Manetho

Astrological Influences, 3

ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν. ἀστέρες, Ἠελίῳτε πυριπλήθοντι συνόντες, ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης, ἐν προτέραις σελίδεσσι μάλ’ἀτρεκέως κατέλεξα. νῦν δ’ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα, ἀλλήλωνθ’ὅσα δρῶσιν ὑπ’ἀκτίνεσσιν ἐόντες, καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω. πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκώς ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν, καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας, τέκνων δ’αὖτ’ὀλετὴρ πέλεται, βίοτόντε χαλέπτει ἀλλοτρίοις οἴκοισιν ἐών · εὖτ’ἂν δ’ἐν ἑοῖσιν ὡρονομῇ, ζώοις δ’ἰδίοις ἐπιτέρπεται αἰεί, Αἰγόκερῳτε καὶ Ὑδροχόῳ βλοσυρῷτε Λέοντι καὶ Χηλαῖς Κριῷτε, τότ’ἀνέρες ἐξεγένοντο κύδιστοι, γενεῇτε γεγηθότες, εὐκλέι πλούτῳ τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων. ψυχρὸν δ’ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον μακροβίους, γήραι λιπαρῷ θαλέθοντας ἔθηκεν, εὐκτεάνους, μόχθοισιν ἰαινομένους σφετέροισιν. εἰ δὲ μεσουρανέοι, πατρώια πάντ’ἐκέδασσεν, δηθάκι δ’οὐ δ’ὅσσον κλήρου παρὰ πατρὸς ἔνειμεν, πρήξεις δ’ἀπροκόπους καὶ νωχελέας μάλα τεύχει, ἔργα δὲ καὶ τέχνας χειρῶν ἐξαίνυται ἀνδρῶν ψυχῶνθ’, ἥντινα πρῆξιν ἐνὶ στέρνοισιν ἕλωνται, δυστεκνίην δ’ὤπασσε, κασιγνήτωντ’ἀπάμερσεν. ὀρφανίην δ’ὑπόγειος ἐὼν ἀπὸ πατρὸς ἔτευξεν πάμπαν νηπιάχοις, κλῆρόντ’ἔρραισεν ἀίστως, ὃν θνήσκων ἔλιπεν γενέτης, αὐτοὶ δ’ὑπὸ νούσου κάμνουσ’, ἔντε κρύει πυρετῷτ’αἴθωνι μογεῦσιν, ἐν δ’ἀγορῇ κρίσιας καὶ νείκεα δηρὸν ὄπασσεν. Ζεὺς δ’ὥρην ἐφέπων ἐρικυδέας ἄνδρας ἔθηκεν ἐν δήμοις, πάτρῃσίτ’ἐνὶ σφετέρῃσιν ἀγητούς, πρὸς δ’ἔτι καὶ πρήξει μεγαλαυχέας, ἐν βιότῳτε ἀφνειούς, βασιλεῦσι φίλους μάλα τιμήεντας. ταὐτὰ δέτ’ἐκτελέσει μέσον οὐρανὸν ἀμφιπολεύων · κοσμεῖ καὶ μίτρῃσι πέπλοισίτε πορφυρέοισιν, τερπωλῆς τεύχων λαῶν ἡγήτορας ἄνδρας. δύνων δ’εὐκτεάνους, ὀλοὸς δὲ τέκνοισιν ἐτύχθη · θάπτει γὰρ κεδνάςτ’ἀλόχους παῖδάςτ’ἀλεγεινούς · ἐν τροπικοῖς δ’εἴωθε τελεῖν καὶ πάμπαν ἀτέκνους κηδεστῶν βιότου, καίτ’ἐσθλὰ κακοῖσιν ἔμιξεν · κτῆσιν μὲν γὰρ ἔδωκε, τέκνων δ’ἐπὶ κήδεσι λυπεῖ. δεινὸς δ’ἀντιμεσουρανέων πέλετ’ἀνθρώποισιν · πάντων γάρτε βροτοὺς ἰδίων κτεάνων ἀπάμερσεν, εὐόλβους δὲ πάρος κενεοὺς οἴκους ἀπέφηνεν · ἔξοχα δ’εἴ γε σὺν Ἠελίῳ τόδε κέντρον ὁδεύοι · ἐσχατίῃ γενέθλῃ βίοτον καὶ κῦδος ὀπάζει. Ἄρης δ’ἀντολίηθεν ἀνερχόμενος μεγατόλμους, θαρσαλέους ῥέζει, ποτὲ δ’αὖ πραπίσιν μάλα δεινούς. δύνων δ’αὖτ’ἄλγεσσι βροτοὺς ἄταιςτε προσάπτει, σύλησέντ’ὄλβον, βιότουτ’ἀνέφην’ἐπιδευεῖς. ἐν δ’ἄρ’ὑποχθονίῳ κέντρῳ σύνεσίντε χαλέπτει, αἰείτ’ἐν θορύβοισι καὶ ἐν σινέεσσι τίθησιν, τραύματα δ’αἰὲν ἔδωκεν, ἰδὲ σπασμοῖσι χαλέπτει, κινδύνουςτ’ἐπάγει θαμέας, βιότοιόθ’ἅμ’ἔρδει αὐχμηρούς, τέκνων δὲ γονῆς πάμπαν ἄμερσεν, ἕνα τηλύγετόν περ ἐνὶ μεγάροισιν ἔδωκεν · δεινὸς δ’ἀμφὶ γάμους · γὰρ θαμὰ λέκτρα διείργει, λώβην τιν’ἀεικελίην ἀκάχησε γυναικός. ὕψι δ’ἐπεμβεβαὼς μέσον οὐρανὸν ἄλλοτε μέντε τέχνας δῶκε βροτοῖσι βαναύσους ἔργα βίοιο · ὁππότε δ’εὐεργῶν ἐπιμαρτυρίῃσι σὺν ἄστρων δέρκηθ’, ἡγεμόνας θῆκε φρουρούςτε τυράννων, εὔθηκτον φορέοντας ἑὸν περὶ σῶμα σίδηρον, ἐν πόλεσιν δήμοισίτ’ἀριπρεπέας πολιούχους · ἐξαπίνης δ’ἔσφηλεν ἐς οὐρανὸν αἰπὺν ἀείρας δειλαίους φῶτας ποτὶ Τάρταρον ἠερόεντα · ἤτοι γὰρ φυγάδας φιλίης ἐξήλασε πάτρης, ζωῆς ἀπάμερσε φίλης κρυόεντι σιδήρῳ, πόμα φαρμακόεν πιέειν κατένευσεν ἐν οἴκοις. ὡρονομοῦσα δ’ἀεὶ Κυθέρη καλοὺς μὲν ἰδέσθαι ῥέζει, καὶ χαρίεντας ἰδ’ἱμερόεντας ἔπεσσιν, ἀφνειοὺς βιότῳ καὶ ἀγακλέας ἐνὶ πάτρῃ, κυδαίνει δὲ τεκοῦσαν ἄγαντ’ἀρίδηλον ἔθηκεν. καὶ δὲ μεσουρανέουσα τάδ’ἔρδει, πρὸς δὲ καὶ ἔργοις τρισμάκαρας τεύχει, τοῖς δ’αὖτ’ἀλόχων γάμον ἐσθλῶν ὤπασεν, ἐν δὲ δόμοις κλεινὸν βίον ἠέξησεν · καὶ δὲ γυναικείοισιν ἐπ’ἔργοις δηθάκις ἄνδρας ἵδρυσ’, καὶ χρήματ’ἰδὲ κτῆσιν πόρεν ὄλβου. ἀστασίας δ’ὑπόγειος ἐὼν λεχέων ἐτέλεσσεν, ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέντε ἐν ξείνῃ ποσίων, ποτὲ δ’αὖ μεγάροισιν ἐόντων. καὶ δ’ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν · γὰρ ἀποζεύγνυσι συνεύνων, πολυκοίνους δῶκ’ἀλόχους, ὧν δὴ θάμ’ἐπασχάλλουσιν ἐφ’ὕβρει · καὶ δ’αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις ἀμφέβαλεν, μάχλουςτ’ἐς ἀεικέα θήκατο κύπριν, ἀλλοτρίωντε μέλαθρον ὀπιπεύουσι γυναικῶν. Ἑρμῆς δ’ἀντέλλων μὲν ἐφ’ὥρης εὐκλέας ἄνδρας καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν · πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν πείρατα μελλόντων δωρήσατο, καίθ’ἑτέροισιν θεσπίζειν φήμῃσιν ὀνείρασίθ’, σφισιν αὐτοὶ ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται. ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ὤπασε κέντρῳ · ἤτοι γὰρ σοφίης βίοτον καλάμοιότε γραπτῶν πρῆξιν ἔδωκ’, παισὶν ὑφηγητῆρας ἔφηνεν παιδείης, τοὺς δ’αὖτε τραπέζης ἀργυραμοιβοῦ εἷσεν ὕπερ, πολέσιν δὲ τέχνας ἡρμόσσατο χειρός. ἢν δ’ὑπόγειος ἔῃ, πινυτὸν νόον ἐξετέλεσσεν, θῆκεν καὶ σοφίης δεδαηκότας, ἐν βιότῳ δὲ αἰὲν ὑπ’ἀλλήκτῃσι μεληδόσι μητιόωντας. δύνων δ’ἐν μύθοισι καὶ ἐν πραπίδεσσιν ἀρίστους, καὶ πλούτῳ γηθεῦντας ἀεὶ φήμαιςτ’ἀγαθῇσιν. εὖτ’ἂν δ’ὠκεανοῖο λελουμένος ἀντέλλῃσιν Τιτάν, ἐν δ’ὥρῃ κείνῃ βροτὸς ἐς φάος ἔλθῃ, πατρὸς ἀριγνώτου γεγαὼς τότε φύσεται ἀνήρ, τιμήεις δέτ’ἄγαν καὶ ὑπείροχός ἐστ’ἐνὶ πάτρῃ πλούτῳ καὶ κτεάτεσσιν ὑπέρτατος ἐν μερόπεσσιν · πολλάκι καὶ βασιλῆες ἐν ὥρῃ τῇδ’ἐγένοντο. δύνων δ’Ἠέλιος λαμπροὺς βιότῳ καὶ ἐπόλβους τεύχει, καὶ πραπίδων μάλ’ἀριφραδέων ἐπινοίῃ. Τιτὰν δ’ἐν γενέθλῃ μέσον οὐρανὸν ἀμφιπολεύων, ἢν μὲν ὑπ’ἀκτίνεσσ’ἀγαθῶν καὶ μαρτυρίῃσιν κοσμῆται, μεγάλουςτε καὶ εὐκλέα ἔργα τελοῦντας, φαύλῃσιν δ’αὐγαῖς ὀλοῶν βεβολημένος ἄστρων ἀκτεάνους τεύχει, λυγραῖς πενίῃσι μογεῦντας. ἢν δ’ὑπόγειον ἔχῃ κέντρον, μινύθει πατρὸς ὄλβον. καὶ δὲ Σεληναίη ὑπὲρ ὡρονόμοιο βεβῶσα μητέρα κυδαίνει. δύνουσα δὲ τηλόθι πάτρης ἀλλοτρίην κατὰ γαῖαν ἀλωομένους θαμὰ πλάζει. ἐν δὲ μεσουρανίῳ νυκτὸς μὲν ἀρίστη ἐτύχθη, ἤματι δ’αὖθ’ἥσσων · εἰ δ’ἐσθλοδόται μιν ὁρῷεν, εὐκλείην πρήξειςτ’ἀγαθὰς μερόπων ἐτέλεσσεν. ἐν δ’ἄρ’ὑποχθονίῳ κέντρῳ ἀγαθοὺς μὲν ὁρῶσα ἀστέρας ἐσθλὴ ἔφυ δώτειράτε κευθομένοιο πλούτου, ἀτὰρ χαλεποὺς ἐπιμάρτυρας εὖτ’ἂν ἴδῃσιν, κρυπταδίοισι σίνεσσι καὶ ἄλγεσι φῶτα χαλέπτει · πολλάκι καὶ πτώσεις ὀρόφων κατὰ κρατὸς ἐφῆκεν. μοῦνοι μὲν κέντροισι τάδ’ἐμβεβαῶτες ἔφηναν. ἀλλήλους δ’ὁρόωντες ὑπὲρ κέντρων κατέναντα […] ὡρονόμου μὲν ὕπερ Φαίνων, Φαέθων δέτε δύνων ὁπλοτέροισι κασιγνήτοις θάνατον τελέουσιν, πρὸς δ’ἔτι γεινομένοισι χρόνους νεότητος ἀνιγρούς, ὑστάτιον δὲ χρόνον λιπαρὸν καὶ γῆρας ἐν ὄλβῳ. ἔμπαλι δ’ἐν τούτοις κατεναντίον ὡρονομοῦντος Ζηνὸς καὶ πολιοῖο Κρόνου δύνοντος ἔναντα, πρεσβυτέροις μὲν πότμος ἀδελφειοῖσι τελεῖται, εὐδαίμων δὲ φανεὶς πρόσθεν βροτὸς ὕστατα κάμνει. εὖτ’ἂν δ’ἀντέλλῃ Φαίνων, Πυρόεις δέτε δύνῃ, πενθαλέοισιν ἑὴν ἄλοχον τύμβοισι καλύψας χῆρον δηναιὸν κλαύσει κατὰ δώματα λέκτρον · τήνδε καὶ ἐν τροπικοῖς ζώοις θαμὰ τλήσετ’ἀνίην. εἰ δ’ἄρ’ἀνερχομένου Ἄρεος Φαίνων πάλι δύνῃ, δυστυχίην μάλα γεινομένοις φαίνουσι κατ’οἶκον. δυνούσης Παφίης δ’ὁπότ’ἂν Κρόνος ὡρονομήσῃ, οὐ μόνον αἰνόγαμοι καὶ δυσκλέες εἵνεχ’ὁμεύνων, ἀλλ’ἔτι καὶ πατέρες παίδων ἐς πάμπαν ἄπαιδες γίνονται · στείρας γὰρ ὠμοτόκους παρακοίτις ἐς θαλάμους εἴρυσσαν, ἰδ’αἴσχεα πολλὰ τελούσας · εἰ δὲ καὶ ἐν τροπικοῖσιν ἔοι ζώοις κατέναντα, οὐχὶ μόνον πιναραῖς ἀλόχοις γάμον ἐζεύξαντο, ἀλλ’αὐτοὶ πρήξεις κυθέρης ἀγάπησαν ἀθέσμους. εἴκελα δ’ἀντέλλουσα πάλιν τούτοις Κυθέρεια, πρὸς δύσιν ἐρχομένοιο Κρόνου χαλεποῦ μάλ’ἐόντος, μάχλοις πρεσβυτέραις καὶ δούλῃσι συνάπτει. εἰ δ’Ἑρμῆς δύνῃσι Κρόνου βεβαῶτος ἐφ’ὥρῃ πένθεα γεινομένοισι τελεῖ δειλοῖς ἐπὶ τέκνοις. ἔμπαλι δ’εἰ Στίλβων μὲν ἀνέρχοιτ’, αὐτὰρ δύνοι, νείκεα καὶ κρίσιας γραπτῶν χάριν ἠὲ μάλ’αἰνῶν ἔργων ἴσχουσιν, θωὴν δ’ἐπὶ τοῖσιν ἔτλησαν. Ζηνὸς δ’ὡρονομοῦντος, ἐπὴν Ἄρης πάλι δύνῃ, οὐχ ὁμαλὸν βίοτον δῶκαν · ποτὲ μὲν γὰρ ἄειραν ὑψοῦ, κυδαλίμουςτε καὶ ἀφνειοὺς μάλ’ἔθηκαν, ἄλλοτε δ’ἔσφηλαν κτεάνωντ’ἄπο πάμπαν ἄμερσαν, καὶ καμάτους βιότοιο χάριν μόχθουςτ’ἐπάγουσιν. ταῦτα δέ, κἢν δύνῃσι, πάλιν Ζεὺς ὡρονομοῦντος Ἄρεος ἐξετέλεσσεν ἐπὶ πλέον, οὕνεκα τῆμος δάκρυα καὶ στοναχὰς φθιμένοις ὤπασσ’ἐπὶ τέκνοις, καὶ δ’ἀλόχοις ἥρμοσσεν ἀεικελίαις, τέκν’ἀπ’ἄλλων ἤδη θρεψαμέναις, στέρξουσ’αὐτοὶ ἀνάγκῃ · πάντας δ’αὖτε κασιγνήτους φιλίης ἀπὸ πάτρης ἄλλον ἐπ’ἀλλοίης τηλοῦ γαίης ἐκέδασσεν · μόχθων δ’ἐς γῆρας προτέρων ἀνάπαυσιν ἔδωκεν. ἐκ περάτης δ’ἀνιὼν Φαέθων κατέναντα Κυθήρης ἐς δύσιν ἐρχομένης πολυόλβους τρισμάκαράςτε ῥέζει, καὶ μεγάλων ἀλόχων ἥρμοσσε γάμοισιν, ῥηιδίαις δ’ἐς κύπριν ἰδὲ ξυναῖς φιλότησιν · κτῆσιν δ’αὖτ’ἰδίην τοκέων ἄπ’ἄμετρον ἔδωκεν. μαρμαίρουσα δ’ἀπ’ἀντολίης ἐρατὴ Κυθέρεια δυόμενόντ’ἐσορῶσα πυρίγληνον Φαέθοντα ὄλβον κυδήεντα καὶ εὐκλέα φῆμιν ὄπασσεν, καὶ γάμου ἱμερόεντος ἐυφροσύνῃσιν ἰαίνει · τῆμος γὰρ σεμναίτ’ἄλοχοι τίουσίτ’ἀκοίτας. ἐξ ὥρης δ’ἐσορῶν Ζεὺς Ἑρμείην κατέναντα κοσμεῖ μὲν πλούτῳ μύθοισίτε καὶ σοφίῃσιν, ἀσχολίην δ’ὤπασσ’ἀφένους βασιληίου ἀμφίς, […] πολίων κλήρους καὶ κτήσιας ἀμφιέποντας. ὣς δ’αὕτως Ἑρμῆς ὥρης ὕπερ ὁλκὸν ἀμείβων τεύχει ἐπ’ὠκεανοῖο δύσιν Φαέθοντος ἰόντος εὐόλβους ἔργοιςτε καὶ εὐκτεάνοισι τραπέζαις. ὥρῃ δ’ἐμβεβαὼς Πυρόεις δυτικῷ παρεούσης Ἀφρογενοῦς κέντρῳ φθορέας λέκτρων ἀνέφηνεν ἀλλοτρίων, ἀλόχους δέτ’ὀπιπεύσαντες ἄγονται ἐξ εὐνῆς ἑτέρων · αἱ δ’αὐτοὺς οὔτι τίουσιν, ἀλλὰ πόθοιο κορεσσάμεναι μάχλουτε κυθήρης αὖθις ἐπ’ἄλλα μέλαθρα καὶ ἄλλους ἦλθον ὁμεύνους, πολλάκι δ’αὐτοχερὶ σφετέρων ποσίων ἐδάμησαν · ζώοις δ’ἐν τροπικοῖσι χερείονα τῶνδε τελοῦσιν. ταῦτα δὲ καὶ Παφίη τεύχει πάλιν ὡρονομοῦσα, εὖτ’ἂν Ἄρης δύνῃ, πλέοσιν δ’ἔτι καὶ συνοχῇσιν εἱρκτῇσίντ’ἐπέδησε γυναικείης ἕνεκ’ἄτης · ὅσσα δ’ἐπεκτήσαντο νέοι, τάδ’ὄλεσσαν ἅπαντα ἐς γῆρας, πενίῃ δὲ κακῇ ἄλληκτα μογεῦσιν. εὖτ’ἂν δ’Ἑρμείης μὲν ἐπείγητ’ἐς δύσιν ἐλθεῖν, ἐν δ’ὥρῃ Θοῦρος φλογὶ μαρμαίρῃ κατέναντα, ὀξεῖς ἔντε νόῳ καὶ μήδεσι θῆκεν ἀγητούς, ἐσθλούς δ’ἐν σοφίῃσιν, ἰδὲ δρηστῆρας ἐν ἔργοις. Ἑρμοῦ δ’ἀντέλλοντος ἐπὴν Ἄρης πάλι δύνῃ, δεινὸν σχῆμα τέτυκται, ἐπεὶ βιότῳ μὲν ἀνίας, ἐν δ’ἀγορῇ κρίσιας, θωήνθ’ἅμα νείκεσι πολλοῖς ἴσχουσι γραπτῶν ἕνεκεν · Μήνην δ’ἐσορῶντες καὶ δὲ καὶ Ἠέλιον μερόπων τεύχουσι φονῆας, αἰεὶ δ’ἔκπτωσιν βιότου τεύχουσι πρὸς οἴκους. ταῦτα δὲ καὶ δοιοῖς ἑτέροις τεύχουσιν ἐόντες ἀστέρες ἐν κέντροισιν, ὅσ’αὐτίκα δὴ κατέλεξα. ὅσσα δὲ καὶ βασιλῆες ἀγακλειτοὶ τελέουσιν Ἠέλιος Μήνητε, τάδ’αὐτίκα νῦν καταλέξω. ἢν ἀνίῃ περάτης Τιτάν, δύνῃ δὲ Σελήνη, μὲν ὕψι μέσον τέμνῃ πόλον, δ’ὑπόγειον κέντρον ἔχῃ, μάλα φῶτας ἀριγνώτους καὶ ἀγητοὺς ῥέζουσιν, ποτὲ δ’αὖ μεγάλους βασιλῆας ἔτευξαν, ἠὲ πάτρης προὔχοντας, ἐν δήμοισιν ἀρίστους. ὥς δὲ καὶ ἢν τάδε κέντρα μεταλλάξαντες ἔχωσιν. ἤδη καὶ σύγκρασιν ἀείσω μαρτυρίαςτε, ἠδ’ὅσ’ἐπαντέλλοντες ἀλλήλους ὁρόωντες ἀστέρες ἔρδουσιν · τὰ γὰρ ἀτρεκίην μάλα φαίνει. πάντα μὲν οὖν οὐκ ἄν τις ἑῷ φράσσαιτ’ἐνὶ θυμῷ, οὐ δ’ἐνέποι · τὰ γὰρ ἄσπετ’ἀπείριτάτ’ἐστὶ κατ’αἴθρην σχήματ’ἀμειβόντων ἄστρων πολύπλαγκτα κέλευθα · ὅσσα δ’ἐπιλέξωσι θεοί, τάδ’ἐγὼ σάφα λέξω. Ζηνὶ συνών Κρόνος αἰπὺς εἰσορόων τετράγωνος, ὅγε καὶ διάμετρος ἀπὸ πλευρῆςτε τριγώνου, δωρεῖται φιλίην βασιλήιον καὶ ἄναξιν εἰκελίων ἀνδρῶν, αὐτοὺς δ’ἄρα φῆμιν ἀρίστην ἴσχοντας τεύχει, κοσμεῖ δ’ὑπ’ἀπείρονι πλούτῳ καὶ μελάθροις ληίοιςτε βαθυκλήροισίτ’ἀρούραις, λείαις παντοίαιςτ’, ἀγέλαις δμωσίντ’ἀναρίθμοις · δῶκε καὶ εἰναλίην κτῆσιν νηῶν πολυφόρτων, καὶ πρήξεις ἀγαθάς, καὶ δ’αὖ μέγα κῦδος ἐπ’ἔργοις, καὶ λιπαρὸν γῆρας μέχρις ὑστατίου θανάτοιο. ἀλλ’Ἄρης τετράγωνος ἀντιπέρηθεν ἀθρήσας ψυχρότατον Κρόνον ὄντα κακὸς κακοῦ ἀντίον ἑστὼς καὶ ὁμοῦ βαίνων, δεινάςτ’ἄτας ἐπιβάλλει, καὶ πενίην δυσάλυκτον ἄγει δειλοῖσι βροτοῖσιν, ἔξοχα δ’εἴ γε σὺν Ἠελίῳ βεβαῶτες ὁρῷντο · τῆμος γὰρ πτωχοὶ πανδήμιοι ἰνδάλλονται ὀθνείῃσι θύρῃσιν ἐφεστηῶτες ἀνάγκῃ, καὶ ἐφημερίης δαίτης χάριν αἰνὰ μογεῦντες, ἄλληκτον καμάτοισιν ὀιζυροῖς φθινύθοντες. εἰ μὴ δ’εὐεργῶν τις ὁρῴη σχήματα ταῦτα, καὶ πότμῳ στυγερῷ ζωῆς ἐπὶ τέρμαθ’ἵκοιντο · ἤτοι ναυφθορίῃ γάρ, ἐν πελάγεσσιν ἐόντες ποταμῷ στυγερῷ, ζωῆς χάριν αἰνὰ μογεῦντες κύμασιν ἐρραίσθησαν, ἐν πολέμῳ κρυόεντι […] ὑπὸ ληιστῆρσιν ἐν χάρμῃ δορίληπτοι πέρνανται σφιγχθέντες ἀεικελίοις ὑπὸ δεσμοῖς, δηθάκι καὶ θήρεσσιν ἕλωρ καὶ κύρμα γένοντο, πότ’ἐν ἠερίοισιν ἄφνω κρημνοῖσιν ὄλοντο, βρόχον αἰπὺν ἀνῆψαν, ἐν πτώσει θαλάμοιο ὀστέα συνθλιφθέντες ἀίστως θυμὸν ὄλεσσαν. ὣς δὲ καὶ ἡμερίοις τὰ τελείεται, ἢν ὀλοῇσιν καὶ Μήνην σφετέρῃσιν ὑπ’ἀκτίνεσσι βάλωσιν. εἰ δ’ἄρα τοι γενέθλῃ μὲν ἀρήγοιεν κλυτοὶ ἄλλοι ἀστέρες, οἵ δ’ἄρα τοι μὴ φαίνοντες φορέοιντο, νείκεα καὶ κρίσιας θαμινὰς ἐπάγουσι βροτοῖσιν · ἢν δ’ἀγαθὸς κέντροιο κρατῇ, ὀλοὸς δ’ἀπόκεντρος, σχήματι συμφώνῳ καμάτων ἀπέλυσαν ἀπ’αἰνῶν. πρηϋτέρας δὲ τρίγωνοι ἀεὶ τελέουσιν ἀνίας. Ἠέλιον δ’ἐπιδερκόμενος τοίῃσιν ὑπ’αὐγαῖς καὶ νυκτιπόλον Φαίνων λιποφεγγέα Μήνην ἐκ τοκέων δμώων αὐτοὺς ἔρδει θεράποντας · πολλάκι δ’ὀφθαλμοῖσι σίνος λιποφεγγὲς ἔτευξεν, καὶ γονέας νούσοις ψυχμῷ καὶ βηχὶ χαλέπτει. Ἀφρογενεῖ δὲ συνὼν Φαίνων ἠδ’ἀντιπέρηθεν πρεσβυτέρας στείραςτ’ἀλόχους καὶ ἀεικέας αἰνῶς δῶκεν. καὶ τετράγωνος ἀεὶ χαλεπὸς κυθερείῃ · δεινοὺς γάρτε γάμους καὶ ἐυφροσύνης ἄτερ ἔρδει. λυγρὰ δ’ἄρ’ἥσσον’ἔδωκε τριγώνοις φέγγεσι λεύσσων. σχήμασι δ’οὔποτε τοῖσι δεδορκὼς Ἀφρογένειαν παρθενικὴν ἐπέτρεψεν ἅγειν ἐς δώματα νύμφην · δηθάκι δ’ἀσπέρμους αὐτούς καὶ ἄπαιδας ἔτευξεν. ἢν δ’ἄρα καὶ Πυρόεντ’ἐπιμάρτυρα τοῖσδ’ἐσαθρήσῃ, ὅγε καὶ Μήνην, εὐνούχους πάμπαν ἔθηκεν. Ἑρμείῃ δὲ συνὼν Φαίνων γλώσσης βλάβος ἔρδει, καὶ λαλιῆς ἐπέδησ’, ἤν περ μὴ φοίνιος Ἄρης σύμφωνος κατιδὼν λύσῃ κακοεργέα λώβην. καὶ δὲ δίκας τετράγωνος ἐὼν κρίσιάςτ’ἐπιπέμπει, καὶ πιναρὴν λασίηντε βροτοῖς ἐπεθρέψατο χαίτην. τὼς δ’ἄρα καὶ διάμετροι. ἀτὰρ χαίρουσι τρίγωνοι, σχήμασι δ’ἐν τούτοισιν ἀεὶ φιλομάντιας ἄνδρας καὶ βίβλων κρυφίμων μάλ’ἐφιεμένους τελέουσιν. Ζεὺς δ’Ἄρεϊ ξυνὴν μὲν ἰών ὁδὸν ἠὲ τρίγωνον ἡγεμόνας ῥέζει στρατιῆς νηῶντε καὶ ἵππων καὶ πεζῶν, ποτὲ δ’αὖ μεγάλους βασιλῆας ἔτευξεν, ἠὲ πάτρης προὔχοντας, ἐν δήμοισιν ἀρίστους. εἰ δ’ἄρα μὴ πάμπαν μοίρης ἀγαθῆς τετύχοιεν, ἀλλ’ἀστὴρ ἑτέρωθι νεμεσσήσῃ κακοεργός, καὶ ἀποκλίνωσιν ὑπ’αὐγὰς Ἠελίοιο, σὺν τοίοις ἄνδρεσσιν ἀεὶ στρωφῶνται, ὑπ’αὐτοῖς στεργόμενοι φιλίῃσιν, ὑπείροχον εὖχος ἔχοντες · πάντες δ’εὐκτέανοι καὶ ἀπείριτον ὄλβον ἔχουσιν. μείονα δ’ἐσθλὰ διδοῦσιν, ἐπὴν τετράγωνοι ἔωσιν. πάγχυ δ’ἀνωμαλίην βιότου διάμετροι ἐόντες ἀνθρώποις τεύχουσ’, ὁτὲ μὲν πενίην, ὁτὲ δ’ὄλβον πυκνὸν ἀμειβόμενοι, αἰεί γε μὲν ἄρκι’ἔνειμαν. σὺν Διὶ δ’Ἀφρογένεια βίῳ χαίροντας ἀμόχθως εὐπρήκτουςτε τίθησιν, ἐυφροσύναιςτε γάμοιο τερπομένους · τοὺς γάρτε φίλαι τίουσιν ὅμευνοι, ἐκ δ’ἄρα λιτοτέρων πολυόλβους αὐταὶ ἔθηκαν · καὶ δὲ καὶ εὐτεκνίη σφιν ἐνὶ μεγάροισιν ὀπηδεῖ. καὶ δ’ἄλλαις πρὸς Ζῆν’ἐπιμαρτυρίῃσι τάδ’ἔρδει. ἐσθλὸς καὶ Στίλβοντι συνὼν μεγάλου Διὸς ἀστήρ, σχήμασίτ’ἐν πάντεσσιν ὁρῶν θοὸν Ἑρμάωνα · τρισμάκαρας τεύχει γάρ, ἀεὶ βασιλήιον ὄλβον νωμῶντας, χρυσόντ’ἐθνέων ἄπο δασμολογοῦντας, κεκλομένουςτ’ἐπὶ τοῖσιν, ἀκουομένουςθ’ὑπὸ πολλῶν · οἱ δέτ’ἀριγνώτων ἀνδρῶν πλοῦτον διέπουσιν, οἱ δ’ἄρ’ἀπ’ἐμπορίης ἐσθλῆς βίοτον συνάγειραν, κέρδεα δὲ σφετέρων καμάτων ἅλις ἐκτήσαντο, ἄλλοι δ’αὖ κόσμων ἐπιίστορες διὰ γραπτῶν ἰδμοσύνης ἐρίτιμοι ἀγακληεῖςτ’ἐγένοντο, οἱ δ’ἄρα καὶ παίδων ἡγήτορες, ἐν σοφίῃτε πολλὸν ἀριπρεπέες μύθων ὑποφήτορες ἐσθλῶν. εἰ δ’ἄρα τούσδε Κρόνος μαλεραῖς ἀκτῖσιν ἀθρήσῃ, πρήξεσιν ἐν τοίῃσιν ὑποδρήσσοντας ἔθηκεν. εἰ δ’Ἄρης συνίῃσιν ὁμοῦ καλῇ Κυθερείῃ, ὑβρισταὶ λεχέωντε καὶ ἀλλοτρίων ὑμεναίων γίνονται, ἀναφανδὰ μάλ’ἐκτόλμως τάδε δρῶντες · καὶ δὲ σύνευνοι τῶνδε πολυκλινέες τελέθουσιν, ῥηιδίως φιλότηθ’ἑτέροις κυθέρης ὀρέγουσαι. εἴκελα καὶ δ’ἄλλαις ἐπιμαρτυρίαις τελέουσιν. εἰ δὲ καὶ Ἑρμείης ἐρατὸς σύν τοῖσδε φανείη, τῶν ἕνεκεν κρίσιέςτε μάχαιτ’ἀγορῇσι πέλονται · οἱ δὲ καὶ αἴσχρ’ἔτλησαν ἐν ἀλλοτρίοισι δόμοισιν ληφθέντες, φήμη δὲ κακὴ περιδέδρομεν αἰεί. ἢν δ’Ἑρμῇ τετράγωνος ἀντίος κατὰ χώρην τὴν αὐτὴν Θοῦρος τροχάῃ, μάλα λυγρὸς ἐτύχθη · νείκεα γὰρ γραπτῶν ἕνεκεν κρίσιάςτ’ἐπιπέμπει, καὶ δόμον ἐξαπίνης κενεὸν βιότου ἀνέφηνεν · δηθάκι καὶ δεσμοὺς ἐπάγουσ’ὀλοοῖσιν ἐπ’ἔργοις. ἀλλὰ τρίγωνοι ἐόντες ἐχέφρονας ἐκτελέουσιν καὶ πυκιναῖς πραπίδεσσιν ἐναίσιμα μητιόωντας. φαιδρὸς δ’Ἑρμείης καὶ πασιφαὴς Ἀφροδίτη ξυνὴν ἐξανύοντες ὁδὸν μάλ’ἄριστοι ἔασιν · ὄλβον μὲν πρώτιστα δόσαν, μετέπειτα δὲ μύθων πειθὼ καὶ φιλίην ἀγαθὴν τιμὴντ’ἐνὶ δήμοις · πρὸς δ’ἔτι παντοίης μούσης ἐπιίστορας ἄνδρας τεύχουσιν, μολπῇσίτ’ἀγαλλομένους καὶ ἀοιδῇ. […] εἰ δέ κε λεύσσωσιν Μήνην καὶ Ζῆνα φέριστον, καὶ στέφεσιν κύδηναν, ἀγακληεῖςτ’ἐνὶ λαοῖς ἐξαίτοις γεράεσσιν ἀέθλων εἵνεκ’ἔθηκαν. εἰ δ’ἔτι καὶ Πυρόεις τούτοις ἐπιμάρτυρος εἴη, γίνονται σταδίοισι παλαισμοσύνῃσίτ’ἄριστοι, πυγμαχίῃσίτ’ἀγασθενέες πληγῇσίτε χειρῶν, καὶ θαμιναῖς νίκῃσιν ἀγάλλονται κατ’ἀγῶνας. καλὴ καὶ Μήνη καὶ πανδερκὴς Ὑπερίων ἀλλήλους ὁρόωντες ἐναντίοι τετράγωνοι, […] ἔξοχα δ’αὖτε τρίγωνοι, ἐπεὶ τόδε πάμπαν ἄριστον σχῆμα πέλει φαύλοιςτε καὶ ἐσθλοῖς ἀστράσι πᾶσιν. εἰ δὲ καί, οἷς ἐπέοικεν, ἐνὶ ζώοισι φανείη ἄμφω φάεα καλά, τὸ δ’αὖ πολύ φέρτατόν ἐστιν. πάντων μὲν γὰρ ἄριστον ἐνὶ ζώοισι παρεῖναι ἄρσεσι μὲν Τιτῆν’, ἐν θηλυτέροισι δὲ Μήνην · προσφιλέες γὰρ ἀεὶ καὶ μείλιχοι ἐξεγένοντο, ἔργατε ῥηιδίως καὶ πρήξιας ἐξετέλεσσαν. εἰ δέτ’ἐν ἀρσενικοῖς ἄμφω κλυτὰ φέγγε’ὁρῷτο, ὠμούς, ἀστεμφεῖς, ἠδ’ἀτρέπτους ἐσίδοιο γεινομένους, οὐ δ’ὅσσον ὑπείκοντας νόῳ ἄλλοις. ὅσσοι δ’αὖ Μήνην μὲν ἐν ἄρσενι, θηλυτέρῳ δὲ ἴσχουσ’Ἠέλιον, τοῖσιν δ’ἄρα πρήξιες ἔργων ἄλλως ἐξανύονται ὡς φρεσὶν ᾗσι μενοίνων · αὐτοὶ δ’ἀπρόκοποι, πάμπαντ’ἐπαρίστεροι ἄνδρες. θήλεσι δ’ἐν ζώοις ἄμφω κλυτὰ φῶτα φανέντα δειλούς, πανταρβεῖς, ἑτέροις ὑποπεπτηῶτας […] θηλύτεροι πραπίσιν, βιότῳ δ’ἔνι πάμπαν ἄπρηκτοι, ἀλλοτρίης γαίης καὶ ἀλητύος ἱμείροντες. ἀλλὰ τόδ’ἔμπαλιν ἐσθλὸν ἔφυ κεδνῇσι γυναιξίν · πρηεῖαι γάρτ’εἰσὶ νόῳ, ποσίεσσίθ’ἑοῖσιν εἴκουσιν μάλα πειθόμεναι, στυγέουσίτε νεῖκος. εἰ δ’ἐπὶ θηλυτέρῃ γενέθλῃ δύο φῶτα φανείη ἄρσεσιν ἐν ζώοις, δ’αὖ μάλ’ἀγήνορι θυμῷ δεινήτε κρυερήτε πέλει πραπίδεσσίτ’ἄκαμπτος. ὁππότε δ’οὖν σελάων τοίοις ζώοισιν ἐπόντων καὶ Θοῦρος πυρόεις καὶ καλλίκομος Κυθέρεια ἄρσεσι δεικήλοισιν ἐπεμβεβαῶτες ὁρῷντο, καὶ ζῶον πρὸς τοῖς ἄρσεν πέλοι ὡρονόμοιο, ἧς φύσιος λήγουσι, παρὰ λεχέεσσι γυναικῶν κλινόμεναι φιλότητι, τάτ’ἀνέρες ἐκτελέουσιν. ἔμπαλι θηλυτέροισι δ’ὅτ’ἀνέρες ἐν ζώοισιν ἴσχωσ’Ἠέλιον καὶ νυκτεροφεγγέα Μήνην, θῆλυ δὲ καὶ ζῶον κατέχῃ Κυλλήνιος Ἑρμῆς, πάσχουσ’αἴσχεα πολλὰ γυναικῶν ἔργα τελοῦντες · δηθάκι καὶ σπορίμης αἰδοῦς ἀπὸ μήδε’ἔκειραν. τὼς μὲν ἄρ’αἰνὰ πέλει φύσιος βροτέης κατέναντα φῶτ’ἐνὶ δεικήλοισιν ἑὸν δρόμον ἐξανύοντα. ἀλλ’ἐπεὶ οὖν μοι θυμὸς ἐνὶ προτέροισιν ἀεῖσαι μήσατ’ἀναγκαῖον χρεῖος, σάφα νῦν καταλέξω, ὁππόθεν ἐν γενέθλῃσι χρεὼν ζωῆς χρόνου ἀρχὴν ἀνθρώποις φράζεσθ’ἠδ’ἔμπαλιν, ὁππόθι λήγει. οὐ μὲν δὴ πάντεσσιν ὁμῶς μερόπεσσιν ἔοικεν οἴης ἐκ χώρης ἐτέων λάζυσθαι ἀριθμόν · ἄλλη γάρθ’ἑτέρῃ γενέθλῃ ἄφεσις συνάρηρεν. ὅσσοις μὲν Τιτὰν ἠοῖ ἔνι γεινομένοισιν κέντρῳ ἐπεμβεβαὼς ἰνδάλλεται, ἐξ ἄρα κείνου μοίρης ἄρχεσθαι βιότου χρόνον ἐξαριθμοῦντας · νυκτερινῇ γενέθλῃ δὲ Σεληναίης ἀπὸ μοίρης. ὁππότε δ’ἂν κέντρων ἐκτὸς δύο φῶτ’ἀποκλινθῇ, ἠδ’ἄρ’ἐπὶ μοίρῃσι κατωφερέεσσι πόλοιο νίσσηται προθέοντα, τότ’ἀστέρος ἄρχεο κείνου, ὅς ῥάτε δεσπόζει γενέθλης μέγατε κράτος ἴσχει. εἰ δ’ἄρα κἀκεῖνον λεύσσοις κλινθέντ’ἀπὸ κέντρου, ἐξ ὥρης τότ’ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου. ζωῆς δ’αὖτ’ἀρχὴν εὖτ’ἂν διζήμενος εὕρῃς, δεικήλων σκέπτοιο χρόνους, ὁπόσοις περάτηθεν ἀντέλλει, κείνωντε περὶ μοιρῶν δεδάασθαι · τὼς γὰρ πλειώνων ἀριθμὸν μοίρῃσι φράσαιο, ὅσσους Μοῖρ’ἐπέδησε βροτῶν μογεροῦ βιότοιο. ἐν δὲ μέσαις μοίρῃσιν, ἐφ’αἷς ζωὴ νέμετ’ἀνδρῶν, ἐνδυκέως σκέπτοιο, μὴ ἀκτὶς τετράγωνος ἠὲ καταντιπέρην ὀλοοῦ Κρόνου Πυρόεντος, αὖ τοίγε συναντόμενοι ζωὴν διέκερσαν. νυκτὶ δὲ γεινομένους καὶ παμφεγγὴς Ὑπερίων δηθάκις ἀκτίνεσσιν ἑαῖς πνοιῆς ἀπάμερσεν. πᾶσαν δ’αὖτ’ἄφεσιν πλευρὴ τετράγωνος ὁρίζει · μήκιστον γὰρ τοῦτο βροτῶν τέλος εὔαδε Μοίραις.