οὐρανίων ἄστρων ἀτραπούς, πλάστιγγας Ἀνάγκης, ᾗσιν ἐφημερίων μερόπων γένος ἐκμεμέτρηται, Μοιράωντε κέλευθα βροτήσια, καὶ πλάνα φέγγη ἀπλανέωντ’αὐγὰς πυριλαμπέας ἐξονομήνω, ζωιδίωντε πόλοιο περίδρομον, ὃς κατὰ γαῖαν αἰθερίηντε κέλευθον ἐν ἡμιτμῆτι πορείῃ πλαγκτὰ διχαζόμενος διέπει θεομήστορα κόσμον ἐξ ἠοῦς ἐπὶ νύκτα καὶ ἀντολίης ἐπὶ δυσμάς. ταῦτα γὰρ ἐξ ἱερῶν ἀδύτων φύσις αἰθερόπλαγκτος ὀρθὰ τεκμαιρομένοισι διώρισεν ἀνδράσιν ἄστρα, οἷς πλαγκτὴ κόσμοιο βροτοκλώστειρα χορείη δόγματος ἐξ ἱεροῖο σαφῆ πρὸς ἔλεγχον ἰοῦσα, […] ἐξ οὗ μὲν καὶ ἐς οἷον ἀμείβεται εἶδος ἕκαστον. πρῶτα μὲν οὖν Τιτὰν παντὸς Κρόνος αἰθέρος ἄρχει, ἀστήρ, ὃν Φαίνοντα θεοὶ μέροπέςτε καλοῦσιν · οὗτος, ἐπὴν οἰκεῖα φανῇ κατὰ δώμαθ’ἑαυτοῦ γεινομένοις θνητοῖσιν ἐπίσκοπον εἰς βίου ὥρην, εὐκτεάνους δείκνυσι καὶ ὄλβου πλείονος ἄρχειν, εὐτυχέας ζωῇτε καὶ εἰς τέλος αἰὲν ἀμόχθους · ἔστι δ’ἐν οἰκείοισι τεταγμένα ταῦτα Κρόνοιο ζωίδι’, οἷστε φανεὶς τεύχει πολυχρήμονας ἄνδρας · Ὑδροχόος, ταμίης νεφελώδεος Οὐλύμποιο, Αἰγόκερως, γαίηςτε καὶ ὕδατος ἀμφίβιος θήρ, Κριὸς ὅτ’οὐρανίου κορυφῆς ὅρος, εἴαρος ἀρχή, καὶ Ζυγὸς αἰγλήεις πρὸς Σκορπίον αἰθερονωμῶν, τετραπόδηςτε Λέων, πολυάστερος ἔμπυρος οἶκος · οὗτοι ἀεὶ τεύχουσι βροτοὺς εὐδαίμονας ἔργοις. ἢν δέτ’ἀνοικείοισι τόποις κλυτοτέρμονος ὥρης φυομένοις θνητοῖς μέσον οὐρανὸν αἰθερολαμπῆ, ἢ κείνην ὥρην πανεπίσκοπον ἀμφιπολεύῃ, παμβλαβέας ῥέξειτε καὶ ἀκτεάνους καὶ ἀδόξους, ἐνδεέας ζωῆς καὶ ἐφημερίης βιότητος, καὶ πάσης λύμης ἐπιβήτορας οἰκτρομελάθρους τεύχει, καὶ λύπης καὶ ἀλημοσύνης μετέχοντας. Ζεὺς δ’ἐπὶ γεινομένοισιν ὅτ’ἂν κυδόσκοπον ὥρην εἰσλεύσσῃ φαέθοντι πυρὸς θερμοῖο σελασμῷ, ἢ μέσον οὐρανίης ἀτραποῦ δρόμῳ ἠέρα τέμνῃ, ἠδὲ κατ’οἰκείων προφανῇ δεσπόσμασι μοιρῶν, χρυσοστέπτορας ἄνδρας ἢ ἀρχιερῆας ἀυτεῖ ἔσσεσθαι, πολέμῳτε διιθυντῆρας ἀέθλων, ἠδὲ μεγιστᾶνάςτε καὶ ἀλλοτρίων κτεανισμῶν δεσποσύνους, οἷς τέκνα καὶ ὀλβίστη παράκοιτις εἰς ἀρετὴν νεύουσα πολὺ κλέος ἔσσεται οἴκου. ἡνίκα δ’ἂν πυρόεις Ἄρεος πυριλαμπέος ἀστὴρ ἐν καθέτῳ κόσμου μέσον οὐρανὸν ἀμφιπολεύῃ, τῆμος ὁ φύς ἔσεται μὲν ἐν ἡγεμόνεσσιν ἄριστος, φρουρητῆρα σίδηρον ἔχων, φυλακάςτε κρατούντων πίστιντ’ἀλκήεσσαν · ἐπὴν δ’εἰς τέρμα βίοιο μοιριδίου θανάτοιο μόλῃ πολυπήμονι πότμῳ, ἢ διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει σφονδυλόεντα τράχηλον ἐς ἰνίον ἀκροτομηθείς, ἤ διὰ φαρμακτοῖο δόλου νοσερὸν τέλος ἕξει. λαμπροφαὴς δ’ἀστὴρ ὁπότ’ἂν δύνουσι φαανθῇ ζωιδίοις, ὃν πάντες ἐπεφράσσαντ’Ἀφροδίτης φωσφόρον, ἐν τούτῳ δὲ γονὰς μερόπων τις ἐνέγκῃ, ἔσσεται ἀλλοτρίων λεχέων πανάθεσμος ἀατήρ, ὀρφνήεις, δολοεργός, ἀνέστιος, αἰσχεόμυθος, παμψέκτωρ, ἀδίδακτος, ἀεὶ δεδιδαγμένος αἰσχροῖς. ἢν δὲ Κύπρις μερόπων ὡροσκόπα φέγγεα λεύσσῃ, αἱμυλίους τεύχειτε καὶ εὐμούσους καὶ ἀμόχθους, ἔκτε γυναικείων χαρίτων λάμποντας ἐν ὄλβοις · τούτοις θηλειῶν πιστεύεται ὅρκια κρυπτά, οὗτοι προστήσονται ἐν ὀργιάδεσσιν ἑορταῖς, ἔνθα φυγαρσενίης μυστήρια τεύχετ’ἄπυστα · ἢν δ’ἐρατὴ μεσόωντα κατ’οὐρανὸν ἀνδράσιν ὀφθῇ, φράζει τοι βιοτὴν βαθυχρήμονα, χιλιάδαςτε ἀρχάς, καὶ δόξης ἀπλέτου κοσμήτορα κόμπον, τοίης δ’ἐκ τιμῆς πλούτου κυδήνορα κόσμον. στίλβων δ’Ἑρμείαο φανεὶς ἐπὶ τὴν δύσιν ἀστὴρ […] γεινομένων βρεφέων ὡροσκόπον ἢ κατὰ μέσσον οὐρανόν, ἔκτε λόγων τεύχει προκοπήν τινα θνητοῖς, καὶ καλαμογραφίης, καὶ ὅσ’εἰς μοῦσαν πεπόνηται · τούτῳ δ’ὁππότ’Ἄρηος ἔῃ ἰσόμοιρος ἀταρπός, ἢ διαμετρήσῃ φάεσιν φάος ἀντικέλευθον, πλαστογράφους, χειρῶν μιμήτορας ἀλλοτυπώτων παμβλαβέας τεύχειτε καὶ ὠχρήεντας ἰδέσθαι. ἀμφίκερως Μήνη δ’ὁπότ’ἄν βιοτέρμονος ὥρης φωτὶ Σεληναίῳ κρατέῃ σκολιωπὰ περῶσα, τῇ δ’Ἄρης ἰσόμοιρα δι’αἰθέρος ἀκροπολεύῃ, τηνίκα τοι θεόληπτος ὁ φὺς ἐν σχήματι τοίῳ γίνεται, ἔκπληκτόςτε, σεληνάζωντε νόοιο, καὶ μανίης ἀνάμεστος · ἐπὴν κατὰ γῆς δὲ φέρηται, δυστυχίῃτ’ἐπίφοιτος ἰδ’ἐν σινέεσσι πεπληθώς · ἢν δὲ μετ’ἀντολίην μέσον οὐρανὸν ἀμφιθοάζῃ, παμπλούτουςτε τίθησι καὶ ἐντρυφέας καὶ ἐπόλβους, θηλυνόους δὲ τρόποισι καὶ εὐτρέπτους καὶ ἀπρήκτους · δύνοντος δ’ἄστροιο Σεληναίης ὁ λοχευθεὶς ἔσσεται ἐμπορίης ἐμπείραμος, ἔργατε πλαγκτὰ ναυκλήρου βιοτήνθ’αἱρήσεται, ἐν ξενίῃτε τὸ πλεῖστον ζωῆςτε διευθύνων βιοτεύσει — πουλυπλανὴς γὰρ ἕλιξ Μήνης κερατώπιδος αἰεὶ λοξὰ ταλαντεύουσα — μένει δ’ἀντλούμενος ὄλβῳ. Ἠελίου δ’ἀκάμαντος ἐπὴν πυριμάρμαρος ἀστὴρ εἰς μέσον οὐρανίης προφανῇ πυριλαμπέος αἴθρης, ἢ γονίμῃ ὥρῃ πανεπίσκοπα φέγγεα βάλλῃ, Τοξότεω κατὰ χῶρον ἰδ’εὐστέρνοιο Λέοντος Κριοῦτ’εὐκεράοιο, καὶ ἐν Διδύμοισι φαανθείς, ζωιδίοις ἰδίοισιν, ἐς ἡγεμονηίδας ἀρχὰς ἵξεσθαι καὶ σκῆπτρα βροτοῖς βασιλήια φράζει, πλοῦτόντ’ὀλβήεντα δόμουςτ’εὐδαίμονας ἔρδει · ἐκτὸς δ’οἰκείων μοιρῶν γενέθλῃσιν ἐφεστὼς πλουτοτόκος κτῆσιν μὲν ἄγαν πολυχρήμονα τεύχει καὶ βιοτὴν πλήθουσαν ἀλύπητόντε δίαιταν, ἀρχὰς δ’οὐκ ἄξει βασιληίδας οὐ δὲ θρονισμούς, ἡσυχίῃ δ’ἀφανεῖς σκήπτρων δίχα τούσδε φυλάσσει, ἀβλαβέαςτ’, οἴκωντε διευθυντῆρας ἐν ὄλβῳ. ὧδε μὲν ἀπλανέωντε πλανητάωντε κέλευθα ῥομβηδὸν περὶ κόσμον ἁματροχιῇ πεφόρηται. ἄλλα δέ τοι λέξω πάλι σήματα θεῖα γενέθλης. ἡνίκ’ἂν ὡράων πανεπίσκοπα φέγγεα Μήνης φυομένοις μερόπεσσιν ἀν’οὐρανὸν αὐγάζηται, ἀστὴρ δ’εἰς δυσμὰς Ἄρεος πυριλαμπέος ἔλθῃ, ἐνσινέαςτε τίθησι βροτούς, ἀβίους, ἀμελάθρους, καὶ λιτῆς πενίης χερνήτορας, ἀκτεάνουςτε · πολλάκι καὶ θανάτῳ κακομήχανος ὤλεσε δεινῷ. ἤν δέτ’ἀνοικείοισι τόποις ὡροσκόπον Ἄρης φέγγος ἐπιτρέψῃ γονίμην ἐπὶ γαστέρα θνητῶν, χωλόποδας τεύχειτε καὶ ἀσθενέας καὶ ἀώρους, νῶτάτε κυρτιόωντας, ἰδὲ ψευστῆρας ἀθέσμους, καὶ παναγεῖς, ὄλβουτε ποθήτορας ἀλλοτρίοιο · ἢν δ’ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦσ’Ἀφροδίτη ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις, ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανόςτε σιδήρου, ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνοις. ὁππότε δ’ἂν σκοπιὴν ὡροσκόπον ὠδίνεσσιν Ἑρμείας κατάγῃ, τῷ δ’ᾖ Κυθέρη ἐπίφοιτος, δὴ τότε ῥήτορας ἄνδρας ἰδ’ἐν σοφίῃσι κρατίστους ἔσσεσθαι δείκνυσι, καὶ ἀστρολόγους θεοφήμους, ἔντε γεωμετρίῃσι καὶ ἐν τελετῇσιν ἀρίστους, ἔντε λιθογλυφίῃσι θεῶν νηῶντε θεμέθλοις. Ζεὺς δ’ὑπερορμαίνων φοράδην ὑπὲρ ἀστέρα πατρὸς ἡνίκ’ἂν ἐν καθέτῳ κόσμου μέσον ἀμφιπολεύῃ οὐρανὸν ἐν καθύγρῳ […] ζωιδίῳ, τῆμος δὲ γονὰς μερόπων τις ἐνέγκῃ, ἔσσεται ἐμπορικοῦ πλοίου φορτοστόλος ἴδρις, ναυκλήρου τέχναςθ’αἱρήσεται, ἐν χρέεσίντε ἥμερον ὠνητοῖσι βιώσεται, ἐργασίηντε κοινωνὸν πολλῶν συστήσεται, ἄστατα δ’αὐτῷ ἐν θαλάμῳ νυμφεῖα γενήσεται ἔντε γυναιξίν. Ἑρμῆς δ’οἰκείως ὁπότ’ἂν κατὰ κύκλα φαανθῇ, μαρτυρίη δὲ Κρόνοιο κατ’αἰθέρα τῷδε πελάζῃ, ἑρμηνεῖςτε τίθησι καὶ ἀστρολόγους τότε θνητούς, χρήματα δ’ἐν χείρεσσι καὶ ὄλβου πρήξιας οἴσει οὐ μόνον ἀλλοτρίων κτεάνων, ἰδίων δὲ μάλιστα προστῆναι, γαίηςτε τεμεῖν καρπὸν περὶ νῶτα. ἤν δὲ Σεληναίης ἑλικοδρόμος ἄστατος ἀστὴρ Ἑρμείαν σύμφωνον ἔχῃ κατὰ κόσμου ἀταρπόν, καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθοντι, ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος ἐργοπόνους δείκνυσι, καὶ ἐν πραπίδεσσιν ἀρίστους ἔσσεσθαι, θριγκῶντε καὶ εὐτοίχων κανονισμῶν κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας. Ἄρης δ’αἰγλήεις ὅτ’ἂν αὐγῶν Ἠελίοιο νέρθε φανῇ Μήνηςτε, λοχευομένοισι βροτοῖσιν πήρωσιν στονόεσσαν ἐν ὀφθαλμοῖσι τίθησιν ἔσσεσθαι κενεοῖσι καὶ ἀμβλυόεσσαν ὁμίχλην. Ἑρμείας δ’οἰκεῖα τυχών κατὰ δώμαθ’ἑαυτοῦ ἰητῆρα τίθησι βροτῶν, Παιώνιον ἄνδρα, εἴσεσθαι μάλα δεινὰ καὶ εἰς πανάκειαν ἑτοῖμα, ἔντε λογιστονόμοισιν ἀεὶ πολυπρήκτορας ἔργοις. Ζεὺς δ’ὅτ’ἂν Ἑρμείᾳ προσμάρτυρα φέγγεα βάλλῃ, πουλυπλανεῖς ξενίης φαίνει μερόπεσσι κελεύθους ἵξεσθαι, καὶ λέκτρα γυναικῶν ἥσσονα πολλῷ θηρήσειν παρὰ κῦδος ἀνάξια θηλυμανοῦντας. ταῦτα μὲν ὡράων σκεπτήρια · νῦν δέ με χρειὼ ἀκτινηβολίας ὁρίωντ’αἰθωπὰ κέλευθα δωδεκατημορίωντ’ἄστρων κυκλόεσσαν ἐνισπεῖν Ζωδιακήν, ἐξ ὧν γενεαὶ τέχναιτε βροτοῖσιν κλωστὴν ἐκπληροῦσι βίου θνητοῖο πορείην. πρῶτα μὲν οὖν Στίλβων, φανερὸς θεός, ἡνίκα καὶ Ζεὺς εἰς ἀκτῖνα βλέπῃ Ἄρεος φαέθοντι σελασμῷ, ἠὲ κατ’οἰκείων ὁρίων πυριλαμπέος ὀφθῇ Ἄρεος, ἀθλητῆρας ἀελλόποδάςτε προφαίνει στερροτάτουςτ’ἔσσεσθαι, ἰδ’ἐν νίκαις ἱερῇσιν στέμματα μυριόδοξα καὶ εὐδοκιμοῦντας ἐν ἄθλοις […]. ἄμφω δ’ἤν τούτοισι Κρόνου προσμάρτυρος ἀστὴρ εἰν ἰδίοις ὁρίοις φαινώπιδα τάξιν ἐπίσχῃ, ἀστεφάνους τεύχει μέν, ἀλειπτῆρας δὲ κρατίστους παιδοτρίβας δείκνυσι διδασκαλίηςτε παρέδρους. ἤν δὲ καὶ ἀφρογενοῦς Κύπριδος θοὸν ἀστέρα βάλλῃ ἀκτὶς Ἑρμάωνος, ἐναλλάγδηντε γένωνται εἰς ἰδίων ὁρίων ἄμφω τρίβον αἰθερόπλαγκτον, κωμῳδοὺς λυρικῶντε μελῶν μελπήτορας ἄνδρας δείκνυσιν, μαχλικῶντε λόγων θρασυγλωσσέας ᾠδούς, ναβλιστοκτυπέαςτε χοροῖς, κιθάρηςτε μελουργούς, ὀρχηθμῶν ἴδριάςτε καὶ ἐν θυμέλαις προφέροντας. ἡνίκα δ’ἂν Κρονικοῦ σέλας ἀστέρος Ἄρεος αἴγλην πορφυρέαις ἀκτῖσι καταντίπερ’αἰγλοβολήσῃ, δισσάτ’ἐν ἀλλαγμοῖσι φανῇ σελαγίσματα τῶνδε ὧν ὁρίων, τεύχει θρηνήτορας ἄνδρας ἀσέμνους, κεδροχαρεῖς, σορόεργα τέχνης κανονίσματ’ἔχοντας, νεκροτάφους, κλαυστῆρας ἀποφθιμένων, νεκρονώμας. ἤν Πυρόεις δύνῃ Φαίνοντι συνών ἐπίκεντρος, Ἑρμείας δ’ἰσόμοιρος ἐπ’ἀμφοτέροισι φαανθῇ, εἰν ὁρίοις καὶ κέντρῳ ἐπὴν ἴσχωσι Σελήνην, ἀνδροφόνους δρῶσιν, ληίστορας, ἐμπεδολώβας, κέρδεος ἐχθροτάτου θηρήτορας, οἳ βασανηδὸν στρεβλὰ κολαζόμενοι σκολοπηίδα μοῖραν ὁρῶσιν πικροτάτοις κέντροισι προσαρτηθέντες ἐν ἥλοις, οἰωνῶν κακὰ δεῖπνα, κυνῶνθ’ἑλκύσματα δεινά. Ζῆνα δ’ὅτ’ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς Ἑρμείου, μίγδηντε διαλλάξωσιν ὁρισμούς, ῥητορικῆς φαίνουσι τέχνης σοφίηςτε κρατίστους ζηλωτὰς σκολιῶντε λόγων, νεότητάτε λαμπρὴν […] γραμματικήντ’ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας. στίλβων δ’Ἑρμάωνος ὅτ’ἄν Κυλληνίου ἀστὴρ φωσφόρον ἀκτίνεσσι βάλῃ Κυθερηίδος αἴγλης, τάςτ’αὐγὰς ἐπέχοντες ἐν οὐρανῷ ἀστερόεντι δωδεκατημορίων σχῶσιν βάσιν εἵλικα, θνητοὺς γαιομέτρας δείκνυσι μαθηματικούςτε φανεῖσθαι, ἀστρολόγους, μαγικούςτε θύτας, ἰδὲ μάντιας ἐσθλούς, οἰωνοσκοπικούςτε, σαφεῖςθ’ὑδρομάντιας ἔρξεν, οἷς λεκανοσκοπίη πιστεύεται ἢ νεκυϊσμός. Κυπρογενὴς δ’ἀκτῖνας ἐς ἠέρα πυρσοβολοῦσα ἄμμιγα φωτὶ Κρόνου τεύχει μεροπήια ἔργα δοῦλα θεῶν ἱερῶντε νεωκόρα λυσσομανοῦντα, νοῦντε σεληνάζοντα προφητάζοντάτε θνητοῖς. Ἠέλιον δ’ἀκτῖσιν Ἄρης πυριλαμπέσι βάλλων, Μήνης ὁρμώσης μίγα Κύπριδι κοινὰ σὺν αὐτοῖς, θηλυτέρους, γονίμων μηδέων ἀπαμήτορας ἄνδρας γαλλομανεῖςτ’ἔσσεσθαι ἀγυρτῆράςτε προφαίνει, καὶ πολυπλαγκτοσύνης ἐπιβήτορας οἰκτροκελεύθους δυστυχέας, καμάτουτε κακοῦ διαδέκτορας αἰεί. ἢν δὲ Σεληναίην ἑλικάστερον αἰθροβολήσῃ ἀκτῖσι χρυσέῃσι φιλομμειδὴς Ἀφροδίτη, ἢ κοινῶς ἐπὶ τα- ταὐτὸ πόλου διὰ κύκλα περῶσιν δωδεκατημορίοισι, προφήτορας ἱερολάμπρους ἀνέρας ἐμφαίνουσι, καὶ ἐν τελετῇσιν ἀρίστους μυστιπόλους ῥεκτῆρας ἰδ’ὀργιόωντας ἔσεσθαι. Ἄρης δ’Ἑρμείαν διὰ λαμπάδος ἀντία βάλλων, ἢ δρόμον εἰς ἰσόμοιρον ἰὼν μετὰ τοῦδε σελασμοῦ, σωματοφρουρητῆρας ἰδ’ἔμπαλι σωματοφόρβους, πλαστογράφους τεύχειτε καὶ ἐν ψεύσταις προφέροντας, καὶ θεολωβήτας, κακοεργέας, ἀφθιτομίσους καὶ κατονειδιστῆρας ἐν ἀλλοτρίῃσι βλάβῃσιν, ψέκτας ἀνθρώπων διαβλήτορας, οἷς τὸ τεχνασθὲν εἰς ἀπάτην δολόεσσαν ἀληθείης πέλας ἥξει. ἡνίκα δ’ἂν σὺν τοῖσι καὶ Οὐρανίδης Κρόνος ὀφθῇ ζωιδίῳ, βαίνωντε κατ’αἰθέρα φαίνοπι ῥόμβῳ ἢ κατὰ Τοξότεω βάλλῃ σελάγισμα μέλαθρον, ἠὲ κατ’ἰχθυόεντα βορειοτάτηντε χορείην, ἔνθατε Παρθένος ἐστὶ περὶ Πλάστιγγα Λέωντε, ἰχθυοθηρευτάςτε καὶ ἰξοβόλους δολοεργούς, τοξελκεῖςτε τίθησι, καὶ ὀρνίθων τροφοποιούς, θηροδιδασκαλίηςτ’ἐπιβήτορας ἱμεροέσσης, οἷς ἀγρίη γενεὴ τιθασῷ πρηύνετ’ἀγωγῇ, κτηνῶν δ’ἀγρονόμων σημάντορας ἐμβασικοίτους · τούτων οὐκ ἀτυχὴς μὲν ἔφυ βίος, ἀλλ’ἐπίμοχθος. αἰπυπλανὴς δὲ Κρόνος Μήνης ἀκτῖσι πελάζων δωδεκατημορίοισιν ἐν ἀλλαγμοῖσιν ἑαυτῶν ἀχθοφόρους ὑδρέαςτε καθαρτῆράςτε κελεύθων ἀμφοδικῶν, οἰκτρούςτ’ἀμαρησκαπτῆρας ἔσεσθαι ἀγγέλλει, λουτρῶντε καθαρτῆρας βαλανείων, ἔντε παραγχυσίῃσι μέλη μωλυτὰ καθέψει καὶ πτηνοῖσιν ἄβρωτα καὶ ἀρνοφάγοισι λύκοισιν · πρὸς δ’ἔτι φύσονται τούτοις καρποσπόροι ἄνδρες, ληνῶν ἀντλητῆρες, ἐν ὕδατι γηράσκοντες, ἀρδευταὶ φορβῆς, λαχανηφόροι, ἠδ’ἐπίμοχθοι ὀνθολόγοι, γαίηςτε μεταλλευταὶ καὶ ὑπουργοὶ δυσπονίης, οἷς λᾶες ἀπ’οὔρεος ἀκροτομοῦνται, χαλκὸς κασσίτερόςτε κελαινόχροοςτε σίδηρος, πάνταθ’ἅτ’ἐκ γαίης μερόπων ἐπίνοια ματεύει. ἢν δ’ἀκτὶς Κρονικὴ κορυφὴν ἐπ’Ἀρήιον ἔλθῃ, φεγγοβολῶν ὀπτῆρα κακὸς κακόν, αἰγλάζοντες ἔνθ’ὁρίοις ἰδίοισι δυωδεκατημορίοιςτε συμμίγδην ἐπιβῶσι τριγωνίζοντι σελασμῷ, γαστροτόμους, νεκρῶντε ταριχευτῆρας ἀπηνεῖς ἔσσεσθαι φαίνουσι, κακεμπορίηςτε ματευτάς, καὶ μυσαροὺς σηπτοῖσι τεχνάσμασι σηπεύοντας […] ἔνθα δυσοσμίητε καὶ οἰκτρότατ’ἔργα τελεῖται. Ἠέλιος δ’ἀκάμας ὅτ’ἂν ἀθρῇ τὸν πυρόεντα ἀστέρ’Ἐνυαλίοιο, θοαῖς ἀκτῖσι βολαυγῶν, ζωιδίων τετράγωνον ἀν’οὐρανόεσσαν ἀταρπὸν ἀμφίκερω Ταύροιο καὶ αἰθοτόκοιο Λέοντος Κριοῦτ’εἰαρόεντος ἐπ’ὠδίνεσσι βροτείαις, ἰσχυρῶν ἔργων τεύχει πονοπαίκτορας ἄνδρας, ὀχλοχαρεῖς, φιλόμοχθα θεατρομανοῦντας, ἴχνεσσιν αἰθροβάτας, πηκτοῖσι πεταυριστῆρας ἐν ἄκροις, αἰθέρι καὶ γαίῃ μεμετρημένα ἔργα τελοῦντας, μιμοβίους, χλεύηςτ’ἐπιβήτορας, ὑβριγέλωτας, ἐν ξείνῃ γήρως ἐπιβήτορας, ὀθνιοτύμβους, ὄρνεα γῆς, πόλιος πάσης ἀπόλιστα γένεθλα, μωρόφρονας, λιτούς, ἀσχήμονας, αἰσχρογέλωτας, κρατοπλαγεῖς, ἀχίτωνας, ἀεὶ κορυφῇσι φαλακρούς, ὧν ὁ βίος χλεύῃ τέχνην ἀπεμάξαθ’ἑτοίμην. ἢν δὲ σὺν Ἠελίῳτε καὶ Ἄρεϊ καὶ Κύπρις ὀφθῇ, σχοινοβάτας τεύχει, καλοβάμονας, ὑψόθεν εἰς γῆν γειτονίῃ θανάτοιο καταρριπτοῦντας ἑαυτούς, ὧν ὁ πόρος μόρος ἐστίν, ἐπὴν εἰς σφάλματα νεύσῃ. τούτοις δ’ἄμμιγα πᾶσι Κρόνου συναλώμενος ἀστὴρ τειχοδόμουςτε τίθησι, καὶ εὐτόλμους κεραμουργοὺς πηλαίης πλίνθουτε καὶ εὐτοίχων κανονισμῶν θριγκῶντ’εὐθυντῆρας, ἀεὶ καμάτοισι συνήθεις. ἢν δ’ἰσόμοιρα κέλευθα Κυθηριὰς Ἄρεϊ βαίνῃ, ἠὲ τρίγωνος ἐοῦσα κατ’ἔμβασιν ἢ τετράγωνος, ἢ διαμετρήσῃ φάος ἄπλετον ἀστέρι κείνῳ, ἄμφω δ’αὖτε τὸν αὐτὸν ἅμα θρώσκωσι τυχόντες δωδεκατημορίων ἑλικὸν δρόμον αἰθροδόνητον, τηνίκα τοὺς τεχθέντας ἀναγγέλλουσιν ἔσεσθαι ζωροπότας οἴνου, μεθυχάρμονας, εἰλαπινουργούς, δαιτυμόνας θιάσοισιν ἀεικώμους, ἀκολάστους, ἤματα νύκτας ἄγοντας ὕπνῳ μετακοσμηθέντα · πρὸς τούτοις δ’ἔτι πουλὺ κακώτερα βλαστήσουσιν, πλαστοκόμαι, νομίμων λεχέων κλεπτῆρες ἄθεσμοι, μοιχευταὶ μυρόεντες ἀεί, νεομορφοτύπωτοι, μάστροπάτ’ἔργα τελοῦντες, ἀεὶ κακίῃσι γυναικῶν σύμβουλοι, δόλιοι, κακομήτορες, αἰσχροδιδάκται, ἴδμονες ὧν ἄλοχοι θαλάμους πωλοῦσι συνεύνων. ὁππότε δ’ἄν τούτοισι Κρόνου βλαβεραυγέος ἀστὴρ συννεύῃ κατὰ χῶρον ἀνοικείοισι κελεύθοις, παμπαθέας, στομάτεσσιν ὀπυιομένους, γονοπώτας, μήδεα μασθὸν ἔχοντας, ἀναστροφίῃτ’ἐφυβρίστους ἐκφαίνει φύσεσθαι, ἑταιροτρόφουςτε γόητας, πορνοσύνης ἀκρατοῦς σημάντορας, αἰσχεοκερδεῖς, ἔχθιστον μυσαρὸν μεμαχλευμένον ἦτορ ἔχοντας, παμψέκτους, ἀπόφωλα βίου μυσαρωπὰ γένεθλα. φαινούσαις δ’ἀκτῖσιν ὅτ’ἂν Κρόνος εἰς Ἀφροδίτην λαμπάζῃ, σελάεσσι φλογὸς βαρυβάμονος ὁλκῷ, Ἄρης δ’αἰθαλόεις παρέῃ σὺν τοῖσι διωγμοῖς, βυρσοτόμους τεύχει, δοροεργέας, ἔντε καθέδραις σκυτείῃ τέχνῃ μεμελημένα δαιδάλλοντας, θηλυλάλους, ῥώπουτε γυναικῶν ἴδριας αἰεί, τεκτοσύνηςτ’ἄρχοντας, ἰδ’ἐν ναυπηγέσι τέχναις καγκανέης ὕλης πελεκήτορας εὐξυλοεργούς, λαοτόμουςτε πέτρης σκληρώδεος, ἐγρεσιοίκους, ἠδὲ λιθοψώκτῳ καμάτῳ βίον ἰθύνοντας. τούτοις δ’Ἑρμάων ἐπὶ τέρμονας ἡνίκ’ἂν ἔλθῃ οἰκείως, εὔσχημον ἔχων φάος Ἄρεος ἄστρῳ, πρηκτῆρας δείκνυσι τελωνητάςτε βιαίους φύσεσθαι, δεινούςτε χρεάρπαγας ἐργολάβουςτε, ἔνθεν ἐπήρειαίτε καὶ ἐκδύσιες τελέθουσιν, ψευδοκατηγορίαιτε κατηγορίηςτε τεχνασμοί. μαρμαρυγὴν δ’ἀκτῖνος ὅτ’ἂν σελαηφόρος Ἑρμῆς ἀμφὶ Σεληναίης σκολιὸν λαβύρινθον ὀρίνῃ, ἠὲ πέλῃ κατὰ τα- ταὐτὸν ἐπ’αὐταῖς λαμπάσι Μήνης δωδεκατημορίων, ἀντώπια φέγγεα κόσμου, ἀγραυλοὺς δείκνυσι κυνηγητῆρας ἔσεσθαι ἄρκυσι καὶ σταλίκεσσιν ἐυσταθέεσσι μέλοντας, αἰθροτόκουτε γονῆς ἐπιβήτορας ἰξευτῆρας, ἐνδεέαςτε τίθησι τροφῆς κάμνοντας ἐπ’ἔργοις · ἢν δὲ καὶ οἰκείων ὁρίων ψαύσωσιν ἅμ’ἄμφω, ὑλογράφους ἄνδρας, κηραγγέας, ὁλκαδοχρίστας, ζωοτύπους, μακάρων ἀποπλάστορας, εἰκονομόρφους θήσονται, μεθόδῳτε λινοστολίης προφέροντας, πευκῆέντε λίπασμα συνασκοῦντας σὺν ἐλαίῳ, μόχθον πισσήεντα πονήσοντας παλάμῃσιν. ἀκτὶς δ’αἰγλήεσσα Σεληναίης Ἀφροδίτην φωτὶ νέῳ βάλλουσα καὶ Ἄρεϊ μαρτυρέουσα, ἀλλοτρίων θαλάμων φαίνει ληίστορας ἄνδρας ἔσσεσθαι, μοιχευτὰ λέχη μελάθροισιν ἔχοντας · θῆλυ δ’ἐὸν τὸ πεφυκὸς ἐν ἤματι τοῦδε σελασμοῦ πάγκοινον κέρδος θηρήσεται ἀνδράσι μιχθέν, ἔκτε χαμαιτυπίης ἕξει βίον εὔπορον αἰεί. Ἑρμείου δ’ἀκτῖνες ἐπὴν Κρόνον ἀκροβολῶσιν, Ἄρεάτ’ἐγρεκύδοιμον ἐπὴν ἐφορῶσ’ἐπὶ τούτῳ, ὃς δὲ Διωναίης Κύπριδος θοὸν ἀστέρα βάλλῃ, τηνίκα δὴ μαχλάδας τεύχει παντοῖα μιγείσας, καὶ πόρνας, τριβάδαςτ’ἀνδρόστροφα ἔργα τελούσας. ἢν δ’ἰσόμοιρα φανῇ Κυθερηιὰς Ἑρμάωνι, ἄνδρεσσι ξείνοισι καὶ ἀλλοδαποῖσι μιγεῖσαι δεσποτίδες μεγάλωντε βίων μελάθρωντε φανοῦνται. τὸν συνετὸν κατιδών διὰ τετράδος ὄβριμος Ἄρης οὐκ ἀγαθὸν τελέσει, βλαβερὸν δ’ἐπὶ πᾶσιν ὀρίνει, σκυλμοὺς ὑπνοφανεῖς, φαντάσματάτ’ἠδ’ἐπαγωγάς · καὶ διεγείρονται νεκύων θάμβησιν ἔχοντες. αἰθαλόεις δ’ἀστὴρ Ἄρεως ἀκτῖσι Σελήνην φεγγοβολῶν ἰσόμοιρα κατ’Οὐλύμποιο κέλευθα ἀκροτάτοις κέντροισι, πρὸς ἐκθεσίην ἀτίθηνον θηλυτέρων βρεφέωντε καὶ ἀρσενικῶν βίον ἕλκει · οὐ μὴν εἰς θάνατόν γε πορεύσεται ἔκθεσις ἥδε, ἀρνυμέναις δὲ γυναιξὶ τροφοῖςθ’ὑποβάλλετ’ὀθνείαις · κα- κἢν μὲν ἐπισκοπέῃ γενέθλην Κρόνος, εἰς ζυγὸν ἥξει λατρείης πονόεντα · Διὸς δ’ἐπιδερκομένοιο, ἦμαρ ἐλευθερίης ἕξει ποιητὸς ὀθνείων, συληθεὶς γονέων, οὐ γνήσιος ἐν μεγάροισιν, σὺν δὲ διωνυμίῃτε καὶ ἐν διποληίδι φήμῃ ζήσεται ἀλλοτρίων γονέων, οὐχ ὧνπερ ἔβλαστεν, χρήμασι καὶ στοργαῖς καὶ παιδοσύνῃσιν ὀθνείων. αὐτὰρ ἐπήν γε Κρόνος Μήνῃ ἰσόμοιρος ὑπάρχῃ, ἢ διάμετρα φανῇ πλαγκτῷ κόσμοιο πορείῃ πάμπαν ἐς ἐκθεσίην βρεφέων γένος ἔσσυτ’ἐκείνων, ὧν γένεσις πρὸς μητρὸς ἐλέγχεται ἀνδράσι δούλη, ἐκ γενέτου δὲ πέφυκεν ἐλεύθερα δεσποσυνάων. ἢν δὲ Κύπρις τούτοις προσμαρτυρέουσα γένηται, ἥσσονες ἐκ πατέρων μητρὸς θαλέθουσι λοχείαις. ἦμος δ’Ἑρμείας Ζηνὸς φαέεσσ’ἰσόμοιρον ὁρμήσῃ, τῆμος μὲν ὁ φυόμενος θηητῶν σεμνοτάτων γονέων ὀφθήσεται, οὗ πατρὶ μήτηρ παρθένος εἰς θαλάμους ζευχθήσεται ἀνδρὸς ἄπειρος, ἔσσεται ἐν γενέθλῃσι φάος σπανάδελφον ἐσαθρῶν. σχῆμα δ’Ἄρευς ἐπὶ τοῖσιν ὅτ’ἄν πυριμάρμαρος ἀστὴρ Κύπριδι συννεύσῃ, ἔτι καὶ Κρόνου εἰσορόωντος, ἢ μετὰ χηρείην μήτηρ πατρὶ τοῦδε συνήξει, ἢ διὰ μοιχοσύνην δολοεργέα νυμφευθεῖσα. Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο, ναυσιβάτας φαίνει καὶ ἐν ὕδασι νήκτορας ἄνδρας ἔσσεσθαι, σκαφέωντε κυβερνητῆρας ἀύπνους, πρωτάρχαςτε νεῶν, οἳ πολλάκι ναυφθορίῃσιν χείματος ὀρνυμένου βίοτον λείψουσι δι’ἅλμης, νηχόμενοι Μοίραις βαιὸν χρόνον ἐν πελάγεσσιν. παμφαίνων δ’ἀστὴρ ὁπότ’ἂν πολιοῖο Κρόνοιο Ἠελίου σελάεσσιν ἀν’οὐρανὸν ᾖ ἰσόμοιρος, τηνίκα φυομένων βρεφέων γεννήτορα πρῶτον μητέρος εἰς Ἀίδην πέμψει νεκυοστόλος Αἶσα, κτήματάτ’ἐξολέσει πατρώια καὶ πολὺν ὄλβον · καὶ δὲ κασιγνήτων θανάτους ὁρόωσι προόντων, πλοῦτον δ’ἐκ θανάτων πολλῶν μέγαν αὐξήσουσιν. ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ φωτὶ Κρόνου, μάρτυς δ’ἐπὶ σήματι τῷδε γένηται καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς ἵξετ’ἐς Ἅδην, ἠὲ μογοστοκίῃ δεδαιγμένη, ἢ διὰ νούσου ἀμβλωσμοῦθ’, ἃ γυναιξὶ φύσις κρύφιμ’ἄλγε’ἔδωκεν. Ζεὺς δ’ὅτ’ἂν Ἑρμείαντε καὶ ἱμερτὴν Ἀφροδίτην ἀκτῖσιν φαέθουσι βάλῃ λαμπραυγέσι κόσμου, αὐτοκασιγνήτας ῥέζει κείνοισι βροτοῖσιν νύμφας συγγενικάςτε, λοχεύονται δ’ἀπὸ τούτων ἄνδρες παιδείης ἡγήτορες, ἔντε καθέδραις γραμματικαῖς δήμοιο βίον διαποιμαίνοντες. Ἠέλιος δ’ἀκάμας ὁπότ’ἂν Κύπριν Ἄρεϊ κοινῶς ἀκτινηβολίῃσι πυριβλήτοισι καταθρῇ, γνάπτορας εὐσήμων πέπλων, καὶ τεύκτορας αὐτῶν ἱστοπόνους ἔσσεσθαι, ἰδὲ σμητῆρας ἀρίστους πρηκτῆράςτ’ἀγεληδὸν ἀλωομένους διὰ παντός. Ἑρμάων δ’ὁπότ’ἂν Δία καὶ Κρόνον ἀγκυλομήτην ἀκτῖσι στίλβουσι φλογὸς λαμπτῆρσι πελάζῃ, νηοπόλους ἱερῆας, ἰδὲ ζακόρους θεοσέπτους, γραμματέας, τεμενῶντε προφήτορας ἄνδρας ἀυτεῖ μυστιπόλους, ἱερῶντε προϊσταμένους στεφανηδὸν ἔσσεσθαι σηκῶντε νεωκορίῃσι μέλοντας. ὁππότε δ’ἂν Κυθέρειαν ἐν ἀκτίνεσσι βολαυγῇ, Ἄρεάτ’αὖ πυρόεντα βραδὺς Κρόνος, οἱ τότε φύντες γειοπόνοι ζήσουσι φυτοσπορίας ἀγαπῶντες ὀθνείης χώρηςτε καὶ οἰκείης διὰ παντός · λήψονται δὲ λέχη δίχα γράμματος, οὐχὶ νόμοισιν, ἐκ μετεωροσύνης δὲ συναντήσαντες ὁμεύνοις. Κύπριν δ’ἀφρογένειαν ἑλιξοπόροντε Σελήνην πυρσοβόλοις ἀκτῖσι βαλὼν τευχεσφόρος Ἄρης μηχανικοὺς τεύχειτε καὶ ὀργανοπήκτορας ἄνδρας, τεκτοσύνηςτ’ἄρχοντας, ἰδ’αὐτοδίδακτα τέχνῃσιν θαύματα δαιδάλλοντας, ἐν ἀλκήεντίτε θυμῷ ἐργοπόνους παλάμῃσι καὶ ἁδροτάτους καὶ ἀρίστους ἀχθοφόρους, καμάτωντε πόνους εἰς τέρψιν ἄγοντας. τούτοις δ’Ἑρμείας φαύλοις ἐν σχήμασιν ὀφθεὶς μυθολόγους τεύχειτε καὶ αἰσχεορήμονας ἄνδρας, μωρολόγους, χλεύηςθ’ἡγήτορας, ὑβριγέλωτας, ἔντ’ἀρεταλογίῃ μυθεύματα ποικίλ’ἔχοντας, ψηφάων παίκταςτε καὶ ἐξ ὄχλοιο πορισμῶν βομβηδὸν ζώοντας, ἀλήμονας ἧς χθονὸς αἰεί. ἢν δὲ Κύπρις Μήνητε σὺν Ἠελίῳτε καὶ Ἑρμῇ μάρτυρες ἀλλήλων μέσον οὐρανὸν ἀμφιπολῶσιν, ἠδ’ἐν ζωιδίοισι διμορφώτοισι πέλωνται, Ἰχθύσιν ἢ Διδύμοισι συνωρίζουσι κατ’αἴθρην, Τοξότεω κατὰ κύκλον ἢ ἐς σταχυηφόρον ἁγνὴν Παρθενικήν, τῆμος διδυματόκα φύσεται ἀνδρῶν σώματα καὶ τριδύμων παίδων θαυμαστὰ γένεθλα · κα- κἢν μὲν Ζηνὶ Κύπρις κατὰ φῶς ἰσόμοιρον ἐνεχθῇ, ἄρσενες ἔσσονται δισσοὶ γένει, ἄμμιγα δ’αὐτοῖς κούρη ἀπ’ὠδίνων τεχθήσεται ἐσχατόωσα · Οὐρανίδου δὲ Κρόνοιο θεωροσύνην ἐπέχοντος, θηλυγενὴς διδύμων ἔσται τόκος ἄρσενος ἐκτός · ἐν κακοδαιμοσύνῃ δ’Ἄρεος κατεναντία Μήνης μαρμαρυγὰς φαίνοντος, ὁ τικτόμενος τότε θνητῶν σῶμα περισσομελὴς τεχθήσεται, ἔκμετρα γυῖα πὰρ φύσιν ἡμερίην δεικνὺς μερόπεσσιν ἀθρῆσαι. ὁππότε δ’εἰν ἀγαθοῖσι τόποις στείχωσι κατ’αἴθρην Ἄρης πυρσοτόκοςθ’εἱλιξόπορόςτε Σελήνη, τεύχουσιν σοβαροὺς πολυίστορας ἄνδρας ὑπουργούς, ἡγεμόνων φιλίῃσι γεγηθότας, ἀμφὶ δὲ μισθῷ πουλυπλανεῖς ξενίῃσιν ἀρήια λήματ’ἔχοντας, καὶ πάσης στρατιῆς ἐπιβήτορας ἐν προκοπῇσιν. ἢν δὲ Κρόνου βλαβεραυγὲς ἐς Ἄρεα φέγγος ἀθρήσῃ, δισσὰ δ’ἐναντιόωντα φανῇ σελαγίσματα τῶνδε, τῆμος ὅσοις γενεὴ μεροπήιος ἄρχεται ἀνδρῶν, ἐν κακοδαιμοσύνῃ καματώδεϊ πᾶσα βιώσει, νουσομελεῖς τεύχουσα βροτούς, ὀδύνῃσι συνήθεις, κινδύνων βλαβερῶντε δυσεκφεύκτωντε παρέδρους. Μήνη δ’ἀμφίκερως σκολιόδρομος ἡνίκ’ἂν ὀφθῇ Ἄρεος εἰς τετράγωνα πόλου λοξεύματα βᾶσα, ἢν δ’ἐπὶ δυομένῳ κατὰ γῆς ἀπὸ τέρμονος αἴθρης Στίλβων ἀμφ’αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας ἐκφύσει, θυρέτρων ἐπανοίκτορας ὀθνειάων, κλεπτῆρας φαύλους, νυκτοπλανέαςτε λαθραίους · οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις εἰς συνοχὰς ἥξουσι σιδηρήεντάτε δεσμά, εἱρκτὰς δ’οἰκήσουσι φυλασσόμενοι ἁλυσηδόν, ἔντε βιαιοτάτῳ θανάτῳ βίον ἐκλείψουσιν, ἢ φονίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν, ἢ βρόχον ἀλγινόεντα δι’αὐχένος ἐκδήσαντες πνεῦμα λυγρὸν λείψουσι πικρῆς Μοίρης ὑπ’ἀνάγκῃ. Ζεὺς δ’ὁπότ’ἂν φαέθων ὡροσκόπον ὄμμα τιταίνῃ, εὐμόρφουςτε τίθησι καὶ εὐτυχέας καὶ ἐπόλβους, ἔντ’ἀρχαῖς πλειστῇσι πάτρης τὰ βέβαια φρονοῦντας. τούτῳ δ’εὖτ’ἂν Ἄρης μίγδην ἰκέλῃσι πορείαις σχηματίσῃ κατὰ κόσμον, ἰχνοβλαβέας, φθινοκώλους, νευρονόσους, ποδαγρούς, ἀχθήμονας ἄνδρας ἀυτεῖ ἔσσεσθαι, κατὰ μικρὰ νεκρούμενα δάκτυλ’ἔχοντας. Ἠέλιος δ’ἀκάμας, πυρόεν σέλας, ἡνίκ’ἂν ἔλθῃ ἀρσενικοῖς ζώοισι κατ’αἰθέρος ἠερόπλαγκτον ζωφορίην, θήλεια δ’ἔχῃ νεολαμπέα Μήνην, τῆμος ὅσοι φύσονται, ἐν ἀνθρώποισι κράτιστοι ἄνδρες, ἀριστοπονῆες, ἐλεύθερα λήματ’ἔχοντες, εὔσημοι γενεήν, ἀγαθοὶ φύσιν, ἀξιόμορφοι, δοξοφόροι, πάτρης κηδέστορες ἰθυδίκαιοι. ἢν δέτ’ἐναλλάξωσι, Σεληναίη μὲν ἐπ’ἄρσεν, Ἠέλιος δ’ἐπὶ θῆλυ πολυζώοισιν ἐν ἄστροις, νωχελέεςτε πέλουσι, καὶ ἄπρηκτοι καὶ ἄτολμοι, πηρώσει ψυχῆς νενεφωμένα βουλεύοντες. αὐτὰρ ἐπὴν εἰς θῆλυ καταντήσωσιν ἰόντες ἀμφότεροι, Μήνης τετελεσμένα τερμοδρομούσης, πουλυπλανεῖς, ξενίης, ἐπιβήτορας ἄνδρας ἔσεσθαι αὐδῶσιν, χαίροντας ἀεὶ μεταβλήμασι χώρης, καὶ πόλιος σπουδαῖα πρὸς ὀθνείους φορέοντας ἤθεα, καὶ τιμῇ μεμετρημένα πράγματ’ἔχοντας, εἰς ἰδίην δὲ πάτρην ψογερὸν βίον ἰθύνοντας, οἰκείων ἔργων ἐπιλήσμονας, οὐχὶ θυραίων. ὁππότε δ’ἀρσενικοῖς δισσοὶ μίγα φεγγοβολῶσιν ζωιδίοις κατὰ χῶρον ἀνάστερον, οἳ τότ’ἔσονται τολμηροί, θρασύθυμα μεμηνότες, ἐχθροὶ ἑταίρων, πιστοτάτης φιλίης λυμάντορες, ἀκριτόβουλοι, οὐ μίαν εἰς ἀτραπὸν βιότου δρόμον ἐκνεύοντες, ἄλλοτε δ’ἀλλοίην ζωὴν εὔτρεπτον ἔχοντες, πρήξιας ἀλλάσσοντες ἀεὶ μεθόδουςτε πορισμῶν, ἐκ δ’ἐνύδρων μόχθωντε καὶ ἐκ παράλοιο διαίτης δώματα ποιμαίνουσι καὶ ἐκ λιμένων τελέοντες, δημοσίων τελέων ἐμπείραμον ἦθος ἔχοντες. Μήνης δ’Ἠελίῳ σύνοδον κατὰ κόσμον ἐχούσης ζωιδίῳ δύνοντι, βροτῶν γένος ἔσσετ’ἀμυδρόν, ἢ καὶ λυσσαλέῃ μανίῃ δεδαμασμένον αἰεί, φαρμακτόν, νοσόθυμον, ἀεὶ θανάτοιο πάρεδρον · πᾶσα βροτῶν ψυχὴ γάρ, ἐπὴν τά γε κοινὰ βίοιο μὴ φρονέῃ κατὰ θυμὸν ἀναισθήτῳτε παλαίῃ δυσκρασίῃ, προτέθνηκε, καὶ ἢν φάος ὄμμασι λεύσσῃ · ψυχὴ γὰρ μερόπων ἀμαθὴς νεκύεσσιν ὁμοίη. ἢν δὲ Σεληναίη κατέχῃ πάμμηνα κέλευθα σύνδεσμόντε Κρόνοιο, σεληνιόωντα φανείη φῦλα βροτῶν τάδε πάμπαν, ἰδ’εἰδώλοισιν ὅμοια, καὶ κραδίῃ θεόληπτα, καὶ ἀκρατέοντι λογισμῷ ἔνσοφα, πάντα δ’ἄβουλα κατ’ἀνθρώπους προλέγοντα φοιβητοῖς μύθοισιν ἀποφθεγκτήρια κρυπτὰ ἐσσομένων ἔργωντε βίου ζωῆςτε κελεύθων. ἢν δὲ καὶ αἰθαλόεις ἀστὴρ σὺν τοῖσι φανείη Ἄρεος ἐν κύκλοισι θοοῦ δινήματι κόσμου, φάσμασι δαιμονίοισι συναντήσουσιν ἐκεῖνοι, ψυχῇ δερκόμενοι νεκροδερκῆ, νερτερόμορφα, ἔντε καταγγελίῃσι θεῶν μηνύμασίτ’αἰεὶ ὀξύγοοι λυπρὸν βιότου τέλος ἀθρήσουσιν, εἰδώλων στονόεντα τύπον διὰ παντὸς ὁρῶντες, ὧν πλάστειρα θεὰ πικροῦ θαμβήματος ἄρχει. Ἄρεϊ δυομένῳ μέσον οὐρανὸν ἢν Κρόνος ἔλθῃ, ἔσται μισέλλην γενέθλῃ, τιμήντε θεοῖσιν οὐχὶ νέμων, ἄνομόςτε φρεσίν, πλήθοντι λογισμῷ ἀλλόφρων, δύσμικτος, ἀμετροεπής, ἀτράπεζος, αὐτόνομος, κακόθυμος, ἀθεσμοφάγος, δολοεργός, ὀθνείων κτεάνων ἐπιθύμιος, ὃν διὰ παντὸς δῆμοι μισήσουσι δι’ἀφροσύνην ἀλόγιστον. Μήνης ἐρχομένης μέσον οὐρανὸν ἐν γενέθλῃσιν, Ἑρμείας δύνωντε καὶ ὡρονομῶν Κρόνος ἄνδρας εὐξοάνους παλάμῃσιν ἀγαλμοτυπεῖς, θεοπλάστας, χαλκοτύποις τέχνῃσι κολοσσοπόνους παναρίστους […] Ζεὺς δ’ὑψοῦ φοράδην νέον ἀστέρα φεγγοβολήσας, ὥρην Ἠελίου βιοτοσκόπον αὐγάζοντος, ἐκφαίνει γενεῆς βασιληίδος ἄνδρας ἔσεσθαι κοινωνοὺς μετόχουςτε, καὶ ἐκ σοφίης κλέος ἕξειν, ῥητορικοῖςτε λόγοισι μέγ’εὐτυχίης μετέχοντας ὄλβον καὶ βιοτὴν εὐδαίμονα καρπώσεσθαι. Ἑρμῆς δ’εἰς ὥρην μεροποσπόρον ἡνίκ’ἢν ἔλθῃ, δυνούσης Μήνης ὑπὸ λοίσθια τέρματα γαίης, ἀνέρες ἔσσονται βαθυχρήμονες, ἔντε τραπέζαις πιστόφρονες πόλιος ταμιεύτορες, ἔντε τοκισμοῖς καὶ χρείαις ζήσουσι βίον πολὺν ὀλβονομοῦντες. ἢν δὲ Κύπρις κατὰ γῆς ἕλκῃ δρόμον ἀστερόεντα, καὶ Κρόνος οὐρανίην ἀτραπὸν μεσοδερκέα βαίνῃ, στείρας τοι δείξει καὶ ἀτέκμονας ἀνδράσι νύμφας ἀσπορίῃτε τόκοιο λέχη λιπόπαιδα φερούσας. Ζηνὸς δ’αἰθροπλανὴς ἐπὶ τούτοις μάρτυρος ἀστὴρ δερχθείς, ἀλλοτρίων τέκνων ὑπόβλητα γένεθλα ἀνδράσιν ἠδὲ γυναιξὶν ὑπὸ στοργῇσι θυραίους […] ἢν δ’ἰσόμοιρος Ἄρης κατὰ σήματα τοιάδε λάμψῃ, φύσονται μάχλοι, διδυμόστροφοι, ἀρσενομίκται, μεμφόμενοι φύσεως ὀρθὴν ὁδόν, ἔντε πόλεσσιν ἀλλοτρίαις ζήσουσιν ἀλώμενοι αἰσχεόφημοι. ὁππότε δ’ἂν γενέθλην ἐφέπῃ Κρόνος ὡρονομεύων, ἐν κακοδαιμοσύνῃ δὲ Σεληναίης φάος ὀφθῇ, Ἠελίου δ’ἀκτῖνες ἀποκλίνωσιν Ὀλύμπου, ἐκθεσίην ἕξουσι, τραφήσονται δ’ὑπ’ὀθνείων. ἡνίκα δ’ἂν Κυθέρη ἐσαθρῇ τεκνοσπόρον ὥρην φυομένων, συνέῃ δὲ Κρόνοςτ’Ἄρηςτε σὺν αὐτῷ φέγγεϊ λαμπομένω κακοεργέι, τῆμος ἔσονται ἐξ ἀπελευθερίης βασιληίδος ἡμισύδουλοι. ἢν δ’ἰσόμοιρα Κρόνοιο σελάσματα Κύπριδος ὀφθῇ, πανδούλουςτε τίθησιν ὁμόζυγα λατρεύοντας, οἰκέτιδος γενεῆςτε πεφυκότας ἐκ γενετήρων · οὗτοι δεσποσύνωντε πικρὰς ἕξουσιν ἀνάγκας, ἐξ ἑτέρωντε δόμων ἑτέροις πάλι δουλεύσουσιν, ἑπτάκι κυρείαις καὶ πεντάκι καινισθέντες,. εἰς γῆρας δ’ἥξουσιν ἀνασσόμενοι διὰ παντός. Ἠελίου δ’ἀκτῖνες ἀνοικείως ἐπὶ τούσδε νεύουσαι δεσμούςτε κατηγορίαςτε φοροῦσιν ἀνδράσιν οἰκονόμοισι, καὶ ἔμπαλιν ἔκλυσιν ἄτης, κινδύνων κρυερῶντε καὶ ἀλγεινῶν εἱρκτάων. τα- ταὐτὸ πάθος κείνοισι καὶ ἄρξεται, ἢν ἀπολήγῃ […] Ἀντιμεσουρανέων δ’ὁπότ’ἂν Κρόνος Ἄρεϊ λάμψῃ, θηροβόρου θανάτου φωσὶν κλωθῶα βαρεῖαν […] ὧν σάρκας δαΐσονται ὀρέστεροι ἠὲ λέοντες, ἢ σύες ἀργιόδοντες, ἢ αἱματοπώτιδες ἄρκτοι · σχήμασι δ’ἐν τούτοις ὁ γεγὼς καὶ πτώσιας οἴκων ταρβείτω, καὶ σφάλματ’ἀφ’ὑψηλοῖο μελάθρου. πάντα γὰρ ἀνθρώποισι πέλει κατὰ Μοῖραν ἄφυκτον · ὡς μὲν ζωιδίων κύκλιος πόρος αἰθέρα τέμνει, μιγνυμένων στοιχηδὸν ἀφισταμένωντ’εἰδώλων, οὕτω καὶ μερόπων γενεὴ καματηδὸν ἀλᾶται, ἢ βίον ἢ θάνατον διζημένη οὐρανόπλαγκτον. ταῦτά τοι οὐρανίων ἄστρων στοιχεῖα τέτυκται, οἷς ὁ πάλαι καὶ ὁ νῦν καὶ ἐπὼν χρόνος ἐκμεμέτρηται ἐκμέτροις αἰῶσι, καὶ εἰς αἰῶνας ὀπηδεῖ.