ἐξ ἀδύτων Ἱερῶν βίβλων, βασιλεῦ Πτολεμαῖε, καὶ κρυφίμων στηλῶν, ἃς ἤρατο πάνσοφος Ἑρμῆς σύμβουλον πινυτῆς σοφίης Ἀσκληπιὸν εὑρών, οὐρανίωντ’ἄστρων ἰδίαις ἐχάραξε προνοίαις ἀντιτύπῳ κηρῷ ἀπομαξάμενος, κεκόμισται ἀνθολόγου μούσης βλύζον δώρημα μελισσῶν, ᾗ διὰ νύκτα μέλαιναν ὑπ’οὐρανίων χοροῦ ἄστρων μοιραίοισι μίτοισι λάλον τὸ μάθημα καθεῦρον · οὐ γάρ τις τοίης σοφίης ἔτ’ἐμήσατο κῦδος, ἢ μοῦνος Πετόσιρις, ἐμοὶ πολὺ φίλτατος ἀνήρ · οὐ βαιὸς κάματος δ’οὗτος, Πτολεμαῖε, πέφυκεν. ἀνθρώπων γενέσεις, ἃς ἤραρε μυρίος αἰών, ἐκ στομάτων ἱερῶν ὁ σοφώτατος εἶπεν Ὅμηρος χείλεσιν ἀμβροσίοις καὶ νεκταρέῃ διανοίῃ “φύλλα, τὰ μέντ’ἄνεμος χαμάδις χέει, ἄλλα δέθ’ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ἐπιγίνεται ὥρη · ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ’ἀπολήγει. · ” μοῖραν δ’οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακόν, οὐ δὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται “. ” ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός “; μύθοις οὐρανίοισι φέρων παρέθηκ’ἀγελαῖα, χάλκεα χρυσείοισιν, ἐπεὶ καὶ δόγματα θεῖα οἷα κόχλῳ χρυσὸς περικείμενός ἐσθ’, ὁ δὲ χρυσὸς κοσμεῖται κοχλίδεσσιν ἁλὸς περιπορφυρούσαις. † ἐν πᾶσιν μύθοις καὶ τῇ ἰδίῃ διανοίῃ εἴρηται πραπίδων κάματος εὐσυνθέτῳ ἔργῳ. ὥρῃ ἀκριβοῦται δὲ βροτοῖσι τὰ δόγματα θεῖα, ἢν δ’ὥρην ψεύσῃ τι, συνεξώλισθεν ἅπαντα. ἀστέρες ἑπτὰ θεοὶ μὲν ἀν’οὐρανοῦ ἠέρα πουλύν, οἳ ζώνας κατέχουσιν ἄνω τὰς ἑπτὰ πόλοιο, αἰῶνόςτε γένος καὶ ῥίζα φύσεως πολυμόρφου, ζωδιακοῦ κύκλου σφαίρωμ’ἄνα καγχαλόωσιν εἰν ἰδίοις ὁρίοις ὑψώμασιν ἠδέτ’ἐν οἴκοις · Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς †. […] † ἐν συνόδῳ, βασιλεῦ, μεγάλους παρέχει βασιλῆας · αὐτίκα δ’ἐν συνόδῳ Μακεδὼν βασιλεὺς ἐγενήθη, ὅν πινυταῖς πραπίδεσσιν ὁμοῦ σκήπτροις ἀνέδειξαν · καὶ σὺ δέ γ’ἐν συνόδῳ, ἀλλ’οὐκ αὐτῇ ἐνὶ ὥρῃ. Ἠέλιος σατράπας μεσσουρανέων ἐπιδείξει, καὶ στρατιῆς Ἄρης ἡγήτορας οἷς ἐνὶ οἴκοις, ἐν δ’Ἄρεως οἴκοις καὶ Ζεὺς ἀπέφηνε δικαστάς · καὶ τούτων δὲ ἕκαστος, ὅτ’ἂν ἐπίκεντρα τὰ φῶτα, ἢν δ’ἀτόνως λεύσειε, συνεξώλισθεν ἅπαντα †. ὡς ὅτ’ἂν ἐν μεγάλοις τοῖς σχήμασι καλὸν ἀθρήσῃ ἀστὴρ ἀργαλέος, ὑπὸ βασκάνῳ ὄμματι θραύει, οὕτως ἀργαλέοις ἀστὴρ καλὸς ὄμματ’ἐποίσει ἢ τετράγωνος ἐὼν τοῖς σχήμασιν ἢ διάμετρος. ἀντολίην ζητῶν καὶ τὴν φάσιν ἐν συναφῇσιν, νυκτερινὸν δείμαινε Κρόνον καὶ ἑῷον Ἄρηα · ἀρχαὶ γὰρ τούτῳ πάμπαν τελέθουσιν ἀηδεῖς. ὡς πυρὸς αἰθομένου στυγεραὶ φλόγες εἰσὶν ἐν ὅλῃ […] λάβρ’ἐπιγινομένου καὶ σβέννυται εὐθὺ παρ’ἀκμήν, […] ἢν δ’ἐσίδῃ Παφίην, οὐ μαίνεται, ἀλλὰ κενοῦται. τοῦ δὲ Κρόνου τάρβει αἰεὶ κατὰ πάντα τελευτήν · ψυχρὸς γάρτε πέλει […] τῇδε Κρόνοιο βολὴ καὶ πήγνυται αἰεὶ ὄψιμος · εἰ δ’ἄμφω δι’ἔριν περὶ κέντρον ἔωσιν, ἔνθ’ἀκαταστασίαι καὶ πῆμ’ἐπὶ πήματι δεινῷ. ἢν στείχωσι δ’ὁμοῦ συνόδοις ἢ εἰς ἕνα χῶρον, εὐκρασίῃ χαίρουσι καὶ οὐκέτι δῆριν ἔχουσιν · θερμότατος γὰρ ἐὼν ψυχρῷ ἀνακίρναται Ἄρης, ψυχροτάτη δὲ Κρόνοιο βολὴ ὑποθάλπεται Ἄρει. Μειλίχιος Κρονίδης κατὰ πάντα Κρόνῳ συνοδεύων σύντ’ἄστροις πᾶσιν, πλὴν Ἠελίου κακοεργοῦ, σὺν κείνῳ γὰρ ἐὼν λύει πατρώιον οἶκον καὶ φυγάδας τεύχει καὶ ἐνὶ ξενίῃσιν ἀλήτας. Ἠέλιος Παφίῃ κοινούμενός ἐστι κάκιστος · ζῆλον, δυσγαμίην, ἐγκλήματα, ὕβριν, ἀνάγκην, καὶ ψόγον ἐν λέκτροις, ἀσχήμονάτ’ἀλλοπρόσαλλον […] Καὶ δύνων Κρονίδης ἢ καὶ ὑπόγειος ὑπάρχων λαμπροτέρας πρήξεις εἰν ἀλλοδαποῖσι τόποισιν, εὐπορίην δηλοῖτε καὶ ὀψίτυχόν τινα πίστιν. ἢν δ’ἐσορῇ Στίλβοντ’Ἄρης ἐπὶ τέρματος αἴης, θησαυροὺς ἐπέδειξε, καὶ ἐκ χθονὸς ὄλβον ἔδωκεν. ἄστοργος θυμοῖσιν ἀεὶ ὀλοώτατος Ἄρης μὴ καθορῶν Κρονίδην, μη δ’εὐπλόκαμον Κυθέρειαν. οὗτος γὰρ κακός ἐστιν, ὅταν δ’ἐπίκεντρος ὁδεύων ὄσσ’ἀνέχων λεύσσῃ καταλαμπομένην Ἀφροδίτην, […] Πᾶς ἀστὴρ πέλετ’ἠὲ πανήμερος ἠὲ πονηρὸς ἐν γενεῇ · φαῦλος δ’ὅτε οἱ παλίνορσος ἐπαχθεὶς εἰς ἰδίην χώρην αὐτὸς κατ’ἐπέμβασιν ἔλθοι. ἀργαλέων ἄστρων δυνατῶς γίγνωσκε τὰ δῶρα. — — — — — — ἐν δὲ τέκνοισι μόνοις ἀγνώμονές εἰσι δοτῆρες · καὶ διδόασι γονὴν ἰδὲ πένθιμον ὄμμασι δάκρυ. Ἄρης καὶ Στίλβων, σύμφωνα τὰ κέντρα λαχόντες, ὑψηλούς, δρήστας, μεγαλόφρονας ἠδὲ βιαίους, πταίοντας τόλμῃ καὶ σφαλλομένους ἐπὶ δόξῃ · ἤτοι γὰρ κολάσει συνελαυνόμενοι βεβάρηνται, ἢ ἀλόγους μέμψεις ὑπενεγκάμενοι πεπάτηνται, ἠὲ πάτρην φεύγουσι διωκόμενοι παρ’ἕκαστα. ἢν δὲ Κρόνος τούτῳ τῷ σχήματι μάρτυς ἐπέλθῃ, τὸν δρησμὸν λύσας δόξαν παλίνορσον ἔδωκεν, καὶ χειμῶνι πικρῷ γλυκερὴν ἐπέχευε γαλήνην. Ἑρμείας κακότεχνος ὁμοῦ καὶ πυρβόλος Ἄρης, ἢ δύνοντες ὁμοῦ ἢ καὶ ὑπόγειοι ἐόντες, […] ὄλβῳ γὰρ πίσυνοι καὶ τεύχεσι θωρηχθέντες ἐλπίσιν ἀπλήστοις μεγάλας ἀρχὰς μελετῶσιν · οὐρανίοις δ’ἄστροις μέγ’ἀειρόμενοι ἀτῶνται, ἠδ’ἄστρων ψαύσαντες ἑὴν διὰ πίστιν ἄπιστον οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἄφνω ἔλαμψαν, οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἦλθον ὑπ’ὄρφνην. καὶ Παφίη δύνουσα κακή, ὡς λοίγιος Ἄρης · ἀλλ’ὁ μὲν ἀλγύνει ψυχὴν καὶ σῶμα βρότειον, ἡ Παφίη δὲ πικρὴ καὶ βάσκανός ἐστ’ἐπὶ λέκτροις. Ἑρμῆς καὶ Παφίη ἰδίαις μοίρῃσι ταπεινοὶ ξυρομένους κεφαλὰς μίμους ὄχλοισι γελοίων […] Οὐ καλός ἐστιν Ἄρης καὶ ἐπεμβαίνων Ἀφροδίτῃ · ζήλους γὰρ τεύχει φοβερούς, καὶ φάρμακα δεινά, καὶ κρύφιμα στομάχων ἀλγήματα καὶ νόσον ἄρθρων. ἥμερός ἐστιν Ἄρης ἐπὶ τὸν Δία πάντοτ’ἄκεντρος. αὐξιφαὴς δ’ἀγαθὴ κατὰ πάντα πέφυκε Σελήνη, ἢν φεύγουσα Κρόνον ἐπὶ τὸν Δία πρῶτον ἵκηται · καὶ λείπουσα καλή, ὁπότ’ἂν Παφίῃ συνοδεύῃ · μεῖον δ’ἢ μεῖζον μεστὴ πρὸς Ἄρηα κακίστη. πλησιφαὴς Μήνη ἐπὶ τὸν Κρόνον ἐστὶν ἀρίστη · πλοῦτον γὰρ πουλὺν παρέχει, ἀλλ’οὐκ ἐπὶ δόξῃ. πλησιφαὴς δ’ἀκτῖσιν ἀπορρείουσα Κρόνοιο ψυχαῖς πλαζομένους, ἐξισταμένους διανοίης, σαρκῶν ἐξ ἰδίων ἀπογευομένους, ἱεροῖσιν θυμῷ μορμύροντας ἐπίψογον εἰς νόσου ὀργήν, βωμολόχουςθ’ἱερεῖς, τιμαῖς θείῃσι προφήτας. Ἠέλιον Μήνη ὁπότ’ἂν συναφῇσι καθεύροι, ἀρχῇσιν πλοῦτον παρέχει πενίην ἐπάγουσα · οὐκ ἰδικὴν γὰρ ἔχει φάσιν ἡ θεός, ἀλλά τιν’αὐγὴν χείρον’ἀπ’Ἠελίοιο δανείζεται, οὐ μόνιμον φῶς · Μήνη δ’ὡς σχομένη περ ἀπώλεσεν, ὅσσον ἕλῃσιν, οὕτω καὶ πλούτῳ πενίην ἐπέθηκε φέρουσα, ἀντιτύπῳ νεμέσει ἀποδωκαμένη τὸ δάνειον. σύνδεσμος Μήνης ὀλοώτατός ἐστι βροτοῖσιν · κα- κἢν λύσῃ δὲ φάσιν τὰ τελέσματά γ’, οὗτος ἔφυσεν πτωχόν, χερνήτην ταλαπείριον ἠδέτ’ἀλήτην. Ἠελίου κέντροισιν Ἄρης διάμετρος ὑπάρχων τέκνοις καὶ γενέτῃσι μάχας ἠδ’ἄστατον ὀργήν · καὶ διάμετρος Ἄρης εὑρὼν μοίρῃσι Σελήνην, δεσμά, βρόχους, εἱρκτάς, πολέμους, ἀσχήμονα ζωήν · ἢν δ’ἀπόκεντρος Ἄρης μοιρῶν ἰδίων διάμετρος, μιμηλὰς τέχνας, καμάτους πυρὸς ἠδὲ σιδήρου · καὶ Παφίῃ διάμετρος Ἄρης οὐ σώφρονα μοιχόν. […] καμπτομένοις ζώοις ὅτ’ἂν εὑρήσῃς ποτὲ φῶτα, Ἑρμείαν σκέπτου, μεθοδεύεται εἰ τότ’ἐκεῖνος σχήματι τῆς Παφίης · θηλυνόμενος γὰρ ἐκεῖνος κοσμεῖτ’ἀρσενόθηλυς ἐὼν πέπλοισι γυναικῶν, καὶ τούτων χάρισιν δαμνᾷ θυμέλῃσιν ἐραστάς · εἰ δὲ γυναικὸς ἔῃ, πολύκοινον ἔτευξεν ἑταίρην, μουσῳδόν, σοβαρήν, πολλοὺς τήκουσαν ἐραστάς. εἰ δ’Ἄρην ὑπόγειον ἔχων φαίνοιτό τις ἀνήρ, καὶ σύν τῷδε γένοιτο ἰοβλέφαρος Κυθέρεια, καλοβάτην σχοίνοισίτ’ἔπ’ἠερόφοιτον ἔθηκαν, Ἴκαρον αἰθέριον πτερύγων δίχα καὶ δίχα κηροῦ · ἢν δ’ἐσίδῃ Τιτὰν φαέθων, ἐπὶ γαῖαν ἀφῆκαν. ἢν δ’εὕρῃς Μήνην αἰεὶ δύνουσαν ἐφ’ὑγροῖς, πρὸς Κρόνον ἐρχομένην ἢ δύνουσαν τὰ βόρεια, ἄνθρωποι θύνουσαν ὁρῶνται ναυτίλοι ὑγρήν, ὧν ὁδός ἐστιν ὕδωρ, οἱ δ’ἀστέρες εἰσὶν ὁδηγοί, ἡνίοχοι δ’ἄνεμοι, καὶ κύματα μακρὰ κέλευθα. ἢν δ’ἐσίδῃς ζώοις ἐν ὀλισθηροῖσι τὰ κέντρα, Καρκίνῳ, Ὑδροχόῳ ἠδ’Ἰχθύσι τοῖσιν ἀφώνοις, δύνοντας καθ’ὕδωρ δεσμευομένουςθ’ὑπὸ μαζῶν […] κυανέῳ πελάγει δ’ὑπονήχεται, ἠύτε δελφίν, σφόγγους ἐκ βυθίων πουλυτρήτους ἀνερευνῶν. ἐν δ’ἰδίοις οὔσης Παφίης ἅμα Ἑρμάωνι, ἢ τρητοῖς καλάμοις ὑπὸ πνεύμασιν ᾆσμα μελῳδεῖ, ἢ νομίῳ σύριγγι φίλην κεφαλὴν ἐπισείει, ἄλλῳ δ’ἐκ στομάτων κελαδεῖ μυκήματα σάλπιγξ, ᾧ δ’ᾄσει κίθαρις νευρένδετος ἐν παλάμῃσιν, ἄλλῳ δ’ἁρμονίην χαλκώματα πληκτὰ παρέξει. ἀλλ’ὅτ’ἂν ἡ Παφίη Ἑρμῇ στείχουσα συνοικῇ, Ἑρμείαο τόποισιν ἀγαλλομένη, ἐπὶ χώρῃ αἰόλλειν μορφὰς ἢ χρώμασι τῇδέ γ’ἔδωκεν ἢ πολλοῖσι μίτοις ἢ πλάσμασιν ἤ ποτε κηρῷ. ἢν δ’ἐπάνω φέρεται μετὰ Ἠελίοιο Σελήνη, ἡνίοχος καμπτῆρα διερχόμενος, φιλονείκως ἱπταμένων πώλων τετράζυγον ἅρμα διώκων, καὶ νύσσῃ σύρδην ἐπινίκιον ἵππον ἐλαύνων. ἢν δὲ Σεληναίη ὕψωμ’ἀνιοῦσα σὺν Ἑρμῇ αὐξιφαὴς κατίδοι κλυτὸν Ἥλιον Ὠκεανίτην, ἰξῷ χρησαμένην τέχνην καλάμοιςτ’ἀναφαίνει, καὶ ταύτην ἴρηξ ὠκύπτερος οὔ ποτε λείπει. Ἄρεα δ’εἰ γνοίης ἀκρονύκτιον ὀβριμοεργόν, καὶ σὺν τῷδε Κρόνοντε καὶ Ἑρμείην παρεόντα, ἀράμενοι παλάμαις ὑπὸ τύμπανα φάσγανον ὀξὺ μιμοῦνται δυσαγῆ Κυβελήιον ἔνθεον Ἄττιν. ἢν δ’Ἄρης ζώοις ἔπι φωλεύουσι τὰ κέντρα ξυνὰ Ζηνὶ λαχὼν κατίδῃ Κρόνον ὄνθ’ὑπόγειον, ῥιζοτόμους τεύχει, παραβαλλομένους, ἐπαοιδούς, ζητοῦντας θάνατον κακοδαίμονα καὶ μόρον αὔτως ἀσπίδος αἰνομανοῦς πλατυαύχενος, ἠδ’ἄρ’ἐχίδνης διψάδος αἱμοβόρου φοβερὸν θάνατον προκαλοῦντος, Τανταλικῇ κολάσει ὑπὸ γαμφηλῇσιν ὀδοῦσιν ἰὸν ἐρευγομένης ἐπιδίψιον ἄσθματι δεινῷ. εἰ δ’αὔξουσα τύχῃ μεσσουρανέουσα Σελήνη καὶ διάμετρος Ἄρης σύντ’Ἠελίῳ ὑπόγειος, φρυγομένων σαρκῶν ὑποτήκεται ἔμπυρος ἀνήρ. καὶ δύνων Πυρόεις, ὁπότ’ἂν Κρόνος ὡρονομήσῃ, σαρκοβόροις θηρσὶν παρέχει γεννώμενον ἄνδρα · ἢ γὰρ ὑὸς καπρίοιο ὑπέστη λευκὸν ὀδόντα, ἢ γναμπτοί σφ’ὄνυχες λαιμὸν διόρυξαν ὄρεσσιν πορδάλιος στικτῆς ἠὲ βλοσυροῖο λέοντος. ἡνίκα δ’ἡ βασίλεια μέση συνέχοιτο Σελήνη Ἄρεος ἠδὲ Κρόνου συλλαμπομένη ἰσόμοιρος, τῷ μὲν ἔδωκε βρόχον, τῷ δ’αὖ βυθόν, ᾧ δὲ μελάθρων πολλάκις ἢ πτώσεις ἢ χώματα προσκυλίσασα κληίδων ἀπέρηξε βίῃ συνθλωμένῳ ὀστᾶ. † μὴ † λαθέτω σε Κρόνος ἰσομοιρήσας Ἀφροδίτῃ, † τέκνῳ † μὲν τεύχων Πελοπήιον ἠὲ Θυέστην, † ἠὲ † καὶ εἰς ἄλλην ἀσεβῆ υἱὸν Ἰοκάστην, † πολλάκι † δὲ προγόνους καὶ μητρυιῇσιν ἔμιξεν, † ἠδὲ † κασιγνήτοις ἐπάγει ὁμογάστριον εὐνήν. † ἐνθάδε † μοι, βασιλεῦ, τῷ σχήματι γίγνεο μάρτυς, † γνωρίζων † γενεῇ τοὺς Ἀρσινόης ὑμεναίους. χαίρει τοι Τιτὰν μὲν ἐπ’ἀρσενικοῖσι τόποισιν, γηθεῖ αὖ Μήνη πάλι θηλυτέροισιν ἐν οἴκοις. εἰ δ’ἄμφω τούτους ἐνὶ θηλυτέροισι καθεύροις, εὐνοῦχον σὺ νόει ταλαπείριον ἠὲ κίναιδον, ἱστοῖς, ἠλακάταις μιμούμενον ἔργα γυναικῶν. εἰ δὲ γυναῖκα λάβοις εἰν ἀρσενικοῖσιν ἔχουσαν Μήνην Ἠέλιόντε, νόει τὸ σχῆμ’ὅ τι δηλοῖ · ἀνδρῶν ἔργα τέλεσσε γυναιξὶ συνευνάζουσα. νυκτερινὸς δὲ Κρόνος ὁπόταν ὑπόγειος ὑπάρχῃ, καὶ δέτ’Ἄρην ἐσίδοις γε μεσουρανέοντα ἄνωθεν, ἁπλώσας παλάμῃσιν ἐπὶ ξύλου ὑψόθι σῶμα οἰωνοῖσι βορὴν ἐπανιπταμένοις ἐπέδειξεν, μοίρης νευροτόμου ἐσφιγμένος ἄκρα σιδήρῳ. † τὴν † Μήνην σκέπτου, εἰ Τιτῆνος ἐνὶ οἴκῳ, † κα- κἢν † εὕρῃς τοῦτον φωλευόμενον διάμετρον, † καὶ † φυγάδας σὺ νόει καὶ ἀτιμήτους διὰ πάντων. αὐξιφαὴς Μήνη θερμὸν διάμετρον Ἄρηα ἢν προφύγῃ, λίην ψυχρήντ’ἀκτῖνα Κρόνοιο, Ζεὺς δὲ τρίγωνος ἔῃ ἐν σχήματι τῷδέ γε μάρτυς, τὸν βίον αὐτὸς ἔχων ἢ καὶ καθορῶν διάμετρος, ἡλικίῃ μὲν πρῶτα μέγαν, περιμήκεα θῆκεν, ὀφθαλμοῖσι χαρωπὸν ἰδ’ὀφρύσιν εὖ ἀραρυίαις, τὴν δ’ἰδίην ἀκμὴν φιλέοντι δίδωσιν ἐραστῇ, τὴν δ’ἄλλου ὥρην αὐτὸς ποθέων ἀγαπήσει, ζηλώσει δούλην δ’, ἢ ψάλτριαν, ἢ πολύκοινον, ἐχθροὺς δ’ἐκπτώσσει, τοῖς κρείττοσιν ἀντιφερίζων, καὶ πάτρης εἴξει, ἠδ’ἐν ξείνῃ διατρέψει, καὶ πλαστῇσι γραφαῖς ἀπελαύνεται ἄλλοσε γαίης εἰς στεινὸν ζωῆς λύπης μέτα, ταῖς ἐπὶ τέχναις ἀλλοτρίαιςτε γραφαῖς ἐπιτέρπεται, ἢ δίχα λύπης εὐτραπέλοισι γραφαῖς τερπνὸν βίοτον διοδεύει. ἡνίκα δ’ἂν Μήνη Ἑρμῇ στίλβοντι συνάπτῃ, ῥήτορα σημαίνει, καί ῥ’ἐν μελέτῃσι σοφιστὴν, εὔγραμμον πινυτόντ’, ἐν γυμνασίοιςτ’ἴσον Ἑρμῇ. Σκορπίος, Αἰγόκερως καὶ Καρκίνος ἠδ’ἄρ’οἱ Ἰχθῦς ἐκ φολίδων πολλῶν συγκείμενοί εἰσι τὸ σῶμα, καὶ λεπίδων πολλῶν λεπτῶνθ’ἅμα καὶ πολυχρώμων · ἐν τούτοισι τυχὼν Πρέσβυς καὶ λοίγιος Ἄρης καὶ Μήνη κεραὴ καὶ γλαυκιόωσα Κυθήρη ψώρην καὶ λέπρην, ἀλφούς, λειχῆνας ἔτευξαν. κεντρωθεὶς δ’Ἄρης ἤν πως φαίνοιτο σὺν Ἑρμῇ Ἠελίου οἴκῳ καθορώμενος, ἐχθρὸς ἐπ’ἐχθρῷ, ὀφθαλμὸν βλάπτει, εἰ μένθ’ἕνα φωσφόρον ἀθροῖ · εἰ δ’ἄμφω κατίδοιτ’, ἀλαὸν καὶ πηρὸν ἔθηκεν. εἰ δ’ἀγαθὸς σωτὴρ φαεσίμβροτος οὐράνιος Ζεὺς αὐξιφαοῦς Μήνης ὑποδέξεται ἱερὸν ὄμμα, ἀρχῇ καὶ πίστει καὶ τιμαῖς ἐστεφάνωσεν, εἵμασι πορφυρέοιςτε φέρει κοσμούμενον ἄνδρα. ὁ Κρόνος Ἑρμείαν κατέχων Κριοῦ ἐνὶ οἴκῳ, ἢν Μήνην ἐσίδῃ ὕψωμ’ἀνιοῦσαν ἑαυτῆς, ὡρονόμουτε κρατῇσι, βραβεὺς τοῦ πνεύματος αὐτός, τραυλὸν ἐνὶ γλώσσῃ, ἀχαρίστατον εἶδος ἔχοντα, ταῖς ἀκοῇσι βαρὺν καὶ τοῖς ποσὶν ἠδὲ καὶ ἄρθροις, εὔμουσον, λιγυρόν, φιλοπαίγμονα τῇ διανοίῃ, ζωῆς καὶ μούσης εὐσύνθετον εἰς τὸ νοῆσαι ἀνθολόγοισι τροφαῖς ἠδ’εἰν ἰδίῃσι μελίσσαις. εὔσφυρος Ἑρμείης ἢν Ζηνὶ μόνῳ συνοδεύῃ, εὔπορος ἀκριβήςτε φύσει, κυκλῶν τὸ νόμισμα · σμικρολόγος γὰρ ἐὼν πολλοῖσι τόκοις ἀναβαίνει, φειδωλός, ψηφώντε φιλάργυρος ἠδὲ δανειστής. ἐν δὲ τρίταις χώρῃσιν ἀφ’ὡρονόμοιο τυχήσας ἀγρευτῆρι λίνῳ ἀνεφέλκεται ἐξ ἁλὸς ἰχθύν. εἰ δ’Ἄρην ἐσίδοις θυμούμενον ἐκ διαμέτρου, καὶ δολίοισι βρόχοις ὀρεσίτροφα πάντα κυνηγεῖ. ἢν Παφίην εὕρῃς περιπλεξαμένην τὸν Ἄρηα, μοιχοὺς καὶ λάγνους καὶ παντοπαθεῖς ἐποίησεν. ἐν Παφίης οἴκοις ὁ Ζεὺς ἐπίδοξος ὑπάρχει, καί ῥ’οὕτως παρέχει, ἢν καὶ ἐπίδοξα τὰ φῶτα · † καὶ † πάτρῃ χαίρουσι, καὶ ἐν ξείνοισι βιοῦσιν · † τιμῶνται † συνεχῶς ἠδ’ἐξ ἀλόχων ἀγαπῶνται · † αὐχοῦσιν † στεφάνοις, φιλίαις γηθοῦσιν ἀνάκτων · † μαρτυρίαις † δόξῃσίτ’ἀγαλλόμενοι σελαγεῦνται, † πενθερικοῖς † θαλάμοισι διωκόμενοι καθορῶνται, † ἢ † κλοπίμως φθείρουσι λέχη ἰδίων συνεφήβων. ἢν δέτ’ἔχῃ σύνδεσμον ἐπ’Ἠέλιόν ποτε Μήνη, ἐκ πενίης πλουτεῖτε καὶ εἰς πενίην ἀνακάμπτει · δόξαν ἔχει τέχνης Ἑκατησίου εἵνεκα κέρδους, καὶ μαγικῇ συνέσει πέπιθεν τὰ πνεύματα φεύγειν, καὶ κρυφίμαις βίβλοις ἐπαγαλλόμενος περιείργει · πίστεις μὲν παρέχει σοβαραῖς μεγάλῃσι γυναιξίν, ἐκ δὲ τύχης μικρῆς ἐπὶ μείζονα πίστιν ὁδεύει. κα- κἢν εὕρῃ Μήνη μετὰ τὴν λύσιν ἀστέρας ἐσθλούς, σιτοδόται, κτίσται, μὴ φειδόμενοι φιλοτίμως ὄλβον καὶ πλοῦτον καὶ χρήματα χρυσοφορητὰ εἰς βυθόν, εἰς ἀνέμους διαπαιζόμενοι δαπανῶσιν, καιροῖσιν πάμπαν, τὸ πλέον δὲ περισσὰ διδόντες λείπονται πάντων ἐλεούμενοι οὐδὲν ἔχοντες. τὰς αὐτὰς δυνάμεις εἴτ’ἀνδράσιν εἴτε γυναιξὶν σκεπτόμενος προλέγω, ὥρη δὲ φύσιν διορίζει · ἀλλὰ καὶ ὣς ἐρέω τοῖς σχήμασι καὶ τὰ γυναικῶν. σώφρονας ἡ Παφίη οἴκοις ἰδίοις, μετὰ Ζηνὸς εὐμόρφους, πινυτάςτ’, ἢν καὶ Στίλβοντα καθεύρῃ · καὶ πόρνας ὁ Κρόνος ἀσχήμονα ἔργα τελούσας, ἐν διθύροις αἰείτε προϊσταμένας ἀναφανδόν. τετράποσιν ζώοισιν εἰ ᾖ στείχουσα Σελήνη, εἰ καὶ τὴν ὥρην ἐν τετραπόδεσσι καθεύροις, ἀρρήτοις ἔργοισι μιαίνεται, ἠύτ’ἐπ’ἔργοις ἐκ στομάτων αἰσχροῖς διαβαλλομένη κακοφήμως. εἰ δ’Ἄρης ἠοῦς γε μεσουρανέοιτο, λογίζου, ἦ πολλοῖς μήτηρ ἐπὶ δάκρυσιν ἔστεν’ἄτεκνος. εἰ δὲ Κρόνος Παφίην ἰδίοις οἴκοισι καθεύροι, κα- κἢν φάσκῃ τίκτειν ἐκ νηδύος, οὔ ποτε τίκτει, ψευδομένη δ’ὠδῖνας ἀνώδυνός ἐστιν ἄτεκνος, ἀλλοτρίηντε γονὴν ὑποβαλλομένη κακοτέχνως καὶ κλίνασα δέμας στείρα λοχός ἐστ’ἐπὶ κλίνης, καὶ πλαστὴ μήτηρ ἐσκήψατο τὴν φάσιν ἁγνῶς. Ἄρεα καὶ Παφίην συναφαῖς εὑροῦσα Σελήνη Ἠελίοιο τόποις ἢ καὶ Στίλβοντος ἐν οἴκοις, ἢν διάμετρον ἔχῃ δνοφερὴν ἀκτῖνα Κρόνοιο, ἰσχνὴν καὶ λυπρήν, κακοπρήγμονα καὶ κακόβουλον, αὐστηρήν, προπετῆ, πολυπρήγμονα, βάσκανον αἰεί, εὔκνιστον, πρόλαλον καὶ βληχρὴν καὶ φιλόνεικον, λυσσάδα, ζηλότυπον καὶ ἀγνώμονα καὶ περίεργον, πῆμα λυγρῷ γαμέτῃ συναλιζόμενον κακοῆθες · ἀλλ’ὑπὸ τῆς Παφίης ἀμβλυνομένη μεταβάλλει.