Origen

Commentary on Matthew, 17

17.1

καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες · ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τὰ ἑξῆς ἕως τοῦ οὐ δὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. τριῶν εὐαγγελιστῶν ὡς ἀναγκαῖον ἀναγραψάντων τὸν προκείμενον λόγον, ἄξιον ἰδεῖν τί ποτε νοοῦντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, οὐχ ἓν πύσμα, ἀλλὰ δύο προσάγοντες αὐτῷ, ἓν μὲν τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἕτερον δὲ τὸ καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ τί βουλόμενος σωτὴρ ἐπὶ τούτου μόνου ἀντηρώτησεν ὑπὲρ τοῦ μὴ πρὸς τὸ πύσμα ἀποκρίνασθαι · ἑώρα γὰρ οὐκ ἀξίους ἐκείνους τῆς πρὸς τὸ πύσμα ἀποκρίσεως καὶ τῆς τοῦ προβλήματος διηγήσεως. ὅτι δὲ οὐχ, ὡς οἴονταί τινες, ἁπλᾶ ἐστι τὰ κατὰ τὸν τόπον καὶ εὐπερινόητα, ἀλλὰ μυστικὰ καὶ βαθείας δεόμενα καρδίας, δῆλον ἔσται ἐκ τῆς ἐπιστάσεως. φέρ’οὖν συναγορεύωμεν τῇ πιθανότητι τῶν ἁπλούστερον ἐκδεχομένων τὰ κατὰ τὸν τόπον · φήσουσι γὰρ ὅτι δύο γενικὰς ἐξουσίας ἐπιστάμενοι, ἀμείνω μὲν τὴν τοῦ θεοῦ χειρίστην δὲ τὴν τοῦ διαβόλου, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, ἐν ποίᾳ ἐξουσίᾳ τούτων τῶν δύο ποιεῖ τὰ τεράστια καὶ ἀπὸ τίνος αὐτὴν λαβών. εἶθ’ Ἰησοῦς ὑπὲρ τοῦ μὴ ἀντιλογῆσαι ἀντηρώτησεν, ἅμα καὶ ἐλέγξαι βουλόμενος τοὺς πυθομένους αὐτοῦ, ὡς παρὰ τὸν ὀρθὸν λόγον ποιήσαντας ἐν τῷ ἠπιστηκέναι Ἰωάννῃ τῷ βαπτιστῇ. καὶ ἦν αὐτοῦ τὸ ἀντερώτημα δύο οἰκονομούμενον, τόντε ἐπὶ τῇ εἰς τὸν Ἰωάννην ἀπιστίᾳ ἔλεγχον καὶ τὸ περισπάσαι τοὺς πυθομένους, ἵνα δόξῃ αὐτοῖς εὐλόγως μὴ ἀποκρίνεσθαι. ἀλλ’εἴποι τις ἂν πρὸς ταῦτα ὅτι γελοῖον ἦν τὸ πυνθάνεσθαι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει Ἰησοῦς · οὐκ ἂν γὰρ ἀπεκρίνατο ὅτι ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ, καὶ οὔ φημι ὅτι σωτὴρ τοῦτο οὐκ ἂν ἀπεκρίνατο, ἀλλ’οὐ δὲ ἄνθρωπος τῆς ἁμαρτίας, ἀντικείμενος καὶ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν σέβασμα εἴποι ἂν τοῖς πυνθανομένοις τὸ ἀληθὲς ὅτι ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖ πᾶσαν δύναμιν καὶ σημεῖα καὶ τέρατα, ἐν οἷς καταπλήξεται καὶ ἀποπλανήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς. εἰ δὲ οὐ δὲ ἐκεῖνος εἴποι ἂν ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖν τὰ σημεῖα καὶ τὰ τέρατα τοῦ ψεύδους, τὰ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις ἐπιτελούμενα, πόσῳ πλέον σωτὴρ οὐκ ἂν (εἰ καὶ μὴ ἀντηρώτησεν) ἄλλο τι ἀπεκρίνατο ὅτι ἐν τῇ τοῦ θεοῦ; πρὸς δὲ τὴν οὕτως προφανῆ ἀπόκρισιν καὶ ἐκείνους πυνθάνεσθαι καὶ τὸν σωτῆρα μὴ ἀποκρίνεσθαι, εὔηθες εἶναί μοι φαίνεται.

17.2

μήποτ’οὖν τὰ κατὰ τὸν τόπον τοιαῦτ’ἐστιν. ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, περιεχούσῃ ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν, εἰσὶ θησαυροὶ ὁποίους δεῖ εἶναι τοὺς τῆς σοφίας θησαυροὺς καὶ τῆς γνώσεως καί εἰσιν οὗτοι ἀπόκρυφοι · καὶ εἴ τίς ἐστιν ἀξιωθεὶς εἰδέναι τὰ ἄρρητα ῥήματα, οὐκ ἔξεστιν ἀνθρώπῳ λαλῆσαι, εἰδείη ἂν τὴν ἐν μυστηρίῳ σοφίαν, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν τῶν δικαίων. εἰσὶν οὖν ἐν τοῖς τῆς σοφίας καὶ τῆς γνώσεως ἀποκρύφοις θησαυροῖς λόγοι βαθεῖς καὶ ἀπόρρητοι περὶ διαφόρων ἐξουσιῶν, γενικῶς μὲν δύο, εἰδικῶς δὲ καθ’ἑκατέραν τῶν δύο πλείονες καὶ δυσθεώρητοι. αἱ δὲ γενικαὶ δύο ἐξουσίαι τοιαῦταί εἰσιν · αἱ μέν εἰσι τοῦ κρείττονος τάγματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι καὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ἀπόστολος Χριστὸν δοξολογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι · ἐστὶν σωτὴρ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ἐν ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι · τὰ πάντα δι’αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται · καὶ αὐτός ἐστι πρὸ πάντων. ἓν οὖν εἶδος τῶν ὑπὸ τὸν θεὸν αἱ ἐν Χριστῷ κτισθεῖσαι ἐξουσίαι, ἕτεραι παρὰ τὰς ἀρχὰς καὶ τοὺς θρόνους καὶ τὰς κυριότητας · καὶ ἑκάστη ἐξουσιάζει τινῶν, τεταγμένη ὑπὸ τοῦ θεοῦ κατά τινα ἀπόρρητον ἀξίαν ἐπὶ τῶν ἀξίων ἐξουσιάζεσθαι κατὰ τὴν διαφορὰν αὐτῶν ὑπὸ ἑκάστην τῶν ἐξουσιῶν. καὶ πολὺς ἂν λόγος καὶ δυσερμήνευτος εἴη περὶ τῶν κατὰ τὰς ἐξουσίας ταύτας καὶ τῶν ἐξουσιαζομένων ὑπ’αὐτῶν πραγμάτων. ὡς δέ εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, οὕτως εἰσὶ καὶ ἐναντίαι ἀνάλογον τοῖς τῆς ἁμαρτίας ἀνθρώποις καὶ τοῖς ἀγγέλοις τοῦ διαβόλου. καὶ ἔστι γε τοῖς μηκέτι πρὸς αἷμα καὶ σάρκα παλαίουσιν ἀλλὰ διὰ τὸ ἐπαναβεβηκέναι τῇ δυνάμει πρὸς τὰ ὑπὲρ ταῦτα ἀγωνιζομένοις πάλη πρὸς τὰς ἀνταγωνιζομένας τοῖς ἀθληταῖς τῆς θεοσεβείας ἐξουσίας. ὡς δὲ πλείονα τάγματα ἦν ὑπὸ τὸν θεόν, οὕτως καὶ ἐν τῇ ἐναντίᾳ χώρᾳ οὐ μόνον ἐξουσίαι εἰσὶν ἀλλὰ καὶ κοσμοκράτορες τοῦ σκότους τούτου καὶ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, τάχα δὲ καὶ ἀρχαί, ἐγὼ δ’οἶμαι ὅτι καὶ πάντα ὁμώνυμα τοῖς τοῦ θεοῦ ἐστι κατὰ τὴν ἐναντιότητα. διειληφότες οὖν οἱ τὰ διαφέροντα ὀνόματα κεκληρωμένοι ἐν τῷ Ἰσραήλ, τουτέστιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, περὶ ἐξουσιῶν πλείονα καὶ ταγμάτων τῶν ἐν οὐρανῷ μυστηρίων εἴτε ἐκ παραδόσεων εἴτε καὶ ἐπιβάλλοντες εἴτε καὶ ἐξ ἀποκρύφων (οὐκ οἶδα εὐλόγως καὶ ἀλόγως) κινούμενοι, ἑώρων τὸν Ἰησοῦν τὰ τεράστια ἐπιτελοῦντα οὐ χωρίς τινος συνούσης αὐτῷ ἐξουσίας. ταύτης οὖν τὸ εἶδος καὶ τὴν ἰδιότητα ἀπὸ τῆς ἐπιστήμης τοῦ Ἰησοῦ μαθεῖν ἐβούλοντο τῆς δοκούσης αὐτοῖς εἶναι ἐπιστήμης ἐν αὐτῷ. καὶ εἰ μὲν ἦσαν ἀρχιερεῖς τινες ἅγιοι καὶ μακάριοι (ὁποῖος Ἀαρὼν Ἐλεάζαρ Φινεὲς ὅσοι ἐπαινετῶς τὰ τῆς λειτουργίας διετέλεσαν) οἱ πυθόμενοι τοῦ σωτῆρος τότε καὶ πρεσβύτεροι παραπλήσιοι οἷς κατ’ἐντολὴν θεοῦ Μωσῆς ἐξελέξατο, εἰκὸς ὅτι ὡς οὐ πειράζουσιν ἀλλὰ φιλομαθοῦσι καὶ ἀξίοις τῶν τηλικούτων μαθημάτων παρέστησεν ἂν ἀρξάμενος σωτὴρ λόγον, ὃν οὐ δὲ κόσμος ὅλος χωρεῖν ἠδύνατο. καὶ ἀρξάμενος ἂν παρεδίδου τὴν ἐπιστήμην περὶ τῶν μακαρίων ἐξουσιῶν καὶ τῆς διαφορᾶς αὐτῶν καὶ τῆς αἰτίας τοῦ ἐληλυθέναι αὐτὰς ἐπὶ τὸ εἶναι ἐξουσίας καὶ τῶν ὑπ’αὐταῖς, εἴτε ψυχῶν εἴτε καὶ ὁποιωνποτοῦν λογικῶν, διεξώδευσε δ’ἂν καὶ τὸν περὶ τῶν ἐναντίων ἐξουσιῶν λόγον, καὶ τὰς διαφορὰς αὐτῶν παρέστησεν ἄν. εἰκὸς δ’ὅτι ἐδίδαξεν ἂν ἀνάλογον τῷ νόμος διαταγεὶς δι’ἀγγέλων καὶ τῷ εἰ δι’ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος (ἀνάλογόν φημι τῷ λόγῳ τῷ περὶ τῶν διακονησαμένων τῷ νόμῳ ἀγγέλων καὶ τῆς κατὰ τὰς γραφὰς ἐξουσίας), οἷον ἐν ποίᾳ ἐξουσίᾳ διακονουμένῃ τῷ θεῷ ποίαις ἐναντίαις ἐξουσίαις ἕκαστον τῶν ἐν Αἰγύπτῳ τεραστίων γεγένηται, καὶ τίς μὲν ἐξουσία διακονουμένη τῇ μεταβαλούσῃ εἰς ὄφιν ῥάβδῳ Μωσέως, τίς δὲ ταύτῃ ἐναντία διακονουμένη τῇ μεταμορφώσει τῶν Αἰγυπτιακῶν ῥάβδων εἰς δράκοντας · καὶ εἶπεν ἂν τὴν δύναμιν τῆς ἐξουσίας ἀφ’ἧς κατέπιεν τοῦ Ἀαρὼν ῥάβδος τὰς τῶν Αἰγυπτίων. εἶπε δ’ἂν καὶ τίς ἐξουσία τῆς εἰς χιόνα μεταβολῆς χειρὸς Μωσέως, καὶ ἐκ τῶν ἐναντίων ποία ἦν ἐξουσία συμπνέουσα καθ’ἕκαστον τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων, ὅτε ἐδόκουν μιμεῖσθαι τὰ σημεῖα τοῦ θεοῦ. καὶ οὕτως ἂν διεξώδευσε τὰς δέκα τῶν Αἰγυπτίων πληγὰς καὶ τὴν κατ’αὐτῶν ἀποστολὴν δι’ἀγγέλων πονηρῶν. εἶπε δ’ἂν καὶ τίς ἐξουσία ὑπηρετήσατο τῇ διὰ τῆς ἐρυθρᾶς θαλάσσης διόδῳ τοῦ λαοῦ καὶ καταποντώσει τῶν Αἰγυπτίων, τίςτε ἐξουσία ὑπηρετήσατο τῇ διὰ ξύλου μεταβολῇ ὕδατος πικροῦ εἰς γλυκύτητα. εἶπε δ’ἂν καὶ τὴν ἐξουσίαν διηκονήσατο τῷ ἀπὸ πέτρας ὕδατι. καὶ ἤτοι τὴν αὐτὴν ἄλλην παρέστησεν ἂν ἐξουσίαν διακονησαμένην τῷ ὑετῷ τοῦ μάννα καὶ τῇ τῶν ὀρτυγομητρῶν ἐφόδῳ. εἶπε δ’ἂν καὶ τίς ἐξουσία τὸ αὐτὸ μάννα τῶν μὲν ἓξ ἡμερῶν τρέπουσα εἰς σκώληκας καὶ δυσωδίαν, τῇ δὲ τοῦ σαββάτου ἡμέρᾳ φυλάττουσα. καὶ τί με δεῖ ἀναλεγόμενον τὰ ἐν τῇ ἐρήμῳ τεράστια μέχρι τῆς Μωσέως τελευτῆς παριστάνειν, ὅτι εἶπεν ἂν σωτὴρ τὰ περὶ τῆς ἐξουσίας, εἰ ἦσαν ἄξιοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ τῆς πρὸς τὸ πύσμα αὐτῶν ἀποκρίσεως; καὶ σοὶ πάρεστι τὸ ἀνάλογον ἐπερχομένῳ τὴν ὅλην γραφὴν ὁρᾶν, τίςτε ἐξουσία τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαὼν καὶ σελήνην κατὰ φάραγγα Ἐλώμ, καὶ πολὺ πρότερον τοῦ διοδευθῆναι τὸν Ἰορδάνην ποταμὸν καὶ τοῦ παύσασθαι τὸ μάννα. καὶ ἐπὶ τῆς βίβλου δὲ τῶν Κριτῶν πολλὰ ἂν τοιαῦτα ζητηθείη καὶ εὑρεθείη, οἷον περὶ τὸν Γεδεὼν καὶ τὸν Σαμψών, παράδοξα, ἀλλὰ καὶ ἐκ τῶν Βασιλειῶν τὰ περὶ τὸν Σαμουὴλ καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον καὶ τὸν Ἐζεκίαν. καὶ οὕτως ἐπελθὼν ἂν σωτὴρ καὶ τὸ κατὰ τὰς διαφόρους ἐξουσίας διελθὼν μυστήριον ἐδίδαξεν ἂν ἐν ποίᾳ ἐξουσίᾳ καὶ πῶς ὑπερεχούσῃ ἐποίει ἔβλεπεν λαὸς τεράστια, δοθείσῃ αὐτῷ οὐκ ἀπό τινος ἀγγέλου καὶ λειτουργοῦ θεοῦ οὐ δὲ διά τινος τῶν ὑποδεεστέρων τοῦ θεοῦ, ἀλλ’ἀπ’αὐτοῦ τοῦ πατρός.

17.3

ἐπεὶ δὲ οἱ ἐνταῦθα ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ οὐδαμῶς ἄξιοι ἦσαν τοιούτων θεωρημάτων, διὰ τοῦτο αὐτοῖς οὐκ ἀποκρίνεται ἀλλ’ἀντερωτᾷ, ἵνα διὰ τοῦ μὴ ἀποκρίνεσθαι ἐκείνους εἰς τὰ περὶ τοῦ Ἰωάννου καὶ αὐτὸς πείσῃ εὐλόγως τοὺς πυθομένους, ὅτι μὴ μάτην αὐτοῖς ἀπεκρίνατο λέγων · οὐ δὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. ζητῶ δὲ κατὰ τὸν τόπον, εἰ ἕκαστος τῶν πεποιηκότων ἔν τινι ἐξουσίᾳ παράδοξα ἐν μιᾷ ἀεὶ πεποίηκεν, τινὲς μὲν κατ’ἀρχὰς ἐν τῇδε προκόψαντες δὲ ἔν τινι μείζονι. πλὴν σωτὴρ ἔοικεν ἐν μιᾷ ἐξουσίᾳ ταῦτα πεποιηκέναι, ἔλαβεν ἀπὸ τοῦ πατρός · τὸ γὰρ οὐ δὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ διδάσκοντος ἦν, ὅτι ἐν ἐξουσίᾳ μιᾷ μὲν πεποίηκεν · ἐν ποίᾳ δὲ οὐ παρέστησεν ἐκείνοις, οὐ δὲ τὴν ἰδιότητα αὐτῆς ἀνέπτυξε καὶ ὅσα ἂν ὡρίσατο περὶ αὐτῆς παριστὰς αὐτῆς τὸ ἐξαίρετον παρὰ τὰς λοιπὰς ἐξουσίας, ἐν αἷς οἱ πρὸ αὐτοῦ προφῆται πεποιήκεισαν. καὶ νῦν δ’ἐν τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἐστὶν Χριστὸς καὶ διδάσκει ἐν αὐτῷ καί τινες παραπλήσιοι ἐκείνοις τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις τοῦ λαοῦ πυνθάνονται μὲν αὐτοῦ, οὐ τυγχάνουσι δὲ τῆς ἀποκρίσεως, ἀνάξιοι τοῦ εἰδέναι περὶ ὧν βούλονται μαθεῖν. ζητήσει δέ τις, πότερον βουλόμενος αὐτοὺς ἀποσείσασθαι ἀποκληρωτικῶς ἐπύθετο περὶ τοῦ Ἰωάννου ὡς εἰ καὶ περὶ ἄλλου τινὸς τοιούτου πυθόμενος ἦν, ἀναγκαίως περὶ τοῦ Ἰωάννου ἐπύθετο, ἵνα πρὸς τὴν περὶ αὐτοῦ ἀπόκρισιν τὰ ἀκόλουθα περὶ τῆς ἐξουσίας ἀποκρίνηται. ἐμοὶ δὴ φαίνεται μὴ ἀποκληρωτικῶς εἶναι τὸ κατὰ τὸν τόπον, ἀλλ’ἐπεὶ Ἰωάννης φωνὴ βοῶντος ἦν ἐν τῇ ἐρήμῳ · ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καὶ οὗτος ἦν περὶ οὗ προφήτης ἔλεγεν · ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου, διὰ τοῦτο (οἶμαι) πυνθάνεται περὶ αὐτοῦ, οὐκ ἀγνοῶν μὲν ὅτι ἐπισκοπήσαντες ἐροῦσιν · οὐκ οἴδαμεν, διὰ τὰ ἀναγεγραμμένα, καθ’ὑπόθεσιν δὲ εἰπὼν ἂν πρὸς τὸ ἐξ οὐρανοῦ τὴν ἀκόλουθον τῇ ἐξ οὐρανοῦ εἶναι τὸ βάπτισμα Ἰωάννου ἀποκρίσει ἐξουσίαν.

17.4

τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχε τέκνα δύο · προσελθὼν τῷ πρώτῳ εἶπε · τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου καὶ τὰ ἑξῆς ἕως τοῦ ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι ἐν αὐτῷ. μόνος Ματθαῖος ἀνέγραψε τὴν παραβολὴν ταύτην, ὡς ἐμοὶ δοκεῖ περιέχουσαν τὸν περὶ τοῦ ἀπειθήσαντος Ἰσραὴλ τῷ θεῷ λόγον καὶ τὸν περὶ τοῦ πιστεύσοντος λαοῦ ἀπὸ τῶν ἐθνῶν · οὗτοι γὰρ τὰ δύο τέκνα, εἶχεν ὡς ἄνθρωπος τροποφορῶν τὸν υἱὸν αὐτοῦ θεός. καὶ οὗτος προσελθὼν τῷ πρώτῳ, ὃν ἐκτήσατο ἀπ’ἀρχῆς, ὃν προέγνω καὶ προώρισεν, εἶπεν αὐτῷ · τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. καὶ ὑπερέθετο φεύγων τὸ χωρίον τοῦτο διὰ τὸν ἐν αὐτῷ καύσωνα καὶ τοὺς καμάτους καὶ εἶπεν · οὐ θέλω · ἀλλ’ὕστερόν ποτε ἐπὶ συντελείᾳ μεταμεληθεὶς ἐπὶ τῷ εἰρηκέναι τῷ πατρί · οὐ θέλω ἦλθεν εἰς τὸν ἀμπελῶνα καὶ εἰργάσατο τὸ θέλημα τοῦ πατρός. ἡνίκα μέντοι πρῶτος εἶπεν · οὐ θέλω, προσῆλθεν πατὴρ τῷ ἑτέρῳ καὶ εἶπεν ὡσαύτως. εἶτα ἀποκριθεὶς δεύτερος εἶπε μέν · ἐγὼ κύριε, οὐκ ἐλήλυθε δὲ ἐπὶ τὸν ἀμπελῶνα τοῦ λόγου καὶ ἐπὶ τὸν ἀγρὸν τοῦ πατρός. καὶ φανερὸν ὅτι εἰπὼν οὐ θέλω καὶ ὕστερον μεταμεληθεὶς καὶ ἀπελθὼν καὶ ἐργασάμενος εἰς τὸν ἀμπελῶνα ἐποίησε τὸ θέλημα τοῦ πατρὸς οὐ τῷ λόγῳ, ἀλλὰ τῷ ἔργῳ · γὰρ τῷ λόγῳ ἐπαγγειλάμενος καὶ μὴ ποιήσας τοῖς ἔργοις ἠρνήσατο ποιεῖν τὸ θέλημα τοῦ πατρός. πρόσχες δὲ εἰ δύνασαι χρῆσθαι τῇ παραβολῇ καὶ πρὸς τοὺς ἐλάττονα μὲν μηδὲν ἐπαγγελλομένους, μήτε παρθενίαν μήτε ἄλλην κατὰ τὸ εὐαγγέλιον πνευματικὴν πρᾶξιν, τοῖς δὲ ἔργοις παριστάντας τὰ ἐναντία, μη δὲ τὴν ἀρχὴν ἐπηγγείλαντο κατὰ φωνὰς λόγων ἀγαθῶν πράξεων, ἔτι δὲ πρὸς τοὺς μεγάλα μὲν ἐπαγγελλομένους μηδὲν δὲ κατὰ τὴν ἐπαγγελίαν πράττοντας. μὲν γάρ τις οἱονεὶ λέγει · μεῖζον κατ’ἐμέ, παρθενίαν ταύτην οὐ θέλω, καί · τῆς ἐμῆς ἀξίας βέλτιον τὸ ἀποταξάμενον τῷ βίῳ σχολάζειν τῷ λόγῳ · δέ φησιν ἕκαστον ἀκούων τῶν ἐν τῇ γραφῇ μεγάλων ἔργων · ἐγὼ κύριε. καὶ ἔστιν ἰδεῖν οἱονεὶ ἐκ μεταμελείας τινὰς ἐπιδιδόντας εἰς τὸ βέλτιον καὶ ἐπιμελουμένους ἑαυτῶν ἐπὶ τὸ κρεῖττον παρὰ τὴν ἀρχῆθεν προσδοκίαν, ἄλλους δὲ προπετέστερον μὲν πολλὰ ἐπαγγειλαμένους τοῖς δὲ ἔργοις ἀντιπράξαντας ταῖς ἐπαγγελίαις.

17.5

μετὰ δὲ τὴν παραβολὴν ἐπιφέρεται πρὸς μὲν τὸν εἰπόντα οὐ θέλω καὶ ὕστερον μεταμεληθέντα καὶ ἀπελθόντα τὸ ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, πρὸς δὲ τὸν εἰπόντα ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα τὸ ἦλθε γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. καὶ πάλιν πρὸς μὲν τὸν πρότερον · οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ, πρὸς δὲ τὸν εἰπόντα · ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα καὶ τὸ ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι ἐν αὐτῷ. ἐπιστήσας δέ τις τοῖς ἀπὸ μοχθηροτάτου βίου προσερχομένοις τῷ λόγῳ καὶ πιστεύουσι τῷ Χριστῷ καὶ τοῖς αὐχοῦσι τὸν νόμον καὶ τοὺς προφήτας καὶ ἀπιστοῦσι τῷ υἱῷ τοῦ θεοῦ καὶ ἀκολάστως βιοῦσι καὶ ὠμοτέροις πρὸς τοὺς ὁμοφύλους τυγχάνουσιν, ὄψεται τὸν Ἰησοῦ λόγον ἀληθῆ, ὅτι οἱ μὲν τελῶναι καὶ αἱ πόρναι προάγουσι τὸν Ἰσραὴλ εἰς τὴν βασιλείαν τοῦ θεοῦ. δὲ ἰδὼν τὸν Ἰησοῦν ἐκεῖνος Ἰσραὴλ οὐ δὲ μέχρι δεῦρο μεταμελεῖται, ἵνα κἂν ὕστερον πιστεύσῃ τῇ ἀληθείᾳ. πρόσχες δὲ καὶ τῷ προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οὐκ ἀποκλείοντι τὸν Ἰσραὴλ εἰσέρχεσθαί ποτε εἰς τὴν βασιλείαν τοῦ θεοῦ · οὐδεὶς γὰρ προάγει τὸν οὐδαμῶς ἐσόμενον ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν προῆξεν. ὅρα οὖν μήποτε ἐμφαίνεται ὅτι, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. νοείσθω δὲ Ἰσραὴλ οὐχ κατὰ σάρκα, ἀλλ’ ἐν τῇ εὐγενείᾳ τῆς ψυχῆς χαρακτηριζόμενος καὶ ἔχων μὲν τὸ εὐφυὲς πρὸς σύνεσιν καὶ τὸ διορατικόν, οὐ μὴν ἀξίως τῆς εὐφυΐας ἀνατραφεὶς ἐν πίστει καὶ βίῳ ἀγαθῷ.

17.6

ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. τῷ μὴ ἐπὶ πλεῖον βασανίζοντι τὰ τῆς παραβολῆς μη δὲ ἑκάστην λέξιν ἐξετάζοντι πάνυ σαφὴς εἶναι δόξει οὕτως ἂν διηγήσεως τυχοῦσα. πρὸ ἡμῶν λαὸς καὶ μερὶς ὢν τοῦ θεοῦ φυτευθεὶς ἦν ἀμπελὼν ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότου, καὶ τοῦ θεοῦ φρουρὰ περὶ αὐτὸν φραγμὸς ἦν καὶ πύργος μὲν ναὸς ληνὸς δὲ τόπος τῶν σπονδῶν, καὶ γεωργοὶ οἱ πρεσβύτεροι καὶ σοφοὶ τοῦ λαοῦ, ἀποδημία δὲ τοῦ δεσπότου ὅτε κύριος συνὼν αὐτοῖς ἐν νεφέλῃ ἡμέρας καὶ στύλῳ πυρὸς νυκτός, ἕως αὐτοὺς καταφυτεύσῃ εἰσαγαγὼν εἰς ὄρος ἅγιον αὐτοῦ καὶ εἰς τὰ σκηνώματα αὐτοῦ, οὐκέτι οὕτως αὐτοῖς ἐπεφαίνετο. δὲ ἐγγίσας καιρὸς τῶν καρπῶν χρόνος ἦν τῶν προφητῶν ἀπαιτούντων τὸν καρπὸν ἀπὸ τῶν γεωργῶν καὶ τοῦ ἀμπελῶνος, ἵνα ἤδη δείξωσι παρειληφότες τὸν νόμον τὸ βεβιωκέναι κατ’αὐτόν. δοῦλοι δὲ οἱ πρὸς τοὺς γεωργοὺς πεμφθέντες λαβεῖν τοὺς καρποὺς οἱ πρῶτοι προφῆται, οὓς οἱ ἄρχοντες καὶ σοφοὶ τοῦ λαοῦ ὕβρισαν τύπτοντες, τινὰς δὲ καὶ ἀνεῖλον καὶ ἄλλους λιθολεύστους πεποιήκασιν. ἄλλοι δὲ μετὰ τούτους δοῦλοι πλείονες τῶν πρώτων καιρὸς τῶν πολλῶν προφητῶν, ὧν τὰ ὀνόματα ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται καὶ ἐν τῷ Ἱερεμίᾳ καὶ τοῖς Δώδεκα καὶ τῷ Δανιήλ · εἴποι γὰρ ἄν τις καὶ τὸν Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ προφήτας γεγονέναι. καὶ τούτοις οὖν τοῖς πλείοσι παρὰ τοὺς προτέρους προφήτας ὡσαύτως ἐχρήσαντο, τύπτοντες καὶ ἀναιροῦντες καὶ λιθοβολοῦντες. τελευταῖον δὲ τὸν υἱὸν αὐτοῦ ἀποστέλλει οἰκοδεσπότης, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐντρέψαι δυνάμενον τὸν ἀμπελῶνα καὶ τοὺς γεωργούς. ἀλλ’οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ σοφοὶ τοῦ λαοῦ τὸν υἱὸν ἰδόντες, οὐ πάντη ἀναίσθητοι τῆς ἑαυτῶν γενόμενοι ὑπεροχῆς, κληρονόμον εἶναι αὐτὸν ὑπειλήφασι. τολμῶσι δὲ καὶ ἀποκτεῖναι αὐτόν, ἵνα αὐτοὶ κύριοι τοῦ ἀμπελῶνος γένωνται, καὶ ἐκβαλόντες αὐτὸν καὶ ἔξω κρίναντες τῶν τοῦ Ἰσραὴλ πραγμάτων ἀπέκτειναν. καὶ εὐθέως τοῦ ἀμπελῶνος κύριος ὃν ἀπέκτειναν ἐπιδημεῖ ἀναστὰς ἐκ νεκρῶν, καὶ κακοὺς κακῶς τοὺς μὲν γεωργοὺς ἀπόλλυσιν, ἄλλοις δὲ γεωργοῖς τοῖς ἀποστόλοις ἑαυτοῦ παραδίδωσι τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύσαντας, τουτέστι τὸν ἀμπελῶνα, οἳ ἀποδιδόασιν ἐν τοῖς ἰδίοις καιροῖς τοὺς καρποὺς τῷ οἰκοδεσπότῃ. εἶτα εἰπόντων μετὰ τὴν παραβολὴν τῶν ἐν τοῖς ἀνωτέρω πυθομένων τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; τὰ ἀπὸ τοῦ κακοὺς κακῶς ἀπολέσει αὐτοὺς σωτὴρ ἀποκρίνεται, διδάσκων αὐτοὺς ἀπὸ τῆς προφητείας ὅτι ὑπ’ἐκείνων μὲν τῶν οἰκοδόμων ἀπεδοκιμάσθη, παρὰ δὲ τῷ θεῷ ἐστιν ἔντιμος καὶ κεφαλὴ τῆς ὅλης οἰκοδομῆς καὶ τῆς κατ’αὐτὴν συνοχῆς, καὶ κεφαλή γε θαυμαστὴ ἐν ὀφθαλμοῖς τῶν εἰδότων βλέπειν αὐτήν. εἶτα, προφητεύων περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως, φησὶ τοῖς μὴ πιστεύουσιν εἰς αὐτὸν διδασκάλοις Ἰουδαίων · ἀρθήσεται ἀφ’ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἀλλ’, ὡς προείπαμεν, ὁλοσχερεστέρα τις καὶ οὐ κατὰ λέξιν ἐστὶν τοιαύτη διήγησις · πρὸς ἣν πολλά τις ἂν πνευματικὸς ὢν καὶ ἀνακρίνειν δυνάμενος πάντα ἐπαπορήσαι, κρούων τὴν ἀσάφειαν αὐτῆς, τουτέστι τὴν κεκλεισμένην θύραν τῶν ἐνταῦθα κεκρυμμένων νοημάτων, καὶ ὀρθῶς ζητήσας εὕροι καὶ αἰτήσας ἀπὸ τοῦ θεοῦ λάβοι. καὶ ἡμεῖς δὲ κατὰ τὸ μέτριον ἡμῶν τοιαῦτα εἰς τὸν τόπον φανταζόμεθα ὅτι μὲν οἰκοδεσπότης ἄνθρωπος θεός ἐστι, περὶ οὗ γέγραπται · ἐτροποφόρησέ σε κύριος θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ. οὕτως γάρ, διὰ τὸ τροποφορεῖν καὶ φέρειν ἐν τῷ ἀνθρώπους ὠφελεῖν τρόπον ἀνθρώπινον τὸν ὠφελοῦντα ἀνθρώπους, ἔν τισι παραβολαῖς λέγεται εἶναι ἄνθρωπος. καὶ ἐνταῦθα μὲν ἄνθρωπος οἰκοδεσπότης καλεῖται διὰ τὸν ἀμπελῶνα καὶ τὸν περικείμενον τῷ ἀμπελῶνι φραγμὸν καὶ τὴν ληνὸν ἣν ὤρυξε καὶ τὸν πύργον ὃν ᾠκοδόμησε καὶ οὓς κέκτηται δούλους καὶ οὓς πέμπει πρὸς τοὺς γεωργοὺς καὶ δεύτερον ἀποστέλλει πλείονας. ὡς οἰκοδεσπότης δὲ ἐξέδοτο γεωργοῖς τὸν ἀμπελῶνα, ἀφ’ὧν ἀφελὼν αὐτὸν δίδωσιν ἑτέροις. ἔτι δὲ πάλιν ἐν τοῖς ἀνωτέρω ἄνθρωπος οἰκοδεσπότης εἴρηται διὰ τούτων · ὁμοία γάρ ἐστιν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ · καὶ ὡς οἰκοδεσπότης γε ἀμπελῶνα ἔχει καὶ μισθοῦται γεωργούς, ἔστι δὲ αὐτῷ καὶ ἐπίτροπος λέγει · κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. ἐν δὲ τῇ περὶ τοῦ δείπνου παραβολῇ καὶ τῶν γάμων τοῦ υἱοῦ αὐτοῦ καὶ τῆς κλήσεως οὐκ οἰκοδεσπότης ἀλλὰ βασιλεὺς εἴρηται · μείζων γὰρ οἰκοδεσπότης ἐστὶ πέμπων στράτευμα ὡς βασιλεὺς καὶ ἀναιρῶν τοὺς κρατήσαντας τοὺς δούλους αὐτοῦ καὶ ὑβρίσαντας καὶ ἀποκτείναντας αὐτούς, καὶ ἐν βασιλικῇ ἐξουσίᾳ, οὐχ ὡς οἰκοδεσπότης μόνον, εἶπε τοῖς διακόνοις δῆσαι πόδας καὶ χεῖρας τοῦ εἰσελθόντος εἰς τοὺς γάμους μὴ ἔχοντος ἔνδυμα γάμου καὶ ἐκβαλεῖν αὐτὸν εἰς τὸ ἐξώτερον σκότος. ὅτε δὲ ἐν τοῖς ἀνωτέρω λέγεται · ἄνθρωπος εἶχε τέκνα δύο, οὔτε οἰκοδεσπότης οὔτε βασιλεὺς ὠνόμασται ἀλλ’ἁπλῶς ἄνθρωπος. εἰσὶν οὖν, ὥσπερ πολλαὶ ἐπίνοιαι τοῦ θεοῦ κατὰ τὰς θείας γραφάς, οὕτω καὶ διαφοραὶ τοῦ ἄνθρωπον αὐτὸν ὀνομάζεσθαι, ἤτοι ἁπλῶς οἰκοδεσπότην βασιλέα. καὶ ταῦτα μὲν κατὰ τὸν Ματθαῖον · κατὰ δὲ τὸν Λουκᾶν ὁμοία τῇ ἐκκειμένῃ παραβολῇ ἄνθρωπον αὐτὸν ὠνόμασεν ἐν τῷ · ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς. ἀλλὰ καὶ Μᾶρκός φησιν · ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ περιέθηκεν αὐτῷ φραγμόν. πάλιντε αὖ Λουκᾶς τὴν τῆς κλήσεως ἐκτιθέμενος παραβολὴν ἄνθρωπός τις, φησίν, ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. καὶ σὺ δὲ συναγαγὼν εἴ που ὠνόμασται ἄνθρωπος θεὸς καὶ πνευματικὰ πνευματικοῖς ἐν τῷ περὶ τούτου συγκρίνων λόγῳ καὶ ζητήσας ὀρθῶς τὰ κατὰ τοὺς τόπους, εὕροις ἂν ἀνάλογον τῇ ζητήσει σου πλείονα εἰς τὸ ἄνθρωπον λέγεσθαι τὸν θεόν. οὗτος δὴ ἐφύτευσεν οἰκοδεσπότης ἄνθρωπος ἀμπελῶνα, ὅντινα ἐπιμελέστερον ζητητέον, μὴ ἀβασανίστως παρερχόμενον τὴν τοσαύτην παραβολήν.

17.7

τίς οὖν ἀμπελὼν ἕτερος ὢν παρὰ τοὺς γεωργοὺς τοὺς πρώτους καὶ τοὺς δευτέρους, ὃν ἐφύτευσεν οἰκοδεσπότης ἄνθρωπος; δὲ ἀμπελὼν οὗτος πρότερον μὲν ἐκδιδόμενός ἐστι γεωργοῖς ὑβρισταῖς, δεύτερον δὲ κατὰ τοὺς ἀποκριναμένους περὶ τοῦ ἀμπελῶνος ἐκδιδόμενος ἄλλοις γεωργοῖς, οἵτινες δώσουσι τοὺς καρποὺς αὐτοῦ ἐν τοῖς καιροῖς αὐτῶν, κατὰ δὴ τὸν σωτῆρα λέγοντα · ἀρθήσεται ἀφ’ὑμῶν βασιλεία τοῦ θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἆρα γὰρ δεήσει ταὐτὸν εἰπεῖν εἶναι τὴν βασιλείαν τοῦ θεοῦ τῷ ἀμπελῶνι, αἰρομένην ἀπὸ τῶν προτέρων γεωργῶν διδομένην δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἄλλο μὲν εἶναι τὸν ἀμπελῶνα ἄλλο δὲ τὴν βασιλείαν τοῦ θεοῦ; ἴδωμεν δὲ πρῶτον, παραστήσαντες ἀπὸ τῆς γραφῆς ὅτι ἀμπελὼν καλεῖται λαός, εἰ δύναται ἐφαρμόσαι πάντα τὰ κατὰ τὸν τόπον τῇ τοιαύτῃ διηγήσει. φησὶν οὖν Ἡσαΐας · ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρὴκ καὶ τὰ ἑξῆς ἕως τοῦ ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν. ἐξεθέμην δὴ τὸ ἀπὸ τοῦ Ἡσαΐου ᾆσμα βουλόμενος αὐτὸ συνεξετάσαι ταύτῃ τῇ παραβολῇ, εἰ κατὰ τοῦ αὐτοῦ κεῖται ἀμπελὼν σημαινομένου ἐν ἑκατέρᾳ τῇ γραφῇ. καὶ ὅρα, τίνα μὲν ὅμοια ἔχουσιν αἱ ἐκτεθεῖσαι λέξεις τίνα δὲ οὐχ ὅμοια, ἵνα βλέπων τὰς διαφορὰς τῶν ὁμοίων πρὸς τὰ ἀνόμοια οὕτως ἐπιστήσῃς τῷ νῷ τῆς γραφῆς. ὅμοιον οὖν τὸ ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον τῷ ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. παράθες γὰρ τῷ ἐφύτευσεν ἀμπελῶνα τὸ ἐφύτευσα ἄμπελον σωρήκ, καὶ τῷ φραγμὸν αὐτῷ περιέθηκε τὸ φραγμὸν περιέθηκα, καὶ τῷ ὤρυξεν ἐν αὐτῷ ληνὸν τὸ καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ τῷ ᾠκοδόμησε πύργον τὸ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ. κατ’ἀμφοτέρους δὲ τοὺς τόπους ἀνόμοιον περὶ τῶν καρπῶν λέγεται τοῦ ἀμπελῶνος, παρὰ μὲν τῷ Ἡσαΐᾳ ὅτι ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας, ἐν δὲ τῇ τοῦ εὐαγγελίου παραβολῇ σαφῶς οὐχ ἀμπελὼν κατηγορεῖται ὡς μὴ δεδωκὼς τοὺς καρποὺς ἐγγίσαντος τοῦ καιροῦ αὐτῶν, ἀλλ’οἱ γεωργοί, οἳ καὶ λαβόντες τοὺς τοῦ οἰκοδεσπότου δούλους ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. καὶ ἡνίκα ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, πάλιν οἱ γεωργοὶ κατηγοροῦνται ποιήσαντες αὐτοῖς ὡσαύτως. καὶ τρίτον δὲ οἱ γεωργοὶ κατηγοροῦνται εἰπόντες · οὗτός ἐστιν κληρονόμος · δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος καὶ ἀποκτείναντες αὐτόν. καὶ ἐν μὲν τῷ Ἡσαΐᾳ αὐτῷ τῷ ἀμπελῶνι ἀπειλεῖ λόγος λέγων · ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα. καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐ δὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα. ἀλλὰ καὶ ὅτε ταῖς νεφέλαις ἐντελεῖσθαι ἐπαγγέλλεται τοῦ μὴ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετόν, τῷ ἀμπελῶνι ἀπειλεῖ, ὅντινα προφήτης εἶπεν εἶναι τὸν τοῦ Ἰσραὴλ οἶκον καὶ τὸν ἄνθρωπον τοῦ Ἰούδα, μὴ ποιήσαντα τὸν καρπόν, τὴν κρίσιν καὶ τὴν δικαιοσύνην, ποιήσαντα δὲ ἀκάνθας, τὴν ἀνομίαν καὶ τὴν κραυγήν. ἐν δὲ τῷ εὐαγγελίῳ τὸν μὲν ἀμπελῶνα οὐδὲν εὑρίσκομεν πάσχοντα, ἀλλ’(εἰ δεῖ οὕτως εἰπεῖν) μᾶλλον προνοούμενον τοῦ φέρειν τοὺς οἰκείους καρποὺς τῷ οἰκοδεσπότῃ · προνοῶν γὰρ οὗτος τοῦ ἀμπελῶνος αἴρει αὐτὸν ἀπὸ τῶν προτέρων γεωργῶν, οἵτινες ἀποκρίνονται τῷ σωτῆρι πυθομένῳ καὶ εἰπόντι ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; καὶ λέγουσιν, εἴτε ὑπὸ τοῦ λόγου καὶ τῆς ἀκολουθίας ἀναγκαζόμενοι εἴτε καὶ ἄκοντες (ἵν’οὕτως εἴπω) τὰ περὶ αὑτῶν προφητεύοντες, ὡς ἄρα κακοὺς κακῶς ἀπολέσει κύριος τοῦ ἀμπελῶνος ἐλθὼν τοὺς γεωργούς, καὶ προνοούμενος τοῦ ἀμπελῶνος ἐκδώσεται αὐτὸν ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ἀκολούθως τῷ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον εἴρηται πρὸς τὸν ἁμαρτάνοντα λαόν · ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν, καὶ ἀνάλογον τῷ ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας καὶ τῷ ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγὴν τὸ πῶς ἐστράφης εἰς πικρίαν, ἄμπελος ἀλλοτρία; οὐκοῦν ὁρᾷς ἐν μὲν ταῖς προφητικαῖς λέξεσι τὸν λαὸν λεγόμενον εἶναι ἀμπελῶνα καὶ τὸν φυτεύσαντα αὐτὸν ἀπειλοῦντα καὶ λέγοντα αὐτῷ · ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν καὶ τὰ λοιπά, ἐν δὲ ταῖς εὐαγγελικαῖς οὐδεμίαν μὲν μέμψιν προσαγομένην τῷ ἀμπελῶνι πᾶσαν δὲ τοῖς γεωργοῖς, καὶ πρὸς τῷ μηδεμίαν εἶναι ἀπειλὴν τῷ ἀμπελῶνι καὶ πρόνοιαν αὐτοῦ γινομένην, ἵνα διδῷ τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. καὶ οὐκ ἂν δύναιο, τὴν ἀκρίβειαν βουλόμενος σῶσαι τῆς εὐαγγελικῆς γραφῆς, τρανῶς παραστῆσαι ὅτι ἀμπελὼν λαὸς ἦν. ἀλλὰ μήποτε κατὰ τὸ εὐαγγέλιον ἀμπελὼν βασιλεία ἐστὶ τοῦ θεοῦ, αὐτὴ (οἶμαι) τυγχάνουσα τῇ τῶν γραφῶν μετ’ἐπισκοπῆς θεοῦ διδασκαλίᾳ. τὸ γὰρ ἀρθήσεται ἀφ’ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς ἐπιφερόμενον τῇ περὶ τοῦ ἀμπελῶνος παραβολῇ σαφῶς (οἶμαι) δηλοῖ τὰ μυστήρια τῆς τοῦ θεοῦ βασιλείας λέγεσθαι εἶναι τὸν ἀμπελῶνα, ὃν ἐφύτευσεν οἰκοδεσπότης ἄνθρωπος. τοῦτον δὴ τὸν ἀμπελῶνα, ὄντα (ὡς οἶμαι) νόμον καὶ προφήτας καὶ πᾶσαν τὴν θείαν γραφήν, ἐξέδοτο κύριος τοῦ ἀμπελῶνος γεωργοῖς · προτέροις μὲν τῷ λαῷ ἐκείνῳ (καὶ γὰρ πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ), δευτέροις δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ. ἀλλ’ἔργον ἐξομαλίσαι οὕτω νοουμένου τοῦ κατὰ τὸ εὐαγγέλιον ἀμπελῶνος τὸν περιτεθέντα αὐτῷ φραγμόν, οὐδὲν πάσχοντα ὁποῖον ἐν τῷ Ἡσαΐᾳ φραγμός, περὶ οὗ γέγραπται · ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ τὴν ὀρυχθεῖσαν ἐν αὐτῷ ληνὸν καὶ τὸν οἰκοδομηθέντα πύργον. καὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν, τὸν δὲ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν, τὸν δὲ λογικὸν τόπον καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν ὡς μὴ κατοπτεύεσθαι τοῖς ἔξωθεν τὸν ἀμπελῶνα καὶ τὸν ἐν κρυπτῷ μάλιστα καρπὸν αὐτοῦ, τὸ δὲ βάθος […] τῆς δεχομένης τοὺς καρποὺς τούτους ψυχῆς πᾶν ἐπιπόλαιον ἀποβαλούσης τὴν ὀρυχθεῖσαν εἶναι ἐν τῷ ἀμπελῶνι ληνόν. δὲ οἰκοδομηθεὶς ἐν τῷ ἀμπελῶνι πύργος, ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕψος ὑπὲρ τὸν ἀμπελῶνα καὶ τὸν φραγμὸν καὶ τὴν ληνόν, περὶ θεοῦ (οἶμαι) λόγος ἐστί, ναὸς ὢν τοῦ ἐν αὐτῷ θείου νοῦ. καὶ περὶ τοιούτου νομίζω λελέχθαι πύργου ὑπὸ τοῦ σωτῆρος τὸ τίς ἐξ ὑμῶν βουλόμενος πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον ψηφίζει, εἰ δύναται θεῖναι τὸν θεμέλιον καὶ ἐκτελέσαι, ἵνα μὴ ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν τῷ μὴτε λειώσαντι; διὰ γὰρ παραβολῆς κἀκεῖ δοκεῖ μοι λέγεσθαι ὅτι μέλλων θεολογεῖν σκόπησον, εἰ δύνασαι ἀρξάμενος πάντα ἀπαιτεῖ σε λόγος εἰς θεολογίαν τελειῶσαι, ἵνα μὴ ἀρξάμενος τῶν τῆς εὐσεβείας δογμάτων ἀτελῆ καταλίπῃς τὸν περὶ θεοῦ πύργον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς · εἰ γὰρ στεφάνην οὐκ ἐποικοδομήσεις, πεσεῖταί τις ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας καὶ ἀποθανεῖται. τοῦτον δὴ τὸν (ὡς ἀποδεδώκαμεν) ἀμπελῶνα ἐξέδοτο γεωργοῖς, τῷ πρὸ ἡμῶν λαῷ, θεός, καὶ ἀπεδήμησεν εἰς τὴν ἑαυτοῦ περιωπήν, δοὺς ἀφορμὰς τοῖς γεωργοῖς, ἐξ ὧν αὐτὸς ἐφύτευσε καὶ περιέθηκε καὶ ὤρυξε καὶ ᾠκοδόμησε, τοῦ φέρειν τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἤγγισαν μὲν οὖν καθ’ἕκαστον οἱ καιροὶ τῶν καρπῶν, οἶμαι δ’ὅτι καὶ γενικῶς ὅλῳ τῷ λαῷ. τὸ δὲ ἐγγίσαι τοὺς καιροὺς τῶν καρπῶν ἀκριβῶς μὲν διηγήσασθαι ἕξεως μείζονός ἐστιν καθ’ἡμᾶς καὶ καρδίας πολλῷ καθαρωτέρας καὶ διορατικωτέρας παρ’ἡμᾶς. ὅμως δὲ κατὰ δύναμιν ἐπιβαλοῦμεν οὕτως τῷ τόπῳ, ἀρξάμενοι ἀπὸ τῶν καθένα.

17.8

καὶ νοείσθω ἐν ἑκάστῃ ψυχῇ λόγος ἄμπελος πεφυτευμένη ὑπὸ τοῦ οἰκοδεσπότου, καὶ ἀμπελὼν αἱ ἀφορμαὶ πάντων τῶν ἀναγκαίων εἰς σωτηρίαν προβλημάτων. ὥσπερ οὖν ἐπὶ τῶν ἀμπέλων ἐστί τις καιρὸς ὅτε ἐκφύει φύλλα, καὶ ἄλλος ὅτε τὰς ἀρχὰς τῶν καρπῶν δείκνυσιν ἔτι βραχείας, καὶ ἄλλος ὅτε κυπρίζει τὰ δειχθέντα, καὶ ἄλλος ὅτε ὀμφακίζει καὶ ἄλλος ὅτε περκάζει, καὶ ἄλλος ὅτε καιρός ἐστι τοῦ τρυγᾶν τετελειωμένους τοὺς καρποὺς καὶ ἑτοίμους πρὸς τὸ φέρειν οἴνου ποιότητα οὕτως μὲν πρῶτος τῶν ἀνθρώπων τῆς ζωῆς καιρὸς κατὰ τὴν νηπιότητα ἐχέτω τὴν ἄμπελον οὐδὲν περικειμένην ἀλλὰ μόνον ἔχουσαν τὸ ζωτικόν · εἶτ’ἐπὰν λόγος συμπληροῦσθαι ἄρχηται, καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ψυχὴ τοσοῦτον καὶ γεωργούμενος ἀμπελὼν δείγματα φέρει μελλόντων βοτρύων, κυπριζόντων μὲν καὶ ὀσμὴν εὐωδίας (μελλούσης ἀρετῆς) φερόντων κατ’ἀρχάς, ὕστερον δὲ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν νεότητι ἔνεστιν οὐχ παραμένουσα δὲ ἀλλ’ ἀναγκαίως ὑφισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ’ἀεὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἐπ’ἀρετὴν ὁδεύουσα. ἐὰν δὲ παραμένῃ κακία, καὶ μὴ χρησώμεθα ἄλλῃ ὡς ἐπ’ἀρετὴν διόδῳ ἀεὶ αὐτὴν ἐπὶ τὴν ἐπ’ἀρετῇ προκοπὴν ἄγοντες, γίνεται ὄμφαξ, ὃν φαγών τις κατὰ τὸν προφήτην αἱμωδιᾷ. ἐπὶ πλεῖον δέ τις προκόπτων οἱονεὶ περκάζουσαν μὲν οὐδέπω δὲτε τελειωμένην ἔχει τὴν σταφυλήν. ἔστι δέ τις καὶ μετὰ τὴν προκοπὴν κατάστασις σπουδαία, ὅτε γεωργηθεῖσα ἄμπελος φέρει τὸν καρπόν, βότρυας ἀγάπης τελείους καὶ χαρᾶς καὶ εἰρήνης καὶ μακροθυμίας καὶ τῶν λοιπῶν, παρὰ τῷ ἀποστόλῳ κατείλεκται καὶ ἐν μυρίαις ἄλλαις γραφαῖς. ἔστι γάρ τις βότρυς κατὰ τὸ μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι καὶ ἄλλος κατὰ τὸ μακάριοι οἱ πενθοῦντες καὶ ἄλλος κατὰ τὸ μακάριοι οἱ πραεῖς καὶ ἄλλος κατὰ τὸ μακάριοι οἱ εἰρηνοποιοὶ καὶ ἄλλος κατὰ τὸ μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ. καὶ τί με δεῖ καταλέγειν τοὺς αἰτίους τῶν μακαρισμῶν βότρυας; ταῦτα δὲ ἐπὶ πλεῖον ἐξήτασα ἅτε τὸ ὅτε ἤγγισεν καιρὸς τῶν καρπῶν, νοῆσαι καὶ σαφηνίσαι θέλων.

17.9

τοῦ οἰκοδεσπότου δέ ἐστι μόνου καὶ τῆς θείας ἐπιστήμης αὐτοῦ εἰδέναι τὸν ἑκάστου τῶν ἀνθρώπων καιρόν, πότε ἤγγισε καὶ πότε ἔτι πόρρω ἐστὶν καιρὸς τῶν καρπῶν. καὶ ἡμεῖς δέ, ἐὰν ἐπὶ πλεῖον ἐπιστήσωμεν συγκρίνοντες τὸν χρόνον ἀφ’οὗ ἐκλήθημεν τῷ παντὶ χρόνῳ τῆς πίστεως ἡμῶν, δυνησόμεθα ὁρᾶν πῶς τινες ὥσπερ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχουσι διδάσκεσθαι τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ. οὕτως ὀφείλοντές τινες, ὅσον ἐπὶ τῷ χρόνῳ τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τῷ κατὰ τὴν κλῆσιν ἁπάντων, ἤδη φέρειν τοὺς καρπούς, πάντως οὐκ ἔχουσιν ὀφείλοντες ἔχειν τελείους ἔχουσι μὲν ἀκαίρως δὲ κυπρίζοντας καὶ οὐκ ἐν καιρῷ ὀμφακίζοντας. εἰ νενόηταί σοι δὴ καθ’ἕκαστον, πῶς δεῖ ἐκλαμβάνειν τὸ ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν, μετάβα (εἰ δύνασαι) τῷ λόγῳ ἐπὶ τοὺς παραλαβόντας διὰ Μωσέως τὸν νόμον, ὅτι κἀκείνων ἤγγισέ ποτε καιρὸς τῶν καρπῶν καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους πρὸς τοὺς γεωργοὺς τοὺς πρώτους πιστευθέντας τὰ λόγια τοῦ θεοῦ ὑπὲρ τοῦ λαβεῖν τοὺς καρποὺς τοῦ ἐν ἑκάστῳ ἀμπελῶνος. εὐχερὲς μὲν οὖν εἰπεῖν ὅτι δούλους λέγει τοὺς προφήτας. ἀλλὰ ζητητέον πῶς ἀποστέλλονται πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς τοῦ ἀμπελῶνος καρπούς. εἴποι γὰρ ἄν τις ὅτι οὐκ ἐπὶ τῷ λαβεῖν ἀποστέλλονται τοὺς καρποὺς οἱ προφῆται, ἀλλ’ἐπὶ τῷ γεωργῆσαι μᾶλλον καὶ συνεργῆσαι τοῖς καρποῖς. ὅρα οὖν εἰ δυνάμεθα λέγειν τὰ πνευματικὰ καρπώματα καὶ τὰς θείας προσφορὰς δίδοσθαι ἀπὸ τῶν γεωργησάντων τὸν ἀμπελῶνα τοῖς ἀποστελλομένοις δούλοις, ἵνα προσαγάγωσιν ὡς ἱερεῖς τῷ θεῷ τοὺς καρποὺς τοῦ προσφέροντος λαοῦ. ἀλλὰ λαβόντες οἱ γεωργοὶ ἐν τῷ λαῷ τοὺς ἀποσταλέντας δούλους λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος, ὃν μὲν ἔδειραν, ὡς τὸν Μιχαίαν ἐπάταξεν εἰς τὴν σιαγόνα Σεδεκίας υἱὸς Χαναάν, ὅτε καὶ εἶπεν αὐτῷ προφητεύσαντι ψευδοπροφήτης · ὁποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί; ὃν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ὃν δὲ ἐλιθοβόλησαν, ὡς τὸν Ἀζαρίαν υἱὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καθάπερ γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων · ἡνίκα γὰρ πνεῦμα θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε · τάδε λέγει κύριος · τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε · ὅτι ἐγκατελίπετε τὸν κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς, ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν δι’ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου κυρίου. καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησε μετ’αὐτοῦ Ἰωδαὲ πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνῃσκεν, εἶπεν · ἴδοι κύριος καὶ κρινάτω.

17.10

ἑξῆς ἐστιν ἐν τῇ παραβολῇ ὅτι πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. πλήρης δὲ γραφή ἐστι τῶν συμβεβηκότων τοῖς προφήταις, οὓς ἀπέστειλεν ὑπὲρ τοῦ λαοῦ, ἵνα τὸν καρπὸν αὐτῶν ἀναφέρωσιν ὡς ἅγιοι ἱερεῖς τῷ θεῷ διὰ τῶν εὐχῶν. ὕστερον δὲ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ μετὰ τοὺς προφήτας τὸν Χριστόν. ζητήσεις δέ, πῶς ἀποστέλλων τὸν υἱὸν λέγει μέν · ἐντραπήσονται τὸν υἱόν μου, ὡς οὐ προκαταλαβὼν δὲ τὸ μέλλον αὐτῷ συμβαίνειν τοῦτο εἶπεν · οὐ γὰρ φαίνονται κατὰ τὸ ῥητὸν ἐντραπέντες αὐτόν. καὶ φάσκειν γε ἐν τούτοις μὴ προεγνωκέναι τὸ μέλλον τὸν πατέρα τοῦ ἀποσταλέντος υἱοῦ, ἀλλὰ ἐψεῦσθαι ἄλλα εἰπόντα ἄλλων γενομένων, ἀσεβές. πάλιντε αὖ εἰπεῖν ὅτι ἐνετράπησαν αὐτὸν οἱ γεωργοί, παρὰ τὴν ἐνάργειάν ἐστιν · οἱ γὰρ γεωργοὶ ἰδόντες τὸν υἱὸν αὐτοῦ εἶπον ἐν ἑαυτοῖς · οὗτός ἐστιν κληρονόμος καὶ τὰ ἑξῆς. μὲν οὖν τις εἰς ταῦτα φήσει ὅτι ἀναγκαῖον συμβῆναι τὸ ἐντραπήσονται τὸν υἱόν μου, εἰ καὶ μὴ τότε συμβέβηκεν. δέ τις ἐρεῖ ὅτι οὐκ εἶπεν πατὴρ πέμπων τὸν υἱόν · λήψεται υἱός μου τὸν καρπὸν ἀπὸ τῶν γεωργῶν, ἀλλ’ὅτι ἐντραπήσονται · ἐνετράπησαν μὲν γὰρ τῷ ἐγνωκέναι ὅτι οὗτος υἱὸς ἦν καὶ εἰρηκέναι αὐτοὺς ἐν ἑαυτοῖς ὅτι οὗτός ἐστιν κληρονόμος, οὐ πάντως δέ, εἰ ἐνετράπησαν καὶ κατὰ τὴν ἀρχὴν ἐπλήχθησαν, ἤδη καὶ τὰ τῶν ἐντρεπομένων πεποιήκασιν.

17.11

ἅμα δὲ καὶ ζητήσει τις, τίνες οὗτοι οἱ γεωργοὶ οἱ εἰπόντες · οὗτός ἐστιν κληρονόμος · δεῦτε ἀποκτείνωμεν αὐτόν. οὐ γὰρ φαίνονται Ἰουδαῖοι ἀποκτείναντες αὐτὸν ὡς υἱὸν τοῦ οἰκοδεσπότου. καὶ πρὸς τοῦτο δὲ φήσει τις ὅτι, ἡνίκα διελάλουν πρὸς ἀλλήλους ὅστις εἴη, τινὲς εἶπον ὅτι οὗτός ἐστιν Χριστός, πρὸς οὓς ἀπεκρίναντο ἄλλοι · Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί · τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν. εἶτ’ἐπεὶ ἀπὸ τῶν σημείων καὶ τῶν τεραστίων καὶ θείων δυνάμεων πληττόμενοι ἐφρόνουν μὲν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, οὐχ ὡμολόγουν δέ, καὶ ἀληθὲς μὲν τὸ ἐντραπήσονται τὸν υἱόν μου, ἀληθὲς δὲ καὶ τὸ (ἀπεγνωκότων αὐτῶν ὅτι εἴη υἱὸς) λελέχθαι οὗτός ἐστιν κληρονόμος · δεῦτε ἀποκτείνωμεν αὐτόν. διὰ τοῦτό φησιν σωτήρ · κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί. ἐπιστήσας δέ τις τοῖς ἀναγεγραμμένοις περὶ τοῦ Ἡρώδου, ἡνίκα ἔμαθεν ἀπὸ τῶν μάγων τετέχθαι τὸν βασιλέα τῶν Ἰουδαίων, ὄψεται ὅτι δύνανται οἱ ἀποκτείναντες τὸν σωτῆρα, ἐγνωκότες ὅτι υἱὸς εἴη, οὐδὲν ἧττον ἐπιβεβουλευκέναι αὐτῷ. καὶ γὰρ Ἡρώδης, μαθὼν ἀπὸ τῶν γραμματέων ὅτι ἐν Βηθλεὲμ γεννᾶται Χριστὸς καὶ συγκαταθέμενος ὅτι Χριστὸς εἴη γεννώμενος, ἀποστέλλει μὲν αὐτοὺς λέγων · πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ, οὐδὲν δ’ἧττον ἐπανελθόντων αὐτῶν ἐπεβούλευσε τῷ παιδίῳ, οὐκ ἀπιστῶν ὅτι Χριστὸς ἦν. οὐκ ἂν γὰρ πάντη ἀπιστῶν πάντα τὰ παιδία ἀνεῖλε τὰ ἐν Βηθλεὲμ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων · ἀλλὰ καὶ ἐπίστευσεν αὐτὸν εἶναι τὸν Χριστὸν τὸν προφητευόμενον καὶ ἐβούλετο αὐτὸν ἀποκτεῖναι καὶ τὸ ὅσον γε ἐφ’ἑαυτῷ ἀπέκτεινεν αὐτόν. οὕτως οὖν δύνανται καὶ οἱ ἐπιβουλεύσαντες τῷ σωτῆρι ἐγνωκέναι μὲν (οὐχ ὥστε καὶ εἰς ἄλλους φθάσαι τὸν λόγον αὐτῶν, ἐν ἑαυτοῖς γὰρ εἶπον · οὗτός ἐστιν κληρονόμος), οὐδὲν δ’ἧττον αὐτὸν ἀνῃρηκέναι. ᾠήθησαν γὰρ ἀποκτείναντες τὸν Χριστὸν καὶ μὴ νοοῦντες αὐτοῦ τὴν ἀνάστασιν (εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν) αὐτοὶ κύριοι ἔσεσθαι τῶν πραγμάτων, ἐπεὶ ἀπετύφλωσεν αὐτοὺς κακία αὐτῶν καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ, καὶ ὡς μὴ ἐγνωκότες αὐτὰ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τὸν υἱὸν καὶ ἀπέκτειναν αὐτόν. τὸ δὲ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τοιοῦτον εἶναί μοι φαίνεται · τὸ ὅσον ἐφ’ἑαυτοῖς, ἀλλότριον αὐτὸν εἶναι ἔκριναν καὶ τοῦ ἀμπελῶνος καὶ τῶν γεωργῶν, ἡνίκα κατεψηφίζοντο αὐτοῦ τὴν πρὸς θάνατον ψῆφον. καὶ ἐπὶ τούτοις σωτὴρ πυνθάνεται τῶν καὶ αὐτῶν γεωργῶν πονηρῶν λέγων αὐτοῖς ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; οἱ δὲ λέγουσιν αὐτῷ, ἐκ τοῦ στόματος αὑτῶν κριθησόμενοι καὶ καταδικασθησόμενοι ὡς κακοὶ κακῶς ἀπολούμενοι καὶ μηκέτι μέλλοντες ἔχειν τὰ λόγια τοῦ θεοῦ, τὸ κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵ τινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. καὶ οἱονεὶ προφητεύουσιν ὁμοίως τῷ Καιάφᾳ τῷ ἀρχιερεῖ τοῦ ἐνιαυτοῦ ἐκείνου, καὶ ἀφ’ἑαυτοῦ μὴ εἰρηκότι τὸ ἀληθές, ἀλλ’ἐπεὶ ἀρχιερεὺς ἦν προφητεύσαντι · προφητεύουσι δὲ περὶ τῶν ἐθνῶν ὅτι δώσουσι τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.

17.12

εἶτα σωτὴρ ἐπὶ τούτοις ἀπὸ τῆς γραφῆς αὐτοὺς δυσωπεῖ, νομίζοντας εἶναι καὶ οἰκοδόμους τοῦ λαοῦ, ὅτι λίθον αὐτὸν ὄντα καὶ ἀποδοκιμασθέντα ἀπ’αὐτῶν πατὴρ θήσει τῆς ὅλης οἰκοδομῆς κεφαλήν, συνέχοντα δύο γωνίας παλαιᾶς καὶ καινῆς διαθήκης καὶ δύο λαῶν οἰκοδομάς. τοιοῦτον γάρ ἐστι τὸ οὐ δέ ποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς · λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; κεῖται δὲ λέξις ἐν τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ, ὅς ἐστι πρὸ τοῦ πολυστιχωτάτου Ψαλμοῦ τεταγμένος, καὶ ἔχει οὕτως τὸ ῥητόν · λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡμέρα ἣν ἐποίησεν κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. καὶ εἴ τι ἄλλο τῶν περὶ Χριστοῦ προφητευομένων δύναται δυσωπῆσαι τὸν ἀγνωμόνως ἐξετάζοντα τὰ γεγραμμένα, καὶ τοῦτο ἐν αὐτοῖς ἂν ταχθείη. εἰ γὰρ μὴ περὶ λίθου προφήτης ἀναισθήτου ταῦτα λέγει, ὡς εἴποι τις ἂν ἠλίθιος ἀνήρ, δῆλον ἂν εἴη ὅτι ἀποδεδοκιμασμένος ὑπὸ τῶν ἐν τῷ λαῷ ἐκείνῳ σοφῶν καὶ ἀρχιερέων καὶ πρεσβυτέρων καὶ γραμματέων Ἰησοῦς, οὗτος ἀληθῶς ἐγένετο ὡς κεφαλὴ ἐκκλησίας εἰς κεφαλὴν γωνίας, ἑνῶν καὶ ἐπὶ τὸ αὐτὸ συνάγων τὰς δύο διαθήκας. καὶ ἔστιν αὕτη κεφαλὴ δῶρον παρὰ κυρίου τῇ ὅλῃ οἰκοδομῇ δεδομένη καὶ θαυμαστὴ κεφαλὴ ἐν ὀφθαλμοῖς ἡμῶν, δυναμένων αὐτὴν βλέπειν. καὶ διὰ τοῦτο, ἐπεὶ ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοῦτον τὸν λίθον, ἤρθη μὲν ἀπὸ τῶν γεωργῶν ἐκείνων καὶ τῶν οἰκοδόμων ἐκείνων τὰ λόγια τοῦ θεοῦ, ἐν οἷς ἦν βασιλεία τοῦ θεοῦ, ἐδόθη δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. εἰ δὲ ἀληθὲς τὸ ἀρθήσεται ἀφ’ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλονότι οὐδενὶ τῶν μὴ ποιούντων τοὺς καρποὺς τῆς τοῦ θεοῦ βασιλείας δίδοται τοῦ θεοῦ βασιλεία · οὐδενὶ γὰρ βασιλευομένῳ ὑπὸ τῆς ἁμαρτίας δίδοται τοῦ θεοῦ βασιλεία. ἀλλ’ἐρεῖ τις πῶς, εἰ μηδενὶ δίδοται τοῦ θεοῦ βασιλεία τῷ μὴ ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἐδόθη ἐκείνοις τοῦ θεοῦ βασιλεία ἀφ’ὧν ἤρθη, κατὰ τὸ εἰρημένον · ἀρθήσεται ἀφ’ὑμῶν βασιλεία τοῦ θεοῦ; καὶ πρόσχες εἰ δυνάμεθα, ὡς ἐν τηλικαύτῃ δυσχερείᾳ ὄντες οὐ πάνυ τι εὐαποδότου προβλήματος, ἐπιστήσαντες τῇ διαφορᾷ τῶν εἰρημένων περὶ τοῦ ἀμπελῶνος πρότερον καὶ περὶ τῆς βασιλείας τοῦ θεοῦ δεύτερον, ἐπιλύσασθαι τὸ ζητούμενον. οὐκ εἴρηται δὴ περὶ τοῦ ἀμπελῶνος ὅπερ εἴρηται περὶ τῆς βασιλείας τοῦ θεοῦ. περὶ μὲν γὰρ τοῦ ἀμπελῶνος κατὰ τὸ πρότερον γέγραπται ὅτι ἐξέδοτο αὐτὸν γεωργοῖς, περὶ δὲ τῆς βασιλείας τοῦ θεοῦ ὅτι δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἦν δ’ἂν ἄλυτον τὸ κατὰ τὸν τόπον εἰ, ὥσπερ ἐξέδοτο αὐτὸν γεωργοῖς γεγραμμένον ἦν ἐπὶ τοῦ προτέρου, οὕτως εἴρητο καὶ περὶ τοῦ δευτέρου · ἐκδοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, καὶ εἰ, ὥσπερ εἴρηται περὶ τῶν δευτέρων · καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, εἴρητο καὶ περὶ τῶν προτέρων ὅτι ἔδωκεν αὐτὸν γεωργοῖς. καὶ ταῦτα μὲν ἡμεῖς εἰς τὸν τόπον ἐπηπορήσαμεν καὶ τὸ φανὲν ἡμῖν εἰρήκαμεν · δὲ βέλτιον δυνάμενος καὶ νοεῖν καὶ λέγειν, ἐκεῖνος ἡμῶν μᾶλλον ἀκουέσθω.

17.13

καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει · καὶ ζητοῦντες κρατῆσαι αὐτὸν ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον. ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ, ὧν τῆς μὲν ἑτέρας ἀρχὴ ἦν · ἄνθρωπός τις εἶχε τέκνα δύο, τῆς δὲ λοιπῆς · ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει · κατὰ μὲν τὴν ἑτέραν παραβολὴν ὅτι εἶπεν δεύτερος υἱός · ἐγὼ κύριε, καὶ οὐκ ἀπῆλθε, κατὰ δὲ τὴν λοιπὴν ὅτι, ἐπεὶ εἴρηται αὕτη κατὰ τὰ λελεγμένα κατὰ τῶν ἁμαρτανόντων προτέρων γεωργῶν, Ἰησοῦς εἶπε τὸ ἀρ θήσεται ἀφ’ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. καὶ γνόντες ὅτι περὶ αὐτῶν λέγει, ἐζήτησαν μὲν αὐτὸν κρατῆσαι καὶ ποιῆσαι αὐτῷ ὅτι ποτ’ἂν δυνηθῶσιν · οὐκ ἠδυνήθησαν δέ, ἐπεὶ μὴ οἷοίτε ἦσαν ὑπομεῖναι ὄχλων ὁρμὴν τῶν ἐχόντων τὸν Ἰησοῦν εἰς προφήτην. καὶ ὅσοι γε ἐπιβουλευτικῶς βούλονται κρατῆσαι τὸν λόγον, ἵν’ὡς κεκρατημένον παρ’αὐτοῖς καθέλωσιν αὐτόν, οὗτοι οὐκ ἄν ποτε κρατήσαιεν οὔτε θανατώσαιεν αὐτόν, τῶν ὑπὲρ αὐτοῦ ὄχλων προφήτην τινὰ τοῦ θεοῦ αὐτὸν ὑπολαμβανόντων, περισπώντων τοὺς βουλομένους αὐτὸν κρατεῖν καὶ ἐπιβουλεῦσαι αὐτῷ. μετὰ ταῦτα ἰστέον ὅτι τῶν ζητούντων κρατεῖν τὸν Ἰησοῦν διαφοραί εἰσιν. ἄλλως γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐζήτουν κρατῆσαι αὐτόν, ἄλλως ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων νύμφη, ζητήσασα αὐτὸν καὶ ἀναστᾶσα καὶ κυκλοῦσα ἐν πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις μόγις ποτὲ εὗρεν αὐτόν, ὅτε μικρὸν παρῆλθε τοὺς τηροῦντας καὶ κυκλοῦντας ἐν τῇ πόλει καὶ εὑροῦσα ἐκράτησεν αὐτόν, ὅτε καὶ λέγει · ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφήσω αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. ἀλλὰ καὶ αὐτὴ αὕτη νύμφη κατ’ἀρχὰς μὲν τοῦ Ἄισματος τῶν ᾀσμάτων ἐκράτησά φησιν αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με, πρὸς δὲ τῷ τέλει τοῦ αὐτοῦ βιβλίου, ὡς προκόψασα καὶ ἑτέρως αὐτὸν μέλλουσα κρατεῖν καὶ βέλτιον παρὰ τὸ πρότερον, φησίν · εἶπα · ἀναβήσομαι ἐν τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ. ἵνα δὲ νοήσῃς τοὺς ζητοῦντας αὐτὸν κρατῆσαι ἀρχιερεῖς καὶ Φαρισαίους καὶ μὴ κρατοῦντας αὐτόν, κατανόησον ὅτι ἐπὶ μὲν τῶν ἄλλων παρὰ τὸν Χριστοῦ λόγον λόγων οἷόντέ ἐστι κρατῆσαι καὶ περιδράξασθαι καὶ χωρίσαι τοῦ νοῦ (τῶν ὁτιποτοῦν δογματισάντων) καὶ τεθεωρημένως ἀνατρέψαι αὐτὸν καὶ (ὡς γραφὴ ὠνόμασε) συμβιβάσαι. […] οὕτω γὰρ κατὰ τὸ εὐαγγέλιον σοφός, ὡς πνευματικὸς ἀνακρίνων πάντα, αὐτὸς δὲ ὑπ’οὐδενὸς ἀνακρινόμενος, ἀνακρίνει μὲν καὶ βασανίζει καὶ διελέγχει τοὺς ἄλλους λόγους εἴτε τῶν τοῦ κόσμου σοφῶν εἴτε τῶν ἐν ταῖς αἱρέσεσι διαπρέπειν δοκούντων, οὐ κατακρίνεται δὲ οὐ δὲ καταλαμβάνεται ἐν αὐτῷ νοῦς τοῦ Χριστοῦ οὐ δὲ κρατεῖται ὑπὸ τῶν προθεμένων αὐτὸν ἀνατρέπειν · τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; καὶ σαφὲς ὅτι, εἴπερ μέλλει τις συμβιβάσαι τινὸς νοῦν, πρότερον αὐτὸν γνώσεται καὶ μετὰ τοῦτο συμβιβάσει · νοῦν δὲ κυρίου τίς γνώσεται ὃς συμβιβάσει αὐτόν; ἁλώσεται γὰρ ὑπ’αὐτοῦ καὶ εἴξει αὐτῷ. καὶ ταῦτα δέ μοι λελέχθω διὰ τὸ καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

17.14

πλὴν κἂν εὐφημῶσιν οἱ ὄχλοι τὸν Ἰησοῦν, φρονοῦσι μέν τι περὶ αὐτοῦ ἀληθές, οὐ μὴν καὶ τὸ μέγεθος συνιᾶσιν αὐτοῦ. ἦν μὲν γὰρ Ἰησοῦς καὶ προφήτης, ὡς δῆλον τῷ νοήσαντι τὸ προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος θεὸς ὑμῶν ὡς ἐμέ · αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ προφήτης ἐκεῖνος. ὃς δ’ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται. πλὴν οὐχ ὑπεροχὴ αὐτοῦ ἐν τῷ προφήτην αὐτὸν εἶναι ἦν ἀλλ’ἐν τῷ υἱὸν θεοῦ πρωτότοκον πάσης κτίσεως καὶ εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου, ἐν ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, καὶ τὰ ἑξῆς. καὶ μᾶλλον ἦν αὐτοῦ ὑπεροχὴ ἐν τῷ εἶναι αὐτὸν σοφίαν τὴν λέγουσαν · θεὸς ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ τι ποιῆσαι, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ τὰ ἑξῆς. καὶ τούτους γε τοὺς ὄχλους οὕτως φρονοῦντας περὶ αὐτοῦ καὶ ἑτοίμως ἔχοντας ὑπερπολεμεῖν αὐτοῦ πρὸς τοὺς πολεμοῦντας, φοβοῦνται οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, καὶ οὐ δύνανται, ἵν’ἐπιβουλεύσωσι θέλοντες κρατῆσαι τοῦ Ἰησοῦ, κρατῆσαι αὐτοῦ. ἐνταῦθα μὲν οὖν γέγραπται · ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον · παρὰ τοῦτο δ’ἂν ποιήσαις ὅτι οἱ ὄχλοι, κἂν μὲν τῇ λέξει ὡς προφήτην αὐτὸν ἔχωσιν, εἰς τι ποτ’ἂν ἔχωσιν αὐτόν, πολλῷ ἔλαττον ἔχουσιν αὐτὸν οὗ ἐστιν, οὐ φθάνοντες οὐ δὲ ἐπὶ τὴν ἐκ μέρους γνῶσιν τῶν ἐκ μέρους αὐτὸν γινωσκόντων καὶ οὐδὲν ἄξιον τρανοῦντες περὶ αὐτοῦ. τοῦτο δὲ λέγω περὶ τῶν ἀληθῶς περὶ αὐτοῦ φρονούντων. οὐ νομιστέον γὰρ εἶναι ὑπὲρ αὐτοῦ τοὺς τὰ ψεύδη φρονοῦντας περὶ αὐτοῦ φαντασίᾳ τοῦ δοξάζειν αὐτόν, ὁποῖοί εἰσιν οἱ συγχέοντες πατρὸς καὶ υἱοῦ ἔννοιαν καὶ τῇ ὑποστάσει ἕνα διδόντες εἶναι τὸν πατέρα καὶ τὸν υἱόν, τῇ ἐπινοίᾳ μόνῃ καὶ τοῖς ὀνόμασι μόνοις διαιροῦντες τὸ ἓν ὑποκείμενον. καὶ οἱ ἀπὸ τῶν αἱρέσεων φαντασίᾳ τοῦ μεγάλα περὶ αὐτοῦ φρονεῖν ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες καὶ κακῶς λέγοντες τὸν δημιουργὸν οὐκ εἰσὶν ὑπὲρ αὐτοῦ · οὐ γάρ εἰσι μετ’ αὐτοῦ καὶ διὰ τοῦτό εἰσι κατ’ αὐτοῦ, γὰρ μὴ ὢν (φησὶ) μετ’ἐμοῦ κατ’ἐμοῦ ἐστιν. οὕτω δὲ κἂν συνάγωσιν οἱ μὴ τὰ ἀληθῆ περὶ τοῦ υἱοῦ φρονοῦντες ἐν τῷ ὀνόματι Ἰησοῦ, σκορπίζουσι μᾶλλον συνάγουσι. φησὶ γὰρ σωτήρ · καὶ μὴ συνάγων μετ’ἐμοῦ σκορπίζει · καὶ πρόσχες ὅτι μὴ εἴρηται ἁπλῶς · μὴ συνάγων σκορπίζει, ἀλλὰ μετὰ ἀκριβοῦς προσθήκης τῆς μετ’ἐμοῦ, δεῖ γὰρ τὸν συνάγοντα μετ’αὐτοῦ συνάγειν. νοήσεις δὲ τὸν μετ’αὐτοῦ συνάγοντα ἐπιστήσας τῷ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός · τὸ γὰρ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ δηλοῖ τὸν συνάγοντα μετ’αὐτοῦ. καὶ οὐκ ἂν λέγοις τὸ συναχθέντων ὑμῶν ἐν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ ἁρμόζειν τοῖς ἤτοι μετὰ τοῦ κακῶς βιοῦν συνάγουσιν ἤτοι συναγομένοις μετὰ τοῦ κακῶς καὶ ἀσεβῶς φρονεῖν περὶ τοῦ θεοῦ τοῦ Χριστοῦ αὐτοῦ. ταῦτα καὶ διὰ τὸ τοὺς ὄχλους φρονοῦντας περὶ τοῦ Ἰησοῦ, τοὺς ὑπὲρ αὐτοῦ καὶ πολλῷ ἔλαττον φρονοῦντας τῆς ἀξίας αὐτοῦ, λέγεσθαι εἰς προφήτην αὐτὸν ἐσχηκέναι. συνεξετάσας δὲ τούτοις τὴν τοῦ Λουκᾶ περὶ τῶν ὁμοίων λέξιν τρανότερον (οἶμαι) κατασκευάσεις τὰ προειρημένα · ὅστις φησί · καὶ ἦν διδάσκων τὸ καθ’ἡμέραν ἐν τῷ ἱερῷ · οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οὐχ εὕρισκον τί ποιήσουσιν · γὰρ λαὸς ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων. καὶ ἐν τούτοις γὰρ δηλοῦται ὅτι οἱ τῶν Ἰουδαϊκῶν προϊστάμενοι παρανόμως ὄχλων (ὀνομαζόμενοι ἀρχιερεῖς) καὶ γραμματεῖς (ἐχθροὶ τῷ Ἰησοῦ) καὶ πρεσβύτεροι τοῦ λαοῦ ζητοῦσι μὲν τὸν Ἰησοῦν ἀπολέσαι καὶ ἀφανίσαι τὸ ὄνομα αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων καὶ τὴν περὶ αὐτοῦ πίστιν · οὐχ εὑρίσκουσι δὲ τί ποιήσουσιν εἰς ὅπερ βούλονται ἀνύσαι, ἅτε προληφθέντος παντὸς τοῦ εἰς αὐτὸν πιστεύσαντος λαοῦ καὶ ἐξηρτημένου τῆς εἰς τὸν Ἰησοῦν ἀγάπης καὶ ἐκκρεμαμένου ἐν τῷ ἀκούειν τῆς διδασκαλίας αὐτοῦ καὶ τοῦ λόγου αὐτοῦ. καὶ ἔστι γε τοῦτο ἰδεῖν μέχρι τοῦ δεῦρο, τίνα τρόπον ζητοῦσι καθελεῖν οἱ προβαλλόμενοι τὴν θεραπείαν τοῦ θεοῦ ὡς ἀρχιερεῖς αὐτοῦ καὶ τὴν θείαν γραφὴν ὡς γραμματεῖς καὶ τὸ ἀρχαῖον ὡς οἱ πρεσβύτεροι τοῦ λαοῦ, καὶ ζητοῦσιν ἀπολέσαι τὸν Ἰησοῦν καὶ ἐξαφανίσαι τὴν περὶ αὐτοῦ δόξαν, πάντα εἰς τοῦτο ἀκολούθως τῷ βουλήματι τῶν πατέρων αὐτῶν πράττοντες, οὐ μὴν εὑρίσκοντες τί ποιήσουσιν, ἵνα τὸν ἐξηρτημένον τοῦ Ἰησοῦ λαὸν ἀποστήσωσιν αὐτοῦ καὶ ἀπαλείψωσιν αὐτὸν ἀπὸ τῆς διανοίας αὐτῶν. τάχα δὲ καὶ πάντες οἱ ἡντινοῦν δόξαν ἔχοντες περὶ τοῦ θείου καὶ πρεσβεύοντες περὶ αὐτῆς ἀλλοτρίως τῆς Ἰησοῦ διδασκαλίας ἀπολέσαι μὲν θέλουσι τὸν Ἰησοῦν, οὐ δύνανται δέ, ἐπεὶ πᾶς ὄχλος αὐτοῦ ἐκκρέμαται ἀκούων. ἀλλὰ καὶ οἱ οἱστισινοῦν συγγράμμασιν ἧς δή ποτε σοφίας προσέχοντες καὶ διὰ τοῦτο τροπικῶς λεγόμενοι γραμματεῖς ἀπολέσαι θέλουσιν ἐξ ἀνθρώπων τὸν Ἰησοῦν, οὐ μὴν εὑρίσκουσιν εἰς τοῦτο ἀνύσιμον ποιήσουσι. καὶ πάντες δὲ οἱ πρεσβύτεροι, οἱ ἀλλότριοι τῆς Ἰησοῦ διδασκαλίας λόγιοι Ἑλλήνων καὶ βαρβάρων, ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν, ἀλλ’οὐ δύνανται νικώμενοι ἀπὸ παντὸς τοῦ λαοῦ Ἰησοῦ, ἐκκρεμαμένου τοῦ διδασκάλου ἐν τῷ ἀκούειν καὶ συναισθάνεσθαι τῆς διδασκαλίας αὐτοῦ. καὶ Μᾶρκος δὲ τὰ παραπλήσια ὑποβάλλει λέγων · καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν · ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς λαὸς ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. πᾶς γὰρ λαὸς Χριστοῦ ἐκπλήσσεται ἐπὶ τῇ διδαχῇ αὐτοῦ, καὶ οὐδὲν δύναται γενέσθαι ὑπὸ τῶν προειρημένων ἀρχιερέων καὶ γραμματέων, ζητούντων ἀπολέσαι τὸν Ἰησοῦν ἐξ ἀνθρώπων καὶ ἐκλῦσαι τὴν ἔκπληξιν παντὸς τοῦ λαοῦ αὐτοῦ.

17.15

καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς αὐτοῖς λέγων · ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς ἕως τοῦ · πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. καὶ αὕτη παραβολὴ ὁλοσχερέστερον νοουμένη δόξει σαφὴς εἶναι, ἐν ἄνθρωπος μὲν βασιλεὺς τροπικῶς θεὸς καὶ πατὴρ Χριστοῦ Ἰησοῦ εἶναι λέγεται, οἱ δὲ γάμοι τοῦ υἱοῦ τοῦ βασιλέως ἀποκατάστασις τῆς νύμφης ἐκκλησίας Χριστοῦ πρὸς Χριστὸν τὸν νυμφίον αὐτῆς. οἱ δὲ ἀποστελλόμενοι δοῦλοι καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους οἱ κατὰ καιρόν εἰσι προφῆται ἐπιστρέφοντες τοὺς ἀπὸ τοῦ λαοῦ διὰ τῶν προφητειῶν ἐπὶ τὴν εὐφροσύνην ἀγομένην ἐπὶ τῇ ἀποκαταστάσει τῆς ἐκκλησίας πρὸς Χριστόν. οἱ δὲ μὴ θέλοντες ἐλθεῖν προηγουμένως ὄντες κλητοὶ οἱ μὴ ἀκούοντες τῶν λόγων τῶν προφητῶν ἦσαν, οἱ δὲ ἀποστελλόμενοι ἄλλοι δοῦλοι ἄλλο ἄθροισμα προφητῶν, τὸ δὲ ἡτοιμασμένον ἄριστον, ἐν οἱ ταῦροι τοῦ βασιλέως καὶ τὰ σιτευτὰ αὐτοῦ τεθυμένα ἦν, αἱ στερεαὶ ἦσαν καὶ λογικαὶ τῶν μυστηρίων τοῦ θεοῦ τροφαί · οὕτω δὲ καὶ πάντα ἕτοιμα, οἱ περὶ πάντων τῶν ὄντων λόγοι ἕτοιμοι, οὓς (ὅταν ἔλθῃ τὸ τέλειον) οἱ τῇ κλήσει ἀκολουθήσαντες φάγονται καὶ πίονται. ἐπεὶ δὲ τῶν κεκλημένων διὰ τῶν προφητῶν οἱ μὲν μόνον ἠμέλουν τῶν λεγομένων καὶ τοῖς βιωτικοῖς ἐσχόλαζον πράγμασιν, οὐ μὴν καὶ ἐπονηρεύοντο κατὰ τῶν προφητῶν, ἄλλοι δὲ καὶ ἐπονηρεύοντο κατ’αὐτῶν, διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν παραστῆσαι βουλόμενος εἶπεν · οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν ἐπὶ τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ · οἱ δὲ λοιποὶ κρατήσαντες αὐτοῦ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν. εἶτα ἀκολούθως ταύτῃ τῇ ὁλοσχερεστέρᾳ διηγήσει ὀργὴ τοῦ βασιλέως νοεῖται, ἣν καὶ ἀπόστολος περὶ Ἰουδαίων ὀνομάζων λέγει · ἔφθασε δὲ ὀργὴ ἐπ’αὐτοὺς εἰς τέλος. εἶτα προφητεύεται κατὰ Ἰουδαίων πόλεμος καὶ ἅλωσις Ἱερουσαλὴμ καὶ ἀναίρεσις τοῦ λαοῦ μετὰ τὴν Χριστοῦ ἐπιδημίαν ἐν τῷ καὶ πέμψας τὸ στράτευμα αὐτοῦ ἀνεῖλε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.

17.16

τὸ δὲ τότε λέγει τοῖς δούλοις αὐτοῦ · μὲν γάμος ἕτοιμος, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι · πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους ἀναφέροιτο ἂν ἐπὶ τοὺς Ἰησοῦ Χριστοῦ ἀποστόλους λέγοντας Ἰουδαίοις · ὑμῖν ἦν ἀναγκαῖον ἀναγγεῖλαι τὸν λόγον τοῦ θεοῦ · ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. αἱ διέξοδοι οὖν τῶν ὁδῶν τὰ ἐκτὸς τῶν ἐθνῶν ἔξω τοῦ Ἰσραήλ ἐστι πράγματα, παρ’αἷς οἱ ὑπὸ τῶν ἀποστόλων εὑρισκόμενοι καλοῦνται εἰς τοὺς γάμους, συναγόντων τῶν ἀποστόλων πάντας οὓς ἐὰν εὕρωσιν. εὕρισκον δὲ τοὺς ἀκούοντας καὶ οὐκ ἐφρόντιζον καλοῦντες πότερόν ποτε πρὸ τῆς κλήσεως πονηροὶ ἀγαθοὶ ἦσαν οἱ καλούμενοι · πάντας γὰρ τοὺς εὑρισκομένους ἐκάλουν. ἀγαθοὺς δὲ νομιστέον ἐνταῦθα ἁπλούστερον λέγεσθαι τοὺς μετριωτέρους τῶν ἐρχομένων ἐπὶ τὴν θεοσέβειαν, οἷς ἐφαρμόζοις ἂν τὸ τοιοῦτο ἀποστολικόν · ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οἱ τοιοῦτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος · οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως. καὶ ἐπλήσθη γε Χριστοῦ καὶ τῆς ἐκκλησίας γάμος καὶ ἀποκαταστάντων τῷ θεῷ, τῶν εὑρεθέντων ὑπὸ τῶν ἀποστόλων, ἀνακειμένων ἐπὶ τῷ εὐφρανθῆναι ἐπὶ τοῖς γάμοις. εἶτ’ἐπεὶ πονηροὺς καὶ ἀγαθοὺς καλεῖσθαι μὲν ἔδει, οὐ μὴν ὥστε τοὺς πονηροὺς μένειν πονηρούς, ἀλλὰ μεταμφιασαμένους καὶ ἀποθεμένους τὰ ἀλλότρια τοῦ γάμου ἐνδύματα ἐνδύσασθαι τὰ τοῦ γά μου, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν (ταῦτα γάρ ἐστι τὰ τοῦ γάμου ἐνδύματα), διὰ τοῦτο βασιλεὺς εἰσέρχεται θεάσασθαι τοὺς ἀνακειμένους, πρὶν αὐτοῖς παραθῇ τὸ ἡτοιμασμένον ἄριστον, τοὺς ταύρους καὶ τὰ τεθυμένα σιτιστὰ καὶ πάντα τὰ ἕτοιμα, ἵνα θεασάμενος τηρήσῃ μὲν τοὺς ἔχοντας ἔνδυμα γά μου καὶ εὐφράνῃ καταδικάσῃ δὲ τοὺς ἐναντίους. εἰσελθὼν οὖν εὑρίσκει τινὰ τῶν κεκλημένων καὶ ἐληλυθότων ἐπὶ τὴν κλῆσιν μὴ ἀλλάξαντα ἑαυτοῦ τὸ ἦθος μη δὲ ἐνδυσάμενον ἔνδυμα γάμου καὶ λέγει αὐτῷ · πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; εἶτ’ἐπεὶ ἁμαρτὼν καὶ μὴ ἀνακαινωθεὶς μη δὲ ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν ὡς μὴ ἔχων τόπον ἀπολογίας φιμοῦται, διὰ τοῦτο γέγραπται τὸ δὲ ἐφιμώθη. καὶ οὐκ ἀρκεῖ γε τὸ ἐκβληθῆναι τοῦ γάμου τὸν ἀτιμάσαντα τὴν κλῆσιν · δεῖ γὰρ αὐτὸν ὑπὸ τῶν διακόνων τοῦ βασιλέως τῶν πρὸς τοῖς δεσμοῖς τεταγμένων, δεθέντα τὴν πορείαν οὐκ εἰς δέον ἐχρήσατο καὶ τὴν δραστήριον δύναμιν ἐν πρᾶξιν ἀγαθὴν οὐκ ἐτέλεσεν, οὐ μόνον ἀπὸ τοῦ γάμου ἐκβληθῆναι, ἀλλ’ὥστε καὶ εἰς τὸν ἀλλότριον φωτὸς παντὸς καταδικασθῆναι τόπον, ἔνθα σκότος ἦν τὸ ὡς ἐν σκότεσι βαθύτερον καὶ καλούμενον σκότος ἐξώτερον. καὶ εἴ τίς γε ἡμῶν ἐπὶ τὴν κλῆσιν ἐλθὼν τοῦ βασιλέως εἰς τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ, δοκεῖ μὲν ὑπακούειν καὶ ἔρχεσθαι μετὰ τῶν κεκλημένων, οὐ μὴν ἐνδέδυται τὸ προειρημένον ἔνδυμα γάμου, ταῦτα πείσεται καὶ δεθεὶς ποδῶν καὶ χειρῶν ἐκβληθήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον, ἔνθα κατὰ τὸ οὐαί, οἱ γελῶντες νῦν, ὅτι κλαύσετε, κλαυθμὸς τοῖς τὰ τοῦ κλαυθμοῦ καὶ θρήνου ἄξια ἁμαρτήσασι · κλαύσονται δὲ θρηνοῦντες τὰς ἰδίας ταλαιπωρίας. εἶθ’ἵνα παραστήσῃ λόγος τὸν φόβον καὶ τὸν τρόμον καὶ τὰ σκυθρωπὰ πράγματα καὶ τοὺς πόνους ἐν οἷς ἔσονται οἱ μὴ ἐνδεδυμένοι ἔνδυμα γάμου, εἶπε τὸ ἐκεῖ ἔσται κλαυθμὸς καὶ οὐ μόνον κλαυθμός, ἀλλὰ καὶ βρυγμὸς τῶν ὀδόντων. καὶ ἐπιφέρεται τῇ ὅλῃ παραβολῇ, διὰ τὸ πολλοὺς δεδηλῶσθαι τοὺς κληθέντας οὐ πάντας δὲ ἐληλυθέναι ἀλλ’ὀλίγους ἐξ αὐτῶν, τὸ πολλοί εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

17.17

ταῦτα μὲν οὖν ὁλοσχερέστερον εἰς τὴν παραβολὴν λελέχθω, πειρασόμεθα δὲ ἐπανελθόντες ἐρευνῆσαι κατὰ τὴν παροῦσαν δύναμιν αὐτήν, ἐὰν ἄρα βοηθηθέντες ὑπὸ τοῦ τῆς σοφίας πνεύματος δυνηθῶμέν τινα καὶ βαθύτερα εἰς τὴν παραβολὴν εὑρόντες οἰκοδομῆσαι καὶ κατὰ τὸ εὔλογον σιωπῆσαι αἰνίξασθαι ἐκθέσθαι. βασιλεία τοίνυν τῶν οὐρανῶν ὡμοιώθη κατὰ μὲν τὸν βασιλεύοντα ἀνθρώπῳ βασιλεῖ, κατὰ δὲ τὸν συμβασιλεύοντα τῷ βασιλεῖ τῷ υἱῷ αὐτοῦ, κατὰ δὲ τὰ βασιλευόμενα τοῖς δούλοις καὶ τοῖς κεκλημένοις εἰς τοὺς γάμους, ὧν οἱ μὲν οὐκ ἤθελον τοῦ εἰσελθεῖν, οἱ δὲ ἀμελήσαντες τοῦ εἰσελθεῖν ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ, καὶ ἄλλοι δὲ κρατήσαντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν. ἔτι τῶν βασιλευομένων ἐστὶ καὶ τὸ στράτευμα τοῦ βασιλέως, καὶ οἱ ἀπὸ τῶν διεξόδων τῶν ὁδῶν συναγόμενοι πονηροὶ καὶ ἀγαθοί, ἕως ἐπλήσθη γάμος ἀνακειμένων, καὶ ἐν τοῖς ἀνακειμένοις οὐκ ἔχων ἔνδυμα γάμου, καὶ οἱ κελευσθέντες διάκονοι δῆσαι τὸν μὴ ἔχοντα ἔνδυμα γάμου ποδῶν καὶ χειρῶν καὶ ἐκβαλεῖν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον. ἐδύνατο μέντοι γεγράφθαι · ὡμοιώθη βασιλεία τῶν οὐρανῶν βασιλεῖ χωρὶς τῆς ἄνθρωπος προσθήκης. ἀλλ’ἐπεὶ πρόσκειται καὶ τὸ ἀνθρώπῳ, ἀναγκαῖον καὶ τοῦτο διηγήσασθαι, οὕτως ἂν (ὡς ἐμοὶ δοκεῖ) σαφηνισθέν. τῶν μὲν πρὸ ἡμῶν ποιήσας τις βιβλία νόμων ἱερῶν ἀλληγορίας, τὰς ὡσπερεὶ ἀνθρωποπαθῆ παριστάσας λέξεις τὸν θεὸν διηγούμενος καὶ τὰς τὸ θεῖον αὐτοῦ ἐμφαινούσας, ἑνὶ μὲν ῥητῷ ἐχρήσατο περὶ τοῦ ὡς ἄνθρωπον λέγεσθαι εἶναι τὸν θεὸν ἀνθρώπους οἰκονομοῦντα, τῷ ἐτροποφόρησέ σε κύριος θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, ἑνὶ δὲ περὶ τοῦ μὴ ὡς ἄνθρωπον εἶναι τὸν θεόν, τῷ οὐχ ὡς ἄνθρωπος θεὸς διαρτηθῆναι.

17.18

ἡμεῖς δὲ πολλὴν ἀφθονίαν ἔχομεν ἀπὸ τῶν εὐαγγελικῶν περὶ τοῦ θεοῦ παραδειγμάτων, ἐν οἷς ὡμοιώθη κατά τινας παραβολὰς ἀνθρώπῳ. χρησόμεθα οὖν ταῖς ἄνθρωπον ὀνομαζούσαις παραβολαῖς τὸν θεὸν εἰς ἀπολογίαν τῶν ὅσον ἐπὶ ταῖς λέξεσιν ἀνθρωποπαθῆ φασκουσῶν εἶναι τὸν Χριστοῦ πατέρα, καὶ φήσομέν γε πρὸς τοὺς ἑτεροδόξους, διὰ τὸ μὴ νενοηκέναι τὰ οὕτως λεγόμενα ἐν τοῖς παλαιοῖς γράμμασι προσκόπτοντας τῷ θεῷ νόμου καὶ προφητῶν καὶ τῆς τοῦ κόσμου κτίσεως ὅτι, εἴπερ ἀνθρώπῳ ὡμοίωται (κατὰ τὰς τοῦ εὐαγγελίου παραβολὰς) θεός, διὰ τί ἀκολούθως ταύταις ταῖς παραβολαῖς οὐ παραδέχεσθε παραβολὴν εἶναι τὴν ὀργὴν καὶ τὸν θυμὸν καὶ τὴν μεταμέλειαν καὶ τὴν ἀποστροφὴν τοῦ προσώπου καὶ τὴν κάθισιν καὶ τὴν στάσιν καὶ τὸν περίπατον τοῦ θεοῦ; τὸν γὰρ ἀναγεγραμμένον ἐν ταῖς προφητείαις ὕπνον αὐτοῦ ἤτοι οὐ παρετήρησαν ὁμολογήσουσιν εἶναι παραβολήν. καὶ ἔτι πρὸς ἐκείνους ἐροῦμεν ὅτι, εἰ μὴ βούλεσθε, ἀκολούθως τῷ ἐν παραβολῇ ἄνθρωπον λέγεσθαι τὸν θεόν, ἐν παραβολῇ ἀκούειν τῶν ἀνθρωποπαθῶς περὶ αὐτοῦ ἀπαγγελλουσῶν γραφῶν, παραστήσατε πῶς ἄνθρωπος τῶν ὅλων κατὰ τὸ εὐαγγέλιον λέγεται θεός, οὐδὲν ἀνθρώπινον (ὡς ὑμεῖς ὑπολαμβάνετε) λεγόμενος ἔχειν ἐν ἑαυτῷ. ἐκ περιουσίας δὲ ἐλέγξομεν αὐτοὺς μη δὲ τὰ τῆς καινῆς διαθήκης γράμματα ἐξητακότας, ἐν οἷς κατὰ τὴν ἐνταῦθα παραβολὴν ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ βασιλεὺς ἄνθρωπος ὠργίσθη ἐπὶ τοῖς μὴ θελήσασι κατὰ τὴν κλῆσιν αὐτοῦ ἐλθεῖν εἰς τοὺς γάμους καὶ τοῖς ἀμελήσασι μὲν τοῦ δειπνῆσαι εἰς τοὺς γάμους, ἀπεληλυθόσι δὲ εἰς τὸν ἴδιον ἀγρὸν ἐπὶ τὴν ἐμπορίαν, ὠργίσθη δὲ καὶ ἐπὶ τοῖς κρατήσασι τοὺς δούλους αὐτοῦ καὶ ὑβρίσασι καὶ ἀποκτείνασι. λεγέτωσαν γὰρ ἡμῖν πότερον ὀργισθεὶς οὗτος, ἅτε ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ, πατήρ ἐστι τοῦ Χριστοῦ ἄλλος τις παρὰ τὸν (ὅσον ἐπὶ τῇ παραβολῇ) ὀργισθέντα πατήρ ἐστιν αὐτοῦ. ἑκατέρως δὲ στενοχωρηθήσονται, εἴτ’ἐκ τοῦ μὴ θέλειν τὸν ὀργισθέντα ποιοῦντα γάμους τῷ υἱῷ πατέρα εἶναι τοῦ Χριστοῦ διὰ τὴν ὀργήν, εἴτ’ἐκ τοῦ ἀναγκάζεσθαι διὰ τοὺς γάμους καὶ τὸν υἱὸν παραδέχεσθαι ὅτι αὐτὸς εἴη πατὴρ Χριστοῦ καὶ ὅτι ὀργίζεται. ἐὰν δὲ διήγησιν τῷ ὀργίζεσθαι πειραθῶσι φέρειν, φήσομεν πρὸς αὐτοὺς ὅτι · οὗτοι, τίς ἀποκλήρωσις, μὴ φεύγειν μὲν τὸν ἐν τῷ εὐαγγελίῳ ποιοῦντα γάμους τῷ υἱῷ αὐτοῦ διὰ τὴν ὀργὴν καὶ ἄλλον ζητεῖν, ἐν δὲ τῷ νόμῳ καὶ τοῖς προφήταις διὰ τὸ αὐτὸ τῆς ὀργῆς ὄνομα καὶ τὰ παραπλήσια αὐτῇ ζητεῖν ἀναπλάττειν ἕτερον παρὰ τὸν τοῦ νόμου καὶ προφητῶν θεόν;

17.19

ὅσον οὖν ἄνθρωποί ἐσμεν, καὶ οὐ συμφέρει ἡμῖν τὸν πλοῦτον τῆς χρηστότητος τοῦ θεοῦ καὶ τὸ πολὺ πλῆθος τῆς χρηστότητος αὐτοῦ κεκρυμμένης ὑπ’αὐτοῦ (ἵνα μὴ βλαβῶμεν) θεωρεῖν, ἀναγκαίως ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ἵνα ἀνθρώποις λαλήσῃ ὡς ἄνθρωπος καὶ ἀνθρώπους οἰκονομήσῃ μὴ χωροῦντας οἰκονομηθῆναι ὑπὸ τοῦ θεοῦ, πάντη μένοντος θεοῦ καὶ ἐν τῷ λέγειν διὰ προφητῶν καὶ ἐν τῷ οἰκονομεῖν ἀνθρώπους. καὶ τότε παύσεται ὁμοιουμένη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὅταν παυσαμένου ζήλου καὶ ἔριδος καὶ τῶν λοιπῶν παθῶν καὶ ἁμαρτημάτων καὶ τοῦ κατὰ ἄνθρωπον περιπατεῖν, ἄξιοι γενώμεθα ἀκοῦσαι ἀπὸ τοῦ θεοῦ · ἐγὼ εἶπα · θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, τοῦ Χριστοῦ αὐτοῦ, μηκέτι πράττοντες τοιαῦτα ἐφ’οἷς λέγοιτ’ἂν ἡμῖν · ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε. ἐγὼ δ’οἶμαι ὅτι οὐ μόνον τὸ ἀνθρώπῳ βασιλεῖ ὁμοιοῦσθαι τὴν βασιλείαν τῶν οὐρανῶν παύσεται, ἀλλὰ καὶ ἄλλα μυρία ὧν χρῄζει ἁμαρτωλὸς ἄνθρωπος, οἷον γέγραπται ἐν τῷ Ὠσηέ · ἐγὼ δέ εἰμι ὡς πάνθηρ τῷ Ἐφραΐμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα, καὶ ἐν ἄλλῳ τόπῳ · ἀπαντήσομαί φησιν αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη. παύσεται οὖν ποτε ὢν ὡς πάνθηρ καὶ ὡς λέων καὶ ὡς ἄρκτος ἀπορουμένη, ὅτε διὰ τὸ τοὺς τάδε πεποιηκότας μηκέτι χρῄζειν τοῦ ὡς πάνθηρος καὶ τοῦ ὡς λέοντος καὶ τοῦ ὡς ἄρκτου ἀπορουμένης θεοῦ, αὐτὸς οὐκέτι ἔχων τοὺς τοιούτους τοιούτου ἑαυτοῦ χρῄζοντας, ἐμφανίσει ἑαυτὸν καθώς ἐστιν. ἐγὼ δὲ οὕτως ἀκούω καὶ τοῦ θεὸς ἡμῶν πῦρ καταναλίσκον, ἐπείπερ ὅσον μὲν ἐν ἡμῖν ἐστι τὰ τοῦ καταναλίσκεσθαι ἄξια, ἐπὶ τοσοῦτον θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον ἐκεῖνα · ἐπὰν δὲ ἀναλωθῇ ὑπὸ τοῦ καταναλίσκοντος πυρὸς τὰ πεφυκότα ὑπ’ἐκείνου ἀναλίσκεσθαι, τότε οὐκέτι μὲν ἔσται θεὸς ἡμῶν πῦρ καταναλίσκον, μόνον δὲ ὡς εἶπεν Ἰωάννης φῶς, λέγων · θεὸς φῶς ἐστι. τούτων δὲ κινηθέντων πρόσχες εἰ δύνασαι τὸ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς οὕτως ἔχον · ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι, τὸν τρόπον τοῦτον ἐκλαβεῖν. νῦν μὲν γάρ, κἂν ἀξιωθῶμεν βλέπειν τὸν θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν αὐτὸν καθώς ἐστιν ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται · ἐπὶ δὲ τέλει τῶν πραγμάτων καὶ τῆς ἀποκαταστάσεως πάντων ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων · ἐξ αἰῶνος προφητῶν αὐτοῦ, ὀψόμεθα αὐτόν, οὐχ ὡς νῦν, οὐκ ἔστιν, ἀλλ’ὡς πρέπει τότε, ἐστιν.

17.20

ἅπαξ δὲ ταῦτα εἰπόντες εἰς τὸ ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ δυνάμεθα καὶ τὴν αἰτίαν εὑρεῖν τοῦ συνεχῶς τὸν σωτῆρα υἱὸν τοῦ ἀνθρώπου υἱὸν ἀνθρώπου ἑαυτὸν ὠνομακέναι, δηλοῦντα ὅτι, ὥσπερ θεὸς ἀνθρώπους οἰκονομῶν ὡς ἐν παραβολαῖς ἄνθρωπος λέγεται, τάχα δέ πως καὶ γίνεται, οὕτως καὶ σωτὴρ προηγουμένως μὲν υἱὸς ὢν τοῦ θεοῦ καὶ θεός ἐστι καὶ υἱὸς τῆς ἀγάπης αὐτοῦ καὶ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου · οὐ μένει δὲ ἐν ἐστι προηγουμένως, ἀλλὰ γίνεται κατ’οἰκονομίαν (τοῦ ἐν παραβολαῖς λεγομένου ἀνθρώπου ὄντος δὲ θεοῦ) υἱὸς ἀνθρώπου, κατὰ τὸ μιμεῖσθαι, ὅταν ἀνθρώπους οἰκονομῇ, τὸν θεόν, λεγόμενον ἐν παραβολαῖς καὶ γινόμενόν πως ἄνθρωπον. καὶ οὐ χρή τινα ἄνθρωπον ζητεῖν κἀκείνου λέγειν υἱὸν εἶναι τὸν σωτῆρα, ἀλλὰ στάντα ἐπὶ τῆς ἐννοίας τοῦ θεοῦ καὶ τῶν λεγουσῶν παραβολῶν αὐτὸν εἶναι ἄνθρωπον συνετῶς ἀκούειν αὐτοῦ λέγοντος ἑαυτὸν υἱὸν τοῦ ἀνθρώπου. παρ’ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, παρὰ δὲ τοῖς κατὰ τὰς γραφὰς λεγομένοις θεοῖς, ὧν ἐν συναγωγῇ ἔστη θεός, ἐν μέσῳ θεοὺς διακρίνων, βασιλεία τῶν οὐρανῶν ἐστιν ὁμοία θεῷ βασιλεῖ.

17.21

ζητήσεις δὲ εἰ, ὥσπερ ἐν ἀνθρώποις τοῖς ὑποδεεστέροις (ὅσον ἐπὶ τῇ ἑαυτῶν φύσει) ἀγγέλων καὶ θρόνων καὶ κυριοτήτων καὶ ἀρχῶν καὶ ἐξουσιῶν ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, οὕτως ἐν θρόνοις ὡμοιώθη βασιλεία τῶν οὐρανῶν θρόνῳ βασιλεῖ, κυριότησι δὲ κυριότητι βασιλεῖ, ἀρχαῖς δὲ ἀρχῇ βασιλεῖ, καὶ ἐξουσίαις ἐξουσίᾳ βασιλεῖ. φήσει γάρ τις · τίς ἀποκλήρωσις τοῖς μὲν ἐλάττοσιν ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, τοῖς δὲ κρείττοσιν ἀνθρώπων μὴ τὸ ἀνάλογον τούτῳ γίνεσθαι; οὗτος δὴ ὁμοιωθεὶς ἀνθρώπῳ βασιλεῖ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους. καὶ ἐπιστήσεις εἰ, ὥσπερ ἐπὶ τῶν σωματικῶν ἄλλη γαμουμένη νύμφη παρὰ τοὺς καλοῦντας δούλους καὶ τοὺς κεκλημένους εἰς τοὺς γάμους, οὕτως καὶ ἐπὶ τῶν μυστικῶν πραγμάτων οἱ μέν τινές εἰσιν ἀναλαμβανόμενοι εἰς τὸ σύστημα τῆς νύμφης, ἄλλοι δὲ εἰς τὴν τάξιν τῶν ἀποστελλομένων δούλων καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ τρίτοι παρὰ τούτους οἱ κεκλημένοι εἰς τοὺς γάμους. θεὸς δ’ἂν εἰδείη τὰ διάφορα τάγματα τῶν ψυχῶν σὺν αὐταῖς καὶ δυνάμεων, καὶ τὴν αἰτίαν τοῦ τούσδε μὲν ἐπὶ τὸ σύστημα τῆς νύμφης ἀναλαμβάνεσθαι, ἑτέρους δὲ ἐπὶ τοὺς δούλους τοὺς διακονουμένους ταύτῃ τῇ κλήσει, καὶ ἄλλους ἐπὶ τοὺς καλουμένους. ἐν πνευματικοῖς δὲ γάμοις κοινωνίαν νόει λόγου νυμφίου ὑποδοχήν, τόκον δὲ καλῶς ποιούμενα νύμφης ψυχῆς, γαμουμένης λόγῳ καὶ μὴ φθειρομένης ὑπ’αὐτοῦ, ἀλλὰ καὶ καθ’ἑκάστην τὴν πρὸς αὐτὸν κοινωνίαν ἀφθαρσίας μεταλαμβανούσης καὶ γεννώσης, ὁποῖα γένοιτο ἐκ τοιούτων γάμων λογικὰ γεννήματα.

17.22

καὶ ἐν τοιούτοις γάμοις νόει τὸ ἑτοιμαζόμενον ἄριστον ἐκ στερεᾶς ἐν πνευματικοῖς λογίοις τροφῆς. καὶ τὸ στερεὸν τῆς τροφῆς τροπολογούμενόν μοι νόει ἐν τοῖς ταύροις, ἀλλὰ καὶ τὸ πνευματικὸν τῆς αὐτῆς θεωρίας ἐν τοῖς θυομένοις σιτιστοῖς, καὶ τὴν ἄλλην δὲ ποικιλίαν, τὴν ἀνάλογον τοῖς σωματικοῖς πνευματικὴν θεωρίαν, ἐν τῷ καὶ τὰ πάντα ἕτοιμα. γὰρ βασιλεὺς ἐν δαψιλείᾳ βασιλικῇ ἀξίως τῆς βασιλείας καὶ τοῦ πλούτου ἑαυτοῦ τὸ τοιοῦτον ποιεῖ ἄριστον. δοκεῖ δή μοι εὐγενῶν τινων ψυχῶν Ἰσραηλιτικῶν γεγονέναι προηγουμένη κλῆσις εἰς τοὺς γάμους. προηγουμένως γὰρ διὰ τῶν καλούντων τῷ τῆς διδασκαλίας λόγῳ βούλεται θεὸς ἥκειν εἰς τὴν μακαρίαν ταύτην ἑστίαν τοὺς πρὸς σύνεσιν εὐφυεστέρους. καὶ ἔστιν ἰδεῖν ὅτι οὐ θέλουσιν οἱ τοιοῦτοι ἐλθεῖν εἰς τὴν κλῆσιν, καὶ διὰ τοῦτο ἀποστέλλονται ἄλλοι δοῦλοι προκαλούμενοι τοὺς μὴ θέλοντας ἐλθεῖν καὶ ἐπαγγελλόμενοι, εἰ ἔλθοιεν οἱ κεκλημένοι, μεταλήψεσθαι αὐτοὺς ἑτοιμασθέντος ὑπὸ τοῦ βασιλέως ἀρίστου, καὶ ταύρων τῶν ὡς ἐν καθαροῖς πάντων τῶν καθαρῶν μειζόνων, καὶ σεσιτευμένων τῇ ποικίλῃ καὶ πολλῇ ἀποδείξει τῶν εἰς ἕκαστον πρόβλημα νοημάτων. οἱονεὶ γὰρ σιτιστὸν παρατίθησι λόγον διῃρημένον καὶ ἐν τροπολογίᾳ λεγόμενον τεθυμένον τὴν περὶ τοῦ προκειμένου προβλήματος ἀπόδειξιν πολλὴν φέρων καὶ πλήρη. ὡς εἰ (καθ’ὑπόθεσιν) ὀλίγα τινὰ καὶ ἀσθενῆ φέροιτο εἰς τὴν τῶν προβλημάτων ἀπόδειξιν κατὰ τὰ δοκοῦντα κατασκευάζειν αὐτά, εἶεν ἂν τὰ τεθυμένα λεπτά τινα καὶ ἰσχνὰ καὶ (ἵν’ὁμοίως ὀνομάσω) ξηρὰ καὶ ἄσαρκα. ἀλλ’οὐ τοιαῦτα τὰ ἑτοιμασθέντα ἐν τῷ τοῦ βασιλέως ἀρίστῳ, ἐν φησιν · οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, οὕτω δὲ καὶ τὰ πάντα ἕτοιμα, ἵν’ἐν τῇ στάσει τῶν παίδων καὶ τῇ λειτουργίᾳ τῶν πνευματικῶν οἰνοχόων ἕκαστος τῶν διακόνων φέρῃ εἰς τὸ ἄριστον τεταγμένος ἐκεῖνα μάλιστα, ἐν οἷς ἔμαθε διακονεῖσθαι. καὶ προτρεπόμενός γε τοὺς (ὡς εἶπον) κατὰ τὴν παραβολὴν δευτέρους, εἶπε τὸ ἰδοὺ τὸ ἄριστον ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα · δεῦτε εἰς τοὺς γάμους.

17.23

ἀλλ’οἱ προηγουμένως καλούμενοι ὡς πτωχοὶ καὶ ἄποροι τὸν νοῦν ἀμελήσαντες ἀπῆλθον, περιέποντες τὰ ἴδια καὶ εὐφραινόμενοι μᾶλλον ἐπ’αὐτοῖς οἷς ἐπηγγέλλετο διὰ τῶν ἀποσταλέντων δούλων βασιλεύς. καὶ ὅρα ὅτι μέν τις αὐτῶν ἔχων ἴδιον ἀγρὸν οὐκ ἦλθεν εἰς τοὺς γάμους, δὲ ἐμπορίαν κεκτημένος μιμεῖσθαί πως θέλων τὰ λεγόμενα ἐν τῇ περὶ τοῦ ἐμπόρου τῶν μαργαριτῶν παραβολῇ, ζητοῦντος τοὺς καλοὺς μαργαρίτας καὶ εὑρόντος ἕνα πολύτιμον καὶ ἀποδομένου τοὺς πολλούς, ἵνα ἀγοράσῃ τὸν ἕνα. πλὴν οὐκ αἴσιος ἐμπορία αὕτη, ἐφ’ἣν ἀπελθὼν κεκλημένος οὐ μετέλαβε τοῦ ἑτοιμασθέντος τῷ βασιλεῖ ἀρίστου καὶ τῶν τεθυμένων ταύρων καὶ σιτιστῶν καὶ πάντων τῶν ἑτοίμων. ὅσοι μὲν οὖν τῶν διορατικῶν κληθέντες οὐκ ἔρχονται εἰς τὴν κλῆσιν, οὐ μὴν καὶ τοὺς ἀποσταλέντας δούλους ἐπὶ τὸ καλεῖν ὑβρίζουσι καὶ ἀναιροῦσι, μετριώτεροί εἰσι τῶν ταῦτα τετολμηκότων καὶ ἀναπαύονται ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τῇ ἐμπορίᾳ αὐτοῦ. οἱ δὲ λοιποὶ παρὰ τούτους ἴδωμεν τίνες εἰσί. δοκεῖ δή μοι ὅτι ἐκπεπτώκασιν οὗτοι ἐπὶ παρασκευὴν ἐριστικῶν καὶ σοφιστικῶν λόγων, ἐν οἷς κρατοῦντες τῶν ἀποστελλομένων δούλων οὐ παρεσκευασμένων πρὸς τὸ λύειν σοφίσματα κρατεῖν δοκοῦντες, ὑβρίζουσι τοὺς διακονουμένους τῇ κλήσει. καὶ ἔστι γε ἰδεῖν τοὺς προσπεπονθότας τῇ ἀσκήσει τῶν θείων λόγων καὶ μετὰ τῆς θείας σοφίας βουλομένους αὐτοὺς πρεσβεύειν, ὑβριζομένους ὑπὸ τῶν διορατικῶν μὲν οὐ βουλομένων δὲ πιστεύειν τῇ ἀληθείᾳ · τινὰς δὲ αὐτῶν καὶ ἀναιρουμένους ὑπ’ἐκείνων, οἷς βασιλεὺς ὀργισθῆναι λέγεται, ἐπειδὴ ἔφθασε καλουμένη ὀργὴ ἐπ’αὐτούς. τὸ δὲ ἔργον τῆς ὀργῆς ἐστι πεμφθῆναι τὸ στράτευμα τοῦ βασιλέως, ἤτοι τὸ πλῆθος τῆς οὐρανίου στρατιᾶς τοὺς τεταγμένους ἐπὶ τῶν κολάσεων ἀγγέλους · καὶ ἀναιροῦσί γε τοὺς φονεῖς τῶν διακόνων τοῦ λόγου καὶ πᾶσαν τὴν πόλιν αὐτῶν ἐμπίπρησιν βασιλεύς. οἱονεὶ γὰρ πόλις ἀσεβῶν καὶ σύστημα καθ’ἕκαστόν ἐστι τῶν συγκεκροτημένων ἐν τῇ σοφίᾳ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου δογμάτων, ἣν ἐμπίπρησιν βασιλεὺς καὶ ἐξαφανίζει, ὡς ἐκ μοχθηρῶν οἰκοδομημάτων συνεστηκυῖαν. καὶ ἐπάν ποτε κατανοήσῃς καθαίρεσιν εἴτε ψευδωνύμου γνώσεως εἴτε ὁποιωνποτοῦν λόγων ἐπαγγελλομένων ἀλήθειαν, καὶ ἀνατροπὴν αὐτῶν γενναίαν, μὴ ὄκνει λέγειν τὸ τοιοῦτον γεγονέναι ὑπὸ τῶν στρατιωτῶν τοῦ θεοῦ ἐμπιπράντων τὰς τῶν ἐχθρῶν τῆς ἀληθείας τοῦ θεοῦ πόλεις. ἐνεπρήσθη μέντοι καὶ πόλις τῆς Ἰουδαϊκῆς διδασκαλίας μετὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν, ἧς ἐμπρησθείσης εἶπε τοῖς δούλοις αὑτοῦ βασιλεὺς ἀποστόλοις Χριστοῦ ἀγγέλοις θεοῦ τεταγμένοις ἐπὶ τῆς κλήσεως τῶν ἐθνῶν · μὲν γάμος ἕτοιμος, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι · πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. καὶ ἔστιν ἰδεῖν ἀπὸ πάσης ὁδοῦ ἰδιωτικῶν καὶ οὐκ ἰδιωτικῶν δογμάτων τῶν κατὰ τὰ ἔθη τῶν ἐθνῶν καὶ πόλεων καὶ κωμῶν καὶ τόπων τοὺς καλουμένους εἰς τοὺς γάμους ἀπὸ τῶν προσταχθέντων τοῦτο ποιεῖν. ἐξελθόντες δὲ οἱ δοῦλοι, εἴτε ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ οἱ Χριστοῦ ἀπόστολοι, εἴτε ἀπὸ τῶν ἔνδον ὁρίων ἐν οἷς ἦσαν οἱ μακάριοι ἄγγελοι, καὶ ἐλθόντες εἰς τὰς ὁδοὺς καὶ συνήγαγον καὶ συνάξουσι πάντας οὓς ἐὰν εὕρωσι, πονηρούς […], ἵνα ἀποθέμενοι τὴν πονηρίαν (τὸ ἀλλότριον τοῦ γάμου ἔνδυμα) καὶ ἐνδυσάμενοι μετὰ τῶν λεγομένων ἔργων ἀγαθῶν τὸ ἔνδυμα τοῦ γάμου πληρώσωσι τὴν τοῦ γάμου ἑστίαν ἑαυτῶν ἀνακειμένων.

17.24

ἐπὰν οὖν πλησθῇ γάμος ἀνακειμένων καὶ προσαναπαυσαμένων τῇ πίστει καὶ τῇ θεοσεβείᾳ, τότε εἰσελεύσεται βασιλεὺς ἐπιθεωρῆσαι καὶ κρῖναι περὶ τῶν ἀνακειμένων, ἵνα τὸν μὲν οὐκ ἔχοντα ἔνδυμα γάμου ἐλέγξας κολάσῃ, τοῖς δὲ λοιποῖς τὸ ἡτοιμασμένον ἄριστον παραθῇ καὶ τὰ τεθυμένα σιτιστὰ μετὰ τῶν ταύρων καὶ τὰ λοιπὰ πάντα ὅσα ἡτοίμασεν. ἕνα δὲ εἶδε τὸν οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, εἰς ἓν γένος εἶδος ἀναφέρων τοὺς τὴν πρὸ τῆς πίστεως κακίαν τηρήσαντας καὶ μὴ ἀποδυσαμένους αὐτήν. καὶ μέμφεταί γε τῷ τοιούτῳ, ὡς κακῶς ποιήσαντι κατὰ τὸ τετολμηκέναι εἰσελθεῖν εἰς τοὺς τοιούτους γάμους μὴ ἀναλαβόντι τὸ τοῦ γάμου ἔνδυμα, τὸ ὕφασμα τῆς ἀρετῆς, τὸ λαμπρὸν ἱμάτιον, περὶ οὗ Σολομῶν ἐν Ἐκκλησιαστῇ ἐνετείλατο λέγων · ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά. φιμοῦται δὲ τολμήσας εἰσελθεῖν χωρὶς ἐνδύματος γάμου εἰς τὸν λαμπρὸν τοῦτον γάμον καὶ οὐ δύναται λέγειν · ὅστις ὡς ἄξιος κολάσεως καὶ κρίσεως καταδικάζεται ὑπὸ τοῦ εἰπόντος τοῖς διακόνοις (ἄλλοις παρὰ τὰ ἄνω στρατεύματα), ἵνα δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας οἷς οὐκ εἰς δέον ἐχρήσατο (οὔτε γὰρ ἣν ἔδει πορείαν περιεπάτησεν οὔτε ἃς ἐχρῆν πράξεις ἐπετέλεσεν), ἐκβάλωσιν αὐτὸν οὐ μόνον ἔξω τῆς ἑστίας τοῦ γάμου ἀλλὰ καὶ εἰσβάλωσιν εἰς τὸ ἐξώτερον σκότος καὶ πάντη φωτὸς ἀμιγές, ἵνα διψήσας φωτὸς μετὰ τὸ γεγονέναι ἐν σκότῳ τῷ ἐξωτέρῳ κλαύσῃ πρὸς τὸν δυνάμενον αὐτὸν εὐεργετῆσαι κἀκεῖθεν ῥύσασθαι θεόν, καὶ τοὺς ὀδόντας βρύξῃ τοὺς διὰ τὴν κακίαν φαγόντας τὸν ὄμφακα καὶ διὰ τοῦτο αἱμωδιάσαντας. τοῦ γὰρ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες αἱμωδιάσουσιν · ὄμφακα δὲ κἀκεῖ νομιστέον λέγεσθαι τὴν κακίαν τοῦ μὴ ἐπιλανθανομένου τῶν ὀπίσω μη δ’ἐπεκτεινομένου τοῖς ἔμπροσθεν ἀλλὰ παραμείναντος αὐτῇ, δέον ὁδεῦσαι ἐπὶ τὸ πέπειρον καὶ γλυκεῖαν ποιῆσαι τὴν τῆς ἀρετῆς σταφυλήν. ἐπιφέρει δὲ ὅλῃ τῇ παραβολῇ διὰ μὲν τοὺς πολλοὺς τῶν κεκλημένων καὶ μὴ γενομένων ἀξίων τὸ πολλοὶ γάρ εἰσιν κλητοί, διὰ δὲ τοὺς εἰσελθόντας εἰς τὸν γάμον καὶ ἀνακλιθέντας ἐκεῖ ὡς ὀλίγους τὸ ὀλίγοι δὲ ἐκλεκτοί. καὶ εἴ τίς γε κατανοήσαι τὰ πολυάνθρωπα ἀθροίσματα τῶν (ἵνα ἁπλούστερον ὀνομάσω) ἐκκλησιῶν καὶ ἐξετάσαι, πόσοι μὲν οἱ βιοῦντες ἐπιεικέστερον καὶ μεταμορφούμενοι τῇ ἀνακαινώσει τοῦ νοός, πόσοι δὲ οἱ ῥᾳθυμότερον πολιτευόμενοι καὶ συσχηματιζόμενοι τῷ αἰῶνι τούτῳ, ἴδοι ἂν ὅτι χρήσιμός ἐστιν λέγουσα τοῦ σωτῆρος φωνή · πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. καὶ ἀλλαχοῦ λέλεκται · πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσι καὶ ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι ὀλίγοι εὑρίσκουσιν αὐτήν.

17.25

τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’αὐτοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. τὸ βούλημα τῆς ἐκκειμένης λέξεως κατὰ τὸ ῥητὸν τοιοῦτον εἶναί μοι φαίνεται. Ἰουδαῖοι, ἅτε ἰδίαν ἔχοντες τὴν κατὰ τὸν Μωσέως νόμον διδασκαλίαν καὶ πολιτείαν ἀπεξενωμένην τῆς τῶν ἐθνῶν ἀγωγῆς καὶ δόγμα ἔχοντες τὸ λέγον · ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος πολεμήσει περὶ σοῦ, ἀνθίσταντο τοῖς κρατοῦσιν αὐτῶν ἔθνεσιν ὑπὲρ τοῦ μὴ παραβῆναι τὸν νόμον τοῦ θεοῦ. καὶ πολλάκις γε ἄρδην ἀπολέσθαι κεκινδυνεύκασιν ἐπὶ Ῥωμαίων βουλομένων ἀνδριάντα Καίσαρος εἰσαγαγεῖν εἰς τὸν νεὼν τοῦ θεοῦ, ἀνθιστάμενοι καὶ κωλύοντες τοὺς ἰσχυροτέρους αὐτῶν γενομένους ἐκ τοῦ ἡμαρτηκέναι Ἰουδαίους. εὕρομεν δὲ ἐκ τῶν κατὰ τὸν χρόνον Τιβερίου Καίσαρος ἱστοριῶν γραφάς, ὡς ἄρα ἐπὶ Ποντίου Πιλάτου ἐκινδύνευσεν λαός, τοῦ μὲν Πιλάτου βιαζομένου ἀνδριάντα Καίσαρος ἀναθεῖναι ἐν τῷ ναῷ τῶν δὲ καὶ παρὰ δύναμιν κωλυόντων · τὸ δ’ὅμοιον ἀναγέγραπται γεγονέναι καὶ κατὰ τοὺς χρόνους Γαΐου Καίσαρος. καὶ στοχαζόμεθα ὅτι, ὅσον μὲν ἐπεσκοπεῖτο λαὸς καὶ τὸν λεγόμενον κατὰ τοὺς προφήτας φραγμὸν περιτετείχιστο ἀμπελὼν τοῦ κυρίου οἶκος Ἰσραήλ, καὶ τὸ ἠγαπημένον νεόφυτον αὐτοῦ ἄνθρωπος Ἰούδα, οὐδὲν τηλικοῦτον ἐγένετο. τὸ παραδοξότατον δέ · αὐτὸς πρῶτος ἐτόλμησε μιᾶναι τὸν ναὸν τοῦ θεοῦ Πιλᾶτος, παρέδωκαν τὸν Ἰησοῦν. καὶ κατὰ τὸν χρόνον οὖν τοῦ σωτῆρος, ἡνίκα φόρον ἐπετάχθησαν δοῦναι Ἰουδαῖοι Ῥωμαίοις, σκέψις καὶ βουλὴ ἦν ἐν Ἰουδαίοις περὶ τοῦ πότερον καθήκει τοὺς ἀνακειμένους τῷ θεῷ καὶ μερίδα ὄντας αὐτοῦ διδόναι φόρον τοῖς ἄρχουσιν ὑπὲρ ἐλευθερίας πολεμεῖν, εἰ μὴ συγχωροῖντο ζῆν ὡς βούλονται, καὶ μὴ διδόναι φόρον. καὶ ἱστόρηται ὅτι Ἰούδας μὲν Γαλιλαῖος, οὗ μέμνηται καὶ Λουκᾶς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν, ἀποστήσας πολὺ πλῆθος Ἰουδαίων, ἐδίδασκε μὴ δεῖν διδόναι Καίσαρι φόρον μη δὲ κύριον ἀναγορεύειν τὸν Καίσαρα · δὲ κατὰ τὸν καιρὸν αὐτοῦ τετράρχης πείθειν ἐβούλετο τὸν λαὸν εἴκειν τῇ παρούσῃ καταστάσει καὶ μὴ αὐθαίρετον αἱρεῖσθαι πρὸς ἰσχυροτέρους πόλεμον, διδόναι δὲ τοὺς φόρους. καὶ προκειμένη δὲ τοῦ εὐαγγελίου λέξις οὐ σαφῶς μὲν ἀλλὰ ἐμφαίνει τὰ τοιαῦτα, τῷ δὲ δυναμένῳ βεβασανισμένως ὁρᾶν τὸ ἐκκείμενον ῥητὸν παρίστησι ταῦτα οὕτως ἔχειν. χώραν γὰρ οὐκ εἶχον ἂν Φαρισαῖοι βουλόμενοι παγιδεῦσαι ἐν λόγῳ τὸν Ἰησοῦν, ἀποστείλαντες ἑαυτῶν τοὺς μαθητὰς μετὰ τῶν Ἡρωδιανῶν πυθέσθαι τοῦ Ἰησοῦ, πότερον ἔξεστι δοῦναι κῆνσον Καίσαρι οὔ, εἰ ὁμολογούμενον ἦν ὅτι οὐ δεῖ δοῦναι, καὶ εἰ συμπεφωνημένον ἦν τὸ μὴ διδόναι.

17.26

καὶ ὅρα εἰ μὴ δηλοῦται τὰ τῆς ἐκκειμένης ἱστορίας ἐκ τοῦ τοὺς βουλομένους παγιδεῦσαι ἐν λόγῳ τὸν Ἰησοῦν Φαρισαίους μὴ μόνους ἀπεσταλκέναι τοὺς μαθητὰς ἑαυτῶν πευσομένους περὶ τοῦ κήνσου, ἀλλὰ μετὰ τῶν Ἡρωδιανῶν. εἰκὸς γὰρ ὅτι ἐν τῷ λαῷ τότε οἱ μὲν διδάσκοντες τελεῖν τὸν φόρον Καίσαρι ἐκαλοῦντο Ἡρωδιανοὶ ὑπὸ τῶν μὴ θελόντων τοῦτο γίνεσθαι · οἱ δὲ φαντασίᾳ ἐλευθερίας κωλύοντες διδόναι τὸν φόρον τῷ Καίσαρι, ἐδόκουν εἶναι οἱ ἀκριβοῦντες τὰ Ἰουδαίων μαθήματα Φαρισαῖοι. εἰ δὲ μὴ βούλεταί τις ταῦθ’οὕτως ἔχειν, δηλωσάτω πῶς βουλόμενοι αὐτὸν παγιδεῦσαι ἐν λόγῳ ἀποστέλλουσι τοὺς ἑαυτῶν μαθητὰς οἱ Φαρισαῖοι, ἀποστέλλουσι δὲ καὶ τοὺς Ἡρωδιανοὺς πευσομένους περὶ τοῦ φόρου. ποία γὰρ παγὶς ἦν ἐν τῷ ἀποκρίνεσθαι τὸν Ἰησοῦν, εἴτε βούλεται κῆνσον δίδοσθαι Καίσαρι εἴτε μή, εἰ μὴ (ὡς ἀποδεδώκαμεν) κωλύοντος μὲν αὐτοῦ διδόναι κῆνσον Καίσαρι, ἔμελλον Ἡρωδιανοὶ παραδιδόναι αὐτὸν Ῥωμαίοις, ὡς ἀποστασίαν διδάσκοντα, ἐπιτρέποντος δὲ οἱ Φαρισαῖοι ἔμελλον κατηγορεῖν τοῦ Ἰησοῦ ὡς βλέποντος εἰς πρόσωπον ἀνθρώπου μᾶλλον ἤπερ διδάσκοντος ἐν ἀληθείᾳ τὴν ὁδὸν τοῦ θεοῦ; βασάνισον δὲ παρὰ σαυτῷ ὅτι οἱ τῶν Φαρισαίων μαθηταὶ λέγοντες · διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου οἷον προκαλοῦνται αὐτὸν διὰ τούτου τοῦ ἐπαίνου ἐπὶ τὸ μὴ λαβεῖν πρόσωπον τῶν Ἡρωδιανῶν καὶ τῶν οἳ ἐφρόνουν τὰ Καίσαρος, ἵνα ἀποφηνάμενος κατὰ τὸ βούλημα τῶν Φαρισαίων περὶ τοῦ μὴ δεῖν Καίσαρι διδόναι φόρον, ὑπ’αὐτῶν παραδοθῇ τοῖς Ἡρωδιανοῖς. ὅρα δὲ καὶ τὸ γνοὺς δὲ Ἰησοῦς τὴν πανουργίαν αὐτῶν εἶπε · τί με πειράζετε, ὑποκριταί; οὐκοῦν ᾔδει πειραζόμενος ὑπὸ τῶν Φαρισαίων μετὰ πανουργίας αὑτῷ προσερχομένων, ἵν’ τί ποτ’ἂν ἀποκρίνηται ἐκ τῆς ἀποκρίσεως ἐπιβουλεύσωσιν αὐτῷ. ταῦτα μὲν οὖν ἐκ τοῦ προκειμένου εὐαγγελίου λελέχθω εἰς τὸν τόπον ὡς πρὸς τὴν λέξιν, οἷς συνᾴδει καὶ τὰ τοῦ Μάρκου καὶ τοῦ Λουκᾶ ῥητὰ περὶ τῶν ὁμοίων, ὡς δυνατόν σοι παραθεμένῳ τὰ εὐαγγέλια καὶ συνεξετάζοντι αὐτὰ ἀλλήλοις ἰδεῖν · οὐκ ἄλλος γὰρ νοῦς ἐστι παρὰ τοῦτον εἰρημένος τῷ Ματθαίῳ περὶ τῶν κατὰ τὸν τόπον, καὶ παραπλησίως Ματθαίῳ παρὰ τῷ Μάρκῳ. ἅμα δὲ καὶ διδασκόμεθα ἀπὸ τοῦ σωτῆρος ἡμῶν μὴ τοῖς ὑπὸ τῶν πολλῶν λεγομένοις καὶ διὰ τοῦτο ἐνδόξοις φαινομένοις προφάσει τῆς εἰς θεὸν εὐσεβείας προσέχειν, ἀλλὰ τοῖς ὑπὸ τῆς ἐξετάσεως καὶ τῆς ἀκολουθίας τοῦ λόγου παρισταμένοις. πρόσχες γὰρ ὅτι, ζητουμένου τοῦ εἰ δεῖ διδόναι Καίσαρι κῆνσον μή, οὐχ ἁπλῶς ἀπεφήνατο τὸ δοκοῦν ἑαυτῷ ἀλλὰ εἰπὼν ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήν σου ἐπύθετο, τίνος εἰκὼν καὶ ἐπιγραφή, καὶ εἰποῦσιν ὅτι Καίσαρος, ἀπεκρίνατο ὅτι δεῖ ἀποδιδόναι τῷ Καίσαρι τὰ αὐτοῦ αἰτοῦντι καὶ μὴ ἀποστερεῖν αὐτὸν τῶν ἰδίων φαντασίᾳ θεοσεβείας · οὐ δήπου δὲ τὰ μὲν Καίσαρος ἀποδιδόναι δεῖ τῷ Καίσαρι οὐχὶ δὲ καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, καὶ οὐ κωλύεταί τις ἀποδιδοὺς Καίσαρι τὰ Καίσαρος ἀποδιδόναι τῷ θεῷ τὰ τοῦ θεοῦ.

17.27

δύναται δέ τις τὰ κατὰ τὸν τόπον οὕτως τροπολογῆσαι. συνεστήκαμεν ἐκ ψυχῆς καὶ σώματος (ὑπερκείσθω δὲ νῦν λέγειν ὅτι καὶ ἐκ πνεύματος) καὶ ὀφείλομέν τινα διδόναι ὡσπερεὶ φόρον σωμάτων ἄρχοντι λεγομένῳ Καίσαρι, τὰ ἀναγκαῖα τῷ σώματι, ἔχοντα τὴν εἰκόνα τοῦ τῶν σωμάτων ἄρχοντος σωματικήν · ταῦτα δέ ἐστι τροφὴ καὶ σκέπη καὶ ἀναγκαία διανάπαυσις καὶ ὕπνοι. καὶ ἄλλα ὀφείλομεν, ἐπεὶ ψυχὴ φύσει κατ’εἰκόνα ἐστὶ θεοῦ, τῷ βασιλεῖ αὐτῆς θεῷ, ἅπερ ἐστὶ συμφέροντα καὶ κατάλληλα τῇ τῆς ψυχῆς φύσει καὶ οὐσίᾳ · ταῦτα δέ εἰσιν πᾶσαι αἱ ἐπ’ἀρετὴν ἄγουσαι ὁδοὶ καὶ αἱ κατ’ἀρετὴν πράξεις. οἱ οὖν διδασκόμενοι τὸν νόμον τοῦ θεοῦ περὶ τῶν τοῦ σώματος πραγμάτων καὶ ὀφειλομένων αὐτῷ οὐ τὰ αὐτὰ δοξάζουσιν. οἱ μὲν γὰρ τὸ ἀνάλογον ποιοῦσι τοῖς συμβουλεύουσι μὴ διδόναι κῆνσον Καίσαρι, ὅση δύναμις νηστείαις καὶ ἀγρυπνίαις κακοῦντες τὸ σῶμα καὶ ἀποχῇ πάσῃ τῇ διὰ τὸ σῶμα καὶ τὰς ἀναγκαίας αὐτοῦ πράξεις. ἕτεροι δὲ παρὰ τούτους εἰσίν, οἳ ἀτρανώτως μὲν διαλαμβάνουσι περὶ τῶν κατὰ τὸν τόπον, φαντάζονται δὲ ὅτι καὶ τῷ σώματι χρὴ διδόναι τὰς ὀφειλάς. ἀλλ’ σωτὴρ ἡμῶν λόγος τοῦ θεοῦ, τρανῶς χωρίζων τὰς εὐλόγους τῷ σώματι ὀφειλὰς ἀπὸ τῶν πνευματικῶν ὀφειλῶν τῆς ψυχῆς φησιν · ἀπόδοτε τὰ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ · εἰκόνα γὰρ ἔχει Καίσαρος καὶ σωματικῶν πραγμάτων φόρος, ὃν μόνον καὶ οὐδὲν πλέον αὐτοῦ ὀφείλομεν τῷ σώματι.

17.28

οἶδα δὲ καὶ ἄλλην εἰς τὸν τόπον τοιαύτην φερομένην διήγησιν. μὲν ἄρχων τοῦ αἰῶνος τούτου ἐν τροπολογίᾳ καλεῖται Καῖσαρ δὲ πάντων τῶν αἰώνων βασιλεὺς ἐν οὐδενὶ συμβόλῳ τυγχάνων θεὸς πανταχοῦ ὀνομάζεται. ἐπεὶ τοίνυν ἔχομέν τινα τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τουτέστι τὰ κατὰ κακίαν, καὶ οὐ πρότερον δυνάμεθα ἀποδιδόναι τὰ τοῦ θεοῦ τῷ θεῷ, ἐὰν μὴ ἀποδῶμεν, ἀποθέμενοι πάντα τὰ τῆς κακίας, τῷ Καίσαρι τὰ τοῦ Καίσαρος, διὰ τοῦτο σωτὴρ ἐπιδειχθέντος τοῦ νομίσματος καὶ τῆς ἐν αὐτῷ εἰκόνος φησίν · ἀπόδοτε τὰ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ τοῦτο δὲ κατὰ τὸν τόπον σκοπήσωμεν ὅτι, ἐάν ποτε πειραζόμενοι ὑπὸ τῶν ζητούντων ἀφορμάς, προτεινόντων προβλήματά τινα οὐχ ἵνα μάθωσιν ἀλλ’ἵνα ὅση δύναμις ἡμῶν κατηγορήσωσιν, ἀκούωμεν λόγους πειραστικοὺς ἡμῶν, οὔτε πάντη σιωπᾶν ὀφείλομεν οὔτε ὡς ἔτυχεν ἀποκρίνασθαι, ἀλλὰ περιεσκεμμένως καὶ μετὰ περισκέψεως, εἰς τὸ (ὅση δύναμις) ἐκκόψαι τὰς ἀφορμὰς τῶν θελόντων ἀφορμάς, καὶ διδάσκειν ἀνεπιλήπτως τὰ σῴζοντα τοὺς βουλομένους ἐν τῷ ἀκούειν σῴζεσθαι. δύνανται δὲ οἱ μὲν Φαρισαῖοι λαμβάνεσθαι εἰς τοὺς διδασκάλους τῶν διαφόρων Ἰουδαϊκῶν παραδόσεων, οἱ δὲ Ἡρωδιανοὶ εἰς τὸν νομιζόμενον παρὰ τοῖς πολλοῖς βασιλικὸν Ἰουδαίων τῶν οὕτως ἁπλούστερον λεγομένων λόγον. ἀφ’ἑκατέρων οὖν πυνθάνονται τοῦ σωτῆρος τὰ περὶ τοῦ κήνσου. δὲ αὐτοῖς ἀποκρίνεται, ὡς ἀποδεδώκαμεν · πλὴν ἐπεὶ οὐ μαθεῖν βούλονται ἐκ τοῦ ἐρωτᾶν αὐτόν, ἀλλὰ παγιδεῦσαι ἐν λόγῳ καὶ πειράζειν αὐτόν, διὰ τοῦτο ἀκούσαντες τὰ δοκοῦντα αὐτῷ πρὸς τὸ πύσμα αὐτῶν καὶ θαυμάσαντες, ὅτι μὴ ἔδωκεν αὐτοῖς ἀφορμὰς τοῦ αὐτῷ ἐπιβουλεύειν οὐκ ἔμειναν μὲν παρ’αὐτῷ, ὡς οἱ μαθηταί, οὐ δὲ ἁπλῶς ἀπῆλθον, ὡς περὶ ἄλλων γέγραπται, ἀφέντες δὲ αὐτὸν ἀπῆλθον. καὶ τοιοῦτοί γέ εἰσιν οἱ ἀφιέντες τὸν λόγον καὶ ἀπιστοῦντες αὐτῷ καὶ ἀπιόντες ἀπ’αὐτοῦ μετὰ τὸ ἀκοῦσαι αὐτοῦ. καὶ οὐχ ἁμαρτήσει λέγων περὶ τῶν μετὰ τὸ ἀκοῦσαι ἀποστάντων καὶ τοῦ ἀκούειν, ὅτι οἱ τοιοῦτοι ἀφέντες τὸν Ἰησοῦν ἀπῆλθον · ἡμεῖς δὲ ἐροῦμεν τὸ τῆς νύμφης · ἐκράτησα αὐτόν, καὶ οὐκ ἀφῆκα αὐτόν.

17.29

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ τὰ ἑξῆς, ἕως τοῦ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. τὰ δὲ ἰσοδυναμοῦντα τούτοις τὰ αὐτὰ αὐτοῖς εἴρηται καὶ παρὰ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἐν ἄλλαις κατ’ὀλίγα λέξεσιν. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ · ποίᾳ ὅτε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’αὐτοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ, καὶ πυνθάνονται τὰ περὶ τοῦ κήνσου; εἰκὸς γὰρ ὅτι, ἀποκριναμένου τοῦ σωτῆρος ἡμῶν περὶ τοῦ κήνσου, καὶ εἰπόντος · ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, καὶ θαυμασάντων πάντων τὴν ἀπόκρισιν αὐτοῦ, ᾠήθησαν οἱ Σαδδουκαῖοι, εἰδότες αὐτοῦ τὰς συνετὰς ἀποκρίσεις, ἤτοι αὐτοὶ διὰ τῆς ἐπαπορήσεως παραστήσειν ἑαυτοὺς κρείττονα λόγον ἔχοντας, μὴ εἶναι λέγοντας ἀνάστασιν τῶν ἐλπιζόντων αὐτήν, τάχα καὶ μαθήσεσθαι, πῶς δύναται εἶναι ἀνάστασις κατὰ τὴν Μωσέως γραφὴν καὶ ποῖος βίος ἔσται τῶν ἀναστησομένων. παρατήρει δὲ ὅτι σχεδὸν πᾶσα τοῦ καιροῦ τούτου τοῦ σωτῆρος ἡμῶν διδασκαλία πρὸς πεύσεις ἐγίνετο. καὶ πρῶτόν γε ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες · ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην; πρὸς οὓς ἀντερωτήσας τὰ περὶ Ἰωάννου ἔδοξεν εὐλόγως παρῃτῆσθαι τὴν πρὸς τὸ βούλημα αὐτῶν ἀπόκρισιν. εἶτα μετὰ τοῦτο λέγει παραβολὴν τὴν περὶ τῶν δύο τέκνων, τοῦτε μὴ ὑποσχομένου ἐργάσασθαι ἐν τῷ ἀμπελῶνι καὶ μὴ ἐργασαμένου, καὶ τοῦ ἐπαγγειλαμένου μὲν μὴ ἐργασαμένου δέ. εἶτα μετὰ ταῦτα λέγει τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν καὶ τῶν ἀποκτεινάντων γεωργῶν τοὺς δούλους καὶ τὸν υἱόν, καὶ τὰ ἑξῆς τούτων περὶ τῶν εἰς τοὺς γάμους κλητῶν ἄλλην παραβολήν. καὶ μετὰ τοῦτο δευτέραν πεῦσιν τὴν περὶ τοῦ κήνσου ἀνέγραψεν Ματθαῖος, καὶ τρίτην τὴν τῶν Σαδδουκαίων περὶ ἀναστάσεως ἐπαπόρησιν. ἀλλὰ καὶ τετάρτη μετὰ ταύτην ἐπερώτησις γε γένηται ἀπό τινος Φαρισαίου πειράζοντος αὐτὸν περὶ τοῦ · ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; τοσούτων δὲ ἐρωτήσεων προσαγομένων αὐτῷ καὶ αὐτὸς συνηγμένων τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς τὰ περὶ τοῦ Χριστοῦ. οἱ Σαδδουκαῖοι μέντοι λέγοντες μὴ εἶναι ἀνάστασιν, οὐ μόνον τὴν ἐν τῇ συνηθείᾳ τῶν ἁπλουστέρων ὀνομαζομένην ἀνάστασιν σαρκὸς ἠθέτουν, ἀλλὰ καὶ παντελῶς ἀνῄρουν τὴν τῆς ψυχῆς οὐ μόνον ἀθανασίαν ἀλλὰ καὶ ἐπιδιαμονήν, οἰόμενοι μηδαμοῦ ἐν τοῖς Μωσέως γράμμασι σημαίνεσθαι τὴν τῆς ψυχῆς μετὰ ταῦτα ζωήν. τὸ δὲ αὐτὸ τοῖς Σαδδουκαίοις δόγμα περὶ τῆς τῶν ἀνθρώπων ψυχῆς φρονοῦσι μέχρι τοῦ δεῦρο Σαμαρεῖς καὶ οἱ δοκοῦντες ἐξ αὐτῶν εἶναι νομομαθεῖς καὶ ἕως θανάτου ἀγωνιζόμενοι περὶ τοῦ Μωσέως νόμου καὶ τῆς περιτομῆς. τοῦτο δὲ τὸ περὶ ἀναστάσεως σημαινόμενον (λέγω δὲ τὸ παρὰ Σαδδουκαίοις καὶ Σαμαρεῦσιν, τοῖς ἀθετοῦσι τὴν τῆς ψυχῆς μετὰ ταῦτα ζωήν) νοοῦντές τινες καὶ τῶν κατὰ τὸν τοῦ ἀποστόλου χρόνον Κορινθίων ἐδογμάτιζον μὴ εἶναι ἀνάστασιν, περὶ ὧν ταῦτα γράφει · εἰ δὲ Χριστὸς κηρύσσεται ἐκ νεκρῶν ὅτι ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; ὅτι δὲ οἱ ἐν Κορίνθῳ λέγοντες μὴ εἶναι ἀνάστασιν νεκρῶν κατὰ τὸ Σαδδουκαίων σημαινόμενον ἠθέτουν τὴν ἀνάστασιν τὴν ἐπιδιαμονὴν τῆς ψυχῆς, δῆλον ποιεῖ ἐκ τοῦ εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. ὅπερ ἐπιμελῶς ἐξετάσας ὄψει ὅτι μὲν ἀθετῶν τὴν ἐν τῇ ἐκκλησίᾳ πεπιστευμένην ἀνάστασιν νεκρῶν, κἂν ψευδόμενος ἀθετῇ, οὐ πάντως ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικώς ἐστι μόνον. ἵνα γὰρ καθ’ὑπόθεσιν μὴ ἀληθὴς πεπιστευμένη παρὰ τοῖς πολλοῖς ἀνάστασις, οὐκ ἐν ταύτῃ τῇ ζωῇ ἤλπικε μόνον ἐν Χριστῷ ἐκείνην ἀθετῶν ζώσης τῆς ψυχῆς, οὐκ ἐκεῖνο μὲν ἀπολαμβανούσης τὸ σῶμα ἐν δυομένης δὲ αἰθέριόν τι καὶ κρεῖττον. ἀλλ’οὐ δὲ ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν, εἰ τὴν μὲν ψυχὴν λέγοιμεν ζῆν καὶ ὑπάρχειν, τὸ δὲ σῶμα τοῦτο μὴ περιτιθεῖμεν αὐτῇ μη δὲ λέγοιμεν ἀπολαμβάνειν αὐτό. ἔτι δὲ εἰς κατασκευὴν τοῦ πρὸς τὸ σημαινόμενον τοῦτο μάλιστα ἵστασθαι τὸν ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ συγχρησόμεθα καὶ τῷ εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; καὶ τῷ εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. ἔστω γὰρ τὸ νομισθὲν παρὰ τοῖς πολλοῖς ἀληθὲς εἶναι μὴ εἶναι ἀληθὲς τὸ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, πῶς τούτῳ ἀκολουθεῖ τὸ μάτην ἡμᾶς κινδυνεύειν ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν ἀγωνιζομένους; πῶς δὲ οὐδὲν ὄφελος τῷ διὰ Χριστὸν θηριομαχήσαντι […] οἰκονομουμένῃ κατ’ἀξίαν, τὸ δὲ πρότερον σῶμα μὴ ἀπολαμβάνοι; πῶς δὲ ἀκολουθεῖ τῷ μὴ εἶναι σαρκὸς ἀνάστασιν τὸ φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν; οὐ ταῦτα δέ φαμεν ἀπιστοῦντες τῷ ἐν Ἡσαΐᾳ γεγραμμένῳ τοῦτον τὸν τρόπον · ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ τῷ ὑπὸ τοῦ Ἰὼβ λεγομένῳ · ὅτι ἀένναός ἐστιν ἐκλύειν με μέλλων ἐπὶ τῆς γῆς, καὶ ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀνατλοῦν ταῦτα. οὐκ ἀπιστοῦμεν δὲ οὐ δὲ τῇ ἀποστολικῇ φωνῇ λεγούσῃ · ζῳοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν. ἀλλ’ὅση δύναμις καθαίρωμεν τὸ ἐν τῇ ἐκκειμένῃ λέξει τοῦ εὐαγγελίου σημαινόμενον ἀπὸ τῆς ἀνάστασις φωνῆς, διὸ παρεθέμεθα καὶ τὰ ἀπὸ τῆς προτέρας πρὸς Κορινθίους ῥητά. προσῆλθον οὖν τῷ Ἰησοῦ Σαδδουκαῖοι, οἵτινες ἔλεγον μὴ εἶναι ἀνάστασιν, ἀνάστασιν δὲ τὴν (ὡς ἀποδεδώκαμεν) κατ’αὐτούς, καὶ ἐπηρώτησαν ἡμῶν τὸν κύριον λέγοντες · Μωσῆς εἶπεν · ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

17.30

ἄξιον οὖν εἰς τοῦτό μοι δοκεῖ παραθέσθαι τὴν Μωσέως λέξιν, εἰς ἣν ἀνέφερον Σαδδουκαῖοι τὰ ἐν τῷ εὐαγγελίῳ γεγραμμένα ὑπ’αὐτῶν εἰρῆσθαι. ἔχει οὖν οὕτως ἐν τῷ Δευτερονομίῳ τὸ ῥητόν · ἐὰν δὲ κατοικήσωσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν καὶ τὰ ἑξῆς ἕως τοῦ οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα. τούτου δὴ τοῦ ῥητοῦ οἱ Σαδδουκαῖοι, ὡς τὴν ἐλπίδα τῆς ἀναστάσεως μὴ ἔχοντες, φαύλως ἀκούσαντες καὶ μηδὲν θεοῦ ἄξιον ἐνθυμηθέντες εἰς τὸν ἐκκείμενον νόμον, ᾠήθησαν ἀκολουθεῖν τῷ εἶναι ἀνάστασιν τὸ καὶ τὸν ἄνδρα ἄνδρα πάλιν ἔσεσθαι ἀναστάντα ἄρρενα μόρια ἔχοντα, καὶ τὴν γυναῖκα γυναῖκα ἀναστήσεσθαι σῶμα γυναικεῖον περικειμένην. καὶ ταπεινῶς ὑπολαμβάνοντες λέγεσθαι τὰ περὶ ἀναστάσεως ἐκ τοῦ ταῦτα αὐτοῖς νομίζειν ἀκολουθεῖν, πλάσαντές τινα μῦθον τὸν περὶ ἑπτὰ ἀδελφῶν γαμησάντων μίαν γυναῖκα, ἐπηπόρουν τίνος ἂν γένοιτο γυνὴ τοιαύτη ἀναστᾶσα, φθάσασα ἅπαξ ἑπτὰ χρηματίσαι ἀνδρῶν γυνή. ἐδύναντο δὲ καὶ χωρὶς τοῦ τοιούτου πλάσματος ἐπαπορῆσαι ἐκ τῶν πολυγάμων γυναικῶν, τάχα δὲ καὶ πολυγάμων ἀνδρῶν. καὶ σωτὴρ ἡμῶν ἀποκρινόμενος αὐτοῖς τὸ μὲν βούλημα τοῦ κατὰ Μωσέα νόμου οὐ διηγήσατο, ὡς οὐκ ἀξίοις γνώσεως τηλικούτου μυστηρίου · μόνον δὲ ἁπλῶς ἀπεφήνατο λέγων καὶ τὰς θείας γραφὰς ἀπαγγέλλειν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὅτι ἐκεῖ μή εἰσι γάμοι, ἀλλὰ γίνονται οἱ ἐκ νεκρῶν ἀνιστάμενοι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι, καὶ ὥσπερ οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι οὔτε γαμοῦσιν οὔτε γαμοῦνται, οὕτω (φησὶ) καὶ οἱ ἀνιστάμενοι ἀπὸ τῶν νεκρῶν. ἐγὼ δ’οἶμαι διὰ τούτων δηλοῦσθαι ὅτι οὐ μόνον κατὰ τὸ μὴ γαμεῖν καὶ τὸ μὴ γαμεῖσθαι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι γίνονται οἱ καταξιούμενοι τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀλλὰ καὶ κατὰ τὸ μετασχηματιζόμενα αὐτῶν τὰ σώματα τῆς ταπεινώσεως γίνεσθαι τοιαῦτα, ὁποῖά ἐστι τὰ τῶν ἀγγέλων σώματα, αἰθέρια καὶ αὐγοειδὲς φῶς. ξενίζον δέ τι τοὺς πολλοὺς τῶν πιστευόντων δόγμα ζητήσαι τις ἄν, τάχα μὲν καὶ πολλαχόθεν σαφῶς δ’ὅτι καὶ ἐντεῦθεν ἐπαπορῶν, εἰ ὥσπερ εἰσὶν οἱ ἀνιστάμενοι ἐκ νεκρῶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ καὶ τάγμα τι ἀγγέλων, μεταβάλλοντες ἐξ ἀνθρώπων, οὕτως καὶ ἄλλοι ἐν τῷ οὐρανῷ ἄγγελοι, ἄνθρωποί ποτε ὄντες καὶ καλῶς ἀγωνισάμενοι ἐν ἀνθρώπου σώματι, γεγόνασιν ἐν τῷ οὐρανῷ ἄγγελοι ὥς τινες ἕτεροι πρὸ αὐτῶν. δὲ τὸ ξενίζον τοῦτο δόγμα ζητῶν ἐκ τῆς προκειμένης λέξεως, τάχα δὲ καὶ ἀλλαχόθεν, ὁράτω περιαθρήσας ὅλην τήντε γραφὴν καὶ τὴν ἀκολουθίαν τῶν πραγμάτων, καὶ τί ἕπεται τῷ ταῦτα τιθέντι, καὶ σκοπείτω εἰ χρὴ παραδέξασθαι τοιοῦτον λόγον ἕπεται τοιαῦτα ἅτινα δηλοῦται ἐκ τοῦ ἀγγέλους κρινοῦμεν καὶ τοῦ εἰς ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. εἰ δὲ καὶ τὴν Ἰούδα προσοῖτό τις ἐπιστολήν, ὁράτω τί ἕπεται τῷ λόγῳ διὰ τὸ ἀγγέλουςτε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. ὁράτω δὲ τὰ τοιαῦτα τολμῶν ζητεῖν, πῶς αὐτῶν δεῖ ἀκούειν τῶν ἐν Γενέσει γεγραμμένων ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς εἰς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. σαφῶς δὲ τὰ κατὰ τὸν τόπον ἐπαπορῆσαι καὶ τὴν ἀκολουθίαν αὐτῶν ἐπισκοπῆσαι καὶ χάρτῃ πιστεῦσαι τὴν τῶν τηλικούτων σαφήνειαν, μήποτε οὐκ ἀσφαλὲς · ἀρκεῖ γὰρ καὶ ἐπὶ τοῖς εἰρημένοις ἡμᾶς ἐπὶ τοσοῦτον παρακεκινδυνευκέναι.

17.31

οὐκ ἄκαιρον δὲ νομίζω ἅπαξ ἐκθεμένους τὴν λέξιν τοῦ νόμου ἀπὸ τοῦ Δευτερονομίου, ἰδεῖν ὁποῖόν γέ ἐστιν αὐτοῦ τὸ βούλημα. ζητητέον οὖν ἐν αὐτῷ τίς μία γυνὴ καὶ τίνες οἱ δύο ἄνδρες οἱ ἀλλήλων ἀδελφοί, ὧν πρότερον μὲν γαμῶν ἕτερός ἐστι τὴν γυναῖκα οὐ καρποφορῶν δὲ ἐξ αὐτῆς, δεύτερον δὲ γαμῶν τοῦ τεθνηκότος ἀδελφὸς καὶ γεννῶν παιδίον ἐξ ὀνόματος τοῦ τετελευτηκότος. καὶ μετὰ ταῦτα ζητήσεις τίς ἐστιν μὴ βουλόμενος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ καὶ διὰ τοῦτο ἐναντίον τῆς γερουσίας ὑπολυόμενος τὸ ἓν ὑπόδημα καὶ ἐμπτυόμενος εἰς τὸ πρόσωπον ὑπὸ τῆς γυναικὸς καὶ ἀναβάσης ἐπὶ τὴν πύλην καὶ λεγούσης · οὐ θέλει ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ. ζητηθείη δ’ἂν ἐν τῷ τόπῳ καὶ τίς γερουσία καὶ πύλη ἐφ’ἣν ἀναβαίνει γυνὴ λέγουσα τὰ γεγραμμένα. ὅτι μὲν οὖν σεμνόν τι εἶναι καὶ αἰδοῦς ἄξιον χρὴ πεπεῖσθαι πάντα νόμον ἐπαγγελλόμενον εἶναι θεοῦ μὴ ὄντα σεμνὸν μὴ εἶναι νόμον θεοῦ, πᾶς μὴ πάντη ἀσύνετος ὁμολογήσαι ἄν · εἰ δὲ εὑρίσκομεν ἡμεῖς τὸ τοῦ νόμου τούτου σεμνὸν καὶ αἰδέσιμον μή, πρῶτον μὲν θεὸς ἂν εἰδείη καὶ Χριστὸς αὐτοῦ, μετὰ δὲ ταῦτα καὶ κατὰ τὴν γραφὴν ὀνομαζόμενος δόκιμος τραπεζίτης καὶ εἰδὼς πάντα δοκιμάζειν καὶ τὸ μὲν καλὸν κατέχειν, ἀπέχεσθαι δὲ παντὸς εἴδους πονηροῦ. φέρε οὖν τὸ προκείμενον πρόβλημα νομικὸν διηγήσασθαι θέλοντες, ἐπικαλεσάμενοι τὸν εἰπόντα · φθέγξομαι προβλήματα ἀπ’ἀρχῆς, εἴπωμεν καλὸν μὲν εἰ κατέχομεν τὰ ὑπ’αὐτοῦ διδόμενα, εἰ δὲ μή γε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπον · κρινεῖ δὲ ἐντυγχάνων τοῖς λεχθησομένοις. δοκεῖ δή μοι κατὰ μίαν διήγησιν γυνὴ εἶναι τοῦ ἀνθρώπου ψυχή, γαμουμένη πρότερον μὲν τῷ τοῦ νόμου γράμματι καὶ μὴ τεκνοῦσα ἐξ αὐτοῦ, δεύτερον δὲ τῷ πνευματικῷ νόμῳ καὶ ἀπὸ τούτου καρποφοροῦσα καὶ γεννῶσα καὶ μὴ ἀφισταμένη ἐν τῷ γεγεννημένῳ τῆς πρὸς τὸν ἀποθανόντα αὐτῇ νόμον γράμματος τιμῆς. καὶ τάχα ἑκάστη ἐσομένη μακαρία ψυχὴ καὶ τροπικῶς λεγομένη γυνὴ πάντως γαμεῖται πρότερον κατὰ τὰς εἰσαγωγὰς τῷ τοῦ νόμου γράμματι, ὃς ἀποθνῄσκει προκοπτούσης τῆς γυναικὸς ψυχῆς, ἵν’αὐτὴ τοῦ σεμνοτέρου καὶ τεκνοποιοῦ ἐπιτύχῃ γάμου, ὅτε σωθήσεται διὰ τῆς τεκνογονίας, ἐπὰν τὰ τέκνα μείνῃ ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης, οὐ σωθησομένη πρὸ τῆς τεκνογονίας χωρὶς αὐτῆς. τέκνα δὲ τῆς γυναικὸς ταύτης ψυχῆς ἀπὸ τοῦ δευτέρου ἀνδρός, τοῦ πνευματικοῦ νόμου, τὰ κατ’αὐτόν ἐστιν ἔργα. ἀδελφοὶ δὴ δύο καὶ ἀπὸ μιᾶς μητρὸς διανοίας γεννώμενοι οἱ δύο νόμοι […], οἵτινες ἀεὶ κατοικοῦσιν ἐπὶ τὸ αὐτό · οὐ γὰρ κεχώρισται οἶκος αὐτῶν ἀπ’ἀλλήλων, ἀλλ’ἀδελφοί εἰσι καὶ ἀμφότεραι αἱ ἐκδοχαὶ ὡς ἐν οἴκῳ ἑνὶ τῷ περιέχοντι αὐτοὺς γράμματι. καὶ ὅρα εἰ μὴ τοῦτο δηλοῦσθαι δύναται ἐκ τοῦ ἂν δὲ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό. εἶτα ἑξῆς ἐστι · καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ αὐτῷ, κατὰ δύναμιν διηγησάμην. ἴδωμεν δὲ καὶ τὸ οὐκ ἔσται γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι, καὶ τίς μὲν γυνὴ ψυχὴ παραβαίνει τοῦτον τὸν νόμον τίς δὲ τηρεῖ. ὡς ἐν τοιούτοις δὴ τόποις ὑπολαμβάνω μετὰ τὸν θάνατον τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς τοῦ νόμου καὶ τὴν ἀνατροπὴν αὐτῆς τὴν μέν τινα ψυχὴν ποιοῦσαν παρὰ τὴν θείαν ἐντολήν, γυναῖκα πρότερον γενομένην τοῦ τεθνηκότος καὶ ἐκείνῳ πιστεύσασαν, ἔξω πάντη γίνεσθαι τοῦ νόμου ἀνδρὶ μὴ ἐγγίζοντι, ὅτε παραδέχεται λόγον αὐτὸν μὴ ἐγγίζοντα […] τῇ ἐκδοχῇ τοῦ γράμματος, ἀλλὰ πάντη ἀλλότριον (τοιαῦται δέ εἰσιν αἱ τῶν ἑτεροδόξων ψυχαί, αἷς καὶ ἐκδοχὴ τοῦ κατὰ τὸν νόμον γράμματος ἐτελεύτα, καὶ οὐκ ἐβουλήθησαν τῷ ἀεὶ ἐπὶ τὸ αὐτὸ ἐκείνῳ οἰκοῦντι γαμηθῆναι πνευματικῷ νόμῳ, ἀλλά τινι ἔξω ἀμφοτέρων τούτων λόγῳ καὶ μηδαμῶς ἐγγίζοντι κοινωνῆσαι). ἑτέραν δὲ ψυχὴν γυναῖκα εἶναι τὴν κατὰ θεὸν βιοῦσαν ἀποθανόντος καὶ ἀνατραπέντος τοῦ προτέρου ἀνδρός, οὐ βουλομένην ἔξω γενέσθαι καὶ ἀνδρὶ μὴ ἐγγίζοντι, ἀλλὰ γαμουμένην τῷ ἀδελφῷ τοῦ τετελευτηκότος καὶ ἐπὶ τὸ αὐτὸ αὐτῷ οἰκήσαντι, ὅτε ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσέρχεται πρὸς αὐτὴν καὶ γίνεται ἔνδον τῆς ψυχῆς αὐτῆς καὶ λαμβάνει αὐτὴν ἑαυτῷ εἰς γυναῖκα καὶ συνοικεῖ αὐτῇ τῇ ψυχῇ ἐπὶ μακαρισμῷ αὐτῆς, ἅτε κατὰ τὸ βούλημα τοῦ θεοῦ γαμουμένης τῷ δευτέρῳ καὶ πνευματικῷ νόμῳ. τὸ δὲ παιδίον ἐὰν τέκῃ καὶ γεννήσῃ συνοικήσασα τῷ δευτέρῳ καὶ πνευματικῷ ἀδελφῷ ψυχὴ γυνή, καθίσταται ἐκ τοῦ ὀνόματος τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ τετελευτηκότος, καὶ γίνεται οὐκ ἐκ τοῦ προτέρου μὲν ὁμώνυμος δὲ τῷ προτέρῳ · ὄνομα γὰρ τῷ γεννήματι ἐκ τοῦ πνευματικοῦ νόμου ἐστὶ τὸ ὄνομα τοῦ τετελευτηκότος, ἐπεὶ κἀκεῖνος ἐκαλεῖτο νόμος νόμος θεοῦ, καὶ οὐ χρή γε ἐξαλείφεσθαι ἀπὸ τοῦ διορατικοῦ καὶ ἀληθῶς Ἰσραὴλ τὸ ὄνομα τοῦ ἀποθανόντος ἀνδρός, κἂν αὐτὸς ἐξαλειφθῇ.

17.32

ταῦτα μὲν οὖν ἐκ μέρους εἰρήσθω περὶ τοῦ νόμου. θεοῦ δὲ ἡμῖν πάλιν καὶ μᾶλλον χρεία, ἐν Χριστῷ φωτίζοντος τὸν νοῦν ἡμῶν πρὸς θέαν τῶν ἑξῆς. ἐὰν γὰρ μὴ βούληται (φησὶν) ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν καὶ ἐρεῖ τὰ ἐπιφερόμενα. καὶ πρῶτόν γε παρατήρει ὅτι, ἐς ὅσον μὲν καὶ γυνὴ ἐποίει τὸ ὑπὸ τοῦ νόμου προστεταγμένον, καὶ ἀνὴρ εἰσιὼν πρὸς αὐτὴν συνῴκει αὐτῇ καὶ ἐτέκνου ἐξ αὐτῆς, ἄνθρωπος οὐκ εἴρητο ἀλλὰ ἀδελφὸς ἀνδρὸς τῆς γυναικός · ὅτε δὲ οὐ βούλεται λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ οὐ θέλει ἀναστῆσαι τοῦ ἀδελφοῦ αὐτοῦ τὸ ὄνομα ἐν Ἰσραήλ, καὶ καλούμενος ὑπὸ τῆς γερουσίας τῆς πόλεως λέγει · οὐ βούλομαι λαβεῖν αὐτὴν καὶ ἀτιμοῦται ὑπολυόμενος τὸ ὑπόδημα καὶ ἐμπτύεται εἰς τὸ πρόσωπον ἀπὸ τῆς γυναικὸς καὶ μετονομάζεται, ἵνα τὸ ὄνομα αὐτοῦ οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα, τότε οὐκέτι ἀδελφὸς ἀλλ’ἄνθρωπος λέγεται · οἱονεὶ γὰρ διὰ μὲν τῆς τηρήσεως τοῦ νόμου ἐλέγετο αὐτῷ τὸ ἐγὼ εἶπα · θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες · διὰ δὲ τοῦ τὰ ἐναντία τῷ νόμῳ ποιεῖν οἱονεὶ ἐλέγχεται ὑπὸ τοῦ λόγου φάσκοντος πρὸς αὐτόν · ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε. καὶ πρόσχες εἰ δύνασαι νοῆσαι μετὰ τὸν θάνατον τῆς ἐκδοχῆς τοῦ γράμματος εἶναι ἄλλην τινὰ ἐκ δοχὴν τοῦ νόμου διημαρτημένην καὶ οὐ πνευματικὴν οὐ δὲ ἀνεπίληπτον, πλὴν τὴν γένεσιν ἔχουσαν ἐκ τοῦ νόμου ἡμαρτημένην μὲν ἀπὸ δὲ τῆς ἀφορμῆς τῶν ἐν τῷ νόμῳ γεγραμμένων ἀρχομένην, καὶ οὐ βουλομένην ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τιμῆσαι τὸ ὄνομα τοῦ νόμου. οὐ βούλεται δὲ τοιαύτη ἐκδοχὴ παραλαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ ψυχήν · οὐ δὲ γὰρ θέλει καρποφορῆσαι ἐπὶ τῷ δοξάσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἀδελφοῦ. διὸ γυνὴ οὐ κάτω ἕστηκεν ἑτοίμη τιμῆσαι τὸν πρότερον ἄνδρα αὐτῆς, ἀλλὰ ἀναβαίνει ἐπὶ τὴν πύλην καὶ τὴν εἴσοδον τῆς πόλεως ἑαυτῆς ἔχουσαν καὶ γερουσίαν. καὶ νοείσθω ταῦτα γινόμενα κατὰ τὴν ἐκκλησίαν καὶ τὴν εἰς αὐτὴν εἰσαγωγὴν καὶ εἴσοδον. ἐλέγχει οὖν γυνὴ τὸν μὴ βουλόμενον ἄνδρα καρποφορῆσαι τὸν τοιόνδε λόγον καὶ λέγει · οὐ θέλει ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ. εἶτα γερουσία τῆς πόλεως ἐκείνης ἐξετάζουσα τὸν τοιοῦτον ἄνδρα πυνθάνεται εἰ ἀληθῶς οὐ βούλεται. ἀποκριναμένου δὲ ἐκείνου τὸ μὴ βούλεσθαι, προσέρχεται αὕτη πρὸς τὸν μὴ βουληθέντα ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐπὶ τῆς γερουσίας ἐλέγχει αὐτὸν καὶ ἀτιμάζει ὑπολύουσα τὸ ὑπόδημα αὐτοῦ τὸ ἕν. καὶ σκόπει ἐν τούτοις διὰ τὸ λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου εἰρημένον πρὸς Μωσέα καὶ Ἰησοῦν καὶ τὸ οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ, γεγραμμένον ἐν τῷ κατὰ Λουκᾶν καὶ ἐν τῷ κατὰ Μᾶρκον καὶ ἐν τῷ κατὰ Ἰωάννην, μήποτε οὐ ταὐτόν ἐστι τὸ λῦσαι τὸ ὑπόδημα τῷ ὑπολῦσαι · οὐ γὰρ ὑπολύσασθαι κελεύεται Μωσῆς Ἰησοῦς, οὐ δὲ Ἰωάννης περὶ τοῦ σωτῆρος ὠνόμασε τὸ ὑπολῦσαι ἀλλὰ τὸ λῦσαι. οὗτος οὖν παρανομῶν οὔτε ἐξ ὅλων ὑπολέλυται οὔτε πάντη τῇ ὑποδέσει κεκόσμηται, ἀλλ’ἐξ ἡμισείας ἑκάτερον ἔχει. διὸ ἐμπτύει εἰς τὸ πρόσωπον αὐτοῦ ἐπὶ τῆς γερουσίας ἐλέγξασα αὐτὸν γυνή · ἐμπτύει γὰρ πᾶσα ψυχὴ τῷ οὐ τεκνοποιοῦντι οὐ δὲ καρποφοροῦντι λόγῳ, καὶ διὰ τῆς ἀνατροπῆς ὑπολύει αὐτὸν ἐν οἷς πταίει καὶ ἀποκριθεῖσα λέγει ὅτι οὕτως ποιήσουσι τῷ ἀνθρώπῳ ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ πρόσχες πάλιν ἐνταῦθα ὅτι δεύτερον τὸ ἄνθρωπος ὠνόμασται ἐπὶ τοῦ ἁμαρτάνοντος, νῦν δ’ἤδη καὶ μὴ οἰκοδομοῦντος τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ. πᾶς οὖν βλέπων τοῦτον τὸν ἄνθρωπον ὑπολυόμενον ἀπὸ γυναικὸς καὶ ἐμπτυόμενον καὶ ἀκούων αὐτῆς λεγούσης · οὕτω ποιήσουσι τῷ ἀνθρώπῳ, ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ, πάντα πρὸς οἰκοδομὴν τοῦ ἀδελφοῦ ποιείτω · εἰ γὰρ μὴ οἰκοδομήσαι τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ νόμου, ὑπολυθήσεται τὸ ἓν ὑπόδημα καὶ ἐμπτυσθήσεται καὶ τὸ ὄνομα παντὸς τοῦ τοιούτου ἐν Ἰσραὴλ παρὰ πᾶσι τοῖς ὁρῶσι κληθήσεται οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα. ἴδωμεν δὲ καὶ δευτέραν εἰς τὸν ἐκκείμενον τόπον διήγησιν, καὶ ἔστωσαν δύο νόμοι ἀδελφοί, καθ’οὓς μὲν τηρήσας τὸν πρότερον οὐκ ἦν ἄνομος θεοῦ, δὲ τὸν δεύτερον φυλάσσων ἐστὶν ἔννομος Χριστοῦ. καὶ νόει μοι κατὰ τὴν Χριστοῦ παρουσίαν τεθνηκέναι τὸν πρότερον νόμον, ἄνθρωπον τῆς τῶν ἀνθρώπων ψυχῆς, ἐπεὶ μὴ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει πρότερον ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης τῆς κατὰ τὸ δεύτερον · δεύτερον δὲ νόμον τοῦ Χριστοῦ, ἀδελφὸν ὄντα τοῦ προτέρου καὶ διὰ Μωσέως καὶ υἱὸν τοῦ αὐτοῦ λόγον, ὃς καὶ τὸν πρότερον ἐγέννησε. κατοικούντων οὖν τούτων τῶν δύο ἀδελφῶν ἐπὶ τὸ αὐτὸ μάλιστα κατὰ τὴν παρουσίαν ἀπέθανεν εἷς ἐξ αὐτῶν καὶ οὐκ ἦν αὐτῷ σπέρμα. ἀλλὰ γυνὴ τοῦ τεθνηκότος μετὰ τὸν θάνατον τοῦ προτέρου ἀνδρός, ὑπὸ νόμον ψυχή, οὐ γίνεται ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι · ἐγγίζει γὰρ ἀνήρ, τοῦ εὐαγγελίου νόμος, ὡς ἀδελφὸς τοῦ ἀνδρὸς τεθνηκότος τῷ προτέρῳ νόμῳ, καὶ εἰσέρχεται πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ. οἷον ὡς ἐπὶ παραδείγματος ἰδέ μοι τὴν Παύλου ψυχὴν ὑπὸ νόμον, εἶτα διὰ Χριστὸν ἐξαγοράσαντα αὐτὸν ἀπὸ τοῦ νόμου γενομένην ὑπὸ τὸ εὐαγγέλιον. καὶ ὅρα εἰ μὴ ἀπέθανεν ἀνὴρ τῆς Παύλου ψυχῆς, καὶ οὐδὲν ἧττον ἀποθανόντος ἐκείνου γυνὴ τοῦ τεθνηκότος οὐ γέγονεν ἔξω, ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων, οὐ δὲ ἀνδρὶ μὴ ἐγγίζοντι. γὰρ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσῆλθε πρὸς αὐτὴν καὶ ἔλαβεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα καὶ συνῴκησεν αὐτῇ, καὶ γέγονεν καρπὸς καὶ τὸ γέννημα καὶ τὸ παιδίον καὶ τὸ τεχθὲν ἐκ τοῦ ὀνόματος τοῦ τετελευτηκότος. κατὰ γὰρ τὸν πνευματικὸν νόμον τὸ εὐαγγέλιον ὀνομάζει πάντα, καὶ οὐκ ἐξήλειπται τὸ ὄνομα τοῦ τετελευτηκότος, ὅτε ἐλήλυθεν νόμος τοῦ εὐαγγελίου · παρὰ γὰρ τῷ ἀληθινῷ Ἰσραὴλ τηρεῖται καὶ τὸ ὄνομα τοῦ προτέρου. τίς δὲ μετὰ ταῦτα μὴ βουλόμενος ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ ἐν ταῖς αἱρέσεσι λόγος, μὴ βουλόμενος τὴν τιμήσασαν ψυχὴν τὸν πρότερον ἄνδρα καὶ τὴν μνήμην τοῦ προτέρου ἀνδρὸς παραδέξασθαι; καθ’οὗ ἀναβαίνει γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἐπὶ τὴν πύλην, περὶ ἧς λέλεκται τὸ αὕτη πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ καὶ ἀναβαίνει ἐπὶ τὴν γερουσίαν καὶ διαμαρτύρεται περὶ τοῦ μὴ βουλομένου ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ ἐν Ἰσραὴλ μη δὲ τιμῆσαι τὸν τοῦ θεοῦ διὰ Μωσέως νόμον. ἐπὰν οὖν γερουσία πύθηται τοῦ τοιούτου ἀνθρώπου εἰ ἀληθῆ περὶ αὐτοῦ λέγει γυνὴ καὶ οὐ βούλεται ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, τότε προσέρχεται γυνὴ τοῦ τεθνηκότος ἐναντίον τῆς γερουσίας καὶ ὑπολύει τὸ ὑπόδημα τὸ ἓν ἀπὸ τοῦ ποδὸς αὐτοῦ, ἵνα κἂν ὑποδεδεμένος τὸ Χριστοῦ ὄνομα, ὑπολελυμένοςτε τὸ τοῦ θεοῦ ὄνομα καὶ διὰ τοῦτό γε οὐκ ἐνδόξως οὐ δὲ ἀληθῶς τὸ Χριστοῦ φορῶν ὄνομα. ἐμπτύει δὲ καὶ εἰς τὸ πρόσωπον τοῦ τοιούτου γυνὴ καὶ ὀνειδίζει ὡς ἀνθρώπῳ αὐτῷ, καὶ οὐ βουληθέντι θεοποιηθῆναι ἐκ τοῦ καρποφορῆσαι · καί φησιν οὕτω παντὶ ἔσεσθαι τῷ μὴ οἰκοδομήσαντι τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ, τοῦ εὐαγγελικοῦ λόγου, ὃς νομικός ἐστι καὶ προφητικός. καὶ ἄλλο ὄνομα οὐχ ἕξει μὴ οἰκοδομῶν τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς Ἰσραηλίταις τοῦτο ὅτι οἶκός ἐστιν οὗτος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα. πᾶς οὖν ἐν αἱρέσεσι, μάλιστα ταῖς διακοπτούσαις τὴν θεότητα καὶ τὸν νόμον ἀπὸ τοῦ εὐαγγελίου χωριζούσαις, καλινδούμενος οἶκός ἐστι τοῦ ὑπολυθέντος ὑπόδημα, ἐμπτυόμενος εἰς πρόσωπον καὶ ὑπολυόμενος τὸ ἓν ὑπόδημα. καὶ τρίτην δὲ τοιαύτην ὑπόνοιαν εἰς τὸν τόπον ἐξεδεξάμεθα, ἣν διὰ βραχέων ἐροῦμεν. γυνὴ μὲν σοφία εἴρηται διὰ τὸ ταύτην ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ, ἣν καὶ ἐρᾶν δεῖ κατὰ τὸν εἰπόντα Σολομῶνα · ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε, ἀνὴρ δὲ αὐτῆς σοφός. ἐὰν οὖν σοφὸς μὴ γεννήσας τινὰς ἐκ τῆς σοφίας ἀπαλλαγῇ τοῦ βίου, κατοικήσας μετ’αὐτοῦ ἀδελφὸς καὶ ἐν τοῖς αὐτοῖς ἀναπαυσάμενος λόγοις πρεσβευέτω τῶν αὐτῶν, ἵνα γεννηθῇ ἐκ τῆς σοφίας κλέος περιποιήσων τῷ ἀπαλλαγέντι τῆς συμβιώσεως τῷ τὸν καρπὸν παραστῆσαι. εἰ δὲ μὴ βούλοιτο πρεσβεῦσαι καταλειπόμενος ἀδελφὸς τῶν λόγων, ἀτιμασθήσεται ὑπὸ τῆς σοφίας ἐξ ἡμισείας αὐτὸν ὑπολυούσης · οὔτε γὰρ οὐχ ὑπολυθήσεται τοιοῦτος οὔτε τελείως ὑπολυθήσεται. εἰς δὲ κατασκευὴν τοῦ τὸν νόμον ἄνδρα λέγεσθαι κατὰ τὴν γραφὴν γυναικὸς τῆς ψυχῆς, παραθησόμεθα τὰ ἀπὸ τῆς πρὸς Ῥωμαίους οὕτως ἔχοντα · ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ὅσον χρόνον ζῇ; καὶ τὰ ἑξῆς ἕως τοῦ γενομένην ἀνδρὶ ἑτέρῳ. εἴρηται δὲ πλείονα ἡμῖν εἰς τὸν τόπον διηγουμένοις τὸ χωρίον τουτὶ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς ἐν τοῖς εἰς αὐτὴν ἐξηγητικοῖς.

17.33

ταῦτα μέν, εἰ καὶ μετὰ παρεκβάσεως λελέχθαι δοκεῖ, εἰρήσθω εἰς σαφήνειαν τοῦ παρὰ Μωσεῖ νόμου, οὗ μνησθέντες οἱ Σαδδουκαῖοι ἐπύθοντο τοῦ σωτῆρος λέγοντες τὸ Μωσῆς εἶπεν · ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα καὶ τὰ ἑξῆς. φέρε δὲ μετὰ ταῦτα τὰ ἄλλα τοῦ εὐαγγελίου ἐξετάσωμεν τὰ ἀπὸ τοῦ ἦσαν δὲ παρ’ἡμῖν ἑπτὰ ἀδελφοί · καὶ πρῶτος γήμας ἐτελεύτησε καὶ τὰ ἑξῆς. μὲν Ἡσαΐας ἐν τῇ προφητείᾳ φησίν · ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι · τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα · πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. οἱ δὲ προσελθόντες Σαδδουκαῖοι τῷ σωτῆρι τὸ ἀνάπαλιν τῇ προφητείᾳ φασὶ περὶ ἀνδρῶν ἑπτὰ γαμησάντων μίαν γυναῖκα. πλάσμα δὲ δοκεῖ μοι εἶναι τὸ πρόβλημα αὐτῶν, προθεμένων διὰ τοῦ πλάσματος τὸν περὶ ἀναστάσεως ἀθετῆσαι λόγον καὶ οἰηθέντων ἀκολουθεῖν τῇ ἀναστάσει τὸ ἕκαστον τῶν ἀνισταμένων τὴν αὐτὴν ἔχειν σχέσιν πρὸς οὓς εἶχεν ἐν τῷ βίῳ τούτῳ, ἵν’ μὲν ἀνὴρ ἀπολάβῃ καὶ τὴν γυναῖκα μετὰ τὸ τυχεῖν ἀναστάσεως, δὲ πατὴρ μείνῃ ἐν τῇ σχέσει τῇ πρὸς τὸν υἱὸν καὶ ἀδελφὸς πρὸς τὸν ἀδελφόν. ἠγνόουν δὲ ἄρα ὅτι δημιουργὸς πάντα ποιῶν πρὸς τὸ χρήσιμον, ὅπου μὲν γένεσίς ἐστι καὶ φθορά, πεποίηκεν ἀναγκαίως τὰς τοιαύτας σχέσεις, ἵν’ μέν τις ἀνὴρ διὰ γυναικὸς διακονούμενος παίδων γενέσει, οἱ δὲ γεννώμενοι σχῶσί τι ἐκ τῆς διὰ τῶν αὐτῶν γενέσεως συγγενές, ὄντες ἀδελφοί · γενέσεως δὲ ἔργον ἦν καὶ πατὴρ καὶ υἱὸς καὶ μήτηρ καὶ θυγάτηρ. εἰ οὖν ἐν τῇ μακαριότητι οἱ γέρως ἀξιούμενοι διὰ τὸν ἐνεστηκότα αἰῶνα ἐν καλῶς ἐβίωσαν ἐν ἐκείνῃ ἔσονται τῇ ζωῇ, καὶ οὐδεὶς τῶν μὴ ἀγωνισαμένων ἐνταῦθα καταξιοῦται τῆς ἐκ νεκρῶν ἀναστάσεως, δηλονότι ὧν ἐνταῦθα διὰ γένεσιν χρεία ἦν, ταῦτα οὐκ ἔσται ἐκεῖ. οὐδὲν γὰρ παρέλκον θεὸς ποιεῖ οὐ δὲ μάτην τι παρ’αὐτῷ γίνεται. ἐχρῆν δὲ ὁρᾶν τότε τοὺς Σαδδουκαίους τὸ ἀκόλουθον αὐτῶν τῇ ὑπονοίᾳ περὶ τοῦ ἕκαστον ἀπολήψεσθαι τὴν ἑαυτοῦ γυναῖκα, ὅτι πάλιν ἐκεῖ τεκνογονίαι καὶ παίδων γενέσεις καὶ θάνατοι · εἰ δὲ ταῦτα καὶ νόσοι, εἰ δὲ γενέσεις καὶ νηπιότητες καὶ προβάσεις ἀπὸ νηπιότητος ἐπὶ τὸ συμπληροῦσθαι τὴν διάλεκτον καὶ ὕστερον τὸν λόγον καὶ ἐν τῇ συμπληρώσει τοῦ λόγου κακίαν, καὶ μόλις ποτὲ πάλιν ἀρετὴν ἐν ὀλίγοις τοῖς ζητοῦσιν αὐτὴν εὑρίσκεσθαι. τούτων δὲ τί ἂν εἴη ματαιότερον; καὶ βέλτιόν γέ ἐστι μὴ εἶναι ἀνάστασιν τοῦ τοιαύτην εἶναι ὁποίαν ὑπενόουν οἱ Σαδδουκαῖοι, ὑπολαμβάνοντες ἀκολουθεῖν τῇ ἐκ νεκρῶν ἀναστάσει τὸ ἀπολαμβάνειν ἕκαστον τὴν γυναῖκα · ἀκόλουθον ἦν καὶ ἕκαστον τῶν εἰρημένων ἔσεσθαι. εἴπερ οὖν καινὸς αἰών ἐστιν ἐλπιζόμενος καὶ (ὡς ὠνόμασεν Ἡσαΐας) οὐρανὸς καινὸς καὶ γῆ καινὴ καὶ ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται ποτήριον καινῆς διαθήκης, ἀπὸ ἀμπέλου οἶμαι καινῆς, ἑτεροῖα δεῖ εἶναι πάντα τὰ τῆς ἐκεῖσε ζωῆς καὶ ἀληθῶς μακάρια. ὥσπερ δέ, ὡς λόγος ἀπέδειξεν, ἠκολούθησε τῷ εἶναι γυναῖκα καὶ ἄνδρα τὸ ἔσεσθαι καὶ τέκνα πατέρων καὶ ἀδελφοὺς ἀδελφῶν καὶ μητέρας τῶν γεννωμένων, οὕτω μή ποτε ἀκολουθεῖ τῷ μὴ εἶναι γυναῖκα ἄνδρα τὸ μηκέτι ἔσεσθαι πατέρα καὶ μητέρα καὶ ἀλλήλων τινὰς ἀδελφούς, τάχα οὐ περὶ μελλόντων μόνον ἀλλὰ καὶ τῶν παρεληλυθότων. ἐκεῖ γὰρ οὐκέτι τοῦ κατὰ σάρκα γένους ἔσται μνήμη παρὰ τοῖς εὐλόγως ἀκούουσι τοῦ μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε · ἰδοὺ ποιῶ καινὰ πάντα. καὶ κατὰ τοῦτο ἐν τῷ μέλλοντι αἰῶνι οὐ χρηματίσει πατὴρ τοῦ Ἀβραὰμ Θάρρα οὐ δὲ τοῦ Ἰσμαὴλ καὶ τῶν ἀπὸ Χεττούρας Ἀβραάμ, τάχα δὲ οὐ δὲ τοῦ Ἰσαάκ · τὰ γὰρ ἀρχαῖα παρῆλθε καὶ τότε λεχθήσεται τὸ ἰδοὺ γέγονε καινὰ πάντα. εἰ δέ ἐστιν ἄλλως τις παρὰ τὸ κατὰ σάρκα ἀδελφὸς καὶ ἑτέρως παρὰ τὰ ἐν γενέσει πράγματα πατὴρ καὶ υἱός, οὐκέτι διὰ γυναικὸς οὐ δὲ δι’ἀσχημόνων μερῶν τοῦ σώματος, ἀλλὰ ἀνάλογον τῷ καὶ τὸν σωτῆρα υἱὸν εἶναι τοῦ θεοῦ, ἐπιστήσει δυνάμενος τὰ τηλικαῦτα ὀρθῶς ζητεῖν χωρήσας τὸ πάντα ἐρευνῶν πνεῦμα, καὶ τὰ βάθη τοῦ θεοῦ. ἐγὼ δὲ οὐ μόνον ἐπὶ τούτων τὸ ἑτεροῖον καὶ ὥσπερ ὁμώνυμον παραλαμβάνω, λέγω τὰ ἀδελφοῦ καὶ πατρὸς καὶ υἱοῦ, ἀλλὰ καὶ περὶ γυναικὸς καὶ ἀνδρός. ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν ἀληθὲς καὶ τὸ οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, ἀληθὲς δὲ καὶ τὸ ὡς ἐν παραβολῇ εἰρημένον περὶ ἑτεροίου παρὰ τοὺς ἐπὶ γῆς γάμους ἐν τῷ ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ καὶ τὰ ἑξῆς καὶ ἐν τῷ τότε ὁμοιωθήσεται βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν καὶ τὰ ἑξῆς. οὐκοῦν υἱὸς τοῦ βασιλέως ἐν τῇ ἀναστάσει τῶν νεκρῶν γαμεῖ γάμον παρὰ πάντα γάμον, ὃν ὀφθαλμὸς εἶδε καὶ οὖς ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη · καὶ ἔσται σεμνὸς καὶ θεῖος ἐκεῖνος καὶ πνευματικὸς γάμος ἐν ἀρρήτοις ῥήμασιν, μὴ ἔξεστιν ἀνθρώπῳ λαλεῖν. ζητήσει δέ τις εἰ ἀνάλογον τῷ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν τοῦ νυμφίου γάμῳ εἰσὶ καὶ ἄλλοι γάμοι ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μόνος νυμφίος, καταργήσας πάντα γάμον, γαμεῖ γάμον, οὐχ ὅπου ἔσονται οἱ δύο εἰς σάρκα μίαν, ἀλλ’ὅπου κυριώτερόν ἐστιν εἰπεῖν ὅτι ἓν πνεῦμά εἰσιν νυμφίος καὶ νύμφη. ἀλλ’ὅρα μή ποτε ὀλίσθῃς ἀκούων τοιούτων λόγων πρὸς τὸ τὴν περὶ τῶν αἰώνων μυθοποιίαν, ἀρρένων καὶ θηλειῶν, παραδέξασθαι κατὰ τοὺς ἀναπλάσαντας τὰς συζυγίας αὐτῶν οὐδαμῶς οὔσας οὐ δ’ὑπὸ τῶν ἱερῶν γραμμάτων δηλουμένας.

17.34

ἐπεὶ οὐδεμιᾶς τροπολογίας δεῖται τὸ πύσμα τῶν Σαδδουκαίων περὶ τῶν ἑπτὰ ἀδελφῶν ἐσχηκότων μίαν γυναῖκα, φέρε κατανοήσωμεν τοὺς τοῦ σωτῆρος περὶ ταῦτα λόγους, ἐν οἷς φησι · πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μη δὲ τὴν δύναμιν τοῦ θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ. πρὸς τοῦτο δὲ ζητήσει τις τοιαῦτα · λέγων σωτὴρ τοῖς Σαδδουκαίοις · πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μη δὲ τὴν δύναμιν τοῦ θεοῦ ἐμφαίνει κατὰ τὰς γραφὰς παρίστασθαι τὸ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μὴ εἶναι γάμους, ἅτε τῶν ἀνθρώπων ὁμοιωθησομένων τοῖς ἐν οὐρανῷ ἀγγέλοις παρ’οἷς οὐκ ἔστι γάμος. ποία οὖν γραφὴ δηλοῖ ὅτι ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται; καὶ ποῦ τοῦ νόμου τῶν προφητῶν μανθάνομεν περὶ τῶν ἀναστησομένων ὅτι ἔσονται ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι; σαφῶς γὰρ τοιαῦτα ἐν τῇ παλαιᾷ γραφῇ οὐχ εὑρίσκομεν. κατὰ μὲν τὸν Λουκᾶν τοῦτο οὐ ζητηθήσεται, ἀναγράψαντα τὸν σωτῆρα εἰρηκέναι · οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γεννῶσι καὶ γεννῶνται, γαμοῦσι καὶ γαμίσκονται καὶ τὰ ἑξῆς καὶ μὴ εἰπόντα ἐν τῷ τόπῳ τούτῳ τι πρὸς τοὺς Σαδδουκαίους καὶ περὶ τοῦ ἐν ταῖς γραφαῖς ταῦτα δηλοῦσθαι. κατὰ δὲ τὸν Ματθαῖον ζητηθείη ἄν, ὁμοίως δὲ καὶ κατὰ τὸν Μᾶρκον · κατ’αὐτὸν γὰρ ἀποκριθεὶς Ἰησοῦς εἶπε τοῖς Σαδδουκαίοις · οὐ διὰ τοῦτο πλανᾶσθε μὴ γινώσκοντες τὰς γραφὰς μη δὲ τὴν δύναμιν τοῦ θεοῦ; ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ’εἰσὶν ὡς οἱ ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. ἕκαστος μὲν οὖν τῶν ἐπιστησάντων τῇ ἐπαπορήσει ἡμῶν ζητείτω ἀπὸ τῶν γραφῶν παριστάμενα τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα περὶ τῶν μετὰ τὴν ἀνάστασιν. ἡμεῖς δὲ τοιαῦτα φήσομεν ὅτι περιέχουσι ταῦτα αἱ γραφαὶ οὐκ αὐτολεξεὶ οὐ δ’ὥστε τοῖς τυχοῦσι νοηθῆναι, ἀλλ’ἐν τροπολογίᾳ. σκιὰν γὰρ ἔχων νόμος τῶν μελλόντων ἀγαθῶν καὶ νομοθετήσας τινὰ περὶ γυναικῶν καὶ ἀνδρῶν καὶ διηγησάμενος γάμους δικαίους, οὐ περὶ τούτων προηγουμένως λέγει ἐκ τῆς προχείρου λέξεως ἐκλάβοι τις ἄν, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς προαπεφήναμεν παραθέμενοι τὰ περὶ τοῦ γάμου τοῦ σωτῆρος καὶ τῆς ἐκκλησίας ἐσομένου ἐν τῷ μέλλοντι αἰῶνι. οἷον εἰ Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας, καὶ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας, οὐ πάντως στῆναί με δεῖ ἐπὶ τοῦ αἰσθητοῦ γάμου τῆς ἐλευθέρας καὶ τῆς πρὸς τὴν παιδίσκην κοινωνίας · ταῦτα γάρ ἐστιν ἀλληγορούμενα. ἀλλ’εἰ καὶ ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, οὐχ οὕτως ἀκουστέον τοῦ λεγομένου ὡς οὐδὲν μυστήριον δηλοῦντος · τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστὶ καὶ (ὡς Παῦλός φησιν) εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν ἀναφερόμενον. καὶ πρὸ βραχέος δὲ ἐκθέμενοι τὸ περὶ τῆς γαμουμένης τῷ ἀδελφῷ τοῦ τετελευτηκότος ἀνδρὸς αὐτῆς ὡς ἐδυνήθημεν ἐξητάσαμεν τὸ βούλημα τοῦ νόμου. εἰσὶ δὲ καὶ ἄλλοι μυρίοι περὶ γυναικὸς καὶ ἀνδρὸς νόμοι (ὡς περὶ τοῦ βιβλίου τοῦ ἀποστασίου καὶ περὶ τῶν δύο γυναικῶν ἑνὶ ἀνδρὶ γινομένων, μιᾶς μὲν ἀγαπωμένης ἑτέρας δὲ μισουμένης, καὶ περὶ τῆς γαμουμένης αἰχμαλώτου τῷ αὐτῆς ἐρασθέντι, γαμουμένης δὲ μετὰ τὸ ξύρασθαι καὶ ἐν πενθικοῖς κλαῦσαι τὸν πατέρα καὶ τὴν μητέρα αὐτῆς), ὧν ἕκαστος τὸ σεμνὸν καὶ θεῖον ἔχει ἐν τῇ εὑρισκομένῃ ἀληθινῇ τροπολογίᾳ. εἴ τις οὖν ἀναγινώσκων τὸν νόμον καὶ τὰ περὶ γάμων γυναικῶν καὶ ἀνδρῶν διεξερχόμενος οἴεται μηδὲν πλέον τῶν ὑπὸ τοῦ γράμματος σημαινομένων […] δηλοῦσθαι, πλανᾶται μὴ εἰδὼς τὰς γραφὰς μη δὲ τὴν δύναμιν τοῦ θεοῦ.

17.35

ζητήσαι δ’ἄν τις εἰ τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς λεγόμενον τοῖς Σαδδουκαίοις, μὴ προσιεμένοις ἄλλην γραφὴν τὴν νομικήν, ἀναφορὰν ἔχει καὶ ἐπὶ ἑτέρας παρὰ τὸν Μωσέως νόμον γραφάς. μὲν οὖν τις φήσει κατ’αὐτὸ τοῦτο ἐγκαλεῖσθαι τοὺς Σαδδουκαίους ὅτι μὴ προσιέμενοι τὰς ἑξῆς τῷ νόμῳ γραφὰς πλανῶνται μὴ εἰδότες αὐτάς. ἕτερος δὲ ἐρεῖ · ἀρκεῖ πρὸς τὸ τὴν πλάνην ἐλέγχεσθαι τῶν Σαδδουκαίων τὸ μὴ εἰδέναι αὐτοὺς τὰς κατὰ Μωσέα γραφὰς τῷ μὴ ἐκλαμβάνειν τὸν ἐν ταύταις θεῖον νοῦν. δύο μέντοιγε πράγματά φησι μὴ εἰδέναι τοὺς Σαδδουκαίους, ἓν μὲν τὰς γραφάς, ἕτερον δὲ τὴν δύναμιν τοῦ θεοῦ, ἀφ’ἧς δυνάμεως τὰ τῆς ἀναστάσεως γίνεται καὶ καινὴ ἐν αὐτῇ ζωή. δύναται δέ τις λέγειν τὸ μη δὲ τὴν δύναμιν τοῦ θεοῦ εἰδέναι λέγεσθαι τοὺς Σαδδουκαίους ἀναφέρειν ἐφ’ἑαυτὸν τὸν σωτῆρα · ἐπείπερ Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία, καὶ ἠγνόουν αὐτὸν οἱ Σαδδουκαῖοι, ὡς μὴ εἰδότες τὰς περὶ αὐτοῦ γραφὰς μη δὲ οἷα διακονήσεται τῇ ἐκ νεκρῶν ἀναστάσει τῶν σωθησομένων. δὲ μὴ ἀρεσκόμενος τῷ διὰ τῆς τροπολογίας λύεσθαι τὸ περὶ τοῦ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μη δὲ τὴν δύναμιν τοῦ θεοῦ ἐπηπορημένον, δυεῖν θάτερον ποιεῖν δεήσει, ἀπιστήσει τοῖς ἐκκειμένοις ῥητοῖς ὡς οὐ καλῶς ἀναγεγραμμένοις, τῷ μὴ ἂν τὸν σωτῆρα τὰ μὴ γεγραμμένα εἰρηκέναι ὡς γεγραμμένα, τολμήσει ἀπιστῆσαι ὡς οὐκ ἀληθεύσαντι τῷ Ἰησοῦ. καὶ τρίτος δ’ἄν τις, ἐπὶ τοὺς ἀποκρύφους καταφεύγων λόγους, ἔνθα δοκεῖ σαφέστερον τὰ περὶ τῆς μακαρίας γεγράφθαι ζωῆς, φήσει ἐπ’ἐκείνους τὴν ἀναφορὰν εἶναι τῶν ἐνταῦθα γεγραμμένων ἐν τῷ πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς. καὶ ὅρα εἰ μὴ πάντοθεν ἀτόποις περιπεσεῖται διὰ τὸ φεύγειν τὴν τροπολογίαν. εἴτε γὰρ τῇ γραφῇ ἀπιστεῖ, παρὰ τὸν ἐκκλησιαστικὸν ποιήσει λόγον · εἴτε τῷ Ἰησοῦ, ὡς κατὰ σάρκα Ἰουδαῖος τὸ τοιοῦτο ποιήσει · εἴτε ἐπὶ τοὺς ἀποκρύφους λόγους καταφεύξεται, οὐκ ἐπὶ ὁμολογούμενον πρᾶγμα παρὰ τοῖς πεπιστευκόσιν ἐλεύσεται. διόπερ ἐμοὶ οὐκ ἄλλως φαίνεται δύνασθαι λύεσθαι τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μη δὲ τὴν δύναμιν τοῦ θεοῦ · ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται διὰ τῆς ἀνάλογον κειμένης ἀλληγορίας παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ περὶ παιδίσκης καὶ ἐλευθέρας, ἀποδοθησομένης καὶ εἰς τὰς λοιπὰς γραφὰς ἔνθα περὶ ἀνδρὸς καὶ γυναικὸς λέλεκταί τι. καὶ ὥσπερ πλανῶνται οἱ διὰ τὸ μὴ τροπολογεῖν τὰ προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πίνειν σωματικὰ βρώματα καὶ πόματα, ἐπεὶ καὶ αἱ λέξεις τῶν προφητικῶν γραφῶν τοιαῦτα περιέχουσιν, οὕτως καὶ τὰ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι’ἃς οὐ δὲ σχολάζειν ἐστὶ τῇ προσευχῇ δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρωμένων ἀφροδισίοις.

17.36

μετὰ ταῦτα ζητῶ πότερον τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μη δὲ τὴν δύναμιν τοῦ θεοῦ ἐπὶ μόνον ἀναφέρεται τὸ ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται καὶ ἐπὶ τὸ ἀλλ’εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ. οὐ γὰρ εὑρίσκω, ποῦ τῆς γραφῆς λέγονται οἱ σωθησόμενοι εἶναι ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ · εἰ μὴ ἄρα τις καὶ τοῦτο φήσει δηλοῦσθαι ἐν τῷ σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ καὶ τῷ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ τῷ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. τῷ ἐν Δευτερονομίῳ λεγομένῳ περὶ ἀνθρώπου ὡς τεταγμένου ὑπὸ θεοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς · ἑαυτῷ δὲ τὴν λέξιν τηρήσας εὑρήσεις. ἑξῆς τούτῳ ἔστιν ἰδεῖν τὸ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος · ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν θεὸς θεὸς νεκρῶν ἀλλὰ ζώντων. καὶ εἰς τοῦτο δὲ φήσομεν ὅτι μυρία δυνάμενος περὶ τοῦ ὑπάρχειν τὴν μέλλουσαν ζωὴν τοῖς ἀνθρώποις παραθέσθαι ἀπὸ προφητῶν σωτήρ, τοῦτο οὐ πεποίηκεν, διὰ τὸ τοὺς Σαδδουκαίους μόνην προσίεσθαι τὴν Μωσέως γραφήν, ἀφ’ἧς ἐβουλήθη αὐτοὺς συλλογισμῷ δυσωπῆσαι τοιοῦτό τι δηλοῦντι · θεὸς εἶπε Μωσεῖ · ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, ἡνίκα ἐπὶ τῆς βάτου ἐχρημάτισεν αὐτῷ. ἤτοι οὖν θεὸς θεὸς ὄντων ἐστὶν θεὸς οὐκ ὄντων. ἀλλ’ἄτοπον λέγειν ὅτι θεὸς εἰπών · ἐγώ εἰμι ὤν, τοῦτό μοί ἐστιν ὄνομα, τῶν οὐδαμῶς ὄντων θεός ἐστιν. εἰ δὲ τοῦτο ἄτοπον, ὄντων θεός ἐστι καὶ ζώντων καὶ ὑφεστηκότων καὶ αἰσθανομένων τῆς χάριτος, ἧς αὐτοῖς θεὸς ἐδωρήσατο, θεὸν ἑαυτὸν ἀναγορεύων αὐτῶν καὶ λέγων · τοῦτό μού ἐστι μνημόσυνον αἰώνιον. ζῶσιν ἄρα αἰσθανόμενοι τοῦ θεοῦ καὶ τῆς χάριτος αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ καθ’ἕκαστον αὐτῶν ἰδίως χρηματίζει θεός · οὐ γὰρ γέγραπται · ἐγὼ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλ’ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. καὶ οὕτως γε ἀνέγραψαν Ματθαῖος καὶ Μᾶρκος καὶ Λουκᾶς, ἵν’(οἶμαι) παραστήσωσι τοῖς προσέχουσι τῇ ἀναγνώσει ὅτι καθ’ἕκαστον αὐτῶν θεὸς θεός ἐστι, τοῦτ’ἐξαίρετον αὐτοῖς χαριζόμενος. οὐ γὰρ ἦσαν ὅμοιοι τοῖς Ἑβραίοις, ἵνα συλληπτικῶς ὥσπερ ἐκείνων οὕτω καὶ τούτων θεὸς λέγηται. ἐπ’ἐκείνων μὲν γὰρ γέγραπται · θεὸς τῶν Ἑβραίων ἀπέστειλέ με, ἐπὶ δὲ τούτων κατὰ ἕνα, ἵνα παραστήσῃ λόγος ὅτι εἷς Ἀβραὰμ ἰσότιμος ὅλῳ ἔθνει Ἑβραίων ἐστίν · οὐ γὰρ ἐπίσης ἐστὶν θεὸς θεὸς Ἀβραὰμ καὶ θεὸς Ἑβραίων. τὸ δ’ὅμοιον ἐρεῖς καὶ περὶ τοῦ θεὸν αὐτὸν εἶναι τοῦ Ἰσαὰκ καὶ θεὸν τοῦ Ἰακὼβ ὡς θεὸν τῶν Ἑβραίων. τοιαύτης δὲ τιμῆς ἠξιῶσθαι νομίζω καὶ τὸν Ἠλίαν, διὸ ἀναγέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν · θεὸς Ἠλιοῦ. τοῦ μὲν οὖν Ἀβραὰμ θεὸς μόνον ἦν θεός, ὁμοίως δὲ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ. τοῦ δὲ κρείττονος αὐτῶν σωτῆρος ἡμῶν οὐ μόνον θεός ἐστιν θεός, ἀλλὰ καὶ πατήρ. διὸ καλῶς λέγεται παρὰ τῷ ἀποστόλῳ · εὐλογητὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οὗτος δὴ Ἰησοῦς Χριστός, οὗ εὐλογητὸς θεὸς καὶ πατήρ, ἐχαρίσατο τοῖς γνησίοις αὐτοῦ μαθηταῖς τὸ τὸν αὐτὸν εἶναι αὐτῶν οὐ μόνον θεὸν ἀλλὰ καὶ πατέρα. φησὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν πρὸς τὴν Μαριάμ · μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου · πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς · ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ἐγὼ δ’οἶμαι ὅτι τότε καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἐχαρίσατο, ἵνα μηκέτι μόνον θεὸς αὐτῶν θεὸς ἀλλ’ἤδη καὶ πατήρ. δὲ Λουκᾶς προσέθηκε τῷ οὐκ ἔστιν θεὸς θεὸς νεκρῶν ἀλλὰ ζώντων, κειμένῳ καὶ παρὰ Ματθαίῳ καὶ Μάρκῳ, τὸ πάντες γὰρ αὐτῷ ζῶσιν. ὅπερ ἦν οὐχ τυχὼν ἔπαινος τῶν πατριαρχῶν, ἅτε τοῦ τηλικούτου σωτῆρος ἡμῶν μαρτυροῦντος αὐτοῖς οὐ μόνον ὅτι ζῶσιν, ἀλλὰ καὶ ὅτι ζῶσι θεῷ ζῶσι καὶ οὐκ ἄλλῳ τινί. τοῦτο δὲ τὸ πάντες γὰρ αὐτῷ ζῶσι καλὸν παντὶ τρόπῳ ἀσκεῖν ἡμᾶς καὶ ἀναλαβεῖν, ἵνα πάντες μηδενὶ ἄλλῳ τῷ θεῷ ζήσωμεν ἐν Χριστῷ. τὴν δὲ ἐν βραχυλογίᾳ ἀπόδειξιν ἐκ τῶν Μωσέως γραμμάτων, τοῖς μόνα ἐκεῖνα παραδεχομένοις ὡς θεῖα περὶ τοῦ ζῆν τοὺς πατριάρχας, ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο, τὴν διδαχὴν ἀποδεχόμενοι τοῦ σωτῆρος σοφωτάτην καὶ δυναμένην τοὺς δυσπίστως ἔχοντας ἐπιστρέψαι πρὸς αὐτόν.