Manetho

Astrological Influences, 4

ἐλθέ μοι, ὡς προτέρην λιγέως ἥρμοσσας ἀοιδήν, Μοῦσα φίλη, καὶ Φοῖβε καὶ Ἑρμῆ χρυσοπέδιλε, καὶ νῦν ἱμερόεν τέκμωρ θείητ’ἐπὶ μολπῇ · αὐτὰρ ἐγὼ θυμὸν καίπερ καμάτῳ μογέοντα ὀτρυνέω, μέχρις ἄν κ’ἐπὶ πείρατα νίσσομαι οἴμης · πᾶν γὰρ ἀεικέλιον, τῷ μὴ τέλος ἐσθλὸν ὀπηδεῖ. βίβλῳ δ’ἐν πυμάτῃ τάδε μοι κατανεύσατ’ἀεῖσαι, ἀμφὶ τροφῆς βρεφέων ἠδ’ἀτροφίης ἀλεγεινῆς, ὅσσατ’ἐπειγόμενοι Μοίρης ὕπο χερσὶν ἑῇσιν αὐτοὶ ἐπ’οὐλόμενον πότμον ῥίψαντο γονῆες, ἀμφὶ γάμωντ’ἐρατῶν καὶ ἀδελφειῶν ἐνέποιτε καὶ τέκνων γενεῆς, σινέεσσίτε τοῖσιν ἕκαστος ἀνθρώπων μεμόρηται ὑπ’ἀστράσι κινυμένοισιν, καὶ τέχνας μέλποιτ’ἰδὲ πρήξιας, ἔργαθ’ὁποῖα ἀστέρες ἀνθρώποισι δυηπαθέεσσι νέμουσιν, ἠδ’ὡς σφαλλόμενοι πολυχρήμονος ἐκ βιότοιο ἀνέρες ἐν πενίῃτε καὶ ἄλγεσι μοχθίζουσιν, καὶ δμώων ὅππως τις ἐπιφράσσαιτο γενέθλην. κείνοις μὲν δὴ πρῶτα τροφῆς ἐμέγηρε βρέφεσσιν Αἶσα κακή, τοῖσπέρτ’ἀπὸ γαστέρος ὀρνυμένοισιν Ἄρης καὶ Φαίνων ὑπὲρ ὡρονόμοιο βεβῶτες λεύσσουσ’ἐς δύσιν ἑλκομένην ἐριφεγγέα Μήνην, μήτε Σεληναίην μήτ’οὖν ὥρην καθορώντων Φωσφόρου Ζηνός · τοὶ γὰρ βίου εἰσὶ δοτῆρες. ὣς δ’αὕτως ἀτροφεῖς καὶ ὅσοις ἔπι γεινομένοισιν ὡρονόμον διέπει Φαίνων, δῦνον δέτε κέντρον Ἄρης, μήθ’ὥρης ζῶον μήτ’οὖν φάος ἁγνὸν Μήνης δερκομένου Ζηνὸς φυσιζόῳ αἴγλῃ. καὶ δὲ καί, ὁππότ’ἂν ἠύκερων Πυρόεις διάμετρος ἀκτῖσιν Μήνην καθορᾷ, Φαίνων δὲ Σελήνῃ δεξιτερὴν ἱστῆται ἐπὶ πλευρὴν τετράγωνος ἀντολίην ἀπέχων τηλοῦ Ὑπερίονος αἴγλης, δὴ τότ’ἀπ’ὠδίνων καὶ γαστέρος ἐκπροθορόντες αὐτίκ’ἄρ’οἰωνοῖσιν ἕλωρ καὶ θηρσὶ γένοντο. ἤν δὲ Σεληναίη μὲν ἐφ’ὡρονόμῳ ἐπιτέλλῃ, ἐν προτέρῳ δ’ὥρης ζῴῳ Φαίνων προθέῃσιν, δαίμονα τόντε κακὸν πρότεροι φῶτες καλέσαντο, Ἄρης δ’αὖτ’ἐφέπηθ’ὥρης κατόπισθε διώκων, μήτ’οὖν Ἀφρογενοῦς μήτ’εὐφεγγοῦς Φαέθοντος δερκομένων δείκηλον, ἐφ’ Μήνη καθορᾶται, δὴ τόθ’ὑπ’ὠδίνεσσι βρέφη θλιφθέντ’ὀλοῇσιν νηδύος ἐξέλκουσι διαμελεϊστὶ ταμόντες. εἰ δ’ἄρα καὶ δίχα κέντρου ἔοι ζώοισιν ἐπ’ἄλλοις τὼς Μήνη κερόεσσα, τόσον τεχθὲν χρόνον ἠῶ ἀθρήσει, μέχρις ἄν κε Σεληναίη ἀφίκηται. εἰ δ’ἄρ’ὑπὲρ κέντροιο Σεληναίη βεβαυῖα τὴν αὐτὴν ἐπέχῃ μοῖραν πολεμοκλόνῳ Ἄρῃ, ζῶον κατὰ ταὐτὸν ἀντιπέρηθεν ἰόντι, αὐτίκα δὴ πρώτῃσιν ὑπ’ὠδίνεσσιν ὄλισθον μητέρος ἄγχι ποδοῖιν ἐπ’ὀξέα κεκληγυίης. ἢν δὲ γονῆς ἀγαθοὶ τελέθωσ’ἐπιμάρτυροι ὥρῃ, ἔκθετον ἐκ μεγάρου τοκέων βρέφος εὐθὺς ἐτύχθη · κἢν μὲν Ζεὺς Μήνην σφετέραις ἀκτῖσιν ἀθρήσῃ, ἀνήρ, ὅς μιν ἀνείλεθ’, ἑὸν ποιήσατο παῖδα, ἑτέρῳ δῶκεν τεκέων τητωμένῳ ἀνδρί, ὅς θέμενος μεγάροις ἶσον γονίμοισι τίεσκεν. ἢν δ’ὀλοὸς Φαίνων λεύσσῃ περιφεγγέα Μήνην, ῥιφθὲν ἀπὸ λεχέων, ἑτέρου δ’ὑπὸ χείρεσι θρεφθὲν ἀτμενίης δούλειον ὑπὸ ζυγὸν αἴν’ἀνέτλησεν. καὶ δὲ Κρόνου περάτηθεν ἀθρειομένου ὑπὲρ ὥρης δαίμονι δ’ἐν λυγρῷ Μήνης προπάροιθεν ἐούσης, καὶ κέντρου Τιτῆνος ἀποκλινέος τελέθοντος, ζωὴν μέντ’ἴσχουσ’, ἀτὰρ ἔκθετοι ἐκ πατρὸς οἴκων. ὁππότε δ’αὖ Μήνης μὲν ἔχῃ συναφὴν Κρόνος αἰνός, ἀντιπέρην δ’αὐτοῦ Πυρόεις αὐγῇσι βάλῃσιν, μη δ’ὅσσον Μήνην ἐπιδερκομένου Φαέθοντος, ῥιφθέντες χώρης τηλοῦ κατ’ἐρημάδος οἰκτρῶς δουλοσύνης θρεφθέντες ὀιζυρῆς ἀνέχονται. εἰ δὲ καθ’ὡρονόμου μὲν ἔοι βεβαυῖα Σελήνη, τῇ δ’ἄρ’ἐπαντέλλῃ Ζεὺς ἑσπόμενος κατόπισθεν, Μήνην δ’ἀκτῖσιν Φαίνων κατεναντία λεύσσῃ, καὶ Πυρόεις ἑτέρωθεν ἄνω κέντρον καθορῴη, ἐς τόσσον ῥιφθὲν μίμνει χρόνον, εἰσόκε Μήνη ἐκπροφυγοῦσ’ὀλοῶν αὐγὰς Φαέθοντι συνάψῃ. ὥρης δ’αὖ Τιτῆνος ὑπὲρ βροτέης τροχάοντος αἰνοῦτ’ἐς δύσιν ἑλκομένου κατέναντα Κρόνοιο, καὶ δὲ Σεληναίης μετ’ἀριγνώτου Φαέθοντος δείκηλον κατὰ ταὐτὸ καὶ οὐκ ἰσόμοιρα θεούσης, ἐξόπιθεν δ’Ἄρεος σπομένου συναφήντε Σελήνης δεχνυμένου, βρέφος ἐς τόσσον πατρώιον οἶκον μίμνει, μέχρι κε Μήνη ἐπ’Ἄρεα θοῦρον ἵκηται. εἰ δὲ δύω σελάων κέντρων ὕπερ ἑστηώτων, Ἠελίου μὲν ἐφ’ὡρονόμῳ, δυτικῷ δὲ Σελήνης, κείνης μὲν ἐφ’ὥρῃ, ἀτὰρ Τιτῆνος ἔναντα, τῷ μὲν δὴ Φαίνων, τῇ δ’αὖ Πυρόεις συνέπηται, τῶν μὲν τροχάῃ τις ὁμοῦ ἑτέρῳ, δὲ κέντρῳ ἄλλῳ ἐπεμβεβαὼς λεύσσῃ κείνους ἀνιόντας, ᾗσιν ὑπαὶ παλάμαις τεχθὲν ῥίπτουσι τοκῆες. ἤν δ’Ἄρης περάτηθεν ἀνέρχητ’, αὐτὰρ ἐπ’αὐτῷ Φαίνων, ἑτέροισιν ὅγ’αὖ κέντροισιν ἕπηται, Μήνη δ’ἔκτοσθεν κέντρων σὺν Ζηνὶ φέρηται, βαιὸν δὴ τότε χάρμα βροτοῖς τεύχει περὶ τέκνων · τόσσον γὰρ λεύσσει τεχθὲν χρόνον ἄμβροτον ἠῶ, Μήνη μέχρι θέουσα παραΐξῃ Φαέθοντα. ναὶ μὴν καὶ σέλας Ἠελίου Μήνηντε καὶ ὥρην ὁππότ’ἂν ἐσθλοδόται μὲν ἀποστρεφθέντες ἴωσιν, οἱ δ’ὀλοοὶ λεύσσωσι, τότ’ἔκθετα τέκνα γονῆες ῥίπτουσ’ἐς βαθύ κῦμα βορήντ’ἔμεν οἰωνοῖσιν. ἔμπαλι δ’ἀρητοὶ παῖδες τοκέεσσι γένοντο εὐτραφέεςθ’, ὁπόσοισιν ἀπ’ὠδίνων προθοροῦσιν ἀστέρες ἐσθλοδόται ζωῆς δωτῆρες ἔασιν, ἤτοι ὑπὲρ κέντρων καὶ ὁμοῦ Μήνῃ βεβαῶτες, σελάεσσ’ἐπιδερκόμενοι Μήνηντε καὶ ὥρην, κέντρων κατόπισθεν ἐπ’ἀμφοτέρῃσιν ἐόντων Φαίνοντος καὶ Ἄρηος, ἀπόστροφον ἀκτίνεσσιν βαινόντων σελάωντε καὶ ὥρης, ἠέθ’ἑοῖσιν σύμφωνον δρόμον ἐν ζώοις φίλιόντ’ἀνυόντων. παισὶν δ’αὖ πᾶσιν, τοῖσιν ζωὴν πόρε Μοῖρα, ἀμφὶ τροφῆς μαζοῦ καὶ νηπιέης ἀλεγεινῆς ζῶον σημαίνει, τό κε δὴ Μήνης πέλας εἴη, ἔνι δὴ κείνη τριτάτην ἐπινίσσεται ἠῶ. τόσσα μὲν ἀμφὶ τροφῆς παίδων, πολέων ἄπο βαιά, ἤεισ’· ἑξείης δὲ γάμου πέρι νῦν ἐνέποιμι, ἀστέρες οἷον ἕκαστος ἀεὶ φαίνουσι κελεύθοις. εὖτ’ἂν γεινομένοιο βροτοῦ Μήνη μὲν ἐπείη αἰπυτάτῳ κέντρῳ, Κυθέρη δ’ὑπόγειος ὁρῆται, τῆμος ὁμογνήτοις γενεῆςτ’ἄγχιστα συνεύνοις ζεύγνυνται, πολέσιν δ’ὁμογάστριοι ἐς λέχος ἦλθον νύμφαι. τοῦτο δὲ δρῶσι, καὶ ὁπόταν Ἀφρογενείῃ Ἑρμείῃτε θοῷ ξυνὴν ὁδὸν ἐξανύωσιν […] ἀκτῖσι σφετέραις, Φαίνων δ’ἐπιμάρτυρος εἴη. ἢν δὲ πέλῃ ἰσόμοιρος ἀριγνώτῳ Φαέθοντι, […] δείκηλον κατὰ ταὐτὸν ἴῃ, γάμος ἔπλετο τῆμος παρθενικῆς. ἶσον δὲ καὶ εἰ Ζεὺς μαρτυρίῃσιν Ἑρμείην λεύσσῃ πλευρὴν ἰσόμοιρον ὁδεύων. Ἀφρογενὴς δὲ μεσουρανίου κλίνασ’ἀπὸ κέντρου καὶ δισσοῖς σελάεσσιν ἀπόστροφον οἶμον ἰοῦσα ἀστασίας τεύχει ταραχήντε γάμοις μετ’ἀνίης. Φαίνων δ’Ἑρμείῃτε συνὼν βλοσυρῇτε Κυθήρῃ ἤτοι ἐπ’οὐτιδαναῖς ἀνάξια μαχλοσύνῃσιν ἔργα μετερχομέναις ζυγίοις ἡρμόσσατο λέκτροις, πάμπανθ’ἡλικίῃσι νέαις πάγχυ γεραιαῖς. ἐσθλὴν δ’αὖ φιλότητα γάμου πίστιντε γυναικῶν ἀχράντοιο λέχους δῶκεν καλὴ Κυθέρεια, εὖτ’ἂν ἀπ’ἀκτίνων Ἄρεος πολιοῦτε Κρόνοιο μίμνῃ ἀπήμαντος, κείνων φλογέῃσιν ὑπ’αὐγαῖς ἀλλήλους ἐπιδερκομένων, αὐτὴ δ’ἀγανῇσιν δέρκηται κερόεσσαν ὑπ’ἀκτίνεσσι Σελήνην. ὁππότε δ’Ἑρμείηςτε καὶ Ἄρης καὶ Κυθέρεια μέσσου ὑπὲρ κέντρου ξυνὰς ἀνύωσι κελεύθους, τοῖσιν δ’αὖτ’ὀλοὸς Φαίνων μετόπισθεν ἕπηται νωθρὸν ἐπαντέλλων καὶ κατέναντα δοκεύων, ἐξ ἕδρης πιναροῖο τέγους ξυνῆςτ’ἀπὸ δήμου εὐνῆς ἀνστήσαντες ἄγοντ’ἐς δώματα νύμφας, κἶσα πολυμνήστῃσιν ἀεὶ τίουσ’ἀλόχοισιν. ἤν δὲ δύω μὲν φῶτα μέσου κλίνωσ’ἀπ’Ὀλύμπου, πάντες δ’ἀστέρες ἄλλοι ὑποχθόνιοι φορέωνται ἔκτοσθεν κέντρων, τῆμος ξείνης ἀπὸ γαίης ἄξεται ἀλλοτρίων φωτῶν ἀγνῶτα θύγατρα, καὶ πάτρης ἄπο τηλοῦ ὁμῶς κείνῃ βιοτεύσει. οἷς δ’ἄρ’ὕπερθ’ὥρης χαλεπῷ ἐν δαίμονι καλὴ Ἀφρογενὴς φαίνῃ, τὴν δ’αὖ Κρόνος τετράγωνος ἠὲ καταντιπέρην λεύσσῃ, κἤν λέκτρα πόρωσιν […] θηλυτέροις δ’εὖτ’ἄν Κύπρις κεραήτε Σελήνη ζώοισιν λάμπωσ’, ἤτοι δυτικοῦ κατὰ κέντρου, καὶ ὑποχθονίου, καὶ δύο κέντρ’ἐφέπωσιν, μουνὰξ δ’ἀμφότεροι κατεναντία τῇσιν ὁρῶνται, τῇ μὲν Ἄρης, τῇ δ’αὖτε Κρόνος, τόθ’ἑαῖς πανάθεσμοι θυγατράσιν πατέρες ξυνὸν λέχος εἰσανέβησαν. ναὶ μὴν καὶ Κρόνου εὖτ’ἂν ἐν οἴκοισιν Κυθέρεια φαίνηται σύν Ζηνί, Κρόνου κατόπισθεν ἰόντος, δεχνυμένης αὐτοῦ συναφὴν καλῆς Ἀφροδίτης, Κύπριδι μαρτυρίην Ἄρεως ἑτέρωθι φέροντος, Μήνην δ’ἀμφότεροι Θοῦρος Φαίνωνθ’ὁρόωνται, δὴ τότ’ἀπ’ὠδίνων ὁπόσοι φάος ἔδρακον ἠοῦς, μοῖραν ἀνέπλησαν πολυπενθέος Οἰδιπόδαο · τοῖσι δ’ἄρα στυγεροὺς Ποιναὶ μέλπουσ’ὑμεναίους νερτέριαι, χείρεσσιν ἀναψάμεναι πυρὶ πεύκας · μητράσι γὰρ σφετέραις φιλοτήσιον ἐς λέχος ἦλθον. εἰ δὲ γυναικείη γενέθλη πέλοι, ἐς πατρὸς εὐνὴν κλίνονται. τὼς δ’αὖτε καὶ ἢν κλήροιο γάμοιο Φαίνων δεσπόζων ἤτοι κατὰ κέντρον ἐφ’ὥρης, ὅγε φαίνηται δύνων ὥρης κατέναντα, λάθρῃ παρθενίης ζώνην λύσαντο τοκεῦσιν ἠὲ κασιγνήτοις σφετέροις πατέρωντε τέκεσσιν. ἤν δ’ὑπογείῳ Ἄρης καὶ δυτικῷ ἐνὶ κέντρῳ δέρκηται βεβαὼς κλήρου γάμου αὐτὸς ἀνάσσων, αἵδε βίῃ δμώεσσιν οὐτιδανοῖς ὑπὸ φωσὶν δμηθεῖσαι θολερῶς ὥρης ἄνθος διόλεσσαν. ἤν δ’Ἑρμῆς κέντροισιν ἐπείη, τοῖσιν ἔλεξα, καὶ γάμου αὐτὸς ἑοῖσιν ἐνὶ ζώοισιν ἀνάσσων, κρυπταδίως δολεροῖσιν ὀπιπευθεῖσαι ἔπεσσιν καὶ πυκιναῖς ἀπάτῃσιν ἑὴν φρένα φηλωθεῖσαι ἐξαπίνης ἐγένοντο λάθρῃ πρὸ γάμοιο γυναῖκες. εἰ δ’ἄρα σὺν Στίλβοντι καὶ Ἄρης κέντρῳ ἐπείη, τῆς ἕνεκεν κρίσιέςτε δίκαιτ’ἀγορῇσι πέλονται. Ζεὺς δὲ καὶ Ἑρμείης μέσσον κατὰ κέντρον ἐόντες σὺν Παφίῃ, ζεύξαντες ὁμηθείῃσι γυναικῶν ἀλλοτρίων μετέπειτα γάμους ἀναφανδὰ τελοῦσιν, ἀλλ’ὑπὸ μαχλοσύνης καὶ τῶν λέχος αὖθι λίποντο. εἰ δὲ μεσουράνιον κατέχῃ Φαέθων μετ’Ἄρηος […] ἤτοι γάρτ’αὐτοὶ τόθ’ὁμεύνους ἥρπασαν ἄλλων, κείνων ἀλόχους ἕτεροι βίῃ εἴρυσαν αὐτῶν. αἰπυτάτῳ δ’ἐπὶ κέντρῳ ἐυστέφανος Κυθέρεια Τιτῆνος μέτα δερκομένη πατέρων ὀλοῇσιν παλλακίσιν συνέμιξ’ μητρυιῇσιν ἑῇσιν. εἰ δέ κ’Ἄρης τούτοισιν ὁμοῦ πέλῃ, ἄχρι γάμοιο ζευχθέντες κείνῃσιν ἄφνω πάλιν αὐτοὶ ἔλειφθεν. Ἄρης δ’ἡνίκα μέσσον ἀν’οὐρανὸν ἀμφιπολεύῃ, ὡρονόμον δ’ἐπέχῃ Φαέθων, Τιτὰν δέτε δύνῃ, τῆμος ἄρ’ἁρπαγίμους νύμφας ἐς δώματ’ἄγονται. εἰ δὲ μεσουράνιον μὲν ἔχῃ Μήνη βλοσυρῶπις, Κύπρις δ’αὖθ’ὑπόγειον ἴσαις μοίραις βεβαυῖα, αὐτοκασιγνήτων σφετέρων συνέασιν ὁμεύνοις. ἀνδρὸς γεινομένου δ’ὁπότ’ἂν Τιτάντε καὶ Ἄρης καὶ Κύπρις Στίλβωντε μίαν κατ’ἀταρπὸν ἴωσιν, εἵνεκα κλεπτοσύνης εὐνῆς λαθρίηςτε κυθήρης ἐν συνοχῇσι γένονθ’, οἱ δ’αὖ καὶ δεσμὸν ἔτλησαν, αὐτοίτε μάχλοιτε καὶ ἐς φιλότητ’ἀκόρεστοι, ἔκτ’ἀλόχων λώβαςτε καὶ ὕβριας αἰὲν ἔχοντες, ὡς καὶ ἑοῖο γάμου λωβήτορας αὐτοὶ ἐς οἴκους δέχνυνται ξενίῃ σκοτίης ἕνεκεν φιλότητος. εἰ δ’ἀνδρὸς γενέθλην ἠδ’αὖ κείνοιο συνεύνου σκεψάμενος κατίδοις ἄμφω ζώοιν ἔνι Μήνην, αἰὲν ὁμοφροσύνῃσιν ἰαίνοντ’ἀμφὶ γάμοισιν. δαίμονι δ’ἢν χαλεπῷ κείνης Μήνη πέλῃ ἀνδρί, αἰὲν ἀτασθαλίῃσι γυνὴ ἀθερίζει ἀκοίτην οὐδὲν ὀπιζομένη λεχέων θεσμῶντε γάμοιο. ταὐτὰ δ’ἄρ’ἐκ ποσίων τελέθει δειλῇσι γυναιξίν, εὖτε Σεληναίη ἀλόχοις ἐν δαίμονι λυγρῷ ἀνδρῶν φαίνηται · δίχα γὰρ νόον αἰὲν ἔχουσιν. ἀλλὰ γὰρ οὔτις πάντα δυνήσεται, ὅσσα γάμοιο σήματα φαίνουσιν θοοὶ ἀστέρες, ἐξονομῆναι · τῷ καὶ ἐγώ τρέψω ἑτέρην κατ’ἀταρπὸν ἀοιδὴν ἀμφὶ τέκνων γενεῆς ἐνέπων, ἥντ’ἀστέρες αἰεὶ ἀνθρώποισι νέμουσιν ἀλημοσύνῃσιν ἑῇσιν. ὅσσοι δὴ χθονίῳτε καὶ αἰπυτάτῳ περὶ κέντρῳ ἀστέρας εὐεργοὺς φῶτες βεβαῶτας ἔχουσιν, οἵδε τέκνων τόσσων πατέρες βιότῳ τελέθουσιν, ὁππόσοι ἐν τοῖσι ζώοις καθύπερθεν ὁρῶνται, κέντροις τούτοισι φέρουσ’ἐπιμάρτυρον αἴγλην. παῖδας δ’ἐσθλοδόται κέντρων καὶ ὄπισθ’ἐπιόντες δῶκαν ἀεὶ δισσούς, εὖτ’ἂν ζώοισι δισώμοις φαίνωνται. Τιτὰν δὲ καὶ Ἄρης εὖτ’ἂν ἐπῶσιν τούτοισιν κέντροις, τεκέων ἄπο πάμπαν ἄμερσαν, ἔξοχα δ’εἴ κ’ἀγαθοί σφιν ἀμάρτυροι ἀστέρες εἶεν. ὣς δ’αὕτως κατόπισθε μεσουρανίῳ δεικήλῳ ἠέθ’ὑποχθονίῳ Φαίνων καὶ Ἄρης ἐπιόντες δυστεκνίην πάμπαν ἀπαιδίην ἐπέκλωσαν. ἀλλ’Ἄρης σὺν Μήνῃ ἰδ’Ἀφρογενεῖ πάλι φαίνων δῶκε τέκνων γενεήν · Ἑρμῇ δ’ἅμα νόσφισε παίδων. ἤν δὲ Κύπρις μὲν ἔῃ ζώῳ Κρόνου, αὐτὰρ ὅγ’οἴκῳ ἔμπαλι Κυπρογενοῦς, παίδων γενεὴν τότ’ἀφαιρεῖ. εἰ δ’ἔτι καὶ Πυρόεις Παφίην ἀκτῖσιν ὁρῴη, ὠμοτόκοις ὠδῖσι γονὴν ἔρραισαν ἅπασαν. εἰ δὲ μεσουρανίῳ ζώῳ κενεῷ γεγαῶτι Τιτὰν καὶ Πυρόεις ἄμφω κατόπισθεν ἕπωνται, χῆρον ἀεὶ τεύχουσι δόμον γλυκερῶν ἀπὸ τέκνων. ὅσσαι δὲ Στίλβοντι καὶ Ἠελίῳ ἅμα Μήνην ἐν ζώῳ ἴσχουσι μεσουρανέοντι δισώμῳ, νηδύος εἴσω σπέρμα γονῆς διδύμοιο λάβοντο. εἰ δὲ δυσὶν σελάεσσιν ὁμοῦ πάλιν ἀστέρες εἶεν καλοί, ἰδ’ἐν ζώοις δισσοῖς παρεόντες ὁρῷντο, καὶ δὲ καὶ ὡρονόμος ζώῳ φαίνοιτο δισώμῳ, τῆμος ἀδελφειοὶ παιδὸς δίδυμοι προγένοντο. εἰ δὲ πολυσπέρμοισιν ὁμοῦ ζώοισιν ἐπεῖεν ἀστέρες ἐσθλοδόται, παίδων πληθύν χαρίσαντο. οἱ δ’ὀλοοί, κἢν δῶσι γονὴν τεκέων μερόπεσσιν, πάλιν ἂψ ἀφέλοντ’ ἀνάρσια θέντο τοκεῦσιν. ἀμφί γε μὴν τεκέων γενεῆς ἅλις · γὰρ ἐχέφρων ἀνὴρ καὶ ἀπὸ τῶνδε, τὰ δὴ λίπον, ὦκα φράσαιτο · ἑξῆς δ’ἡμετέρῃσιν ἀοιδῇσιν καταλέξω, ὅσσους ἱμερτῆς παίδων φύτλης ἀπάμερσαν ἀστέρες, ἠδ’ὅσσας ἀτόκους τεύχουσι γυναῖκας. ὁππότ’ἂν ἐν ζώοισι Κρόνου καλὴ Κυθέρεια φαίνηται, αὐτὸς δὲ Κρόνος διάμετρος ὁρῆται, νωθροὺς ἐς φιλότητα καὶ ἀσπέρμους μάλα τεύχει. καὶ δ’ὁπότ’ἄν Φαίνωντε καὶ Ἄρης Ἀφρογενείης οἶκον ἐπέρχωνται, Κύπριδος τετραγώνου ἐούσης τοὺς ἀντιπέρηθεν ἑαῖς ἀκτῖσιν ὁρώσης, εὐνοῦχοι τελέθουσι γονῆς ἐς πάμπαν ἄμοιροι. ὣς δ’αὕτως, κἤν Κύπρις ἐνὶ Κρόνου οἴκῳ ὁδεύῃ, σὺν δὲ Κρόνῳ Πυρόεις κείνης δόμον ἀμφιπολεύῃ, Ἑρμῆς δὲ ζῶον κατέχῃ Κρόνου ἠδέτ’Ἄρηος, εὔνιδες οἱ μάλα τοι τεκέων ἄγονοίτε πέλονται. ναὶ μὴν καὶ Στίλβων εὖτ’ἂν μεσάτῳ περὶ κέντρῳ στείχῃ, τῷ δ’ὀλοὸς Φαίνων κατένανθ’ὑπόγειος, ἀλλήλαις δ’αὖ Μήνη ἰδ’Ἀφρογενὴς τετράγωνοι, καὶ τὴν μὲν Φαίνων, Μήνην δέτ’Ἄρης δεκατεύῃ, γείνοντ’ἠὲ γονῆς τητώμενοι, ἠὲ δίμορφοι ἄλλα μὲν Ἑρμείῃ, τὰ δ’ἐοικότες Ἀφρογενείῃ. εἰ δὲ Σεληναίη μὲν ἐνὶ Στίλβοντος ὅροισιν, ἄρσενι δ’ἐν ζώῳ Κύπρις πέλοι ἐν Κρόνου οἴκῳ, μη δ’ὅσον ἀμφοτέρας Ζηνὸς καταδερκομένοιο, στείρας ἠδ’ἀτόκους τῆμος θήκαντο γυναῖκας. ὁππότε δ’αὖ Φαίνων μὲν ὑπὲρ κέντρου μεσάτοιο ἱστῆται, τῷ δ’αὖτε καταντιπέρην Ἀφροδίτη, ἤτοι ἀπείρητοι τεκέων ἐπὶ πάγχυ γένοντο, φθείρουσι γονὰς ἀπὸ γαστέρος ὠμοτοκοῦσαι. εἰ δ’ἐσθλὸς Φαέθων τοῖσίν γ’ἐπιμάρτυρος εἴη, ψευδέσιν ὠδίνεσσι λάθρῃ παίδων ἐγένοντο μητέρες ἀλλοτρίων καὶ ὑποβλήδην ἐτέκοντο. εἰ δ’ἄρα καὶ Πυρόεις μαλεραῖς ἀκτῖσιν ὁρῴη, πάντ’ἀναφανδὰ πέλει, τάγε δὴ λάθρῃ ἐξετέλεσσαν. εἰ δ’ἀγαθῶν ἄστρων παναπόστροφον οἶμον ἰόντων ἀνδρὸς ἔοι γενέθλη, τότ’ἀεικέα ἔργα τελοῦσιν · κέρσαντες γὰρ ἀχρεῖον ἑοῦ ἀπὸ σώματος αἰδῶ καὶ κυσὶ μήδεα δόντες ἑκοντὴν ὠμὰ δάσασθαι, λιτοὶ ἀγείροντες γαῖαν κατὰ πᾶσαν ἀλῶνται. ὅσσαις δ’αὖτε γυναιξὶν Ἄρης Φαέθωντ’ἐπὶ κέντρῳ αἰπυτάτῳ βεβάωσι, Κυθήρης ἐν Κρόνου οἴκῳ φαινομένης, αὐτοῦτε Κρόνου ζώῳ ἐν ἐκείνης δερκομένου Φαέθοντα μεσουρανέοντα καὶ Ἄρην, τῇσιν Μοῖρ’ὀλοὴ τέκνων στάχυν οὔποτ’ἔνειμεν. τόσσ’εἰπὼν ἀτέκνωντε καὶ ἀσπέρμων περὶ φωτῶν, ἄλλα δὲ μαντιπόλοισιν ἐπιφράσσασθαι ἐάσας, αὐτίκ’ἀδελφειῶν λέξω πῶς ἄν κε φράσαιο πληθύν, ὁπόσοιτε μιῆς ἀπὸ γαστρὸς ἔασιν ἔκτ’οἴων πατέρων, ὅσσουςτ’ἐπιμὶξ ἐτέκοντο μητέρες ἀλλοίοισι παρ’ἀνδράσιν εὐνηθεῖσαι. ἐν θυμῷ δὴ πρῶτα χρεὼ φράζεσθαι ἀριθμόν, ὅσσοι ἐφ’ὡρονόμου ζώῳ τριτάτῳ καθορῶνται,. ἠὲ μεσουρανέοντι πόσοι βεβάασιν ὕπερθεν ἀστέρες, σφετέραις ἐπιμάρτυροί εἰσι βολῇσιν. ὁππότε δ’ἐξ ὥρης τριτάτουτ’ἀπὸ δεικήλοιο ὁπότ’ἐκ κέντροιο τόδε σκέψασθαι ἄρειον, οὐκ ἔλαθεν σοφὸν ἄνδρα καὶ ἴδμονα μαντοσυνάων. ὣς δ’αὕτως σκέψαιο καὶ ὅσσοις ἀστράσι Μήνη συμφέρετ’, ὅσσοισι μέχρις φάσιος συνέμιξεν · τόσσους γὰρ γνωτοὺς Μοῖρα θνητοῖσιν ὀπάζει. εἰ δ’ἄρα μή τινι Μήνῃ ὁμοῦ θέοι ἠὲ συνάπτοι, τόσσοι ἀπ’ἀλλοίων μικτοὶ τελέθουσι τοκήων. ἐν δὲ δισώμοις ὅσσοι ὁμοῦ Μήνῃ φορέονται, συναφὴν δείκνυντ’, μαρτυρίῃσιν ὁρῶσιν, δισσοὺς οἵγε κασιγνήτους θνητοῖσι νέμουσιν. εἰ δ’ἐθέλοις δεδαῆσθαι, ἀπαὶ πατέρων μὲν ὁπόσσοι μητρῴης δ’ἀπὸ γαστρὸς ὅσοι γεγάασιν ὅμαιμοι, […] ὃς μὲν γὰρ φαίνει πατρὸς γόνον, δ’ἄρα μητρός. εἰ δ’ἄρ’ἄχρις φάσιος μὴ δή τινι φωτὶ συνάπτοι παμφεγγὴς Μήνη, ζώῳ δέτ’ὄπισθεν ἰόντι Κρόνος Πυρόεις ἐπιμάρτυροι ἰνδάλλωνται, παύρους θῆκαν γνωτούς, καὶ σπαναδέλφους. ταῦτα δὲ ῥέζουσιν καὶ ὅτ’ἂν μεσάτου κατὰ κέντρου ξυνὰ θέωσ’ ὄπισθεν ἐπαντέλλοντες ὁρῶνται, κἤν ἐκτὸς κέντροιο, κασιγνήτους ὀλέκουσιν. καὶ δὲ καὶ ὡρονομῶν Φαίνων, ὁπόσοι προγένοντο φωτὸς ἀδελφειοί, πάντας ζωῆς ἀπάμερσεν. πολλὰ μὲν οὖν τις τοῖσιν ἐοικότα σήματ’ἀνεύροι εἵνεκ’ἀδελφειῶν · τέχνας δ’ἐγὼ αὐτίκα λέξω ἔργαθ’ὁποῖα νέμουσιν ὀιζυροῖσι βροτοῖσιν. Φαίνων ὡρονομῶν, Ἑρμοῦ δύνοντος ἔναντα καὶ Μήνης μεσάτοιο φαεινούσης κατὰ κέντρου, δεικήλων ξεστῶν καὶ ἐπ’ἀνθηραῖς λιθάκεσσιν σφρηγίδων γλυφέας τεύχει, τοὺς δ’αὖτ’ἐπὶ χαλκῷ χρυσῷ δαιδάλματ’ ἀργύρῳ ἐκτελέοντας εἰκέλια ζώοισιν ὑπὸ γλαφυρῇσι τορείαις, οἳ καὶ ἐπὶ σφετέρῃσι τέχναις μέγα κῦδος ἄροντο. εὖτ’ἂν δ’ὡρονομῇ Φαίνων, ζώων δ’ἀνὰ μέσσον Ἑρμείης ἐφέπῃ, τῷ δὲ Ζεὺς μάρτυρος εἴη, ῥητῆρας μύθων ἀγαθούς σοφίῃτε μάλ’αἰεὶ εὐπρεπέας τελέουσι καὶ ἡγητῆρας ἀρίστους παιδείης · τῶν δ’αὖτε καὶ ἀλλοδαπῆς ἄπο πολλοὶ εἰσαΐουσι νέοι, ποτὲ δ’αὐτῶν παῖδες ἀνάκτων, ὧν ἄπο χρήματα πολλὰ κλέοςτ’ἄσβεστον ἕλοντο. ἐν δ’ὥρῃ Στίλβων βεβαώς, δύνοντι δὲ Μήνη […] ἀφνειοὺς γλυκερῷτε μέγα βρίθοντας ἐν ὄλβῳ · δυομένοισι δὲ φωσὶ χρεῶν νωμήτορας ἄνδρας, οὕς δὲ καὶ ἀλλοτρίων κτεάνων ἰθύντορας ἔρξαν · καὶ δὲ καὶ ἐν τροπικοῖς μὲν ἑῆς πάτρης διέποντας χρήματ’ἰδὲ ξυνὸν πλοῦτον · στερεοῖσι δ’ἐπόντες ἑζομένους, ὅθιτ’αἰὲν ἀμείβεται ἀργύρου αἴγλη. εἰδώλοις δ’ἐν ὑγροῖσι Κρόνον καὶ φοίνιον Ἄρην ξυνὴν ἐξανύοντας ὁδὸν Τιτὰν ὅτε λεύσσῃ, πλωτῆρας νηῶντε κυβερνητῆρας ἀρίστους τεύχει, Ζῆνα δ’ὁρῶν, καίτ’ἀπταίστους ἐνὶ πάτρῃ. χρυσοφαὴς δ’Ἑρμῆς καὶ παμφαίνουσ’Ἀφροδίτη ὁππότ’ἂν ἀλλήλων οἴκοις φαίνωνται ἐπόντες καὶ ἐναλλάγδην ὁρίων μοίρῃσι βεβῶτες, μολπῇσιν γλυκερῇσι μεμηλότας ἄνδρας ἔτευξαν, λιγυρῆς κιθάρης ἐπιίστορας ἠδὲ καὶ αὐλῶν. ταῦτα δ’ἄρ’ἐκτελέουσι, καὶ ἤν ξυνὴν ἀνύωσιν οἶμον, τοῦ μὲν ἐπόντος ὅροις, τῆς δ’αὖτε κατ’οἶκον. μεσσοτάτῳ δ’εὖτ’ἂν κέντρῳ Θοῦρόςτε καὶ Ἑρμῆς ἕσπωνται κατόπισθε, παλαίστρης ἔργ’ἐφέποντας σθεναροὺς ῥοπάλοιςτε γεγηθότας ἐξετέλεσσαν. εὖτ’ἄν δ’ὡρονομῇ Κυθέρη, Φαέθων δέτε δύνῃ, ὑψιφαὴς δὲ Κρόνος κέντρῳ φαίνηθ’ὑπογείῳ, θεσπιστὰς θεόληπτα μεμηνότας αἰὲν ἔθηκαν. ταὐτὰ δ’ἄρ’ἐκτελέουσιν ὁμοῦ Κύπριςτε καὶ Ἄρης κέντρῳ ὕπερθ’ὥρης καὶ δύνοντι βεβῶτες. ἐς λίβα δερκόμενος Πυρόεις, Φαίνων δ’ὑπόγειος. ἢν περ μὴ Φαέθοντος ὑπ’ἀκτίνεσσιν ὁρῶνται, δηναιὸν μόχθοισιν ὑπ’ἀλγεινοῖς μογέοντας τεύχουσ’, ἀχθοφόρων ζώων βίοτον τελέοντας. ἐν δέτ’ἰσημεριναῖς χηλαῖς Στίλβων ἰδὲ Κριῷ αἰπυτάτῳ κέντρῳ βεβαὼς ὀλοῷ σὺν Ἄρηι ἐν χοάνοις χρυσόντε καὶ ἄργυρον αἰγλήεντα τήκοντας ῥέζει καὶ ἀμοιβαίοιο χαράκτας σήματος · εἰ δέ κε τοῖσι καὶ Ἠέλιος συνέπηται, ἀσσοτέρω μαλεροῖο πυρὸς τέχνας μογέουσιν, χαλκὸν μαλθάσσοντες ἰδ’ἠερόεντα μόλυβδον, ἄκμοσίτ’ἐξέλκοντες ἔτι ζείοντα σίδηρον. εἰ δ’ἄρα καὶ Φαίνων τοῖσιν συμμάρτυρος εἴη, ἔνδον ἐφεζομένους παίδων ἡγήτορας ἔρδει. αὐτὸν δ’εἴ κε Κρόνον Ζεὺς ἔμπαλιν ἀθρήσειεν, ἤν καὶ ἅμ’Ἑρμείῃτε καὶ ἄλλοις Κύπρις ὁρῆται, ἐξ ἔργων τοίων πλοῦτον καὶ κτῆσιν ἄροντο. εἰ δ’ἄρ’ὑπὲρ κέντρου Μήνη Στίλβοντι συνάπτοι, ἤν περ ἅμ’Ἑρμείῃ καὶ καλλίκομος Κυθέρεια φαίνηται, καὶ Ζηνὸς ὑπ’ἀκτίνεσσιν ὁρῷτο, ὄργανα δαιδάλλοντας ἰδ’αἰόλα μηχανόωντας ἄλλατε θαυματόεντ’ἔργ’οὐκ ἐπιεικτὰ βροτοῖσιν τεύχοντας ῥέζει, καί σφιν κλέος ἐσθλὸν ὀπηδεῖ πρήξιος ἐκ τοίης φιλίητ’ἀγανῶν βασιλήων. τοίην δ’ἢν συναφὴν Μήνης Φαίνωντε καὶ Ἄρης δέρκωντ’, ἐσθλοδόται δέτ’ἀπόστροφοι ἰνδάλλωνται, ποιμένας ἀγρονόμουςτε βοῶν ἀγέλας ἐλάοντας, ἵππωντ’ὠκυπόδων σημάντορας, ἠὲ συφορβούς, οὓς δ’ἄρα πενθαλέων τύμβων θῆκαν πυλαωρούς. ὁππότε δ’αὖ κέντρῳ μεσάτῳ Θοῦρος μὲν ἐπείη, Φαίνων δ’ἕσπηται, τῆμος μάλα μοχθίζοντες ἀνέρες ἐξεγένοντο, πικρὴν ὀτλεῦντες ὀιζύν. ὁπποίην δὲ δύην βιότου κείνων λάχ’ἕκαστος, ζώδιά τοι κρίνει, τοῖς ἀστέρες ἐμβεβάασιν · ἐν μὲν τετραπόδεσσ’ἐχυρῶν δωμήτορας οἴκων λαοτόμουςτ’ἔρδουσιν ὑπὲρ νώτων φορέοντας ἄχθεα καὶ λᾶας βριαρούς, ποτὲ δ’ἐκτελέουσιν ἔργων τεκτοσύνης στάθμηςτ’ἐπιίστορας ἄνδρας · ἐν δ’ἄρα χερσαίοισι λιθοξόοι ἐξεγένοντο ἠδέτ’ἀγάλματα καλὰ τέχναις τεύχοντες ἑῇσιν δαίδαλάτ’ἐκτελέοντες ἀπὸ πριστοῦ ἐλέφαντος · ζώοις δ’ἐν πανύγροισι λοετροχόοι, ὀχετηγοί, εἰνοδίην κόπροντε καὶ ὄνθον δηθὰ φέροντες, κοσμῆται κήπων ἄντλοις ὕδωρ φορέοντες · εἰ δὲ μεσουρανίῳ κέντρῳ Ζεὺς μάρτυρος εἴη τετραπόδων ζώων κείνων ὁδὸν ἐξανυόντων, ἠὲ Κύπρις, ἑτέροις ἔργα πρήσσουσιν ὕπερθεν αὐτοὶ ἐφεστηῶτες ἐυκτέανοι τελέθουσιν. ταῦτα δ’ἄρ’ἀμφιέπουσι καὶ ἢν κλίνωσ’ἀπὸ κέντρων ἀστέρες, ἀλλ’ἐν ὅροις Μήνη Φαίνοντι συνάπτοι. Τιτὰν δ’αὖ Πυρόειςτε δεδορκότες Ἀφρογένειαν ἱστουργοὺς τεύχουσιν ἐυννήτοισι μίτοισιν φάρεάθ’ὑφανόωντας, αὖ ῥυπόεντα πλυνοῖσιν εἵματα καλλύνοντας, ἰσχαλέαις βελόνῃσιν ῥωγαλέους πέπλους ἀσκηθέας ἐκτελέοντας. ἢν δὲ Κρόνον Στίλβων ἐσίδῃ σὺν Ζηνὶ βεβῶτα, ἀθανάτων ζακόρους σηκῶνθ’ἁγίων ἱερῆας τεύχει, μαντοσύνας ζαθέης φαίνοντας ἀπ’ὀμφῆς. σὺν δ’Ἄρηι Κύπρις καὶ ἅμ’Ἠελίῳ παρεοῦσα αἰθροβάτας τεύχει, σχοίνοις τρίβον ἐξανύοντας. ἤν δὲ καὶ Ἑρμείης τοῖσιν συμμάρτυρος εἴη, ἄχθεα θαυματὰ χερσὶ καὶ ὤμοισιν φορέοντας ἱπταμένους γυίοις ἐναλίγκιον ὀρνίθεσσιν, πιλναμένουςτε νέφεσσιν ἐπ’ἠνεμόεντι πετεύρῳ. ἐν δ’ἄρα δεικήλῳ βροτοειδέι σύν Πυρόεντι Ἑρμείης βεβαὼς παίδων πρηκτῆρας ἔθηκεν αἰὲν ἀλωομένους ξείνης ἐπὶ πείρασι; γαίης, πόντοντ’ἐξανύοντας ἐπ’ἐμπορίαις θαμινῇσιν, παίδων φύλακας φρουρούςθ’ἥβης ἐρατεινῆς. ἢν δ’αὐτοὺς Κρόνος αἰνὸς ἐπὶ ζώου πτερόεντος δέρκητ’, ἠὲ καὶ αὐτοὶ ἐνὶ πτερόεντι πέλωνται, ἰχθυβόλους τεύχουσ’ἁλίων δεδαηκότας ἔργων, ὀρνίθωντε θοῶν θηρήτορας ἠὲ τιθηνούς, οὓς δὲ καὶ ὠμοβόρων θηρήτορας ἠὲ τιθηνούς, δαμναμένους τιθασοῖσιν ὑπ’ἤθεσι πρηΰνοντας. εἰ δὲ μέσον κέντρον Πυρόεις Φαίνωντ’ἐφέποιεν, μοίραις δ’, ἅς κε θέωσ’αὐτοί, ἑτέροιο τύχοιεν, μη δέ τις εὐεργῶν κείνων χῶρον καθορῴη, τέχνῃσιν μυσαραῖς λυγρὸν βίον ἐξανύουσιν · ἤτοι γὰρ νέκυας βλαβερῇ πνείοντας ὑπ’ὀδμῇ γαστέρας ἀμπτύξαντες ἰδ’ἔγκατα πάντ’ἀφύσαντες χρίουσιν κέδρου κυαναυγέος ἔνδοθι πίσσῃ, τοίγ’εὐχανδεῖ χαλκῷ κοίλοιςτε λέβησιν πυθομένοις μέλδουσιν ἅμ’ἰχθύσιν οὐλοὸν ἅλμην. ἦμος δ’Ἑρμείαο δόμοις καλὴ Κυθέρεια σύντ’αὐτῷ Στίλβοντι φαείνητ’, ἠέθ’ὅροισιν ἀλλήλων βεβαῶτες ἐναλλάγδην φορέοιντο, θείῃσιν σοφίῃσι κεκασμένοι ἐξεγένοντο ἀνέρες · γὰρ μέτρα μακρῆς χθονὸς ἐξεδάησαν ᾗσιν ἐπιφροσύνῃσιν, ἀρθέντες πραπίδεσσιν ἀθανάτων ἔργων φύσιος πέρι μητιόωσιν. εἰ δ’ἄρα καὶ Φαίνων τούσδ’ἀκτίνεσσιν ὁρῴη, μάντιες ἀστρονόμοιτ’οἰωνοπόλοιτ’ἐγένοντο ἐκ σπλάγχνωντε βροτοῖς θυέωντ’ἄπο θεσπίζοντες, μάγοι ἀρρήτοισι θεοὺς καλέοντες ἀοιδαῖς. εἰ δ’Ἑρμῆς μὲν ὅροις Ζηνὸς πέλοι, ἔμπαλι δ’Ἑρμοῦ κεῖνος, ὁδ’ἀλλήλους φιλίαις ἀκτῖσιν ὁρῷεν, παίδων ἡγητῆρας ἀγακληεῖςτ’ἐτέλεσσαν ῥητῆρας μύθων σοφίῃσίτε πάμπαν ἀρίστους. ὣς δὲ καί, ἢν ὥρης μὲν ἔχῃ κέντρον σοφὸς Ἑρμῆς, αὐτὰρ ἐπαντέλλῃ Παφίη, τοίους ἀνέφηναν, πρὸς δ’ἔτι καὶ πάσης τέχνης ἄρχοντας ἐν ἔργοις, ὄργανα θέσκελ’ἑαῖς πολυμηχανίῃσι τελοῦντας. Ζηνὸς δ’ἐν καθύγρῳ ζώῳ βροτῷ ὡρονομοῦντος ἤν Φαίνων ἐφέπηται, ἁλίπλαγκτόν περ ἔθηκαν ἐμπορίῃ νηόςθ’ἡγήτορα ποντοπόροιο. εἰ δ’Ἑρμῆν λεύσειε Κρόνος σφετέροις ἐν ὅροισιν αὐτὸς ἐὼν ζῶον ἔχων ἑόν, ἐξετέλεσσαν γειοπόνους, ξείνοισι γεγηθότας οὐκ ἰδίοισιν μούνοισιν, μισθοῦ δὲ καὶ ἄλλων κλῆρον ἔχοντας. ξυνὴν δ’ἐξανύοντες ὁδὸν Φαίνων Κυθέρητε καὶ Θοῦρος θείῃσιν ἐπιπνοιῇσι μογεῦντας θῆκαν καὶ μανίῃ μακάρων ἄπο φοιβάζοντας. ἀλλήλων δ’ἐπιβάντες ὅροις Φαίνων Πυρόειςτε δείκηλον κατὰ ταὐτὸν ἀντιπέρην βεβαῶτες θήκας τεκταίνοντας ἀποφθιμένοισι βροτοῖσιν ἠὲ πυραῖς μαλερῇσι νεκροὺς αἴθοντας ἔτευξαν, θρηνοῦντας ἀεὶ κεραοῖς ἐπιτύμβιον αὐλοῖς. εἰ δ’Ἑρμῆς τούτοις ἐπιμάρτυρος ἠὲ κατ’αὐτὸ ζῶον ἔοι, κλῶπας, ληίστορας, ἀνδροφονῆας, ναύταις ὀλοαῖς ὑπ’ἰωκαῖς κῆρας ἄγοντας ῥέζει, ἀτὰρ θανάτοιο τέλος τετληότας αἰνόν, πρίντε θανεῖν κρυερῇσι δαϊζομένους ὀδύνῃσιν. ὁππότε δ’αὖτ’οἴκους μοιρῶνθ’ὅρι’ἀλλάξωσιν ἀλλήλων Κύπριςτε καὶ εὐφεγγὴς θοὸς Ἑρμῆς, αὐλῶν κιθάρης ἀοιδῆς εὐρύθμοιο ἠὲ καὶ ὀρχηθμοῦ βητάρμονας ἴδριας ὄντας θήκαντ’, χλεύῃσι λάλοις μάχλοιςτ’ἐπέεσσιν τέρποντας, τραγικῆςτε βαρυβρόμου ἵστορας οἴμης, αἰὲν ἐπ’εὐρυχόροισιν ἀλωομένους θυμέλῃσιν. εἰ δέθ’ὅροις Ἑρμοῦ Τιτάν, αὐτόςθ’ἅμ’ἐκείνῳ Ἑρμείης φαίνηται, ἀεθλητῆρας ἔτευξεν. κἢν μὲν δὴ τούτοισι συνῇ καλὴ Κυθέρεια, κυδάλιμοι νίκῃσι πολυστεφέεςτ’ἐγένοντο · εἰ δὲ Κρόνος κατέναντ’ἐπιμάρτυρος τετράγωνος ἠὲ συνὼν φαίνηται, ἐπὶ χθόνα πᾶσαν ἀλῶνται ἀστεφέες ψαφαροῖςτε μάτην σταδίοισι μογεῦντες. ὡρονόμον δ’ἀκτῖσιν ἑαῖς λεύσσουσα Κυθήρη ἐκ πυρὸς πολιοῖο τέχνας ὤπασσε σιδήρου. ἢν δ’Ἑρμῇ χῶρον καθ’ἑὸν βεβαῶτι συνάπτῃ σύμφωνος ὁρῆται ὑπὸ Στίλβοντι Σελήνη, αἰόλα δαιδάλλοντας ἑαῖς χείρεσσιν ἔφηναν ἐκ πριστοῦ ἐλέφαντος ἐκ Λύγδοιο φαεινῆς εὐτήκτουτ’ἀπὸ κηροῦ ἐυξεσταῖς σανίδεσσιν μορφὰς μιμηλῇσι χαρασσομένους γραφίδεσσιν. μέσσῳ δ’ἐν κέντρῳ Θοῦρος σφετέροιο κατ’οἴκου Ἑρμῇ ὁμοτροχάων τέχνας ὤπασσε βαναύσους. εὖτε Σεληναίη δὲ μεσουρανίου ἀπὸ κέντρου κλίνῃ, ἀτὰρ Φαίνωντε καὶ Ἄρης κέντρῳ ἐπῶσιν, τῆμος ὅσοι φῦσαν, νεκυοστόλοι ἐξεγένοντο, φρουροὶ νεκύων τύμβοις ἔνι ναιετάοντες. εἰ δὲ γυναικὸς ἔῃ γενέθλη, τοῖσιν δὲ συνείη Ἀφρογενής, τεγέεσσιν ἐφήμεναι αἴσχεα δρῶσιν. ὁππότε δ’ὡρονομῇ Στίλβων ζῶον κατὰ θῆλυ, δεικήλῳ δ’ἐνὶ θηλυτέρῳ καὶ Μήνη ἐπείη, ὡρονόμῳ δὲ Κρόνοςτε καὶ Ἄρης ὁππότε. κέντρῳ αἰπυτάτῳ ἐφέπωνται, ὀιζυροὶ γεγάασιν φῶτες · Δινδυμίῃ γὰρ ἀγείροντες κατὰ δήμους καὶ πόλιας πλάζονται ὁμοῦ ῥόπτροιςτε καὶ αὐλοῖς, χερσὶν ἑαῖς κόψαντες ἄφνω τεκνοσπόρον αἰδῶ. ἀλλὰ γὰρ οὔτις θνητὸς ἐὼν πάσας κε δύναιτο πρήξιας τέχνας εἰπεῖν, ὅσσας μερόπεσσιν ἀστέρες ἐν σφετέροισιν ἐμοιρήσαντο δρόμοισιν. ἑξείης δ’ἄρ’ἔπειτα σίνη περὶ σώματα θνητοῖς ὁππόσ’ἐπεκλώσαντο καὶ ὁπποίας κατ’ἀταρπούς, ἐξερέω μάλα παῦρ’, ἐπεὶ οὔτινα φῶτ’ἐνὶ τόσσοις ἀσκηθῆ καὶ ἄνουσον ἄχρις θανάτοιό κ’ἐφεύροις. εὖτ’ἂν δὴ ζώῳ Πυρόεις ἐπιόντι βεβηκὼς ἀμφοτέροις σελάεσσιν ὁμοῦ βεβαῶσιν ἕπηται, ὀφθαλμῶν σέλας ἀμφοτέρων ἤμερσε βροτοῖσιν · ἤν δὲ Σεληναίῃ μούνῃ τῆμος σέλας ἁγνὸν ληγούσῃ, ἑτέροιο φάος κανθοῖο σινώσει · τοῦτο δὲ καὶ δυνούσῃ ἐπερχόμενος πάθος ἔρδει. ἢν δύνοντα δ’Ἄρην κατίδῃ Κρόνος ἠὲ καὶ Ἑρμῆς, μανίην νοῦσον ὀρίνουσιν βροτῷ ἱρήν. ὣς δὲ καί, ἢν Φαέθων δύνῃ, ὥρην δ’ἐφέπωσιν Ἑρμῆς καὶ Πυρόεις, μανίην πραπίδων τελέουσιν. ναὶ μὴν καὶ Τιτῆνος ἀνερχομένου ἅμα Μήνῃ ἐκ περάτης δύνοντες ὁμοῦ Φαίνωντε καὶ Ἄρης λυσσήρεις πινυτοῦτε νόου παραπλῆγας ἔτευξαν. εἴκελα κἤν Πυρόεντος ὁμοῦ Μήνῃ ὑπὲρ ὥρης τελλομένου ἕτερον Φαέθων δύνῃ κατὰ κέντρον. Ἑρμῆς δ’ὡρονομῶν σύντε Κρόνῳ ἀντιπέρηθεν δύνοντος Ζηνὸς πραπίδων νόον ἠμάλδυνεν, ἄφρονάτ’ἐξετέλεσσ’ἀποφώλια μητιόωντα. Μήνης δ’ἐν φθινύθοντι φάει πρόδυσιν κατὰ πάντα Ἠελίου μέτα παμφεγγοῦς, ἑτέρων δ’ἐπιόντων δυομένῳ κέντρῳ, μάλα δὴ φράζεσθαι ἄνωγα · οἱ μὲν γάρτ’ὀλοοὶ κῆρας καὶ δείματ’ἄγουσιν εἰδώλωντε βροτοῖς ἰνδάλματα δαίμοσιν ἶσα, καὶ ζαθέαις ὀμφῇσι κλειζομένους ἀνέφηναν. ὣς δὲ καί, ἢν Φαέθων Ἄρην δύνοντα διώκῃ ἐξόπιθ’ἑσπόμενος, λύσσαν μανίαςτ’ἐπιβάλλει. ὁππότε δ’ὡρονομῇ μὲν Ἄρης, δύνῃ δὲ Σελήνη ἀμφίτε κυρτωθεῖσα φανῇ Φαίνοντος ὅροισιν, τῆμος ἄρ’αἴσχιστοι φύντες θνητοὶ περὶ μορφὴν ὀξέα δινωτοὺς στέρνοις φορέουσιν ἔπ’ὤμους. σὺν δὲ Κρόνῳ βαίνουσαν ἐπὴν Κυθέρειαν ἀθρήσῃ Ἄρης τετράγωνος ἀντιπέρηθε βεβηκώς, μήδε’ἀποτμήγοντες ἐφημέρου εἵνεκα φορβῆς ἀλλοτρίῃσι θύρῃσιν ἐφεστηῶτες ἀλῆται γείνονται, πενίην αἰεὶ συνοπηδὸν ἔχοντες. σὺν Παφίῃ δὲ Σεληναίην λεύσσων κλυτὸς Ἄρης ἄνδρας μὲν μάχλους καὶ ὀπιπευτῆρας ἔτευξεν, θηλυτέρας δὲ λέχος μισθοῦ δήμοις παρεχούσας. ὁππότε δ’ἀλλήλων ὁρίοις Κύπριςτε καὶ Ἄρης φαίνωνται ξυνὸν ζώων δρόμον ἐξανύοντες, ζωροπότας, κώμοισι γεγηθότας, ἔντε μέθῃσιν ὃν βίοτον τελέοντας, ἐπ’ἀλλοτρίαις δὲ γυναιξὶν κρυπταδίαιςτ’εὐνῇσι μεμηνότας ἄνδρας ἔτευξαν. εἰ δὲ Κρόνος τοῖσιν μάρτυς πέλοι, αἴσχεσιν αἰνοῖς ἀμφέβαλεν · τοῖσιν γὰρ ἀεὶ κύπρις στομάτεσσιν. εὖτ’ἂν δ’Ἠελίῳ συνίῃ κερόεσσα Σελήνη ἀμφοτέρων μέσσοιο φαεινομένου Πυρόεντος, τοῖσι δ’ὁμοῦ βεβαῶσι Κρόνος τετράγωνος ὁρῆται, τῆμος ἐνὶ στέρνοισι χολὴ ζείουσα μέλαινα ἀνθρώποις παρέπλαγξε νόον, λύσσαντ’ἐπορίνει. δύνοντες Τιτὰν δὲ καὶ ὦκα θέουσα Σελήνη […] ξηρῶν νούσων θανάτου τέλος ἠὲ καθύγρων, λυσσήρεις δὲ τελοῦσι, φρενοβλαβίηντ’ἐπάγουσιν. ἢν δ’ἐπὶ συνδέσμου Μήνη θέῃ Ἄρεος ἄντα τετραγώνου ἐόντος, ἀνιηρῷ τότε φῶτες οἴστρῳ ἐπ’εἰδώλοις κενεοῖς νόον ἐπτοίηθεν. εἰ δὲ Σεληναίης Πυρόεις καθυπέρτερος εἴη, ὅγε δὺς ὑπ’ἐκείνῃ ἔῃ, συνοχῇσιν ἔδησεν. εὖτε δὲ καὶ Φαίνων Μήνῃ ἐπιμάρτυρος εἴη, ὑστάτιον θανάτοιο βίῃ τέλος ἐξανύουσιν. ἔξοχα δ’αὖτε σινοῦσι βροτοὺς πληγῇσι σιδήρου νούσοις ἱερῇσιν Ἄρει Μήνη συνιοῦσα τέτρασιν ἐν κέντροισι καὶ ἀντιόωσ’ἐπὶ κέντροις. εἰ δέτε καὶ Φαίνων ὀλοὴν ἀκτῖνα βάλῃσιν, ἄχθεσιν λάεσσι δόμωντ’ὀροφῇσιν ἔθλιψεν. εἰ δέτ’ἀπ’ἀκτίνων Ἄρεος φεύγουσα Σελήνη Φαίνοντι κρυόεντι συνάπτοι δερκομένοιο Στίλβοντος, δειναῖς νεύρων νούσοισι χαλέπτει. ἀργαλέοις δὲ σίνεσσι βροτοὶ κάμνουσι, καὶ Ἄρης ὁππότε δύνῃσιν, Μήνης σὺν τῷ κατιούσης καὶ Κρόνου αἰπυτάτοιο γονῆς ὥρην ἐφέποντος. εἰ δέτε Μήνην μὲν Φαίνων, Τιτῆνα δὲ Θοῦρος λεύσσειεν κατέναντ’ μαρτυρέοι τετράγωνος, ὄσσοις ἀμφοτέροισι βροτῷ σίνος ἐκτελέουσιν. εὖτ’ἂν δ’ὥρης μὲν Πυρόεις κατόπισθεν ἕπηται, φῶτα δ’ἄρ’ἀλλήλοισι φαείνηται διάμετρα τετράγωνα, σίνεσσι δυσαλθήτοις μογέουσιν, ὡς καὶ ἐπεσβολίῃσι θεοὺς στοβέειν ἐπὶ νούσῳ. ἀλλ’εἰ μὲν Ζεὺς τοῖσι φίλος καὶ μάρτυρος εἴη, κινδύνων ῥύεταίτε καὶ ἐκ καμάτων ἐσάωσεν · ἀντία δὲ Ζηνὸς λεύσσων Κρόνος ἄλγεα τεύχει ἕξειν δυσπονίηντε, σίνη δὲ χερείονα δῶκεν. τόσσα μὲν ἀμφὶ νόσων, ἐπὶ δ’εἴκελα τοῖσι δύναιτ’ἂν φράζεσθαι μάλα πολλὰ νόῳ πεπνυμένος ἀνήρ · λέξω δ’αὖ μετέπειθ’, ὡς ἐκ κτεάνωντε καὶ ὄλβου Αἶσα κακὴ κρυερὴν πενίην ἐπὶ φῶτας ἀγινεῖ. κλήρων ἐξελάουσι βροτοὺς Φαίνων Πυρόειςτε, ὃς μὲν πρόσθεν ἰὼν Ὑπερίονος, ὃς δέτ’ὄπισθεν. ταῦτα δὲ καὶ μεσάτου ῥέζει κλίνας ἀπὸ κέντρου ἀστήρ, οὗγε δόμος κεδνὸς τόδε κέντρον ἐτύχθη. ναὶ μὴν καὶ Πυρόεις βεβαὼς ζώῳ βιότοιο ἐξόπιθ’ὡρονόμοιο πατρώια πάντ’ἐκέδασσεν · ἔξοχα δ’εἴ κ’αὐτῷ συνέῃ κερόεσσα Σελήνη. τώς δ’ἀστὴρ παρεὼν ῥέζει σφετέροιο κατ’οἴκου, ἐς λίβ’ὅτ’ἄν δυτικῷ κέντρῳ κατόπισθ’ἐπιδύνῃ · καὶ δ’ἄρα καὶ κλήροιο τύχης μεδέων ἀπάμερσεν ὄλβον, ὅτ’αὐτὸς ἔοι κέντρου βαίνων προπάροιθεν. πρὸς δὲ μεσουρανέοντες ὁμοῦ Φαίνωντε καὶ Ἄρης κλῆρον οὐκ ὤπασσαν αὖ δόντες γ’ἀπάμερσαν · ὣς δὲ καὶ εἰ τόδε κέντρον ἀπὸ πλευρῆς τετραγώνου διάμετροι ὁρῷεν, ἄφνω ἀπενόσφισαν ὄλβον. ἐν πενίῃ δὲ μογεῦσι καὶ ὅσσοις φῶτα δύ’ὥρην μὴ λεύσσῃ, πάμπαν δέτ’ἀπόστροφον οἶμον ὁδεύῃ. εἰ δ’ἄρα δὴ Μήνην δεκατεύωσ’ἀστέρες ἄμφω Ἄρεος ἠδὲ Κρόνοιο, Διὸς δέτ’ἀπόστροφος ἀστὴρ εἴη, ὀιζυροὶ καὶ ἀχρήμονες ἐξεγένοντο · ἔξοχα δ’εἰ καὶ ζῶον ἐπαντέλλον μετόπισθεν Μήνης ἐκ Ζηνὸς κενεὸν καὶ ἀμάρτυρον εἴη · δευόμενοι βιότου γὰρ ἀγείρουσιν κατὰ ἄστυ. εἰ δὲ Διὸς μὲν ὁρῷτο, μέσου Ὑπερίονος, αἴγλη, κέντρον δ’ἀμφὶς ἔχωσι τόδε Κρόνος ἠδὲ καὶ Ἄρης, ὃς μὲν ὑπερτέλλων, Ἄρης δέτ’ὄπισθε διώκων, ὄλβου καὶ κτεάνων οἶκον πλήθοντα κένωσαν. ἢν δὲ μεσουράνιον κέντρον κενεὸν Διὸς εἴη, οἱ δ’ὀλοοὶ ἑκάτερθε φαείνωσιν, τότε θνητοὶ οὐ μόνον ἐν κρυερῆς πενίης κάμνουσιν ἀνίαις, ἀλλὰ καὶ ἐν δεσμοῖς θανάτου τέλος ἐξανύουσιν. ἦμος δ’ἂν Πυρόεντος ἀπορρείουσα Σελήνη ὥρῃ ἐφέσπηται, συναφῇ Φαίνοντι συνοῦσα, κέντρον δ’αὖτε μεσουράνιον Φαέθων διέπῃσιν, τερφθέντες πλούτῳ γλυκερῷ μετόπισθε πένονται, οἱ δὲ καὶ ἐν συνοχῇσι καὶ ἐν δεσμοῖς ἐγένοντο. εἰ δέ κ’ἐναλλάξαντες ὅρους ζῶα θέωσιν ἀλλήλων Πυρόειςτε καὶ Ἑρμῆς χρυσοπέδιλος, σὺν Διὶ δ’Ἠέλιος κέντρον κατέχων ὑπόγειον, ἐκ προτέρου βιότου κτεάνωντ’ἄφαρ ἐξεκύλισαν, θωάςτ’ἀλλοτρίων τέχναις ἄταςτ’ἐπάγουσιν. εἰ δὲ μεσουρανέοντα Κρόνον καλὴ Κυθέρεια […] Φαέθων, πατρῷα βροτὸς μάλα πάντ’ἀπολέσσας αὖθις ἀπ’ἀλλοτρίων κτεατίσσεται ἄρκιον ὄλβον. ἢν δ’Ἄρης διάμετρος ἔῃ, κἢν ἄσπετος εἴη, ἐς κρυερὴν πενίην πάλιν ἵξεται, ἣν πρὶν ἔλειπεν. ἢν δὲ καὶ Ἠελίῳ Μήνη συνέῃ κατὰ κέντρου ἐκ Κυθέρης Ζηνὸς ἀμάρτυρος, ἀλγινόεσσα πάγχυ πέλει γενέθλη προτέρου τητωμένη ὄλβου. παῦρα μὲν ἐκ πολέων ἀμφὶς πενίης τάδε λυγρῆς ἤεισ’· αὐτὰρ νῦν δμώων γενέθλης πέρι λέξω πῶς κε διακρίνειεν ἀνὴρ τάδε θέσφατα εἰδώς. εὖτε Σεληναίης καὶ Κύπριδος ἀστέρες αἰνοὶ Φαίνων καὶ Πυρόεις ἀμφοῖν καθυπέρτεροι εἶεν, δμῶες καὶ δμώων τοκέων τοίγ’ἐξεγένοντο. εἰ δ’Ἀφροδίτην μὲν Φαίνων καὶ Ἄρης καθορῷεν, Μήνῃ δ’αὖ Φαέθωντε Κρόνοςτ’ἐπιμάρτυροι εἶεν, δουλοσύνην προφυγόντες ἐλεύθερον ἦμαρ ἴδοιεν. ἦμος δ’Ἠέλιον Φαίνοντάτε πυρφόρος Ἄρης, Κύπριν δ’αὖτε Κρόνος κρυεραῖς ἀκτῖσιν ὁρῴη, ἐκ δμώων γεγαῶτας ἑοῖς ἰσοῦσιν ἄναξιν. εἰ δὲ Κρόνῳ μὲν ἰδ’Ἠελίῳ μάρτυς πέλοι Ἄρης, Ζεὺς δὲ Σεληναίῃτε καὶ Ἀφρογενεῖ, θεράποντος πατρὸς φὺς ἔσεται, μήτηρ δέτ’ἐλευθέρη αὐτῷ. ὁππότε δ’αὖ κερόεσσα Σεληναίη ὑπόγειον δυτικὸν κέντρον διέπῃ, τετραγώνου ἐόντος ἠὲ καταντιπέρην ὀλοοῦ Κρόνου, αὐτὰρ Ἄρηος ἀστὴρ σὺν Παφίῃ καὶ διάμετρος ὁρῷτο τετράγωνος ἔοι, μητρὸς πέλει ἀμφιπόλοιο. εἰ δὲ Κρόνος κέντροιο λαχὼν Μήνην ἐσορῴη Τιτῆν’, ἕτερον δὲ φάος Πυρόεις καθορῆται, δμώων ἀμφοτέρων τοκέων φράσσαιο γεγῶτα. καὶ δὲ καὶ ὁππότ’ἂν ἐν κέντρῳ Μήνη μὲν ἐπείη, ἄλλῳ δ’αὖτε Κρόνος κέντρῳ κατόπισθεν ἕποιτο, νυκτιφαὴς δὲ Σεληναίη Πυρόεντι συνάπτοι, δουλοσύνης ζυγὸν αἰὲν ἐπ’αὐχέσιν οἷσι φέρουσιν. εἰ δὲ μεσουρανέοι Φαέθων, Μήνη δέτ’ἀπ’αὐτοῦ ἅρμ’ἐλάοι, κατόπισθε δ’ἐπαντέλλοντι συνάπτοι, ἄστρων οὐλομένων ἑτέρων μαλερῇσιν ὑπ’αὐγαῖς δερκομένου ἑτέροιο, γονὴν δούλειον ἔτευξαν. ὁππότε δ’ἂν κέντρων ἐρατὴ κλινθεῖσα Σελήνη εὐεργῶν μη δ’ὅσσον ἔχῃ ἐπιμάρτυρον ἄστρων, οἱ δ’ὀλοοὶ Φαίνωντε καὶ Ἄρης ἠὲ καθ’ὥρης · ἐμβεβαῶτες ὁρῶνται ὡρονόμῳ τετράγωνοι ἠὲ τρίγωνοι ἔωσιν, ἐλευθερίης τότε θνητοὶ παυσάμενοι δούλειον ὑπὸ ζυγὸν ἄφνω ἄγονται. δμῶες δ’αὖτ’ἐγένοντο, καὶ ὁππότε φάεα δοῖα Μήνης καὶ Τιτῆνος ἀποκλίνωσ’ἀπὸ κέντρου, συναφὴν τεύχωσ’ὀλοεργέσιν ἀστράσιν οἵδε, μὴ Διὸς αὖ λεύσσοντος ἁβροκόμοιο Κυθήρης. εὖτ’ἂν δ’ὡρονόμῳ Φαίνων Κύπριςτ’ἰσόμοιροι ἐμβεβαῶτες ὁρῶνται, ἀεὶ θεράποντας ἔθηκαν οὐχ ἑνός, ἄλλοτε δ’ἄλλῳ ὑποδρήσσοντας ἄνακτι, δηθάκι καὶ σφετέρου πιπρησκομένους ὑπὸ πατρός. εἰ δὲ καὶ Ἠέλιος τοῖσίν γ’ἐπιμάρτυρος εἴη, καὶ δεσμοὺς ὀτλεῦσι κακῇ ὑπὸ δαίμονος ἄτῃ. ἄστρων μὲν δὴ τοῖα καὶ ὁππόσα τοῖσιν ἔοικεν σχήματα δυσγενέων δμώων τεύχει λυγρὰ φῦλα. αὐτὰρ ἐγὼ μάλα μὲν πυκιναῖς πραπίσιν δεδάηκα […] γαστέρος ἐκπροφέρωσι μογοστόκοι Εἰλείθυιαι. ἀλλ’οὔ κ’ἀσφαλέως τις ἀείδοι τήνδε γ’ἀοιδήν · μαντοσύνῃ γὰρ τοίῃ ἀεὶ χόλος ἐκ βασιλήων ἕσπεται, ὅντε χρεὼ σοφὸν ἀνέρα τῇδ’ἀλεεῖναι · τῷ δὴ τόνδε γε μῦθον ἔχων ἄρρητον ἐάσω. αὐτὰρ νειατίην ἐλάων περὶ νύσσαν ἀοιδὴν ἤδη χἠμετέρης γενέθλης μεμνήσομαι ἄστρων, ἧχι πέλε, ζώοισίτ’ἐν οἷς ὥρη πέλ’ἐκείνη, τῇ μ’ἀπὸ γαστρὸς ἔφηνε πολύλλιτος Εἰλείθυια, ὄφρα καὶ ὑστατίοισιν ἐπ’αἰώνεσσι δαέντες πείθωνται, τάτ’ἐμοὶ δωρήσατο Μοῖρα δεδάσθαι ἄστρων ἰδμοσύνηντε καὶ ἱμερόεσσαν ἀοιδήν. Ἠέλιος μὲν ἔην Διδύμοις, τῷ δ’αὖθ’ἅμα καλὴ Κύπρις καὶ Φαέθων ἐρατὸς καὶ χρύσεος Ἑρμῆς Ὑδροχόῳ δὲ Σεληναίη Φαίνωντε καθ’ὥρης, πουλυπόδῃ δ’Ἄρης ἐν Καρκίνῳ, ἀμφὶ δὲ μέσσον οὐρανὸν ἐστρωφᾶτο βέλος Κένταυρος ἀνέλκων · τὼς μὲν ἐμὴν γενέθλην Μοῖραι διετεκμήραντο. αὐτὰρ ἐγὼ Μούσῃσι καὶ αἰθερίοισιν ἅμ’ἄστροις εὐξάμενος λιγύν ὕμνον ἐμὴν καταπαύσω ἀοιδήν · ἀστέρες εὐφεγγεῖς, Διὸς αἰγιόχουτε θύγατρες, ἵλατε καὶ κλέος αἰὲν ἐμῇ πορσύνετ’ἀοιδῇ.