Manetho

Astrological Influences, 2

πάντοτε μὲν κόσμοιο κατ’αἰθέρα κοιρανέοντες Ἠέλιος Μήνητε διηνεκὲς ὦκα φέρονται. ἄστρα δ’ἄρ’ἤλιθα μυρί’ἀν’οὐρανῷ ἐστήρικται μαρμαίροντ’ἐπὶ νυκτί, τὰ μὲν σελάεσσιν ἀφαυροῖς αἰθύσσοντ’, ὥσθ’ὅσσον ὑπ’ὄμμασιν αὐγάζεσθαι, πολλοὶ δ’αὖτ’αἴγλῃσι φαεινόμενοι βλοσυρῇσιν ἀστέρες, ὡς καὶ φέγγος ἐπὶ χθονὸς ἡμερίοισιν φαίνειν, εὖτ’ἀσέληνον ἔχῃ δρόμον ἀμβροσίη νύξ · καὶ μὴν δὴ τάδε πάντα δι’αἰθέρος αἰὲν ἄρηρεν ἀπλανέ’ἐν χώρῃ, τῇ δὴ τὰ πρῶτα δέδασται, ἑλκόμεν’ἀντολίηθεν ἐφ’ἑσπερίην δύσιν αἰεί, παῦρ’ὑπὸ δεικήλων τεράτων τετυπωμένα μορφαῖς, αὕτως δὲ πλέονα σποράδην πεφορημέν’ὕπερθεν. πέντε δ’ἄρ’ἀστέρες οἶοι ἀγαυότατοι διὰ κύκλου Ζωδιακοῦ πλάζονται ἀμειβόμενοι κατὰ κόσμον καὶ δείκηλ’, οὓς φῦλα βροτῶν ὀνόμηναν ἀλήτας, τῶν μὲν δὴ μετόπισθε φίλῃ μεμνήσομ’ἀοιδῇ. μακρὸς δ’αὖ διὰ μέσου ἐλήλαται οὐρανοῦ ἄξων, ἀστεμφὴς, ὄσσοισιν ὁρωμένῳ ἀπροτίοπτος, ὅς περὶ πᾶν γαίηςτε καὶ ἀτρυγέτου διὰ πόντου ὦκα διηνεκέως δινεύμενος οὐκ ἀπολήγει. τοῦ δὲ δύω πόλοι εἰσὶ καταντιπέρην ἀσάλευτοι, ὃς μὲν ἐπὶ κρυεροῦ Βορέω πνοιῇσιν ἀρηρὼς καὶ κεφαλῆς ἀγχοῦ βαιῆς κυνοσουρίδος Ἄρκτου, ἄλλος δ’ἐν διερῷ Νότῳ ἵσταται · ἀλλ’ μὲν ὑψοῦ κεῖται ὑπερχθόνιος, Νότιος δ’ἀίδηλος ὑπ’αἶαν. κύκλοι δ’αὖ πολλοὶ καὶ ἀπείριτοι οὐρανοῦ εἴσω δινεῦνται, τοὺς αὐτὸς ἀεὶ σφαίρης στροφάλιγγι τεύχει ἑλισσομένων ἄστρων κατ’ἀπείριτον οἶμον. τῶν δέτε πάντων εἰσὶ πανέξοχοι ἐννέα κύκλοι, δοιοὶ μὲν προτίοπτοι ἰδ’ὀφθαλμοῖσιν ὁρητοί, οἱ δ’ἄλλοι μήτι μερόπων πραπίσιντε νοητοί. ἑπτ’ἀιδεῖς μὲν ἔασιν ἰδ’ἐν φρεσὶ μοῦνον ὁρητοί, ἀλλήλοις δὲ παραβλήδην στρωφώμενοι αἰεί · ὃς μὲν γὰρ πρῶτος […] […] πόλου δινεύμενος ὑψοῦ, ὅντε Βόρειον φῶτες ἐπίκλησιν καλέουσιν · τὸν δὲ μέτα τροπικὸς θέρεος πυριλαμπέος ὥρης γίνεται · […] τείνονται μεσάτοιο, δι’οὗ θοὸν ἅρμα τιταίνων ἴσην Ἠέλιος τεύχει νύκτ’ἄμβροτον ἠοῖ · τῷ δ’ἔπι χειμερίοιο τροπῆς κύκλος ἐστήρικται · ἑξείης δ’ἐπὶ τῷ Νότιος πέλει, οὗ ῥάτε βαιὴν φράζεο μοῖραν ὕπερθε, τὸ γὰρ πλέον ἔσθ’ὑπὸ γαῖαν τοὺς δὲ μέσους τέμνουσι δύω κύκλοι ἄξονος αὐτοῦ ἄκρης ἀρχόμενοι κορυφῆς · αὐτοί γε μὲν ἄμφω ἀλλήλους ἄχρις Νοτίου τέμνουσι πόλοιο, ὃς μὲν ἐνὶ θνητοῖσι καλούμενος ὀρθὸν Ὁρίζων, ὃς δὲ Μεσημβρινὸς ὑψοῦ ἄκρης κυρτούμενος αἴθρης. ἀμφότεροι δ’ἄρα τοίγε πόλων ἔντοσθεν ἐόντες ἐντὸς ἐέργουσιν δίνην περικείμενοι ἄστρων. οἵδε μὲν ἐν πραπίδεσσιν ἀριφραδέες τελέθουσιν γνώσασθαι κύκλοι. τοὺς δ’αὖθ’ἑτέρους καὶ ὑπ’ὄσσοις δερκόμεθ’, εὖτ’ἂν γαῖαν ἐπιτρέχῃ ἀμβροσίη νύξ, τὸν μὲν ἴσον χροιῇ λευκῷ φαίνοντα γάλακτι, τὸν δ’ὑπὸ δεικήλοισι δυώδεκα παμφαίνοντα Ζῳδιακόν · λοξοὶ δ’ἐπαμοιβαδὶς ἐζώσαντο οὐρανὸν ἀμφότεροι δίχα τέμνοντές σφεας αὐτούς. ἑπτὰ δ’ἄρ’, ὥσπερ πρόσθεν ἀείσαμεν, εἰσὶν ἄιστοι καὶ μοῦνον πυκινῇσιν ἐνὶ φρεσὶν ἑστηῶτες, οὕνεκεν οὐ ζώων μορφαῖς ὁλκοῖςτε φαεινοῖς οὐ δὲ μὲν οὐ χροιῇσι διάκριτοι εἰσορόωνται, ἀλλ’αὕτως δίνῃσιν ὀιόμεθά σφεας ἄστρων κυκλοῦσθαι, τάπερ αὐτὸς ἀτειρὴς αἰὲν ἀγινεῖ οὐρανὸς ἐν στροφάλιγγι περὶ χθόνα δῖαν ἑλίσσων. γὰρ δὴ τὸν μέντε Βορήιον ἀστέρες Ἄρκτου μείζονος, ἣν Ἑλίκην ἐλάται νηῶν ὀνόμηναν, ἀμφιχαράσσονται ῥοίζῳ στρωφώμενοι αἰεί, οἵτε οἱ ἀκροτάτοισι φαείνονται περὶ ποσσίν · ἄντυξ δ’αὖ κύκλοιο μέσην διὰ χεῖρα Βοώτου τέμνει ὑπ’ἀγκῶνος σκαιοῦ, κεφαλῆςτε Δράκοντος ἀκροτάτης ψαύει, στέρνονθ’ὕπο Κηφέος εἶσιν καὶ κλεινῆς ἀλόχοιο παραὶ ποσὶ Κασσιεπείης. κύκλος δ’, ὅστε τρέπει θέρεος πυριλαμπέος ὥρην, ἀστέρι δινεύοντι περιγράφεται κατ’Ὄλυμπον Καρκίνου ὀγδοάτης μοίρης ἔπι παμφαίνοντι · κεῖται δὲ τμήγων μέσσον διὰ Καρκίνον αὐτόν, ξανθήντ’αὐχενίην χαίτην χαροποῖο Λέοντος, σπεῖράντε πρώτην Ὄφιος, βριαροῦτ’Ὀφιούχου ὤμους, Ὄρνιθόςτε δέρην τανυσιπτερύγοιο, καὶ πόδας Ἱππείους, χειρόςτ’ἀγκῶνα βορείου Ἀνδρομέδης, καρπόντε χερὸς λαιὴν δέτε κνήμην Περσέος, ὑστάτιόντε ποδὸς θέναρ Ἡνιόχοιο, καὶ βριαρῶν Διδύμων δύο σὺν χείρεσσι κάρηνα. αὐτὰρ ἰσημερινόν τις ἑῷ φράσσαιτ’ἐνὶ θυμῷ ἀστέρος ἐκ μεσάτοιο χαρασσόμενον Κριοῖο, κεῖθεν δ’αὖ παραμειβόμενον Ταύρου πόδας ἄκρους, καὶ καλὴν ζώνην θηροκτόνου Ὠρίωνος, Ὕδρηςθ’ὁλκὸν ἀπειρεσίης, Κρητῆράτε μέσσον, ἑξῆς δ’ἀκροτάτου στολμοῦ ψαύοντ’ἐρατεινῆς Παρθένου, ἰοβόλουτε διὲκ χηλῆς περόωντα Σκορπίου, ἰγνύαςτε διακρίνοντ’Ὀφιούχου, καὶ χαίτης ἄκρης ἐπαφώμενον ὠκέος Ἵππου, μέσσοντ’ἀμφοτέροισιν ἐν Ἰχθύσι δινεύοντα. χειμερίου δὲ τροπῆς κύκλον θοοῦ Αἰγοκερῆος σκέπτεο πὰρ μέσσοιο διεκπερόωντ’ἐπὶ γοῦνα ἀμφότερ’Ὑδροχόου, καὶ Κήτεος εἰναλίοιο οὐρήν, ἠδὲ Λαγωοῦ ἀπὸ στέρνων ἐπὶ μέσσα νισσόμενον, πρώτουςτε πόδας Κυνός, ἠδὲ καὶ Ἀργοῦς ποντοπόρου τέμνοντα δι’αἰθέρος ἄκρα κόρυμβα, Κενταύρουτ’ὤμους νοτίους, κέντροντ’ὀλοοῖο Σκορπίου, ἠδὲ βιὸν στέρνων μέτα Τοξευτῆρος. τὸν δ’ἄρα δὴ νότιον, μεθ’ὃν οὐκέτι φέγγος ὁρᾶται ἄστρων ἀνθρώποις, οἳ δὴ χθόνα τήνδε νέμονται, ὁπλῇσιν Κένταυρος ὑπὸ σφετέρῃσι χαράσσει, πηδάλιόντε νεός, τὴν ἀκροτάτῃσι τεμοῦσα Πηλίου ἐν κορυφαῖς Παλλὰς θέτ’ἀν’ἀστράσιν Ἀργώ. οἱ δὲ δύω, τοίπερτε πόλῳ διαπειραίνονται, ἀστεμφεῖς ἑστᾶσι καὶ ἀκλινέες περὶ κόσμον, πάντων δεικήλων αἰεὶ ἐπαφώμενοι ὁλκοῦ · ὃς μὲν γάρθ’ὑψοῦ θοοῦ οὐρανοῦ ἐστήρικται ἠῴην οἶμον καὶ δείελον Ἠελίοιο κρίνων καὶ θνητοῖσιν ἄγων βαιὴν λύσιν ἔργων · ὃς δὲ περιστρέφεται πύματον πόντοντε καὶ αἶαν φαίνων ἀντολίας, δύσιάςθ’ὑπὸ βένθεσι κεύθων, ὅς ῥάθ’Ὁρίζων κύκλος ὑπ’ἀνθρώπων πεφάτισται, οὕνεκα μηκίστην ὄσσων ἐπιτέμνει ὀπωπήν. ὁλκὸς δ’αὖτε Γαλαξίεω βαιῇ μὲν ὁρᾶται λαμπετόων μοίρῃ, τὸ δέ οἱ πλέον ἐστὶν ἀμαυρόν · γυροῦται δ’ὑψοῦ μὲν ἐπὶ πνοιαῖς Βορέαο ἐν θρόνῳ ἑζομένης γούνων ἄχρι Κασσιεπείης, πὰρ κεφαλὴν Κηφῆος · δ’Ὄρνιθος πτερὰ τέμνει, Αἰητοῦτε μέσον, καὶ Τόξων ἄγχι κορώνης ἀκρότατον νεῦρον, θηρὸς φονίοιότε κέντρον, ἠδὲ Θυτήριον ἄκρον ἰδ’ὁπλὰς Κενταύροιο τέσσαρας · ἐκ δ’ἄρα κεῖθεν ἀνέρχεται ἐκ Βορέαο ἄψορρος διὰ Νηὸς ἀμειβόμενος κατὰ πρύμνην, καὶ κνήμας Διδύμων, κορυφῆςθ’ὕπερ Ὠρίωνος, καὶ γόναθ’Ἡνιόχου, γουνόςτ’ἔπι γοργοφόνοιο δεξιτεροῦ Περσῆος, δὴ τέταθ’ὥστε θέοντος. ζῳδιακὸς δ’, ὅσπερτε κατ’οὐρανὸν ἔπλετο πάντων εὐτροχάλων κύκλων μάλ’ἀγαυότατος καὶ ὁρητός, δώδεχ’ὑπ’εἰδώλοισι κεκασμένος εἶσι δι’αἴθρης · ἀμφὶ δ’ἄρ’αὐτὸν κεῖται ὑπ’ἀστράσι παμφαίνοντα Κριὸς καὶ Ταῦρος, Δίδυμοι δ’ἐπὶ τῷδε, μετ’αὐτοὺς Καρκίνος ἠδὲ Λέων, στάχυάςτ’ἐν χερσὶ φέρουσα Παρθένος ἀνθρώπων γενεὴν ποθέουσα παλαιῶν, Χηλαίθ’, ἃς καὶ δὴ μετεφήμισαν ἀνέρες ἱροὶ καὶ Ζυγὸν ἐκλήισσαν, ἐπεὶ τετάνυνθ’ἑκάτερθεν οἷαί περ πλάστιγγες ἐπὶ ζυγοῦ ἑλκομένοιο, Σκορπίος ἐστὶ δ’ἔπειτα, βίητ’ἔπι Τοξευτῆρος, καὶ δὲ καὶ Αἰγόκερως, μεθ’ὃν Ὑδροχόοςτε καὶ Ἰχθῦς. οἴκοις μὲν δὴ πάντες ἑοῖς παρεόντες ἄριστοι ἀστέρες ἐν γενέθλῃ, ἐπεὶ ἐσθλοδόται μὲν ἀρείω καὶ πλέον’ἐσθλὰ διδοῦσι, κακοὶ δέτε μείονα λυγρά. τῷ μάλα χρὴ σκέπτεσθ’, ὁπόσοι σφετέροισι δόμοισιν ἠὲ καὶ εἰν ὁρίοισιν ἑοῖς βεβαῶτες ὁρῶνται · εἰ μὲν γὰρ πλέονες, πολὺ φέρτερον, εἰ δέτε παῦροι, μειότερον κῦδος βιότῳ καὶ πρῆξιν ὄπασσαν. ἀλλὰ καὶ ἀλλήλων ὅσ’ἀμειβόμενοι κλυτοφεγγεῖς οἴκοις ἐκτελέουσι, μάλα χρειὼ καταλέξαι. Φαίνων μέντε Διὸς ζώοις μεγακύδεας ἄνδρας τεύχει, καὶ βασιλεῦσιν ἰδ’αὖθ’ἑτάροισιν ἀνάκτων ἐς φιλίην ζεύγνυσι, καὶ αὐτοὺς πολλάκι δασμῶν πρήκτορας ἐξανέφηνεν ἐυπρήσσοντας ἄναξιν, χρήματάτ’ἐν χερσὶν δῶκεν βασιλήια νωμᾶν · πολλάκι δ’ἀλλοτρίων τέκνων πατέρας καλέεσθαι δῶκεν, ἐκθεμένοις παῖδας σφετέρους πάλι δῶκεν. Ζεὺς δὲ Κρόνοιο τόποις παρεὼν βίοτον μὲν ὀπάζει εὐκτεάνουςτε τίθησιν, ἀτὰρ πολυγηθέος ὄλβου φειδωλούς, μη δ’ὅσσον ἑῶν κτεάνων ὀρέγοντας, ἠπεδανὸν στέρνοισι νόον καὶ ἄναλκιν ἔχοντας, ἀμφὶ ἕθεν πολὺ μεῖον ὧν πέλας ὦσι φρονοῦντας, ἐν δ’ἔργοις πρήξειθ’ἑτέροις ὑποπεπτηῶτας · ὅσσα δέτ’ἐκτελέουσιν, ἀποκρύπτει κλέος ἐσθλὸν πολλάκις ἀλλοτρίων, οἳ καί σφισιν αἴσχε’ἔδωκαν. ἐν δ’Ἄρεως ὁρίοισιν ἐν ζώοισι βεβηκὼς Φαίνων νωχελέαςτε καὶ ἀδρανέας μάλα ῥέζει, δειλοὺς πανταρβεῖςτε, φρεσὶν καταπεπτηῶτας, αὐχμηρούς, ἑὸν ἦτορ ἀεὶ βλάπτοντας ἀνίαις. ἀλλ’Ἄρης οἴκοισι Κρόνου πολιοῖο βεβηκὼς πανθαρσεῖς τεύχει καὶ πρήξεσι τολμήεντας, πρὸς δ’ἔτι θαρσαλέουςτε καὶ εὐτόλμους καὶ ἀτρέστους, πρῆξιν παντοίηντε καὶ ἔργα τελοῦντας ἀμόχθως, οἷσίτ’ἐφορμήσωσιν ἀεὶ τέκμωρ ἐπάγοντας · φθείρει δὲ κλῆρον πατρώιον, ἠδὲ συναίμους πρεσβυτέρους πάντας κρυερῷ ζόφῳ ἀμφικαλύπτει. Ἀφρογενοῦς δὲ Κρόνος παρεών οἴκοις τάδε ποιεῖ · πρεσβυτέραις ζεύγνυσιν ἰδὲ δμωῇσιν ἀκιδναῖς, ξυνὴν δήμοισι κύπριν μισθοῦ παρεχούσαις · πρὸς δ’ἔτι δυσγαμίην καὶ δυστεκνίην μάλ’ὀπάζει, στείραις ἠδ’ἀτόκοισι συνάπτων δυσκλέα λέκτρα · δηθάκι καὶ χείρεσσιν ἑαῖς ἀλόχους ἐδάιξαν ζήλῳ ἀλαστήσαντες ἐπ’αἴσχεσιν, οἷς τελέουσιν. Ἀφρογενὴς δὲ Κρόνοιο δόμοις λεχέων ὀλετῆρας ἀλλοτρίων ἔρρεξε, καὶ ἀσπέρμους θέτο τέκνων, οὐ μάλα κηδομένους μάχλου ἕνεκεν φιλότητος οὔτε φίλων σφετέρων, οὐ δ’αὖ πατέρων ἀλέγοντας · γὰρ δὴ κεδνῶν ἑτάρων γάμον αἰσχύνουσιν, καὶ μητρυιῇσιν ἑαῖς παλλακίδεσσιν σφωιτέρου γενετῆρος ὁμὸν λέχος εἰσανέβησαν. ἐν δ’ἄρα χρυσοφαοῦς Ἑρμοῦ ζώοισι βεβηκὼς Φαίνων ὀξείας μερόπων ἤμβλυνεν ἀκουάς, λαλιῆς ἤμερσε φίλης καὶ γλῶσσαν ἔδησεν, δεινοὺς δ’ἐν πραπίδεσσι καὶ οὐλοὰ μητιόωντας κρυπταδίως τεύχει, σφέτερον νόον οὔτινι θνητῶν φαίνοντας, δακετῶν φονιώτερον ἰὸν ἔχοντας, καὶ δὲ καὶ ἀρρήτων μύστας τελετῶν, μακάρωντε ὄργια γιγνώσκοντας, ὅσ’ἐν βίβλοις ἐχαράχθη κρυπταῖς, ἃς οὐ πᾶσι βροτοῖς θέμις ἐν φρεσὶν ἴδμεν ταύτης δ’οὐκ ἂν ὄναιντο δαημοσύνης · τάδε γάρ σφιν ἀντ’ἀγαθῶν καὶ λυγρὰ καὶ ἀντία γίνεται αἰεί. ταῦτα δὲ καὶ Στίλβων ῥέζει Κρόνου ἐν μεγάροισιν · ἀλλ’ἄρα τοῖς ἦδος πέλεται σφετέρων ἀπὸ μόχθων · τεύχει δ’οὐ μοῦνον βίβλων ἐπιίστορας ἱρῶν, παννυχίδων τελετῶνθ’ἡγήτορας, ἀλλὰ καὶ ἐσθλούς μάντιας, ἀστρονόμους καὶ ὀνειροπόλους, προπάροιθεν ἑζομένους θυσιῶν, μακάρων ἄπο θέσφατα θνητοῖς φαίνοντας, πτηνῶντε ποτῆς ἄπο θεσπίζοντας, πρήξεσι δ’ἐν βιότου ἑτέροις ὑποπεπτηῶτας. ὅσσοις δ’αὖ Φαέθων Ἄρεως οἴκοισι βέβηκεν, τρισμάκαρες στρατιῶν ἡγήτορες, ἔντε βροτοῖσιν τιόμενοι πολίων ἡγήτορες βασιλῆες. ὣς δ’αὕτως καὶ Θοῦρος ἐπὴν Διὸς ἐς δόμον ἔλθῃ, δωρεῖται κῦδος καὶ ἀπειρέσιον κράτος ἀνδρῶν · τεύχει καὶ νηῶν ἠδ’ἱππήων πρυλέωντε ἡγεμόνας βασιλεῦσιν ἀρηρότας, οἳ κατὰ μῶλον ἀνθρώπους κτείνοντας ἑῇ ὀπὶ καὶ μεμαῶτας […] εὖ δεδάασιν · εἰ δ’ἄρα μὴ κέντρῳ πέλεται μη δ’ἐς τόσον εἴη ὕψος, ἀειρόμενοι πάντων σφετέρων ὕπερ αὐτοὶ τάττονται, κἢν δμῶες ἀεικέλιοι τελέθωσιν. ἐν δ’ἄρα Κυπρογενοῦς ζώοις Ζεὺς ὄλβον ὀπάζει παντοῖον, κτεάνωντε δόμους πίμπλησι βροτοῖσιν, αὐτοὺς δ’αὖθ’ἑτάρους καὶ συνέδρους βασιλήων θηητοὺς λαοῖσι καὶ ἐν πολίεσσιν ἀγητοὺς τεύχει, καὶ μακάρων ἱερεῖς σηκῶντε προέδρους, τιμαῖς κυδαλίμους ἠδ’ἐξαίτοις γεράεσσιν, πρήξιος ἐκ πάσης συναθροίζοντας πολὺν ὄλβον, δήμουθ’ἡγητῆρας, οἳ εὖ χείλεσσιν ἑοῖσιν φθέγγοντ’εἰν ἱεροῖσιν ἀκουόμενοι ὑπὸ λαῶν, ζευγνυμένουςτ’ἀνδρῶν μεγάλων φιλότητι γυναικῶν, ὧν ἄπο κυδήεντες ἰδ’ὄλβιοι ἐξεγένοντο. καὶ Κυθέρη Διὸς οἴκῳ εἰν ὁρίοισι φανεῖσα εὐκλέας ἐν πολίεσσι καὶ ἐν δήμοισι τίθησιν · κοσμεῖ καὶ μίτρῃσι πέπλοισίτε πορφυρέοισιν, στέμμασίτε χρυσοῦ, τοὺς δ’αὖ γεράεσσ’ἐρατοῖσιν · ἠδὲ γάμους δῶκεν φιλίους, καὶ λέκτρα γυναικῶν ὤπασεν εὐθαλάμων, λέκτροις δέτε δῶκε γυναικῶν εὐόλβων ἐν ἑῇσιν ἔμεν πολίεσσιν ἀρίστοις, κτήματάθ’ἕξουσιν κλεινὸν βίοτόντε καὶ οἴκους · προσφιλέας δ’ἔρδει καὶ τιμήεντας ἅπασιν, πειθοῖ καὶ χαρίτεσσι τετιμένον ἦτορ ἔχοντας · ἠὲ καὶ ἄνδρας ἔτευξε γυναικείοισιν ἐπ’ἔργοις, ἐξ ὧν χρήματα πολλὰ καὶ εὐφροσύνην πόρεν ἐσθλήν δηθάκι δ’αὖθ’ὑποτάσσει ὑπ’ἀσχολίῃσι τυράννων μεγάλων ἀνδρῶν, οἷσι κράτος ἶσον ἄναξιν. Ζεὺς δ’ἄρ’ἐν Ἑρμείαο τόποις πολύολβον ἔθηκεν, εὐκλέ’ἐπιφροσύνης ἕνεκεν, βασιλήιον ὄλβον νωμῶντ’ἐν χείρεσσι, καὶ ἐκ πολίων ἐθνέωντε χρήματα καὶ δασμούς συναγειρόμενον βασιλεῦσιν, ἐν δ’ἔργων πρήξει μέγ’ὑπείροχον, ἐν δ’ἄρα τοῖσιν κεκλόμενον, μέγα δ’αὖτε νόῳ φρονέοντα, καὶ ἐσθλὴν κτῆσιν ἀπ’ἀσχολίης βιότου φορέοντα πρὸς οἴκους. ἔμπαλι δ’Ἑρμείης δόμῳ εὐφεγγοῦς Φαέθοντος παιδείης πραπίδεσσι σοφῆς παιδεύματ’ἔχοντας, παίδωνθ’ἡγητῆρας αὐτῶν θῆκεν ἀνάκτων, δίφρῳ ἑζομένους, ὅθιτ’ἀργύρου ἐστὶν ἀμοιβή, ἠὲ νόμων θεσμῶντ’ἐπιίστορας, ὧν ἕνεκ’αἰεὶ πειθὼ ὁμῶς κῦδόςτε κατὰ πτόλιας μέγ’ἔχουσιν, ῥητῆρας μύθωντε καὶ εἰν ἀγορῇσιν ἀρίστους νείκεατ’ἰθύνειν καὶ τειρομένοισιν ἀρήγειν, ἔντε δικασπολίῃσιν ἐριδμαίνοντας ἔπεσσιν, ὧν ἄπο πλοῦτον ἀπειρέσιον καὶ χρήματ’ἄγειραν · ἄλλοι δ’αὖτε πέλονται ἀπαγγελέες βασιλήων, πίστιντ’ἀμφὶ δίκῃσι θεμιστοπόλων ἀπ’ἀνάκτων ἴσχουσιν, κείνοις σφετέρῳ νόῳ ἰθύνοντες. ἐν δ’ἄρα τοι Παφίης Ἄρης οἴκοισι βεβηκὼς ἀλλοτρίων λεχέων κρυπτοὺς λυμάντορας ἔρδει, δώροις ἠδὲ δόλοισιν ὀπιπεύοντας ἑταίρων εὐνέτιδας πηῶντε, καὶ αἴσχεα μακρὰ τελοῦντας · ἀλλ’ἄρα κἀκείνων βιότοις ὀλέθρους ἐπάγουσιν, καὶ ἑὰς κεδνὰς ἀλόχους ὀλέκουσι χέρεσσιν, δύσγαμα νυμφεύοντες ἀπ’ἀλλοτρίων ὑμεναίων. ζώοις δ’αὖ Πυρόεντος ἐπεμβεβαυῖα Κυθήρη δυσγαμίην τεύχειτε καὶ ἐκ λεχέων μάλ’ἀνίας · γὰρ ἄγοντ’ἀλόχους, ὧν ἄργυρον ὦνον ἔδωκαν, δμωίδας, αἵτ’αὐτούς μάχλοις ἔργοισιν ἔπεισαν, ἠὲ πολυμνήστῃσι συνευνῶσιν φιλότητας αἰεὶ κλεπτομέναις, ὧν εἵνεκα δηριόωσιν · οὐ γὰρ ταὶ τίουσ’οὐ δ’αὖ φιλέουσι συνεύνους · τῷ δὴ καὶ κρίσιας καὶ νείκεα πολλάκις ἔσχον σύν σφετέραις ἀλόχοισι, καὶ ἀλλήλους ἀθέριξαν […] καὶ αὐτῶν εἵνεκα δηθὰ ἐν συνοχῇσι γένοντο καὶ ἀπλήτοις ἀχέεσσιν, ἠδὲ γυναικείης κεφαλῆς χάριν εἰργμὸν ἔνεικαν · ἢν δὲ γυναικὸς ἔῃ γενέθλη, μάλ’ἀγήνορα τεύχει καὶ γαῦρον, βουλῇσιν ἑαῖς πίσυνον καὶ ἄκαμπτον, τάςτ’ἄλλας ἄνδρεσσιν ἴσας κάμνουσαν ἀνίας · πάγχυ δ’ἄρ’ἐς φιλότητα δύην, τοκετῶν ἐποχήντε ὀτλήσει, καὶ δηθὰ λυγρῇ περὶ γαστρὶ μογήσει, ἤτοι πρὶν γονίμης ὥρης βρέφε’ὠμοτοκοῦσα, ἠὲ νεκρῶν ἐν γαστρὶ μέλη τέμνουσ’ἄπο τέκνων. ναὶ μὴν καὶ Πυρόεις οἴκοις θοοῦ Ἑρμάωνος οὐλοὰ μηδομένους στέρνων ἔντοσθεν ἔθηκεν, ἄγριάτ’ἐν πραπίσιν βουλεύματα ποικίλλοντας, πρὸς δὲ κακοφροσύνῃσιν ἀεὶ μερόπεσσι συνόντας, ὡς δὴ καίτ’ἄλλοις ὑποφήτορας ἔμμεν ἀνιῶν · καὶ δὲ δικορραφίης δεδαηκότες εἰν ἀγορῇσιν καὶ κρίσιας θαμινὰς καὶ νείκεα πυκνὰ ἑκόντες ἴσχουσιν, φήμη δὲ κακὴ περιδέδρομεν αὐτοὺς καίτε δικῶν μέγα πλῆθος, δὴ μάλ’ἀχρήμονας ἔρδει · πολλοὶ καὶ παίδων τῶνδ’ἡγητῆρες ἔασιν · πρὸς δ’ἔτι καὶ ψεύστας, ἀθέους, ἀθεμίστια ἔργα μηδομένους, κλῶπας, ληίστορας, ἀνδροφονῆας, ὅρκων οὐ δ’ὅσσον τι νόῳ κρυερῷ ἀλέγοντας. ταῦτα δὲ καὶ Στίλβων Ἄρεως ἐν δώμασιν ἔρδει, πλαστογράφους τεύχων, λυμάντορας, ἠπεροπευτάς, ἀλλοτρίου πλούτοιο λιλαιομένους κτεάνωντε · πολλάκι καὶ κτεάνων πίστεις, ὧνπέρ τις ἔδωκεν λάθρῃ παρθέμενος, κακομητίῃ ἠρνήσαντο, […] χρήματα παῦρα διδοῦσιν, πολλῶν χρεῖος ἐτύχθη · πρὸς δ’ἔτι φαρμακίης ὀλοῆς ἐπιίστορας ἔρδει · ὧν ἕνεκεν πάντων καὶ ὑπ’ἴδρισιν ἶφι μάχεσθαι λάσθαις κερτομίαιςτε κατὰ πτόλιας σοβέονται. ἐν δ’Ἑρμοῦ ζώοισι φιλομμειδὴς Ἀφροδίτη θῆκε προϊσταμένους μεγάλων βιότοιο γυναικῶν, κείνων δ’εἵνεκα δηθὰ κρίσεις καὶ νείκε’ἔχοντας, οἷς ἔπι κῦδος ἔθηκεν ἰδ’εὐκλέα πολλάκι νίκην · οἱ δὲ θεῆς ἱεροῖο προφήτορες εὐκτεάνοιο γίνονται, τιμὰς ἰδ’ἀπ’αὐτοῦ πλοῦτον ἔχοντες · τεύχει δ’ἐν τούτοισι τόποις καλὴ Κυθέρεια αἰόλ’ὑπὸ χροιῇ ποικίλματα δαιδάλλοντας παντοίοις ζώοισιν ἐοικότα, τοὺς μὲν ἐφ’ἱστῶν κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφίτε πέπλοις, τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ δεικνύντας πάντων μορφὰς θηρῶντε καὶ ἀνδρῶν, ἄλλους δ’ἐν πετάλοις στεφανώματα ποικίλλοντας, οὓς δὲ καὶ ἀνθοβάφους ἁλίων ἄπο θήκατο κόχλων, εὐόδμωντε μύρων τεῦξεν τεχνήτορας ἄνδρας. Ἑρμῆς δ’αὖτ’οἴκοισι φανεὶς καλῆς Κυθερείης προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν, μορφῇθ’ἱμερόεντας ἰδ’αἱμύλα κωτίλλοντας, παντοίης μούσηςτ’ἐπιίστορας · γὰρ ἀοιδούς εὐκλέας, κιθάρης ὑποφήτορας ἐξετέλεσσεν, ἠὲ μελῶν μολπῆς εὐρύθμου τεύκτορας ἄνδρας, ἠὲ πολυτρήτοις λιγέως μέλποντας ἐν αὐλοῖς · ἄλλους ὀρχηθμοῦ βητάρμονας ἴδριας ἔρδει · παιδευτὰς δ’ἄλλων τοίων ἔργων ἀνέφηνεν, ἐξ ὧν ὄλβον ἐυκτέανον κῦδόςτ’ἐνὶ δήμοις ἄρνυνται, χαρίτεσσι κεκασμένοι εὐεπίῃτε · πρήξεσι δ’ἐν βιότου πάντες μακάριστοι ἔασιν, οἷσίτ’ἐπιθύνωσ’ἔργοις, πάντ’ἐκτελέουσιν ᾗσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κ’ἐθέλωσιν. ἐν δὲ Λέοντι, δόμῳ πανδερκέος Ἠελίοιο, Φαίνων μὲν μεγάλουςτε καὶ ἐκ πατέρων ἀριδήλων τεύχει, καίτ’ὄλβῳ βιότου ἅμα κῦδος ὀπάζει, ἀλλὰ κακῷ θανάτῳ ὀλέσει πάντως γενετῆρα, βίῃ φθορίμων ὑγρῶν πλήθεσσι χαλέψας. δεικήλῳ δ’ἐν τῷδε Διὸς πολυφεγγέος ἀστὴρ ὥστ’οἴκῳ σφετέρῳ χαίρει, ἐπεί ἐστι τρίγωνον αὐτοῦ, ὡς καὶ πρόσθεν ἀείσαμεν, Ἠελίουτε, καὶ μεγάλους βασιλῆας ἴσους κοιρανέουσιν, που τῶν ἑτάρους τεύχει, λαοῖσιν ἀγητούς · πάντας δ’ἀφνειοὺς καὶ τιμήεντας ἔθηκεν. αὐτὰρ Ἄρης ἐπὶ τῷδε πατρώια πάντ’ἐκέδασσεν, καὶ σίνος ὀφθαλμῶν δῶκεν, βιότου δ’ἄρα πρῆξιν πολλὴν ἀμφὶ πυρὸς πολιοῦτ’ἄπο δῶκε σιδήρου, τοῖς δ’ἔργοις σκληρὰς καὶ ἀπηνέας ὤπασε τέχνας · αἰεὶ δ’ἔντε Λέοντι καὶ ἐν Μήνης δόμῳ ὀφθεὶς ὠκυμόρους τεύχει, τούς δ’ἡμιβίους ἐναρίζει. Ἀφρογενὴς δὲ Λέοντι βεβηκυῖ’οὐ μάλα χαίρει · δυσγαμίην τεύχει, ποτὲ δ’αὖτ’ἀλόχοιο διείργει. ἀλλ’Ἑρμῆς πινυτούςτε καὶ ἐν μύθοισι φερίστους ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. ἐν δ’οἴκῳ Μήνης Φαίνων μητρὸς βίον αἰεὶ φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης, αὐτούς δ’ἐν νούσοις δολιχαῖς ἄταιςτ’ἐδάμασσεν, ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν, ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς. γηθεῖ δ’αὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ ὑψοῦται, πλεόνωντε γονὴν τέκνων μάλ’ὀπάζει, καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἁπάντῃ δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν. Ἄρης δ’ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει καὶ μάλ’ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας οὔτε τι κινδύνων ἰδ’ὁμοκλῆς, οὔτε φόβοιο · τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπ’ἔργοις · ἄλλοι δ’αὖ τέχνης ἐπιίστορες ἐξεγένοντο · πάντες δ’ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν, τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται. οὐ δὲ μὲν οὐ δὲ Κύπρις γηθεῖ Μήνης ἐνὶ οἴκῳ · μάχλους γὰρ τεύχει καὶ τερπομένους φιλότητι, ἄλλατ’ἐπ’ἀλλοίοις κακάτ’αἴσχεα πολλὰ τελοῦντας · καὶ δ’ἑτέροις τροπικοῖς ζώοις πάντεσσι τάδ’ἔρδει. χρυσοφαὴς δ’Ἑρμῆς ἐν Καρκίνῳ αἰθροπολεύων ὀξεῖς ἐν πραπίδεσσι, νοήμονας, ἄλλοτε δ’ἄλλῃ βουλῇ τερπομένους μήτ’ἔμπεδα μητιόωντας ῥέζει, καὶ μύθοις ἀγαθοὺς ἔργοιςτε φερίστους. Ἠέλιος δ’αὐτὸς μὲν ὑπὲρ χαροποῖο Λέοντος εὐκλέας ἐν βιότῳ καὶ ὑπείροχον εὖχος ἔχοντας ῥέζει · κέντρου δ’αὖτε τυχών βασιλῆας ἔτευξεν, ἢν ἐσθλῶν κοσμῆται ὑπ’ἄστρων μαρτυρίῃσιν. ὣς δ’αὕτως καὶ Μήνη ἑὸν δόμον ἀμφιβεβῶσα πρήξιας ἀνθρώποις ἀγαθὰς καὶ κῦδος ὀπάζει · ἢν δὲ μεσουρανέῃ νυκτός, βασιλῆας ἔθηκεν. οἱ δ’ἄρ’ἀμειβόμενοι ζῶ’ἀλλήλων κατὰ κύκλον, ζώοις δ’ἐμβεβαῶτες ἐπ’ἀλλήλων κατὰ κύκλον, Μήνῃ μὲν Τιτάν, Μήνη δὲ γέγηθε Λέοντι. τοῖα μὲν ἀλλήλων οἴκοις ὁρίοιςτε παρόντες τεύχουσ’ἄλλατε πολλὰ πολυτλήτοις μερόπεσσιν. αὐτὰρ ἀληθείην πᾶσαν βροτέου βιότοιο σύγκρασις διέκριν’, ἐπιμαρτυρίαιτε φαεινῶν ἄστρων ἀλλήλοις χώροιςθ’, ὑπὲρ ὧν γεγάασιν · ὅσσα δ’ἅμ’Ἠελίῳ δρῶσιν παρεόντες, ἀείσω. πάντες μὲν χαίρουσιν ἐπ’ἀντολίῃσιν ἐόντες, ὡς ἐν ἑοῖσιν ἕκαστος ἀγαλλόμενος βασιλείοις, καί ῥάτ’ἐπ’ἀντολίης μὲν ἰόντες ἅτ’ἐς νεότητα, θνητοῖς πάντα τελοῦσιν ἄγαν κρατεροὶ παρεόντες · ἑσπερίοισι δὲ βαρδύτεροι προίασι χρόνοισιν δείελοι αὐγῇσιν σφαλεραῖς ὑποπεπτηῶτες, ἀδρανέεςτε πέλονται ἑὸν σθένος ἀμβλύνοντες. Φαίνων μὲν δὴ πρῶτα σύν Ἠελίῳ κατὰ πάντων ζωιδίων πλήθει ξυνῶν ἀγαθῶντε κακῶντε, κρείσσων μέντε κατ’ἦμαρ ἐών, βλάπτων δ’ἐνὶ νυκτί · τεύχει γὰρ πατέρας μὲν ἀγακλειτοὺς καὶ ἐπόλβους, μητέρα δ’ὠκύμορον θανάτῳ διέκρινε τοκῆος, αὐτῶν δὲ κτῆσιν μινύθει οἶκόντε πατρῷον, ἀλλ’οὐχ ὡς πενιχροὺς πάμπαν καὶ ἀχρήμονας εἶναι. καὶ Φαέθων μετὰ Τιτῆνος πατρώια πάντα φθείρει, παντοίαιςτε βλάβαις ἄταιςτ’ἐπέδησεν · πολλάκι καὶ ξείνης γαίης ἔπι πήματ’ἔδωκεν, ἠῷος μὲν μείον’, ἐφ’ἑσπερίῃσι δὲ δεινά. Ἄρης δ’Ἠελίῳ συνιών πατράσιν μὲν ἀνίας, γεινομένοις δ’αὐτοῖς θόρυβον καὶ πήματ’ἔδωκεν · τοὺς δ’ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας · ἠματίῃ γενέθλῃ δ’ὀλοώτατος ἔπλετο πάντων, ἥσσων δ’ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει. Ἀφρογενὴς δὲ συνοῦσ’Ὑπερίονι γεινομένοισιν δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα · ἤτοι γὰρ πενιχραῖς δούλαις καὶ ἀνάγνοις, καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλ’ἀεικῶς, ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν. Ἑρμῆς δ’Ἠελίῳ ξυνὴν βαίνων κατ’ἀταρπὸν ἤμερσεν σοφίης καὶ παιδείης μάλα πάσης · ἑζομένους δ’ὤπασσε βίους […] […] μάλα δ’ἠῴῃσιν ἀνάσσων ἀνέρας ἀφνειοὺς ποίησε πόλει παναγήτους […] πρῆξίνθ’ἥσσονα δῶκ’, ἐν πρήξεΐτ’ἔμμεν ὑπ’ἄλλοις. τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες ῥέζουσ’, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο φαινόμενοι. Μήνη δ’ σὺν αὐτοῖσιν παρεοῦσα ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖςτε θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι. ἀστέρι μὲν Φαίνοντος ἐπερχομένη συναφῇσιν, αὐγαῖς αὐξομένη κρείσσων, περὶ μητέρα δ’αἰνούς ψυχμοὺς ἠδὲ νόσους παρέχει, σίνεσίντε προσάπτει, αὐτούς δ’ἀπροκόπους καὶ δειμαλέους περὶ πρῆξιν ἐνσινέαςτε τίθησιν. ἀπορρείουσα δὲ τούτου, ἢν μὲν Ζηνὶ συνάπτῃ ἁβροκόμῳ Κυθερείῃ, ἐσθλὴ καὶ δώτειρα βίου πλούτοιότε πολλοῦ, πυροφόρων δ’ἀγρῶν κτῆσιν κρατερῶντε μελάθρων δῶκεν, καὶ κῦδος φήμηντ’ἀγαθὴν παρὰ δήμοις, καὶ φιλίην ἀνδρῶν, ἧσπερ χρῄζουσιν, ἑταίρων · ἢν δ’Ἑρμῇ, πινυτούςτε καὶ εὔφρονας ἐξετέλεσσεν. ἢν δὲ Κρόνον προλιποῦσα κενὸν δρόμον ἐξανύῃσιν, καὶ Ἄρῃ μετέπειτα συνάπτῃ, πάγχυ κακίστη · αὐχμηροὺς τεύχει γὰρ ἀναγκαίου βιότοιο, οἵτ’ἔργοις κενεοῖς καμάτοισίτε μοχθίζοντες οὔποτε λιμηρὴν πενίην ἐδύνανθ’ὑπαλύξαι, πρὸς δ’ἔτι καὶ ζωῆς τέκμωρ λυγρὸν ἐξανύοντας, πολλάκι δ’ὠκυμόρουςτε καὶ ἐν νεότητι θανόντας · οἱ δὲ καὶ εὐτροχάλοις δειρὴν σφίγγουσι βρόχοισιν. ἢν δ’ἀπὸ μὲν Κυθέρης καὶ Ζηνὸς πολυφεγγοῦς καὶ ἀφ’Ἑρμάωνος ἀπορρέῃ, ἔμπαλι δ’ἑξῆς Κρόνῳ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη · οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν, καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει. φαύλη καὶ κερόεσσα συνάπτουσ’Ἄρεϊ Μήνη · κλῆρον γάρτε δόμων πατρώιον ἐξαπόλεσσεν καὶ μητρῷον ὁμοῦ, ποτὲ δ’αὖ καὶ μητέρας αὐτάς · γεινομένους δ’αὐτούς μεγαληγορίῃσι χανόντας ῥέζει παντόλμουςτε θρασεῖςτ’, ἐπὶ τοῖσι βιαίους, ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας, τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππόσ’ἕλωνται · καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα. ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείουσ’ἀπὸ Θούρου. εἰ δέτ’ἀπορρείῃ μὲν ἀπ’Ἄρεος, εἶτα συνάπτῃ κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν καὶ μακαριστοτάτους, πρήξειςτ’ἀγαθὰς τελέοντας. ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχουσ’ἀπ’Ἄρηος ῥέζει · πρὸς δ’Ἑρμῆν, βουλαῖς μύθοισίτ’ἀρίστους, αἰὲν ὑπὲρ θνητούς πυκιναῖς πραπίδεσσι νοοῦντας. τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντ’ἀστράσι τεύχει. Ἠελίῳ δ’οἴῳ συναφὴν τεύχουσα Σελήνη ἔκπτωσίντε τίθησι βίου, καὶ κήδε’ὀπάζει. ἢν δ’ἀποχαζομένη Ὑπερίονος εἶτα συνάπτῃ ἐσθλοδόταις, ἀγαθὴ καὶ ὑπείροχα ἔργα φέρουσα μείζονα καίτ’ἀρίδηλ’ἀγάθ’ἀνθρώποις ἀνέφηνεν. αἰεὶ δ’ἐν γενέθλῃσι κενοδρομέουσα Σελήνη πλαζομένους βιότους καὶ ἄλην ξείνης ἐπὶ γαίης ῥέζει, λιτοτέρουςτε βίῳ καὶ πολλὰ μογεῦντας. χρὴ δ’αἰεὶ γενέθλης πρότερον νεοφεγγέα Μήνην καὶ δ’ἔτι πληροσέληνον ἐνὶ πραπίδεσσιν ὁρᾶσθαι, ὅππῃ τάσδε δύω φάσιας παρεοῦσα τέλεσσεν, καὶ συντροχάουσ’, ἐπεὶ ἐσθλοδόταις μὲν ἀρίστη πρώτας ἀκτῖνας ξυνουμένη ἠέτε πλήρεις, σύν χαλεποῖσι δ’ἐοῦσα πανεικέλιον μένος ἴσχει κείνοισιν, λυγροῦτε βίου πλήρωσε γενέθλην. ἔξοχα δ’αὖ κακὰ πάντοτ’ἐπὶ θνητοῖσι κυλίνδει ἐν φάσεσιν πάσῃσιν, ἐν αἷς Πυρόεντι συνάψῃ · κἢν ἐπὶ συνδέσμου βαίνῃ, μανίῃσι προσάπτει, σπασμοὺς νοῦσόνθ’ἱερὴν καὶ ἀναλθέας ἄτας. ἄντα δ’ἄρ’Ἠελίου χαίρει τροχάουσα Σελήνη, πλήρει ἐπεὶ κύκλῳ τότ’ἀγάλλεται αὐγάζουσα, καίτε κλέους ὄλβουτε παραιτίη ἐστὶ βροτοῖσιν.