Manetho

Astrological Influences, 1

χαίροις, Πτολεμαῖε, λαχὼν βασιληίδα τιμὴν γαίης ἡμετέρης, κοσμοτρόφου Αἰγύπτοιο · ἄξιά σοι τάδε δῶρα φέρω βασιληίδος ἀρχῆς, νύκτας ἄυπνος ἐὼν καὶ ἐν ἤμασι πολλὰ μογήσας, ὄφρα κεν, ὅσσαπερ αὐτὸς ἐπιτροχάδην Πετόσιρις εἴρηκεν, τάδε πάντα μάλ’ἀτρεκέως καταλέξω ῥυθμοῖς ἡρωικοῖσι καὶ ἑξαμέτροις ἐπέεσσιν, ὄφρα μάθῃς, ὅτι πάντα δαήμονες ἀνέρες εἰμέν, οἳ λάχομεν ναίειν ἱερὸν πέδον Αἰγύπτοιο. Ἠέλιον , Μήνην, Κρόνον, Ἄρεα, Ἑρμέα, Ζῆνα, Κύπριδά τ’εὐπλόκαμον καλὴ λέγε Καλλιόπεια. ἢν Κρόνος Ἠέλιόςτ’ἄμφω κατίδωσι Κυθήρην, δυσγαμίην παρέχουσι καὶ ἀστασίην ἐπὶ λέκτροις, καὶ δούλαις μίσγουσιν, ἑταιρίσι δ’ἤθεα φαύλαις αἰσχίστως διδόασι κακῆς ἕνεκεν κυθερείης. Ἄρης καὶ Παφίη κέντρων ὅτ’ἂν ὦσιν ἄνακτες · μοιχοὺς ἁρπακτῆρας ἀεὶ ῥέζουσι γυναικῶν. Ἑρμείας δ’ἢν τοῖσιν ἰσόρροπος ἀντήσειεν, τέρπονται παίδων χαλεπῇ ἐπὶ κύπριδι κεῖνοι. Ἠέλιος κέντροισι παρὼν κερόεσσάτε Μήνη, ὃς μὲν ἐν ἀρσενικοῖσι παρών, Μήνη δέτ’ἐναλλάξ, γεννῶσιν βασιλῆας ὑπερθύμουςτε δυνάστας. ἀμφότεροι φωστῆρες ἐν ἀρσενικοῖσιν ἐόντες θηλυτέρης Κύπριδόςτε καὶ ὡρονόμοιο κατιθύ, ἀρσενικοῖς ἔργοισιν ἀναγκάζουσι γυναῖκας τέρπεσθαι, μέγα θαῦμα · γυναιμανέες γὰρ ἐοῦσαι ἀργαλέως γαμέουσιν ἐς ἀργαλέην φιλότητα. Κριὸν ἐποπτεύων Κρονίδης ἐπίκεντρος ὑπάρχων, καὶ σκόρπειον κυανόχροον οἶκον Ἄρηος, ἐσθλὸς ἔφυ, ῥέζει δὲ καὶ ἀνέρας ἡγεμονῆας. ἐσθλὸς ἔφυ Κρονίδης, ῥέζει δὲ καὶ ἡγεμονῆας, ἄρχοντάςτ’ἰδίης πάντοτε πραγματίης. Ἑρμείας καὶ Θοῦρος ἐπὴν τετράγωνοι ἔωσιν, πολλάκι κινδύνους περὶ σώματος εὑρίσκουσιν · ἢν δ’ἄρα καὶ δύνωσι, κακίονες οἵδε, μάλιστα Ζηνὸς ἄτερ, μόρον αἰνὸν ὑπ’ἐμφαίνουσι δυναστῶν . Ἄρης καὶ Παφίη κοινὴν ὁδὸν ἰθύνοντες, Μήνην εὖτ’ἂν ἴδωσι, λέχος τεύχουσ’ἀθέμιστον, συγγενικὰς δ’αὐτοῖσιν ἐφαρμόζουσι γυναῖκας. ἢν δὲ Κύπριν καλὴν πολιὸς Κρόνος ἀγκαλίσαιτο, δυσγαμίην καὶ δυστοκίην ῥέζουσι γυναιξίν, οὐ δέ τι κουριδίους ἄνδρας κατέχουσ’ἄχρι γήρως, οὐ δὲ τέκνοις γλυκεροῖς ἐπὶ χείλεσι μαζὸν ἔθηκαν · στειρώδεις γὰρ ἔασιν ἀχρήιάτ’ὠδίνουσιν. ἀντίον Ἠελίοιο φάσιν λύσασα Σελήνη μὴ Κρόνῳ ἀντήσειε · τίς ἂν τότε φῶς ἐσίδοιτο; δύσμορος, ὃς κακὰ πολλὰ παθὼν Ἀιδόσδε κάτεισιν · χροιὴν μὲν φορέουσιν ἀμετροβίων ἐλεφάντων, ὄγκους δ’ἀμφὶ δέμας κακοελκέας ἀμφιβαλοῦνται, δάκτυλα σηπόμενοι λιποσαρκέα νηλέι λύθρῳ · ταῦτα δ’ἄτερ Ζηνόςτε καὶ εὐπλοκάμου Κυθερείης ἔσσεται, ὁππότ’ἐκεῖνοι ἀπόστροφοι ὦσι Σελήνης. Ἑρμῆς ὡρονομῶν Μήνης μέτα καὶ Κυθερείης δύνοντος Κρονίδαο, θεῶν μυστήρια δρῶσιν · μούσης ἅπτονται ἐυρρύθμοιο λύρηςτε, ἠὲ πάλην φιλέουσιν ἀμύμονα παγκράτιόντε. Ἑρμῆς καὶ Κυθέρεια σὺν ἀλλήλοισιν ἐόντες ῥέζουσιν μούσης ἐπιίστορας εὔφρονας ἄνδρας, ἤν πως καὶ κερόεσσαν ὁμοῦ Μήνην ἐσίδωνται, Ἑρμῆς φωσφορέουσαν, ἀτὰρ λιποφεγγέα Κύπρις. Ζεύς, Κρόνος, ἀμφότεροι κέντρων ὅτ’ἂν ὦσιν ἄνακτες, ἀνθρώποις διδόασι τύχης πολυήρατα δῶρα, καὶ μεγάλους ῥέζουσι, καὶ ἐς βασιληίδας αὐλὰς πολλάκις ἤνεγκαν, τιμήντε φέρουσι μεγίστην. Ἑρμείας Φαέθωντε μεσουρανέοντες ἔθηκαν ἄνδρα μέγα πλούτῳ γαυρούμενον εὐτεκνίῃτε, καὶ φιλίην παρέχουσι πρὸς ἀνέρας ἡγεμονῆας καὶ δόξῃ μεγάλῃ γαυρούμενον, αἴ κεν ἴδηαι εὐκέραον Μήνην συναφὴν τούτοις ἐπέχουσαν. πάντοτε μὲν κέντροισιν ἐπὼν κορυθαίολος Ἄρης τὴν πρῆξιν παρέχων τοῖάπερ ἐκτελέει · ἤτοι λαξευτὰς τέκτονας λιθοεργούς. Ἠέλιος δ’ἢν τῷδε συνῇ, πυροεργέας ἄνδρας ῥέζει χαλκοτύπους, φυσητὰς ὑέλοιο, βαφέας μογερούς, κλιβανέας σκοτοεργούς · οὗτοι γὰρ καὶ νυκτὸς ἀγρυπνητῆρες ἐόντες νύκτα μὲν ἐργάζονται, ἐν ἤματι δ’ὑπνώουσιν. πάντοτε νυκτερινοῖσι μεσουρανέων Κρόνος αἰνὸς ῥέζει κηπουροὺς ἠδ’ἀργαλέους ὑδραγωγούς, ῥέζει δ’ὑδροφόρους πολυπήμονας, οἵθ’ὑπὸ γαίης κευθμῶνας δύνουσιν ἀεικέος εἵνεκα μισθοῦ, πανύγροισι τόποισι παρήμενοι ἐργάζονται, μήποτε τῶν ἴδιόν τι κτώμενοι ἐκ καμάτων γε. Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην ἐμμανέας τεύχειτ’ἠδὲ φρενοβλαβέας. Ἑρμείας διάμετρον ἔχων Κρόνον ἠδὲ Σελήνην, κεντρωθεὶς δ’αὐτοῖς κατ’ἐναντίον ὡρονόμοιο, καὶ φρένας ἠλλοίωσε, παρέπλαγξεν δὲ νόημα · εἰ δὲ ῥοπῆς μὴ μοῖρα τύχῃ, καθέτου δ’ἀποκλίνῃ, ἐσκότισεν μούνῳ κλεψίφρονι ῥεύματι κείνους · ἔσθ’ὅτε σωφρονέουσι, καὶ ἔσθ’ὅτε μαργαίνουσιν. πάντας ἀπ’Ἠελίοιο φυγεῖν καλόν, ἀλλ’οὐκ Ἄρην · νικᾶται γὰρ Ἄρης ὑπὸ αὐγαῖς Ἠελίοιο . νικᾶται δ’Ἄρης αὐγῇσιν ὕπ’Ἠελίοιο, καὶ προτέρην κακίην ἔσβεσεν Ἠέλιος. αἰδεῖται δ’Ἄρης καθορῶν φάος Ἠελίοιο, οὐ δ’ἔτι τὴν προτέρην ἔσχε κακοφροσύνην. Ζεὺς ῥέζει κρατέοντας ἐλαιορόοιο παλαίστρης, Κύπρις πορφυρέοισιν ἐν εἵμασιν ἀρχιερῆας, καὶ Κρόνος εὐδόξως ἀγορανόμον ἐστεφάνωσεν · Ἄρης δ’εὐτόλμους στρατιῆς ἡγήτορας ἄνδρας, Ἠέλιος δ’ὕπατον, Μήνη δέ τοι ἀρχιδικαστήν, Ἑρμῆς κοσμητῆρας ἑῆς ἐποίησε πόληος. Αἰγόκερῳ Κύπριςτε καὶ Ὑδροχόῳ παρεοῦσα σύντε Κρόνῳ καὶ Ζηνὶ κακὴ κατὰ πάντα τέτυκται, ἢν συναφὴν πρώτοιο λάβῃ πολιοῖο Κρόνοιο, Ἄρεος εἰσβλέψαντος ὁμοῦ Μήνην Παφίηντε σύντε Κρόνῳ βλαβερῷ · δυστλήμονες ἀνέρες οὗτοι μαινόμενοι βαίνουσιν ἑῆς ἐπὶ λέκτρα τεκούσης · ἢν δ’ἀκτῖνα λάβωσι πυραυγέος Ἠελίοιο, μητρυιαῖς μίσγοντ’ παλλακίσιν γενετήρων, οὕνεκα τὴν προτέρην κακίην σβέσεν Ἠελίου ἴς. Μήνη θηλυτέροισιν ἐπεμβαίνουσα τόποισιν ἀντίον Ἠελίοιο, καὶ ὡρονόμοιο τυχοῦσα, ἀνέρα γεννήσει μόνον οὔνομα, πάντα δὲ θῆλυν, πάντα γυναικὸς ἔχοντα καὶ αἴσχεα καὶ φιλότητα. ἢν δὲ μεσουρανέῃ Φαίνων Ἄρηςτε κραταιός, καὶ στάχυν ἄρσενα δεινῷ ἀποτμήξειε σιδήρῳ. ἢν δὲ Κύπρις διάμετρον ἔχοι Κρόνον ἠδὲ Σελήνην, Ἄρης δ’ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην, Ἑρμείας δ’ἄρα κέντρον ἔχοι μέσον, ἠδὲ καὶ αὐτὸς μαρτυρίην τούτῳ κρυερὸς Κρόνος ἀμφιβάλοιτο, εὐνούχους στείρους, οὔτ’ἄρσενας οὔτε γυναῖκας, ἄχνοας, αἰὲν ἐόντας ἀπειρήτους φιλότητος, ἔσθ’ὁτὲ δ’ἑρμαφρόδιτον ὁμώνυμον ἀθανάτοισιν […] Ἄρης δ’ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην, μαρτυρίην τούτῳ καὶ Κρόνος ἀμφιβάλοι, εὐνούχους στείρους ὁτὲ δ’ἑρμαφρόδιτον ἔτευξαν δισσάς, ἀχρήστους εἰς ἓν ἔχοντα φύσεις. υἱὸς δ’υἱωνόςτε Κρόνου Ζεὺς ἠδὲ καὶ Ἑρμῆς ἀμφότεροι βαίνοντες ὁμοῦ καὶ κέντρα λαβόντες, τεύχουσιν ῥητῆρας ἐκ λόγου καλάμοιο γραπτῆρας πινυτούς, καὶ πολυκερδέας ἄνδρας, ἐμπορίην φιλέοντας, ἀεὶ πρηκτῆρας ἐόντας. Μήνη φωσφορέουσα καὶ Ἄρεϊ συμβάλλουσα ἕκτον ἔχοντι τόπον, σίνος ἀνδράσιν αὐτίκα ῥέζει · ἀμφὶ πόδας τέμνονται ὑπ’ἀνδροφόνοιο σιδήρου, χωλοί, μουνόποδες, ξύλινον προσκείμενοι ἄρθρον, λύπην αἰείμνηστον ἑὸν πόδα παπταίνοντες. Ἆρες Ἄρες, κακοεργὲ καὶ ἀνδράσι καὶ μακάρεσσιν καὶ πόλεσιν καὶ νηυσὶ καὶ ἠέρι καὶ πελάγεσσιν καὶ καρποῖς γαίηςτε καὶ εὐρείθροις ποταμοῖσιν · εἵνεκα σεῦ πόλιες μὲν ὑπαὶ πυρὸς ἐμπίμπρανται, καὶ νῆες πελάγεσσιν ἐπιπλώουσαι ὄλοντο, καὶ ποταμοὶ ξηροῖσιν ἀνύδατοι ἐν στομάτεσσιν, δένδρεάτ’ὠλεσίκαρπα καὶ ἀνέρες αἰνογένεθλοι · οὓς μὲν γὰρ μογερῶς πυρικαέας ὤλεσας ἄνδρας, οὓς δὲ καὶ ὠμοβόροισιν ἕλωρ θήρεσσιν ἔδωκας, ἄλλον δ’ἀκλειῶς μετέωρον ἀνεσταύρωσας, οὗ τέτατ’ἀνδροφόνοις περὶ δούρασιν ἡλοπαγὴς χείρ · νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν αἰγίοχος Ζεύς, οὐ δ’Ἥρη μήτηρ, ἀλλ’οὔρεα πικρά σ’ἔτικτεν, […] καὶ Λύσσα στυγερὴ καὶ Χάος οὐλόμενον. εἰ δὲ Κρόνον λείψειε Σεληναίη κατὰ μοῖραν, τεύχει ῥευματικοὺς ἠδ’ἀσθενέας κατὰ σάρκα, τεύχει δ’ἀργαλέους ὑδρογάστορας, οἳ καὶ ἔπειτα ὀστέα χαυνωθέντες ἀφ’ὕδατος οὐλομένοιο ἔγκυον ὠδίνουσιν ἑὸν μόρον ἐντὸς ἔχοντες. Ἄρεα δ’ἢν λείψασα Σεληναίη φορέοιτο, ἀνέρας ἐκτήκει κρυφίμων ἄπο πολλάκι νούσων, ἥπατος σπληνὸς τρυχουμένου ἠὲ νεφροῖο, κραδίην παρέτριψε νοήμονα, μητέρα βουλῆς, πνεύμονάθ’ἑλκήεντα, κακὴν νόσον ἀνθρώποισιν, οἵπερ δὴ μογέοντες ἀποπτύουσιν ὄλεθρον βηχὸς ἀνιάτοισιν ἐλαυνόμενοι στροφάλιγξιν, λεπταλέοι θυμοῖσι καὶ ἀδρανέες μελέεσσιν πίνοντες καὶ ἔδοντες, ἀειθανὲς ἦτορ ἔχοντες. Ἄρης ἡμερινοῖσι μεσουρανέων τάδε ῥέζει · πρῶτον μὲν γονέων βίον ὤλεσε, καὶ λέχος αὐτῶν χωρίζει θανάτῳ κακῷ ἠὲ διχοστασίῃσιν · αὐτοὺς δ’ἐν πολλοῖσιν ἐγύμνασε πήμασιν αἰεί, θλίψεσιν οὐλομέναιςτε καὶ ἀργαλέαις πενίῃσιν, κινδύνοις, βλαβέεσσι, δανείσμασιν, ἐνδείῃσιν · πολλάκι καὶ θανάτῳ στυγεροῦ θνήσκουσι σιδήρου ἄστεγοι ἠδ’ἀγύναιοι ἄτεκνοίτ’ἐν νεότητι. […] ἀνέρας ἐκτήκει πολλάκις ἐκ κρυφίμων, πολλάκι δ’ὠκυμόρους στυγερῷ διόλεσσε σιδήρῳ · Ζεὺς δ’ἐσιδὼν τούτων ἐσθλὸν ἔθηκε τέλος. Ἄρεα δ’ἢν κατέχῃ δεινὸν θεὸν αἰθέριος λίψ, πολλῶν αἴτιός ἐστιν ἐν ἀνθρώποισιν ἀνιῶν · λύπας καὶ θορύβους, ἐγκλήματα καὶ σίνος αἰνόν, πάθος […] πέλαγος πλώουσιν, ἑὴν πάτρην προλιπόντες. Ἑρμείας, Παφίη, πολιὸς Κρόνος ἢν μὲν ἔχωσιν τὴν πρῆξιν, ῥέζουσιν ἀμύμονας ἰητῆρας, ἤπια φάρμακ’ἔχοντας, ἀνώδυνα φαρμάσσοντας · εἰ δὲ Ζεὺς ἐσίδοι, πολυόλβους εὐτυχέαςτε, πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν. ὅσσαι δ’ἄν κεν ἔχωσιν ὑπὲκ συνόδοιο φυγοῦσαν Μήνην, φωσφορέουσαν ἔτ’ἔμπεδον, ὀρνυμένηντε, Ἄρεϊ συμβάλλουσαν ἀνηλέι καὶ Κρόνῳ αἰνῷ, ἔμβρυα μὲν φθείρουσι μινυνθάδι’οἷσι χρόνοισιν, μη δὲ βροτῶν μορφὴν ἐγγάστριον αὐξήσαντα, σαρξὶ δὲ θηρείῃσι πανείκελα ῥοιζήσασαι ὠμοτόκοις ὠδῖσιν ἐς ἠελίου φέρον αὐγάς · αὐταὶ δ’ἀμφὶ πόνοισιν ἀνηλέα κωκύουσαι εἰς Ἄιδος κατίασιν ἀνοστήτοιο μέλαθρον · εἰ δὲ Ζεὺς ἐσίδοι, ψυχὴν μάλα πολλὰ παθοῦσαν ἐκσώσει θανάτοιο, κακῶν δ’οὐκ ἔσσετ’ἀρωγός. τίπτε μάτην, ἄνθρωπε, θυηπολέεις μακάρεσσιν; τίπτε μάτην τρισέλικτος ἀν’οὐρανὸν ἤλυθε κνῖσα; ἴσχεο · οὐ γὰρ ὄνειαρ ἐν ἀθανάτοιο θυηλαῖς. οὐ γάρ τις δύναται γένεσιν μετατρεψέμεν ἀνδρῶν, ἥθ’ἅμα νηπιάχοις συγγίγνεται ἀνθρώποισιν, εὐθύτε Μοιράων εἱλίσσεται ἀμφὶ μίτοισιν, κλώσμασιν ἀρρήκτοισι σιδηρείοισίτ’ἀτράκτοις. ῥέζε Κρόνῳ καὶ Ἄρηι καὶ Ἑρμῇ καὶ Κυθερείῃ καὶ Διὶ καὶ Μήνῃτε καὶ Ἠελίῳ βασιλῆι · οὗτοι γὰρ κρατέουσι θεῶν, κρατέουσι καὶ ἀνδρῶν, πόντου καὶ ποταμῶν πάντων ῥοθίων ἀνέμωντε, καὶ γῆς καρποφόροιο καὶ ἠέρος ἀενάοιο. πλησιφαὴς Κρονίωνι συναντήσασα Σελήνη εὐτυχέας ῥέζει καὶ μακαριστοτάτους · εἰ δὲ λίποι Κρονίωνα φάει πλήθουσα Σελήνη, οὐκέτι τὴν αὐτὴν ἐντὸς ἔχει δύναμιν · ἀλλὰ κακῶν δεκτεῖρα πέλει λείπουσα πρὸς αὐτόν · ἔκφρονας, αἰνομόρους νοσεροὺς τελέσει, ἀμβλύτερόντ’ἐτέλεσσεν ἔμεν βίον ἐν καμάτοισιν, […] Ἄρης καὶ Φαέθων κατεναντίον ἀλλήλοισιν ἄμφω κέντρον ἔχοντες ἀνωμαλίην βιότοιο ἀνθρώποις ἐπάγουσι, καὶ ἐκ φιλίης ἐλάσουσιν, καὶ προκοπῆς στερέουσιν, ἐπεὶ Διὸς ἔπλετο πλοῦτος καὶ δόξαι καὶ σωφροσύναι καὶ πίστιες ἐσθλαί, ἐκ δ’Ἄρεος πενίητε κακὴ θόρυβοίτε μάχαιτε, ἐγκλήσεις μεγάλαι, περὶ σώματος ἔσθ’ὅτ’ἀγῶνες · οὗτοι δ’εὔποροί εἰσιν, ἀπ’εὐπορίης δὲ πένονται · ἢν δὲ μεσουρανέῃ Πυρόεις, τέλος αἰνὸν ἔχουσιν. κέντρον ἔχων Φαέθων Μήνης μέτα καὶ Κυθερείης, ἤν πως φωσφορέουσα Σελήνη τῷδε συνάπτοι, ἄρχοντας μεγάλους, εὐδαίμονας, ἔμφρονας ἄνδρας, ἐνδόξους, στροφίοισι καρήατα κοσμηθέντας, πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν. ἀμφότεροι δύνοντες ὁμοῦ Κρόνος ἠδὲ καὶ Ἄρης Μήνης Ἠελίουτε καταντίον ἑστηώτων, ῥέζουσ’ἐμμανέας, πάσας φρένας ἐξολέσαντες · οἴονται δ’ὁράαν νεκύων σκιοειδέα μορφήν, οἱ δὲ καὶ εὐφρονέοντες ἀεικέα πήματ’ἔχοντες πίπτουσιν συνόδοισι Σεληναίης ὑπὸ ῥιπῆς. ἢν δὲ Κρόνου μέσσητε καὶ Ἄρεος Ἀφροδίτη, καὶ Μήνην λεύσσωσι καὶ Ἑρμείαν τετράγωνον, δρῶσιν φοιβητὰς μάντιας, οἵθ’ἱεροῖσιν ἑζόμενοι ζώουσιν ὀνείρατα μυθίζοντες, οἱ δὲ καὶ ἐν κατοχῇσι θεῶν πεπεδημένοι αἰεὶ δεσμοῖσιν μὲν ἔδησαν ἑὸν δέμας ἀρρήκτοισιν, […] εἵματα μὲν ῥυπόωντα, τρίχες δ’οὐρῇσιν ὅμοιαι ἵππων κηροπαγεῖς οὖλαι πληροῦσι κάρηνον · οἱ δὲ καὶ ἀμφιτόμοισι σιδηρείοις πελέκεσσιν ἔνθεα λυσσώοντες ἑὸν δέμας αἱμάσσουσιν. πλησιφαὴς δ’Ἄρηι συναντήσασα Σελήνη, Ζηνὸς ἄτερ Κύπριδόςτε, κακὴ κατὰ πάντα τέτυκται · βλάπτει μὲν βίοτον καὶ πλούσιον ἄνδρα πένητα ῥηιδίως ἔρρεξε, μινυνθάδιόντε χρόνοισιν ἐξαπίνης ἀπόλεσσε βίῃ κακοεργέι Μοίρης. Ἄρεος ἠδὲ Κρόνοιο μέσην δείμαινε Σελήνην, οὕνεκεν ἀργαλέη πέλεται μογερῇσι τεκούσαις · τρύχει γὰρ ταύτας κρυφίμων ἄπο · πολλάκι δ’αὐτοὺς ὤλεσεν ἐν θανάτοισι βιαιοτάτοισι βαλοῦσα, ἁψαμένους βρόχον αἰνόν, ἀραμένους ξίφος ὀξύ, πυρὶ δαιομένους, ἐν ὕδασι πολλὰ παθόντας. Ἄρεος ἠδὲ Κρόνοιο μέση Κύπρις οὐ καλοεργός, οὕνεκεν ἀνθρώποισι κακὴ κατὰ λέκτρα τέτυκται · μίσγει γὰρ δούλῃσιν ἑταιρίσιν, ἃς φιλέοντες ζήλῳ ἐλαύνονται κακοεργέι · πολλάκι δ’οὗτοι ἀνέρες ὀργιόωντες ἀποκτείνουσι γυναῖκας, αἳ μόρον αἰνὸν ἔχουσι κακῆς διὰ φίλτρα κυθήρης. ζῴδιον ὡρονόμοιο λαχὼν Ζεὺς ἠδ’Ἀφροδίτη Ἄρηος δύνοντος ἀνηλέος ἠδὲ Κρόνοιο, […] πλούσιοι ἐν πρώτοισι καὶ ἐν πυμάτοισι πένητες, ἀλλ’οὐκ ἐκλείπουσι μάχας θορύβουςτε δίκαςτε, εἰ μή πως Φαέθων πυμάτην περὶ μοῖραν ὁδεύσῃ. εἰ δ’Ἄρης ὥρην κατέχοι Φαίνωντε σὺν αὐτῷ, δύνῃ δ’αὖ Φαέθων κατεναντίον ἀμφοτέροισιν, ἐν νεότητι πένητα καὶ ἐς τέλος εὔπορον ἄνδρα ῥέζουσιν, βιότοιο δ’ἀνώμαλα ἔργα τελοῦσιν. εἰ δὲ Κρόνῳ καὶ Ἄρηι συνῇ κερόεσσα Σελήνη, μοίρης ἐντὸς ἐοῦσα, συνάπτῃ δ’αὐτίκα τοῖσδε, ἐντὸς ἔχει κακίην Ἄρεόςτ’ἠδὲ Κρόνου αἰνήν, αἰνόςτ’ἀνθρώπων ἔσεται βίος ἠδ’ἐλεεινός, καὶ πενίη καὶ μοῖρα κακή · καὶ λάτρια ἔργα πείσονται, βίοτόντε ῥοπῇ λείψουσι πρόμοιροι. ἡνίκα δ’ Κερόεσσα μέσον πόλον ἀμφιβεβῶσα νυκτερινοῦ θέματος κατὰ μοῖραν ἰοῦσα φαανθῇ, Ἠέλιοςτ’ἐπίκεντρος ἐν ἀρσενικοῖσι τόποισιν, γεννῶσιν βασιλῆα, θεὸν βροτὸν ἀνθρώποισιν. Ἑρμείας δὲ μεσουρανέων, Τιτὰν δὲ σὺν αὐτῷ αὐτήθ’ Κερόεσσα καθ’ὡρονόμοιο τυχοῦσα ἡμερινοῦ θέματος, βασιληίδος ἐστὶ γενέθλη. ταῦτα δέ τοι τελέουσιν, ἐπὴν ἐπίκεντροι ἔωσιν, μηδένα τῶν ὀλοῶν κατεναντίον ἐχθρὸν ἔχοντες. ἢν δ’ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦσ’Ἀφροδίτη ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις, ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανόςτε σιδήρου, ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνῳ. Ἑρμῆς δ’οἰκείοις ὁπότ’ἂν κατὰ κύκλα φαανθῇ, μαρτυρίη δὲ Κρόνοιο κατ’αἰθέρα τῷδε πελάζῃ, δὴ τότε ῥήτορας ἄνδρας ἰδ’ἐν σοφίῃσιν ἀρίστους ἔσσεσθαι δείκνυσι καὶ ἀστρολόγους θεοφήμους. εἰ δὲ Σεληναίης ἑλικώπιδος ἄστατος ἀστὴρ Ἑρμείαν σύμφωνον ἔχοι κατὰ κόσμου ἀταρπόν, καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθοντι, ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος ἐργοπόνους ῥέζει καὶ ζωγραφίης μεδέοντας, εὐφυέας θριγκῶντε καὶ εὐτυχέας κανονισμῶν κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας. Ζῆνα δ’ὅτ’ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς Ἑρμείου, μίγδηντε διαλλάξωσιν ὁρισμούς, ῥήτορας ἐμφαίνουσι βροτοὺς σοφίηςτε κρατίστους ζηλωτάς, τεύχειτε λόγων νεότητάτε λαμπρὴν […] γραμματικὴν ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας. Μήνης δ’ἀμφίκερω σκολιὸς δρόμος ἡνίκ’ἂν ὀφθῇ Ἄρεος ἀκτίνεσσι πόλου λοξεύματα βαίνων, Στίλβων δ’ἀμφ’αὐτοῖς καὶ διάμετρος ὁραθῇ ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας καὶ θυρέτρων δεινοὺς ἐπανοίκτορας ὀθνειάων, κλεπτῆρας φαύλους νυκτοπλανέας τελέουσιν · οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις εἰς συνοχὰς ἥξουσι σιδηρήεντάτε δεσμά, εἱρκτὰς δ’οἰκήσουσι φυλασσόμενοι ἀλύσεσσιν, ἔντε βίᾳ θάνατον λείψει κακοεργέι θυμῷ, σφαγίοις ξίφεσιν δεδαϊγμένοι πελέκεσσιν, βρόχον ἀγχονόωντα δι’αὐχένος ἐνδήσαντες, πνεῦμάθ’ἑὸν λείψουσι πικρᾶς Μοίρας ὑπ’ἀνάγκας. Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο, ναυσιβάτας δείκνυσι καὶ ὕδατος ἵστορας ἄνδρας, πλωτάρχας σκαφέων, οἳ πολλάκι ναυφθορίῃσιν χείματος ὀρνυμένοιο βίον σώζουσι δι’ἅλμης νηχόμενοι Μοίρῃσιν ὑπὸ τρόμον ἐν πελάγεσσιν. παμφαίνων δ’ἀστὴρ κυανοχρώτοιο Κρόνοιο Ἠελίου σελάεσσιν ἀν’οὐρανὸν ἢν ἰσόμοιρος, τηνίκα φυομένων βρεφέων γεννήτορα πρῶτον μητέρος εἰς Ἀίδην πέμψει νεκυηπόλος Αἶσα, κτήματάτ’ἐκβάλλει πατρώια καὶ μέγαν ὄλβον, καίτε κασιγνήτων θάνατον ὁρόωσι προόντων, κἀκ πολλῶν θανάτων πλοῦτον μέγαν αὐξήσουσιν. ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ φωτὶ Κρόνου, μάρτυς δ’ἐπὶ σήματι τῷδε γένηται καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς οἴχετ’ἐς Ἅδην, ἠὲ μογοστοκίῃ δεδαϊγμένη, ὑπὸ νούσου αἱμηρῇσι γυναιξὶ φύσις κρύφι’ἄλγε’ἔδωκεν. ἢν Κρόνος ὡρονομῇ, Πυρόεις δύνῃ δὲ κατ’ἰθύν, αἴλινος ὅστις ἀνήρ γε βιαιότατον μόρον ἕξει. Ἠελίῳ τετράγωνος Ἄρης, Μήνῃ δέτε Φαίνων, δούλους ποιήσει καὶ γονέων στερέσει. ἢν δ’ἔτι καὶ Παφίη κατεναντίον Ἄρεος ἔλθῃ, […] καὶ ταύτην τετράγωνος ἴδοι Κρόνος ὑψόθεν ἑστώς, ἐκ δούλων δούλους τῇδε νόει ξυνέσει. Φαέθων τετράγωνον ἴδοι Κρόνον ἠὲ τρίγωνον, […] Ἑρμείας δέτ’ἐφ’ὡρονόμου Μήνητε σὺν αὐτῷ, εὐτυχὲς ἐσσεῖται τοῦτο θέμ’ἐκ γενεῆς, […] δόξῃ καὶ πλούτῳ καὶ φιλίαις μερόπων. καὶ Ζεὺς ὡρονομῶν Πυρόειςθ’ἅμα καὶ τρίτος Ἑρμῆς […] Μήνη δ’ἐκ συνόδοιο Κρόνον φίλον ἀγκαλίσαιτο, εὐπρήκτους ῥέζει καὶ μακαριστοτάτους. ἢν δὲ Κρόνος παρόδοισιν ἐπ’Ἄρηος τόπον ἔλθοι, ψυχρὸς ἐὼν θερμοῖο, μολὼν τόπῳ οὐ καλοεργός, ἔσσεται ἀνθρώποις πολλοῦ κακοῦ αἴτιος οὗτος · λύπας γὰρ στονάχαςτε βλάβαςτ’ἄξει μερόπεσσιν. Ἄρης δ’ἐν παρόδοισι κατοπτεύσας Κρόνον αἰνὸν ἐσθλὸς ἔφυ · κτήσεις δ’ἀγαθῶν καὶ νῖκος ὀπάζει. εἴρηται δρόμος οὐράνιος ἀπλανῶντε πλάνωντε. λοιπόν μοι Μοῦσαι δότ’ἀεῖσαι πλείονα τούτων εἰς ἑτέραν βίβλον τῷδε μέτρῳ πρὸς ἔπος.