ποτε Θευδάτῳ μόνῳ καθίστασθαι, ἀλλὰ γίνεσθαι μὲν ἀεὶ ἀμφοτέροις, στήσεσθαι δὲ οὕτως · ἐν δεξιᾷ μὲν τὴν βασιλέως, ἐπὶ θάτερα δὲ τὴν Θευδάτου. ἐπὶ ταύτῃ μὲν τῇ ξυμβάσει γράψας τὸν πρεσβευτὴν Θευδάτος ἀπεπέμψατο.

5.6.6ὀλίγῳ δὲ ὕστερον ψυχῆς ὀρρωδία περιλαβοῦσα τὸν ἄνθρωπον ἐς δείματάτε ἀπῆγεν ὅρον οὐκ ἔχοντα καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν, δεδισσομένη τῷ τοῦ πολέμου ὀνόματι, καὶ ὡς, εἴ γε βασιλέα οὐδαμῆ ἀρέσκει τάτε αὐτῷ καὶ Πέτρῳ συγκείμενα, πόλεμος εὐθὺς ἀπαντήσει.

5.6.7αὖθις οὖν Πέτρον μεταπεμψάμενος ἐν Ἀλβανοῖς ἤδη γενόμενον ἅτε κοινολογούμενος λάθρα τοῦ ἀνθρώπου ἀνεπυνθάνετο, εἰ τὴν ξύμβασιν βασιλεῖ πρὸς ἡδονῆς ἔσεσθαι οἴεται.

5.6.8καὶ ὃς οὕτω δὴ ὑποτοπάζειν ἔφη. ἢν δέ γε ταῦτα μηδαμῆ ἀρέσκει τὸν ἄνδρα, τί τὸ ἐντεῦθεν γενήσεται εἶπεν.

5.6.9ἀπεκρίνατο Πέτρος πολεμητέα σοι τὸ λοιπὸν, γενναῖε. τί δέ; δίκαια ταῦτα, φίλτατε πρεσβευτά; ἔφη. δὲ αὐτίκα ἔφη ὑπολαβὼν καὶ πῶς οὐ δίκαιον, ἀγαθὲ, εἶπε, τὰ ἐπιτηδεύματα τῇ ψυχῇ ἑκάστου φυλάσσεσθαι;

5.6.10τί δὴ τοῦτό ἐστιν; Θευδάτος ἠρώτα. ὅτι σοὶ μὲν σπουδὴ πολλὴ φιλοσοφεῖν, ἔφη, Ἰουστινιανῷ δὲ βασιλεῖ Ῥωμαίων γενναίῳ εἶναι. διαφέρει δὲ, ὅτι τῷ μὲν φιλοσοφίαν ἀσκήσαντι θάνατον ἀνθρώποις πορίζεσθαι, ἄλλωςτε καὶ τοσούτοις τὸ πλῆθος, οὐ μήποτε εὐπρεπὲς εἴη, καὶ ταῦτα ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἧς δηλονότι μετασχόντι σοι μὴ οὐχὶ φόνου παντὸς ἐλευθέρῳ εἶναι οὐχ ὅσιον · ἐκεῖνον δὲ χώρας μεταποιήσασθαι οὐδὲν ἀπεικὸς, ἄνωθεν τῇ ὑπαρχούσῃ αὐτῷ προσηκούσης ἀρχῇ.

5.6.11ταύτῃ Θευδάτος τῇ ὑποθήκῃ ἀναπεισθεὶς ὡμολόγησεν Ἰουστινιανῷ βασιλεῖ τῆς ἡγεμονίας ἐκστήσεσθαι. καὶ κατὰ ταῦτα αὐτόςτε καὶ γυνὴ ὤμοσε.

5.6.12τόντε Πέτρον ὅρκοις κατέλαβεν, ὡς οὐ πρότερον ἔκπυστα ταῦτα ποιήσεται, πρὶν ἂν βασιλέα οὐκ ἐνδεχόμενον τὴν προτέραν ξύμβασιν ἴδοι.

5.6.13καὶ Ῥουστικὸν τῶν τινα ἱερέων καὶ αὐτῷ μάλιστα ἐπιτηδείων, ἄνδρα Ῥωμαῖον, ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ ξὺν αὐτῷ ἔπεμψεν. οἷς δὴ καὶ γράμματα ἐνεχείρισε.

5.6.14Πέτρος μὲν οὖν καὶ Ῥουστικὸς ἐν Βυζαντίῳ γενόμενοι τὰ πρότερον δόξαντα βασιλεῖ ἤγγειλαν, καθάπερ Θευδάτος σφίσιν ἐπέστελλεν. ἐπεὶ δὲ τοὺς λόγους ἐνδέχεσθαι βασιλεὺς ἥκιστα ἤθελε, τὰ ἐν ὑστέρῳ γεγραμμένα ἐπέδειξαν.

5.6.15ἐδήλου δὲ γραφὴ τάδε Οὐ γέγονα μὲν βασιλικῆς αὐλῆς ἐπηλύτης, τετύχηκε γάρ μοι τετέχθαιτε ἐν βασιλέως θείου καὶ τεθράφθαι τοῦ γένους ἀξίως, πολέμων δὲ καὶ τῶν ἐν τούτοις θορύβων εἰμὶ οὐ παντελῶς ἔμπειρος.

5.6.16περὶ λόγων γὰρ ἀκοὴν ἄνωθεν ἐρωτικῶς ἐσχηκότι μοι καὶ διατριβὴν ἐς τοῦτο ἀεὶ πεποιημένῳ ξυμβαίνει τῆς ἐν ταῖς μάχαις ταραχῆς ἑκαστάτω ἐς τόδε εἶναι.

5.6.17ὥστε ἥκιστά με εἰκὸς τὰς ἐκ τῆς βασιλείας ζηλοῦντα τιμὰς τὸν μετὰ κινδύνων διώκειν βίον, ἐξὸν ἀμφοῖν ἐκποδὼν ἵστασθαι.

5.6.18τούτοιν γάρ μοι οὐδέτερον ἐν ἡδονῇ ἐστι · τὸ μὲν, ὅτι κόρῳ τετίμηται, πλησμονὴ γὰρ ἡδέων ἁπάντων, τὸ δὲ, ὅτι τὸ μὴ ἐθισθῆναι ἐς ταραχὴν φέρει.

5.6.19ἐγὼ δὲ, εἴ μοι χωρία γένηται οὐχ ἧσσον δώδεκα κεντηναρίων ἐπέτειον φέροντα πρόσοδον, περὶ ἐλάσσονος ἂν αὐτῶν τὴν βασιλείαν ποιήσαιμι, καί σοι τὸ Γότθωντε καὶ Ἰταλιωτῶν αὐτίκα μάλα ἐγχειριῶ κράτος.

5.6.20ὡς ἔγωγε ἥδιον ἂν ξὺν τῇ ἀπραγμοσύνῃ γεωργὸς εἴην ἐν μερίμναις βασιλικαῖς βιῴην, κινδύνους ἐκ κινδύνων παραπεμπούσαις.

5.6.21ἀλλὰ πέμπε ἄνδρα ὡς τάχιστα, ὅτῳ με Ἰταλίαντε καὶ τὰ τῆς βασιλείας πράγματα παραδοῦναι προσήκει.

5.6.22Θευδάτου μὲν γραφὴ τοσαῦτα ἐδήλου. βασιλεὺς δὲ ὑπεράγαν ἡσθεὶς ἀμείβεται ὧδε Πάλαι μέν σε ξυνετὸν εἶναι ἀκοῇ εἶχον, νῦν δὲ καὶ τῇ πείρᾳ μεμαθηκὼς οἶδα οἷς οὐκ ἔγνωκας τὸ τοῦ πολέμου καραδοκεῖν πέρας.

5.6.23ὅπερ ἤδη πεπονθότες τινὲς ἐν τοῖς μεγίστοις ἐσφάλησαν. καί σοι οὔ ποτε μεταμελήσει φίλους ἡμᾶς ἀντὶ πολεμίων ποιησαμένῳ.

5.6.24ἀλλὰ καὶ ταῦτα ἅπερ αἰτεῖς παρ’ἡμῶν ἕξεις, καὶ προσέσται σοι ἐν ταῖς πρώταις Ῥωμαίων τιμαῖς ἀναγράπτῳ εἶναι.

5.6.25νῦν μὲν οὖν Ἀθανάσιόντε καὶ Πέτρον ἀπέσταλκα, ὅπως ὁμολογίᾳ τινὶ ἑκατέρῳ τὸ βέβαιον ἔσται. ἥξει δὲ ὅσον οὔπω καὶ Βελισάριος παρὰ σὲ, πέρας ἅπασιν ἐπιθήσων ὅσα ἂν ἐν ἡμῖν ξυγκείμενα .

5.6.26ταῦτα βασιλεὺς γράψας Ἀθανάσιόντε τὸν Ἀλεξάνδρου ἀδελφὸν, ὃς πρώην ἐς Ἀταλάριχον, ὥσπερ ἐρρήθη, ἐπρέσβευσε, καὶ Πέτρον αὖθις τὸν ῥήτορα ἔπεμψεν, οὗ πρόσθεν ἐμνήσθην, ἐντειλάμενος τὰ μὲν χωρία τῆς βασιλέως οἰκίας, ἣν πατριμώνιον καλοῦσι, Θευδάτῳ νεῖμαι, γράμματα δὲ καὶ ὅρκους ὀχύρωμα ταῖς ξυνθήκαις ποιησαμένους οὕτω δὴ ἐκ Σικελίας Βελισάριον μεταπέμψασθαι, ἐφ’ τάτε βασίλεια καὶ Ἰταλίαν παραλαβὼν ξύμπασαν ἐν φυλακῇ ἔχει.

5.6.27καὶ Βελισαρίῳ ἐπέστειλεν ὥστε αὐτοῖς, ἐπειδὰν μεταπέμψωνται, κατὰ τάχος ἥκειν.

5.7

5.7.1ἐν δὲ ταῦτάτε βασιλεὺς ἔπρασσε καὶ οἱ πρέσβεις οὗτοι ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ Γότθοι, ἄλλωντε καὶ Ἀσιναρίου καὶ Γρίπα σφίσιν ἡγουμένων, στρατῷ πολλῷ ἐς Δαλματίαν ἧκον.

5.7.2ἐπειδήτε Σαλώνων ἄγχιστα ἵκοντο, Μαυρίκιος σφίσιν, Μούνδου υἱὸς, οὐκ ἐς παράταξιν, ἀλλ’ἐπὶ κατασκοπῇ ἥκων ξὺν ὀλίγοις τισὶν ὑπηντίαζε.

5.7.3καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς Γότθων μὲν οἱ πρῶτοι καὶ ἄριστοι ἔπεσον, Ῥωμαῖοι δὲ σχεδὸν ἅπαντες καὶ Μαυρίκιος στρατηγός.

5.7.4ἅπερ ἐπεὶ ἤκουσε Μοῦνδος περιώδυνόςτε γενόμενος τῇ ξυμφορᾷ καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος, αὐτίκα μάλα ἐπὶ τοὺς πολεμίους οὐδενὶ κόσμῳ ᾔει.

5.7.5τῆςτε μάχης κρατερᾶς γεγενημένης τὴν Καδμείαν νίκην Ῥωμαίοις νικῆσαι ξυνέπεσε. τῶν μὲν γὰρ πολεμίων ἐνταῦθα οἱ πλεῖστοι ἔπεσον καὶ τροπὴ λαμπρὰ ἐγεγόνει, Μοῦνδος δὲ κτείνωντε καὶ ὅπῃ παρατύχοι ἑπόμενος καὶ κατέχειν τὴν διάνοιαν τῇ τοῦ παιδὸς ξυμφορᾷ ὡς ἥκιστα ἔχων ὑφ’ὅτου δὴ τῶν φευγόντων πληγεὶς ἔπεσε, καὶ τε δίωξις ἐς τοῦτο ἐτελεύτα καὶ τὰ στρατόπεδα ἑκάτερα διελέλυτο.

5.7.6τότε Ῥωμαῖοι ἀνεμνήσθησαν τοῦ Σιβύλλης ἔπους, ὅπερ ᾀδόμενον ἐν τῷ πρὶν χρόνῳ τέρας αὐτοῖς ἔδοξεν εἶναι. ἔλεγε γὰρ τὸ λόγιον ἐκεῖνο ὡς, ἡνίκα ἂν Ἀφρικὴ ἔχηται, κόσμος ξὺν τῷ γόνῳ ὀλεῖται.

5.7.7τὸ μέντοι χρηστήριον οὐ τοῦτο ἐδήλου, ἀλλ’ὑπειπὸν ὅτι δὴ αὖθις ὑπὸ Ῥωμαίοις Λιβύη ἔσται καὶ τοῦτο ἐπεῖπεν, ὅτι τότε ξὺν τῷ παιδὶ ἀπολεῖται Μοῦνδος. λέγει γὰρ ὧδε ·

5.7.8ἐπεὶ δὲ κόσμον τῇ Λατίνων φωνῇ Μοῦνδος δύναται, ᾤοντο ἀμφὶ τῷ κόσμῳ τὸ λόγιον εἶναι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. ἐς δὲ Σάλωνας εἰσῆλθεν οὐδείς.

5.7.9οἵτε γὰρ Ῥωμαῖοι ἐπ’οἴκου ἀνεχώρησαν, ἐπεὶ ἄναρχοι τὸ παράπαν ἐλείποντο, καὶ οἱ Γότθοι τῶν ἀρίστων οὐδενὸς σφίσιν ἀπολελειμμένου ἐς δέος ἐλθόντες τὰ ἐκείνῃ φρούρια ἔσχον ·

5.7.10οὐ δὲ γὰρ Σαλώνων τῷ περιβόλῳ ἐπίστευον, ἄλλωςτε καὶ οὐ λίαν αὐτοῖς εὐνοϊκῶς ἐχόντων Ῥωμαίων, οἳ ταύτῃ ᾤκηντο.

5.7.11ταῦτα ἐπεὶ Θευδάτος ἤκουσε, τοὺς πρέσβεις ἤδη παρ’αὐτὸν ἥκοντας ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἐς γὰρ ἀπιστίαν ἱκανῶς ἐπεφύκει καὶ βέβαιον τὴν διάνοιαν οὐδαμῆ εἶχεν, ἀλλ’ἀεὶ αὐτὸν παροῦσα τύχη ἀλόγωςτε καὶ τῶν καθεστώτων οὐκ ἐπαξίως ἔςτε ὀρρωδίαν ἀπῆγε μέτρον οὐκ ἔχουσαν καὶ αὖθις ἐς ἄφατόν τι ἀντικαθίστη θράσος.

5.7.12καὶ τότε γοῦν τοῦ θανάτου πέρι Μούνδουτε ἀκούσας καὶ Μαυρικίου ἐπήρθητε ὑπεράγαν καὶ οὐ κατὰ λόγον τῶν πεπραγμένων, καὶ τοὺς πρέσβεις ἤδη παρ’αὐτὸν ἥκοντας ἐρεσχελεῖν ἠξίου.

5.7.13καὶ ἐπειδὴ αὐτῷ Πέτρος ποτὲ ἅτε ὑπερβάντι τὰ βασιλεῖ ὡμολογημένα ἐλοιδορεῖτο, ἄμφω Θευδάτος δημοσίᾳ καλέσας ἔλεξε τοιάδε Σεμνὸν μὲν τὸ χρῆμα τῶν πρέσβεων καὶ ἄλλως ἔντιμον καθέστηκεν ἐς πάντας ἀνθρώπους, τοῦτο δὲ τὸ γέρας ἐς τόδε οἱ πρέσβεις ἐν σφίσιν αὐτοῖς διασώζουσιν, ἐς τῇ σφετέρᾳ ἐπιεικείᾳ φυλάξωσι τὸ τῆς πρεσβείας ἀξίωμα.

5.7.15κτεῖναι γὰρ ἄνδρα πρεσβευτὴν ἐνδίκως νενομίκασιν ἄνθρωποι, ὅταν ἐς βασιλέα ὑβρίσας φαίνηται, γυναικὸς ἄλλῳ ξυνοικούσης ἐς εὐνὴν ἔλθοι.

5.7.16Θευδάτος μὲν ταῦτα ἐς Πέτρον ἀπέρριψεν, οὐχ ὅτι γυναικὶ ἐπλησίασεν, ἀλλ’ὅπως ἰσχυρίσηται ἐγκλήματα, ὡς τὸ εἰκὸς, γίνεσθαι ἐς πρεσβευτοῦ θάνατον ἄγοντα. οἱ δὲ πρέσβεις ἀμείβονται τοῖσδε Οὔτε ταῦτα, Γότθων ἀρχηγὲ, ταύτῃ, ᾗπερ εἴρηκας ἔχει, οὔτ’ἂν σὺ παραπετάσμασιν οὐχ ὑγιέσιν ἀνόσια ἔργα ἐς ἀνθρώπους πρέσβεις ἐνδείξαιο.

5.7.18μοιχῷ μὲν γὰρ οὐ δὲ βουλομένῳ πρεσβευτῇ πάρεστι γίνεσθαι, γε οὐ δὲ ὕδατος μεταλαγχάνειν ὅτι μὴ γνώμῃ τῶν φυλασσόντων ῥᾴδιόν ἐστι.

5.7.19λόγους δὲ, ὅσους ἂν ἐκ τοῦ πέμψαντος ἀκηκοὼς εἴπῃ, οὐκ αὐτὸς τὴν ἐντεῦθεν αἰτίαν, ἤν γε οὐκ ἀγαθοὶ τύχωσιν ὄντες, εἰκότως ἂν λάβοι, ἀλλ’ μὲν κελεύσας φέροιτο ἂν δικαίως τὸ ἔγκλημα τοῦτο, τῷ δὲ πρεσβευτῇ τὸ τὴν ὑπουργίαν ἐκτελέσαι περίεστι μόνον.

5.7.20ὥστε ἡμεῖς μὲν ἅπαντα ἐροῦμεν ὅσα ἀκούσαντες πρὸς βασιλέως ἐστάλημεν, σὺ δὲ ὅπως ἀκούσῃ πρᾴως · ταραττομένῳ γάρ σοι ἀδικεῖν ἀνθρώπους πρέσβεις λελείψεται.

5.7.21οὐκοῦν ὥρα σοι ἑκόντι ἐπιτελεῖν ὅσα βασιλεῖ ὡμολόγησας. ἐπ’αὐτὸ γὰρ τοῦτο ἡμεῖς ἥκομεν. καὶ τὴν μὲν ἐπιστολὴν, ἥν σοι ἔγραψεν, ἤδη λαβὼν ἔχεις, τὰ δὲ γράμματα, τοῖς Γότθων πρώτοις ἔπεμψεν, οὐκ ἄλλοις τισὶν αὐτοῖς δώσομεν.

5.7.22ταῦτα τῶν πρέσβεων εἰπόντων ἐπεὶ παρόντες οἱ τῶν βαρβάρων ἄρχοντες ἤκουσαν, Θευδάτῳ ἐγχειρίσαι τὰ γεγραμμένα σφίσιν ἐπέστελλον.

5.7.23εἶχε δὲ ὧδε Ἐπιμελὲς γέγονεν ἡμῖν ἐς πολιτείαν ὑμᾶς ἀνελέσθαι τὴν ἡμετέραν, ᾧπερ ὑμᾶς ἡσθῆναι εἰκός. οὐ γὰρ ἐπὶ τῷ ἐλασσοῦσθαι, ἀλλ’ὅπως ἀξιώτεροι ἔσεσθε, ἐς ἡμᾶς ἥξετε.

5.7.24ἄλλωςτε οὐκ ἐς ἤθη ξένα ἀλλόγνωτα Γότθους καλοῦμεν, ἀλλ’ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διεστάναι τετύχηκε. διὰ ταῦτα νῦν Ἀθανάσιόςτε καὶ Πέτρος ἐστάλησαν αὐτόσε, οἷς ὑμᾶς ἐς ἅπαντα ξυλλαβέσθαι χρεών.

5.7.25τοσαῦτα μὲν γραφὴ ἐδήλου. Θευδάτος δὲ ἅπαντα ἀναλεξάμενος οὔτε τι ἔργῳ ἐπιτελεῖν ὧν βασιλεῖ ὑπέσχετο ἔγνω καὶ τοὺς πρέσβεις ἐν φυλακῇ οὐ μετρίᾳ εἶχε.

5.7.26βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπεὶ ταῦτάτε καὶ τὰ ἐν Δαλματίᾳ ξυνενεχθέντα ἠκηκόει, Κωνσταντιανὸν μὲν, ὃς τῶν βασιλικῶν ἱπποκόμων ἦρχεν, εἰς Ἰλλυριοὺς ἔπεμψε, στρατιάντε αὐτῷ ἐπιστείλας ἐνθένδε ἀγεῖραι καὶ Σαλώνων ἀποπειρᾶσθαι, ὅπη ἂν αὐτῷ δυνατὰ εἴη · Βελισάριον δὲ ἐς Ἰταλίαντε κατὰ τάχος ἐκέλευσεν ἰέναι καὶ Γότθοις ὡς πολεμίοις χρῆσθαι.

5.7.27Κωνσταντιανὸς μὲν οὖν ἐς Ἐπίδαμνόντε ἀφίκετο καὶ χρόνον τινὰ διατρίψας ἐνταῦθα στρατιὰν ἤγειρεν. ἐν τούτῳ δὲ Γότθοι, Γρίπα σφίσιν ἡγουμένου, στρατῷ ἑτέρῳ ἐς Δαλματίαν ἀφικόμενοι Σάλωνας ἔσχον ·

5.7.28Κωνσταντιανόςτε, ἐπεί οἱ τὰ τῆς παρασκευῆς ὡς ἄριστα εἶχεν, ἄρας ἐξ Ἐπιδάμνου τῷ παντὶ στόλῳ ὁρμίζεται ἐς Ἐπίδαυρον, ἐστιν ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον · ἔνθα δὴ ἄνδρας, οὓς ἐπὶ κατασκοπῇ Γρίπας ἔπεμψε, τετύχηκεν εἶναι.

5.7.29καὶ αὐτοῖς τάςτε ναῦς ἐπισκοποῦσι καὶ τὸ Κωνσταντιανοῦ στρατόπεδον ἔδοξε θάλασσάτε καὶ γῆ ξύμπασα στρατιωτῶν ἔμπλεως εἶναι, παράτε τὸν Γρίπαν ἐπανήκοντες μυριάδας ἀνδρῶν οὐκ ὀλίγας Κωνσταντιανὸν ἐπάγεσθαι ἰσχυρίζοντο.

5.7.30 δὲ ἐς δέος μέγα τι ἐμπεσὼν ὑπαντιάζειντε τοῖς ἐπιοῦσιν ἀξύμφορον ᾤετο εἶναι καὶ πολιορκεῖσθαι πρὸς τοῦ βασιλέως στρατοῦ, οὕτω δὴ θαλασσοκρατοῦντος, ἥκιστα ἤθελε ·

5.7.31μάλιστα δὲ αὐτὸν ξυνετάρασσεν τε Σαλώνων περίβολος, ἐπεὶ αὐτοῦ τὰ πολλὰ ἤδη καταπεπτώκει, καὶ τῶν ταύτῃ ᾠκημένων τὸ ἐς Γότθους κομιδῆ ὕποπτον.

5.7.32καὶ διὰ τοῦτο ἐνθένδε παντὶ τῷ στρατῷ ἀπαλλαγεὶς ὅτι τάχιστα ἐν τῷ πεδίῳ στρατοπεδεύεται, μεταξὺ Σαλώνωντε καὶ Σκάρδωνος πόλεώς ἐστι. Κωνσταντιανὸς δὲ ταῖς ναυσὶν ἁπάσαις πλέων ἐξ Ἐπιδαύρου, Λυσίνῃ προσέσχεν, ἐν τῷ κόλπῳ κεῖται.

5.7.33ἐνθένδετε τῶν ἑπομένων τινὰς ἔπεμψεν, ἐφ’ τὰ ἀμφὶ τῷ Γρίπᾳ διερευνώμενοι ὁποῖά ποτε ἐσαγγείλωσιν. ἀφ’ὧν δὴ τὸν πάντα λόγον πυθόμενος εὐθὺ Σαλώνων κατὰ τάχος ἔπλει.

5.7.34καὶ ἐπειδὴ αὐτῆς ἄγχιστα ἐγεγόνει, ἀποβιβάσας τὸ στράτευμα ἐς τὴν ἤπειρον αὐτὸς μὲν ἐνταῦθα ἡσύχαζε, πεντακοσίους δὲ τοῦ στρατοῦ ἀπολέξας Σιφίλαντε αὐτοῖς ἄρχοντα ἐπιστήσας, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐκέλευε τὴν στενοχωρίαν καταλαβεῖν, ἣν δὴ ἐν τῷ τῆς πόλεως προαστείῳ ἐπύθετο εἶναι. καὶ Σιφίλας μὲν κατὰ ταῦτα ἐποίει.

5.7.35Κωνσταντιανὸς δὲ καὶ στρατιὰ πᾶσα ἐς Σάλωνας τῇ ὑστεραίᾳ ἐσελάσαντες τῷ πεζῷ καὶ ταῖς ναυσὶ προσωρμίσαντο.

5.7.36Κωνσταντιανὸς μὲν οὖν Σαλώνων τοῦ περιβόλου ἐπεμελεῖτο, ἀνοικοδομούμενος σπουδῇ ἅπαντα ὅσα αὐτοῦ κατεπεπτώκει · Γρίπας δὲ καὶ τῶν Γότθων στρατὸς, ἐπειδὴ Ῥωμαῖοι Σάλωνας ἔσχον, ἑβδόμῃ ἡμέρᾳ ἐνθένδε ἀναστάντες ἐπὶ Ῥαβέννης ἀπεκομίσθησαν, οὕτωτε Κωνσταντιανὸς Δαλματίαντε καὶ Λιβουρνίαν ξύμπασαν ἔσχε, Γότθους προσαγαγόμενος ἅπαντας, οἳ ταύτῃ ἵδρυντο.

5.7.37τὰ μὲν οὖν ἀμφὶ Δαλματίαν ταύτῃ πη ἔσχε · καὶ χειμὼν ἔληγε, καὶ πρῶτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος συνέγραψε.

5.8

5.8.1Βελισάριος δὲ φύλακας ἔντε Συρακούσῃ καὶ Πανόρμῳ ἀπολιπὼν τῷ ἄλλῳ στρατῷ ἐκ Μεσήνης διέβη ἐς Ῥήγιον (ἔνθα δὴ οἱ ποιηταὶ τήντε Σκύλλαν γεγονέναι μυθοποιοῦσι καὶ Χάρυβδιν), καὶ αὐτῷ προσεχώρουν ὁσημέραι οἱ ταύτῃ ἄνθρωποι.

5.8.2τῶντε γὰρ χωρίων ἀτειχίστων σφίσιν ἐκ παλαιοῦ ὄντων, φυλακὴν αὐτῶν οὐδαμῆ εἶχον καὶ κατὰ ἔχθος τὸ Γότθων μάλιστα τῇ γὰρ παρούσῃ ἀρχῇ, ὡς τὸ εἰκὸς, ἤχθοντο.

5.8.3ἐκ δὲ Γότθων αὐτόμολος παρὰ Βελισάριον Ἐβρίμους ξὺν πᾶσι τοῖς ἑπομένοις ἦλθεν, Θευδάτου γαμβρὸς, ὃς τῇ ἐκείνου θυγατρὶ Θευδενάνθῃ ξυνῴκει. αὐτίκατε παρὰ βασιλέα σταλεὶς, γερῶντε ἄλλων ἔτυχε καὶ ἐς τὸ πατρικίων ἀξίωμα ἦλθε.

5.8.4τὸ δὲ στράτευμα ἐκ Ῥηγίου πεζῇ διὰ Βριττίωντε καὶ Λευκανῶν ᾔει, παρηκολούθειτε ἄγχιστα τῆς ἠπείρου τῶν νηῶν στόλος.

5.8.5ἐπεὶ δὲ ἐς Καμπανίαν ἀφίκοντο, πόλει ἐνέτυχον ἐπιθαλασσίᾳ, Νεαπόλει ὄνομα, χωρίουτε φύσει ἐχυρᾷ καὶ Γότθων πολλῶν φρουρὰν ἐχούσῃ.

5.8.6καὶ τὰς μὲν ναῦς Βελισάριος ἐκέλευεν ἐν τῷ λιμένι ἔξω βελῶν ὄντι ὁρμίζεσθαι, αὐτὸς δὲ τῆς πόλεως ἐγγὺς στρατόπεδον ποιησάμενος πρῶτον μὲν τὸ φρούριον, ἐν τῷ προαστείῳ ἐστὶν, ὁμολογίᾳ εἷλεν, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ πόλει δεομένοις ἐπέτρεπε τῶν τινας λογίμων ἐς τὸ στρατόπεδον πέμψαι, ἐφ’ ἐπείπωσίτε ὅσα αὐτοῖς βουλομένοις ἐστὶ καὶ τοὺς λόγους ἀκούσαντες τοὺς αὐτοῦ ἐς τὸ πᾶν ἀγγείλωσιν.

5.8.7αὐτίκα οὖν οἱ Νεαπολῖται Στέφανον πέμπουσιν. ὃς ἐπεὶ παρὰ Βελισάριον ἧκεν, ἔλεξε τοιάδε Οὐ δίκαια ποιεῖς, στρατηγὲ, ἐπ’ἄνδρας Ῥωμαίουςτε καὶ οὐδὲν ἀδικοῦντας στρατεύων, οἳ πόλιντε μικρὰν οἰκοῦμεν καὶ βαρβάρων δεσποτῶν φρουρὰν ἔχομεν, ὥστε οὐ δ’ἀντιπρᾶξαι, ἢν ἐθέλωμεν, ἐφ’ἡμῖν εἶναι.

5.8.8ἀλλὰ καὶ φρουροῖς τοῖσδε ξυμβαίνει παῖδάςτε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς Θευδάτου χερσὶν ἀπολιποῦσιν ἐπὶ τῇ ἡμετέρᾳ φυλακῇ ἥκειν.

5.8.9οὐκοῦν, ἤν τι ἐς ὑμᾶς πράξωσιν, οὐ τὴν πόλιν, ἀλλὰ σφᾶς αὐτοὺς καταπροδιδόντες φανήσονται.

5.8.10εἰ δὲ δεῖ τἀληθὲς οὐδὲν ὑποστειλάμενον εἰπεῖν, οὐ δὲ τὰ ξύμφορα ὑμῖν αὐτοῖς βουλευσάμενοι ἐφ’ἡμᾶς ἥκετε. Ῥώμην μὲν γὰρ ἑλοῦσιν ὑμῖν καὶ Νεάπολις οὐδενὶ πόνῳ ὑποχειρία ἔσται, ἐκείνης δὲ, ὡς τὸ εἰκὸς, ἀποκρουσθέντες οὐ δὲ ταύτην ἀσφαλῶς ἕξετε.

5.8.11ὥστε τηνάλλως χρόνος ὑμῖν ἐν τῇ προσεδρείᾳ τετρίψεται ταύτῃ. τοσαῦτα μὲν Στέφανος εἶπε.

5.8.12Βελισάριος δὲ ἀμείβεται ὧδε Τὸ μὲν εὖ ἄλλως ἡμᾶς βουλευσαμένους ἐνθάδε ἥκειν οὐ Νεαπολίταις σκοπεῖν δώσομεν. δέ ἐστι τῆς ὑμετέρας βουλῆς ἄξια, βουλόμεθα σκοπουμένους ὑμᾶς οὕτω δὴ πράσσειν ὅσα ἂν ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλῃ.

5.8.13δέξασθε τοίνυν τῇ πόλει τὸν βασιλέως στρατὸν ἐπὶ τῇ ἐλευθερίᾳ ὑμῶντε καὶ τῶν ἄλλων Ἰταλιωτῶν ἥκοντα, καὶ μὴ τὰ πάντων ἀνιαρότατα ἐφ’ὑμῖν ἕλησθε.

5.8.14ὅσοι μὲν γὰρ δουλείαν ἄλλο τι ἀναδυόμενοι τῶν αἰσχρῶν ἐς πόλεμον χωροῦσιν, οὗτοι δὴ ἔν γε τῷ ἀγῶνι εὐημεροῦντες εὐτυχήματα διπλᾶ ἔχουσι, ξὺν τῇ νίκῃ καὶ τὴν τῶν κακῶν ἐλευθερίαν κτησάμενοι, καὶ ἡσσώμενοι φέρονταί τι αὑτοῖς παραμύθιον, τὸ μὴ ἑκόντες τῇ χείρονι ἕπεσθαι τύχῃ.

5.8.15οἷς δὲ παρὸν ἀμαχητὶ ἐλευθέροις εἶναι, οἱ δὲ ὅπως τὴν δουλείαν βέβαιον ἕξουσιν ἐς ἀγῶνα καθιστῶνται, οὗτοι δὴ καὶ νενικηκότες, ἂν οὕτω τύχοι, ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν, καὶ κατὰ τὴν μάχην ἐλασσόνως ἐβούλοντο ἀπαλλάξαντες ξὺν τῇ ἄλλῃ κακοδαιμονίᾳ καὶ τὴν ἀπὸ τῆς ἥσσης ξυμφορὰν ἕξουσι. πρὸς μὲν οὖν Νεαπολίτας ἡμῖν τοσαῦτα εἰρήσθω.

5.8.16Γότθοις δὲ τοῖσδε τοῖς παροῦσιν αἵρεσιν δίδομεν, ξὺν ἡμῖν τοῦ λοιποῦ ὑπὸ βασιλεῖ τῷ μεγάλῳ τετάχθαι, κακῶν ἀπαθέσιν τὸ παράπαν οἴκαδε ἰέναι.

5.8.17ὡς, ἢν τούτων ἁπάντων αὐτοίτε καὶ ὑμεῖς ἀμελήσαντες ὅπλα ἡμῖν ἀνταίρειν τολμήσητε, ἀνάγκη καὶ ἡμᾶς, ἢν θεὸς θέλῃ, τῷ προστυχόντι ὡς πολεμίῳ χρῆσθαι.

5.8.18εἰ μέντοι βουλομένοις Νεαπολίταις τάτε βασιλέως ἑλέσθαι καὶ δουλείας οὕτω χαλεπῆς ἀπηλλάχθαι, ἐκεῖνα ὑμῖν ἀναδέχομαι τὰ πιστὰ διδοὺς ἔσεσθαι πρὸς ἡμῶν, Σικελιῶται πρώην ἐλπίσαντες ψευδορκίους ἡμᾶς οὐκ ἔσχον εἰπεῖν.

5.8.19ταῦτα μὲν Στέφανον Βελισάριος ἐς τὸν δῆμον ἀπαγγέλλειν ἐκέλευεν. ἰδίᾳ δέ οἱ μεγάλα ὑπέσχετο ἀγαθὰ ἔσεσθαι, Νεαπολίτας ἐς εὔνοιαν τὴν βασιλέως ὁρμήσοντι.

5.8.20Στέφανος δὲ ἐς τὴν πόλιν ἥκων τούςτε Βελισαρίου λόγους ἀπήγγελλε καὶ γνώμην αὐτὸς ἀπεφαίνετο βασιλεῖ μάχεσθαι ἀξύμφορον εἶναι.

5.8.21καί οἱ ξυνέπρασσεν Ἀντίοχος, Σύρος μὲν ἀνὴρ, ἐκ παλαιοῦ δὲ ᾠκημένος ἐν Νεαπόλει ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ καὶ δόξαν πολλὴν ἐπίτε ξυνέσει καὶ δικαιοσύνῃ ἐνταῦθα ἔχων.

5.8.22Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος ῥήτορε μὲν ἤστην καὶ λίαν ἔν γε Νεαπολίταις λογίμω, Γότθοις δὲ φίλω ἐς τὰ μάλιστα, καὶ τὰ παρόντα ὡς ἥκιστα βουλομένω μεταβάλλεσθαι.

5.8.23τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλάτε καὶ μεγάλα τὸ πλῆθος ἐνηγέτην προΐσχεσθαι καὶ Βελισάριον ὅρκοις καταλαμβάνειν ὅτι δὴ τούτων αὐτίκα μάλα πρὸς αὐτοῦ τεύξονται.

5.8.24ἐν βιβλιδίῳ δὲ ἅπαντα γράψαντε ὅσα Βελισάριον οὐκ ἄν τις ἐνδέξασθαι ὑπετόπησε Στεφάνῳ ἔδοσαν.

5.8.25ὃς ἐπεὶ ἐς τὸ βασιλέως στρατόπεδον αὖθις ἀφίκετο, τῷ στρατηγῷ ἐπιδείξας τὸ γραμματεῖον ἐπυνθάνετο εἴ οἱ πάντατε ἐπιτελέσαι ὅσα Νεαπολῖται προτείνονται καὶ περὶ τούτων ὀμεῖσθαι βουλομένῳ εἴη. δὲ αὐτὸν, ἅπαντα σφίσιν ἐπιτελῆ ἔσεσθαι ὑποσχόμενος, ἀπεπέμψατο.

5.8.26ταῦτα Νεαπολῖται ἀκούσαντες τούςτε λόγους ἐνεδέχοντο ἤδη καὶ κατὰ τάχος ἐκέλευον τῇ πόλει τὸ βασιλέως στράτευμα δέχεσθαι.

5.8.27ἀπαντήσειν γὰρ σφίσιν αὐτοῖς ἰσχυρίζετο οὐδὲν ἄχαρι, εἴ τῳ ἱκανοὶ Σικελιῶται τεκμηριῶσαι, οἷς δὴ τετύχηκεν ἔναγχος βαρβάρων τυράννων τὴν Ἰουστινιανοῦ βασιλείαν ἀλλαξαμένοις, ἐλευθέροιςτε εἶναι καὶ ἀπαθέσι δυσκόλων ἁπάντων.

5.8.28καὶ πολλῷ θορύβῳ ἐχόμενοι ἐπὶ τὰς πύλας ὡς δὴ αὐτὰς ἀνακλινοῦντες ᾔεσαν. Γότθοις δὲ οὐκ ἦν ἐν ἡδονῇ τὰ πρασσόμενα, κωλύειν μέντοι οὐχ οἷοίτε ὄντες ἐκποδὼν ἵσταντο.

5.8.29Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος τόντε δῆμον καὶ Γότθους ἅπαντας ἐς ἕνα συγκαλέσαντες χῶρον ἔλεξαν τοιάδε Πόλεως μὲν πλῆθος ἑαυτούςτε καὶ τὴν ἑαυτῶν σωτηρίαν προΐεσθαι οὐδὲν ἀπεικὸς, ἄλλωςτε ἢν καὶ μηδενὶ τῶν δοκίμων κοινώσαντες εἶτα αὐτόνομον τὴν περὶ τῶν ὅλων ποιήσωνται γνῶσιν.

5.8.30ἡμᾶς δὲ ἀνάγκη ξὺν ὑμῖν ὅσον οὔπω ἀπολουμένους ὕστατον ἔρανον τῇ πατρίδι τήνδε παρέχεσθαι τὴν παραίνεσιν.

5.8.31ὁρῶμεν τοίνυν ὑμᾶς, ἄνδρες πολῖται, καταπροδιδόναι Βελισαρίῳ ὑμᾶςτε αὐτοὺς καὶ τὴν πόλιν ἐπειγομένους, πολλάτε ὑμᾶς ἀγαθὰ ἐπαγγελλομένῳ ἐργάζεσθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι.

5.8.32εἰ μὲν οὖν καὶ τοῦτο ὑμῖν ἀναδέχεσθαι οἷόςτέ ἐστιν ὡς ἐς αὐτὸν ἥξει τὸ τοῦ πολέμου κράτος, οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ταῦτα ὑμῖν ξύμφορα εἶναι.

5.8.33τῷ γὰρ κυρίῳ γενησομένῳ μὴ οὐχὶ πάντα χαρίζεσθαι πολλὴ ἄνοια. εἰ δὲ τοῦτο μὲν ἐν ἀδήλῳ κεῖται, ἀνθρώπων δὲ οὐδεὶς ἀξιόχρεώς ἐστι τὴν τῆς τύχης ἀναδέχεσθαι γνώμην, σκέψασθε ὑπὲρ οἵων ὑμῖν συμφορῶν σπουδὴ γίγνεται.

5.8.34ἢν γὰρ τῷ πολέμῳ Γότθοι τῶν δυσμενῶν περιέσονται, ὡς πολεμίους ὑμᾶς καὶ τὰ δεινότατα σφᾶς αὐτοὺς εἰργασμένους κολάσουσιν.

5.8.35οὐ γὰρ ἀνάγκῃ βιαζόμενοι, ἀλλὰ γνώμῃ ἐθελοκακοῦντες ἐς τὴν προδοσίαν καθίστασθε. ὥστε καὶ Βελισαρίῳ κρατήσαντι τῶν πολεμίων ἴσως ἄπιστοίτε φανούμεθα καὶ τῶν ἡγουμένων προδόται, καὶ ἅτε δραπέται γεγενημένοι, ἐς πάντα τὸν αἰῶνα φρουρὰν πρὸς βασιλέως κατὰ τὸ εἰκὸς ἕξομεν.

5.8.36 γάρ του προδότου τετυχηκὼς τῇ μὲν χάριτι ἐς τὸ παραυτίκα νικήσας ἥσθη, ὑποψίᾳ δὲ ὕστερον τῇ ἐκ τῶν πεπραγμένων μισεῖ καὶ φοβεῖται τὸν εὐεργέτην, αὐτὸς ἐφ’ἑαυτῷ τὰ τῆς ἀπιστίας γνωρίσματα ἔχων.

5.8.37ἢν μέντοι πιστοὶ Γότθοις ἐν τῷ παρόντι γενώμεθα, γενναίως ὑποστάντες τὸν κίνδυνον, αὐτοίτε τῶν πολεμίων κρατήσαντες μεγάλα ἡμᾶς ἀγαθὰ δράσουσι καὶ Βελισάριος ἡμῖν νενικηκὼς, ἂν οὕτω τύχῃ, συγγνώμων ἔσται.

5.8.38εὔνοια γὰρ ἀποτυχοῦσα πρὸς οὐδενὸς ἀνθρώπων ὅτι μὴ ἀξυνέτου κολάζεται.

5.8.39τί δὲ καὶ παθόντες κατωρρωδήκατε τῶν πολεμίων τὴν προσεδρείαν, οἳ οὔτε τῶν ἐπιτηδείων σπανίζοντες οὔτε του ἀποκεκλεισμένοι τῶν ἀναγκαίων κάθησθε οἴκοι, τῷτε περιβόλῳ καὶ φρουροῖς τοῖσδε τὸ θαρρεῖν ἔχοντες; οἰόμεθα δὲ οὐ δ’ἂν Βελισάριον ἐς τήνδε ξυμβῆναι τὴν ὁμολογίαν ἡμῖν, εἴ τινα βίᾳ τὴν πόλιν αἱρήσειν ἐλπίδα εἶχε.

5.8.40καίτοι εἰ τὰ δίκαια καὶ ἡμῖν ξυνοίσοντα ποιεῖν ἤθελεν, οὐ Νεαπολίτας αὐτὸν δεδίσσεσθαι ἐχρῆν οὐ δὲ τῇ παρ’ἡμῶν ἐς Γότθους ἀδικίᾳ τὴν οἰκείαν βεβαιοῦν δύναμιν, ἀλλὰ Θευδάτῳτε καὶ Γότθοις ἐς χεῖρας ἰέναι, ὅπως κινδύνουτε καὶ προδοσίας ἡμετέρας χωρὶς πόλις ἐς τὸ τῶν νικώντων χωρήσει κράτος.

5.8.41τοσαῦτα Πάστωρτε καὶ Ἀσκληπιόδοτος εἰπόντες τοὺς Ἰουδαίους παρῆγον ἰσχυριζομένους τὴν πόλιν τῶν ἀναγκαίων οὐδενὸς ἐνδεᾶ ἔσεσθαι, καὶ Γότθοι δὲ φυλάξειν ἀσφαλῶς τὸν περίβολον ἰσχυρίζοντο.

5.8.42οἷς δὴ Νεαπολῖται ἠγμένοι ἐκέλευον Βελισάριον ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι.

5.8.43 δὲ ἐς τὴν πολιορκίαν καθίστατο. πολλάκιςτε τοῦ περιβόλου ἀποπειρασάμενος ἀπεκρούσθη, τῶν στρατιωτῶν ἀπολέσας πολλοὺς, καὶ μάλιστα οἷς δὴ ἀρετῆς τι μεταποιεῖσθαι ξυνέβαινε.

5.8.44τὸ γὰρ Νεαπόλεως τεῖχος τὰ μὲν θαλάσσῃ, τὰ δὲ δυσχωρίαις τισὶν ἀπρόσοδόντε ἦν καὶ τοῖς ἐπιβουλεύουσι τάτε ἄλλα καὶ διὰ τὸ ἄναντες εἶναι οὐδαμῆ ἐσβατόν.

5.8.45καὶ τὸν ὀχετὸν μέντοι, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, διελὼν Βελισάριος, οὐ σφόδρα Νεαπολίτας ἐτάραξεν, ἐπεὶ φρέατα ἐντόςτε ὄντα τοῦ περιβόλου καὶ τὴν χρείαν παρεχόμενα αἴσθησιν τούτου σφίσιν οὐ λίαν ἐδίδου.

5.9

5.9.1οἱ μὲν οὖν πολιορκούμενοι λανθάνοντες τοὺς πολεμίους ἔπεμπον ἐς Ῥώμην παρὰ Θευδάτον βοηθεῖν σφίσι κατὰ τάχος δεόμενοι. Θευδάτος δὲ πολέμου παρασκευήν τινα ἥκιστα ἐποιεῖτο, ὢν μὲν καὶ φύσει ἄνανδρος, ὥσπερ μοι ἔμπροσθεν εἴρηται.

5.9.2λέγουσι δὲ αὐτῷ καὶ ἕτερόν τι ξυμβῆναι, μάλιστα αὐτὸν ἐξέπληξέτε καὶ ἐς ὀρρωδίαν μείζω ἀπήνεγκεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες ·

5.9.3καὶ ὣς δὲ εἰρήσεται. Θευδάτος καὶ πρότερον μὲν οὐκ ἀμελέτητος ἦν τῶν τι προλέγειν ἐπαγγελλομένων τὰς πύστεις ποιεῖσθαι, τότε δὲ τοῖς παροῦσιν ἀπορούμενος, δὴ μάλιστα τοὺς ἀνθρώπους ἐς μαντείας ὁρμᾶν εἴωθε, τῶν τινος Ἑβραίων, δόξαν ἐπὶ τούτῳ πολλὴν ἔχοντος, ἐπυνθάνετο ὁποῖόν ποτε τῷ πολέμῳ τῷδε τὸ πέρας ἔσται.

5.9.4 δὲ αὐτῷ ἐπήγγελλε χοίρων δεκάδας τρεῖς καθείρξαντι ἐν οἰκίσκοις τρισὶ καὶ ὄνομα ποιησαμένῳ δεκάδι ἑκάστῃ, Γότθωντε καὶ Ῥωμαίων καὶ τῶν βασιλέως στρατιωτῶν, ἡμέρας ῥητὰς ἡσυχῆ μένειν.

5.9.5Θευδάτος δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπειδὴ παρῆν κυρία, ἐν τοῖς οἰκίσκοις ἄμφω γενόμενοι ἐθεῶντο τοὺς χοίρους, εὗρόντε αὐτῶν οἷς μὲν τὸ Γότθων ἐπῆν ὄνομα δυοῖν ἀπολελειμμένοιν νεκροὺς ἅπαντας, ζῶντας δὲ ὀλίγων χωρὶς ἅπαντας ἐς οὓς τὸ τῶν βασιλέως στρατιωτῶν ὄνομα ἦλθεν · ὅσοι μέντοι Ῥωμαῖοι ἐκλήθησαν, τούτοις δὲ ξυνέβη ἀπορρυῆναι μὲν τὰς τρίχας ἅπασι, περιεῖναι δὲ ἐς ἥμισυ μάλιστα.

5.9.6ταῦτα Θευδάτῳ θεασαμένῳ καὶ ξυμβαλλομένῳ τὴν τοῦ πολέμου ἀπόβασιν δέος φασὶν ἐπελθεῖν μέγα, εὖ εἰδότι ὡς Ῥωμαίοις μὲν ξυμπεσεῖται πάντως τεθνήξεσθαίτε κατὰ ἡμίσεας καὶ τῶν χρημάτων στερήσεσθαι, Γότθοις δὲ ἡσσωμένοις τὸ γένος ἐς ὀλίγους ἀποκεκρίσθαι, ἐς βασιλέα δὲ, ὀλίγων οἱ στρατιωτῶν ἀπολουμένων, τὸ τοῦ πολέμου ἀφίξεσθαι κράτος.

5.9.7καὶ διὰ τοῦτο Θευδάτῳ λέγουσιν οὐδεμίαν ὁρμὴν ἐπιπεσεῖν ἐς ἀγῶνα Βελισαρίῳ καθίστασθαι. περὶ μὲν οὖν τούτων λεγέτω ἕκαστος ὥς πη ἐς αὐτὰ πίστεώςτε καὶ ἀπιστίας ἔχει.

5.9.8Βελισάριος δὲ Νεαπολίτας κατὰ γῆντε καὶ θάλατταν πολιορκῶν ἤσχαλλεν. οὐ γάρ οἱ οὐ δὲ προσχωρήσειν ποτὲ αὐτοὺς ᾤετο, οὐ μὴν οὐ δὲ ἁλώσεσθαι ἤλπιζεν, ἐπεὶ τοῦ χωρίου τὴν δυσκολίαν ἀντιστατοῦσαν ὡς μάλιστα εἶχε.

5.9.9καὶ χρόνος αὐτὸν, τριβόμενος ἐνταῦθα, ἠνία λογιζόμενον ὅπως μὴ χειμῶνος ὥρᾳ ἐπὶ Θευδάτοντε ἀναγκάζηται καὶ Ῥώμην ἰέναι.

5.9.10ἤδη δὲ καὶ τῷ στρατῷ ἐπήγγειλε συσκευάζεσθαι, μέλλων ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι. καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ εὐτυχίᾳ τοιᾷδε ξυνηνέχθη χρῆσθαι.

5.9.11τῶν τινα Ἰσαύρων ἐπιθυμία ἔσχε τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν θεάσασθαι, καὶ ὅντινα τρόπον τῇ πόλει τὴν τοῦ ὕδατος χρείαν παρείχετο.

5.9.12ἐσβάςτε τῆς πόλεως ἄποθεν, ὅθεν αὐτὸν διέρρηξε Βελισάριος, ἐβάδιζε πόνῳ οὐδενὶ, ἐπεὶ τὸ ὕδωρ αὐτὸν ἅτε διερρωγότα ἐπελελοίπει.

5.9.13ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένετο, πέτρᾳ μεγάλῃ ἐνέτυχεν, οὐκ ἀνθρώπων χερσὶν ἐνταῦθα, ἀλλὰ πρὸς τῆς φύσεως τοῦ χωρίου ἀποτεθείσῃ.

5.9.14ταύτῃ τῇ πέτρᾳ οἱ τὸν ὀχετὸν δειμάμενοι πάλαι τὴν οἰκοδομίαν ἐνάψαντες διώρυχα ἐνθένδε ἐποίουν, οὐκ ἐς δίοδον μέντοι ἀνθρώπου ἱκανῶς ἔχουσαν, ἀλλ’ὅσον τῷ ὕδατι τὴν πορείαν παρέχεσθαι.

5.9.15καὶ διὰ τοῦτο ξυνέβαινεν οὐκ εὖρος τὸ αὐτὸ πανταχόσε τοῦ ὀχετοῦ εἶναι, ἀλλὰ στενοχωρία ἐν τῇ πέτρᾳ ἐκείνῃ ὑπηντίαζεν, ἀνθρώπῳ, ἄλλωςτε καὶ τεθωρακισμένῳ ἀσπίδα φέροντι, ἀπόρευτος οὖσα.

5.9.16ταῦτα τῷ Ἰσαύρῳ κατανοήσαντι οὐκ ἀμήχανα ἔδοξεν εἶναι τῷ στρατῷ ἐς τὴν πόλιν ἰέναι, ἢν ὀλίγῳ μέτρῳ τὴν ἐκείνῃ διώρυχα εὐρυτέραν ποιήσωνται.

5.9.17ἅτε δὲ αὐτὸς ἀφανήςτε ὢν καὶ τῶν ἡγεμόνων οὐδενὶ πώποτε ἐς λόγους ἥκων τὸ πρᾶγμα ἐς Παύκαριν ἤνεγκεν, ἄνδρα Ἴσαυρον, ἐν τοῖς Βελισαρίου ὑπασπισταῖς εὐδοκιμοῦντα. μὲν οὖν Παύκαρις τὸν πάντα λόγον αὐτίκα τῷ στρατηγῷ ἤγγειλε.

5.9.18Βελισάριος δὲ τῇ τοῦ λόγου ἡδονῇ ἀναπνεύσας καὶ χρήμασι μεγάλοις τὸν ἄνθρωπον δωρήσεσθαι ὑποσχόμενος ἐς τὴν πρᾶξιν ἦγε, καὶ αὐτὸν ἐκέλευεν Ἰσαύρων τινὰς ἑταιρισάμενον ἐκτομὴν ὡς τάχιστα τῆς πέτρας ποιεῖσθαι, φυλασσόμενον ὅπως τοῦ ἔργου μηδενὶ αἴσθησιν δώσουσι.

5.9.19Παύκαρις δὲ, Ἰσαύρους ἀπολεξάμενος πρὸς τὸ ἔργον ἐπιτηδείως πάντη ἔχοντας, ἐντὸς τοῦ ὀχετοῦ σὺν αὐτοῖς λάθρα ἐγένετο.

5.9.20ἔςτε τὸν χῶρον ἐλθόντες, ἵνα δὴ τὴν στενοχωρίαν πέτρα ἐποίει, ἔργου εἴχοντο, οὐκ ἀξίναις τὴν πέτραν οὐ δὲ πελέκεσι τέμνοντες, ὅπως μὴ ἔνδηλα τῷ κτύπῳ τοῖς πολεμίοις ποιήσωσι τὰ πρασσόμενα, ἀλλὰ σιδηρίοις τισὶν ὀξέσιν αὐτὴν ἐνδελεχέστατα ξέοντες.

5.9.21καὶ χρόνῳ ὀλίγῳ κατείργαστο, ὥστε ἀνθρώπῳ δυνατὰ εἶναι θώρακάτε ἀμπεχομένῳ καὶ ἀσπίδα φέροντι ταύτῃ ἰέναι.

5.9.22ἐπειδὴ δὲ ἅπαντα ἤδη ὡς ἄριστα εἶχεν, ἔννοια Βελισαρίῳ ἐγένετο ὡς, ἢν πολέμῳ ἐς Νεάπολιν τῷ στρατῷ ἐσιτητὰ εἴη, τοῖςτε ἀνθρώποις ἀπολωλέναι ξυμβήσεται καὶ τἄλλα ξυμπεσεῖν ἅπαντα, ὅσα πόλει πρὸς πολεμίων ἁλούσῃ γίνεσθαι εἴωθε.

5.9.23Στέφανόντε εὐθὺς μεταπεμψάμενος ἔλεξε τοιάδε Πολλάκις εἶδον πόλεις ἁλούσας καὶ τῶν τηνικαῦτα γινομένων εἰμὶ ἔμπειρος.

5.9.24τοὺς μὲν γὰρ ἄνδρας ἀναιροῦσιν ἡβηδὸν ἅπαντας, γυναῖκας δὲ θνήσκειν αἰτουμένας οὐκ ἀξιοῦσι κτείνειν, ἀλλ’ἐς ὕβριν ἀγόμεναι πάσχουσιν ἀνήκεστάτε καὶ ἐλέου πολλοῦ ἄξια.

5.9.25παῖδας δὲ οὔτε τροφῆς οὔτε παιδείας οὕτω μεταλαχόντας δουλεύειν ἀνάγκη, καὶ ταῦτα τοῖς πάντων ἐχθίστοις, ὧν ἐν ταῖς χερσὶ τὸ τῶν πατέρων αἷμα τεθέανται.

5.9.26ἐῶ γὰρ, φίλε Στέφανε, λέγειν τὸ πῦρ, τάτε ἄλλα χρήματα καὶ τὸ τῆς πόλεως ἀφανίζεται κάλλος. ταῦτα Νεάπολιν τήνδε ὥσπερ ἐν κατόπτρῳ ταῖς πρότερον ἁλούσαις πόλεσιν ὁρῶν πάσχουσαν, αὐτῆςτε καὶ ὑμῶν ἐς οἶκτον ἥκω.

5.9.27μηχαναὶ γάρ μοι πεποίηνται νῦν ἐς αὐτὴν, ἣν μὴ οὐχὶ ἁλῶναι ἀδύνατον. πόλιν δὲ ἀρχαίαν καὶ οἰκήτορας Χριστιανούςτε καὶ Ῥωμαίους ἄνωθεν ἔχουσαν ἐς τοῦτο τύχης οὐκ ἂν εὐξαίμην, ἄλλωςτε καὶ ὑπ’ἐμοῦ Ῥωμαίων στρατηγοῦντος, ἐλθεῖν, μάλιστα ἐπεὶ βάρβαροι πολλοί μοι τὸ πλῆθος ἐν τῷ στρατοπέδῳ εἰσὶν, ἀδελφοὺς ξυγγενεῖς πρὸ τοῦδε ἀπολωλεκότες τοῦ τείχους · ὧν δὴ κατέχειν τὸν θυμὸν, ἢν πολέμῳ τὴν πόλιν ἕλωσιν, οὐκ ἂν δυναίμην.

5.9.28οὐκοῦν ἕως ἔτι τὸ τὰ ξυνοίσοντα ἑλέσθαιτε καὶ πράσσειν ἐφ’ὑμῖν ἐστι, βουλεύσασθε μὲν τὰ βελτίω, φύγετε δὲ ξυμφοράν · ἧς, ὡς τὸ εἰκὸς, ξυμπιπτούσης ὑμῖν οὐ τὴν τύχην δικαίως, ἀλλὰ τὴν ὑμετέραν αἰτιάσεσθε γνώμην.

5.9.29τοσαῦτα εἰπὼν Βελισάριος Στέφανον ἀπεπέμψατο. ὃς ἐς Νεαπολιτῶν τὸν δῆμον παρῆλθε δεδακρυμένοςτε καὶ πάντα ξὺν οἰμωγῇ ἀγγέλλων ὅσα Βελισαρίου λέγοντος ἤκουσεν.

5.9.30οἱ δὲ (οὐ δὲ γὰρ χρῆν Νεαπολίτας ἀθῴους βασιλεῖ κατηκόους γενέσθαι) οὔτε ἔδεισάν τι οὔτε Βελισαρίῳ προσχωρεῖν ἔγνωσαν.

5.10

5.10.1τότε δὴ καὶ αὐτὸς τὰ ἐς τὴν εἴσοδον κατεστήσατο ὧδε. ἄνδρας ἀμφὶ τετρακοσίους ἀπολεξάμενος περὶ λύχνων ἁφὰς καὶ ἄρχοντε αὐτοῖς ἐπιστήσας Μάγνοντε, ὃς ἱππικοῦ καταλόγου ἡγεῖτο, καὶ τὸν τῶν Ἰσαύρων ἀρχηγὸν Ἔννην, θωρακίσασθαίτε ἅπαντας καὶ τάςτε ἀσπίδας τάτε ξίφη ἀνελομένους ἡσυχάζειν, ἄχρι αὐτὸς σημήνῃ, ἐκέλευε.

5.10.2καὶ Βέσσαν μεταπεμψάμενος αὐτοῦ μένειν ἐπήγγειλε · βούλεσθαι γὰρ ξὺν αὐτῷ βουλήν τινα περὶ τοῦ στρατοπέδου ποιήσασθαι ·

5.10.3καὶ ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, Μάγνῳτε καὶ Ἔννῃ τὰ σφίσι παρόντα εἰπὼν καὶ τὸ χωρίον ἐπιδείξας, οὗ πρότερον διελὼν τὸν ὀχετὸν ἔτυχε, τοῖς τετρακοσίοις ἐς τὴν πόλιν ἐξηγήσασθαι, λύχνα ἀνελομένους, ἐκέλευε.

5.10.4καὶ ἄνδρας δύο ταῖς σάλπιγξι χρῆσθαι ἐπισταμένους ξὺν αὐτοῖς ἔπεμψεν, ὅπως, ἐπειδὰν τοῦ περιβόλου ἐντὸς γένωνται, τήντε πόλιν ξυνταράξαι καὶ τὰ πρασσόμενα σημῆναι σφίσιν οἷοίτε ὦσιν.

5.10.5αὐτὸς δὲ κλίμακας ὅτι πλείστας πρότερον πεποιημένας ἐν παρασκευῇ εἶχεν. οἱ μὲν οὖν ἐς τὸν ὀχετὸν ὑποδύντες ἐπὶ τὴν πόλιν ἐβάδιζον, αὐτὸς δὲ ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ αὐτοῦ ἔμενε καὶ ξὺν αὐτοῖς ἅπαντα ἔπρασσε.

5.10.6πέμψας δὲ καὶ ἐς τὸ στρατόπεδον, ἐγρηγορέναιτε καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχειν ἐπέταττε. καὶ πολλοὺς μέντοι ἀμφ’αὑτὸν εἶχεν, οὓς δὴ εὐτολμοτάτους ᾤετο εἶναι, τῶν δὲ ἐπὶ τὴν πόλιν ἰόντων οἱ ὑπὲρ ἥμισυ κατωρρωδηκότες τὸν κίνδυνον ὀπίσω ἀπεκομίζοντο.

5.10.7οὓς ἐπεὶ Μάγνος ἕπεσθαί οἱ, καίπερ πολλὰ παραινέσας, οὐκ ἔπειθε, παρὰ τὸν στρατηγὸν ξὺν αὐτοῖς ἐπανῆκε.

5.10.8τούτους δὲ Βελισάριος κακίσας καὶ τῶν ἀμφ’αὑτὸν ἀπολέξας διακοσίους σὺν Μάγνῳ ἰέναι ἐκέλευεν. ὧν δὴ καὶ Φώτιος ἡγεῖσθαι θέλων, ἐς τὴν διώρυχα ἐσεπήδησεν ·

5.10.9ἀλλὰ Βελισάριος αὐτὸν διεκώλυσεν. αἰσχυνθέντες δὲ τοῦτε στρατηγοῦ καὶ Φωτίου τὴν λοιδορίαν καὶ ὅσοι τὸν κίνδυνον ἔφευγον, αὖθις αὐτὸν ὑποστῆναι τολμήσαντες ξὺν αὐτοῖς εἵποντο.

5.10.10Βελισάριος δὲ δείσας μὴ τῶν πολεμίων τισὶ τῶν πρασσομένων αἴσθησις γένηται, οἳ δὴ ἐς τὸν πύργον φυλακὴν εἶχον ὃς τοῦ ὀχετοῦ ἄγχιστα ἐτύγχανεν ὢν, ἐνταῦθάτε ἦλθε καὶ Βέσσαν ἐκέλευε τῇ Γότθων φωνῇ διαλέγεσθαι τοῖς ταύτῃ βαρβάροις, ὅπως δὴ μή τις αὐτοῖς ἐκ τῶν ὅπλων πάταγος ἔναυλος εἴη.

5.10.11καὶ Βέσσας μὲν αὐτοῖς ἀναβοήσας μέγα προσχωρεῖν Βελισαρίῳ παρῄνει, πολλὰ σφίσιν ἐπαγγελλόμενος ἀγαθὰ ἔσεσθαι.

5.10.12οἱ δὲ ἐτώθαζον, πολλὰ ἐς Βελισάριόντε καὶ βασιλέα ὑβρίζοντες. ταῦτα μὲν οὖν Βελισαρίῳ καὶ Βέσσᾳ ἐπράσσετο τῇδε.

5.10.13 δὲ Νεαπόλεως ὀχετὸς οὐκ ἄχρι ἐς τὸ τεῖχος καλύπτεται μόνον, ἀλλ’οὕτω τῆς πόλεως ἐπὶ πλεῖστον διήκει, κύρτωμα ἐκ πλίνθου ὠπτημένης ὑψηλὸν ἔχων, ὥστε γενόμενοι ἐντὸς τοῦ περιβόλου οἱ ἀμφὶ Μάγνοντε καὶ Ἔννην ἅπαντες οὐ δὲ ὅπου ποτὲ γῆς εἰσι ξυμβάλλεσθαι ἐδύναντο.

5.10.14οὐ μὴν οὐ δέ πη ἀποβαίνειν ἐνθένδε εἶχον, ἕως οἱ πρῶτοι ἐς χῶρον ἵκοντο, οὗ τὸν ὀχετὸν ἀνώροφον ξυνέπεσεν εἶναι καὶ οἴκημα ἦν κομιδῆ ἀπημελημένον.

5.10.15ἐνταῦθα ἔσω γυνή τις ᾤκει, μόνητε οὖσα καὶ πενίᾳ πολλῇ ξυνοικοῦσα, καὶ δένδρον ἐλαίας καθύπερθεν τοῦ ὀχετοῦ ἐπεφύκει.

5.10.16οὗτοι ἐπειδὴ τόντε οὐρανὸν εἶδον καὶ ἐν μέσῃ πόλει ᾔσθοντο εἶναι, ἐκβαίνειν μὲν διενοοῦντο, μηχανὴν μέντοι οὐδεμίαν εἶχον, ἄλλωςτε καὶ ξὺν τοῖς ὅπλοις, τοῦ ὀχετοῦ ἀπαλλάσσεσθαι. ὑψηλὴ γάρ τις ἐνταῦθα οἰκοδομία ἔτυχεν οὖσα καὶ οὐ δὲ ἀνάβασίν τινα ἔχουσα.

5.10.17τῶν δὲ στρατιωτῶν ἐπὶ πλεῖστον ἀπορουμένων καὶ ἐς στενοχωρίαν πολλὴν ξυνιόντων (ἤδη γὰρ καὶ τῶν ὄπισθεν ἰόντων πολύς τις ξυνέρρει ὅμιλος), ἐγένετο αὐτῶν τινι ἔννοια τῆς ἀνόδου ἀποπειράσασθαι.

5.10.18καταθέμενος οὖν αὐτίκα τὰ ὅπλα, ταῖςτε χερσὶ καὶ τοῖς ποσὶ τὴν ἀνάβασιν βιασάμενος, ἐς τὸ τῆς γυναικὸς οἴκημα ἦλθε.

5.10.19καὶ αὐτὴν ἐνταῦθα ἰδὼν, ἢν μὴ σιωπῴη, κτείνειν ἠπείλησεν. δὲ καταπλαγεῖσα ἄφωνος ἔμεινε. καὶ ὃς ἐκ τοῦ πρέμνου τῆς ἐλαίας ἱμάντα τινὰ ἰσχυρὸν ἀναψάμενος τὴν ἑτέραν τοῦ ἱμάντος ἀρχὴν ἐς τὸν ὀχετὸν ἔρριψεν. οὗ δὴ λαβόμενος τῶν στρατιωτῶν ἕκαστος ἀνέβαινε μόλις.

5.10.20ἐπεὶ δὲ ἀναβεβήκεσαν ἅπαντες τῆςτε νυκτὸς τὸ τεταρτημόριον ἔτι ἐλείπετο, χωροῦσιν ἐπὶ τὸ τεῖχος · καὶ πύργων δύο τοὺς φύλακας, οὐδέν τι αἰσθανομένους τοῦ κακοῦ, κτείνουσιν ἀμφὶ τὰ πρὸς βορρᾶν τοῦ περιβόλου, ἔνθα Βελισάριος ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ εἱστήκει, καραδοκῶν τὰ πρασσόμενα.

5.10.21καὶ οἱ μὲν τὸ στράτευμα ἐπὶ τὸ τεῖχος ταῖς σάλπιγξιν ἐκάλουν, Βελισάριος δὲ τῷ περιβόλῳ τὰς κλίμακας ἐρείσας τοὺς στρατιώτας ἐνθένδε ἀναβαίνειν ἐκέλευε.

5.10.22τῶν δὲ κλιμάκων οὐδεμίαν διήκειν ἄχρι ἐς τὰς ἐπάλξεις ξυνέβαινεν. ἅτε γὰρ αὐτὰς οὐκ ἐκ τοῦ ἐμφανοῦς οἱ τεχνῖται ποιούμενοι μέτρου τοῦ καθήκοντος οὐχ οἷοίτε ἐξικνεῖσθαι ἐγένοντο.

5.10.23διόπερ δύο ἐς ἀλλήλας ξυνδέοντες καὶ ἐπ’ἀμφοῖν ἀναβαίνοντες οὕτω δὴ τῶν ἐπάλξεων καθυπέρτεροι οἱ στρατιῶται ἐγένοντο. ταῦτα μὲν οὖν Βελισαρίῳ ἐφέρετο τῇδε.

5.10.24ἐς δὲ τὰ πρὸς θάλασσαν τοῦ περιβόλου, ἔνθα οὐχ οἱ βάρβαροι, ἀλλὰ Ἰουδαῖοι φυλακὴν εἶχον, οὔτε ταῖς κλίμαξι χρῆσθαι οὔτε ἀναβαίνειν ἐς τὸ τεῖχος οἱ στρατιῶται ἐδύναντο.

5.10.25οἱ γὰρ Ἰουδαῖοι τοῖς πολεμίοις ἤδη προσκεκρουκότες, ἐμπόδιοίτε γεγενημένοι ὅπως μὴ τὴν πόλιν ἀμαχητὶ ἕλωσι, καὶ ἀπ’αὐτοῦ ἐλπίδα οὐδεμίαν ἢν ὑπ’αὐτοῖς ὦσιν ἔχοντες, καρτερῶςτε, καίπερ αὐτοῖς τῆς πόλεως ἤδη ἁλούσης, ἐμάχοντο καὶ τῇ τῶν ἐναντίων προσβολῇ παρὰ δόξαν ἀντεῖχον.

5.10.26ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τῶν ἀναβεβηκότων τινὲς ἐπ’αὐτοὺς ᾔεσαν, οὕτω δὴ καὶ αὐτοὶ ὄπισθεν βαλλόμενοι ἔφευγον, καὶ κατὰ κράτος Νεάπολις ἥλω. καὶ τῶν πυλῶν ἤδη ἀνακεκλιμένων ἅπας Ῥωμαίων στρατὸς εἰσῄει.

5.10.27ὅσοι δὲ ἀμφὶ πύλας ἐτετάχατο τὰς πρὸς ἀνίσχοντα ἥλιον τετραμμένας, ἐπεὶ κλίμακες σφίσι παροῦσαι οὐδαμῆ ἔτυχον, ταύτας δὴ τὰς πύλας ἀφυλάκτους παντάπασιν οὔσας ἔκαυσαν.

5.10.28ἔρημον γὰρ ἀνδρῶν τὸ ἐκείνῃ τεῖχος, ἅτε τῶν φυλάκων δρασμῷ χρησαμένων, ἐγένετο · φόνοςτε ἐνταῦθα πολὺς ἐγεγόνει.

5.10.29θυμῷ γὰρ ἐχόμενοι ἅπαντες, ἄλλωςτε καὶ ὅσοις ἀδελφόν τινα ξυγγενῆ ἀποθανεῖν τειχομαχοῦντα τετύχηκε, τὸν ἐν ποσὶν ἀεὶ, οὐδεμιᾶς ἡλικίας φειδόμενοι, ἔκτεινον, ἔςτε τὰς οἰκίας ἐσβάλλοντες παῖδας μὲν καὶ γυναῖκας ἠνδραπόδισαν, τὰ δὲ χρήματα ἐληίσαντο, καὶ πάντων μάλιστα οἱ Μασσαγέται, οἳ οὐ δὲ τῶν ἱερῶν ἀπεχόμενοι πολλοὺς τῶν ἐς αὐτὰ φυγόντων ἀνεῖλον, ἕως Βελισάριος πανταχόσε περιιὼν διεκώλυσέτε καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε Ἐπειδὴ νενικηκέναιτε ἡμῖν δέδωκεν θεὸς καὶ ἐπὶ πλεῖστον εὐδοξίας ἀφῖχθαι, πόλιν ἀνάλωτον πρότερον οὖσαν ὑποχειρίαν ἡμῖν ποιησάμενος, ἀναγκαῖον καὶ ἡμᾶς τὸ μὴ ἀναξίους εἶναι τῆς χάριτος, ἀλλὰ τῇ ἐς τοὺς ἡσσημένους φιλανθρωπίᾳ τὸ δικαίως κεκρατηκέναι τούτων ἐνδείκνυσθαι.

5.10.31μὴ τοίνυν ἀπέραντα Νεαπολίτας μισήσητε, μη δὲ ὑπερόριον τοῦ πολέμου τὸ ἐς αὐτοὺς ἔχθος ποιήσητε. τοὺς γὰρ ἡσσημένους οὐδεὶς τῶν νενικηκότων ἔτι μισεῖ.

5.10.32κτείνοντέςτε αὐτοὺς οὐ πολεμίων ἀπαλλαγήσεσθε τὸ λοιπὸν, ἀλλὰ θανάτῳ ζημιωθήσεσθε τῶν ὑπηκόων. οὐκοῦν ἀνθρώπους τούσδε μηδὲν ἐργάσησθε περαιτέρω κακὸν, μη δὲ τῇ ὀργῇ πάντα χαρίζεσθε.

5.10.33αἰσχρὸν γὰρ τῶν μὲν πολεμίων κρατεῖν, τοῦ δὲ θυμοῦ ἥσσους φαίνεσθαι. ὑμῖν δὲ χρήματα μὲν τὰ ἄλλα γινέσθω τῆς ἀρετῆς ἆθλα, γυναῖκες δὲ τοῖς ἀνδράσι ξὺν τοῖς παισὶν ἀποδιδόσθων. μανθανέτωσαν δὲ οἱ νενικημένοι τοῖς πράγμασιν ἡλίκων ἐξ ἀβουλίας ἐστέρηνται φίλων.

5.10.34τοσαῦτα εἰπὼν Βελισάριος τάςτε γυναῖκας καὶ τὰ παιδία καὶ τὰ ἄλλα ἀνδράποδα Νεαπολίταις πάντα ἀφῆκεν, ὕβρεως οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντα, καὶ αὐτοῖς τοὺς στρατιώτας διήλλαξεν.

5.10.35οὕτωτε Νεαπολίταις ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ αἰχμαλώτοιςτε γενέσθαι καὶ τὴν ἐλευθερίαν ἀνασώσασθαι καὶ τῶν χρημάτων τὰ τιμιώτατα ἀνακτήσασθαι.

5.10.36ἐπεὶ αὐτῶν ὅσοι χρυσὸν ἄλλο τι τῶν τιμίων ἔχοντες ἔτυχον, οὗτοι δὴ τὰ πρότερα ἐς γῆν κατορύξαντες ἀπεκρύψαντο, καὶ ταύτῃ τοὺς πολεμίους λαθεῖν ἴσχυσαν αὐτοῖς χρήμασι τὰς οἰκίας ἀπολαβόντες. τε πολιορκία ἐς ἡμέρας μάλιστα εἴκοσι κατατείνασα ἐς τοῦτο ἐτελεύτα.

5.10.37Γότθους δὲ τοὺς τῇδε ἁλόντας οὐχ ἥσσους ὀκτακοσίους ὄντας κακῶν ἀπαθεῖς Βελισάριος παντάπασι διαφυλάξας, οὐκ ἐλασσόνως τοὺς στρατιώτας τοὺς αὑτοῦ ἐν τιμῇ εἶχε.

5.10.38Πάστωρ δὲ, ὃς ἐς ἀπόνοιαν, ὡς πρότερόν μοι δεδήλωται, τὸν δῆμον ἐνῆγεν, ἐπεὶ τὴν πόλιν ἁλισκομένην εἶδεν, ἐς ἀποπληξίαν ἐξέπεσε καὶ ἐξαπίνης ἀπέθανεν, οὔτε νοσήσας πρότερον οὔτε ἄλλο τι πρὸς οὐδενὸς παθὼν ἄχαρι.

5.10.39Ἀσκληπιόδοτος δὲ, ὃς ξὺν αὐτῷ ταῦτα ἔπρασσε, ξὺν τῶν λογίμων τοῖς περιοῦσι παρὰ Βελισάριον ἦλθε.

5.10.40καὶ αὐτῷ Στέφανος ἐπιτωθάζων ἐλοιδορεῖτο ὧδε Ὅρα, κάκιστε ἀνθρώπων ἁπάντων, οἷα κακὰ τὴν πατρίδα εἰργάσω, τῆς ἐς Γότθους εὐνοίας τὴν τῶν πολιτῶν ἀποδόμενος σωτηρίαν.

5.10.41εἶτα εἰ μὲν τοῖς βαρβάροις εὖ ἐγεγόνει τὰ πράγματα, ἠξίωσας ἂν ἔμμισθόςτε αὐτὸς πρὸς ἐκείνων εἶναι καὶ ἡμῶν ἕκαστον τῶν τὰ βελτίω βεβουλευμένων τῆς ἐς τοὺς Ῥωμαίους προδοσίας ὑπαγαγεῖν.

5.10.42ἐπεὶ δὲ τὴν μὲν πόλιν βασιλεὺς εἷλε, σεσώσμεθα δὲ τῇ τοῦδε τοῦ ἀνδρὸς ἀρετῇ, οὕτω δὲ εἰσελθεῖν παρὰ τὸν στρατηγὸν ἀνεπισκέπτως ἐτόλμησας ἅτε οὐδὲν δεινὸν οὔτε Νεαπολίτας οὔτε τὸ βασιλέως διαπεπραγμένος στρατόπεδον, ἀξίας τίσεις δίκας.

5.10.43Στέφανος μὲν τῇ ξυμφορᾷ περιώδυνος ὢν ἐς Ἀσκληπιόδοτον ταῦτα ἀπέρριψεν. δὲ αὐτὸν ἀμείβεται τοῖσδε Λέληθας σαυτὸν ἐγκωμιάζων ἡμᾶς, γενναῖε, οἷς δὴ εὔνοιαν τὴν ἐς τοὺς Γότθους ἡμῖν ὀνειδίζεις.

5.10.44εὔνους γάρ τις δεσπόταις κινδυνεύουσιν, εἰ μὴ ἐκ τοῦ βεβαίου τῆς γνώμης, οὐκ ἄν ποτε εἴη. ἐμὲ μὲν οὖν οἱ κρατοῦντες τοιοῦτον τῆς πολιτείας φύλακα ἕξουσιν οἷον ἀρτίως πολέμιον εὗρον, ἐπεὶ τῇ φύσει τὸ πιστὸν ἔχων οὐ ξυμμεταβάλλει τῇ τύχῃ τὴν γνώμην.

5.10.45σὺ δὲ τῶν πραγμάτων οὐχ ὁμοίως αὐτοῖς φερομένων ἑτοίμως ἂν τοὺς τῶν ἐπιόντων ἐνδέξαιο λόγους. γὰρ τὸ τῆς διανοίας νοσῶν ἄστατον ἅματε ἔδεισε καὶ τὴν ἐς τοὺς φιλτάτους ἠρνήσατο πίστιν.

5.10.46τοσαῦτα μὲν καὶ Ἀσκληπιόδοτος εἶπε. Νεαπολιτῶν δὲ δῆμος, ἐπεὶ αὐτὸν ἐνθένδε ἀναχωροῦντα εἶδον, ἀθρόοι γενόμενοι, ἅπαντα αὐτῷ ἐπεκάλουν τὰ παρόντα σφίσι. καὶ οὐ πρότερον ἀπέστησαν, πρὶν δὴ ἔκτεινάντε καὶ τὸ σῶμα κατὰ βραχὺ διεσπάσαντο.

5.10.47οὕτωτε ἐν τῇ Πάστωρος οἰκίᾳ γενόμενοι τὸν ἄνδρα ἐζήτουν. τοῖςτε οἰκέταις τεθνάναι Πάστωρα ἰσχυριζομένοις ἥκιστα πιστεύειν ἠξίουν, ἕως αὐτοῖς τὸν τοῦ ἀνθρώπου νεκρὸν ἔδειξαν. καὶ αὐτὸν Νεαπολῖται ἐν τῷ προαστείῳ ἀνεσκολόπισαν.

5.10.48οὕτωτε Βελισάριον παρῃτήσαντο ἐφ’οἷς δικαίᾳ ὀργῇ ἐχόμενοι ἔδρασαν, τυχόντεςτε αὐτοῦ συγγνώμονος διελύθησαν. οὕτω μὲν Νεαπολῖται ἀπήλλαξαν.

5.11

5.11.1Γότθοι δὲ, ὅσοις ἀμφίτε Ῥώμην καὶ τὰ ἐκείνῃ χωρία ξυνέπεσεν εἶναι, καὶ πρότερον τὴν Θευδάτου ἡσυχίαν ἐν θαύματι μεγάλῳ ποιούμενοι, ὅτι δὴ ἐν γειτόνων οὖσι τοῖς πολεμίοις οὐ βούλοιτο διὰ μάχης ἰέναι, ἐν σφίσιτε αὐτοῖς ὑποψίᾳ πολλῇ ἐς αὐτὸν χρώμενοι, ὡς δὴ τὰ Γότθων πράγματα προδιδοῖ Ἰουστινιανῷ βασιλεῖ ἐθελουσίως, ἄλλοτέ οἱ οὐδὲν ἐπιμελὲς εἴη, πλήν γε δὴ ὅπως αὐτὸς ἡσυχῆ βιοτεύοι, ὡς πλεῖστα περιβαλλόμενος χρήματα, ἐπειδὴ ἁλῶναι Νεάπολιν ἤκουσαν, ἅπαντά οἱ ταῦτα ἐκ τοῦ ἐμφανοῦς ἤδη ἐπικαλοῦντες ἐς χωρίον ξυνελέγησαν Ῥώμης ὀγδοήκοντα καὶ διακοσίους σταδίους διέχον, ὅπερ Ῥωμαῖοι καλοῦσι Ῥεγάτα · ἐνταῦθα ἐνστρατοπεδεύσασθαι σφίσιν ἔδοξεν ἄριστον εἶναι · πεδία γὰρ πολλὰ ἐνταῦθά ἐστιν ἱππόβοτα.

5.11.2ῥεῖ δὲ καὶ ποταμὸς, ὃν Δεκεννόβιον τῇ Λατίνων φωνῇ καλοῦσιν οἱ ἐπιχώριοι, ὅτι δὴ ἐννεακαίδεκα περιιὼν σημεῖα, ὅπερ ξύνεισιν ἐς τρισκαίδεκα καὶ ἑκατὸν σταδίους, οὕτω δὴ ἐκβάλλει ἐς θάλασσαν, ἀμφὶ πόλιν Ταρακίνην, ἧς ἄγχιστα ὄρος τὸ Κίρκαιόν ἐστιν, οὗ τὸν Ὀδυσσέα τῇ Κίρκῃ ξυγγενέσθαι φασὶν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ἐπεὶ ἐν νήσῳ Ὅμηρος τὰ τῆς Κίρκης οἰκία ἰσχυρίζεται εἶναι.

5.11.3ἐκεῖνο μέντοι ἔχω εἰπεῖν, ὡς τὸ Κίρκαιον τοῦτο, ἐπὶ πολὺ τῆς θαλάσσης διῆκον, νήσῳ ἐμφερές ἐστι, καὶ τοῖςτε πλέουσιν ἄγχιστα τοῖςτε ἐς τὴν ἐκείνῃ ἠϊόνα βαδίζουσι νῆσος δοκεῖ ἐπὶ πλεῖστον εἶναι. καὶ ἐπειδάν τις ἐν αὐτῷ γένηται, τότε δὴ μεταμανθάνει ψευσθῆναι τῆς δόξης τὰ πρότερα.

5.11.4καὶ διὰ τοῦτο Ὅμηρος ἴσως νῆσον τὸ χωρίον ὠνόμασεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἄνειμι.

5.11.5Γότθοι, ἐπειδὴ ἐς Ῥεγάτα ξυνελέγησαν, βασιλέα σφίσιτε καὶ Ἰταλιώταις Οὐίττιγιν εἵλοντο, ἄνδρα οἰκίας μὲν οὐκ ἐπιφανοῦς ὄντα, ἐν μάχαις δὲ ταῖς ἀμφὶ Σίρμιον λίαν εὐδοκιμηκότα τὸ πρότερον, ἡνίκα τὸν πρὸς Γήπαιδας πόλεμον Θευδέριχος διέφερε.

5.11.6Θευδάτος μὲν οὖν ταῦτα ἀκούσας ἐς φυγήντε ὥρμητο καὶ τὴν ἐπὶ Ῥάβενναν ἤλαυνεν. Οὐίττιγις δὲ κατὰ τάχος Ὄπταριν ἔπεμψεν, ἄνδρα Γότθον, ἐπιστείλας αὐτῷ ζῶντα νεκρὸν ἀγαγεῖν Θευδάτον.

5.11.7ἐτύγχανε δὲ τῷ Θευδάτῳ οὗτος Ὄπταρις χαλεπῶς ἔχων ἐξ αἰτίας τοιᾶσδε. κόρην τινὰ Ὄπταρις ἐπίκληρόντε καὶ τὴν ὄψιν εὐπρεπῆ οὖσαν ἐμνηστεύετο.

5.11.8ταύτην Θευδάτος ἀφελόμενος τὸν μνηστῆρα τοῦτον, χρήμασιν ἀναπεισθεὶς, ἑτέρῳ ἠγγύησε. διὸ δὴ τῷτε θυμῷ καὶ Οὐιττίγιδι χαριζόμενος, πολλῇ Θευδάτον σπουδῇτε καὶ προθυμίᾳ, οὔτε νύκτα ἀνεὶς οὔτε ἡμέραν, ἐδίωκε.

5.11.9καὶ αὐτὸν ἐν ὁδῷ ἔτι πορευόμενον καταλαμβάνει, ἐς ἔδαφόςτε ὕπτιον ἀνακλίνας ὥσπερ ἱερεῖόν τι ἔθυσεν. αὕτητε Θευδάτῳ καταστροφὴ τοῦτε βίου καὶ τῆς ἡγεμονίας, τρίτον ἐχούσης ἔτος, ἐγένετο.

5.11.10Οὐίττιγις δὲ, ἅμα Γότθοις τοῖς παροῦσιν, ἐς Ῥώμην ἐσήλαυνε. γνούςτε τὰ Θευδάτῳ ξυνενεχθέντα, ἥσθητε καὶ αὐτοῦ τὸν παῖδα Θευδέγισκλον ἐν φυλακῇ ἐποιήσατο.

5.11.11καὶ ἐπειδὴ τὰ Γότθων πράγματα ἥκιστά οἱ ἐν παρασκευῇ ἔδοξεν εἶναι, βέλτιον ἐνόμισεν ἐς Ῥάβενναν πρῶτον ἰέναι, ἐνταῦθάτε πάντα ἐξαρτυσαμένῳ ὡς ἄριστα οὕτω δὴ καθίστασθαι ἐς τὸν πόλεμον.

5.11.12ξυγκαλέσας οὖν ἅπαντας ἔλεξε τοιάδε Αἱ μέγισται τῶν πράξεων, ἄνδρες συστρατιῶται, οὐ καιρῶν ὀξύτητι, ἀλλ’εὐβουλίᾳ φιλοῦσιν ὀρθοῦσθαι.

5.11.13πολλάκις γὰρ μέλλησίςτε εἰς τὸν καιρὸν ἐλθοῦσα μᾶλλον ὤνησε καὶ σπουδὴ οὐκ ἐν δέοντι ἐπιδειχθεῖσα πολλοῖς ἀνεχαίτισε τὴν τοῦ κατορθώσειν ἐλπίδα.

5.11.14ῥᾷον γὰρ οἱ πλεῖστοι ἀπαράσκευοι μὲν, ἐξ ἀντιπάλου δὲ τῆς δυνάμεως μαχόμενοι, ἡσσῶνται ὅσοι τὴν ἐλάσσω ἰσχὺν ὡς ἄριστα παρασκευασάμενοι ἐς τὸν ἀγῶνα κατέστησαν.

5.11.15μὴ τοίνυν τῷ παραυτίκα φιλοτίμῳ ἐπαιρόμενοι τὰ ἀνήκεστα ἡμᾶς αὐτοὺς ἐργασώμεθα · κρεῖσσον γὰρ ἐν χρόνῳ βραχεῖ αἰσχυνομένους τὴν εὔκλειαν ἀπέραντον διασώσασθαι τὴν ἐν τῷ παραυτίκα φυγόντας ὕβριν ἐς ἅπαντα τὸν αἰῶνα, ὡς τὸ εἰκὸς, ἐγκαλύπτεσθαι.

5.11.16καίτοι καὶ ὑμεῖς δή που ἐπίστασθε ὡς τότε Γότθων πλῆθος καὶ ξύμπασαν σχεδόν τι τὴν τῶν ὅπλων σκευὴν ἔντε Γαλλίαις καὶ Βενετίαις καὶ χώραις ταῖς ἑκαστάτω ξυμβαίνει εἶναι.

5.11.17καὶ μὴν καὶ πρὸς τὰ Φράγγων ἔθνη οὐχ ἥσσω τοῦδε πόλεμον διαφέρομεν, ὃν δὴ οὐκ εὖ διαθεμένους ἐφ’ἕτερον χωρεῖν πολλὴ ἄνοια. τοὺς γὰρ ἐς ἀμφίβολόν τι καθισταμένους καὶ οὐ πρὸς ἕνα πολέμιον ὁρῶντας τῶν ἐναντίων ἡσσᾶσθαι εἰκός.

5.11.18ἐγὼ δέ φημι χρῆναι νῦν μὲν εὐθὺ Ῥαβέννης ἐνθένδε ἰέναι, τὸν δὲ πρὸς Φράγγους πόλεμον διαλύσαντας τἄλλατε διῳκημένους ὡς ἄριστα οὕτω δὴ Βελισαρίῳ παντὶ τῷ Γότθων στρατῷ διαμάχεσθαι.

5.11.19καί μοι τὴν ἀναχώρησιν τήνδε ὑμῶν ὑποστελλέσθω μηδεὶς, μη δὲ φυγὴν αὐτὴν ὀνομάζειν ὀκνείτω.

5.11.20δειλίας μὲν γὰρ προσηγορία ἐπιτηδείως προσπεσοῦσα πολλοὺς ὤρθωσεν, ἀνδρείας δὲ ὄνομα οὐκ ἐν τῷ καθήκοντι χρόνῳ τισὶν ἐγγενόμενον, εἶτα ἐς ἧτταν ἐχώρησεν.

5.11.21οὐ γὰρ τοῖς τῶν πραγμάτων ὀνόμασιν, ἀλλὰ τῷ ξυμφόρῳ τῶν ἔργων ἕπεσθαι ἄξιον. ἀνδρόςτε γὰρ ἀρετὴν οὐκ ἀρχόμεναι δηλοῦσιν αἱ πράξεις, ἀλλὰ τελευτῶσαι μηνύουσι.

5.11.22φεύγουσι δὲ τοὺς πολεμίους οὐχ οἳ ἂν μετὰ μείζονος τῆς παρασκευῆς αὐτίκα μάλα ἐπ’αὐτοὺς ἥκοιεν, ἀλλ’ὅσοι τὰ σφέτερα αὐτῶν σώματα ἐς ἀεὶ διασώζειν βουλόμενοι ἐκποδὼν ἵστανται. πόλεώςτε τῆσδε ἁλώσεως πέρι μηδενὶ ὑμῶν γινέσθω τι δέος.

5.11.23ἤντε γὰρ Ῥωμαῖοι ἡμῖν εὐνοϊκῶς ἔχωσι, τὴν πόλιν ἐν βεβαίῳ Γότθοις φυλάξουσιν, ἀνάγκηςτε πεῖραν οὐδεμιᾶς ἕξουσιν, ἐπεὶ ἐν βραχεῖ αὐτοῖς ἐπανήξομεν χρόνῳ.

5.11.24καὶ ἤν τι ὕποπτον αὐτοῖς ἐς ἡμᾶς ἐστιν, ἐλάσσω βλάψουσι, τῇ πόλει τοὺς πολεμίους δεξάμενοι. ἄμεινον γὰρ πρὸς δυσμενεῖς ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι.

5.11.25ὅπως μέντοι μηδέν τι ξυμβήσεται τοιοῦτον, ἐγὼ προνοήσω. ἄνδραςτε γὰρ πολλοὺς καὶ ἄρχοντα ξυνετώτατον ἀπολείψομεν, οἳ Ῥώμην φυλάξαι ἱκανοὶ ἔσονται, ὥστε καὶ ταῦτα ἡμῖν ἐν καλῷ κείσεται καὶ οὐδὲν ἂν ἐκ τῆσδε ἡμῶν τῆς ἀναχωρήσεως γένοιτο βλάβος.

5.11.26Οὐίττιγις μὲν τοσαῦτα εἶπεν. ἐπαινέσαντες δὲ Γότθοι ἅπαντες παρεσκευάζοντο ἐς τὴν πορείαν. μετὰ δὲ Σιλβερίῳτε τῷ τῆς πόλεως ἱερεῖ καὶ Ῥωμαίων τοῖςτε ἐκ βουλῆς καὶ τῷ δήμῳ πολλὰ παραινέσας Οὐίττιγις, καὶ τῆς Θευδερίχου ἀρχῆς ὑπομνήσας, ἐνεκελεύετο ἅπασιν ἐς Γότθων τὸ ἔθνος εὐνοϊκῶς ἔχειν, ὅρκοις αὐτοὺς δεινοτάτοις ὑπὲρ τούτων καταλαβὼν, ἄνδραςτε ἀπολέξας οὐχ ἧσσον τετρακισχιλίους, καὶ αὐτοῖς ἄρχοντα ἐπιστήσας Λεύδεριν, ἡλικίαςτε πόρρω ἥκοντα καὶ δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, ἐφ’ Ῥώμην φυλάξουσι σφίσιν · οὕτω δὴ τῷ ἄλλῳ στρατῷ ἐς Ῥάβενναν ᾔει, τῶν ἐκ βουλῆς πλείστους ἐν ὁμήρων λόγῳ ξὺν αὑτῷ ἔχων.

5.11.27καὶ ἐπεὶ ἐνταῦθα ἀφίκετο, Ματασοῦνθαν τὴν Ἀμαλασούνθης θυγατέρα, παρθένοντε καὶ ὡραίαν ἤδη οὖσαν, γυναῖκα γαμετὴν οὔτι ἐθελούσιον ἐποιήσατο, ὅπως δὴ βεβαιοτέραν τὴν ἀρχὴν ἕξει τῇ ἐς γένος τὸ Θευδερίχου ἐπιμιξίᾳ.

5.11.28ἔπειτα δὲ ἅπαντας Γότθους πανταχόθεν ἀγείρας διεῖπέτε καὶ διεκόσμει, ὅπλατε καὶ ἵππους διανέμων κατὰ λόγον ἑκάστῳ, μόνους δὲ Γότθους, οἳ ἐν Γαλλίαις φυλακὴν εἶχον, δέει τῶν Φράγγων οὐχ οἷόςτε ἦν μεταπέμπεσθαι.

5.11.29οἱ δὲ Φράγγοι οὗτοι Γερμανοὶ μὲν τὸ παλαιὸν ὠνομάζοντο. ὅντινα δὲ τρόπον τὸ ἐξ ἀρχῆς καὶ ὅπη ᾠκημένοι Γαλλίαςτε ἐπεβάτευσαν καὶ διάφοροι Γότθοις γεγένηνται, ἐρῶν ἔρχομαι.

5.12

5.12.1τὴν θάλασσαν ἔκτε ὠκεανοῦ καὶ Γαδείρων ἐσπλέοντι χώρα μὲν ἐν ἀριστερᾷ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, Εὐρώπη ὠνόμασται, δὲ ἀντιπέρας αὐτῇ Λιβύη ἐκλήθη, ἣν δὴ προϊόντες Ἀσίαν καλοῦσι.

5.12.2Λιβύης μὲν οὖν τὰ ἐπέκεινα ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν · ἔρημος γάρ ἐστιν ἐπὶ πλεῖστον ἀνθρώπων, καὶ ἀπ’αὐτοῦ πρώτη τοῦ Νείλου ἐκροὴ οὐδαμῆ ἔγνωσται, ὃν δὴ ἐπ’Αἰγύπτου ἐνθένδε φέρεσθαι λέγουσιν.

5.12.3Εὐρώπη δὲ εὐθὺς ἀρχομένη Πελοποννήσῳ βεβαιότατα ἐμφερής ἐστι καὶ πρὸς θαλάσσῃ ἑκατέρωθι κεῖται. καὶ χώρα μὲν πρώτη ἀμφίτε τὸν ὠκεανὸν καὶ δύοντα ἥλιόν ἐστιν Ἱσπανία ὠνόμασται, ἄχρι ἐς Ἄλπεις τὰς ἐν ὄρει τῷ Πυρηναίῳ οὔσας.

5.12.4Ἄλπεις δὲ καλεῖν τὴν ἐν στενοχωρίᾳ δίοδον οἱ ταύτῃ ἄνθρωποι νενομίκασι. τὸ δὲ ἐνθένδε μέχρι τῶν Λιγουρίας ὁρίων Γαλλία ἐκλήθη. ἔνθα δὴ καὶ Ἄλπεις ἕτεραι Γάλλουςτε καὶ Λιγούρους διορίζουσι.

5.12.5Γαλλία μέντοι Ἱσπανίας πολλῷ εὐρυτέρα, ὡς τὸ εἰκὸς, ἐστὶν, ἐπεὶ ἐκ στενοῦ ἀρχομένη Εὐρώπη ἐς ἄφατόν τι εὖρος ἀεὶ προϊόντι κατὰ λόγον χωρεῖ.

5.12.6χώρα δὲ αὕτη ἑκατέρα τὰ μὲν πρὸς βορρᾶν ἄνεμον πρὸς τοῦ ὠκεανοῦ περιβάλλεται, τὰ δὲ πρὸς νότον θάλασσαν τὴν Τυρρηνικὴν καλουμένην ἔχει.

5.12.7ἐν Γάλλοις δὲ ἄλλοιτε ποταμοὶ καὶ Ῥοδανόςτε καὶ Ῥῆνος ῥέουσι. τούτοιν τὴν ὁδὸν τὴν ἐναντίαν ἀλλήλοιν ἰόντοιν ἅτερος μὲν ἐκδίδωσιν ἐς τὴν Τυρρηνικὴν θάλασσαν, Ῥῆνος δὲ ἐς τὸν ὠκεανὸν τὰς ἐκβολὰς ποιεῖται.

5.12.8λίμναιτε ἐνταῦθα πολλαὶ, οὗ δὴ Γερμανοὶ τὸ παλαιὸν ᾤκηντο, βάρβαρον ἔθνος, οὐ πολλοῦ λόγου τὸ κατ’ἀρχὰς ἄξιον, οἳ νῦν Φράγγοι καλοῦνται.

5.12.9τούτων ἐχόμενοι Ἀρβόρυχοι ᾤκουν, οἳ ξὺν πάσῃ τῇ ἄλλῃ Γαλλίᾳ καὶ μὴν καὶ Ἱσπανίᾳ Ῥωμαίων κατήκοοι ἐκ παλαιοῦ ἦσαν.

5.12.10μετὰ δὲ αὐτοὺς ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον Θόριγγοι βάρβαροι, δόντος Αὐγούστου πρώτου βασιλέως, ἱδρύσαντο.

5.12.11καὶ αὐτῶν Βουργουζίωνες οὐ πολλῷ ἄποθεν πρὸς νότον ἄνεμον τετραμμένοι ᾤκουν, Σούαβοίτε ὑπὲρ Θορίγγων καὶ Ἀλαμανοὶ, ἰσχυρὰ ἔθνη. οὗτοι αὐτόνομοι ἅπαντες ταύτῃ τὸ ἀνέκαθεν ἵδρυντο.

5.12.12προϊόντος δὲ χρόνου Οὐισίγοτθοι τὴν Ῥωμαίων ἀρχὴν βιασάμενοι Ἱσπανίαντε πᾶσαν καὶ Γαλλίας τὰ ἐκτὸς Ῥοδανοῦ ποταμοῦ κατήκοα σφίσιν ἐς φόρου ἀπαγωγὴν ποιησάμενοι ἔσχον.

5.12.13ἐτύγχανον δὲ Ἀρβόρυχοι τότε Ῥωμαίων στρατιῶται γεγενημένοι. οὓς δὴ Γερμανοὶ κατηκόους σφίσιν ἐθέλοντες ἅτε ὁμόρους ὄντας καὶ πολιτείαν ἣν πάλαι εἶχον μεταβαλόντας, ποιήσασθαι ἐληίζοντότε καὶ πανδημεὶ πολεμησείοντες ἐπ’αὐτοὺς ᾔεσαν.

5.12.14Ἀρβόρυχοι δὲ ἀρετήντε καὶ εὔνοιαν ἐς Ῥωμαίους ἐνδεικνύμενοι ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ πολέμῳ ἐγένοντο, καὶ ἐπεὶ βιάζεσθαι αὐτοὺς Γερμανοὶ οὐχ οἷοίτε ἦσαν, ἑταιρίζεσθαίτε ἠξίουν καὶ ἀλλήλοις κηδεσταὶ γίνεσθαι.

5.12.15 δὴ Ἀρβόρυχοι οὔτι ἀκούσιοι ἐνεδέχοντο. Χριστιανοὶ γὰρ ἀμφότεροι ὄντες ἐτύγχανον, οὕτωτε ἐς ἕνα λεὼν ξυνελθόντες δυνάμεως ἐπὶ μέγα ἐχώρησαν.

5.12.16καὶ στρατιῶται δὲ Ῥωμαίων ἕτεροι ἐς Γάλλων τὰς ἐσχατιὰς φυλακῆς ἕνεκα ἐτετάχατο.

5.12.17οἳ δὴ οὔτε ἐς Ῥώμην ὅπως ἐπανήξουσιν ἔχοντες οὐ μὴν οὔτε προσχωρεῖν Ἀρειανοῖς οὖσι τοῖς πολεμίοις βουλόμενοι, σφᾶςτε αὐτοὺς ξὺν τοῖς σημείοις καὶ χώραν ἣν πάλαι Ῥωμαίοις ἐφύλασσον Ἀρβορύχοιςτε καὶ Γερμανοῖς ἔδοσαν, ἔςτε ἀπογόνους τοὺς σφετέρους ξύμπαντα παραπέμψαντες διεσώσαντο τὰ πάτρια ἤθη, δὴ σεβόμενοι καὶ ἐς ἐμὲ τηρεῖν ἀξιοῦσιν.

5.12.18ἔκτε γὰρ τῶν καταλόγων ἐς τόδε τοῦ χρόνου δηλοῦνται, ἐς οὓς τὸ παλαιὸν τασσόμενοι ἐστρατεύοντο, καὶ σημεῖα τὰ σφέτερα ἐπαγόμενοι οὕτω δὴ ἐς μάχην καθίστανται, νόμοιςτε τοῖς πατρίοις ἐς ἀεὶ χρῶνται.

5.12.19καὶ σχῆμα τῶν Ῥωμαίων ἔντε τοῖς ἄλλοις ἅπασι κἀν τοῖς ὑποδήμασι διασώζουσιν.

5.12.20ἕως μὲν οὖν πολιτεία Ῥωμαίοις αὐτὴ ἔμενε, Γαλλίας τὰ ἐντὸς Ῥοδανοῦ ποταμοῦ βασιλεὺς εἶχεν · ἐπεὶ δὲ αὐτὴν Ὀδόακρος ἐς τυραννίδα μετέβαλε, τότε δὴ, τοῦ τυράννου σφίσιν ἐνδιδόντος, ξύμπασαν Γαλλίαν Οὐισίγοτθοι ἔσχον μέχρι Ἄλπεων, αἳ τὰ Γάλλωντε ὅρια καὶ Λιγούρων διορίζουσι.

5.12.21πεσόντος δὲ Ὀδοάκρου Θόριγγοίτε καὶ Οὐισίγοτθοι τὴν Γερμανῶν δύναμιν ἤδη αὐξομένην δειμαίνοντες (πολυάνθρωπόςτε γὰρ ἰσχυρότατα ἐγεγόνει καὶ τοὺς ἀεὶ ἐν ποσὶν ὄντας ἐκ τοῦ ἐμφανοῦς ἐβιάζετο) Γότθων δὴ καὶ Θευδερίχου τὴν ξυμμαχίαν προσποιήσασθαι ἐν σπουδῇ εἶχον. οὓς δὴ ἑταιρίσασθαι Θευδέριχος ἐθέλων ἐς κῆδος αὐτοῖς ἐπιμίγνυσθαι οὐκ ἀπηξίου.

5.12.22τῷ μὲν οὖν τηνικαῦτα Οὐισιγότθων ἡγουμένῳ Ἀλαρίχῳ τῷ νεωτέρῳ Θευδιχοῦσαν τὴν αὑτοῦ θυγατέρα παρθένον ἠγγύησεν, Ἑρμενεφρίδῳ δὲ τῷ Θορίγγων ἄρχοντι Ἀμαλαβέργαν τὴν Ἀμαλαφρίδης τῆς ἀδελφῆς παῖδα.

5.12.23καὶ ἀπ’αὐτοῦ Φράγγοι τῆς μὲν ἐς αὐτοὺς βίας δέει τῷ Θευδερίχου ἀπέσχοντο, ἐπὶ Βουργουζίωνας δὲ πολέμῳ ᾔεσαν.

5.12.24ὕστερον δὲ Φράγγοιςτε καὶ Γότθοις ξυμμαχίαιτε καὶ ξυνθῆκαι ἐπὶ κακῷ τῷ Βουργουζιώνων ἐγένοντο, ἐφ’ ἑκάτεροι μὲν στρατιὰν ἐπ’αὐτοὺς πέμψωσιν ·

5.12.25ἢν δὲ ὁποτέρων ἀπολελειμμένων, οἱ ἕτεροι στρατεύσαντες τὸ Βουργουζιώνων καταστρέψωνται γένος καὶ χώραν ἣν ἔχουσι παραστήσωνται, ποινὴν οἱ νενικηκότες παρὰ τῶν οὐ ξυστρατευσάντων ῥητόν τι χρυσίον κομίζωνται, κοινὴν δὲ καὶ οὕτω χώραν τὴν δορυάλωτον ἀμφοτέρων εἶναι.

5.12.26οἱ μὲν οὖν Γερμανοὶ πολλῷ στρατῷ ἐπὶ Βουργουζίωνας κατὰ τὰ σφίσιτε καὶ Γότθοις ξυγκείμενα ἧκον, Θευδέριχος δὲ παρεσκευάζετο μὲν δῆθεν τῷ λόγῳ, ἐξεπίτηδες δὲ ἀεὶ ἐς τὴν ὑστεραίαν τῆς στρατιᾶς τὴν ἔξοδον ἀπετίθετο, καραδοκῶν τὰ ἐσόμενα.

5.12.27μόλις δὲ πέμψας ἐπέστελλε τοῖς τοῦ στρατοῦ ἄρχουσι σχολαίτερον τὴν πορείαν ποιεῖσθαι, καὶ ἢν μὲν Φράγγους νενικηκέναι ἀκούσωσι τὸ λοιπὸν κατὰ τάχος ἰέναι, ἢν δέ τι ξύμβαμα ξυμπεπτωκέναι αὐτοῖς πύθωνται, μηκέτι περαιτέρω πορεύεσθαι, ἀλλ’αὐτοῦ μένειν.

5.12.28καὶ οἱ μὲν ἐποίουν ὅσα Θευδέριχος σφίσιν ἐπήγγελλε, Γερμανοὶ δὲ κατὰ μόνας Βουργουζίωσιν ἐς χεῖρας ἦλθον.

5.12.29μάχηςτε καρτερᾶς γενομένης φόνος μὲν ἑκατέρων πολὺς γίνεται · ἦν γὰρ ἀγχώμαλος ἐπὶ πλεῖστον ξυμβολή ·

5.12.30ἔπειτα δὲ Φράγγοι τρεψάμενοι τοὺς πολεμίους ἐς τὰ ἔσχατα χώρας ἧς τότε ᾤκουν ἐξήλασαν, ἔνθα σφίσι πολλὰ ὀχυρώματα ἦν, αὐτοὶ δὲ τὴν λοιπὴν ξύμπασαν ἔσχον.

5.12.31ἅπερ Γότθοι ἀκούσαντες κατὰ τάχος παρῆσαν. κακιζόμενοίτε πρὸς τῶν ξυμμάχων τὸ τῆς χώρας δύσοδον ᾐτιῶντο, καὶ τὴν ποινὴν καταθέμενοι τὴν χώραν, καθάπερ ξυνέκειτο, ξὺν τοῖς νενικηκόσιν ἐνείμαντο.

5.12.32οὕτωτε Θευδερίχου πρόνοια ἔτι μᾶλλον ἐγνώσθη, ὅς γε οὐδένα τῶν ὑπηκόων ἀποβαλὼν ὀλίγῳ χρυσῷ τὴν ἡμίσειαν τῶν πολεμίων ἐκτήσατο χώραν. οὕτω μὲν τὸ κατ’ἀρχὰς Γότθοιτε καὶ Γερμανοὶ μοῖράν τινα Γαλλίας ἔσχον.

5.12.33μετὰ δὲ Γερμανοὶ τῆς δυνάμεως σφίσιν ἐπίπροσθεν ἰούσης ἐν ὀλιγωρίᾳ ποιησάμενοι Θευδέριχόντε καὶ τὸ ἀπ’αὐτοῦ δέος ἐπίτε Ἀλάριχον καὶ Οὐισιγότθους ἐστράτευσαν.

5.12.34 δὴ Ἀλάριχος μαθὼν Θευδέριχον ὅτι τάχιστα μετεπέμπετο. καὶ μὲν ἐς τὴν ἐπικουρίαν στρατῷ πολλῷ ᾔει.

5.12.35ἐν τούτῳ δὲ Οὐισίγοτθοι, ἐπεὶ Γερμανοὺς ἀμφὶ πόλιν Καρκασιανὴν στρατοπεδεύειν ἐπύθοντο, ὑπηντίαζόντε καὶ στρατόπεδον ποιησάμενοι ἠρέμουν.

5.12.36χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόντε καὶ, ἅτε τῆς χώρας πρὸς τῶν πολεμίων ληιζομένης, δεινὰ ἐποιοῦντο.

5.12.37καὶ τελευτῶντες ἐς Ἀλάριχον πολλὰ ὕβριζον, αὐτόντε διὰ τὸ τῶν πολεμίων δέος κακίζοντες καὶ τοῦ κηδεστοῦ τὴν μέλλησιν ὀνειδίζοντες.

5.12.38ἀξιόμαχοι γὰρ αὐτοὶ ἰσχυρίζοντο εἶναι καὶ ῥᾷον κατὰ μόνας περιέσεσθαι Γερμανῶν τῷ πολέμῳ.

5.12.39διὸ δὴ καὶ Γότθων σφίσιν οὔπω παρόντων Ἀλάριχος ἠνάγκαστο τοῖς πολεμίοις διὰ μάχης ἰέναι.

5.12.40καθυπέρτεροι δὲ Γερμανοὶ ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενοι τῶντε Οὐισιγότθων τοὺς πλείστους καὶ Ἀλάριχον τὸν ἄρχοντα κτείνουσι.

5.12.41καὶ Γαλλίας μὲν καταλαβόντες τὰ πολλὰ ἔσχον, Καρκασιανὴν δὲ πολλῇ σπουδῇ ἐπολιόρκουν, ἐπεὶ τὸν βασιλικὸν πλοῦτον ἐνταῦθα ἐπύθοντο εἶναι, ὃν δὴ ἐν τοῖς ἄνω χρόνοις Ἀλάριχος πρεσβύτατος Ῥώμην ἑλὼν ἐληίσατο.

5.12.42ἐν τοῖς ἦν καὶ τὰ Σολόμωνος τοῦ Ἑβραίων βασιλέως κειμήλια, ἀξιοθέατα ἐς ἄγαν ὄντα. πρασία γὰρ λίθος αὐτῶν τὰ πολλὰ ἐκαλλώπιζεν, ἅπερ ἐξ Ἱεροσολύμων Ῥωμαῖοι τὸ παλαιὸν εἷλον.

5.12.43Οὐισιγότθων δὲ οἱ περιόντες Γισέλιχον, νόθον Ἀλαρίχου υἱὸν, ἄρχοντα σφίσιν ἀνεῖπον, Ἀμαλαρίχου τοῦ τῆς Θευδερίχου θυγατρὸς παιδὸς ἔτι κομιδῆ ὄντος.

5.12.44ἔπειτα δὲ Θευδερίχου ξὺν τῷ Γότθων στρατῷ ἥκοντος δείσαντες Γερμανοὶ τὴν πολιορκίαν διέλυσαν.

5.12.45ἔνθεντε ἀναχωρήσαντες Γαλλίας τὰ ἐκτὸς Ῥοδανοῦ ποταμοῦ ἐς ὠκεανὸν τετραμμένα ἔσχον. ὅθεν αὐτοὺς ἐξελάσαι Θευδέριχος οὐχ οἷόςτε ὢν ταῦτα μὲν σφᾶς ξυνεχώρει ἔχειν, αὐτὸς δὲ Γαλλίας τὰ λοιπὰ ἀνεσώσατο.

5.12.46Γισελίχουτε ἐκποδὼν γενομένου ἐς τὸν θυγατριδοῦν Ἀμαλάριχον τὴν Οὐισιγότθων ἀρχὴν ἤνεγκεν, οὗ δὴ αὐτὸς ἐπετρόπευε παιδὸς ἔτι ὄντος.

5.12.47χρήματάτε λαβὼν ξύμπαντα ὅσα ἐν πόλει Καρκασιανῇ ἔκειτο ἐς Ῥάβενναν κατὰ τάχος ἀπήλαυνεν, ἄρχοντάςτε ἀεὶ καὶ στρατιὰν Θευδέριχος ἔςτε Γαλλίαν καὶ Ἱσπανίαν πέμπων αὐτὸς εἶχε τῷ ἔργῳ τὸ τῆς ἀρχῆς κράτος προνοήσαςτε ὅπως βέβαιον αὐτὸ ἐς ἀεὶ ἕξει φόρου ἀπαγωγὴν ἔταξέν οἱ αὐτῷ ἀποφέρειν τοὺς ταύτῃ ἄρχοντας.

5.12.48δεχόμενόςτε αὐτὴν ἐς ἕκαστον ἔτος, τοῦ μὴ δοκεῖν φιλοχρημάτως ἔχειν, τῷ Γότθωντε καὶ Οὐισιγότθων στρατῷ δῶρον ἐπέτειον ἔπεμπε.

5.12.49καὶ ἀπ’αὐτοῦ Γότθοιτε καὶ Οὐισίγοτθοι προϊόντος τοῦ χρόνου ἅτε ἀρχόμενοίτε πρὸς ἀνδρὸς ἑνὸς καὶ χώραν τὴν αὐτὴν ἔχοντες παῖδας τοὺς σφετέρους ἀλλήλοις ἐγγυῶντες ἐς ξυγγένειαν ἐπεμίγνυντο.

5.12.50μετὰ δὲ Θεῦδις, Γότθος ἀνὴρ, ὅνπερ Θευδέριχος τῷ στρατῷ ἄρχοντα ἔπεμψε, γυναῖκα ἐξ Ἱσπανίας γαμετὴν ἐποιήσατο, οὐ γένους μέντοι Οὐισιγότθων, ἀλλ’ἐξ οἰκίας τῶν τινος ἐπιχωρίων εὐδαίμονος, ἄλλατε περιβεβλημένην μεγάλα χρήματα καὶ χώρας πολλῆς ἐν Ἱσπανίᾳ κυρίαν οὖσαν.

5.12.51ὅθεν στρατιώτας ἀμφὶ δισχιλίους ἀγείρας δορυφόρωντε περιβαλλόμενος δύναμιν, Γότθων μὲν Θευδερίχου δόντος τῷ λόγῳ ἦρχεν, ἔργῳ δὲ τύραννος οὐκ ἀφανὴς ἦν.

5.12.52δείσας δὲ Θευδέριχος ἅτε ξυνέσεως ἐς ἄκρον καὶ ἐμπειρίας ἥκων, μή οἱ πόλεμον πρὸς δοῦλον τὸν αὑτοῦ διαφέροντι οἱ Φράγγοι, ὡς τὸ εἰκὸς, ἀπαντήσουσιν καί τι νεώτερον Οὐισίγοτθοι ἐς αὐτὸν δράσουσιν, οὔτε παρέλυε τῆς ἀρχῆς Θεῦδιν, ἀλλὰ καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ἀεὶ ἐς πόλεμον ἰόντι ἐκέλευε.

5.12.53γράφειν μέντοι αὐτῷ Γότθων τοῖς πρώτοις ἐπήγγειλεν ὡς δίκαιάτε ποιοίη καὶ ξυνέσεως τῆς αὐτοῦ ἄξια, ἢν Θευδέριχον ἐς Ῥάβενναν ἥκων ἀσπάζοιτο.

5.12.54Θεῦδις δὲ μὲν Θευδέριχος ἐκέλευεν ἅπαντα ἐπετέλει, καὶ φόρον τὸν ἐπέτειον οὔποτε ἀποφέρων ἀνίει, ἐς Ῥάβενναν δὲ ἰέναι οὔτε ἤθελεν οὔτε τοῖς γράφουσιν ἐπηγγέλλετο.

5.13

5.13.1ἐπεὶ δὲ Θευδέριχος ἐξ ἀνθρώπων ἠφάνιστο, Φράγγοι, οὐδενὸς σφίσιν ἔτι ἀντιστατοῦντος, ἐπὶ Θορίγγους ἐστράτευσαν, καὶ Ἑρμενέφριδόντε τὸν αὐτῶν ἄρχοντα κτείνουσι καὶ αὐτοὺς ἅπαντας ὑποχειρίους ποιησάμενοι ἔσχον.

5.13.2 δὲ τοῦ Ἑρμενεφρίδου γυνὴ ξὺν τοῖς παισὶ λαθοῦσα παρὰ Θευδάτον τὸν ἀδελφὸν, Γότθων τηνικαῦτα ἄρχοντα, ἦλθε.

5.13.3μετὰ δὲ Γερμανοὶ Βουργουζιώνωντε τοῖς περιοῦσιν ἐς χεῖρας ἦλθον καὶ μάχῃ νικήσαντες τὸν μὲν αὐτῶν ἄρχοντα ἔς τι τῶν ἐκείνῃ φρουρίων καθείρξαντες ἐν φυλακῇ εἶχον, αὐτοὺς δὲ κατηκόους ποιησάμενοι ξυστρατεύειν τὸ λοιπὸν σφίσιν ἐπὶ τοὺς πολεμίους ἅτε δορυαλώτους ἠνάγκαζον, καὶ τὴν χώραν ξύμπασαν, ἣν Βουργουζίωνες τὰ πρότερα ᾤκουν, ὑποχειρίαν ἐς ἀπαγωγὴν φόρου ἐκτήσαντο.

5.13.4Ἀμαλάριχόςτε, ὃς ἦρχεν Οὐισιγότθων, ἐπεὶ ἐς ἀνδρὸς ἡλικίαν ἦλθε, δύναμιν τὴν Γερμανῶν κατορρωδήσας τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Γερμανῶν ἄρχοντος ἐν γαμετῆς ἐποιήσατο λόγῳ, καὶ Γαλλίαν πρόςτε Γότθους καὶ τὸν ἀνεψιὸν Ἀταλάριχον ἐνείματο.

5.13.5τὰ μὲν γὰρ ἐντὸς Ῥοδανοῦ ποταμοῦ Γότθοι ἔλαχον, τὰ δὲ τούτου ἐκτὸς ἐς τὸ Οὐισιγότθων περιέστη κράτος.

5.13.6ξυνέκειτο δὲ φόρον, ὃν Θευδέριχος ἔταξε, μηκέτι ἐς Γότθους κομίζεσθαι, καὶ χρήματα, ὅσα ἐκεῖνος ἐκ Καρκασιανῆς πόλεως λαβὼν ἔτυχεν, Ἀταλάριχος Ἀμαλαρίχῳ ὀρθῶς καὶ δικαίως ἀπέδωκεν.

5.13.7ἐπεὶ δὲ ἄμφω τὰ ἔθνη ταῦτα ἐς τὸ κῆδος ἀλλήλοις ξυνελθόντα ἔτυχε, τὴν αἵρεσιν ἔδοσαν ἀνδρὶ ἑκάστῳ, τὴν ἐγγύην ἐς θάτερον ἔθνος πεποιημένῳ, πότερον γυναικὶ ἕπεσθαι βούλοιτο, ἐκείνην ἐς γένος τὸ αὐτοῦ ἄγεσθαι.

5.13.8ἦσαν δὲ πολλοὶ καὶ οἱ τὰς γυναῖκας ὅπη ἐβούλοντο ἄγοντες καὶ οἱ πρὸς γυναικῶν τῶν σφετέρων ἀγόμενοι.

5.13.9ὕστερον δὲ Ἀμαλάριχος, προσκεκρουκὼς τῷ τῆς γυναικὸς ἀδελφῷ, κακὸν μέγα ἔλαβε.

5.13.10δόξης γὰρ ὀρθῆς τὴν γυναῖκα οὖσαν, αἵρεσιν αὐτὸς τὴν Ἀρείου ἔχων, οὐκ εἴα νομίμοις τοῖς εἰωθόσι χρῆσθαι οὐ δὲ κατὰ τὰ ἔθη τὰ πάτρια τὰ ἐς τὸ θεῖον ἐξοσιοῦσθαι, ἀλλὰ καὶ προσχωρεῖν τοῖς αὐτοῦ ἤθεσιν οὐκ ἐθέλουσαν ἐν πολλῇ ἀτιμίᾳ εἶχεν. ἅπερ ἐπεὶ οὐχ οἵατε ἦν γυνὴ φέρειν, ἐς τὸν ἀδελφὸν ἐξήνεγκεν ἅπαντα.

5.13.11διὸ δὴ ἐς πόλεμον Γερμανοίτε καὶ Οὐισίγοτθοι πρὸς ἀλλήλους κατέστησαν. καὶ λίαν μὲν ἰσχυρὰ ἐγεγόνει ἐπὶ πλεῖστον μάχη, τέλος δὲ ἡσσηθεὶς Ἀμαλάριχος τῶντε οἰκείων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει.

5.13.12Θευδίβερτος δὲ τήντε ἀδελφὴν ξὺν πᾶσι χρήμασιν ἔλαβε καὶ Γαλλίας ὁπόσον Οὐισίγοτθοι λαχόντες εἶχον.

5.13.13τῶν δὲ ἡσσημένων οἱ περιόντες ἐκ Γαλλίας ξὺν γυναιξίτε καὶ παισὶν ἀναστάντες παρὰ Θεῦδιν ἐς Ἱσπανίαν ἤδη ἐκ τοῦ ἐμφανοῦς τυραννοῦντα ἐχώρησαν. οὕτω μὲν Γότθοιτε καὶ Γερμανοὶ Γαλλίας ἔσχον.

5.13.14χρόνῳ δὲ τῷ ὑστέρῳ Θευδάτος, τῶν Γότθων ἀρχηγὸς, ἐπειδὴ Βελισάριον εἰς Σικελίαν ἥκειν ἐπύθετο, ξυνθήκας πρὸς Γερμανοὺς ποιεῖται, ἐφ’ ἔχοντάςτε αὐτοὺς τὴν Γότθοις ἐπιβάλλουσαν ἐν Γάλλοις μοῖραν καὶ χρυσίου κεντηνάρια λαβόντας εἴκοσι πόλεμον τόνδε σφίσι ξυνάρασθαι.

5.13.15οὔπωτε τὰ ξυγκείμενα ἔργῳ ἐπιτελέσας μοῖραν τὴν πεπρωμένην ἀνέπλησε. διὸ δὴ Γότθων πολλοίτε καὶ ἄριστοι ἐνταῦθα, ὧν Μαρκίας ἡγεῖτο, φυλακὴν εἶχον.

5.13.16οὓς Οὐίττιγις ἐνθένδε ἐξαναστῆσαι οὐχ οἷόςτε ἦν, οὐ μὴν οὐ δὲ Φράγγοις ἀντιτάξασθαι αὐτοὺς ᾤετο ἱκανοὺς ἔσεσθαι, Γαλλίαντε καὶ Ἰταλίαν, ὡς τὸ εἰκὸς, καταθέουσιν, ἢν αὐτὸς τῷ παντὶ στρατῷ ἐς Ῥώμην ἐλάσῃ.

5.13.17ξυγκαλέσας οὖν εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, ἔλεξε τοιάδε Οὐχ ἡδεῖαν μὲν, ἄνδρες ξυγγενεῖς, ἀναγκαίαν δὲ ὑμῖν παραίνεσιν ποιεῖσθαι βουλόμενος ἐνθάδε ὑμᾶς ἐν τῷ παρόντι συνήγαγον · ὅπως δὲ ἀκούσησθε μὲν πρᾴως, βουλεύσησθε δὲ τῶν παρόντων ἡμῖν ἐπαξίως.

5.13.18οἷς γὰρ αἱ πράξεις οὐ κατὰ νοῦν χωροῦσι, τὸ μὴ πειθομένους τῇ ἀνάγκῃ τύχῃ οὕτω τὰ παρόντα διοικεῖσθαι ἀξύμφορον. τὰ μὲν οὖν ἄλλα ἡμῖν ὡς ἄριστα ἐς τὸν πόλεμον παρασκευῆς ἔχει.

5.13.19Φράγγοι δὲ ἡμῖν ἐμποδὼν ἵστανται, οἷς ἐκ παλαιοῦ πολεμίοις οὖσι, τοῖςτε σώμασι καὶ τοῖς χρήμασι δαπανώμενοι, ἀντέχειν ἐς τόδε ὅμως ἰσχύσαμεν, ἐπεὶ ἄλλο οὐδὲν ἡμῖν ἀπήντα πολέμιον.

5.13.20ἐφ’ἑτέρους δὲ νῦν ἡμᾶς ἀναγκαζομένους ἰέναι τὸν πρὸς αὐτοὺς πόλεμον καταλύειν δεήσει, πρῶτον μὲν ὅτι, ἢν δυσμενεῖς ἡμῖν διαμείνωσι, μετὰ Βελισαρίου ἐφ’ἡμᾶς τετάξονται πάντως.

5.13.21τοὺς γὰρ ἐχθρὸν τὸν αὐτὸν ἔχοντας ἀλλήλοις ἐς εὔνοιάντε καὶ ξυμμαχίαν συνάπτεσθαι τῶν πραγμάτων εἰσηγεῖται φύσις.

5.13.22ἔπειτα, ἢν καὶ πρὸς ἑκάτερον στρατόπεδον χωρὶς τὸν πόλεμον διενέγκωμεν, λελείψεται ἡμῖν ἀμφοτέρων ἡσσῆσθαι.

5.13.23ἄμεινον οὖν ὀλίγῳ ἡμᾶς ἐλασσουμένους τὰ πλεῖστα τῆς ἀρχῆς διασώσασθαι, πάντα ἔχειν ἐφιεμένους ξὺν πάσῃ τῇ τῆς ἡγεμονίας δυνάμει πρὸς τῶν πολεμίων ἀπολωλέναι.

5.13.24οἶμαι τοίνυν ὡς, ἢν Γαλλίας τὰς σφίσιν ὁμόρους Γερμανοῖς δῶμεν, καὶ χρήματα ὅσα ξὺν τῇ χώρᾳ ταύτῃ Θευδάτος αὐτοῖς ὡμολόγησε δώσειν, οὐχ ὅσον ἀποτρέψονται τὸ ἐς ἡμᾶς ἔχθος, ἀλλὰ καὶ πόλεμον ἡμῖν ξυλλήψονται τόνδε.

5.13.25ὅπως δὲ αὖθις, εὖ φερομένων τῶν πραγμάτων ἡμῖν, Γαλλίας ἀνακτησώμεθα, ὑμῶν διαλογιζέσθω μηδείς. ἐμὲ γάρ τις παλαιὸς εἰσέρχεται λόγος, τὸ παρὸν εὖ τιθέναι κελεύων.

5.13.26ταῦτα ἀκούσαντες οἱ Γότθων λόγιμοι, ξύμφοράτε οἰόμενοι αὐτὰ εἶναι, ἐπιτελῆ γενέσθαι ἤθελον. στέλλονται τοίνυν πρέσβεις αὐτίκα ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ’ Γαλλίαςτε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι καὶ ὁμαιχμίαν ποιήσονται.

5.13.27Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτόςτε καὶ Θευδίβερτος καὶ Κλοαδάριος, οἳ Γαλλίαςτε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι, καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι, ἀλλ’ἐκ τῶν σφίσι κατηκόων ἐθνῶν.

5.13.28ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοίτε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν.

5.13.29οἱ μὲν οὖν πρέσβεις ἐφ’οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν. τότε δὲ καὶ Μαρκίαν σὺν τοῖς ἑπομένοις Οὐίττιγις μετεπέμπετο.

5.14

5.14.1ἐν δὲ ταῦτα Οὐίττιγις ἔπρασσεν, ἐν τούτῳ Βελισάριος ἐς Ῥώμην ἰέναι παρεσκευάζετο. ἀπολέξας οὖν ἄνδρας ἐκ καταλόγου πεζικοῦ τριακοσίους καὶ Ἡρωδιανὸν ἄρχοντα ἐπὶ τῇ Νεαπόλεως φυλακῇ κατεστήσατο.

5.14.2ἔπεμψε δὲ καὶ ἐς Κύμην φρουροὺς, ὅσους ᾤετο τῇ τοῦ ἐνταῦθα φρουρίου φυλακῇ ἱκανοὺς ἔσεσθαι. ἄλλο γάρ τι ὀχύρωμα ἐν Καμπανίᾳ, ὅτι μὴ ἐν Κύμῃτε καὶ ἐν Νεαπόλει, οὐκ ἦν.

5.14.3ἐν ταύτῃ τῇ Κύμῃ οἱ ἐπιχώριοι τὸ Σιβύλλης δεικνύουσι σπήλαιον, ἔνθα δὴ αὐτῆς τὸ μαντεῖον γεγενῆσθαί φασιν. ἐπιθαλασσία δὲ Κύμη ἐστὶ, Νεαπόλεως ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους διέχουσα.

5.14.4Βελισάριος μὲν οὖν διεκόσμει τὸ στράτευμα, Ῥωμαῖοι δὲ, δείσαντες μὴ σφίσι ξυμβαίη ὅσα Νεαπολίταις ξυμπέπτωκε, λογισάμενοι ἔγνωσαν ἄμεινον εἶναι τῇ πόλει τὸν βασιλέως στρατὸν δέξασθαι. μάλιστα δὲ αὐτοὺς Σιλβέριος ἐς τοῦτο ἐνῆγεν, τῆς πόλεως ἀρχιερεύς.

5.14.5Φιδέλιόντε πέμψαντες, ἄνδρα ἐκ Μεδιολάνου ὁρμώμενον, ἐν Λιγούροις κεῖται, ὃς δὴ Ἀταλαρίχῳ παρήδρευε πρότερον (κοιαίστωρα δὲ τὴν ἀρχὴν ταύτην καλοῦσι Ῥωμαῖοι), Βελισάριον ἐς Ῥώμην ἐκάλουν, ἀμαχητὶ τὴν πόλιν παραδώσειν ὑποσχόμενοι.

5.14.6 δὲ διὰ τῆς Λατίνης ὁδοῦ ἀπῆγε τὸ στράτευμα, τὴν Ἀππίαν ὁδὸν ἀφεὶς ἐν ἀριστερᾷ, ἣν Ἄππιος Ῥωμαίων ὕπατος ἐννακοσίοις ἐνιαυτοῖς πρότερον ἐποίησέτε καὶ ἐπώνυμον ἔσχεν. ἔστι δὲ Ἀππία ὁδὸς ἡμερῶν πέντε εὐζώνῳ ἀνδρί · ἐκ Ῥώμης γὰρ αὕτη ἐς Καπύην διήκει.

5.14.7εὖρος δέ ἐστι τῆς ὁδοῦ ταύτης ὅσον ἁμάξας δύο ἀντίας ἰέναι ἀλλήλαις, καὶ ἔστιν ἀξιοθέατος πάντων μάλιστα.

5.14.8τὸν γὰρ λίθον ἅπαντα, μυλίτηντε ὄντα καὶ φύσει σκληρὸν, ἐκ χώρας ἄλλης μακρὰν οὔσης τεμὼν Ἄππιος ἐνταῦθα ἐκόμισε.

5.14.9ταύτης γὰρ δὴ τῆς γῆς οὐδαμῆ πέφυκε. λείους δὲ τοὺς λίθους καὶ ὁμαλοὺς ἐργασάμενος, ἐγγωνίουςτε τῇ ἐντομῇ πεποιημένος, ἐς ἀλλήλους ξυνέδησεν, οὔτε χάλικα ἐντὸς οὔτε τι ἄλλο ἐμβεβλημένος.

5.14.10οἱ δὲ ἀλλήλοις οὕτωτε ἀσφαλῶς συνδέδενται καὶ μεμύκασιν, ὥστε ὅτι δὴ οὐκ εἰσὶν ἡρμοσμένοι, ἀλλ’ἐμπεφύκασιν ἀλλήλοις, δόξαν τοῖς ὁρῶσι παρέχονται ·

5.14.11καὶ χρόνου τριβέντος συχνοῦ δὴ οὕτως ἁμάξαιςτε πολλαῖς καὶ ζῴοις ἅπασι διαβατοὶ γινόμενοι ἐς ἡμέραν ἑκάστην οὔτε τῆς ἁρμονίας παντάπασι διακέκρινται οὔτε τινὶ αὐτῶν διαφθαρῆναι μείονι γίνεσθαι ξυνέπεσεν, οὐ μὴν οὐ δὲ τῆς ἀμαρυγῆς τι ἀποβαλέσθαι. τὰ μὲν οὖν τῆς Ἀππίας ὁδοῦ τοιαῦτά ἐστι.

5.14.12Γότθοι δὲ, οἳ ἐν Ῥώμῃ φυλακὴν εἶχον, ἐπεὶ τούςτε πολεμίους ἄγχιστά πη εἶναι ἐπύθοντο καὶ Ῥωμαίων τῆς γνώμης ᾔσθοντο, ἤσχαλλον τότε τῇ πόλει καὶ τοῖς ἐπιοῦσι διὰ μάχης ἰέναι οὐχ οἷοίτε ὄντες ἠπόρουν ·

5.14.13ἔπειτα δὲ Ῥωμαίων σφίσιν ἐνδιδόντων ἐνθένδε ἀπαλλαγέντες ἐπὶ Ῥαβέννης ἐχώρησαν ἅπαντες, πλήν γε δὴ ὅτι Λεύδερις, ὃς αὐτῶν ἦρχεν, αἰδεσθεὶς, οἶμαι, τύχην τὴν παροῦσαν, αὐτοῦ ἔμεινε.

5.14.14ξυνέπεσέτε ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ τὸν αὐτὸν χρόνον Βελισάριον μὲν καὶ τὸν βασιλέως στρατὸν ἐς Ῥώμην εἰσιέναι διὰ πύλης, ἣν καλοῦσιν Ἀσιναρίαν, Γότθους δὲ ἀναχωρεῖν ἐνθένδε διὰ πύλης ἑτέρας, Φλαμινία ἐπικαλεῖται, Ῥώμητε αὖθις ἑξήκοντα ἔτεσιν ὕστερον ὑπὸ Ῥωμαίοις γέγονεν, ἐνάτῃ τοῦ τελευταίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνὸς ἑνδέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.

5.14.15Λεύδεριν μὲν οὖν τὸν Γότθων ἄρχοντα καὶ τῶν πυλῶν τὰς κλεῖς Βελισάριος βασιλεῖ ἔπεμψεν, αὐτὸς δὲ τοῦ περιβόλου πολλαχῆ διερρυηκότος ἐπεμελεῖτο, ἔπαλξιν δὲ ἑκάστην ἐγγώνιον ἐποίει, οἰκοδομίαν δή τινα ἑτέραν ἐκ πλαγίου τοῦ εὐωνύμου τιθέμενος, ὅπως οἱ ἐνθένδε τοῖς ἐπιοῦσι μαχόμενοι πρὸς τῶν ἐν ἀριστερᾷ σφίσι τειχομαχούντων ἥκιστα βάλλωνται, καὶ τάφρον ἀμφὶ τὸ τεῖχος βαθεῖάντε καὶ λόγου ἀξίαν πολλοῦ ὤρυσσε.

5.14.16Ῥωμαῖοι δὲ τὴν μὲν πρόνοιαν τοῦ στρατηγοῦ καὶ διαφερόντως τὴν ἐς τὰς ἐπάλξεις ἀποδεδειγμένην ἐμπειρίαν ἐπῄνουν, ἐν θαύματι δὲ μεγάλῳ ποιούμενοι ἤσχαλλον, εἴ τινα ὡς πολιορκηθήσεται ἔννοιαν ἔχων, ᾠήθη ἐσιτητά οἱ ἐς Ῥώμην εἶναι, οὔτε πολιορκίαν οἵατέ ἐστι φέρειν τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, διὰ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, καὶ τείχους περιβαλλομένη τοσοῦτόν τι χρῆμα, ἄλλωςτε καὶ ἐν πεδίῳ κειμένη ἐς ἄγαν ὑπτίῳ τοῖς ἐπιοῦσιν εὐέφοδος, ὡς τὸ εἰκὸς, ἔστιν.

5.14.17 δὲ καὶ ταῦτα ἀκούων τὰ ἐς πολιορκίαν οὐδέν τι ἧσσον ἅπαντα ἐξηρτύετο, καὶ τὸν σῖτον, ὃν ταῖς ναυσὶν ἔχων ἐκ Σικελίας ἀφίκετο, ἐν οἰκήμασι καταθέμενος δημοσίοις ἐφύλασσε, καὶ Ῥωμαίους ἅπαντας, καίπερ δεινὰ ποιουμένους, ἠνάγκαζεν ἅπαντα σφίσι τὰ ἐπιτήδεια ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι.

5.15

5.15.1τότε δὴ καὶ Πίτζας, Γότθος ἀνὴρ, ἐκ Σαμνίου ἥκων, αὑτόντε καὶ Γότθους, οἳ ἐκείνῃ ξὺν αὐτῷ ᾤκηντο, καὶ Σαμνίου τοῦ ἐπιθαλασσίου μοῖραν τὴν ἡμίσειαν Βελισαρίῳ ἐνεχείρισεν, ἄχρι ἐς τὸν ποταμὸν, ὃς τῆς χώρας μεταξὺ φέρεται.

5.15.2Γότθοι γὰρ, ὅσοι ἐπὶ θάτερα τοῦ ποταμοῦ ἵδρυντο, οὔτε τῷ Πίτζᾳ ἕπεσθαι οὔτε βασιλεῖ κατήκοοι εἶναι ἤθελον. στρατιώταςτέ οἱ Βελισάριος οὐ πολλοὺς ἔδωκεν, ὅπως αὐτῷ ξυμφυλάξωσι τὰ ἐκείνῃ χωρία.

5.15.3πρότερον δὲ Καλαβροίτε καὶ Ἀπούλιοι, Γότθων σφίσι τῇ χώρᾳ οὐ παρόντων, Βελισαρίῳ ἐθελούσιοι προσεχώρησαν οἵτε παράλιοι καὶ οἱ τὰ μεσόγεια ἔχοντες.

5.15.4ἐν τοῖς καὶ Βενεβεντός ἐστιν, ἣν πάλαι μὲν Μαλεβεντὸν ὠνόμασαν Ῥωμαῖοι, τανῦν δὲ Βενεβεντὸν καλοῦσι, τὴν ἀπὸ τοῦ προτέρου ὀνόματος διαφεύγοντες βλασφημίαν. βέντος γὰρ ἄνεμον τῇ Λατίνων φωνῇ δύναται.

5.15.5ἐν Δαλματίᾳ γὰρ, ταύτης καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ κεῖται, ἀνέμου τι πνεῦμα σκληρόντε καὶ ὑπερφυῶς ἄγριον ἐπισκήπτειν φιλεῖ, ὅπερ ἐπειδὰν ἐπιπνεῖν ἄρξηται, ὁδῷ ἰόντα ἔτι ἄνθρωπον ἐνταῦθα εὑρεῖν οὐδεμία μηχανή ἐστιν, ἀλλ’οἴκοι ἅπαντες καθείρξαντες ἑαυτοὺς τηροῦσι.

5.15.6τοιαύτη γάρ τις τοῦ πνεύματος ῥύμη τυγχάνει οὖσα ὥστε ἄνδρα ἱππέα ξὺν τῷ ἵππῳ ἁρπάσασα μετέωρον φέρει, ἐπὶ πλεῖστόντε περιαγαγοῦσα τῆς τοῦ ἀέρος χώρας εἶτα ὅπη παρατύχῃ ἀπορρίπτουσα κτείνει.

5.15.7Βενεβεντὸν δὲ ἅτε καταντικρὺ Δαλματίας οὖσαν, ὥσπερ μοι εἴρηται, ἐπίτε ὑψηλοῦ τινος χώρου κειμένην μοῖράν τινα φέρεσθαι τῆς τούτου δὴ τοῦ ἀνέμου δυσκολίας συμβαίνει.

5.15.8ταύτην Διομήδης ποτὲ Τυδέως ἐδείματο, μετὰ Ἰλίου ἅλωσιν ἐκ τοῦ Ἄργους ἀποκρουσθείς. καὶ γνώρισμα τῇ πόλει τοὺς ὀδόντας συὸς τοῦ Καλυδωνίου ἐλείπετο, οὕς οἱ θεῖος Μελέαγρος ἆθλα τοῦ κυνηγεσίου λαβὼν ἔτυχεν, οἳ καὶ εἰς ἐμὲ ἐνταῦθά εἰσι, θέαμα λόγου πολλοῦ ἰδεῖν ἄξιον, περίμετρον οὐχ ἧσσον τρισπίθαμον ἐν μηνοειδεῖ σχήματι ἔχοντες.

5.15.9ἐνταῦθα καὶ ξυγγενέσθαι τὸν Διομήδην Αἰνείᾳ τῷ Ἀγχίσου ἥκοντι ἐξ Ἰλίου φασὶ καὶ κατὰ τὸ λόγιον τὸ τῆς Ἀθήνης ἄγαλμα δοῦναι, ξὺν τῷ Ὀδυσσεῖ ἀποσυλήσας ἔτυχεν, ὅτε κατασκόπω ἐς τὴν Ἴλιον ἠλθέτην ἄμφω πρότερον τήνδε ἁλώσιμον γενέσθαι τοῖς Ἕλλησι.

5.15.10λέγουσι γὰρ αὐτῷ νοσήσαντίτε ὕστερον καὶ ὑπὲρ τῆς νόσου πυνθανομένῳ χρῆσαι τὸ μαντεῖον οὔ ποτέ οἱ τοῦ κακοῦ ἀπαλλαγὴν ἔσεσθαι πλὴν εἰ μὴ ἀνδρὶ Τρωῒ τὸ ἄγαλμα τοῦτο διδοίη.

5.15.11καὶ αὐτὸ μὲν ὅπου γῆς ἐστιν, οὔ φασι Ῥωμαῖοι εἰδέναι, εἰκόνα δὲ αὐτοῦ λίθῳ τινὶ ἐγκεκολαμμένην δεικνύουσιν, οὓς δὴ καὶ ἐς ἐμὲ ἐν τῷ τῆς Τύχης ἱερῷ, οὗ δὴ πρὸ τοῦ χαλκοῦ τῆς Ἀθηνᾶς ἀγάλματος κεῖται ὅπερ αἴθριον ἐς τὰ πρὸς ἕω τοῦ νεὼ ἵδρυται.

5.15.12αὕτη δὲ ἐν τῷ λίθῳ εἰκὼν πολεμούσῃτε καὶ τὸ δόρυ ἀνατεινούσῃ ἅτε ἐς ξυμβολὴν ἔοικε · ποδήρη δὲ καὶ ὣς τὸν χιτῶνα ἔχει.

5.15.13τὸ δὲ πρόσωπον οὐ τοῖς Ἑλληνικοῖς ἀγάλμασι τῆς Ἀθηνᾶς ἐμφερές ἐστιν, ἀλλ’οἷα παντάπασι τὸ παλαιὸν Αἰγύπτιοι ἐποίουν.

5.15.14Βυζάντιοι δέ φασι τὸ ἄγαλμα τοῦτο Κωνσταντῖνον βασιλέα ἐν τῇ ἀγορᾷ, αὐτοῦ ἐπώνυμός ἐστι, κατορύξαντα θέσθαι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν.

5.15.15Ἰταλίαν δὲ οὕτω ξύμπασαν, ἐντὸς κόλπου τοῦ Ἰονίου ἐστὶν, ἄχρι ἔςτε Ῥώμην καὶ Σάμνιον Βελισάριος παρεστήσατο, τοῦ δὲ κόλπου ἐκτὸς ἄχρι ἐς Λιβουρνίαν Κωνσταντιανὸς, ὥσπερ ἐρρήθη, ἔσχεν.

5.15.16ὅντινα δὲ τρόπον Ἰταλίαν οἰκοῦσιν οἱ ταύτῃ ἄνθρωποι ἐρῶν ἔρχομαι. πέλαγος τὸ Ἀδριατικὸν, ἐκροήν τινα πόρρω που τῆς ἠπείρου ἐκβάλλον, ποιεῖται τὸν Ἰόνιον κόλπον, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις, ἔνθα δὴ τελευτῶσα τῆς θαλάσσης ἐς τὴν ἤπειρον ἀνάβασις ἰσθμὸν ποιεῖται.

5.15.17τε γὰρ Κρισαῖος καλούμενος κόλπος, ἀπολήγων ἐς τὸ Λέχαιον, ἵνα δὴ Κορινθίων πόλις ἐστὶν, ἐν μέτρῳ τεσσαράκοντα σταδίων μάλιστα, ποιεῖται τὸν ταύτης ἰσθμόν.

5.15.18καὶ ἀφ’Ἑλλησπόντου κόλπος, ὃν Μέλανα καλοῦσιν, οὐ πλέον, ἀλλὰ κατὰ τοῦτο τὸ μέτρον ἀποτελεῖ τὸν ἐν Χερρονήσῳ ἰσθμόν.

5.15.19ἐκ δὲ Ῥαβέννης πόλεως, οὗ δὴ τελευτᾷ Ἰόνιος κόλπος, ἐς θάλασσαν τὴν Τυρρηνικὴν οὐχ ἧσσον ὀκτὼ ὁδὸς ἡμερῶν εὐζώνῳ ἀνδρί ἐστιν.

5.15.20αἴτιον δὲ ὅτι προϊοῦσα τῆς θαλάσσης ἐπιρροὴ ἐν δεξιᾷ ἐπὶ πλεῖστον ἐς ἀεὶ φέρεται. τούτου δὲ τοῦ κόλπου ἐντὸς πόλισμα πρῶτον Δρυοῦς οἰκεῖται, ὅπερ τανῦν Ὑδροῦς καλεῖται.

5.15.21τούτου ἐν δεξιᾷ μὲν Καλαβροίτε καὶ Ἀπούλιοι καὶ Σαμνῖταί εἰσι, καὶ αὐτῶν ἐχόμενοι Πικηνοὶ ἄχρι ἐς Ῥάβενναν πόλιν ᾤκηνται.

5.15.22ἐπὶ θάτερα δὲ Καλαβρῶντε μοῖρα λειπομένη ἐστὶ καὶ Βρίττιοίτε καὶ Λευκανοὶ, μεθ’οὓς Καμπανοὶ ἄχρι ἐς Ταρακίνην πόλιν οἰκοῦσιν, οὓς δὴ οἱ Ῥώμης ὅροι ἐκδέχονται.

5.15.23ταῦτα τὰ ἔθνη ἑκατέραςτε θαλάσσης τὴν ἠϊόνα καὶ τὰ ἐκείνῃ μεσόγεα ξύμπαντα ἔχουσιν. αὕτητέ ἐστιν μεγάλη Ἑλλὰς καλουμένη τὰ πρότερα. ἐν Βριττίοις γὰρ Λοκροίτέ εἰσιν οἱ Ἐπιζεφύριοι καὶ Κροτωνιᾶται καὶ Θούριοι.

5.15.24τοῦ δὲ κόλπου ἐκτὸς πρῶτοι μὲν Ἕλληνές εἰσιν, Ἠπειρῶται καλούμενοι, ἄχρι Ἐπιδάμνου πόλεως, ἥπερ ἐπιθαλασσία οἰκεῖται.

5.15.25καὶ ταύτης μὲν ἐχομένη Πρέκαλις χώρα ἐστὶ, μεθ’ἣν Δαλματία ἐπικαλεῖται, καὶ τῷ τῆς ἑσπερίας λελόγισται κράτει. τὸ δὲ ἐντεῦθεν Λιβουρνίατε καὶ Ἰστρία καὶ Βενετίων χώρα ἐστὶ μέχρι ἐς Ῥάβενναν πόλιν διήκουσα.

5.15.26οὗτοι μὲν ἐπιθαλάσσιοι ταύτῃ ᾤκηνται. ὕπερθεν δὲ αὐτῶν Σίσκιοίτε καὶ Σούαβοι (οὐχ οἱ Φράγγων κατήκοοι, ἀλλὰ παρὰ τούτοις ἕτεροι) χώραν τὴν μεσόγειον ἔχουσι.

5.15.27καὶ ὑπὲρ τούτους Καρνίοιτε καὶ Νωρικοὶ ἵδρυνται. τούτων δὲ Δᾶκαίτε καὶ Παννόνες ἐν δεξιᾷ οἰκοῦσιν, οἳ ἄλλατε χωρία καὶ Σιγγιδόνον καὶ Σίρμιον ἔχουσιν, ἄχρι ἐς ποταμὸν Ἴστρον διήκοντες.

5.15.28τούτων μὲν δὴ τῶν ἐθνῶν Γότθοι κόλπου τοῦ Ἰονίου ἐκτὸς κατ’ἀρχὰς τοῦδε τοῦ πολέμου ἦρχον, ὑπὲρ δὲ Ῥαβέννης πόλεως Πάδου τοῦ ποταμοῦ ἐν ἀριστερᾷ Λιγούριοι ᾤκηνται.

5.15.29καὶ αὐτῶν τὰ μὲν πρὸς βορρᾶν ἄνεμον Ἀλβανοὶ ἐν χώρᾳ ὑπερφυῶς ἀγαθῇ Λαγγούβιλλα καλουμένῃ οἰκοῦσι, τούτωντε ὕπερθεν ἔθνη τὰ Φράγγοις κατήκοά ἐστι, τὰ δὲ πρὸς ἑσπέραν Γάλλοιτε καὶ μετ’ἐκείνους Ἱσπανοὶ ἔχουσι.

5.15.30τοῦ δὲ Πάδου ἐν δεξιᾷ Αἰμιλίατέ ἐστι καὶ τὰ Τούσκων ἔθνη, ἄχρι καὶ ἐς τοὺς Ῥώμης ὅρους διήκοντα. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.

5.16

5.16.1Βελισάριος δὲ τὰ Ῥώμης ὅρια κύκλῳ ἅπαντα μέχρι ἐς ποταμὸν Τίβεριν καταλαβὼν ἐκρατύνατο. καὶ ἐπειδή οἱ ἅπαντα ὡς ἄριστα εἶχε, πολλοὺς τῶν αὑτοῦ ὑπασπιστῶν ξὺν δορυφόροις ἄλλοιςτε καὶ Ζαρτῆρι καὶ Χορσομάνῳ καὶ Αἰσχμάνῳ τοῖς Μασσαγέταις καὶ στρατιὰν ἄλλην Κωνσταντίνῳ ἔδωκεν, ἔςτε Τουσκίαν ἐκέλευεν ἰέναι, ἐφ’ παραστήσεται τὰ ἐκείνῃ χωρία.

5.16.2καὶ Βέσσαν ἐπήγγελλε καταλαβεῖν Ναρνίαν, πόλιν ἐχυρὰν μάλιστα ἐν Τούσκοις οὖσαν. δὲ Βέσσας οὗτος Γότθος μὲν ἦν γένος τῶν ἐκ παλαιοῦ ἐν Θρᾴκῃ ᾠκημένων, Θευδερίχῳτε οὐκ ἐπισπομένων, ἡνίκα ἐνθένδε ἐς Ἰταλίαν ἐπῆγε τὸν Γότθων λεὼν, δραστήριος δὲ καὶ ἀγαθὸς τὰ πολέμια.

5.16.3στρατηγόςτε γὰρ ἦν ἄριστος καὶ αὐτουργὸς δεξιός. καὶ Βέσσας μὲν οὔτι ἀκουσίων τῶν οἰκητόρων Ναρνίαν ἔσχε, Κωνσταντῖνος δὲ Σπολίτιόντε καὶ Περυσίαν καὶ ἄλλα ἄττα πολίσματα παρεστήσατο οὐδενὶ πόνῳ.

5.16.4ἐθελούσιοι γὰρ αὐτὸν ταῖς πόλεσι Τοῦσκοι ἐδέχοντο. φρουρὰν οὖν ἐν Σπολιτίῳ καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐν Περυσίᾳ τῇ Τούσκων πρώτῃ ἡσύχαζεν.

5.16.5Οὐίττιγις δὲ ταῦτα ἀκούσας στρατιάντε καὶ ἄρχοντας Οὐνίλαντε καὶ Πίσσαν ἐπ’αὐτοὺς ἔπεμπεν.

5.16.6οἷς Κωνσταντῖνος ὑπαντιάσας ἐν τῷ Περυσίας προαστείῳ ἐς χεῖρας ἦλθε. πλήθει δὲ τῶν βαρβάρων ὑπεραιρόντων ἀγχώμαλος μὲν τὰ πρῶτα ἐγεγόνει μάχη, μετὰ δὲ Ῥωμαῖοι τῇ σφῶν ἀρετῇ καθυπέρτεροι γεγενημένοι τοὺς πολεμίους ἐτρέψαντο, φεύγοντάςτε οὐδενὶ κόσμῳ σχεδόν τι ἅπαντας ἔκτεινον.

5.16.7καὶ ζῶντας ἑλόντες τοὺς τῶν πολεμίων ἄρχοντας παρὰ Βελισάριον ἔπεμψαν. ἐπεὶ δὲ ταῦτα Οὐίττιγις ἤκουσεν, ἡσυχάζειν ἐπὶ Ῥαβέννης οὐκέτι ἤθελεν, οὗ δὴ αὐτῷ Μαρκίαςτε καὶ οἱ ξὺν αὐτῷ οὔπω ἐκ Γαλλιῶν ἥκοντες ἐμπόδιοι ἦσαν.

5.16.8ἐς μὲν οὖν Δαλματίαν στρατιάντε πολλὴν καὶ ἄρχοντας Ἀσινάριόντε καὶ Οὐλιγίσαλον ἔπεμψεν, ἐφ’ Δαλματίαν τῇ Γότθων ἀρχῇ ἀνασώσονται.

5.16.9καὶ αὐτοῖς ἐπέστελλεν ἐκ τῶν ἀμφὶ Σουαβίαν χωρίων στράτευμα ἑταιρισαμένοις τῶν ταύτῃ βαρβάρων οὕτω δὴ εὐθὺ Δαλματίαςτε καὶ Σαλώνων ἰέναι.

5.16.10ξὺν αὐτοῖς δὲ καὶ μακρὰ πλοῖα πολλὰ ἔπεμψεν, ὅπως Σάλωνας κατὰ γῆντε καὶ θάλασσαν πολιορκεῖν οἷοίτε ὦσιν.

5.16.11αὐτὸς δὲ τῷ παντὶ στρατῷ ἐπὶ Βελισάριόντε καὶ Ῥώμην ἰέναι ἠπείγετο, ἱππέαςτε καὶ πεζοὺς οὐχ ἧσσον μυριάδας πεντεκαίδεκα ἐπαγόμενος, καὶ αὐτῶν τεθωρακισμένοι ξὺν τοῖς ἵπποις οἱ πλεῖστοι ἦσαν.

5.16.12Ἀσινάριος μὲν οὖν ἀμφὶ τὴν Σουαβίαν γενόμενος τὸ τῶν βαρβάρων στράτευμα ἤγειρε, μόνος δὲ Οὐλιγίσαλος Γότθοις ἐς Λιβουρνίαν ἡγήσατο.

5.16.13καὶ σφίσι Ῥωμαίων ἐν χωρίῳ Σκάρδωνι ἐς χεῖρας ἐλθόντων ἡσσηθέντες τῇ μάχῃ ἀνεχώρησαν ἐς Βοῦρνον πόλιν. ἐνταῦθάτε τὸν συνάρχοντα ἀνέμεινεν Οὐλιγίσαλος.

5.16.14Κωνσταντιανὸς δὲ, ἐπεὶ τὴν Ἀσιναρίου παρασκευὴν ἤκουσε, δείσας περὶ Σάλωσι, τοὺς στρατιώτας μετεπέμψατο, οἳ ξύμπαντα τὰ ἐκείνῃ φρούρια εἶχον.

5.16.15καὶ τάφροντε ἀμφὶ τὸν περίβολον ἅπαντα ὤρυσσε κύκλῳ καὶ τὰ ἄλλα ἐς τὴν πολιορκίαν ὡς ἄριστα ἐξηρτύετο. Ἀσινάριος δὲ πάμπολύ τι στράτευμα βαρβάρων ἀγείρας ἐς Βοῦρνον πόλιν ἀφίκετο.

5.16.16ἔνθα δὴ Οὐλιγισάλῳτε καὶ τῇ Γότθων στρατιᾷ ξυμμίξας ἐς Σάλωνας ἦλθε. καὶ χαράκωμα μὲν ἀμφὶ τὸν περίβολον ἐποιήσαντο, τὰ δὲ πλοῖα στρατιωτῶν ἐμπλησάμενοι τοῦ περιβόλου τὸ ἐπιθαλάσσιον μέρος ἐφρούρουν. οὕτωτε Σάλωνας κατὰ γῆντε καὶ κατὰ θάλασσαν ἐπολιόρκουν.

5.16.17Ῥωμαῖοι δὲ ταῖς τῶν πολεμίων ναυσὶν ἐξαπιναίως ἐπιθέμενοι ἐς φυγὴν τρέπουσι καὶ αὐτῶν πολλὰς μὲν αὐτοῖς ἀνδράσι καταδύουσι, πολλὰς δὲ ἀνδρῶν κενὰς εἷλον.

5.16.18οὐ μέντοι τὴν προσεδρείαν Γότθοι διέλυσαν, ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πόλει Ῥωμαίους κατὰ κράτος πολιορκοῦντες εἷρξαν. τὰ μὲν οὖν στρατόπεδα Ῥωμαίωντε καὶ Γότθων ἐν Δαλματίαις ἐφέρετο τῇδε.

5.16.19Οὐιττίγιδι δὲ πρὸς τῶν ἐπιχωρίων ἐκ Ῥώμης ἡκόντων ἀκούσαντι τὸ ξὺν Βελισαρίῳ στράτευμα βραχύτατον εἶναι, Ῥώμηςτε ὑποκεχωρηκότι μετέμελε καὶ μένειν ἐν τοῖς καθεστῶσιν οὐκέτι ἐδύνατο, ἀλλὰ θυμῷ ἤδη ἐχόμενος ἐπ’αὐτοὺς ᾔει.

5.16.20καί οἱ ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἱερέων ἐκ Ῥώμης ἥκων ἐνέτυχεν. οὗ δὴ ξὺν θορύβῳ πολλῷ πυθέσθαι φασὶν Οὐίττιγιν εἰ Βελισάριος ἔτι ἐν Ῥώμῃ εἴη, ἅτε δείσαντα μὴ οὐχὶ αὐτὸν καταλαμβάνειν οἷόςτε , ἀλλὰ φθάσῃ ἀποδρὰς ἐνθένδε · καὶ αὐτὸν εἰπεῖν ἥκιστά οἱ χρῆναι τοῦτο ἐν φροντίδι εἶναι.

5.16.21καὶ αὐτὸν γάρ οἱ ἀναδέχεσθαι μήποτε Βελισάριον δρασμῷ χρήσασθαι, ἀλλ’αὐτοῦ μένειν. καὶ τὸν ἔτι ἐπείγεσθαι μᾶλλον πρότερον, εὐξάμενον ἐκ τοῦ ἐμφανοῦς τὸ Ῥώμης θεάσασθαι τεῖχος πρότερον Βελισάριον ἐνθένδε ἀποδρᾶναι.

5.17

5.17.1Βελισάριος δὲ, ἐπεὶ Γότθους πανδημεὶ στρατεύεσθαι ἐπ’αὐτὸν ἤκουσε, διηπορεῖτο. οὔτε γὰρ τοὺς ἀμφὶ Κωνσταντῖνόντε καὶ Βέσσαν ἀπολείπεσθαι ἤθελεν, ἄλλωςτε καὶ ὀλίγης οἱ τῆς στρατιᾶς παντάπασιν οὔσης, καὶ τὰ ἐν Τούσκοις ἐκλιπεῖν ὀχυρώματα ἐδόκει οἱ ἀξύμφορον εἶναι, ὅπως δὴ μὴ ταῦτα ἐπὶ Ῥωμαίοις Γότθοι ἐπιτειχίσματα ἔχοιεν.

5.17.2λογισάμενος οὖν Κωνσταντίνῳτε καὶ Βέσσᾳ ἐπέστειλε φρουρὰν μὲν ἐν τοῖς ἀναγκαιοτάτοις τῶν ἐκείνῃ ἀπολιπεῖν χωρίων, ὅση δὴ φυλάσσειν αὐτὰ ἱκανὴ εἴη, αὐτοὺς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην κατὰ τάχος ἰέναι.

5.17.3καὶ Κωνσταντῖνος μὲν κατὰ ταῦτα ἐποίει. ἔντε γὰρ Περυσίᾳ καὶ Σπολιτίῳ φρουρὰν καταστησάμενος ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Ῥώμην ἀπήλαυνε.

5.17.4Βέσσα δὲ σχολαίτερον τὰ ἐν Ναρνίᾳ καθισταμένου ξυνέπεσε τὴν δίοδον ἐνθένδε ποιουμένων τῶν πολεμίων ἔμπλεα Γότθων τὰ ἐν τῷ προαστείῳ πεδία εἶναι.

5.17.5πρόδρομοι δὲ οὗτοι πρὸ τῆς ἄλλης στρατιᾶς ἦσαν · οἷς δὴ Βέσσας ἐς χεῖρας ἐλθὼν τούςτε κατ’αὐτὸν παρὰ δόξαν ἐτρέψατο καὶ πολλοὺς κτείνας, ἐπειδὴ τῷ πλήθει ἐβιάζετο, ἐς Ναρνίαν ἀνεχώρησεν.

5.17.6ἐνταῦθάτε φρουροὺς ἀπολιπὼν, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, ἐς Ῥώμην κατὰ τάχος ᾔει παρέσεσθαίτε ὅσον οὔπω τοὺς πολεμίους ἀπήγγελλε. Ῥώμης γὰρ Ναρνία πεντήκοντα καὶ τριακοσίοις σταδίοις διέχει.

5.17.7Οὐίττιγις δὲ Περυσίας μὲν καὶ Σπολιτίου ἀποπειρᾶσθαι ἥκιστα ἐνεχείρει. τὰ γὰρ χωρία ἐχυρὰ ὡς μάλιστά ἐστι, καὶ τρίβεσθαί οἱ τὸν χρόνον ἐνταῦθα οὐδαμῆ ἤθελε.

5.17.8μόνον γάρ οἱ ἐν ἐπιθυμίᾳ ἐγένετο Βελισάριον οὔπω ἀποδράντα ἐν Ῥώμῃ εὑρέσθαι. ἀλλὰ καὶ Ναρνίαν ἔχεσθαι πρὸς τῶν Ῥώμης πολεμίων μαθὼν οὐδὲν ἐνταῦθα κινεῖν ἤθελε, δυσπρόσοδόντε καὶ ἄλλως ἄναντες ὂν τὸ χωρίον εἰδώς.

5.17.9κεῖται μὲν γὰρ ἐν ὑψηλῷ ὄρει. ποταμὸς δὲ Νάρνος ἐς τὸν τοῦ ὄρους παραρρεῖ πρόποδα, ὃς καὶ τὴν ἐπωνυμίαν τῇ πόλει παρέσχεν. ἄνοδοίτε δύο ἐνταῦθα δὴ ἄγουσιν, μὲν πρὸς ἀνίσχοντα ἥλιον, δὲ πρὸς δύοντα.

5.17.10ταύταιν ἁτέρα μὲν στενοχωρίαν τινὰ δύσκολον ἐξ ἀποτόμων πετρῶν ἔλαχεν, ἐς δὲ τὴν ἑτέραν οὐκ ἔστιν ὅτι μὴ διὰ τῆς γεφύρας ἰέναι, τὸν ποταμὸν ἐπικαλύπτουσα διάβασιν ταύτῃ ἐργάζεται.

5.17.11ταύτην δὲ τὴν γέφυραν Καῖσαρ Αὔγουστος ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, θέαμα λόγου πολλοῦ ἄξιον. τῶν γὰρ κυρτωμάτων πάντων ὑψηλότατόν ἐστιν ὧν ἡμεῖς ἴσμεν.

5.17.12Οὐίττιγις οὖν οὐκ ἀναμείνας τὸν χρόνον σφίσιν ἐνταῦθα τρίβεσθαι κατὰ τάχος ἐνθένδε ἀπαλλαγεὶς τῷ παντὶ στρατῷ ἐπὶ Ῥώμην ᾔει, διὰ Σαβίνων τὴν πορείαν ποιούμενος.

5.17.13καὶ ἐπειδὴ Ῥώμης ἀγχοῦ ἐγένετο, σταδίοιςτε αὐτῆς οὐ μᾶλλον τέσσαρσι καὶ δέκα διεῖχε, Τιβέριδος τοῦ ποταμοῦ γεφύρᾳ ἐνέτυχεν.

5.17.14ἔνθα δὴ Βελισάριος ὀλίγῳ πρότερον πύργοντε δειμάμενος καὶ πύλας αὐτῷ ἐπιθέμενος στρατιωτῶν φρουρὰν κατεστήσατο, οὐχ ὅτι τοῖς πολεμίοις ταύτῃ μόνον Τίβερις διαβατὸς ἦν (νῆέςτε γὰρ καὶ γέφυραι πολλαχόσε τοῦ ποταμοῦ τυγχάνουσιν οὖσαι), ἀλλ’ὅτι πλείονα χρόνον ἐν τῇ πορείᾳ τοῖς ἐναντίοις τρίβεσθαι ἤθελε, στράτευμάτε ἄλλο ἐκ βασιλέως καραδοκῶν, καὶ ὅπως ἔτι μᾶλλον Ῥωμαῖοι τὰ ἐπιτήδεια ἐσκομίζωνται.

5.17.15ἤντε γὰρ ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι διαβαίνειν ἐγχειρήσωσιν ἐπὶ γεφύρας ἑτέρωθί πη οὔσης, οὐχ ἧσσον εἴκοσιν ἡμέρας δαπανᾶσθαι σφίσιν ἐνόμιζε, καὶ πλοῖα βουλομένοις ἐς Τίβεριν κατασπάσαι τοσαῦτα τὸ πλῆθος πλείω αὐτοῖς, ὡς τὸ εἰκὸς, τετρίψεσθαι χρόνον.

5.17.16 δὴ ἐν νῷ ἔχων τὴν τῇδε φρουρὰν κατεστήσατο · ἔνθα οἱ Γότθοι ἐκείνῃ τῇ ἡμέρᾳ ηὐλίσαντο, ἀπορούμενοίτε καὶ πολεμητέα ἔσεσθαι σφίσιν ἐς τὸν πύργον τῇ ὑστεραίᾳ οἰόμενοι.

5.17.17ἦλθον δὲ αὐτοῖς αὐτόμολοι δύο καὶ εἴκοσι, βάρβαροι μὲν γένος, στρατιῶται δὲ Ῥωμαῖοι, ἐκ καταλόγου ἱππικοῦ, οὗπερ Ἰννοκέντιος ἦρχεν.

5.17.18ἔννοια δὲ τότε Βελισαρίῳ ἐγένετο ἀμφὶ Τίβεριν ποταμὸν ἐνστρατοπεδεύσασθαι, ὅπως δὴ τῇτε διαβάσει τῶν πολεμίων ἔτι μᾶλλον ἐμπόδιοι γένωνται καὶ θάρσους τοῦ σφετέρου ἐπίδειξίν τινα ἐς τοὺς ἐναντίους ποιήσωνται.

5.17.19στρατιῶται μέντοι ὅσοι φρουρὰν, ὥσπερ ἐρρήθη, ἐν τῇ γεφύρᾳ εἶχον, καταπεπληγμένοι τὸν Γότθων ὅμιλον καὶ τοῦ κινδύνου κατωρρωδηκότες τὸ μέγεθος, νύκτωρ τὸν πύργον ἐκλιπόντες, ὅνπερ ἐφύλασσον, ἐς φυγὴν ὥρμηντο.

5.17.20ἐς Ῥώμην δὲ σφίσιν οὐκ οἰόμενοι εἰσιτητὰ εἶναι ἐπὶ Καμπανίας λάθρα ἐχώρησαν, τὴν ἐκ τοῦ στρατηγοῦ κόλασιν δείσαντες, τοὺς ἑταίρους ἐρυθριῶντες.

5.18

5.18.1τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ οἱ μὲν Γότθοι τὰς τοῦ πύργου πύλας πόνῳ οὐδενὶ διαφθείραντες τὴν διάβασιν ἐποιήσαντο, οὐδενὸς σφίσιν ἐμποδὼν ἱσταμένου.

5.18.2Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἀμφὶ τῇ φρουρᾷ ξυμπεσόντων ἱππέας χιλίους ἐπαγόμενος ἐς τοῦ ποταμοῦ τὴν γέφυραν ᾔει, τὸν χῶρον ἐπισκεψόμενος οὗπερ ἂν σφίσιν ἐνστρατοπεδεύσασθαι ἄμεινον εἴη.

5.18.3καὶ ἐπειδὴ ἐγγυτέρω ἐγένοντο, ἐντυγχάνουσι τοῖς πολεμίοις ἤδη τὸν ποταμὸν διαβᾶσιν, ἐς χεῖράςτε αὐτῶν τισιν οὔτι ἐθελούσιοι ἦλθον. ἐξ ἱππέων δὲ ξυνίστατο ξυμβολὴ ἑκατέρωθεν.

5.18.4τότε Βελισάριος, καίπερ ἀσφαλὴς τὰ πρότερα ὢν, οὐκέτι τοῦ στρατηγοῦ τὴν τάξιν ἐφύλασσεν, ἀλλ’ἐν τοῖς πρώτοις ἅτε στρατιώτης ἐμάχετο.

5.18.5καὶ ἀπ’αὐτοῦ τὰ Ῥωμαίων πράγματα ξυνέβη ἐς κίνδυνον πολὺν ἐκπεπτωκέναι. ἐπεὶ ξύμπασα τοῦ πολέμου ῥοπὴ ἐπ’αὐτῷ ἔκειτο.

5.18.6ἔτυχε δὲ ἵππῳ τηνικαῦτα ὀχούμενος, πολέμωντε λίαν ἐμπείρῳ καὶ διασώσασθαι τὸν ἐπιβάτην ἐπισταμένῳ, ὃς δὴ ὅλον μὲν τὸ σῶμα φαιὸς ἦν, τὸ μέτωπον δὲ ἅπαν ἐκ κεφαλῆς μέχρι ἐς ῥῖνας λευκὸς μάλιστα. τοῦτον Ἕλληνες μὲν φαλιὸν, βάρβαροι δὲ βάλαν καλοῦσι. καὶ ξυνέπεσε Γότθων τοὺς πλείστους βάλλειν ἐπ’αὐτόντε καὶ Βελισάριον τάτε ἀκόντια καὶ τὰ ἄλλα βέλη ἐξ αἰτίας τοιᾶσδε.

5.18.7αὐτόμολοι ὅσοι τῇ προτεραίᾳ ἐς Γότθους ἧκον, ἐπεὶ ἐν τοῖς πρώτοις μαχόμενον Βελισάριον εἶδον, ἐπιστάμενοι ὡς, ἢν αὐτὸς πέσῃ, διαφθαρήσεται Ῥωμαίοις αὐτίκα δὴ μάλα τὰ πράγματα, κραυγῇ ἐχρῶντο, βάλλειν ἐγκελευόμενοι ἐς ἵππον τὸν βάλαν.

5.18.8καὶ ἀπ’αὐτοῦ ἐς τὴν Γότθων στρατιὰν ξύμπασαν οὗτος δὴ περιφερόμενος λόγος ἦλθε, ζήτησιν μέντοι αὐτοῦ ἅτε ἐν θορύβῳ μεγάλῳ ἥκιστα ἐποιήσαντο, οὐ δὲ ὅτι ἐς Βελισάριον ἔφερε σαφῶς ἔγνωσαν.

5.18.9ἀλλὰ ξυμβάλλοντες οὐκ εἰκῆ τὸν λόγον ἐπιπολάζοντα ὡς πάντας ἰέναι, τῶν ἄλλων ἀφέμενοι πάντων, οἱ πλεῖστοι ἐπὶ Βελισάριον ἔβαλλον.

5.18.10ἤδη δὲ αὐτῶν καὶ φιλοτιμίᾳ μεγάλῃ ἐχόμενοι, ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ὡς ἀγχοτάτω παραγενόμενοι, ἅπτεσθαίτε αὐτοῦ ἐνεχείρουν καὶ τοῖς δόρασι καὶ τοῖς ξίφεσι θυμῷ πολλῷ ἐχόμενοι ἔπαιον.

5.18.11Βελισάριος δὲ αὐτόςτε ἐπιστροφάδην τοὺς ἀεὶ ὑπαντιάζοντας ἔκτεινε καὶ τῶν αὑτοῦ δορυφόρωντε καὶ ὑπασπιστῶν τῆς εἰς αὐτὸν εὐνοίας ὡς μάλιστα δὴ ἐν τούτῳ τῷ κινδύνῳ ἀπήλαυσε.

5.18.12γενόμενοι γὰρ ἀμφ’αὐτὸν ἅπαντες ἀρετὴν ἐπεδείξαντο οἵαν πρὸς οὐδενὸς ἀνθρώπων ἐς τήνδε τὴν ἡμέραν δεδηλῶσθαι οἶμαι.

5.18.13τὰς γὰρ ἀσπίδας τοῦτε στρατηγοῦ καὶ τοῦ ἵππου προβεβλημένοι, τάτε βέλη πάντα ἐδέχοντο καὶ τοὺς ἀεὶ ἐπιόντας ὠθισμῷ χρώμενοι ἀπεκρούοντο. οὕτωτε ξυμβολὴ πᾶσα ἐς σῶμα ἑνὸς ἀπεκρίθη ἀνδρός.

5.18.14ἐν τούτῳ τῷ πόνῳ πίπτουσι μὲν Γότθοι οὐχ ἥσσους χίλιοι, καὶ αὐτοὶ ἄνδρες οἳ ἐν τοῖς πρώτοις ἐμάχοντο, θνήσκουσι δὲ τῆς Βελισαρίου οἰκίας πολλοίτε καὶ ἄριστοι, καὶ Μαξέντιος δορυφόρος, ἔργα μεγάλα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.

5.18.15Βελισαρίῳ δὲ ξυνέβη τις τύχη ἐκείνῃ τῇ ἡμέρᾳ, μήτε τετρῶσθαι μήτε βεβλῆσθαι, καίπερ ἀμφ’αὐτῷ μόνῳ γενομένης τῆς μάχης.

5.18.16τέλος δὲ ἀρετῇ τῇ σφετέρᾳ Ῥωμαῖοι τοὺς πολεμίους ἐτρέψαντο, ἔφευγέτε πάμπολύ τι βαρβάρων πλῆθος, ἕως ἐς στρατόπεδον τὸ αὐτῶν ἵκοντο. ἐνταῦθα γὰρ οἱ Γότθων πεζοὶ ἅτε ἀκμῆτες ὄντες ὑπέστησάντε τοὺς πολεμίους καὶ πόνῳ οὐδενὶ ἀπεώσαντο.

5.18.17βεβοηθηκότωντε αὖθις ἱππέων ἑτέρων κατὰ κράτος Ῥωμαῖοι ἔφυγον, ἕως ἀναβάντες ἔς τι γεώλοφον ἔστησαν. καταλαβόντωντε σφᾶς βαρβάρων ἱππέων, αὖθις ἱππομαχία ἐγένετο.

5.18.18ἔνθα δὴ Βαλεντῖνος, Φωτίου τοῦ Ἀντωνίνης παιδὸς ἱπποκόμος, ἀρετῆς δήλωσιν ὡς μάλιστα ἐποιήσατο. μόνος γὰρ ἐσπηδήσας ἐς τῶν πολεμίων τὸν ὅμιλον ἐμπόδιόςτε τῇ Γότθων ὁρμῇ ἐγεγόνει καὶ τοὺς ξὺν αὑτῷ διεσώσατο.

5.18.19οὕτωτε διαφυγόντες ἐς τὸν Ῥώμης περίβολον ἦλθον, διώκοντέςτε οἱ βάρβαροι ἄχρι ἐς τὸ τεῖχος ἐνέκειντο ἀμφὶ τὴν πύλην Σαλαρία ὠνόμασται.

5.18.20δείσαντες δὲ Ῥωμαῖοι μὴ τοῖς φεύγουσιν οἱ πολέμιοι ξυνεισβαλόντες τοῦ περιβόλου ἐντὸς γένωνται, ἀνακλίνειν τὰς πύλας ἥκιστα ἤθελον, καίπερ Βελισαρίου πολλάτε σφίσιν ἐγκελευομένου καὶ ξὺν ἀπειλῇ ἀναβοῶντος.

5.18.21οὔτε γὰρ τὸν ἄνδρα οἱ ἐκ τοῦ πύργου διακύπτοντες ἐπιγινώσκειν οἷοίτε ἦσαν, ἐπεί οἱ τότε πρόσωπον καὶ κεφαλὴ ξύμπασα λύθρῳτε καὶ κονιορτῷ ἐκαλύπτετο, ἅμα δὲ οὐ δὲ καθορᾶν τις ἀκριβῶς εἶχεν.

5.18.22ἦν γὰρ τῆς ἡμέρας ἀμφὶ ἡλίου δύσιν. οὐ μὴν οὐ δὲ περιεῖναι τὸν στρατηγὸν Ῥωμαῖοι ᾤοντο. ὅσοι γὰρ ἐν τῇ πρότερον γενομένῃ τροπῇ φεύγοντες ἧκον, τεθνάναι Βελισάριον ἐν τοῖς πρώτοις ἀριστεύοντα ἤγγελλον.

5.18.23 μὲν οὖν ὅμιλος τῶν πολεμίων ῥεύσαςτε πολὺς καὶ θυμῷ μεγάλῳ ἐχόμενος, τήντε τάφρον εὐθὺς διαβῆναι καὶ τοῖς φεύγουσιν ἐνταῦθα ἐπιθέσθαι διενοοῦντο.

5.18.24Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος ἀθρόοι τῆς τάφρου ἐντὸς γεγενημένοι ἐν χρῷτε ξυνιόντες ἀλλήλοις ἐς ὀλίγον συνήγοντο.

5.18.25οἱ μέντοι τοῦ περιβόλου ἐντὸς ἅτε ἀστρατήγητοίτε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ περὶ σφίσιτε αὐτοῖς καὶ τῇ πόλει πεφοβημένοι, ἀμύνειν τοῖς σφετέροις, καίπερ ἐς τοσοῦτον κινδύνου ἐλθοῦσιν, οὐδαμῆ εἶχον.

5.18.26τότε Βελισάριον ἔννοιάτε καὶ τόλμα εἰσῆλθεν, Ῥωμαίοις ἐκ τοῦ ἀπροσδοκήτου τὰ πράγματα διεσώσατο. ἐγκελευσάμενος γὰρ τοῖς ξὺν αὑτῷ πᾶσιν ἐξαπιναίως τοῖς ἐναντίοις ἐνέπεσεν.

5.18.27οἱ δὲ καὶ πρότερον ἀκοσμίᾳ πολλῇ ἅτε ἐν σκότῳ καὶ διώξει χρώμενοι, ἐπεὶ σφίσιν ἐπιόντας παρὰ δόξαν τοὺς φεύγοντας εἶδον, ὑποτοπήσαντες καὶ ἄλλο βεβοηθηκέναι ἐκ τῆς πόλεως στράτευμα, ἐς φόβοντε πολὺν ἀπ’αὐτοῦ καταστάντες κατὰ κράτος ἤδη ἅπαντες ἔφευγον.

5.18.28Βελισάριος δὲ ἥκιστα ἐκπεσὼν ἐς τὴν δίωξιν αὐτίκα ἐς τὸ τεῖχος ἀνέστρεψεν. οὕτωτε Ῥωμαῖοι θαρσήσαντες αὐτόντε καὶ τοὺς ἀμφ’αὐτὸν ἅπαντας τῇ πόλει ἐδέξαντο.

5.18.29παρὰ τοσοῦτον μὲν κινδύνου Βελισάριόςτε καὶ τὰ βασιλέως πράγματα ἦλθεν, τε μάχη πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἠρίστευσαν δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν Βελισάριος, Γότθων δὲ Οὐίσανδος Βανδαλάριος, ὃς, ἡνίκα μάχη ἀμφὶ Βελισαρίῳ ἐγένετο, ἐπειδὴ αὐτῷ τὰ πρῶτα ἐπέπεσεν, οὐ πρότερον ἀπέστη ἕως τρισκαίδεκα πληγὰς λαβὼν τῷ σώματι ἔπεσε.

5.18.30δόξας δὲ αὐτίκα τεθνάναι, ἠμελήθητε πρὸς τῶν ἑταίρων, καίπερ νενικηκότων, καὶ ξὺν τοῖς νεκροῖς αὐτοῦ ἔκειτο.

5.18.31τρίτῃ δὲ ἡμέρᾳ ἐπειδὴ στρατοπεδευσάμενοι ἄγχιστα τοῦ Ῥώμης περιβόλου οἱ βάρβαροι ἔπεμψάν τινας ἐφ’ νεκρούςτε τοὺς σφετέρους θάψουσι καὶ τὰ νόμιμα ἐπὶ ὁσίᾳ τῇ ἐκείνων ποιήσονται, οἱ τὰ σώματα τῶν κειμένων διερευνώμενοι Οὐίσανδον Βανδαλάριον ἔτι ἔμπνουν εὑρίσκουσι, καὶ αὐτὸν τῶν τις ἑταίρων φωνήν τινά οἱ ἀφεῖναι ἠξίου.

5.18.32 δὲ, οὐ δὲ γὰρ ἐδύνατο, ἐπεί οἱ τὰ ἐντὸς τῷτε λιμῷ καὶ τῷ ἐκ τῆς ἄλλης κακοπαθείας αὐχμῷ λίαν ἐκάετο, ὕδωρ οἱ ἔνευεν ἐς τὸ στόμα ἐμβάλλεσθαι. πιόντατε αὐτὸν καὶ ἐν αὑτῷ γεγονότα ἀράμενοι ἐς τὸ στρατόπεδον ἤνεγκαν.

5.18.33μέγατε ὄνομα Οὐίσανδος Βανδαλάριος ἐκ τοῦ ἔργου τούτου ἐν Γότθοις ἔσχε, καὶ τὰ μάλιστα εὐδοκιμῶν πάμπολύν τινα ἐπεβίω χρόνον. ταῦτα μὲν οὖν τρίτῃ ἀπὸ τῆς μάχης ἡμέρᾳ γεγενῆσθαι ξυνέπεσε.

5.18.34τότε δὲ Βελισάριος ἐπεὶ ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς ἑπομένοις ἐγένετο, στρατιώταςτε καὶ τὸν Ῥωμαίων δῆμον σχεδόν τι ἅπαντα ἐς τὸ τεῖχος ἀγείρας, πυράτε πολλὰ καίειν καὶ τὴν νύκτα ὅλην ἐγρηγορέναι ἐκέλευε. καὶ τὸν περίβολον περιιὼν κύκλῳ τάτε ἄλλα διεῖπε καὶ πύλῃ ἑκάστῃ τῶν τινα ἀρχόντων ἐπέστησε.

5.18.35Βέσσας δὲ, ὃς ἐν πύλῃ τῇ καλουμένῃ Πραινεστίνῃ φυλακὴν ἔσχεν, ἄγγελον παρὰ Βελισάριον πέμψας ἐκέλευε λέγειν ἔχεσθαι πρὸς τῶν πολεμίων τὴν πόλιν, δι’ἄλλης πύλης ἐμβεβληκότων, ὑπὲρ ποταμὸν Τίβερίν ἐστι Παγκρατίου ἀνδρὸς ἁγίου ἐπώνυμος οὖσα.

5.18.36ταῦτα ἀκούσαντες ὅσοι ἀμφὶ Βελισάριον ἦσαν, σώζεσθαι ὅτι τάχιστα διὰ πύλης ἑτέρας παρῄνουν. αὐτὸς μέντοι οὔτε κατωρρώδησεν, οὔτε τὸν λόγον ὑγιᾶ ἰσχυρίζετο εἶναι.

5.18.37ἔπεμψε δὲ καὶ τῶν ἱππέων τινὰς ὑπὲρ ποταμὸν Τίβεριν κατὰ τάχος, οἳ τὰ ἐκείνῃ ἐπισκεψάμενοι οὐδὲν πολέμιον τῇ πόλει ἐνταῦθα ξυμβῆναι ἀπήγγελλον.

5.18.38πέμψας οὖν εὐθὺς ἐς πύλην ἑκάστην ἄρχουσι τοῖς πανταχῆ οὖσιν ἐπέστελλεν ὥστε, ἐπειδὰν τοὺς πολεμίους ἀκούσωσι κατ’ἄλλην τινὰ τοῦ περιβόλου ἐσβεβληκέναι μοῖραν, μήτε ἀμύνειν μήτε φυλακὴν τὴν σφετέραν ἐκλιπεῖν, ἀλλ’ἡσυχῆ μένειν · αὐτῷ γὰρ ὑπὲρ τούτων μελήσειν.

5.18.39ἔπρασσε δὲ ταῦτα, ὅπως μὴ ἐκ φήμης οὐκ ἀληθοῦς ἐς ταραχὴν αὖθις καθιστῶνται. Οὐίττιγις δὲ, Ῥωμαίων ἔτι ἐν θορύβῳ πολλῷ καθεστώτων, ἐς πύλην Σαλαρίαν τῶν τινα ἀρχόντων, Οὔακιν ὄνομα, ἔπεμψεν, οὐκ ἀφανῆ ἄνδρα.

5.18.40ὃς ἐνταῦθα ἐλθὼν καὶ Ῥωμαίους τῆς ἐς Γότθους ἀπιστίας κακίσας τὴν προδοσίαν ὠνείδιζεν, ἣν αὐτοὺς ἐπίτε τῇ πατρίδι πεποιῆσθαι καὶ σφίσιν αὐτοῖς ἔλεγεν, οἳ τῆς Γότθων δυνάμεως Γραικοὺς τοὺς σφίσιν οὐχ οἵουςτε ἀμύνειν ὄντας ἠλλάξαντο, ἐξ ὧν τὰ πρότερα οὐδένα ἐς Ἰταλίαν ἥκοντα εἶδον, ὅτι μὴ τραγῳδούςτε καὶ μίμους καὶ ναύτας λωποδύτας.

5.18.41ταῦτάτε καὶ πολλὰ τοιαῦτα Οὔακις εἰπὼν, ἐπεί οἱ οὐδεὶς ἀπεκρίνατο, ἐς Γότθουςτε καὶ Οὐίττιγιν ἀνεχώρησε.

5.18.42Βελισάριος δὲ γέλωτα πολὺν πρὸς Ῥωμαίων ὦφλεν, ἐπεὶ μόλις τοὺς πολεμίους διαφυγὼν θαρσεῖντε ἤδη καὶ περιφρονεῖν τῶν βαρβάρων ἐκέλευεν. εὖ γὰρ εἰδέναι ὡς κατὰ κράτος αὐτοὺς νικήσει. ὅπως δὲ τοῦτο καταμαθὼν ἔγνω, ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται.

5.18.43ἐπεὶ δὲ πόρρω ἦν τῶν νυκτῶν, νῆστιν ἔτι Βελισάριον ὄντα τε γυνὴ καὶ τῶν ἐπιτηδείων ὅσοι παρῆσαν ἄρτου βραχέος κομιδῆ γεύσασθαι μόλις ἠνάγκασαν. ταύτην μὲν οὖν τὴν νύκτα οὕτως ἑκάτεροι διενυκτέρευσαν.

5.19

5.19.1τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Γότθοι μὲν Ῥώμην πολιορκίᾳ ἑλεῖν διὰ μέγεθος τῆς πόλεως οὐδενὶ πόνῳ οἰόμενοι, Ῥωμαῖοι δὲ αὐτῆς ἀμυνόμενοι ἐτάξαντο ὧδε. ἔχει μὲν τῆς πόλεως περίβολος δὶς ἑπτὰ πύλας καὶ πυλίδας τινάς.

5.19.2Γότθοι δὲ οὐχ οἷοίτε ὄντες ὅλῳ τῷ στρατοπέδῳ τὸ τεῖχος περιλαβέσθαι κύκλῳ, ἓξ ποιησάμενοι χαρακώματα πέντε πυλῶν χῶρον ἠνώχλουν, ἐκ τῆς Φλαμινίας ἄχρι ἐς τὴν καλουμένην Πραινεστίναν · ταῦτάτε αὐτοῖς τὰ χαρακώματα ξύμπαντα ἐντὸς Τιβέριδος τοῦ ποταμοῦ ἐπεποίητο.

5.19.3δείσαντες οὖν οἱ βάρβαροι μὴ τὴν γέφυραν διαφθείραντες οἱ πολέμιοι, Μολιβίου ἐπώνυμός ἐστιν, ἄβατα σφίσι ποιήσωνται ἅπαντα ὅσα ἐκτὸς τοῦ ποταμοῦ ἐστι διήκοντα μέχρι ἐς θάλασσαν, καὶ ἀπ’αὐτοῦ αἴσθησιν τῶν ἐν πολιορκίᾳ κακῶν ἥκιστα ἔχοιεν, χαράκωμα ἕβδομον Τιβέριδος ἐκτὸς ἐν Νέρωνος πεδίοις ἐπήξαντο, ὅπως σφίσιν γέφυρα τῶν στρατοπέδων ἐν μέσῳ εἴη.

5.19.4διὸ δὴ ἄλλας δύο τῆς πόλεως πύλας ἐνοχλεῖσθαι πρὸς τῶν πολεμίων ξυνέβαινε, τήντε Αὐρηλίαν ( νῦν Πέτρου τοῦ τῶν Χριστοῦ ἀποστόλων κορυφαίου ἅτε που πλησίον κειμένου ἐπώνυμός ἐστι) καὶ τὴν ὑπὲρ ποταμὸν Τίβεριν.

5.19.5οὕτωτε Γότθοι τῷ μὲν στρατοπέδῳ τὴν ἡμίσειαν μάλιστα περιεβάλλοντο τοῦ τείχους μοῖραν, ἅτε δὲ τῷ ποταμῷ οὐδαμῆ τὸ παράπαν εἰργόμενοι, ἐς ἅπαντα τὸν περίβολον κύκλῳ, ἡνίκα ἐβούλοντο, τῷ πολέμῳ ᾔεσαν.

5.19.6ὅντινα δὲ τρόπον Ῥωμαῖοι τοῦ ποταμοῦ ἐφ’ἑκάτερα τὸ τῆς πόλεως τεῖχος ἐδείμαντο ἐρῶν ἔρχομαι. πάλαι μὲν Τίβερις παραρρέων ἐπὶ πλεῖστον τοῦ περιβόλου ἐφέρετο τῇδε.

5.19.7 δὲ χῶρος οὗτος, ἐφ’οὗ περίβολος κατὰ τὸν ῥοῦν τοῦ ποταμοῦ ἀνέχει, ὕπτιόςτε καὶ λίαν εὐέφοδός ἐστι.

5.19.8τούτουτε ἀντικρὺ τοῦ χώρου, ἐκτὸς τοῦ Τιβέριδος, λόφον τινὰ μέγαν ξυμβαίνει εἶναι, ἔνθα δὴ οἱ τῆς πόλεως μύλωνες ἐκ παλαιοῦ πάντες πεποίηνται, ἅτε ὕδατος ἐνταῦθα πολλοῦ διὰ μὲν ὀχετοῦ ἀγομένου ἐς τὴν τοῦ λόφου ὑπερβολὴν, ἐς τὸ κάταντες δὲ ξὺν ῥύμῃ μεγάλῃ ἐνθένδε ἰόντος.

5.19.9διὸ δὴ οἱ πάλαι Ῥωμαῖοι τόντε λόφον καὶ τὴν κατ’αὐτὸν τοῦ ποταμοῦ ὄχθην τείχει περιβαλεῖν ἔγνωσαν, ὡς μήποτε τοῖς πολεμίοις δυνατὰ εἴη τούςτε μύλωνας διαφθεῖραι καὶ τὸν ποταμὸν διαβᾶσιν εὐπετῶς τῷ τῆς πόλεως περιβόλῳ ἐπιβουλεύειν.

5.19.10ζεύξαντες οὖν ταύτῃ τὸν ποταμὸν γεφύρᾳ, ξυνάπτειντε τὸ τεῖχος ἔδοξαν καὶ οἰκίας συχνὰς ἐν χωρίῳ τῷ ἀντιπέρας δειμάμενοι μέσον τῆς πόλεως τὸ τοῦ Τιβέριδος πεποίηνται ῥεῦμα. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε.

5.19.11Γότθοι δὲ τάφρουςτε βαθείας ἀμφὶ τὰ χαρακώματα ξύμπαντα ὤρυξαν, καὶ τὸν χοῦν, ὃν ἐνθένδε ἀφείλοντο, ξυννήσαντες ὑπὲρ τοίχου τοῦ ἔνδον, ὑψηλόντε αὐτὸν ὡς μάλιστα ποιησάμενοι καὶ σκολόπων ὀξέων καθύπερθεν πάμπολύ τι χρῆμα πηξάμενοι, οὐδέν τι καταδεέστερον τῶν ἐν τοῖς φρουρίοις ὀχυρωμάτων τὰ στρατόπεδα πάντα εἰργάσαντο.

5.19.12καὶ χαρακώματος μὲν τοῦ ἐν Νέρωνος πεδίῳ Μαρκίας ἦρχεν (ἤδη γὰρ ἐκ Γαλλιῶν ξὺν τοῖς ἑπομένοις ἀφῖκτο, ξὺν οἷς ἐνταῦθα ἐστρατοπέδευσε), τῶν δὲ δὴ ἄλλων Οὐίττιγις ἡγεῖτο ἕκτος αὐτός. ἄρχων γὰρ ἦν εἷς κατὰ χαράκωμα ἕκαστον.

5.19.13Γότθοι μὲν οὖν οὕτω ταξάμενοι διεῖλον τοὺς ὀχετοὺς ἅπαντας, ὅπως δὴ ὕδωρ ὡς ἥκιστα ἐς τὴν πόλιν ἐνθένδε εἰσίοι. Ῥώμης δὲ ὀχετοὶ τεσσαρεσκαίδεκα μὲν τὸ πλῆθός εἰσιν, ἐκ πλίνθου δὲ ὠπτημένης τοῖς πάλαι ἀνθρώποις πεποίηνται, ἐς τοσοῦτον εὔρους καὶ βάθους διήκοντες ὥστε ἀνθρώπῳ ἵππῳ ὀχουμένῳ ἐνταῦθα ἱππεύειν δυνατὰ εἶναι.

5.19.14Βελισάριος δὲ τὰ ἐς τὴν φυλακὴν τῆς πόλεως διεκόσμει ὧδε. πυλίδα μὲν αὐτὸς τὴν Πιγκιανὴν καὶ πύλην τὴν ταύτης ἐν δεξιᾷ εἶχεν, Σαλαρία ὠνόμασται.

5.19.15κατὰ ταύτας γὰρ ἐπίμαχος ἦν περίβολος καὶ Ῥωμαίοις ἐξιτητὰ ἐπὶ τοὺς πολεμίους ὄντα ἐτύγχανε. Πραινεστίναν δὲ Βέσσᾳ ἔδωκε.

5.19.16καὶ τῇ Φλαμινίᾳ, Πιγκιανῆς ἐπὶ θάτερά ἐστι, Κωνσταντῖνον ἐπέστησε, τάςτε πύλας ἐπιθεὶς πρότερον, καὶ λίθων μεγάλων οἰκοδομίᾳ ἔνδοθεν αὐτὰς ἀποφράξας ὡς μάλιστα, ὅπως δὴ αὐτὰς μηδενὶ ἀνακλίνειν δυνατὰ εἴη.

5.19.17τῶν γὰρ χαρακωμάτων ἑνὸς ἀγχοτάτω ὄντος ἔδεισε μή τις ἐπὶ τῇ πόλει ἐνέδρα πρὸς τῶν πολεμίων ἐνταῦθα ἔσται.

5.19.18τὰς δὲ λειπομένας τῶν πεζικῶν καταλόγων τοὺς ἄρχοντας διαφυλάσσειν ἐκέλευε. τῶντε ὀχετῶν ἕκαστον ὡς ἀσφαλέστατα οἰκοδομίᾳ ἐπὶ πλεῖστον κατέλαβε, μή τις ἔξωθεν κακουργήσων ἐνταῦθα ἴοι.

5.19.19ἐπεὶ δὲ τῶν ὀχετῶν, καθάπερ μοι εἴρηται, διαιρεθέντων οὐκέτι τὰς μύλας τὸ ὕδωρ ἐνήργει, ζῴοιςτέ τισιν ἐργάζεσθαι αὐτὰς οὐδαμῆ εἶχον, τροφῆς ἁπάσης ἅτε ἐν πολιορκίᾳ σπανίζοντες, οἵ γε καὶ ἵππων μόλις τῶν σφίσιν ἀναγκαίων ἐδύναντο ἐπιμελεῖσθαι, Βελισάριος ἐξεῦρε τόδε.

5.19.20ἔμπροσθεν τῆς γεφύρας, ἧς ἄρτι πρὸς τῷ περιβόλῳ οὔσης ἐμνήσθην, σχοίνους ἀρτήσας ἐξ ἑκατέρας τοῦ ποταμοῦ ὄχθης ὡς ἄριστα ἐντεταμένας, ταύταιςτε λέμβους δύο παρ’ἀλλήλους ξυνδήσας, πόδας δύο ἀπ’ἀλλήλων διέχοντας, μάλιστα τῶν ὑδάτων ἐπιρροὴ ἐκ τοῦ τῆς γεφύρας κυρτώματος ἀκμάζουσα κατῄει, μύλαςτε δύο ἐν λέμβῳ ἑκατέρῳ ἐνθέμενος ἐς τὸ μεταξὺ τὴν μηχανὴν ἀπεκρέμασεν, τὰς μύλας στρέφειν εἰώθει.

5.19.21ἐπέκεινα δὲ ἄλλαςτε ἀκάτους ἐχομένας τῶν ἀεὶ ὄπισθεν κατὰ λόγον ἐδέσμευε, καὶ τὰς μηχανὰς τρόπῳ τῷ αὐτῷ ἐπὶ πλεῖστον ἐνέβαλε.

5.19.22προϊούσης οὖν τῆς τοῦ ὕδατος ῥύμης αἱ μηχαναὶ ἐφεξῆς ἅπασαι ἐφ’ἑαυτὰς καλινδούμεναι ἐνήργουντε τὰς κατ’αὐτὰς μύλας καὶ τῇ πόλει τὰ αὐτάρκη ἤλουν. δὴ οἱ πολέμιοι πρὸς τῶν αὐτομόλων γνόντες ἀφανίζουσι τὰς μηχανὰς τρόπῳ τοιῷδε.

5.19.23δένδρα μεγάλα καὶ σώματα Ῥωμαίων νεοσφαγῆ ἐς τὸν ποταμὸν συμφοροῦντες ἐρρίπτουν.

5.19.24τούτωντε τὰ πλεῖστα ξὺν τῷ ῥεύματι ἐς μέσα τὰ σκάφη φερόμενα τὴν μηχανὴν ἀπεκαύλιζε. Βελισάριος δὲ κατιδὼν τὰ ποιούμενα προσεπετεχνήσατο τάδε.

5.19.25ἁλύσεις μακρὰς σιδηρᾶς πρὸ τῆς γεφύρας ἤρτησεν, ἐξικνουμένας ἐς Τίβεριν ὅλον. αἷς δὴ προσπίπτοντα ξύμπαντα, ὅσα ποταμὸς ἔφερε, ξυνίστατότε καὶ οὐκέτι ἐς τὰ πρόσω ἐχώρει.

5.19.26ταῦτάτε ἀνέλκοντες ἀεὶ οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο εἰς τὴν γῆν ἔφερον. ταῦτα δὲ Βελισάριος ἐποίει οὐ τοσοῦτον τῶν μυλῶν ἕνεκα ὅσον ὅτι ἐνθένδε ἐς δέοςτε καὶ ἔννοιαν ἦλθε μὴ λάθωσιν ἀκάτοις πολλαῖς οἱ πολέμιοι ἐντὸς τῆς γεφύρας καὶ ἐν μέσῃ πόλει γενόμενοι.

5.19.27οὕτωτε οἱ βάρβαροι τῆς πείρας, ἐπεὶ οὐδὲν σφίσι ταύτῃ προὐχώρει, ἀπέσχοντο. καὶ τὸ λοιπὸν Ῥωμαῖοι τούτοις μὲν τοῖς μύλωσιν ἐχρῶντο, τῶν δὲ βαλανείων τοῦ ὕδατος τῇ ἀπορίᾳ παντάπασιν ἀπεκέκλειντο.

5.19.28ὕδωρ μέντοι ὅσον πιεῖν διαρκὲς εἶχον, ἐπεὶ καὶ τοῖς τοῦ ποταμοῦ ἑκαστάτω οἰκοῦσι παρῆν ἐκ φρεάτων ὑδρεύεσθαι.

5.19.29ἐς δὲ τοὺς ὑπονόμους, οἵπερ ἐκ τῆς πόλεως, εἴ τι οὐ καθαρὸν, ἐκβάλλουσιν ἔξω, ἀσφάλειαν ἐπινοεῖν οὐδεμίαν ἠνάγκαστο, ἐπεὶ ἐς ποταμὸν Τίβεριν τὰς ἐκβολὰς ἔχουσιν ἅπαντες, καὶ διὰ τοῦτο οὐδεμίαν οἷόντε τῇ πόλει ἐνθένδε πρὸς τῶν πολεμίων ἐπιβουλὴν γενέσθαι.

5.20

5.20.1τὰ μὲν οὖν ἐς τὴν πολιορκίαν τῇδε Βελισάριος διῳκήσατο. Σαμνιτῶν δὲ παῖδες πολλοὶ, πρόβατα ἐν χώρᾳ τῇ σφετέρᾳ ποιμαίνοντες, δύο τοῦ σώματος ἐν σφίσιν εὖ ἥκοντας ἀπολέξαντες, καὶ αὐτῶν ἕνα μὲν καλέσαντες ἐπὶ τοῦ Βελισαρίου ὀνόματος, Οὐίττιγιν δὲ τὸν ἕτερον ὀνομάσαντες, παλαίειν ἐκέλευον.

5.20.2ὧν δὴ ἰσχυρότατα ἐς τὸν ἀγῶνα καθισταμένων, τὸν Οὐίττιγιν δῆθεν ξυνηνέχθη πεσεῖν. καὶ αὐτὸν τῶν παίδων ὅμιλος παίζοντες ἐπὶ δένδρου ἐκρήμνων.

5.20.3λύκου δὲ τύχῃ τινὶ ἐνταῦθα φανέντος οἱ μὲν παῖδες ἔφυγον ἅπαντες, δὲ ἐπὶ τοῦ δένδρου ἠρτημένος Οὐίττιγις χρόνου οἱ τριβέντος ἐν ταύτῃ δὴ τῇ τιμωρίᾳ θνήσκει.

5.20.4καὶ ἐπεὶ ταῦτα ἐς Σαμνίτας ἔκπυστα ἐγεγόνει, οὔτε κόλασίν τινα ἐς τὰ παιδία ταῦτα ἐξήνεγκαν καὶ τὰ ξυμπεσόντα ξυμβαλόντες νικήσειν κατὰ κράτος Βελισάριον ἰσχυρίζοντο. ταῦτα μὲν δὴ οὕτως ἐγένετο.

5.20.5Ῥωμαίων δὲ δῆμος, τῶν ἐν πολέμῳτε καὶ πολιορκίᾳ κακῶν ἀήθεις παντάπασιν ὄντες, ἐπειδὴ τῇ μὲν ἀλουσίᾳ ἐπιέζοντο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, φυλάσσειντε ἄϋπνοι τὸν περίβολον ἠναγκάζοντο, καὶ τὴν πόλιν ἁλώσεσθαι οὐκ εἰς μακρὰν ὑπετόπαζον, ἅμα δὲ καὶ τοὺς πολεμίους ἑώρων τούςτε ἀγροὺς καὶ τἄλλα πάντα ληιζομένους, ἤσχαλλόντε καὶ δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ οὐδὲν ἠδικηκότες πολιορκοῖντότε καὶ ἐς τοσοῦτον κινδύνου μέγεθος ἥκοιεν.

5.20.6ἐν σφίσιτε αὐτοῖς ξυνιστάμενοι Βελισαρίῳ ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, ὅς γε οὐκ ἀξιόχρεων πρὸς βασιλέως δύναμιν λαβὼν ἐτόλμησεν ἐπὶ Γότθους στρατεύεσθαι.

5.20.7ταῦτα δὲ καὶ οἱ ἐκ βουλῆς, ἣν σύγκλητον καλοῦσι, Βελισαρίῳ ἐν παραβύστῳ ὠνείδιζον. ἅπερ Οὐίττιγις πρὸς τῶν αὐτομόλων ἀκούσας συγκρούειντε αὐτοὺς ἔτι μᾶλλον ἐθέλων καὶ ἐς πολλὴν ταραχὴν ἐμπεσεῖσθαι τὰ Ῥωμαίων πράγματα ταύτῃ οἰόμενος, πρέσβεις παρὰ Βελισάριον ἄλλουςτε καὶ Ἄλβιν ἔπεμψεν.

5.20.8οἳ, ἐπειδὴ ἐς ὄψιν τὴν Βελισαρίου ἀφίκοντο, παρόντων Ῥωμαίωντε τῶν ἐκ βουλῆς καὶ ὅσοι τοῦ στρατοῦ ἄρχοντες ἦσαν, ἔλεξαν τοιάδε Πάλαι, στρατηγὲ, τοῖς ἀνθρώποις εὖτε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα. ἐν οἷς ἓν τόδε ἐστὶ, θράσος κεχώρισται ἀνδρείας.

5.20.9τὸ μὲν γὰρ αὐτῶν οἷς ἂν προσγένοιτο, ξὺν ἀτιμίᾳ ἐς κίνδυνον ἄγει, τὸ δὲ δόξαν ἀρετῆς ἱκανῶς φέρεται.

5.20.10τούτων θάτερόν σε εἰς ἡμᾶς ἤνεγκεν, ὁπότερον μέντοι, αὐτίκα δηλώσεις. εἰ μὲν γὰρ ἀνδρείᾳ πιστεύων ἐπὶ Γότθους ἐστράτευσας, ὁρᾷς γὰρ δήπου ἀπὸ τοῦ τείχους τὸ τῶν πολεμίων στρατόπεδον καί σοι ἀνδραγαθίζεσθαι, γενναῖε, διαρκῶς πάρεστιν · εἰ δέ γε θράσει ἐχόμενος ἐφ’ἡμᾶς ὥρμησαι, πάντως σοι καὶ μεταμέλει τῶν εἰκῆ πεπραγμένων.

5.20.11τῶν γὰρ ἀπονενοημένων αἱ γνῶμαι, ὅταν ἐν τοῖς ἀγῶσι γένωνται, μετανοεῖν φιλοῦσι. νῦν οὖν μήτε Ῥωμαίοις τοῖσδε περαιτέρω τὴν ταλαιπωρίαν μηκύνεσθαι ποίει, οὓς δὴ Θευδέριχος ἐν βίῳ τρυφερῷτε καὶ ἄλλως ἐλευθέρῳ ἐξέθρεψε, μήτε τῷ Γότθωντε καὶ Ἰταλιωτῶν δεσπότῃ ἐμποδὼν ἵστασο.

5.20.12πῶς γὰρ οὐκ ἄτοπον, σὲ μὲν οὕτω καθειργμένοντε καὶ τοὺς πολεμίους κατεπτηχότα ἐν Ῥώμῃ καθῆσθαι, τὸν δὲ ταύτης βασιλέα ἐν χαρακώματι διατρίβοντα τὰ τοῦ πολέμου κακὰ τοὺς αὑτοῦ κατηκόους ἐργάζεσθαι;

5.20.13ἡμεῖς δὲ σοίτε καὶ τοῖς ἑπομένοις ποιεῖσθαι ἤδη τὴν ἄφοδον κατ’ἐξουσίαν παρέξομεν, ἅπαντα τὰ ὑμέτερα αὐτῶν ἔχουσι. τὸ γὰρ ἐπεμβαίνειν τοῖς τὸ σῶφρον μεταμαθοῦσιν οὔτε ὅσιον οὔτε ἄξιον τρόπου τοῦ ἀνθρωπίνου εἶναι νομίζομεν.

5.20.14ἡδέως δ’ἂν καὶ Ῥωμαίους ἔτι ἐροίμεθα τούσδε, τί ποτε ἄρα Γότθοις ἐπικαλεῖν ἔχοντες ἡμᾶςτε αὖ καὶ σφᾶς αὐτοὺς προὔδοσαν, οἵ γε τῆς μὲν ἡμετέρας ἐπιεικείας ἄχρι τοῦδε ἀπήλαυσαν, νῦν δὲ καὶ τῆς παρ’ὑμῶν ἐπικουρίας εἰσὶν ἔμπειροι.

5.20.15τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε μὲν τῆς ξυμβουλῆς καιρὸς οὐκ ἐφ’ὑμῖν κείσεται. γνώμῃ γὰρ τῶν πολεμίων ἥκιστα εἰώθασι πολεμεῖν ἄνθρωποι, ἀλλ’αὐτόν τινα τὰ οἰκεῖα διατίθεσθαι νόμος, ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν.

5.20.16φημὶ δὲ ὑμῖν ἀφίξεσθαι χρόνον, ἡνίκα ὑπὸ ταῖς ἀκάνθαις βουλόμενοι τὰς κεφαλὰς κρύπτεσθαι οὐδαμῆ ἕξετε.

5.20.17Ῥώμην μέντοι ἑλόντες ἡμεῖς τῶν ἀλλοτρίων οὐδὲν ἔχομεν, ἀλλ’ὑμεῖς ταύτης τὰ πρότερα ἐπιβατεύσαντες, οὐδὲν ὑμῖν προσῆκον, νῦν οὐχ ἑκόντες τοῖς πάλαι κεκτημένοις ἀπέδοτε.

5.20.18ὅστις δὲ ὑμῶν Ῥώμης ἐλπίδα ἔχει ἀμαχητὶ ἐπιβήσεσθαι, γνώμης ἁμαρτάνει. ζῶντα γὰρ Βελισάριον μεθήσεσθαι ταύτης ἀδύνατον. τοσαῦτα μὲν καὶ Βελισάριος εἶπε.

5.20.19Ῥωμαῖοι δὲ ἐν δέει μεγάλῳ γενόμενοι ἡσυχῆ ἐκάθηντο, καὶ οὐδὲν τοῖς πρέσβεσιν ἀντιλέγειν ἐτόλμων, καίπερ ἐπὶ τῇ ἐς Γότθους προδοσίᾳ πολλὰ πρὸς αὐτῶν κακιζόμενοι, πλήν γε δὴ ὅτι Φιδέλιος αὐτοὺς ἐρεσχελεῖν ἔγνω.

5.20.20ὃς τότε τῆς αὐλῆς ὕπαρχος καταστὰς πρὸς Βελισαρίου ἐτύγχανε, καὶ ἀπ’αὐτοῦ πάντων μάλιστα ἔδοξε βασιλεῖ εὐνοϊκῶς ἔχειν.

5.21

5.21.1οὕτω μὲν δὴ οἱ πρέσβεις ἐς τὸ σφέτερον στρατόπεδον ἐκομίζοντο. καὶ ἐπεὶ αὐτῶν Οὐίττιγις ἐπυνθάνετο ὁποῖόςτε ἀνὴρ Βελισάριος εἴη καὶ γνώμης ὅπως ποτὲ ἀμφὶ τῇ ἐνθένδε ἀναχωρήσει ἔχοι, ἀπεκρίναντο ὡς οὐκ εἰκότα Γότθοι ἐλπίζουσι, δεδίξεσθαι Βελισάριον ὅτῳ δὴ τρόπῳ οἰόμενοι.

5.21.2Οὐίττιγις δὲ ταῦτα ἀκούσας τειχομαχεῖντε πολλῇ σπουδῇ ἐβουλεύετο καὶ τὰ ἐς τὴν τοῦ περιβόλου ἐπιβουλὴν ἐξηρτύετο ὧδε.

5.21.3πύργους ξυλίνους ἐποιήσατο ἴσους τῷ τείχει τῶν πολεμίων, καὶ ἔτυχέ γε τοῦ ἀληθοῦς μέτρου πολλάκις ξυμμετρησάμενος ταῖς τῶν λίθων ἐπιβολαῖς.

5.21.4τούτοις δὲ τοῖς πύργοις τροχοὶ ἐς τὴν βάσιν ἐμβεβλημένοι πρὸς γωνίᾳ ἑκάστῃ ὑπέκειντο, οἳ δὴ αὐτοὺς κυλινδούμενοι ῥᾷστα περιάξειν ἔμελλον ὅπη οἱ τειχομαχοῦντες ἀεὶ βούλοιντο, καὶ βόες τοὺς πύργους ξυνδεδεμένοι εἷλκον.

5.21.5ἔπειτα δὲ κλίμακας πολλάςτε τὸ πλῆθος καὶ ἄχρι ἐς τὰς ἐπάλξεις ἐξικνουμένας ἡτοίμαζε καὶ μηχανὰς τέσσαρας, αἳ κριοὶ καλοῦνται.

5.21.6ἔστι δὲ μηχανὴ τοιαύτη. κίονες ὀρθοὶ ξύλινοι τέσσαρες ἀντίοιτε καὶ ἴσοι ἀλλήλοις ἑστᾶσι. τούτοις δὲ τοῖς κίοσι δοκοὺς ὀκτὼ ἐγκαρσίας ἐνείροντες τέσσαρας μὲν ἄνω, τοσαύτας δὲ πρὸς ταῖς βάσεσιν ἐναρμόζουσιν.

5.21.7οἰκίσκουτε σχῆμα τετραγώνου ἐργαζόμενοι προκάλυμμα πανταχόθεν ἀντὶ τοίχωντε καὶ τείχους διφθέρας αὐτῷ περιβάλλουσιν, ὅπως τε μηχανὴ τοῖς ἕλκουσιν ἐλαφρὰ εἴη καὶ οἱ ἔνδον ἐν ἀσφαλεῖ ὦσιν, ὡς πρὸς τῶν ἐναντίων ἥκιστα βάλλεσθαι.

5.21.8ἐντὸς δὲ αὐτῆς δοκὸν ἑτέραν ἄνωθεν ἐγκαρσίαν ἀρτήσαντες χαλαραῖς ταῖς ἁλύσεσι κατὰ μέσην μάλιστα τὴν μηχανὴν ἔχουσιν. ἧς δὴ ὀξεῖαν ποιούμενοι τὴν ἄκραν, σιδήρῳ πολλῷ καθάπερ ἀκίδα καλύπτουσι βέλους, καὶ τετράγωνον, ὥσπερ ἄκμονα, τὸν σίδηρον ποιοῦσι.

5.21.9καὶ τροχοῖς μὲν μηχανὴ τέσσαρσι πρὸς κίονι ἑκάστῳ κειμένοις ἐπῆρται, ἄνδρες δὲ αὐτὴν οὐχ ἧσσον κατὰ πεντήκοντα κινοῦσιν ἔνδοθεν.

5.21.10οἳ ἐπειδὰν αὐτὴν τῷ περιβόλῳ ἐρείσωσι, τὴν δοκὸν, ἧς δὴ ἄρτι ἐμνήσθην, μηχανῇ τινι στρέφοντες ὀπίσω ἀνέλκουσιν, αὖθίςτε αὐτὴν ξὺν ῥύμῃ πολλῇ ἐπὶ τὸ τεῖχος ἀφιᾶσιν.

5.21.11 δὲ συχνὰ ἐμβαλλομένη κατασεῖσαίτε ὅπη προσπίπτοι καὶ διελεῖν ῥᾷστα οἵατέ ἐστι, καὶ ἀπ’αὐτοῦ τὴν ἐπωνυμίαν ταύτην μηχανὴ ἔχει, ἐπεὶ τῆς δοκοῦ ταύτης ἐμβολὴ προὔχουσα πλήσσειν ὅπου παρατύχοι, καθάπερ τῶν προβάτων τὰ ἄρρενα, εἴωθε.

5.21.12τῶν μὲν οὖν τειχομαχούντων οἱ κριοὶ τοιοίδε εἰσί.

5.21.13Γότθοι δὲ πάμπολύ τι φακέλλων χρῆμα ἔκτε ξύλων καὶ καλάμων ποιησάμενοι ἐν παρασκευῇ εἶχον, ὅπως δὴ ἐς τὴν τάφρον ἐμβαλόντες ὁμαλόντε τὸν χῶρον ἐργάσωνται καὶ ταύτῃ διαβαίνειν αἱ μηχαναὶ ἥκιστα εἴργωνται. οὕτω μὲν δὴ Γότθοι παρασκευασάμενοι τειχομαχεῖν ὥρμηντο.

5.21.14Βελισάριος δὲ μηχανὰς μὲν ἐς τοὺς πύργους ἐτίθετο, ἃς καλοῦσι βαλλίστρας. τόξου δὲ σχῆμα ἔχουσιν αἱ μηχαναὶ αὗται, ἔνερθέντε αὐτοῦ κοίλη τις ξυλίνη κεραία προὔχει, αὐτὴ μὲν χαλαρὰ ἠρτημένη, σιδηρᾷ δὲ εὐθείᾳ τινὶ ἐπικειμένη.

5.21.15ἐπειδὰν οὖν τοὺς πολεμίους ἐνθένδε βάλλειν ἐθέλουσιν ἄνθρωποι, βρόχου βραχέος ἐνέρσει τὰ ξύλα ἐς ἄλληλα νεύειν ποιοῦσιν, δὴ τοῦ τόξου ἄκρα ξυμβαίνει εἶναι, τόντε ἄτρακτον ἐν τῇ κοίλῃ κεραίᾳ τίθενται, τῶν ἄλλων βελῶν, ἅπερ ἐκ τῶν τόξων ἀφιᾶσι, μῆκος μὲν ἔχοντα ἥμισυ μάλιστα, εὖρος δὲ κατὰ τετραπλάσιον.

5.21.16πτεροῖς μέντοι οὐ τοῖς εἰωθόσιν ἐνέχεται, ἀλλὰ ξύλα λεπτὰ ἐς τῶν πτερῶν τὴν χώραν ἐνείροντες ὅλον ἀπομιμοῦνται τοῦ βέλους τὸ σχῆμα, μεγάλην αὐτῷ λίαν καὶ τοῦ πάχους κατὰ λόγον τὴν ἀκίδα ἐμβάλλοντες.

5.21.17σφίγγουσίτε σθένει πολλῷ οἱ ἀμφοτέρωθεν μηχαναῖς τισι, καὶ τότε κοίλη κεραία προϊοῦσα ἐκπίπτει μὲν, ξὺν ῥύμῃ δὲ τοσαύτῃ ἐκπίπτει τὸ βέλος ὥστε ἐξικνεῖται μὲν οὐχ ἧσσον κατὰ δύο τῆς τοξείας βολὰς, δένδρου δὲ λίθου ἐπιτυχὸν τέμνει ῥᾳδίως.

5.21.18τοιαύτη μὲν μηχανή ἐστιν ἐπὶ τοῦ ὀνόματος τούτου, ὅτι δὴ βάλλει ὡς μάλιστα, ἐπικληθεῖσα. ἑτέρας δὲ μηχανὰς ἐπήξαντο ἐν ταῖς τοῦ περιβόλου ἐπάλξεσιν ἐς λίθων βολὰς ἐπιτηδείας.

5.21.19σφενδόνῃ δὲ αὗταί εἰσιν ἐμφερεῖς καὶ ὄναγροι ἐπικαλοῦνται. ἐν δὲ ταῖς πύλαις λύκους ἔξω ἐπετίθεντο, οὓς δὴ ποιοῦσι τρόπῳ τοιῷδε.

5.21.20δοκοὺς δύο ἱστᾶσιν ἐκ γῆς ἄχρι καὶ ἐς τὰς ἐπάλξεις ἐξικνουμένας, ξύλατε εἰργασμένα ἐπ’ἄλληλα θέμενοι τὰ μὲν ὀρθὰ, τὰ δὲ ἐγκάρσια ἐναρμόζουσιν, ὡς τῶν ἐνέρσεων τὰ ἐν μέσῳ εἰς ἀλλήλους τρυπήματα φαίνεσθαι.

5.21.21ἑκάστης δὲ ἁρμονίας ἐμβολή τις προὔχει, κέντρῳ παχεῖ ἐς τὰ μάλιστα ἐμφερὴς οὖσα. καὶ τῶν ξύλων τὰ ἐγκάρσια ἐς δοκὸν ἑκατέραν πηξάμενοι, ἄνωθεν ἄχρι ἐς μοῖραν διήκοντα τὴν ἡμίσειαν, ὑπτίας τὰς δοκοὺς ἐπὶ τῶν πυλῶν ἀνακλίνουσι.

5.21.22καὶ ἐπειδὰν αὐτῶν ἐγγυτέρω οἱ πολέμιοι ἵκωνται, οἱ δὲ ἄνωθεν ἄκρων δοκῶν ἁψάμενοι ὠθοῦσιν, αὗται δὲ ἐς τοὺς ἐπιόντας ἐκ τοῦ αἰφνιδίου ἐμπίπτουσαι τοῖς προέχουσι τῶν ἐμβολῶν, ὅσους ἂν λάβοιεν, εὐπετῶς κτείνουσι. Βελισάριος μὲν οὖν ταῦτα ἐποίει.

5.22

5.22.1Γότθοι δὲ ὀκτωκαιδεκάτῃ ἀπὸ τῆς προσεδρείας ἡμέρᾳ, Οὐιττίγιδος σφίσιν ἡγουμένου, ἀμφὶ ἡλίου ἀνατολὰς ὡς τειχομαχήσοντες ἐπὶ τὸν περίβολον ᾔεσαν, καὶ Ῥωμαίους ἅπαντας προϊοῦσα τῶν πύργωντε καὶ κριῶν ὄψις παντάπασίτε ἀήθης οὖσα ἐξέπλησσε.

5.22.2Βελισάριος δὲ βαδίζουσαν ξὺν ταῖς μηχαναῖς ὁρῶν τὴν τῶν πολεμίων παράταξιν, ἐγέλατε καὶ τοὺς στρατιώτας ἡσυχάζειν ἐκέλευε, καὶ τῶν χειρῶν μηδαμῶς ἄρχειν, ἕως αὐτὸς σημήνῃ. ὅτου δὲ ἕνεκα γελῴη, ἐν μὲν τῷ αὐτίκα ἥκιστα ἐδήλου, ὕστερον δὲ ἐγνώσθη.

5.22.3Ῥωμαῖοι μέντοι αὐτὸν εἰρωνεύεσθαι ὑποτοπάσαντες ἐκάκιζόντε καὶ ἀναιδῆ ἐκάλουν, καὶ ὅτι ἐς τὰ πρόσω ἰόντας οὐκ ἀναστέλλοι τοὺς ἐναντίους, δεινὰ ἐποιοῦντο.

5.22.4ἐπεὶ δὲ Γότθοι τῆς τάφρου ἐγγυτέρω ἵκοντο, πρῶτος στρατηγὸς τὸ τόξον ἐντείνας, τῶν τινα τεθωρακισμένωντε καὶ τῆς στρατιᾶς ἡγουμένων εἰς τὸν αὐχένα ἐπιτυχὼν βάλλει.

5.22.5καὶ μὲν καιρίαν πληγεὶς ἔπεσεν ὕπτιος, Ῥωμαίων δὲ λεὼς ἅπας ἀνέκραγον ἐξαίσιόντε καὶ ἀκοῆς κρεῖσσον, ἄριστον οἰωνὸν ξυνενεχθῆναι σφίσιν οἰόμενοι.

5.22.6δὶς δὲ Βελισαρίου τὸ βέλος ἀφέντος, ταὐτὸ τοῦτο καὶ αὖθις ξυνέβη, καὶ τε κραυγὴ μείζων ἀπὸ τοῦ περιβόλου ἤρθη καὶ τοὺς πολεμίους ἡσσῆσθαι ἤδη Ῥωμαῖοι ᾤοντο.

5.22.7καὶ τότε μὲν Βελισάριος τῇ μὲν στρατιᾷ πάσῃ κινεῖν τὰ τοξεύματα πάντα ἐσήμαινε, τοὺς δὲ ἀμφ’αὑτὸν ἅπαντας ἐς μόνους τοὺς βόας ἐκέλευε βάλλειν.

5.22.8πάντωντε τῶν βοῶν αὐτίκα πεσόντων, οὔτε τοὺς πύργους περαιτέρω κινεῖν οἱ πολέμιοι εἶχον οὔτε τι ἐπιτεχνήσασθαι ἀπορούμενοι ἐν αὐτῷ τῷ ἔργῳ οἷοίτε ἦσαν.

5.22.9οὕτω δὲ Βελισαρίουτε πρόνοια ἐγνώσθη τοῦ μὴ ἑκαστάτω ὄντας τοὺς πολεμίους ἀναστέλλειν πειρᾶσθαι, καὶ ὅτι γελῴη τὴν τῶν βαρβάρων εὐήθειαν, οἳ δὴ βόας περιάξειν ἐς τῶν ἐναντίων τὸ τεῖχος οὕτως ἀνεπισκέπτως ἐλπίδα εἶχον. ταῦτα μὲν ἀμφὶ Σαλαρίαν πύλην ἐγένετο.

5.22.10Οὐίττιγις δὲ ταύτῃ ἀποκρουσθεὶς, Γότθων μὲν στρατιὰν πολλὴν αὐτοῦ εἴασε, φάλαγγα δὲ αὐτῶν βαθεῖαν κομιδῆ ποιησάμενος καὶ τοῖς ἄρχουσιν ἐπιστείλας προσβολὴν μὲν μηδαμῆ τοῦ περιβόλου ποιεῖσθαι, μένοντας δὲ ἐν τάξει βάλλειντε συχνὰ ἐς τὰς ἐπάλξεις καὶ ὡς ἥκιστα Βελισαρίῳ καιρὸν ἐνδιδόναι ἐπιβοηθεῖν ἑτέρωσε τοῦ τείχους ὅπη ἂν αὐτὸς προσβάλλειν μέλλῃ στρατῷ πλείονι, οὕτω δὴ ἀμφὶ πύλην Πραινεστίναν ἐπὶ μοῖραν τοῦ περιβόλου, ἣν Ῥωμαῖοι Βιβάριον καλοῦσι, καὶ τὸ τεῖχος ἦν ἐπιμαχώτατον μάλιστα, πολλῷ στρατῷ ᾔει.

5.22.11ἐτύγχανον δὲ ἤδη καὶ μηχαναὶ ἄλλαι πύργωντε καὶ κριῶν καὶ κλίμακες πολλαὶ ἐνταῦθα οὖσαι.

5.22.12ἐν τούτῳ δὲ Γότθων προσβολὴ ἑτέρα ἐς πύλην Αὐρηλίαν ἐγίνετο τρόπῳ τοιῷδε. Ἀδριανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος τάφος ἔξω πύλης Αὐρηλίας ἐστὶν, ἀπέχων τοῦ περιβόλου ὅσον λίθου βολὴν, θέαμα λόγου πολλοῦ ἄξιον.

5.22.13πεποίηται γὰρ ἐκ λίθου Παρίου καὶ οἱ λίθοι ἐπ’ἀλλήλοις μεμύκασιν, οὐδὲν ἄλλο ἐντὸς ἔχοντες. πλευραίτε αὐτοῦ τέσσαρές εἰσιν ἴσαι ἀλλήλαις, εὖρος μὲν σχεδόν τι ἐς λίθου βολὴν ἑκάστη ἔχουσα, μῆκος δὲ ὑπὲρ τὸ τῆς πόλεως τεῖχος.

5.22.14ἀγάλματάτε ἄνω ἐκ λίθου εἰσὶ τοῦ αὐτοῦ ἀνδρῶντε καὶ ἵππων θαυμάσια οἷα · τοῦτον δὴ τὸν τάφον οἱ παλαιοὶ ἄνθρωποι (ἐδόκει γὰρ τῇ πόλει ἐπιτείχισμα εἶναι) τειχίσμασι δύο ἐς αὐτὸν ἀπὸ τοῦ περιβόλου διήκουσι περιβάλλουσι καὶ μέρος εἶναι τοῦ τείχους πεποίηνται.

5.22.15ἔοικε γοῦν πύργῳ ὑψηλῷ πύλης τῆς ἐκείνῃ προβεβλημένῳ. ἦν μὲν οὖν τὸ ἐνταῦθα ὀχύρωμα ἱκανώτατον. τούτου δὲ τῷ φυλακτηρίῳ Κωνσταντῖνον ἐπιστήσας Βελισάριος ἔτυχεν.

5.22.16 δὴ ἐπέστειλε καὶ τῆς φυλακῆς τείχους τοῦ ἐχομένου ἐπιμελεῖσθαι, φαύλην τινὰ καὶ οὐκ ἀξιόλογον φρουρὰν ἔχοντος. ἥκιστα γὰρ ταύτῃ ἐπιμάχου ὄντος τοῦ περιβόλου, ἅτε τοῦ ποταμοῦ παραρρέοντος, οὐδεμίαν αὐτόθι προσβολὴν ἔσεσθαι ὑποτοπήσας, οὐκ ἀξιόλογον ἐνταῦθα φυλακτήριον κατεστήσατο, ἀλλ’ὀλίγων οἱ τῶν στρατιωτῶν ὄντων, τοῖς τῶν χωρίων ἀναγκαιοτάτοις τὸ πλῆθος ἔνειμεν.

5.22.17ἐς πεντακισχιλίους γὰρ μάλιστα τὸ βασιλέως στράτευμα ἐν Ῥώμῃ κατ’ἀρχὰς τῆσδε τῆς πολιορκίας ξυνῄει.

5.22.18Κωνσταντῖνος δὲ (καὶ γάρ οἱ ἠγγέλλοντο οἱ πολέμιοι τῆς ἐς τὸν Τίβεριν ἀποπειρώμενοι διαβάσεως) δείσας περὶ τῷ ἐκείνῳ τειχίσματι αὐτὸς μὲν κατὰ τάχος ἐκεῖσε ξὺν ὀλίγοις τισὶν ἐβοήθει, τοῖς δὲ πλείοσι τῆς ἐν τῇ πύλῃτε καὶ τῷ τάφῳ φρουρᾶς ἐπιμελεῖσθαι παρήγγελλεν.

5.22.19ἐν τούτῳ δὲ οἱ Γότθοι πύλῃ τῇ Αὐρηλίᾳ καὶ τῷ Ἀδριανοῦ πύργῳ προσέβαλλον, μηχανὴν μὲν οὐδεμίαν ἔχοντες, κλιμάκων δὲ πάμπολύ τι ἐπαγόμενοι χρῆμα καὶ τοξευμάτων πλήθει ῥᾷον ἔςτε ἀπορίαν καταστήσασθαι τοὺς πολεμίους οἰόμενοι καὶ τοῦ ἐνταῦθα φυλακτηρίου κρατήσειν δι’ὀλιγανθρωπίαν οὐδενὶ πόνῳ.

5.22.20θύρας δὲ προβεβλημένοι ἐβάδιζον, οὐδὲν ἐλασσουμένας τῶν ἐν Πέρσαις θυρεῶν, καὶ ἔλαθόν γε τοὺς ἐναντίους ἀγχοτάτω αὐτῶν ἥκοντες.

5.22.21ὑπὸ γὰρ τῇ στοᾷ κρυπτόμενοι ἦλθον, ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν διήκει. ἐνθένδε φανέντες ἐξαπιναίως ἔργου εἴχοντο, ὡς μήτε τῇ καλουμένῃ βαλλίστρᾳ χρῆσθαι τοὺς φύλακας οἵουςτε εἶναι (οὐ γὰρ πέμπουσιν ὅτι μὴ ἐξ ἐναντίας αἱ μηχαναὶ αὗται τὰ βέλη) οὐ μὴν οὐ δὲ τοῖς τοξεύμασι τοὺς ἐπιόντας ἀμύνεσθαι, τοῦ πράγματος σφίσι διὰ τὰς θύρας ἀντιστατοῦντος.

5.22.22ἐπεὶ δὲ καρτερῶςτε οἱ Γότθοι ἐνέκειντο, βάλλοντες συχνὰ ἐς τὰς ἐπάλξεις, καὶ τὰς κλίμακας ἤδη προσθήσειν τῷ τειχίσματι ἔμελλον, κυκλώσαντες σχεδόν τι τοὺς ἐκ τοῦ τάφου ἀμυνομένους, ἀεὶ γὰρ αὐτοῖς, εἰ χωρήσειαν, κατὰ νώτου ἐκ τῶν πλαγίων ἐγίνοντο, χρόνον μέν τινα ὀλίγον ἔκπληξις τοῖς Ῥωμαίοις ἐγένετο οὐκ ἔχουσιν ἐλπίδα καθ’ τι χρὴ ἀμυνομένους σωθῆναι, μετὰ δὲ ξυμφρονήσαντες τῶν ἀγαλμάτων τὰ πλεῖστα, μεγάλα λίαν ὄντα, διέφθειρον, αἴροντέςτε λίθους περιπληθεῖς ἐνθένδε χερσὶν ἀμφοτέραις κατὰ κορυφὴν ἐπὶ τοὺς πολεμίους ἐρρίπτουν, οἱ δὲ βαλλόμενοι ἐνεδίδοσαν.

5.22.23κατὰ βραχύτε αὐτῶν ὑποχωρούντων, τὸ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες, ἐθάρσησάντε καὶ ξὺν βοῇ μείζονι τόξοιςτε καὶ λίθων βολαῖς τοὺς τειχομαχοῦντας ἠμύνοντο.

5.22.24καὶ τῶν μηχανῶν ἁψάμενοι ἐς δέος μέγα τοὺς ἐναντίους ἦγον, τε προσβολὴ αὐτῶν δι’ὀλίγου ἐγένετο.

5.22.25παρῆν δὲ ἤδη καὶ Κωνσταντῖνος δεδιξάμενόςτε τοὺς τοῦ ποταμοῦ ἀποπειρασαμένους καὶ ῥᾳδίως ὠσάμενος, ἐπεὶ οὐ παντάπασιν ἀφύλακτον, ὥσπερ ᾤοντο, τὸ ἐκείνῃ τείχισμα εὗρον. οὕτωτε ἐν τῷ ἀσφαλεῖ τὰ ἀμφὶ πύλην Αὐρηλίαν ἐγένετο.

5.23

5.23.1ἐς μέντοι πύλην τὴν ὑπὲρ ποταμὸν Τίβεριν, Παγκρατιανὴ καλεῖται, δύναμις τῶν πολεμίων ἐλθοῦσα οὐδὲν τι καὶ ἄξιον λόγου ἔδρασε, χωρίου ἰσχύϊ · ἀνάντηςτε γὰρ καὶ πρὸς τὰς ἐφόδους οὐκ εὐπετὴς ταύτῃ τῆς πόλεως περίβολός ἐστι.

5.23.2Παῦλος ἐνταῦθα φυλακὴν εἶχε, ξὺν καταλόγῳ πεζικῷ, οὗ αὐτὸς ἦρχεν. οὐ μὴν οὐ δὲ πύλης Φλαμινίας ἀπεπειράσαντο, ἐπεὶ ἐν χώρῳ κρημνώδει κειμένη οὐ λίαν ἐστὶν εὐπρόσοδος.

5.23.3οἱ Ῥῆγες ἐνταῦθα πεζικὸν τέλος ἐφύλασσον καὶ Οὐρσικῖνος, ὃς αὐτῶν ἦρχε. ταύτης δὲ μεταξὺ τῆς πύλης καὶ τῆς ἐν δεξιᾷ ἐχομένης πυλίδος, Πιγκιανὴ ὀνομάζεται, μοῖρά τις τοῦ περιβόλου δίχα τὸ παλαιὸν ἀπὸ ταὐτομάτου διαιρεθεῖσα, οὐκ ἐξ ἐδάφους μέντοι, ἀλλ’ὅσον ἐκ μήκους τοῦ ἡμίσεος, οὐκ ἔπεσε μὲν οὐ δὲ ἄλλως διεφθάρη, ἐκλίθη δὲ οὕτως ἐφ’ἑκάτερα, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἄλλου τείχους, τὸ δὲ ἐντὸς φαίνεσθαι.

5.23.4καὶ ἀπ’αὐτοῦ Περίβολον Διερρωγότα Ῥωμαῖοι τῇ σφετέρᾳ γλώσσῃ ἐκ παλαιοῦ καλοῦσι τὸν χῶρον.

5.23.5τοῦτο δὲ τὸ μέρος καθελεῖντε καὶ ἀνοικοδομήσασθαι Βελισάριον κατ’ἀρχὰς ἐγχειροῦντα ἐκώλυον Ῥωμαῖοι, Πέτρον σφίσι τὸν ἀπόστολον ὑποσχέσθαι ἰσχυριζόμενοι αὑτῷ μελήσειν τοῦ ἐνταῦθα φυλακτηρίου. τοῦτον δὲ τὸν ἀπόστολον σέβονται Ῥωμαῖοι καὶ τεθήπασι πάντων μάλιστα.

5.23.6ἀπέβητε αὐτοῖς ἅπαντα ἐν τῷδε τῷ χωρίῳ διενοοῦντο καὶ προσεδόκων. οὐ δὲ γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, οὐ μὴν οὐ δὲ ἐς τὸν ἅπαντα χρόνον, καθ’ὃν Γότθοι Ῥώμην ἐπολιόρκουν, οὔτε πολεμίων τις δύναμις ἐνταῦθα ἀφίκετο οὔτε τινὰ ταραχὴν γενέσθαι ξυνέβη.

5.23.7καὶ ἐθαυμάζομέν γε ὅτι οὐ δὲ ἐς μνήμην ἡμετέραν τῶν πολεμίων αὕτη τοῦ περιβόλου μοῖρα παρὰ πάντα τὸν χρόνον ἦλθεν, οὔτε τειχομαχούντων οὔτε νύκτωρ ἐπιβουλευόντων τῷ τείχει, οἷα πολλὰ ἐνεχείρησαν.

5.23.8διὸ δὴ οὐ δὲ ὕστερόν τις ἀνοικοδομήσασθαι τοῦτο ἐτόλμησεν, ἀλλ’ἐς ἡμέραν τήνδε οὕτω τὸ ἐκείνῃ διῄρηται τεῖχος. ταῦτα μὲν οὖν ὧδέ πη ἔσχεν.

5.23.9ἐν δὲ Σαλαρίᾳ πύλῃ Γότθος ἀνὴρ εὐμήκηςτε καὶ ἀγαθὸς τὰ πολέμια θώρακάτε ἐνδιδυσκόμενος καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, ὤντε οὐκ ἀφανὴς ἐν τῷ Γότθων ἔθνει, οὐκ ἐν τάξει ξὺν τοῖς ἄλλοις ἔμεινεν, ἀλλ’ἐπὶ δένδρου ἱστάμενος ἔβαλε συχνὰ ἐς τὰς ἐπάλξεις.

5.23.10τοῦτον δὲ τὸν ἄνδρα μηχανὴ ἐν πύργῳ κατὰ μέρος τὸ λαιὸν οὖσα τύχῃ τινὶ ἔβαλε.

5.23.11διαβὰν δὲ τόντε θώρακα καὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸ βέλος ὑπὲρ ἥμισυ ἐς τὸ δένδρον ἔδυ, ἐνέρσειτε αὐτοῦ τὸν ἄνδρα ξυνδῆσαν νεκρὸν ἤρτησεν.

5.23.12ὅπερ ἐπεὶ οἱ Γότθοι κατεῖδον, κατορρωδήσαντες καὶ βελῶν ἔξω γενόμενοι ἔμενον μὲν ἔτι ἐν τάξει, τοὺς δὲ ἐν τῷ τείχει οὐκέτι ἐλύπουν.

5.23.13Βέσσας δὲ καὶ Περάνιος, Οὐιττίγιδος ἐν Βιβαρίῳ ἰσχυρότατα ἐγκειμένου σφίσι, Βελισάριον μετεπέμποντο. δὲ δείσας περὶ τῷ ἐνταῦθα τείχει (ἦν γὰρ ταύτῃ ἐπιμαχώτατον, ὥσπερ εἴρηται) κατὰ τάχος ἐβοήθει αὐτὸς, ἕνα τῶν τινα ἐπιτηδείων λιπὼν ἐν Σαλαρίᾳ.

5.23.14καὶ τοὺς στρατιώτας εὑρὼν ἐν Βιβαρίῳ τὴν προσβολὴν τῶν ἐναντίων πεφοβημένους, μεγάληντε οὖσαν καὶ πολυάνθρωπον, ὑπερφρονεῖντε τῶν πολεμίων ἐκέλευε καὶ ἐπὶ τὸ θαρσεῖν ἀντικαθίστη.

5.23.15ἦν δὲ ταύτῃ χῶρος ὁμαλὸς κομιδῆ καὶ ἀπ’αὐτοῦ ταῖς ἐφόδοις τῶν προσιόντων ἐκκείμενος. τύχῃτέ τινι τὸ ἐκείνῃ τεῖχος οὕτως ἐπὶ πλεῖστον διερρυήκει ὡς τῶν πλίνθων μὴ λίαν τὴν ξυνθήκην ξυνίστασθαι.

5.23.16τείχισμα δὲ ἄλλο βραχὺ περιέβαλλον ἔξωθεν αὐτῷ οἱ πάλαι Ῥωμαῖοι, οὐκ ἀσφαλείας τινὸς ἕνεκα (οὐ γὰρ οὖν οὐ δὲ πύργων ὀχύρωμα εἶχεν, οὐ μὴν οὐ δὲ ἐπάλξεις τινὲς ἐνταῦθα πεποίηντο οὐ δέ τι ἄλλο, ὅθεν ἂν καὶ ἀπώσασθαι οἷόντε ἦν τὴν ἐς τὸν περίβολον ἐπιβουλὴν τῶν πολεμίων) ἀλλὰ τρυφῆς τινος οὐκ εὐπρεποῦς χάριν, ὅπως δὴ λέοντάςτε καὶ τἄλλα θηρία καθείρξαντες ἐνταῦθα τηροῖεν.

5.23.17διὸ δὴ καὶ Βιβάριον τοῦτο ὠνόμασται. οὕτω γὰρ Ῥωμαῖοι καλοῦσι τὸν χῶρον οὗ ἂν τῶν ζῴων τὰ μὴ χειροήθη τρέφεσθαι εἴωθεν. Οὐίττιγις μὲν οὖν μηχανάςτε ἄλλας ἄλλῃ τοῦ τείχους ἡτοίμαζε καὶ ὀρύσσειν τὸ ἔξω τείχισμα τοὺς Γότθους ἐκέλευεν, οἰόμενος, ἢν τούτου ἐντὸς γένωνται, πόνῳ οὐδενὶ τοῦ τείχους κρατήσειν, ὅπερ οὐδαμῆ ἐχυρὸν ξυνηπίστατο εἶναι.

5.23.18Βελισάριος δὲ ὁρῶν τοὺς πολεμίους τότε Βιβάριον διορύσσοντας καὶ πολλαχῆ τοῦ περιβόλου προσβάλλοντας, οὔτε ἀμύνειν τοὺς στρατιώτας οὔτε ἐν ταῖς ἐπάλξεσι μένειν, ὅτι μὴ λίαν ὀλίγους, εἴα, καίπερ ἅπαν ξὺν αὑτῷ ἔχων, εἴ τι ἐν τῷ στρατοπέδῳ λόγιμον ἦν.

5.23.19κάτω δὲ ἅπαντας ἀμφὶ τὰς πύλας ἐν παρασκευῇ εἶχε τεθωρακισμένουςτε καὶ ξίφη μόνα ἐν χερσὶ φέροντας. ἐπεὶ δὲ οἱ Γότθοι, διελόντες τὸν τοῖχον, ἐντὸς Βιβαρίου ἐγένοντο, Κυπριανὸν ξὺν ἄλλοις τισὶ κατὰ τάχος ἐπ’αὐτοὺς ἐσβιβάσας ἔργου ἐκέλευεν ἔχεσθαι.

5.23.20καὶ οἱ μὲν τοὺς ἐσπεπτωκότας ἅπαντας ἔκτεινον, οὔτε ἀμυνομένους καὶ ὑπὸ σφῶν αὐτῶν διαφθειρομένους ἐν τῇ ἐς τὴν ἔξοδον στενοχωρίᾳ.

5.23.21τῶν δὲ πολεμίων τῷ ἀπροσδοκήτῳ καταπλαγέντων καὶ οὐκ ἐν τάξει συντεταγμένων, ἀλλὰ ἄλλου ἄλλῃ φερομένου, τοῦ περιβόλου τὰς πύλας ἀνακλίνας ἐξαπιναίως ἅπαν ἐπὶ τοὺς ἐναντίους ἠφίει τὸ στράτευμα.

5.23.22καὶ οἱ μὲν Γότθοι ἐς ἀλκὴν ἥκιστα ἔβλεπον, ἀλλ’ἐς φυγὴν, ὅπη ἕκαστος ἔτυχεν, ὥρμηντο. ἐπισπόμενοι δὲ Ῥωμαῖοι τοὺς ἀεὶ ἐν ποσὶ ῥᾷστα ἔκτεινον, τε δίωξις πολλὴ γέγονεν, ἐπεὶ οἱ Γότθοι μακρὰν ἀπολελειμμένοι τῶν σφετέρων χαρακωμάτων τῇδε ἐτειχομάχουν.

5.23.23Βελισάριος δὲ τὰς τῶν πολεμίων μηχανὰς καίειν ἐκέλευεν, ἐπὶ πλεῖστόντε φλὸξ αἰρομένη μείζονα τὴν ἔκπληξιν, ὡς τὸ εἰκὸς, τοῖς φεύγουσιν ἐποίει.

5.23.24ἐν τούτῳ δὲ καὶ κατὰ πύλην Σαλαρίαν ξυμπεσεῖν τὴν ὁμοίαν τύχην ξυνέβη. τάςτε γὰρ πύλας ἐξαπιναίως ἀνέῳγον καὶ ἐς τοὺς βαρβάρους ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπιπτον, τούτουςτε οὐκ ἀμυνομένους, ἀλλὰ τὰ νῶτα στρέψαντας ἔκτεινον, καὶ τὰ κατ’αὐτοὺς μηχανήματα ἔκαιον.

5.23.25καὶ τε φλὸξ πολλαχῆ τοῦ τείχους ἐπὶ μέγα ἤρθη τε τῶν Γότθων ὑπαγωγὴ κατὰ κράτος ἤδη ἐκ παντὸς τοῦ περιβόλου ἐγίνετο, καὶ κραυγὴ ἀμφοτέρωθεν ὑπερφυὴς ἦν, τῶν μὲν ἐν τῷ τείχει Ῥωμαίων τοῖς διώκουσιν ἐγκελευομένων, τῶν δὲ ἐν τοῖς χαρακώμασι τὴν τοῦ πάθους ὑπερβολὴν ὀδυρομένων.

5.23.26ἀπέθανον δὲ Γότθων ἐκείνῃ τῇ ἡμέρᾳ τρισμύριοι, ὡς αὐτῶν οἱ ἄρχοντες ἰσχυρίζοντο, καὶ τραυματίαι πλείους ἐγένοντο · ἅτε γὰρ ἐν πλήθει πολλῷ οἵτε ἀπὸ τῶν ἐπάλξεων τὰ πλεῖστα ἐτύγχανον εἰς αὐτοὺς βάλλοντες καὶ οἱ τὰς ἐπεκδρομὰς ποιούμενοι πάμπολύ τι χρῆμα καταπεπληγμένωντε καὶ φευγόντων ἀνθρώπων διέφθειρον.

5.23.27τε τειχομαχία πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς δείλην ὀψίαν. ταύτην μὲν οὖν τὴν νύκτα ηὐλίσαντο ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐν τῷ περιβόλῳ παιανίζοντες καὶ Βελισάριον ἐν εὐφημίαις ποιούμενοι καὶ τὰ τῶν νεκρῶν σκυλεύματα ἔχοντες, Γότθοι δὲ τούςτε τραυματίας σφῶν θεραπεύοντες καὶ τοὺς τελευτήσαντας ὀδυρόμενοι.

5.24

5.24.1Βελισάριόςτε γράμματα βασιλεῖ ἔγραψεν · ἐδήλου δὲ γραφὴ τάδε Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὥσπερ ἐκέλευες, χώραντε αὐτῆς περιβεβλημένοι πολλὴν καὶ Ῥώμην κατελάβομεν, ἀπωσάμενοι τοὺς ταύτῃ βαρβάρους, ὧνπερ ἔναγχος τὸν ἄρχοντα Λεύδεριν ἐς ὑμᾶς ἔπεμψα.

5.24.2συμβέβηκε δὲ ἡμῖν τῶν στρατιωτῶν πλῆθος ἔντε Σικελίᾳ καὶ Ἰταλίᾳ ἐπὶ φυλακῇ τῶν ὀχυρωμάτων καταστησαμένοις, ὧνπερ δυνατοὶ κατακεκρατηκέναι γεγόναμεν, τὸ στράτευμα ἐς πεντακισχιλίους ἀπολελεῖφθαι.

5.24.3οἱ δὲ πολέμιοι ἥκουσιν ἐφ’ἡμᾶς ἐς μυριάδας πεντεκαίδεκα συνειλεγμένοι. καὶ πρῶτον μὲν ἡμῖν ἐπὶ κατασκοπῇ τῶν ἀνδρῶν γενομένοις παρὰ Τίβεριν ποταμὸν, ἠναγκασμένοιςτε παρὰ γνώμην αὐτοῖς ἐς χεῖρας ἐλθεῖν, μικροῦ κατακεχῶσθαι δοράτων συμβέβηκε πλήθει.

5.24.4ἔπειτα δὲ τειχομαχήσαντες οἱ βάρβαροι παντὶ τῷ στρατῷ καὶ μηχαναῖς τισι προσβαλόντες πανταχόσε τοῦ τείχους, ὀλίγου ἐδέησαν ἡμᾶςτε αὐτοβοεὶ καὶ τὴν πόλιν ἑλεῖν, εἰ μή τις ἡμᾶς ἀνήρπασε τύχη.

5.24.5τὰ γὰρ τῶν πραγμάτων νικῶντα τὴν φύσιν οὐκ ἂν εἰκότως ἐς ἀνδρῶν ἀρετὴν, ἀλλ’ἐς τὸ κρεῖσσον ἀναφέρεσθαι πρέποι.

5.24.6τὰ μὲν οὖν ἄχρι τοῦδε ἡμῖν πεπραγμένα, εἴτε τύχῃ τινὶ εἴτε ἀρετῇ, ὡς ἄριστα ἔχει · τὰ δὲ ἐνθένδε βουλοίμην ἂν ἀμείνω τοῖς πράγμασι τοῖς σοῖς ἔσεσθαι.

5.24.7ὅσα μέντοι προσήκει ἐμέτε εἰπεῖν καὶ ὑμᾶς πρᾶξαι, οὐ μήποτε ἀποκρύψομαι, ἐκεῖνο εἰδὼς, ὡς πρόεισι μὲν τὰ ἀνθρώπινα ὅπη ἂν βουλομένῳ τῷ θεῷ εἴη, οἱ δὲ τῶν ἔργων ἁπάντων προστάται ἐκ τῶν σφίσιν αὐτοῖς πεπραγμένων τὰς αἰτίας τοὺς ἐπαίνους ἐς ἀεὶ φέρονται.

5.24.8οὐκοῦν ὅπλατε καὶ στρατιῶται στελλέσθων ἐς ἡμᾶς τοσοῦτοι τὸ πλῆθος ὥστε τοῖς πολεμίοις ἡμᾶς τὸ λοιπὸν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς πόλεμον τόνδε καθίστασθαι.

5.24.9οὐ γὰρ ἅπαντα χρεὼν πιστεύειν τῇ τύχῃ, ἐπεὶ οὐ δὲ ὁμοίως ἐς πάντα τὸν χρόνον φέρεσθαι πέφυκεν. ἀλλὰ σὲ, βασιλεῦ, ἐκεῖνο εἰσίτω, ὡς ἢν νῦν ἡμῶν οἱ βάρβαροι περιέσονται, Ἰταλίαςτε τῆς σῆς ἐκπεσούμεθα καὶ προσαποβαλοῦμεν τὸ στράτευμα, καὶ προσέσται ἡμῖν τοσαύτη τις οὖσα ὑπὲρ τῶν πεπραγμένων αἰσχύνη.

5.24.10ἐῶ γὰρ λέγειν ὡς καὶ Ῥωμαίους ἀπολεῖν δόξαιμεν, οἵ γε περὶ ἐλάσσονος τὴν σωτηρίαν τῆς ἐς τὴν σὴν βασιλείαν πεποίηνται πίστεως.

5.24.11ὥστε ἡμῖν καὶ τὴν ἄχρι τοῦδε γενομένην εὐημερίαν εἰς συμφορῶν ὑπόθεσιν τετελευτηκέναι ξυμβήσεται.

5.24.12εἰ γὰρ Ῥώμης ἡμῖν καὶ Καμπανίας καὶ πολλῷ πρότερον Σικελίας ἀποκεκροῦσθαι τετύχηκε, τὸ πάντων ἂν ἡμᾶς κουφότατον τῶν κακῶν ἔδακνε τὸ μὴ τοῖς ἀλλοτρίοις δεδυνῆσθαι πλουτεῖν.

5.24.13καὶ μὴν καὶ τοῦτο ἐκλογίζεσθαι ὑμᾶς ἄξιον, ὡς Ῥώμην πώποτε πλείω τινὰ χρόνον οὐ δὲ μυριάσι πολλαῖς διαφυλάξαι δυνατὸν γέγονε, χώραντε περιβεβλημένην πολλὴν καὶ τῷ μὴ ἐπιθαλασσίαν εἶναι τῶν ἀναγκαίων ἀποκεκλεισμένην ἁπάντων.

5.24.14καὶ Ῥωμαῖοι νῦν μὲν εὐνοϊκῶς ἡμῖν ἔχουσι, τῶν δὲ κακῶν αὐτοῖς, ὡς τὸ εἰκὸς, μηκυνομένων, οὐδὲν μελλήσουσιν ὑπὲρ αὑτῶν ἑλέσθαι τὰ κρείσσω.

5.24.15οἱ γὰρ ἐξ ὑπογύου τισὶν ἐς εὔνοιαν καθιστάμενοι, οὐ κακοτυχοῦντες, ἀλλ’εὖ πάσχοντες, τὸ πιστὸν ἐς αὐτοὺς διασώζειν εἰώθασιν.

5.24.16ἄλλωςτε καὶ λιμῷ Ῥωμαῖοι ἀναγκασθήσονται πολλὰ ὧν οὐκ ἂν βούλοιντο πρᾶξαι.

5.24.17ἐγὼ μὲν οὖν οἶδα θάνατον ὀφείλων τῇ σῇ βασιλείᾳ, καὶ διὰ τοῦτο ζῶντά με οὐδεὶς ἂν ἐνθένδε ἐξελεῖν δύναιτο. σκόπει δὲ ὁποίαν ποτέ σοι δόξαν τοιαύτη Βελισαρίου τελευτὴ φέρει.

5.24.18τοσαῦτα μὲν Βελισάριος ἔγραψε. βασιλεὺς δὲ λίαν ξυνταραχθεὶς στράτευμάτε καὶ ναῦς σπουδῇ ἤγειρε καὶ τοῖς ἀμφὶ Βαλεριανόντε καὶ Μαρτῖνον ἐπέστελλε κατὰ τάχος ἰέναι.

5.24.19σταλέντες γὰρ ξὺν στρατεύματι ἄλλῳ ἀμφὶ τὰς χειμερινὰς τροπὰς ἔτυχον, ἐφ’ πλεύσουσιν ἐς Ἰταλίαν.

5.24.20οἱ δὲ καταπλεύσαντες ἐς τὴν Ἑλλάδα (περαιτέρω γὰρ βιάζεσθαι τὸν πλοῦν οὐχ οἷοίτε ἦσαν) διεχείμαζον ἐς τὰ ἐπὶ Αἰτωλίαςτε καὶ Ἀκαρνανίας χωρία.

5.24.21ταῦτάτε Βελισαρίῳ δηλώσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον αὐτόντε καὶ Ῥωμαίους ἅπαντας ἐς τὴν προθυμίαν ἐπέρρωσεν.

5.24.22ἐν τούτῳ δὲ ξυνηνέχθη ἐν Νεαπόλει τοιόνδε γενέσθαι. Θευδερίχου τοῦ Γότθων ἄρχοντος εἰκὼν ἐν τῇ ἀγορᾷ ἐτύγχανεν οὖσα, ἐκ ψηφίδων τινῶν ξυγκειμένη, μικρῶν μὲν ἐς ἄγαν, χροιαῖς δὲ βεβαμμένων σχεδόν τι ἁπάσαις.

5.24.23ταύτης τῆς εἰκόνος ποτὲ τὴν κεφαλὴν διαρρυῆναι ζῶντος Θευδερίχου ξυμβέβηκε, τῆς τῶν ψηφίδων ἐπιβολῆς ἐκ τοῦ αὐτομάτου ξυνταραχθείσης, καὶ Θευδερίχῳ ξυνηνέχθη τελευτῆσαι τὸν βίον αὐτίκα δὴ μάλα.

5.24.24ἐνιαυτοῖς δὲ ὀκτὼ ὕστερον αἱ τὴν τῆς εἰκόνος γαστέρα ποιοῦσαι ψηφῖδες διερρύησαν ἐξαπιναίως, καὶ Ἀταλάριχος Θευδερίχου θυγατριδοῦς εὐθὺς ἐτελεύτα.

5.24.25χρόνουτε τριβέντος ὀλίγου πίπτουσι μὲν ἐς γῆν αἱ περὶ τὰ αἰδοῖα ψηφῖδες, Ἀμαλασοῦνθα δὲ Θευδερίχου παῖς ἐξ ἀνθρώπων ἠφάνιστο. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

5.24.26Γότθων δὲ Ῥώμης ἐς τὴν πολιορκίαν καθισταμένων τὰ ἐκ τῶν τῆς εἰκόνος μηρῶν ἄχρι ἐς ἄκρους πόδας διεφθάρθαι τετύχηκε.

5.24.27ταύτῃτε ἅπασα ἐκ τοῦ τοίχου ἐξίτηλος εἰκὼν γέγονεν, οἵτε Ῥωμαῖοι τὸ πρᾶγμα τοῦτο ξυμβαλόντες περιέσεσθαι τῷ πολέμῳ ἰσχυρίζοντο τὸν τοῦ βασιλέως στρατὸν, οὐκ ἄλλο οὐδὲν εἶναι τοὺς Θευδερίχου πόδας τὸν Γότθων λεὼν, ὧν ἐκεῖνος ἦρχεν, οἰόμενοι, καὶ ἀπ’αὐτοῦ εὐέλπιδες ἔτι μᾶλλον ἐγένοντο.

5.24.28ἐν μέντοι Ῥώμῃ τῶν τινες πατρικίων τὰ Σιβύλλης λόγια προὔφερον, ἰσχυριζόμενοι τὸν κίνδυνον τῇ πόλει ἄχρι ἐς τὸν Ἰούλιον μῆνα γεγενῆσθαι μόνον.

5.24.29χρῆναι γὰρ τότε βασιλέα Ῥωμαίοις καταστῆναί τινα, ἐξ οὗ δὴ Γετικὸν οὐδὲν Ῥώμη τὸ λοιπὸν δείσειε.

5.24.30Γετικὸν γάρ φασιν ἔθνος τοὺς Γότθους εἶναι · εἶχε δὲ τὸ λόγιον ὧδε ·

5.24.31πέμπτον δὲ μῆνα τὸν Ἰούλιον ἰσχυρίζοντο εἶναι, οἱ μὲν, ὅτι Μαρτίου ἱσταμένου πολιορκία κατ’ἀρχὰς γέγονεν, ἀφ’οὗ δὴ πέμπτον Ἰούλιον ξυμβαίνει εἶναι, οἱ δὲ, ὅτι Μάρτιον πρῶτον πρὸ τῆς Νουμᾶ βασιλείας ἐνόμιζον μῆνα, ὅτε δὴ Ῥωμαίοις ἐς δέκα μῆνας τοῦ ἐνιαυτοῦ χρόνος ξυνῄει, Ἰούλιόςτε ἀπ’αὐτοῦ Κυιντίλιος ὠνομάζετο.

5.24.32ἀλλ’ἦν ἄρα τούτων οὐδὲν ὑγιές. οὔτε γὰρ βασιλεὺς τότε Ῥωμαίοις κατέστη, καὶ πολιορκία ἐνιαυτῷ ὕστερον διαλυθήσεσθαι ἔμελλε, καὶ αὖθις ἐπὶ Τουτίλα Γότθων ἄρχοντος ἐς τοὺς ὁμοίους Ῥώμη κινδύνους ἰέναι, ὥς μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις.

5.24.33δοκεῖ γάρ μοι οὐ ταύτην δὴ τὴν τῶν βαρβάρων ἔφοδον τὸ μαντεῖον δηλοῦν, ἀλλ’ἑτέραν τινὰ ἤδη ξυμβᾶσαν ὕστερόν ποτε ἐσομένην.

5.24.34τῶν γὰρ Σιβύλλης λογίων τὴν διάνοιαν πρὸ τοῦ ἔργου ἐξευρεῖν ἀνθρώπῳ οἶμαι ἀδύνατον εἶναι.

5.24.35αἴτιον δὲ ὅπερ ἐγὼ αὐτίκα δηλώσω ἐκεῖνα ἀναλεξάμενος ἅπαντα · Σίβυλλα οὐχ ἅπαντα ἑξῆς τὰ πράγματα λέγει οὐ δὲ ἁρμονίαν τινὰ ποιουμένη τοῦ λόγου, ἀλλ’ἔπος εἰποῦσα τι δὴ ἀμφὶ τοῖς Λιβύης κακοῖς ἀπεπήδησεν εὐθὺς ἐς τὰ Περσῶν ἤθη.

5.24.36ἐνθένδετε Ῥωμαίων ἐς μνήμην ἐλθοῦσα μεταβιβάζει ἐς τοὺς Ἀσσυρίους τὸν λόγον. καὶ πάλιν ἀμφὶ Ῥωμαίοις μαντευομένη προλέγει τὰ Βρεττανῶν πάθη.

5.24.37ταύτῃτε ἀδύνατά ἐστιν ἀνθρώπῳ ὁτῳοῦν πρὸ τοῦ ἔργου τῶν Σιβύλλης λογίων ξυνεῖναι, ἢν μὴ χρόνος αὐτὸς ἐκβάντος ἤδη τοῦ πράγματος καὶ τοῦ λόγου ἐς πεῖραν ἐλθόντος ἀκριβὴς τοῦ ἔπους ἑρμηνεὺς γένοιτο. ἀλλὰ ταῦτα μὲν λογιζέσθω ἕκαστος ὅπη αὐτῷ φίλον. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

5.25

5.25.1ἐπειδὴ Γότθοι ἀπεκρούσθησαν τειχομαχοῦντες, ηὐλίσαντο τὴν νύκτα ἐκείνην οὕτως ὥσπερ ἐρρήθη ἑκάτεροι.

5.25.2τῇ δὲ ὑστεραίᾳ Βελισάριος πάντας Ῥωμαίους ἐκέλευε παῖδάςτε καὶ γυναῖκας ἐς Νεάπολιν ὑπεκκομίζειν, καὶ τῶν οἰκετῶν ὅσους μὴ ἀναγκαίους σφίσιν ἐς τοῦ τείχους τὴν φυλακὴν ἔσεσθαι ᾤοντο, ὅπως δὴ μὴ ἐς ἀπορίαν τῶν ἐπιτηδείων καθιστῶνται.

5.25.3 ταὐτὸ δὲ τοῦτο ποιεῖν καὶ τοῖς στρατιώταις ἐπήγγελλεν, εἴ τινι οἰκέτης θεράπαινα ἦν. οὐ γὰρ ἔτι οἷόςτε εἶναι τὰς σιτήσεις αὐτοῖς ἔφασκεν ἐν πολιορκίᾳ κατὰ τὰ εἰωθότα παρέχεσθαι, ἀλλ’αὐτοὺς τὸ μὲν ἥμισυ ἐς ἡμέραν ἑκάστην ἐν αὐτοῖς φέρεσθαι τοῖς ἐπιτηδείοις ἐπάναγκες εἶναι, τὸ δὲ λειπόμενον ἐν ἀργυρίῳ.

5.25.4οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ πλῆθος πολὺ αὐτίκα ἐς Καμπανίαν ᾔει. ἐκομίζοντο δὲ οἱ μὲν πλοίων ἐπιτυχόντες ἅπερ ἐν τῷ Ῥώμης λιμένι ὡρμίζετο, οἱ δὲ καὶ πεζῇ ὁδῷ τῇ καλουμένῃ Ἀππίᾳ ἰόντες.

5.25.5κίνδυνόςτε οὐδεὶς δέος ἐκ τῶν πολιορκούντων ἐγίνετο οὔτε τοῖς ταύτῃ βαδίζουσιν οὔτε τοῖς ἐπὶ τοῦ λιμένος ἰοῦσιν.

5.25.6οἱ γὰρ πολέμιοι οὔτε Ῥώμην ξύμπασαν τοῖς χαρακώμασι περιβαλέσθαι διὰ μέγεθος τῆς πόλεως οἷοίτε ἦσαν οὔτε κατ’ὀλίγους ἐτόλμων μακρὰν ἀπολείπεσθαι τῶν στρατοπέδων, φοβούμενοι τὰς ἐπεκδρομὰς τῶν ἐναντίων.

5.25.7καὶ δι’αὐτὸ τοῖς πολιορκουμένοις ἐπὶ χρόνον τινὰ πολλὴ ἐξουσία ἐγίνετο τῆςτε πόλεως ἀπανίστασθαι καὶ τὰ ἐπιτήδεια ἔξωθεν ἐς αὐτὴν ἐσκομίζεσθαι.

5.25.8μάλιστα δὲ νύκτωρ οἱ βάρβαροι ἐς δέοςτε ἀεὶ μέγα καθίσταντο καὶ φυλακὰς ποιούμενοι ἐν τοῖς στρατοπέδοις ἡσύχαζον.

5.25.9ἐπεὶ ἐκ τῆς πόλεως ἄλλοιτε καὶ Μαυρούσιοι συχνοὶ ἐξιόντες, ὅπη τοὺς πολεμίους καθεύδοντας ὁδῷ ἰόντας κατ’ὀλίγους εὑρήσειαν (οἷα πολλὰ ἐν στρατῷ μεγάλῳ γίνεσθαι εἴωθεν, ἄλλωντε ἀναγκαίων χρειῶν ἕνεκα καὶ τοῦ βόσκειν ἵππουςτε καὶ ἡμιόνους καὶ ζῷα ὅσα ἐς βρῶσιν ἐπιτήδεια ἦν) ἔκτεινόντε καὶ κατὰ τάχος ἐσκυλευκότες, πλειόνων σφίσιν, ἂν οὕτω τύχοι, πολεμίων ἐπεισπεσόντων ὑπεχώρουν δρόμῳ, ἄνδρες φύσειτε ποδώκεις καὶ κούφως ἐσκευασμένοι καὶ τῇ φυγῇ προλαμβάνοντες.

5.25.10οὕτω μὲν ἐκ Ῥώμης ὑποχωρεῖν πολὺς ὅμιλος ἴσχυον, καὶ οἱ μὲν ἐπὶ Καμπανίας, οἱ δὲ ἐπὶ Σικελίας ᾔεσαν, οἱ δὲ ὅπη ῥᾷόντε σφίσιν ἐνομίσθη καὶ βέλτιον εἶναι.

5.25.11Βελισάριος δὲ ὁρῶν τόντε τῶν στρατιωτῶν ἀριθμὸν ἥκιστα ἐς τὴν τοῦ τείχους περίοδον ἐξικνούμενον, ὀλίγοιτε γὰρ ἦσαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, καὶ οὐκ ἀεὶ φυλάσσειν οἱ αὐτοὶ ἄϋπνοι ἴσχυον, ἀλλ’οἱ μὲν ὕπνον, ὡς τὸ εἰκὸς, ᾑροῦντο, οἱ δὲ ἐς τὴν φυλακὴν ἐτετάχατο, καὶ τοῦ δήμου τὸ πλεῖστον μέρος πενίᾳτε πιεζομένους καὶ τῶν ἀναγκαίων σπανίζοντας, ἅτε γὰρ βαναύσοις ἀνθρώποις ἐφήμεράτε ἅπαντα ἔχουσι καὶ ἀργεῖν διὰ τὴν πολιορκίαν ἠναγκασμένοις πόρος οὐδεὶς τῶν ἐπιτηδείων ἐγίνετο, στρατιώταςτε καὶ ἰδιώτας ξυνέμιξε καὶ φυλακτηρίῳ ἑκάστῳ ἔνειμε, ῥητόν τινα μισθὸν ἰδιώτῃ ἀνδρὶ τάξας ἐς ἡμέραν ἑκάστην.

5.25.12ὧν δὴ ἐγίνοντο μὲν ξυμμορίαι ἐς τὴν φυλακὴν ἱκανῶς ἔχουσαι, νύκτα δὲ τακτὴν φυλακὴ τοῦ περιβόλου ἐπέκειτο ξυμμορίᾳ ἑκάστῃ, ἐφύλασσόντε αὐτῶν ἐκ περιτροπῆς ἅπαντες. καὶ ταύτῃ Βελισάριος ἑκατέρων τὴν ἀπορίαν διέλυεν.

5.25.13ὑποψίας δὲ ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα γεγενημένης, ὡς δὴ προδοσίαν ἐς Γότθους πράσσοι, αὐτὸν μὲν ἐς τὴν Ἑλλάδα ἔπεμψεν αὐτίκα, ἕτερον δὲ ἀρχιερέα ὀλίγῳ ὕστερον, Βιγίλιον ὄνομα, κατεστήσατο.

5.25.14τινὰς δὲ καὶ τῶν ἐκ βουλῆς ἐπ’αἰτίᾳ τῇ αὐτῇ ἐνθένδε ἐξελάσας, ἐπειδὴ τὴν πολιορκίαν οἱ πολέμιοι διαλύσαντες ἀνεχώρησαν, ἐς τὰ οἰκεῖα κατήγαγεν αὖθις.

5.25.15ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗ δὴ προπάτωρ Μάξιμος τὸ ἐς Βαλεντινιανὸν βασιλέα πάθος εἴργαστο. δείσας δὲ μή τις πρὸς φυλάκων τῶν κατὰ πύλας ἐπιβουλὴ γένηται, καί τις ἔξωθεν χρήμασίτε αὐτοὺς κακουργήσων ἴοι, δὶς ἑκάστου μηνὸς τάςτε κλεῖς ἁπάσας ἀφανίζων ἀνενεοῦτο ἀεὶ ἐς ἕτερον σχῆμα, καὶ τοὺς φύλακας ἐς φυλακτήριον ἄλλο μακράν που ἄποθεν τοῦ προτέρου ἀντικαθίστη, τοῖςτε ἐν τῷ περιβόλῳ φυλακὴν ἔχουσιν ἐς νύκτα ἑκάστην ἑτέρους ἐφίστη.

5.25.16οἷς δὴ ἐπέκειτο μέτρον τι τοῦ τείχους περιιοῦσιν ἐκ περιτροπῆς ἀναγράφεσθαι τὰ τῶν φυλάκων ὀνόματα, καὶ ἤν τις ἐνθένδε ἀπολειφθείη, ἕτερον μὲν ἀντ’αὐτοῦ καταστήσασθαι ἐν τῷ παραυτίκα, ἀναφέρειν δὲ τῇ ὑστεραίᾳ ἐφ’ἑαυτὸν, ὅστις ποτὲ ἀπολειφθεὶς εἴη, ὅπως δὴ κόλασις προσήκουσα ἐς αὐτὸν γίνοιτο.

5.25.17καὶ μουσικοῖς μὲν ὀργάνοις χρήσασθαι τοὺς τεχνίτας ἐν τῷ περιβόλῳ νύκτωρ ἐκέλευε, τῶν δὲ στρατιωτῶν τινας καὶ οὐχ ἥκιστα τῶν Μαυρουσίων ἔξω ἔπεμπεν, οἳ ἀμφὶ τὴν τάφρον διανυκτερεύσειν ἀεὶ ἔμελλον, καὶ ξὺν αὐτοῖς κύνας ἠφίει, ὅπως δὴ μη δὲ ἄποθέν τις ἐπὶ τὸν περίβολον ἰὼν διαλάθοι ·

5.25.18τότε καὶ τοῦ Ἰάνου νεὼ τὰς θύρας τῶν τινες Ῥωμαίων βιασάμενοι ἀνακλῖναι λάθρα ἐπειράσαντο.

5.25.19 δὲ Ἴανος οὗτος πρῶτος μὲν ἦν τῶν ἀρχαίων θεῶν, οὓς δὴ Ῥωμαῖοι γλώσσῃ τῇ σφετέρᾳ Πένατες ἐκάλουν. ἔχει δὲ τὸν νεὼν ἐν τῇ ἀγορᾷ πρὸ τοῦ βουλευτηρίου ὀλίγον ὑπερβάντι τὰ Τρία Φᾶτα.

5.25.20οὕτω γὰρ Ῥωμαῖοι τὰς Μοίρας νενομίκασι καλεῖν. τε νεὼς ἅπας χαλκοῦς ἐν τῷ τετραγώνῳ σχήματι ἕστηκε, τοσοῦτος μέντοι, ὅσον τὸ ἄγαλμα τοῦ Ἰάνου σκέπειν.

5.25.21ἔστι δὲ χαλκοῦν οὐχ ἧσσον πηχῶν πέντε τὸ ἄγαλμα τοῦτο, τὰ μὲν ἄλλα πάντα ἐμφερὲς ἀνθρώπῳ, διπρόσωπον δὲ τὴν κεφαλὴν ἔχον, καὶ τοῖν προσώποιν θάτερον μὲν πρὸς ἀνίσχοντα, τὸ δὲ ἕτερον πρὸς δύοντα ἥλιον τέτραπται.

5.25.22θύραιτε χαλκαῖ ἐφ’ἑκατέρῳ προσώπῳ εἰσὶν, ἃς δὴ ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐπιτίθεσθαι τὸ παλαιὸν Ῥωμαῖοι ἐνόμιζον, πολέμου δὲ σφίσιν ὄντος ἀνέῳγον.

5.25.23ἐπεὶ δὲ τὸ Χριστιανῶν δόγμα, εἴπερ τινὲς ἄλλοι, Ῥωμαῖοι ἐτίμησαν, ταύτας δὴ τὰς θύρας οὐκέτι οὐ δὲ πολεμοῦντες ἀνέκλινον.

5.25.24ἀλλ’ἐν ταύτῃ δὴ τῇ πολιορκίᾳ τινὲς τὴν παλαιὰν, οἶμαι, δόξαν ἐν νῷ ἔχοντες ἐγκεχειρήκασι μὲν αὐτὰς ἀνοιγνύναι λάθρα, οὐ μέντοι παντάπασιν ἴσχυσαν, πλήν γε δὴ ὅσον μὴ ἐς ἀλλήλας, ὥσπερ τὸ πρότερον, μεμυκέναι τὰς θύρας.

5.25.25καὶ ἔλαθόν γε οἱ τοῦτο δρᾶν ἐγκεχειρηκότες. ζήτησις δὲ τοῦ ἔργου οὐδεμία ἅτε ἐν μεγάλῳ θορύβῳ ἐγεγόνει, ἐπεὶ οὔτε τοῖς ἄρχουσιν ἐγνώσθη, οὔτε ἐς τὸ πλῆθος, ὅτι μὴ ἐς ὀλίγους κομιδῆ, ἦλθεν.

5.26

5.26.1Οὐίττιγις δὲ τὰ μὲν πρῶτα θυμῷτε καὶ ἀπορίᾳ ἐχόμενος τῶν δορυφόρων τινὰς ἐς Ῥάβενναν πέμψας Ῥωμαίων τοὺς ἐκ βουλῆς ἅπαντας, οὕσπερ κατ’ἀρχὰς τοῦδε τοῦ πολέμου ἐνταῦθα ἤγαγε, κτείνειν ἐκέλευε.

5.26.2καὶ αὐτῶν τινες μὲν προμαθόντες φυγεῖν ἴσχυσαν, ἐν οἷς Βηργεντῖνόςτε ἦν καὶ Ῥεπάρατος, Βιγιλίου ἀδελφὸς, τοῦ Ῥώμης ἀρχιερέως, οἵπερ ἄμφω ἐς Λιγούρους κομισθέντες αὐτοῦ ἔμενον. οἱ δὲ λοιποὶ ἅπαντες διεφθάρησαν.

5.26.3μετὰ δὲ Οὐίττιγις πολλὴν ἄδειαν ὁρῶν τοῖς πολεμίοις οὖσαν ἐκφορεῖντε εἴ τι ἐκ τῆς πόλεως βούλοιντο, καὶ τὰ ἐπιτήδεια κατάτε γῆν καὶ θάλασσαν ἐσκομίζεσθαι, τὸν λιμένα, ὃν δὴ Πόρτον Ῥωμαῖοι καλοῦσι, καταλαβεῖν ἔγνω.

5.26.4ὃς δὴ ἀπέχει μὲν τῆς πόλεως ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους. μέτρῳ γὰρ τοσούτῳ τὸ μὴ ἐπιθαλασσία εἶναι διείργεται Ῥώμη.

5.26.5ἔστι δὲ ποταμὸς Τίβερις τὰς ἐκβολὰς ἔχει, ὃς δὴ ἐκ Ῥώμης φερόμενος, ἐπειδὰν τῆς θαλάσσης ἐγγυτέρω γένηται ὅσον ἀπὸ σταδίων πεντεκαίδεκα, δίχα σχιζόμενος τὴν ἱερὰν νῆσον καλουμένην ἐνταῦθα ποιεῖ.

5.26.6προϊόντοςτε τοῦ ποταμοῦ εὐρυτέρα νῆσος γίνεται, ὡς τῷ μήκει τὸ τοῦ εὔρους μέτρον κατὰ λόγον εἶναι, σταδίους γὰρ πεντεκαίδεκα ῥεῦμα ἑκάτερον ἐν μέσῳ ἔχει. ναυσίπορόςτε Τίβερις ἀμφοτέρωθι μένει.

5.26.7τὸ μὲν οὖν ἐν δεξιᾷ τοῦ ποταμοῦ μέρος ἐς τὸν λιμένα τὰς ἐκβολὰς ποιεῖται, ὧν ἐκτὸς πόλιν ἐκ παλαιοῦ Ῥωμαῖοι πρὸς τῇ ὄχθῃ ἐδείμαντο, τεῖχος περιβεβλημένην ἐχυρὸν μάλιστα, Πόρτοντε αὐτὴν τῷ λιμένι ὁμωνύμως καλοῦσιν ·

5.26.8ἐν ἀριστερᾷ δὲ πρὸς τῇ ἑτέρᾳ τοῦ Τιβέριδος ἐς τὴν θάλασσαν ἐκβολῇ πόλις Ὀστία κεῖται, τῆς τοῦ ποταμοῦ ἠϊόνος ἐκτὸς, λόγου μὲν πολλοῦ τὸ παλαιὸν ἀξία, νῦν δὲ ἀτείχιστος παντάπασιν οὖσα.

5.26.9ὁδὸν τοίνυν, ἐς Ῥώμην ἐκ τοῦ Πόρτου φέρει, ὁμαλήντε καὶ ἐμπόδιον οὐδὲν ἔχουσαν τὸ ἐξ ἀρχῆς Ῥωμαῖοι πεποίηνται.

5.26.10βάρειςτε ἀεὶ πολλαὶ ἐξεπίτηδες ἐν τῷ λιμένι ὁρμίζονται, καὶ βόες οὐκ ὀλίγοι ἐν παρασκευῇ ἀγχοτάτω ἑστᾶσιν.

5.26.11ἐπειδὰν οὖν οἱ ἔμποροι ταῖς ναυσὶν ἐς τὸν λιμένα ἀφίκωνται, ἄραντες τὰ φορτία ἐνθένδε καὶ ταῦτα ἐνθέμενοι ἐν ταῖς βάρεσι, πλέουσι διὰ τοῦ Τιβέριδος ἐπὶ τὴν Ῥώμην, ἱστίοις μὲν κώπαις ἥκιστα χρώμενοι, ἐπεὶ οὔτε ἀνέμῳ τινὶ ἐνταῦθα οἷάτέ ἐστι τὰ πλοῖα ὠθεῖσθαι συχνάτε τοῦ ποταμοῦ ἐπὶ πλεῖστον ἑλισσομένου καὶ οὐκ ἐκ τοῦ εὐθέος ἰόντος, οὐ δέ τι ἐνεργεῖν αἱ κῶπαι δύνανται, τῆς τοῦ ὕδατος ῥύμης ἀπ’ἐναντίας αὐταῖς ἀεὶ φερομένης.

5.26.12βρόχους δὲ ἀπὸ τῶν βάρεων ἐς τῶν βοῶν τοὺς αὐχένας ἀρτήσαντες ἕλκουσιν αὐτὰς ὥσπερ ἁμάξας ἄχρι ἐς Ῥώμην.

5.26.13ἑτέρωθι δὲ τοῦ ποταμοῦ ἐκ πόλεως Ὀστίας ἐς Ῥώμην ἰόντι ὑλώδηςτε ὁδός ἐστι καὶ ἄλλως ἀπημελημένη καὶ οὐ δὲ τῆς τοῦ Τιβέριδος ἠϊόνος ἐγγὺς, ἅτε τῆς τῶν βάρεων ἀνολκῆς ἐνταῦθα οὐκ οὔσης.

5.26.14ἀφύλακτον οὖν τὴν πρὸς τῷ λιμένι πόλιν εὑρόντες οἱ Γότθοι αὐτήντε αὐτοβοεὶ εἷλον καὶ Ῥωμαίων τῶν ταύτῃ ᾠκημένων πολλοὺς ἔκτειναν, καὶ τὸν λιμένα ξὺν αὐτῇ ἔσχον.

5.26.15χιλίουςτε σφῶν ἐνταῦθα φρουροὺς καταστησάμενοι ἐς τὰ στρατόπεδα οἱ λοιποὶ ἀνεχώρησαν.

5.26.16καὶ ἀπ’αὐτοῦ τοῖς πολιορκουμένοις τὰ ἐκ θαλάσσης ἐσκομίζεσθαι ἀδύνατα ἦν, ὅτι μὴ διὰ τῆς Ὀστίας πόνῳτε, ὡς τὸ εἰκὸς, καὶ κινδύνῳ μεγάλῳ.

5.26.17οὐ δὲ γὰρ καταίρειν ἐνταῦθα Ῥωμαίων νῆες τὸ λοιπὸν εἶχον, ἀλλ’ἐν τῷ Ἀνθίῳ ὡρμίζοντο, ἡμέρας ὁδῷ τῆς Ὀστίας ἀπέχοντι.

5.26.18ἐνθένδετε τὰ φορτία αἰρόμενοι ἐκόμιζον μόλις. αἴτιον δὲ ὀλιγανθρωπία ἐγίνετο. Βελισάριος γὰρ περὶ τῷ Ῥώμης περιβόλῳ δείσας τὸν λιμένα κρατύνασθαι οὐδεμιᾷ φυλακῇ ἴσχυσεν.

5.26.19οἶμαι γὰρ ἂν εἰ καὶ τριακόσιοι ἐνταῦθα ἐφύλασσον, οὔ ποτε τοὺς βαρβάρους ἀποπειρᾶσθαι τοῦ χωρίου, ἐχυροῦ ἐς τὰ μάλιστα ὄντος.

5.27

5.27.1ταῦτα μὲν οὖν, ἐπειδὴ τειχομαχοῦντες ἀπεκρούσθησαν, τρίτῃ ἡμέρᾳ οἱ Γότθοι ἔδρασαν. ἡμέραις δὲ ὕστερον εἴκοσιν Πόρτος τε πόλις καὶ λιμὴν ἑάλω, Μαρτῖνόςτε καὶ Βαλεριανὸς ἧκον, ἑξακοσίουςτε καὶ χιλίους στρατιώτας ἱππεῖς ἐπαγομένω.

5.27.2καὶ αὐτῶν οἱ πλεῖστοι Οὖννοίτε ἦσαν καὶ Σκλαβηνοὶ καὶ Ἄνται, οἳ ὑπὲρ ποταμὸν Ἴστρον οὐ μακρὰν τῆς ἐκείνῃ ὄχθης ἵδρυνται.

5.27.3Βελισάριος δὲ ἥσθητε αὐτῶν τῇ παρουσίᾳ καὶ πολεμητέα σφίσιν ἐπὶ τοὺς πολεμίους εἶναι τὸ λοιπὸν ᾤετο.

5.27.4τῇ γοῦν ὑστεραίᾳ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, θυμοειδῆτε καὶ δραστήριον Τραϊανὸν ὄνομα, τῶν ὑπασπιστῶν διακοσίους ἱππέας λαβόντα, ἐκέλευεν εὐθὺ τῶν βαρβάρων ἰέναι, καὶ ἐπειδὰν τῶν χαρακωμάτων ἐγγυτέρω ἵκωνται, ἀναβάντας ἐπὶ λόφου ὑψηλοῦ ἡσυχάζειν, δείξας τι χωρίον αὐτῷ.

5.27.5ἢν δὲ οἱ πολέμιοι ἐπ’αὐτοὺς ἴωσιν, ἐκ χειρὸς μὲν τὴν μάχην οὐκ ἐᾶν γενέσθαι, οὐ δὲ ξίφους δορατίου τινὸς ἅπτεσθαι, χρῆσθαι δὲ μόνοις τοξεύμασιν, ἡνίκατέ οἱ τὴν φαρέτραν οὐδὲν ἐντὸς ἔχουσαν ἴδῃ, φεύγειντε κατὰ κράτος οὐδὲν αἰδεσθέντα καὶ ἐς τὸν περίβολον ἀναχωρεῖν δρόμῳ.

5.27.6ταῦτα ἐπιστείλας, τῶντε τοξευμάτων τὰς μηχανὰς καὶ τοὺς ἀμφὶ ταύταις τεχνίτας ἐν παρασκευῇ εἶχε. Τραϊανὸς δὲ ξὺν τοῖς διακοσίοις ἐκ πύλης Σαλαρίας ᾔει ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.

5.27.7καὶ οἱ μὲν, καταπεπληγμένοι τῷ αἰφνιδίῳ, ἐβοήθουν ἐκ τῶν χαρακωμάτων, ὡς ἑκάστῳ ἐκ τῶν δυνατῶν ἐσκευάσθαι τετύχηκεν.

5.27.8οἱ δὲ ἀμφὶ Τραϊανὸν ἀναβάντες ἐπὶ τοῦ λόφου, ὅνπερ αὐτοῖς Βελισάριος ἔδειξεν, ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο βάλλοντες.

5.27.9καὶ αὐτῶν τοὺς ἀτράκτους ἅτε ἐς πολὺν ἐμπίπτοντας ὅμιλον ἀνθρώπου ἵππου ἐπὶ πλεῖστον ἐπιτυγχάνειν ξυνέβαινεν. ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ βέλη ἤδη ἐπελελοίπει, οἵδε κατὰ τάχος ὀπίσω ἀπήλαυνον, διώκοντέςτε οἱ Γότθοι ἐνέκειντο.

5.27.10ὡς δὲ τοῦ περιβόλου ἐγγυτέρω ἵκοντο, τάτε ἐκ τῶν μηχανῶν τοξεύματα οἱ τεχνῖται ἐνήργουν, καὶ τῆς διώξεως οἱ βάρβαροι κατωρρωδηκότες ἀπέσχοντο.

5.27.11λέγονται δὲ Γότθοι οὐχ ἧσσον χίλιοι ἐν τῷ ἔργῳ τούτῳ ἀποθανεῖν. ἡμέραις δὲ ὀλίγαις ὕστερον Βελισάριος Μουνδίλαν τῶν δορυφόρων τῶν αὑτοῦ ἕτερον, καὶ Διογένην, διαφερόντως ἀγαθοὺς τὰ πολέμια, ξὺν ὑπασπισταῖς τριακοσίοις στείλας, ταὐτὸ ποιεῖν τοῖς προτέροις ἐκέλευε. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.

5.27.12ὑπαντιασάντων δὲ τῶν πολεμίων ξυνηνέχθη αὐτῶν οὐχ ἥσσους, εἰ μὴ καὶ πλείους, ἐν τῷ προτέρῳ ἔργῳ τρόπῳ τῷ αὐτῷ ἀπολωλέναι.

5.27.13πέμψας δὲ καὶ τρίτον ξὺν ἱππεῦσι τριακοσίοις Ὀΐλαν τὸν δορυφόρον, ἐφ’ τὰ ὅμοια τοὺς πολεμίους ἐργάσονται, ταὐτὰ ἔδρασε.

5.27.14τρεῖςτε, καθάπερ μοι ἐρρήθη, ἐπεκδρομὰς ποιησάμενος τῶν ἐναντίων ἀμφὶ τετρακισχιλίους διέφθειρεν.

5.27.15Οὐίττιγις δὲ (οὐ γὰρ αὐτὸν εἰσῄει τὸ διαλλάσσον ἐν τοῖς στρατοπέδοις τῆςτε ὁπλίσεως καὶ τῆς ἐς τὰ πολέμια ἔργα μελέτης) ῥᾷστα καὶ αὐτὸς ᾤετο τὰ ἀνήκεστα τοὺς πολεμίους ἐργάσασθαι, ἤν γε στρατῷ ὀλίγῳ ἐπ’αὐτοὺς τὴν ἔφοδον ποιοίη.

5.27.16ἔπεμψεν οὖν ἱππεῖς πεντακοσίους, ἄγχιστάτε τοῦ περιβόλου ἰέναι κελεύσας, καὶ ὅσα πρὸς ὀλίγων πολλάκις πολεμίων πεπόνθασι, ταῦτα δὴ ἐς ξύμπασαν τὴν ἐκείνων στρατιὰν ἐπιδείξασθαι.

5.27.17καὶ οἱ μὲν ἐν χωρίῳ ὑψηλῷ γενόμενοι τῆς πόλεως οὐ μακρὰν ἄποθεν, ἀλλ’ὅσον ἔξω βελῶν, ἵσταντο.

5.27.18Βελισάριος δὲ ἄνδραςτε ἀπολέξας χιλίους καὶ Βέσσαν αὐτοῖς ἄρχοντα ἐπιστήσας ὁμόσε χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐπέστελλεν.

5.27.19οἱ δὲ κύκλωσίντε τῶν βαρβάρων ποιησάμενοι καὶ κατὰ νώτου ἀεὶ βάλλοντες κτείνουσίτε συχνοὺς καὶ τοὺς λοιποὺς βιασάμενοι κατελθεῖν ἐς τὸ πεδίον ἠνάγκασαν.

5.27.20ἔνθα δὴ τῆς μάχης οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐκ χειρὸς γενομένης, τῶν Γότθων οἱ μὲν πολλοὶ διεφθάρησαν, ὀλίγοι δέ τινες μόλις διαφυγόντες εἰς τὸ σφέτερον στρατόπεδον ἀνεχώρησαν.

5.27.21οὓς δὴ Οὐίττιγις ἅτε τῷ ἀνάνδρῳ ἡσσημένους ἐκάκιζε, καὶ τὸ πάθος ἑτέροις τισὶν ἀνασώσασθαι οὐκ ἐς μακρὰν ὑποσχόμενος, ἐν μὲν τῷ παρόντι ἡσύχαζε, τρισὶ δὲ ὕστερον ἡμέραις ἐκ πάντων τῶν χαρακωμάτων ἄνδρας ἀπολεξάμενος πεντακοσίους ἔργα ἐς τοὺς πολεμίους ἐκέλευεν ἐπιδείξασθαι ἀρετῆς ἄξια.

5.27.22οὓς ἐπειδὴ Βελισάριος ἐγγυτέρω ἥκοντας εἶδε, πεντακοσίουςτε καὶ χιλίους καὶ ἄρχοντας Μαρτῖνόντε καὶ Βαλεριανὸν ἐπ’αὐτοὺς ἔστελλεν.

5.27.23ἱππομαχίαςτε ἐκ τοῦ εὐθέος γεγενημένης, τῷ πλήθει Ῥωμαῖοι παρὰ πολὺ ὑπεραίροντες τῶν πολεμίων, τρέπουσίτε αὐτοὺς οὐδενὶ πόνῳ καὶ σχεδόν τι ἅπαντας διαφθείρουσι.

5.27.24καὶ τοῖς μὲν πολεμίοις δεινόντε καὶ τύχης ἐναντίωμα παντάπασιν ἐδόκει εἶναι, εἰ πολλοίτε ὄντες πρὸς ὀλίγων πολεμίων ἐπιόντων σφίσιν ἡσσῶνται καὶ κατ’ὀλίγους αὖθις ἰόντες ἐπ’αὐτοὺς διαφθείρονται.

5.27.25Βελισάριον δὲ δημοσίᾳ μὲν τῆς ξυνέσεως Ῥωμαῖοι ἐπῄνουν, ἐν θαύματι αὐτὴν, ὡς τὸ εἰκὸς, μεγάλῳ ποιούμενοι, ἰδίᾳ δὲ αὐτὸν ἠρώτων οἱ ἐπιτήδειοι ὅτῳ ποτὲ τεκμαιρόμενος ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πολεμίους οὕτως ἡσσημένος διέφυγεν, εὔελπις ἐγεγόνει τῷ πολέμῳ κατὰ κράτος αὐτῶν περιέσεσθαι.

5.27.26καὶ αὐτὸς ἔλεγεν ὡς αὐτοῖς κατ’ἀρχὰς ξὺν ὀλίγοις τισὶν ἐς χεῖρας ἐλθὼν κατενόησεν ὅτι ποτὲ τὸ διαφέρον ἐν ἑκατέρᾳ στρατιᾷ εἴη, ὥστε ἢν κατὰ λόγον τῆς δυνάμεως τὰς ξυμβολὰς ποιοίη, οὐδὲν ἂν τῇ σφετέρᾳ ὀλιγανθρωπίᾳ τὸ τῶν πολεμίων λυμήνασθαι πλῆθος.

5.27.27διαφέρειν δὲ, ὅτι Ῥωμαῖοι μὲν σχεδόν τι ἅπαντες καὶ οἱ ξύμμαχοι Οὖννοι ἱπποτοξόται εἰσὶν ἀγαθοὶ, Γότθων δὲ τὸ ἔργον τοῦτο οὐδενὶ ἤσκηται, ἀλλ’οἱ μὲν ἱππεῖς αὐτοῖς μόνοις δορατίοιςτε καὶ ξίφεσιν εἰώθασι χρῆσθαι, οἱ δὲ τοξόται, πεζοίτε ὄντες καὶ πρὸς τῶν ὁπλιτῶν καλυπτόμενοι, ἐς μάχην καθίστανται.

5.27.28οἵτε οὖν ἱππεῖς, ἢν μὴ ἐκ χειρὸς ξυμβολὴ εἴη, οὐκ ἔχοντες καθ’ τι ἀμυνοῦνται πρὸς τῶν ἐναντίων τοξεύμασι χρωμένων, εὐπετῶς ἂν βαλλόμενοι διαφθείρονται, καὶ οἱ πεζοὶ κατ’ἀνδρῶν ἱππέων ἐπεκδρομὰς ποιεῖσθαι οὐκ ἄν ποτε ἱκανοὶ εἶεν.

5.27.29διὰ ταῦτα μὲν Βελισάριος ἰσχυρίζετο τοὺς βαρβάρους ἐν ταύταις δὴ ταῖς ξυμβολαῖς πρὸς Ῥωμαίων ἡσσῆσθαι. Γότθοι δὲ τῶν σφίσι ξυμβεβηκότων τὸ παράλογον ἐν νῷ ἔχοντες οὔτε κατ’ὀλίγους τὸ λοιπὸν ἐπὶ τὸν Ῥώμης περίβολον ἐχώρουν οὔτε τοὺς πολεμίους ἐνοχλοῦντας ἐδίωκον, πλήν γε δὴ ὅσον ἐκ τῶν χαρακωμάτων ἀπώσασθαι.

5.28

5.28.1ὕστερον δὲ Ῥωμαῖοι μὲν ἅπαντες, ἐπαρθέντες τοῖς φθάσασιν εὐτυχήμασι, παντίτε τῷ Γότθων στρατεύματι ὤργων διὰ μάχης ἰέναι καὶ πολεμητέα εἶναι ἐκ τοῦ ἐμφανοῦς σφίσιν ᾤοντο.

5.28.2Βελισάριος δὲ, πάμπολυ ἔτι εἶναι τὸ διαφέρον ἐν ἀμφοτέροις οἰόμενος, ὤκνειτε ἀεὶ τῷ παντὶ διακινδυνεύειν στρατεύματι καὶ τὰς ἐπεκδρομὰς ἐσπούδαζέτε ἔτι μᾶλλον καὶ ἐπενόει ἐπὶ τοὺς πολεμίους.

5.28.3ἐπεὶ δὲ κακιζόμενος πρόςτε τοῦ στρατοῦ καὶ Ῥωμαίων τῶν ἄλλων ἀπεῖπε, παντὶ μὲν τῷ στρατῷ μάχεσθαι ἤθελε, τὴν δὲ ξυμβολὴν ἐξ ἐπιδρομῆς οὐδέν τι ἧσσον ποιήσασθαι.

5.28.4πολλάκιςτε ἀπεκρούσθη ἐς τοῦτο ὁρμήσας, καὶ τὴν ἔφοδον ἐς τὴν ὑστεραίαν ἀποθέσθαι ἠνάγκαστο, ἐπεὶ προγνόντας τὰ ἐσόμενα πρὸς τῶν αὐτομόλων τοὺς πολεμίους ἐν παρασκευῇ παρὰ δόξαν εὗρε.

5.28.5διὸ δὴ καὶ ἐκ τοῦ ἐμφανοῦς διαμαχήσασθαι τὸ λοιπὸν ἤθελε, καὶ οἱ βάρβαροι ἄσμενοι ἐς τὴν μάχην καθίσταντο. καὶ ἐπεὶ ἀμφοτέροις τὰ ἐς τὴν ξυμβολὴν ὡς ἄριστα ἤσκητο, Βελισάριος μὲν ἀγείρας τὸ στράτευμα ὅλον τοιάδε παρεκελεύσατο Οὐ μαλακίαν τινὰ καταγνοὺς ὑμῶν, ἄνδρες συστρατιῶται, οὐ δὲ τῶν πολεμίων κατορρωδήσας τὴν δύναμιν τὴν πρὸς αὐτοὺς συμβολὴν ὤκνουν, ἀλλ’ἐπεὶ τὸν πόλεμον ἡμῖν ἐξ ἐπιδρομῆς διαφέρουσιν εὖ καθειστήκει τὰ πράγματα, διασώσασθαι ᾤμην δεῖν ἐς ἀεὶ τὴν τῆς εὐπραξίας αἰτίαν.

5.28.7οἷς γὰρ κατὰ νοῦν τὰ παρόντα χωρεῖ, ἐφ’ἕτερον μεταβάλλεσθαι ἀξύμφορον οἶμαι. ὁρῶν μέντοι ἐς τόνδε ὑμᾶς προθυμουμένους τὸν κίνδυνον, εὔελπίςτέ εἰμι καὶ οὔποτε ὑμῶν τῇ ὁρμῇ ἐμποδὼν στήσομαι.

5.28.8οἶδα γὰρ ὡς τὸ πλεῖστον ἀεὶ τῆς ἐν τοῖς πολέμοις ῥοπῆς τῶν μαχομένων κεκλήρωται γνώμη καὶ τὰ πολλὰ τῇ τούτων προθυμίᾳ κατορθοῦσθαι φιλεῖ.

5.28.9ὡς μὲν οὖν ὀλίγοι μετὰ τῆς ἀρετῆς τεταγμένοι πλήθους περιεῖναι οἷοίτέ εἰσι τῶν ἐναντίων ἐξεπίσταται ὑμῶν ἕκαστος, οὐκ ἀκοῇ λαβὼν, ἀλλ’ἐς πεῖραν ἀγῶνος τὴν καθ’ἡμέραν ἥκων.

5.28.10ὅπως δὲ μὴ καταισχύνητε μήτε τὴν προτέραν τῶν ἐμῶν στρατηγημάτων δόξαν μήτε τὴν ἐκ τῆσδε ὑμῶν τῆς προθυμίας ἐλπίδα, ἐφ’ὑμῖν κείσεται.

5.28.11πάντα γὰρ ὅσα ἡμῖν ἐν τῷδε τῷ πολέμῳ πεπρᾶχθαι ξυμβαίνει πρὸς τὴν ἀπόβασιν κρίνεσθαι τῆς παρούσης ἡμέρας ἀνάγκη.

5.28.12ὁρῶ δὲ καὶ τὸν παρόντα καιρὸν ἡμῖν ξυλλαμβάνοντα, ὃς ἡμῖν δεδουλωμένου τοῖς φθάσασι τοῦ τῶν πολεμίων φρονήματος ῥᾴδιον, ὡς τὸ εἰκὸς, τὴν ἐκείνων ἐπικράτησιν θήσεται.

5.28.13τῶν γὰρ πολλάκις ἠτυχηκότων ἥκιστα ἀνδραγαθίζεσθαι φιλοῦσιν αἱ γνῶμαι. ἵππου δὲ τόξου ἄλλου ὁτουοῦν ὅπλου ὑμῶν φειδέσθω μηδείς.

5.28.14ἐγὼ γὰρ ὑμῖν ἐν τῷ παραυτίκα ὑπὲρ πάντων ἕτερα τῶν κατὰ τὴν μάχην διαφθειρομένων ἀνθυπουργήσω.

5.28.15Βελισάριος μὲν τοσαῦτα παρακελευσάμενος ἐξῆγε τὸ στράτευμα διάτε πυλίδος Πιγκιανῆς καὶ Σαλαρίας πύλης, ὀλίγους δέ τινας διὰ πύλης Αὐρηλίας ἐς Νέρωνος πεδίον ἐκέλευεν ἰέναι.

5.28.16οἷς δὴ Βαλεντῖνον ἐπέστησε καταλόγου ἱππικοῦ ἄρχοντα, καὶ αὐτῷ ἐπέστελλε μάχης μὲν μηδεμιᾶς ἄρχειν, μη δὲ τοῦ στρατοπέδου τῶν ἐναντίων ἐγγυτέρω ἰέναι, δόκησιν δὲ παρέχειν ἀεὶ τοῦ αὐτίκα προσβάλλειν, ὅπως μὴ τῶν ἐνταῦθα πολεμίων τινὲς τὴν ἐκείνῃ γέφυραν διαβαίνοντες ἐπιβοηθεῖν τοῖς ἐκ τῶν ἄλλων χαρακωμάτων οἷοίτε ὦσι.

5.28.17πολλῶν γὰρ ὄντων, ὥσπερ μοι προδεδήλωται, τῶν ἐν Νέρωνος πεδίῳ στρατοπεδευομένων βαρβάρων ἱκανόν οἱ ἐφαίνετο τούτους δὴ ἅπαντας οὐ μεταλαχόντας τῆς ξυμβολῆς ἀπὸ τοῦ ἄλλου στρατοῦ κεχωρίσθαι.

5.28.18καὶ ἐπειδὴ Ῥωμαίων τοῦ δήμου ἐθελούσιοί τινες ὅπλα ἀνελόμενοι εἵποντο, ἐς μὲν τὴν ξυμβολὴν αὐτοὺς ξυντετάχθαι σφίσιν οὐκ εἴασε, δείσας μὴ ἐν τῷ ἀγῶνι γενόμενοι κατορρωδήσωσίτε τὸν κίνδυνον καὶ τὸ στράτευμα ξυνταράξωσιν ὅλον, βάναυσοίτε ἄνδρες καὶ πολέμου ἀμελέτητοι παντάπασιν ὄντες.

5.28.19ἐκτὸς δὲ πυλῶν Παγκρατιανῶν, αἳ ὑπὲρ Τίβεριν ποταμόν εἰσι, φάλαγγα ποιησαμένους ἡσυχάζειν ἐκέλευεν, ἕως αὐτὸς σημήνῃ, λογισάμενος, ὅπερ ἐγένετο, ὡς, εἴπερ αὐτούςτε καὶ τοὺς ἀμφὶ Βαλεντῖνον ἴδωσιν οἱ ἐν Νέρωνος πεδίῳ πολέμιοι, οὔ ποτε θαρσήσουσι τὸ σφέτερον ἀπολιπόντες χαράκωμα ἐπὶ σφᾶς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς μάχην ἰέναι.

5.28.20ἕρμαιον δὲ καὶ λόγου πολλοῦ ἄξιον εἶναι ἄνδρας τοσούτους τὸ πλῆθος τοῦ τῶν ἐναντίων στρατοπέδου ἀποκεκρίσθαι.

5.28.21οὕτως μὲν οὖν ἱππομαχίαν μόνον ἐκείνῃ τῇ ἡμέρᾳ ποιήσασθαι ἤθελεν, καὶ τῶν ἄλλων πεζῶν οἱ πλεῖστοι ἤδη μένειν ἐν τοῖς καθεστῶσιν οὐκ ἀξιοῦντες, ἵππουςτε τῶν πολεμίων ληϊσάμενοι καὶ τοῦ ἱππεύειν οὐκ ἀμελέτητοι γεγενημένοι, ἱππόται ἦσαν.

5.28.22τοὺς δὲ πεζοὺς, ὀλίγουςτε ὄντας καὶ οὔτε φάλαγγα ἔχοντας λόγου ἀξίαν ποιήσασθαι οὔτε τοῖς βαρβάροις θαρσήσαντάς πω ἐς χεῖρας ἰέναι, ἀλλ’ἐς φυγὴν ἀεὶ ἐν τῇ πρώτῃ ὁρμῇ καθισταμένους, οὐκ ἀσφαλὲς ἐνόμιζεν εἶναι ἄποθεν τοῦ περιβόλου παρατάσσεσθαι, ἀλλ’αὐτοῦ ἄγχιστα τῆς τάφρου ἐν τάξει μένειν, ὅπως, εἴ γε σφῶν τοὺς ἱππέας τρέπεσθαι ξυμβαίνοι, δέχεσθαίτε οἷοίτε ὦσι τοὺς φεύγοντας καὶ ξὺν αὐτοῖς ἅτε ἀκμῆτες τοὺς ἐναντίους ἀμύνεσθαι.

5.28.23Πριγκίπιος δέ τις ἐν τοῖς αὐτοῦ δορυφόροις, ἀνὴρ δόκιμος, Πισίδης γένος, καὶ Ταρμοῦτος Ἴσαυρος, Ἔννου τοῦ Ἰσαύρων ἀρχηγοῦ ἀδελφὸς, Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Στρατηγῶν ἄριστε, μήτε τὸ στράτευμά σοι, ὀλίγοντε ὂν καὶ πρὸς μυριάδας βαρβάρων πολλὰς μαχησόμενον, ἀποτέμνεσθαι ἀξίου τῆς πεζῶν φάλαγγος, μήτε χρῆναι τὸ Ῥωμαίων πεζικὸν ὑβρίζεσθαι οἴου, δι’οὗ τὴν ἀρχὴν τοῖς πάλαι Ῥωμαίοις ἐς τόδε μεγέθους κεχωρηκέναι ἀκούομεν.

5.28.25εἰ γάρ τι οὐκ ἀξιόλογον αὐτοῖς ἐν τῷδε τῷ πολέμῳ εἰργάσθαι ξυμβαίνει, οὐ τῆς τῶν στρατιωτῶν κακίας τεκμήριον τοῦτο, ἀλλ’οἱ τῶν πεζῶν ἄρχοντες τὴν αἰτίαν φέρεσθαι δίκαιοι, ἵπποις μὲν ἐν τῇ παρατάξει μόνοι ὀχούμενοι, κοινὴν δὲ ἡγεῖσθαι οὐκ ἀξιοῦντες τὴν τοῦ πολέμου τύχην, ἀλλὰ φυγῇ αὐτῶν μόνος ἕκαστος καὶ πρὸ τῆς ἀγωνίας τὰ πολλὰ χρώμενοι.

5.28.26σὺ δὲ πάντας μὲν τοὺς πεζῶν ἄρχοντας, ἱππέας γὰρ ὁρᾷς γεγενημένους ἥκιστάτε ξυντάττεσθαι τοῖς σφῶν ὑπηκόοις ἐθέλοντας, ξὺν τῷ ἄλλῳ τῶν ἱππέων στρατεύματι ἔχων ἐς τὴν ξυμβολὴν τήνδε καθίστασο, ἡμᾶς δὲ τοῖς πεζοῖς ἐς τὴν παράταξιν ἡγεῖσθαι ξυγχώρει.

5.28.27πεζοὶ γὰρ καὶ ἡμεῖς τὸ τῶν βαρβάρων πλῆθος ξὺν αὐτοῖς οἴσομεν, ἐλπίδα ἔχοντες ὅσα ἂν θεὸς διδῷ τοὺς πολεμίους ἐργάσασθαι.

5.28.28ταῦτα ἀκούσας Βελισάριος κατ’ἀρχὰς μὲν οὐ ξυνεχώρησεν. αὐτὼ γὰρ ἄνδρε μαχίμω ἐς ἄγαν ὄντε ὑπερηγάπα καὶ πεζοὺς ὀλίγους διακινδυνεύειν οὐκ ἤθελε.

5.28.29τέλος δὲ τῇ τῶν ἀνδρῶν προθυμίᾳ βιαζόμενος ὀλίγους μέν τινας ἔςτε τὰς πύλας καὶ ἄνω ἐς τὰς ἐπάλξεις ξὺν Ῥωμαίων τῷ δήμῳ ἀμφὶ τὰς μηχανὰς εἴασε, τοῖς δὲ ἄλλοις Πριγκίπιόντε καὶ Ταρμοῦτον ἐπιστήσας ὄπισθεν αὐτοὺς ἵστασθαι ἐν τάξει ἐκέλευεν, ὅπως αὐτοίτε μὴ τὸν κίνδυνον κατορρωδήσαντες τὸ ἄλλο στράτευμα ξυνταράξωσι, καὶ τῶν ἱππέων ἤν τίς ποτε μοῖρα τρέποιτο, μὴ ὡς ἀπωτάτω χωρήσαιεν, ἀλλ’ἐς τοὺς πεζοὺς καταφεύγοντες τοὺς διώκοντας οἷοίτε ὦσι ξὺν ἐκείνοις ἀμύνεσθαι.

5.29

5.29.1Ῥωμαίοις μὲν τὰ ἐς τὴν ξυμβολὴν παρεσκεύαστο ὧδε. Οὐίττιγις δὲ Γότθους ἐξώπλισεν ἅπαντας, οὐδένα ἐν τοῖς χαρακώμασιν, ὅτι μὴ τοὺς ἀπομάχους, ἀπολιπών.

5.29.2καὶ τοὺς μὲν ἀμφὶ Μαρκίαν ἐν Νέρωνος πεδίῳ μένειν ἐκέλευε, φυλακῆςτε τῆς ἐν γεφύρᾳ ἐπιμελεῖσθαι, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν · αὐτὸς δὲ τὸ ἄλλο στράτευμα ξυγκαλέσας ἔλεξε τοιάδε Ἴσως ἂν ὑμῶν τισι περὶ τῇ ἀρχῇ δεδιέναι δοκοίην καὶ ἀπ’αὐτοῦ τήντε ἄλλην ἐς ὑμᾶς φιλοφροσύνην ἐνδείξασθαι καὶ τανῦν ὑπὲρ εὐτολμίας ὑμῖν ἐπαγωγὰ φθέγγεσθαι.

5.29.4καὶ τοῦτο οὐκ ἄπο τοῦ ἀνθρωπείου τρόπου λογίζονται. εἰώθασι γὰρ ἀμαθεῖς ἄνθρωποι, ὧν μὲν ἂν δέοιντο, πρᾳότητι ἐς αὐτοὺς χρῆσθαι, κἂν πολλῷ τῷ διαλλάσσοντι καταδεέστεροι τύχωσιν ὄντες, ἐς δὲ τοὺς ἄλλους δυσπρόσοδοι εἶναι, ὧν τῆς ὑπουργίας οὐ χρῄζουσιν.

5.29.5ἐμοὶ μέντοι οὔτε βίου καταστροφῆς οὔτε ἀρχῆς στερήσεως μέλει. εὐξαίμην γὰρ ἂν καὶ τὴν πορφυρίδα ταύτην ἀποδύσασθαι τήμερον, εἰ Γότθος ἀνὴρ αὐτὴν ἐνδιδύσκεσθαι μέλλοι.

5.29.6καὶ τὸ Θευδάτου πέρας ὄλβιον ἐν τοῖς μάλιστα γεγενῆσθαι νενόμικα, γε ταῖς τῶν ὁμοφύλων χερσὶ τήντε ἀρχὴν ἀφεῖναι καὶ τὴν ψυχὴν ἅμα τετύχηκε.

5.29.7συμφορὰ γὰρ ἰδίᾳ προσπίπτουσα μὴ συμφθειρομένου τοῦ γένους τοῖς γε οὐκ ἀνοήτοις παραψυχῆς οὐκ ἐστέρηται.

5.29.8ἐννοοῦντά με δὲ τότε Βανδίλων πάθος καὶ τὸ τοῦ Γελίμερος τέλος οὐδὲν εἰσέρχεται μέτριον, ἀλλὰ Γότθους μὲν ὁρᾶν μοι δοκῶ ξὺν τοῖς παισὶ δεδουλωμένους, γυναῖκας δὲ ὑμετέρας ἀνδράσιν ἐχθίστοις τὰ πάντων αἴσχιστα ὑπηρετούσας, ἐμαυτὸν δὲ ἀγόμενον καὶ τὴν τῆς Θευδερίχου θυγατρὸς παῖδα ὅπη ποτὲ τοὺς νῦν πολεμίους ἀρέσκει · ταῦτα βουλοίμην ἂν καὶ ὑμᾶς ὅπως μὴ προσπέσωσι δείσαντας ἐς μάχην τήνδε καθίστασθαι.

5.29.9οὕτω γὰρ ἂν ἐν τῷ τῆς ξυμβολῆς χωρίῳ τὴν τοῦ βίου καταστροφὴν περὶ πλείονος τῆς μετὰ τὴν ἧτταν σωτηρίας ποιήσαισθε. ἑνὶ γὰρ μόνῳ κακοτυχεῖν ἄνδρες γενναῖοι τῷ τῶν πολεμίων ἐλασσοῦσθαι νομίζουσι.

5.29.10θάνατος δὲ, ἄλλωςτε καὶ ταχὺς ἥκων, εὐδαίμονας ἀεὶ τοὺς πρόσθεν οὐκ εὐτυχοῦντας ἐργάζεται.

5.29.11εὔδηλόντε ὡς, ἢν μετὰ τούτων ὑμεῖς τῶν λογισμῶν τήνδε τὴν ξυμβολὴν διενέγκητε, ῥᾷστα μὲν τοὺς ἐναντίους νικήσετε, ὀλίγουςτε ὄντας καὶ Γραικοὺς, κολάσετε δὲ αὐτοὺς αὐτίκα δὴ μάλα τῆςτε ἀδικίας καὶ ὕβρεως ἧς ἐς ἡμᾶς ἦρξαν.

5.29.12ἡμεῖς μὲν γὰρ αὐτῶν ἀρετῇτε καὶ πλήθει καὶ τοῖς ἄλλοις ἅπασιν ὑπεραίρειν αὐχοῦμεν, οἱ δὲ θρασύνονται καθ’ἡμῶν τοῖς ἡμετέροις κακοῖς ἐπαρθέντες, καὶ μόνον ἐφόδιον ἔχοντες τὴν ἡμετέραν ὀλιγωρίαν. βόσκει γὰρ αὐτῶν τὴν παρρησίαν τὸ παρὰ τὴν ἀξίαν εὐτύχημα.

5.29.13τοσαῦτα καὶ Οὐίττιγις παρακελευσάμενος διεκόσμει τὸ στράτευμα ἐς παράταξιν, πεζοὺς μὲν ἐς μέσον καταστησάμενος, τοὺς ἱππέας δὲ ἐς ἄμφω τὰ κέρατα.

5.29.14οὐκ ἄποθεν μέντοι τῶν χαρακωμάτων τὴν φάλαγγα διέτασσεν, ἀλλ’αὐτοῦ ἄγχιστα, ὅπως, ἐπειδὰν τάχιστα τροπὴ γένηται, εὐπετῶς οἱ πολέμιοι καταλαμβανόμενοι διαφθείρωνται, ἐν χώρῳ πολλῷ τῆς διώξεως αὐτοῖς γινομένης.

5.29.15ἤλπιζε γὰρ, ἢν ἐν τῷ πεδίῳ μάχη συσταδὸν γένηται, αὐτοὺς οὐ δὲ βραχύν τινα χρόνον ἀνθέξειν, τεκμαιρόμενος πολλῷ γε ὄντι τῷ παραλόγῳ, ὅτι οὐκ ἀντίπαλον τῷ σφετέρῳ τὸ τῶν πολεμίων στράτευμα εἴη.

5.29.16οἱ μὲν οὖν στρατιῶται πρωῒ ἀρξάμενοι ἔργου ἑκατέρωθεν εἴχοντο. Οὐίττιγις δὲ καὶ Βελισάριος ὄπισθεν ἐγκελευόμενοι ἀμφοτέρους ἐς εὐψυχίαν ὥρμων.

5.29.17καὶ τὰ μὲν πρῶτα καθυπέρτερα ἦν τὰ Ῥωμαίων, οἵτε βάρβαροι πρὸς τῶν τοξευμάτων συχνοὶ ἔπιπτον, δίωξις μέντοι αὐτῶν οὐδεμία ἐγίνετο.

5.29.18ἅτε γὰρ ἐν πλήθει μεγάλῳ οἱ Γότθοι καθεστῶτες ῥᾷστα δὴ ἐς τῶν διαφθειρομένων τὴν χώραν ἕτεροι ἵσταντο, αἴσθησίντε οὐδεμίαν τῶν ἐν σφίσιν ἀπολλυμένων παρείχοντο. καὶ τοῖς Ῥωμαίοις ἱκανὸν ἐφαίνετο λίαν ὀλίγοις οὖσιν ἐς τόδε αὐτοῖς τὴν ἀγωνίαν ἀποκεκρίσθαι.

5.29.19τήντε μάχην ἄχρι ἐς τὰ τῶν ἐναντίων στρατόπεδα διενεγκοῦσιν ἐς μέσην ἡμέραν, καὶ πολλοὺς ἤδη διαφθείρασι τῶν πολεμίων βουλομένοις ἦν ἐς τὴν πόλιν ἐπανιέναι, ἤν τις αὐτοῖς γένηται σκῆψις.

5.29.20ἐν τούτῳ τῷ πόνῳ ἄνδρες Ῥωμαίων ἀγαθοὶ πάντων μάλιστα ἐγένοντο τρεῖς, Ἀθηνόδωρόςτε, ἀνὴρ Ἴσαυρος, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, καὶ Θεοδωρίσκοςτε καὶ Γεώργιος, Μαρτίνου δορυφόροι, Καππαδόκαι γένος.

5.29.21ἀεὶ γὰρ τοῦ τῆς φάλαγγος ἐξιόντες μετώπου δόρασι διειργάζοντο τῶν βαρβάρων πολλούς. ταῦτα μὲν ἐφέρετο τῇδε.

5.29.22ἐν δὲ Νέρωνος πεδίῳ χρόνον μὲν συχνὸν ἀντεκάθηντο ἑκάτεροι ἀλλήλοις, καὶ οἱ Μαυρούσιοι ἐπεκδρομάςτε ἀεὶ ποιούμενοι καὶ τὰ δοράτια ἐσακοντίζοντες τοὺς Γότθους ἐλύπουν.

5.29.23ἐπεξιέναι γὰρ αὐτοῖς ἥκιστα ἤθελον, δεδιότες τοὺς ἐκ τοῦ Ῥωμαίων δήμου οὐκ ἄποθεν ὄντας, οὓς δὴ στρατιώταςτε ᾤοντο εἶναι καί τινα ἐνέδραν ἐς σφᾶς ποιουμένους ἡσυχῆ μένειν, ὅπως κατὰ νώτου ἰόντες ἀμφιβόλουςτε ποιησάμενοι διαφθείρωσιν.

5.29.24ἤδη δὲ τῆς ἡμέρας μεσούσης ὁρμᾷ μὲν τὸ Ῥωμαίων στράτευμα ἐκ τοῦ αἰφνιδίου ἐπὶ τοὺς πολεμίους, τρέπονται δὲ παρὰ δόξαν οἱ Γότθοι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες.

5.29.25καὶ οὐ δὲ ἐς τὸ χαράκωμα φυγεῖν ἴσχυσαν, ἀλλ’ἐς τοὺς ἐκείνῃ λόφους ἀναβάντες ἡσύχαζον. οἱ δὲ Ῥωμαῖοι πολλοὶ μὲν ἦσαν, οὐ στρατιῶται δὲ πάντες, ἀλλ’οἱ πλεῖστοι γυμνὸς ὅμιλος.

5.29.26ἅτε γὰρ τοῦ στρατηγοῦ ἑτέρωθι ὄντος πολλοὶ ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ναῦται καὶ οἰκέται τοῦ πολέμου μεταλαχεῖν ἐφιέμενοι ἀνεμίγνυντο τῷ ταύτῃ στρατῷ.

5.29.27καὶ πλήθει μὲν τοὺς βαρβάρους ἐκπλήξαντες, ὥσπερ ἐρρήθη, ἐς φυγὴν ἔτρεψαν, ἀκοσμίᾳ δὲ τὰ Ῥωμαίων πράγματα ἔσφηλαν.

5.29.28ἐπιμιξίᾳ γὰρ τῇ ἐκείνων ἐς ἀταξίαν πολλὴν οἱ στρατιῶται ἐμπεπτωκότες, καίπερ σφίσι Βαλεντίνου πολλὰ ἐγκελευομένου, τῶν παραγγελλομένων ἥκιστα ἤκουον.

5.29.29διόπερ οὐ δὲ τοῖς φεύγουσιν ἐπισπόμενοί τινα ἔκτεινον, ἀλλ’ἐν τοῖς λόφοις ἡσυχάζοντας ἀδεῶς τὰ ποιούμενα θεᾶσθαι ξυνεχώρησαν.

5.29.30οὐ δὲ τὴν ἐκείνῃ διελεῖν γέφυραν ἐν νῷ ἐποιήσαντο, ὅπως τὸ λοιπὸν πόλις μὴ ἑκατέρωθεν πολιορκοῖτο, τῶν βαρβάρων ἔτι ὑπὲρ ποταμὸν Τίβεριν ἐνστρατοπεδεύεσθαι οὐκ ἂν δυναμένων.

5.29.31οὐ μὴν οὐ δὲ τὴν γέφυραν διαβάντες κατὰ νώτου τῶν ἐναντίων ἐγένοντο, οἳ τοῖς ἀμφὶ Βελισάριον ταύτῃ ἐμάχοντο. ὅπερ εἰ ἐγεγόνει, οὐκ ἂν ἔτι, οἶμαι, οἱ Γότθοι πρὸς ἀλκὴν ἔβλεπον, ἀλλ’ἐς φυγὴν αὐτίκα μάλα ἐτράποντο, ὡς ἕκαστός πη ἐδύνατο.

5.29.32νῦν δὲ καταλαβόντες τὸ τῶν πολεμίων χαράκωμα ἐς ἁρπαγὴν τῶν χρημάτων ἐτράποντο, καὶ πολλὰ μὲν ἐνθένδε ἀργυρώματα, πολλὰ δὲ ἄλλα χρήματα ἔφερον.

5.29.33οἱ δὲ βάρβαροι χρόνον μέν τινα θεώμενοι τὰ ποιούμενα ἡσύχαζόντε καὶ αὐτοῦ ἔμενον, τέλος δὲ ξυμφρονήσαντες θυμῷτε πολλῷ καὶ κραυγῇ ἐχόμενοι ἐπὶ τοὺς ἐναντίους ἐχώρησαν.

5.29.34εὑρόντες δὲ ἀνθρώπους κόσμῳ οὐδενὶ τὰ σφέτερα ληϊζομένους ἔκτεινάντε συχνοὺς καὶ τοὺς λοιποὺς κατὰ τάχος ἐξήλασαν. ὅσοι γὰρ ἐγκαταληφθέντες αὐτῶν οὐ διεφθάρησαν, ἀπὸ τῶν ὤμων τὰ χρήματα ῥίψαντες ἄσμενοι ἔφευγον.

5.29.35ἐν δὲ ταῦτα ἐν Νέρωνος πεδίῳ ἐγίνετο, ἐν τούτῳ ἄλλος τῶν βαρβάρων στρατὸς ἄγχιστα τῶν σφετέρων στρατοπέδων ταῖς ἀσπίσι φραξάμενοι τοὺς ἐναντίους καρτερῶς ἠμύναντο, καὶ πολλοὺς μὲν ἄνδρας, ἵππους δὲ πολλῷ πλείους διέφθειρον.

5.29.36ἐπεὶ δὲ Ῥωμαίων οἱ μὲν τραυματίαι γεγενημένοι, οἱ δὲ τῶν ἵππων σφίσι διαφθαρέντων ἐξέλιπον τὴν παράταξιν, ἐν ὀλίγῃ καὶ πρότερον τῇ στρατιᾷ οὔσῃ ἔτι μᾶλλον ὀλιγανθρωπία διαφανὴς ἦν, πολύτε τὸ διαλλάσσον τοῦ τῶν Γότθων ὁμίλου ἐφάνη.

5.29.37ἅπερ ἐν νῷ λαβόντες οἱ τῶν βαρβάρων ἱππεῖς ἐκ τοῦ δεξιοῦ κέρως ἐπὶ τοὺς κατ’αὐτοὺς πολεμίους ἐχώρησαν δρόμῳ. ὧν δὴ τὰ δόρατα οὐκ ἐνεγκόντες οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ὥρμηντο καὶ ἐς τῶν πεζῶν τὴν φάλαγγα ἧκον.

5.29.38οὐ μὴν οὐ δὲ οἱ πεζοὶ τοὺς ἐπιόντας ὑφίσταντο, ἀλλὰ ξὺν τοῖς ἱππεῦσιν οἱ πολλοὶ ἔφευγον. αὐτίκα δὲ καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα ὑπεχώρει, ἐγκειμένων σφίσι τῶν πολεμίων, καὶ τροπὴ κατὰ κράτος ἐγίνετο.

5.29.39Πριγκίπιος δὲ καὶ Ταρμοῦτος ξὺν ὀλίγοις τισὶ τῶν ἀμφ’αὑτοὺς πεζῶν ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια ἐς αὐτούς.

5.29.40μαχομένουςτε γὰρ καὶ τρέπεσθαι ξὺν τοῖς ἄλλοις ἥκιστα ἀξιοῦντας τῶν Γότθων οἱ πλεῖστοι ἐν θαύματι τοῦτο μεγάλῳ ποιούμενοι ἔστησαν. καὶ ἀπ’αὐτοῦ οἵτε ἄλλοι πεζοὶ καὶ τῶν ἱππέων οἱ πλεῖστοι ἀδεέστερον διεσώθησαν.

5.29.41Πριγκίπιος μὲν οὖν, κρεουργηθεὶς τὸ σῶμα ὅλον, αὐτοῦ ἔπεσε, καὶ πεζοὶ ἀμφ’αὐτὸν τεσσαράκοντα καὶ δύο.

5.29.42Ταρμοῦτος δὲ δύο ἀκόντια Ἰσαυρικὰ ἐν ἀμφοτέραις ταῖς χερσὶν ἔχων, νύττωντε ἀεὶ τοὺς ἐπιόντας ἐπιστροφάδην, ἐπειδὴ κοπτόμενος τὸ σῶμα ἀπεῖπεν, Ἔννου τἀδελφοῦ ξὺν ἱππεῦσί τισιν ἐπιβεβοηθηκότος, ἀνέπνευσέτε καὶ δρόμῳ ὀξεῖ λύθρουτε καὶ πληγῶν ἔμπλεως ἐπὶ τὸν περίβολον οὐδέτερον τῶν ἀκοντίων ἀποβαλὼν ᾔει.

5.29.43ποδώκης δὲ ὢν φύσει διαφυγεῖν ἴσχυσε, καίπερ οὕτω τοῦ σώματος ἔχων, παρ’αὐτάςτε τὰς Πιγκιανὰς πύλας ἐλθὼν ἔπεσε. καὶ αὐτὸν τετελευτηκέναι δόξαντα ὑπὲρ ἀσπίδος ἄραντες τῶν τινες ἑταίρων ἐκόμισαν.

5.29.44 δὲ ἡμέρας δύο ἐπιβιοὺς ἐτελεύτησε, λόγον αὑτοῦ πολὺν ἔντε Ἰσαύροις καὶ τῷ ἄλλῳ στρατοπέδῳ ἀπολιπών.

5.29.45πεφοβημένοιτε ἤδη Ῥωμαῖοι φρουρᾶς τῆς ἐν τῷ τείχει ἐπεμελοῦντο καὶ τὰς πύλας ἐπιθέντες ξὺν θορύβῳ πολλῷ τῇ πόλει τοὺς φεύγοντας οὐκ ἐδέχοντο, δεδιότες μὴ ξυνεισβάλλωσιν αὐτοῖς οἱ πολέμιοι.

5.29.46καὶ αὐτῶν ὅσοι οὐκ ἔφθασαν τοῦ περιβόλου ἐντὸς γεγενημένοι, τὴν τάφρον διαβάντες καὶ τῷ τείχει τὰ νῶτα ἐρείσαντες, ἔτρεμόντε καὶ πάσης ἀλκῆς ἐπιλελησμένοι εἱστήκεισαν ἀμύνεσθαίτε τοὺς βαρβάρους ἥκιστα ἴσχυον, καίπερ ἐγκειμένουςτε καὶ τὴν τάφρον ὑπερβῆναι ἐπ’αὐτοὺς μέλλοντας.

5.29.47αἴτιον δὲ ἦν ὅτι τοῖς μὲν πολλοῖς τὰ δόρατα ἔντε τῇ ξυμβολῇ καὶ τῇ φυγῇ κατεαγότα ἐτύγχανε, τὰ δὲ τόξα ἐνεργεῖν στενοχωρίᾳ τῇ πρὸς ἀλλήλους οὐχ οἷοίτε ἦσαν.

5.29.48ἕως μὲν οὖν οὐ πολλοὶ ἐν ταῖς ἐπάλξεσι καθεωρῶντο, οἱ Γότθοι ἐνέκειντο, ἐλπίδα ἔχοντες τούςτε ἀποκεκλεισμένους ἅπαντας διαφθεῖραι καὶ τοὺς ἐν τῷ περιβόλῳ βιάσασθαι.

5.29.49ἐπεὶ δὲ στρατιωτῶντε καὶ τοῦ Ῥωμαίων δήμου ἀμυνομένων πολύ τι χρῆμα ἐς τὰς ἐπάλξεις εἶδον, αὐτίκα δὴ ἀπογνόντες ἐνθένδε ὀπίσω ἀπήλαυνον, πολλὰ τοὺς ἐναντίους κακίσαντες.

5.29.50τε μάχη ἐν τοῖς τῶν βαρβάρων χαρακώμασιν ἀρξαμένη ἔντε τῇ τάφρῳ καὶ τῷ τῆς πόλεως ἐτελεύτησε τείχει.