Commentary on Matthew, 12
“καὶ προσελθόντες Σαδδουκαῖοι καὶ Φαρισαῖοι, πειράζοντες ἐπηρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς”. οἱ πρὸς ἀλλήλους διαφωνοῦντες περὶ τῶν ἀναγκαιοτάτων δογμάτων Σαδδουκαῖοι καὶ Φαρισαῖοι πρεσβεύουσι γὰρ οἱ μὲν Φαρισαῖοι τὴν τῶν νεκρῶν ἀνάστασιν ἐλπίζοντες εἶναί τινα μέλλοντα αἰῶνα, οἱ δὲ Σαδδουκαῖοι οὐδὲν ἴσασι μετὰ τὸν βίον τοῦτον ἀνθρώπῳ ἀποκείμενον, ἤτοι ὡς ἐπ’ἀρετὴν προκόψαντι ἢ μη δὲ τὴν ἀρχὴν ἐπιτηδεύσαντι ἐξελθεῖν τῶν τῆς κακίας ὅρων οὗτοι, ἵνα πειράσωσι τὸν Ἰησοῦν, ὁμονοοῦσιν. ὅμοιον δέ τι τούτων γεγένηται, ὡς ὁ Λουκᾶς ἀνέγραψε, πρὸς Ἡρώδην καὶ Πιλᾶτον γενομένους ἀλλήλοις φίλους, ἵνα τὸν Ἰησοῦν ἀποκτείνωσι · τάχα γὰρ ἡ μὲν πρὸς ἀλλήλους αὐτῶν μάχη ἐποίησεν ἂν τὸν μὲν Ἡρώδην μὴ εἰς χάριν τοῦ λέγοντος λαοῦ “σταύρου σταύρου αὐτὸν” ἀξιοῦν αὐτὸν ἀναιρεθῆναι, τὸν δὲ Πιλᾶτον ῥοπήν τινα ἔχοντα τὴν ὑπὲρ τοῦ ἀπολῦσαι τὸν Ἰησοῦν μὴ ἂν αὐτὸν καταδεδικάσθαι, συμβαλλομένης τῆς πρὸς Ἡρώδην ἔχθρας τῇ πρὸς τὸ ἀπολῦσαι τὸν Ἰησοῦν προϋπαρχούσῃ ῥοπῇ. ἡ δὲ νομιζομένη φιλία τὸν Ἡρώδην ἰσχυρότερον πρὸς τὴν κατὰ τοῦ Ἰησοῦ ἀξίωσιν πεποίηκε παρὰ Πιλᾶτον, βουλόμενον τάχα καὶ διὰ τὴν νεαρὰν φιλίαν κεχαρισμένον τι τῷ Ἡρώδῃ καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει ποιῆσαι. πολλάκις δὲ καὶ νῦν ὁρᾶν ἔστιν ἐν τῷ βίῳ καὶ τοὺς διαφωνότατα δόγματα εἴτε ἐν τῇ Ἑλλήνων φιλοσοφίᾳ εἴτε καὶ ἐν ἄλλοις λόγοις ἔχοντας ὁμονοεῖν δοκοῦντας, ἵνα χλευάζωσι καὶ προσπολεμῶσι τῷ ἐν τοῖς μαθηταῖς Ἰησοῦ Χριστῷ. ἀπὸ τούτων δ’(οἶμαι) ἔστι διαβῆναι τῷ λόγῳ ἐπὶ τὸ ἰδεῖν, ὅτι μήποτε καὶ τῶν ἀντικειμένων ἐνεργειῶν διαφωνίαν πρὸς ἀλλήλας ἐχουσῶν, ὡς Φαραὼ πρὸς Ναβουχοδονόσορ καὶ Θαραθὰ βασιλέως Αἰθιόπων πρὸς Σεναχηρεὶμ βασιλέα Ἀσσυρίων, γίνεταί ποτε συμφωνία κατὰ τοῦ Ἰησοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, οὕτως τάχα καὶ “παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό”, οὐδαμῶς πρότερον ἀλλήλοις ὁμονοοῦντες, ἵνα σκοπήσαντες “κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ” “τὸν κύριον τῆς δόξης” ἀποκτείνωσιν.
ἐπὶ ταῦτα δὲ τῷ λόγῳ ἐληλύθαμεν διὰ τοὺς ἅμα προσελθόντας τῷ Ἰησοῦ Φαρισαίους καὶ Σαδδουκαίους, τοὺς ἐν τοῖς περὶ ἀναστάσεως διαφωνοῦντας, καὶ οἱονεὶ συμφωνήσαντας διὰ τὸ πειράσαι τὸν σωτῆρα ἡμῶν καὶ ἐπερωτῆσαι αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. οὐ γὰρ ἀρκούμενοι τοῖς ἐν ταῖς ἰάσεσι πάσης νόσου καὶ πάσης μαλακίας “ἐν τῷ λαῷ” τεραστίοις καὶ τοῖς ἄλλοις παραδόξοις, ἃ ἐν γνώσει πολλῶν πεποιήκει ὁ σωτὴρ ἡμῶν, ἠβούλοντο αὐτὸν ἐπιδεῖξαι αὐτοῖς καὶ ἐξ οὐρανοῦ σημεῖον. καὶ στοχάζομαι ὅτι ὑπενόουν μὲν τὰ ἐπὶ γῆς σημεῖα, ὡς δυνάμενα καὶ μὴ ἐκ θεοῦ εἶναι (οὐκ ὤκνησαν γοῦν λέγειν ὅτι “ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια” ὁ Ἰησοῦς), ἐδόκει δ’αὐτοῖς μὴ δύνασθαι ἐξ οὐρανοῦ σημεῖον ἀπὸ Βεελζεβοὺλ ἤ τινος πονηρᾶς γίνεσθαι δυνάμεως. ἡμάρτανον δὲ περὶ ἀμφοτέρων, τῶντε ἐπὶ γῆς καὶ τῶν ἐξ οὐρανοῦ σημείων, μὴ δόκιμοι τραπεζῖται μη δὲ ἐπιστάμενοι διακρίνειν πνεύματα ἐνεργοῦντα, ποῖα μὲν ἀπὸ τοῦ θεοῦ ἐστι ποῖα δὲ ἀφεστηκότα αὐτοῦ. καὶ ἐχρῆν αὐτοὺς εἰδέναι ὅτι καὶ τὰ πολλὰ τῶν ἐπὶ Μωσέως κατὰ τῆς Αἰγύπτου τεραστίων, οὐκ ὄντα ἐξ οὐρανοῦ, σαφῶς ἦν τοῦ θεοῦ, καὶ τὸ πεσὸν “πῦρ ἐξ οὐρανοῦ” ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ οὐκ ἦν ἀπὸ τοῦ θεοῦ · τοῦ αὐτοῦ γὰρ ἐκεῖνο τὸ πῦρ ἦν, οὗ ἦσαν καὶ “οἱ αἰχμαλωτεύσαντες” καὶ οἱ ποιήσαντες “τρεῖς ἀρχὰς” ἱππέων κατὰ τῶν κτηνῶν τοῦ Ἰώβ. οἶμαι δ’ὅτι καὶ ἐν τῷ Ἡσαΐᾳ, ὡς δυναμένων σημείων δειχθῆναι καὶ ἀπὸ γῆς καὶ ἀπὸ οὐρανοῦ (ἀληθῶν μὲν ἐκ θεοῦ, “ἐν πάσῃ” δὲ “δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους” ἀπὸ τοῦ πονηροῦ) λέλεκται τῷ Ἀχάζ · “αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος” · εἰ γὰρ μὴ ἦν σημεῖα καὶ οὐ “παρὰ κυρίου τοῦ θεοῦ” τινα τῶν εἰς βάθος καὶ τῶν εἰς ὕψος, οὐκ ἂν ἐλέλεκτο τὸ “αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος”. εὖ οἶδα δὲ ὅτι δόξει τινὶ βίαιον εἶναι τὸ τοιοῦτον τῆς περὶ τοῦ “αἴτησον σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου” ἐκδοχῆς · ἀλλὰ ἐπίστησον τῷ εἰρημένῳ παρὰ τῷ ἀποστόλῳ περὶ τοῦ ἀνθρώπου “τῆς ἁμαρτίας”, τοῦ υἱοῦ “τῆς ἀπωλείας”, ὅτι “ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις” ἐκεῖνος ἐπιφανεῖται, μιμούμενος πάντα τέρατα τὰ τῆς ἀληθείας. καὶ ὥσπερ οἱ τῶν Αἰγυπτίων ἐπαοιδοὶ καὶ φαρμακοί, ὡς ἐλάττους τοῦ ἀνθρώπου “τῆς ἁμαρτίας” καὶ τοῦ υἱοῦ “τῆς ἀπωλείας”, δυνάμεις τινὰς ἐμιμήσαντο καὶ σημεῖα καὶ τέρατα τῆς ἀληθείας, ποιοῦντες τὰ τοῦ ψεύδους εἰς τὸ μὴ πιστεύεσθαι τὰ ἀληθῆ, οὕτως οἶμαι τὸν ἄνθρωπον τῆς ἁμαρτίας τὰ […] σημεῖα μιμήσασθαι καὶ τὰς δυνάμεις. τάχα δὲ καὶ ταῦτα ὑφορώμενοι διὰ τὰς περὶ αὐτοῦ προφητείας οἱ Φαρισαῖοι (ζητῶ δ’εἰ καὶ Σαδδουκαῖοι) πειράζοντες ἐπηρώτων σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς τὸν Ἰησοῦν. εἰ δὲ μὴ τοῦτο λέγοιμεν αὐτοὺς ὑπονενοηκέναι, τί φήσομεν αὐτοὺς πεπονθέναι πρὸς τὰ ὑπὸ τοῦ Ἰησοῦ γινόμενα τεράστια ἀτέγκτους μένοντας καὶ μὴ δυσωπουμένους τῶν γινομένων τὰ παράδοξα; ἐὰν δέ τις ὑπολαμβάνῃ ἀπολογίας ἡμᾶς ἀφορμὰς δεδωκέναι τοῖς Φαρισαίοις καὶ Σαδδουκαίοις, ὅπου μὲν “ἐν Βεελζεβοὺλ” φάσκουσιν ἐκβεβλῆσθαι ὑπὸ Ἰησοῦ τὰ δαιμόνια, ὅπου δὲ ἐπερωτῶσι μετὰ τοῦ πειράζειν τὸν Ἰησοῦν περὶ σημείου οὐρανίου, ἴστω ὅτι ὑπὸ μὲν πιθανότητός φαμεν αὐτοὺς περιεσπᾶσθαι πρὸς τὸ μὴ πιστεῦσαι τοῖς τοῦ Ἰησοῦ παραδόξοις, οὐ μὴν ὥστε καὶ συγγνωστοὺς εἶναι μὴ ἐνορῶντας τοῖς τῶν προφητῶν λόγοις πληρουμένοις ἐν ταῖς πράξεσι τοῦ Ἰησοῦ, ἃς οὐδαμῶς πονηρὰ δύναμις μιμήσασθαι οἵατε ἦν. ψυχὴν γὰρ ἐξελθοῦσαν ἐπιστρέψαι, ὥστε ἤδη ὄζοντα καὶ τετάρτην ἡμέραν ἄγοντα ἀπὸ τῶν μνημείων ἐξελθεῖν, οὐδενὸς ἦν ἢ τοῦ ἀκούσαντος ἀπὸ τοῦ πατρός · “ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν”. ἀλλὰ καὶ ἀνέμοις κελεῦσαι καὶ ὁρμὴν θαλάσσης λόγῳ παῦσαι, οὐδενὸς ἄλλου ἦν ἢ ἐκείνου, “δι’οὗ τὰ πάντα” καὶ αὐτὴ ἡ θάλασσα καὶ οἱ ἄνεμοι γεγόνασιν. ἔτι δὲ καὶ ἡ διδασκαλία ἐπὶ τὴν ἀγάπην τοῦ κτίσαντος προσκαλουμένη συνᾳδόντως νόμῳ καὶ προφήταις καὶ τὰς ὁρμὰς καταστέλλουσα καὶ τὰ ἤθη κατ’εὐσέβειαν μορφοῦσα, τί ἄλλο ἐδήλου τοῖς ὁρᾶν δυναμένοις ἢ ὅτι “ἀληθῶς θεοῦ υἱὸς” ἦν ὁ τὰ τοσαῦτα ἐργαζόμενος; ἐφ’οἷς εἶπε καὶ τοῖς μαθηταῖς τοῦ Ἰωάννου · “πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ὅσα εἴδετε καὶ ἠκούσατε · τυφλοὶ ἀναβλέπουσι” καὶ τὰ ἑξῆς.
μετὰ ταῦτα κατανοήσωμεν τίνα τρόπον, ἐπερωτηθεὶς περὶ σημείου ἑνός, ἵν’ἐκ τοῦ οὐρανοῦ ἐπιδείξῃ τοῖς ἐπερωτήσασι Φαρισαίοις καὶ Σαδδουκαίοις, ἀποκρίνεται καὶ λέγει · γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ὅτε καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθε. τὸ σημεῖον δὲ ἄρα τοῦ Ἰωνᾶ κατὰ τὴν ἐρώτησιν αὐτῶν οὐχ ἁπλῶς σημεῖον ἦν, ἀλλὰ καὶ ἐξ οὐρανοῦ · ὥστε αὐτὸν καὶ τοῖς πειράζουσι καὶ ἐπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ οὐδὲν ἧττον κατὰ τὴν πολλὴν αὐτοῦ ἀγαθότητα δεδωκέναι τὸ σημεῖον. εἰ γὰρ ὡς Ἰωνᾶς ἐποίησεν “ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς” καὶ μετὰ τοῦτο ἀνέστη ἀπ’αὐτῆς, πόθεν ἂν λέγοιμεν τὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ γεγονέναι σημεῖον ἢ ἀπὸ τοῦ οὐρανοῦ; καὶ μάλιστα ἐπεὶ παρὰ τὸν καιρὸν τοῦ πάθους γέγονεν ἅμα τῷ εὐεργετουμένῳ λῃστῇ εἰς τὸν παράδεισον τοῦ θεοῦ, μετὰ τοῦτο (οἶμαι) καταβαίνων εἰς ᾅδου πρὸς τοὺς νεκροὺς ὡς “ἐν νεκροῖς ἐλεύθερος”. καὶ δοκεῖ μοι συνάπτειν τὸ ἀφ’ἑαυτοῦ σημεῖον ὁ σωτὴρ τῷ λόγῳ τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου, λέγων οὐχ ὅμοιον ἐκείνῳ μόνον δίδοσθαι σημεῖον ὑπ’αὐτοῦ, ἀλλὰ καὶ αὐτὸ ἐκεῖνο. πρόσχες γὰρ τῷ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. οὐκοῦν ἐκεῖνο τοῦτο ἦν τῷ ἐκεῖνο τούτου δηλωτικὸν γεγονέναι, ἵνα ἡ ἐκείνου λύσις τοῦ σημείου ἀσάφειαν αὐτόθεν ἔχοντος τὸ παθεῖν ᾖ τὸν σωτῆρα καὶ “ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας” πεποιηκέναι. ἅμα δὲ καὶ καθολικόν τι μανθάνομεν ὅτι, εἴπερ τὸ σημεῖον σημαίνει τι, ἕκαστον τῶν ἀναγεγραμμένων σημείων (εἴτε ὡς ἐν γενομένῃ ἱστορίᾳ εἴτε ὡς ἐν ἐντολῇ) δηλωτικόν τινός ἐστιν ὕστερον πληρουμένου · οἷον τὸ σημεῖον Ἰωνᾶ, ἐξιόντος μετὰ τρεῖς ἡμέρας ἀπὸ τῆς κοιλίας “τοῦ κήτους”, τῆς τοῦ σωτῆρος ἡμῶν ἦν ἀναστάσεως μετὰ “τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας” ἀνισταμένου ἀπὸ τῶν νεκρῶν, καὶ ἡ περιτομὴ λεγομένη “σημεῖον” τῆς παρὰ τῷ Παύλῳ δηλουμένης ἐν τῷ · “ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή”. ζήτει δὲ καὶ σὺ πᾶν τὸ ἐν τοῖς παλαιοῖς γράμμασι σημεῖον τίνος ἐν τῇ καινῇ γραφῇ τύπος πράγματός ἐστι, καὶ τὸ ἐν τῇ καινῇ διαθήκῃ ὀνομασθὲν σημεῖον τίνος ἐστὶν ἢ ἐν τῷ μέλλοντι αἰῶνι δηλωτικὸν ἢ καὶ ἐν ταῖς ὕστερον γενεαῖς μετὰ τὸ γεγονέναι τὸ σημεῖον.
καὶ πονηρὰν μὲν εἶπεν αὐτοὺς γενεὰν διὰ τὴν ἀπὸ τοῦ πονηροῦ ποιότητα εἰς αὐτοὺς ἐγγενομένην (ἔστι δὲ ἡ πονηρία ἑκούσιος κακοποιία), μοιχαλίδα δὲ διὰ τοῦτο, ἐπεὶ τὸν τροπικῶς λεγόμενον ἄνδρα, τῆς ἀληθείας λόγον ἢ νόμον, καταλιπόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι ἐμοιχεύθησαν ὑπὸ τοῦ ψεύδους καὶ τοῦ νόμου “τῆς ἁμαρτίας”. εἰ γὰρ δύο εἰσὶ νόμοι, ὅτε “ἐν τοῖς μέλεσιν” ἡμῶν ἀντιστρατευόμενος “τῷ νόμῳ τοῦ νοὸς” καὶ ὁ “τοῦ νοός”, λεκτέον ὅτι ὁ μὲν “τοῦ νοὸς” (τουτέστιν ὁ “πνευματικὸς”) ἀνήρ ἐστι, πρὸς ὃν ἡρμόσθη ἀπὸ θεοῦ γυνὴ (ἡ ψυχὴ) ἀνδρὶ (“τῷ νόμῳ”) κατὰ τὸ γεγραμμένον “παρὰ δὲ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή”, ὁ δὲ ἄλλος μοιχός ἐστι τῆς ὑποτασσομένης αὐτῷ ψυχῆς καὶ δι’αὐτὸν μοιχαλίδος χρηματιζούσης. ὅτι δὲ ὁ νόμος ἀνὴρ τῆς ψυχῆς ἐστι, σαφῶς ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλος παριστᾷ λέγων ὅτι “ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ὅσον χρόνον ζῇ · ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ” καὶ τὰ ἑξῆς. πρόσχες γὰρ ἐν τούτοις ὅτι “ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ὅσον χρόνον ζῇ (ὁ νόμος ὡς ἀνὴρ γυναικός) · ἡ γὰρ ὕπανδρος γυνὴ (ἡ ὑπὸ τὸν νόμον ψυχὴ) τῷ ζῶντι ἀνδρὶ δέδεται (ὄντι) νόμῳ · ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ (ὁ νόμος) κατήργηται ἀπὸ τοῦ νόμου (ὅς ἐστιν ἀνήρ)”. ἀποθνῄσκει δὲ ὁ νόμος τῷ ἀναβάντι ἐπὶ τὴν μακαριότητα καὶ μηκέτι ὑπὸ νόμον πολιτευομένῳ, ἀλλ’ὡς ὁ Χριστὸς πράττοντι, ὃς εἰ καὶ γέγονεν “ὑπὸ νόμον” διὰ τοὺς ὑπὸ νόμον, “ἵνα τοὺς ὑπὸ νόμον κερδήσῃ”, οὔτε ἔμεινεν ὑπὸ νόμον οὔτε ἀφῆκεν ὑπὸ νόμον τοὺς ὑπ’αὐτοῦ ἐλευθερωθέντας · ἀνήγαγε γὰρ αὐτοὺς ἅμα ἑαυτῷ ἐπὶ τὴν ὑπὲρ τὸν νόμον θείαν πολιτείαν, τὸν περιέχοντα (ὡς πρὸς τοὺς ἀτελεστέρους καὶ ἔτι ἁμαρτάνοντας) θυσίας περὶ ἀφέσεως ἁμαρτημάτων. ὁ οὖν ἀναμάρτητος καὶ μηκέτι δεόμενος τῶν νομικῶν θυσιῶν ὑπερβέβηκε τελειωθεὶς τάχα καὶ τὸν πνευματικὸν νόμον, καὶ γέγονεν ἐν τῷ ὑπὲρ αὐτὸν λόγῳ, ὅστις τοῖς μὲν ἐν σαρκὶ ζῶσι “σὰρξ” ἐγεγόνει, τοῖς δὲ μηδαμῶς ἔτι “κατὰ σάρκα” στρατευομένοις, ὡς ἦν “ἐν ἀρχῇ πρὸς τὸν θεόν”, θεὸς λόγος ὤν, θεωρεῖται καὶ ἀποκαλύπτει τὸν πατέρα. τρία τοίνυν κατὰ τὸν τόπον νοητέον, γυναῖκα ὕπανδρον ὑπὸ ἄνδρα τὸν νόμον, καὶ γυναῖκα μοιχαλίδα “ζῶντος τοῦ ἀνδρὸς” νόμου “γινομένην ἀνδρὶ ἑτέρῳ”, τῷ νόμῳ τῆς σαρκός, τὴν ψυχήν, καὶ γυναῖκα τῷ ἀδελφῷ τοῦ τεθνηκότος ἀνδρὸς γαμουμένην, τῷ ζῶντι καὶ μὴ ἀποθνῄσκοντι λόγῳ, ὃς “ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος” γὰρ “αὐτοῦ οὐκέτι κυριεύει”. καὶ ταῦτα διὰ τὸ “ἐὰν ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρὸς” καὶ διὰ τὸ “ἄρ’οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ” καὶ διὰ τὸ “ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ”. αὐτὸ δὲ τὸ “ἄρ’οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει” παρειλήφαμεν βουλόμενοι σαφῶς παραστῆσαι, διὰ τί τοῖς πειράζουσι Φαρισαίοις καὶ Σαδδουκαίοις καὶ ἐπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς ὁ Ἰησοῦς εἶπεν οὐ μόνον τὸ γενεὰ πονηρά, ἀλλὰ καὶ μοιχαλίς. γενικῶς μὲν οὖν ὁ ἐν τοῖς μέλεσι νόμος ὁ ἀντιστρατευόμενος “τῷ νόμῳ τοῦ νοὸς” ὡς μοιχὸς ἀνὴρ μοιχός ἐστι τῆς ψυχῆς · ἤδη δὲ καὶ πᾶσα δύναμις ἀντικειμένη, ἐπικρατοῦσα τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀναμιγνυμένη αὐτῇ, μοιχός ἐστιν αὐτῆς, νυμφίον ἐχούσης ὑπὸ τοῦ θεοῦ αὐτῇ δοθέντα τὸν λόγον. μετὰ ταῦτα γέγραπται ὅτι καταλιπὼν αὐτοὺς ἀπῆλθεν · πῶς γὰρ οὐκ ἔμελλεν ὁ νυμφίος λόγος καταλιπεῖν τὴν μοιχαλίδα γενεὰν καὶ ἀπιέναι ἀπ’αὐτῆς; εἴποις δ’ἂν ὅτι τὴν Ἰουδαίων συναγωγὴν ὡς μοιχαλίδα καταλιπὼν ὁ τοῦ θεοῦ λόγος ἀπελήλυθεν ἀπ’αὐτῆς, καὶ ἔλαβε “γυναῖκα πορνείας” τοὺς ἀπὸ τῶν ἐθνῶν · ἐπεὶ ἐκεῖνοι μὲν ὄντες “πόλις πιστὴ Σιὼν” γεγόνασι πόρνοι, οὗτοι δὲ ὡς ἡ Ῥαὰβ ἡ πόρνη τοὺς τοῦ Ἰησοῦ κατασκόπους ὑποδεξαμένη διεσώθη πανοικί, μετὰ τοῦτο μηκέτι πορνεύουσα, ἀλλὰ ἐλθοῦσα παρὰ τοὺς τοῦ Ἰησοῦ πόδας καὶ βρέχουσα αὐτοὺς τοῖς τῆς μετανοίας δάκρυσι καὶ ἀλείφουσα τῇ τῆς ἁγίας πολιτείας τῶν μύρων εὐωδίᾳ, δι’ἣν Σίμωνι τῷ λεπρῷ (τῷ προτέρῳ λαῷ) ὀνειδίζων ἔλεγεν ὅσα γέγραπται.
“καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν”. ἐπεὶ μὴ χρήσιμοι ἦσαν οἱ ἄρτοι οἱ πρὸ τοῦ πέραν τοῖς ἐλθοῦσι μαθηταῖς εἰς τὸ πέραν (ἄλλων γὰρ ἔχρῃζον πρὸ τοῦ πέραν καὶ ἄλλων ἐδέοντο εἰς τὸ πέραν), διὰ τοῦτο ἀμελήσαντες τοῦ ἐπάγεσθαι ἀπιόντες εἰς τὸ πέραν ἄρτους, ἐπελάθοντο αὐτοὺς σὺν ἑαυτοῖς λαβεῖν. εἰς τὸ πέραν δὲ γεγόνασι μαθηταὶ τοῦ Ἰησοῦ οἱ διαβάντες ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ πνευματικὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά. καὶ τάχα ἵνα ἀποστρέφηται τοὺς (διὰ τοῦ ἐφθακέναι εἰς τὸ πέραν) ἀρξαμένους πνεύματι τοῦ παλινδρομεῖν ἐπὶ τὰ σάρκινα, εἶπε τοῖς εἰς τὸ πέραν ὁ Ἰησοῦς · ὁρᾶτε καὶ προσέχετε. ἦν γάρ τι φύραμα διδασκαλίας καὶ ζύμης ἀληθῶς παλαιᾶς, τῆς κατὰ τὸ ψιλὸν γράμμα καὶ διὰ τοῦτο οὐκ ἀπηλλαγμένης τῶν ἀπὸ κακίας, ὅπερ παρεῖχον Φαρισαῖοι καὶ Σαδδουκαῖοι ἀφ’ἧς οὐ βούλεται Ἰησοῦς ἐσθίειν ἔτι τοὺς ἰδίους μαθητὰς ποιήσας αὐτοῖς “νέον” καὶ πνευματικὸν “φύραμα”, ἑαυτὸν παρασχὼν (τοῖς ἀποστᾶσι τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ προσεληλυθόσιν αὐτῷ) ἄρτον ζῶντα ἐξ οὐρανοῦ καταβεβηκότα καὶ ζωὴν διδόντα “τῷ κόσμῳ”. ἐπεὶ δὲ ὁδός ἐστι τῷ μηκέτι χρησομένῳ ζύμῃ καὶ φυράματι καὶ διδασκαλίᾳ Φαρισαίων καὶ Σαδδουκαίων πρότερον μὲν τὸ θεωρεῖν δεύτερον δὲ τὸ προσέχειν, ἵνα μήποτε ἐκ τοῦ μὴ βλέπειν καὶ ἐξ ἀπροσεξίας μεταλάβῃ τις τῆς ἀπηγορευμένης ζύμης ἐκείνων, διὰ τοῦτο πρῶτον τὸ ὁρᾶτε λέγει τοῖς μαθηταῖς καὶ δεύτερον τὸ προσέχετε. διορατικῶν οὖν ἐστι καὶ προσεκτικῶν χωρίζειν τὴν ζύμην τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ πᾶσαν οὐκ ἀζύμων “εἰλικρινείας καὶ ἀληθείας” τροφὴν ἀπὸ τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβηκότος, ἵνα τὰ μὲν τῶν Φαρισαίων καὶ Σαδδουκαίων μὴ προσίηται τὸν δὲ ζῶντα καὶ ἀληθινὸν ἄρτον ἐσθίων τις ῥωσθῇ τὴν ψυχήν. καὶ τὸ ῥητὸν δὲ εὐκαίρως ἂν προσφέροιμεν τοῖς μετὰ τοῦ Χριστιανίζειν αἱρουμένοις τὸ σωματικῶς Ἰουδαΐζειν · οὗτοι γὰρ οὐχ ὁρῶσιν οὐ δὲ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἀλλὰ παρὰ τὸ βούλημα τοῦ ἀπαγορεύσαντος αὐτὴν Ἰησοῦ τὸν Φαρισαίων ἄρτον ἐσθίουσι. καὶ πάντες δ’(οἶμαι) ὅσοι οὐ βούλονται φρονεῖν ὅτι “ὁ νόμος πνευματικός ἐστιν” καὶ “σκιὰν” ἔχει “τῶν μελλόντων ἀγαθῶν” καὶ “σκιά ἐστι τῶν μελλόντων”, οὐ δὲ ζητοῦσι τίνος μέλλοντος ἀγαθοῦ ἐστι σκιὰ ἕκαστος τῶν νόμων, οὐχ ὁρῶσιν οὐ δὲ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, οἱ δὲ καὶ τὴν τῶν νεκρῶν ἀθετοῦντες ἀνάστασιν οὐ φυλάττονται ἀπὸ τῆς ζύμης τῶν Σαδδουκαίων, καὶ πολλοί γε ἐν τοῖς ἑτεροδόξοις διὰ τὴν περὶ ἀναστάσεως νεκρῶν ἀπιστίαν εἰσὶν οἱ ἐμφυρόμενοι τῇ τῶν Σαδδουκαίων ζύμῃ. ταῦτα δὴ λέγοντος τοῦ Ἰησοῦ διελογίζοντο ἐν ἑαυτοῖς οὐ γεγωνὸς λέγοντες οἱ μαθηταί, ἀλλ’ἐν ταῖς καρδίαις ἑαυτῶν · ὅτι ἄρτους οὐκ ἐλάβομεν. καὶ οἱονεὶ τοιαῦτα ἦν ἃ ἔλεγον · εἰ μὲν εἴχομεν ἄρτους, οὐκ ἂν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων εἰλήφειμεν · ἐπεὶ δὲ ἀπορίᾳ ἄρτων κινδυνεύομεν ἀπὸ τῆς ἐκείνων ζύμης λαβεῖν, οὐ βούλεται δ’ἡμᾶς ὁ σωτὴρ παλινδρομεῖν ἐπὶ τὴν ἐκείνων διδασκαλίαν, διὰ τοῦτο ἡμῖν εἶπε τὸ ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. καὶ ταῦτα μὲν ἐκεῖνοι διελογίζοντο · ὁ δὲ βλέπων Ἰησοῦς τὰ ἐν ταῖς καρδίαις αὐτῶν καὶ ἀκούων τῶν ἐν αὐταῖς λόγων, ὡς τῶν καρδιῶν ἐπίσκοπος ἀληθής, ἐπιπλήσσει αὐτοῖς ὡς οὐ νοοῦσιν οὐ δὲ μεμνημένοις ἄρτων, ὧν παρ’αὐτοῦ εἰλήφασι, δι’οὓς καὶ ἐν ἀπορίᾳ δοκοῦντες εἶναι ἄρτων οὐκ ἔχρῃζον τῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ζύμης.
εἶτα σαφηνίζων καὶ γυμνότερον παριστὰς (τοῖς περιελκομένοις διὰ τὴν ὁμωνυμίαν ἄρτου καὶ ζύμης) ὅτι μὴ περὶ αἰσθητοῦ ἔλεγεν αὐτοῖς ἄρτου, ἀλλὰ περὶ τῆς ἐν τῇ διδασκαλίᾳ ζύμης, ἐπιφέρει τὸ πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. καίτοι μη δὲ γυμνώσαντος αὐτοῦ τὴν ἑρμηνείαν ἀλλ’ἔτι ἐπιμένοντος τῇ τροπολογίᾳ, συνῆκαν οἱ μαθηταὶ ὅτι ὁ λόγος τῷ σωτῆρι ἦν περὶ διδασκαλίας, τροπικῶς ζύμης εἰρημένης, ἣν ἐδίδασκον Φαρισαῖοι καὶ Σαδδουκαῖοι. ὅσον μὲν οὖν ἔχομεν σὺν ἡμῖν τὸν Ἰησοῦν ποιοῦντα τὴν φάσκουσαν ἐπαγγελίαν · “ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος”, οὐ δυνάμεθα “νηστεύειν” οὐ δὲ ἀπορεῖν τροφῆς, ὡς διὰ τὴν ἀπορίαν αὐτῆς ζητεῖν κα- κἂν παρὰ Φαρισαίων καὶ Σαδδουκαίων τῆς ἀπηγορευμένης ζύμης λαμβάνειν καὶ ἐσθίειν. γένοιτο δ’ἄν ποτε καιρός, συνόντος αὐτοῦ, τοῦ ἡμᾶς ἀτροφεῖν, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται ἐν τῷ “ἤδη ἡμέρας τρεῖς παραμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσιν”. ἀλλὰ κα- κἂν τοῦτο συμβῇ, μὴ βουλόμενος ἡμᾶς “νήστεις ἀπολῦσαι, μήποτε ἐκλυθῶμεν ἐν τῇ ὁδῷ”, εὐχαριστεῖ ἐπὶ τοῖς παρὰ τοῖς μαθηταῖς ἄρτοις καὶ ποιεῖ ἡμῖν περισσεῦσαι ἀπὸ τῶν ἑπτὰ (ὡς ἀποδεδώκαμεν) ἄρτων τὰς ἑπτὰ σπυρίδας. ἔτι δὲ καὶ τοῦτο τηρητέον (διὰ τοὺς οἰομένους μὴ πάνυ τι τὴν θεότητα παρίστασθαι τοῦ σωτῆρος ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου), ὅτι τὸ διαλογιζομένων ἐν ἑαυτοῖς τῶν μαθητῶν καὶ λεγόντων ἄρτους μὴ ἔχειν τὸ γνῶναι τοὺς διαλογισμοὺς τὸν Ἰησοῦν καὶ εἰπεῖν · τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε, οὐκ ἀνθρώπινον ἦν · “μονώτατος” γὰρ γινώσκει τὰς καρδίας τῶν ἀνθρώπων (ὡς ὁ Σολομῶν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν φησιν) ὁ κύριος. ἐπεὶ δὲ τοῦ Ἰησοῦ εἰπόντος · προσέχετε ἀπὸ τῆς ζύμης, συνῆκαν οἱ μαθηταὶ ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῶν ἄρτων, ἀλλ’ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐπιστήσεις εἰ, ὅπου ποτ’ἂν ζύμη ὀνομασθῇ, εἰς διδαχὴν τροπολογεῖται, εἴτε ἐν νόμῳ εἴτε καὶ ἐν ταῖς μετὰ τὸν νόμον γραφαῖς. οὕτω δὲ μήποτε ζύμη οὐ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον · οὐ γὰρ δεῖ τὰς εὐχὰς τρόπον ἔχειν διδασκαλίας, ἀλλ’εἶναι αὐτὸ μόνον αἰτήσεις ἀγαθῶν ἀπὸ τοῦ θεοῦ. ζητήσαι δ’ἄν τις διὰ τὰ ἀποδεδομένα περὶ τῶν μαθητῶν ἐλθόντων εἰς τὸ πέραν, εἰ δύναταί τις ἐλθὼν εἰς τὸ πέραν ὀνειδίζεσθαι ὡς ὀλιγόπιστος καὶ ὡς οὐδέπω νοῶν οὐ δὲ μνημονεύων τῶν ὑπὸ τοῦ Ἰησοῦ γεγενημένων. οὐ χαλεπὸν δ’(οἶμαι) πρὸς τοῦτο εἰπεῖν ὅτι, ὡς πρὸς “τὸ τέλειον”, ὅπερ “ὅταν ἔλθῃ, τὸ ἐκ μέρους καταργηθήσεται”, πᾶσα ἡ ἐνταῦθα πίστις ἡμῶν ὀλιγοπιστία ἐστί, καὶ ὡς πρὸς ἐκεῖνο οὐδέπω νοοῦμεν οἱ “ἐκ μέρους” γινώσκοντες οὐ δὲ μνημονεύομεν · οὐ γὰρ διαρκῆ καὶ συμπαρεκτεινομένην μνήμην ἀναλαβεῖν δυνάμεθα τῷ πλήθει τῆς φύσεως τῶν θεωρημάτων.
ἔτι δὲ ἔστι καὶ ἐντεῦθεν μαθεῖν ὅτι καὶ ἐπὶ μόνοις διαλογισμοῖς οὓς ἐν ἑαυτοῖς διαλογιζόμεθα, ἔσθ’ὅτε ἐγκαλούμεθα καὶ ὡς ὀλιγόπιστοι ὀνειδιζόμεθα. ἐγὼ δ’οἶμαι ὅτι, ὥσπερ μοιχεύει τις “ἐν τῇ καρδίᾳ” μόνῃ οὐ πάντως φθάνων καὶ ἐπὶ τὴν πρᾶξιν, οὕτω καὶ τὰ λοιπὰ τῶν ἀπηγορευμένων ἐν μόνῃ τῇ καρδίᾳ τις πράττει. ὡς οὖν ὁ μοιχεύσας “ἐν τῇ καρδίᾳ” ἀνάλογον τῇ τοιαύτῃ μοιχείᾳ κολασθήσεται, οὕτως καὶ ὁ τῶν ἀπηγορευμένων τι ποιήσας ἐν τῇ καρδίᾳ, φέρ’εἰπεῖν κλέψας ἐν μόνῃ καρδίᾳ ἢ ψευδομαρτυρήσας ἐν μόνῃ καρδίᾳ, οὐχ ὡς ὁ καὶ ἔργῳ μὲν κλέψας ἢ καὶ τὴν πρᾶξιν τῆς ψευδομαρτυρίας ἐπιτελέσας, ὡς δὲ μόνον ἐν τῇ καρδίᾳ τὰ τοιαῦτα ποιήσας κολασθήσεται, καὶ τοῦτο, εἰ παρ’αὑτὸν μὴ ἦλθε καὶ ἐπὶ τὴν μοχθηρὰν πρᾶξιν · εἰ γὰρ πρὸς τῷ βεβουλῆσθαι ἐνεχείρησε μὲν οὐ τέτευχε δέ, κολασθήσεται οὐχ ὡς τῇ καρδίᾳ μόνῃ, ἀλλὰ καὶ τῇ πράξει ἡμαρτηκώς. ζητήσαι δ’ἄν τις πρὸς τὰ τοιαῦτα, εἰ μοιχεύει μέν τις “ἐν τῇ καρδίᾳ” μόνῃ κα- κἂν μὴ τὸ ἔργον τῆς μοιχείας ποιήσῃ, οὐ σωφρονεῖ δὲ ἐν μόνῃ τῇ καρδίᾳ · τὸ παραπλήσιον δὲ καὶ περὶ τῶν λοιπῶν ποιήσεις ἐπαινετῶν. ἔχει δέ τι πιθανῶς ἡμᾶς παραλογίσασθαι δυνάμενον ὁ τόπος, ὅπερ τοῦτον (οἶμαι) καθαρτέον τὸν τρόπον · μοιχεία μὲν γενομένη “ἐν τῇ καρδίᾳ” ἔλαττόν ἐστιν ἁμάρτημα ἢ εἰ προσθείη τις καὶ τὴν πρᾶξιν · ἀμήχανον δὲ σωφροσύνην εἶναι ἐν καρδίᾳ ἐμποδίζουσαν τῇ σωφρονικῇ πράξει, εἰ μὴ ἄρα τις καὶ ἐπὶ τούτου τὴν ἐν ἐρημίᾳ βιασθεῖσαν παραλάβοι (κατὰ τὸν νόμον) εἰς παράδειγμα παρθένον. ἔστω γὰρ τὴν καρδίαν τινὸς εἶναι καθαρωτάτην, τὴν δὲ βίαν πεποιηκέναι, τὴν ἐν τῷ ἀκολάστῳ, τὴν φθορὰν τοῦ σώματος τῆς σώφρονος αὕτη δὴ δοκεῖ μοι σώφρων μὲν πάντως εἶναι ἐν τῷ κρυπτῷ, τῷ δὲ σώματι οὐκέτι εἶναι καθαρὰ ὁποία πρὸ τῆς βίας ἦν · ἀλλ’οὐχί, ἐπεὶ οὐ καθαρά, ἤδη καὶ ἀκόλαστος. ταῦτα καὶ διὰ τὸ ἐλογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν ᾧ ἐπιφέρεται τὸ γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν · ὀλιγόπιστοι, τί διαλογίζεσθε ἐν ἑαυτοῖς καὶ τὰ ἑξῆς · ἔδει γὰρ τὸν περὶ τῶν ἐν τῷ κρυπτῷ ψόγον ἐξετασθῆναι καὶ παρανακειμένως αὐτῷ τὸν ἐν τῷ κρυπτῷ ἔπαινον.
θαυμάζω δὲ εἰ οἱ μαθηταὶ ᾤοντο, πρὶν σαφηνισθῆναι αὐτοῖς ὑπὸ τοῦ Ἰησοῦ τὸν λόγον, ὅτι ἀπαγορεύει αὐτοῖς ὁ διδάσκαλος καὶ ὁ κύριος αἰσθητὴν […] ζύμην Φαρισαίων ἢ Σαδδουκαίων φυλάξασθαι ὡς οὐ καθαρὰν καὶ διὰ τοῦτο ἀπαγορευομένην, ἵνα μη δ’ὅτε ἄρτους οὐκ εἰλήφεισαν, τῇ ἐκείνων ζύμῃ χρήσωνται. τὸ δ’ὅμοιον καὶ ἐπ’ἄλλων μὲν ζητήσαιμεν, ἀρκεῖ δὲ παραδείγματος χάριν τὸ περὶ τῆς Σαμαρείτιδος ἐν τῷ “πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν · ὃς δ’ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα”. καὶ γὰρ ἐκεῖ (ὅσον ἐπὶ τῇ λέξει) ἡ Σαμαρεῖτις δόξει οἴεσθαι περὶ ὕδατος αἰσθητοῦ ἐπαγγέλλεσθαι τὸν σωτῆρα λέγοντα · “ὃς δ’ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα”. κα- κἀκεῖνα οὖν τροπολογητέον καὶ συνεξεταστέον ὕδωρ πηγῆς “τοῦ Ἰακώβ”, ἀφ’ἧς ἤντλει ἡ Σαμαρεῖτις, ὕδατι τοῦ Ἰησοῦ, καὶ ἐνταῦθα τὸ ὅμοιον ποιητέον · τάχα γὰρ οὐ δὲ ἄρτοι ἦσαν πεφθέντες, ἀλλά τις ζύμη αὐτὸ μόνον ὠμὴ ἡ διδαχὴ τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
“ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ”. πυνθάνεται τῶν μαθητῶν ὁ Ἰησοῦς, τίνα λέγουσιν αὐτὸν οἱ ἄνθρωποι εἶναι, ἵν’ἡμεῖς μάθωμεν ἀπὸ τῆς ἀποκρίσεως τῶν ἀποστόλων τὰς διαφόρους περὶ τοῦ σωτῆρος ἡμῶν ἐν Ἰουδαίοις γενομένας ὑπολήψεις τότε. τάχα δὲ καὶ ἵνα οἱ μιμηταὶ τοῦ Ἰησοῦ διδάσκωνται ἀεὶ περιεργάζεσθαι περὶ τῶν λεγομένων ὑπὸ τῶν ἀνθρώπων περὶ αὐτῶν · ὅπερ πράττουσιν ἡμῖν συμβαλεῖται πρὸς τό, εἴ τι μὲν φαῦλον λέγεται, τούτου τὰς ἀφορμὰς παντὶ τρόπῳ περιαιρεῖν, εἴ τι δὲ ἀστεῖον, τούτου τὰς προφάσεις συναύξειν. πλὴν ὅρα διὰ τὰ διάφορα ἐν Ἰουδαίοις περὶ τοῦ Ἰησοῦ κινήματα, τίνα τρόπον ἀπό τινων οὐχ ὑγιῶν δογμάτων ἔλεγόν τινες μὲν ὅτι Ἰωάννης ἦν ὁ βαπτιστὴς (ὁμοίως Ἡρώδῃ τῷ τετράρχῃ τῷ εἰπόντι τοῖς παισὶν αὐτοῦ · “οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής · αὐτὸς ἠγέρθη ἐκ νεκρῶν καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ”), ἄλλοι δὲ ὅτι Ἠλίας ἐστὶν ὁ νῦν καλούμενος Ἰησοῦς, ἤτοι γένεσιν ὑπομείνας δευτέραν, ἢ ἔκτοτε ἐν σαρκὶ ζῶν καὶ κατὰ τὸν παρόντα ἐπιφανεὶς χρόνον. καὶ οἱ φάσκοντες δὲ ὅτι Ἱερεμίας εἴη ὁ Ἰησοῦς, καὶ οὐχὶ τύπος τοῦ Χριστοῦ ὁ Ἱερεμίας, τάχα ἐκ τῶν εἰρημένων ἐν ταῖς ἀρχαῖς τοῦ Ἱερεμίου περὶ Χριστοῦ ἐκινήθησαν, οὐ πληρωθέντων μὲν ἐν τῷ προφήτῃ τότε ἀρξαμένων δὲ πληροῦσθαι ἐν τῷ Ἰησοῦ, ὃν ἔθετο ὁ θεὸς εἰς “ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν”, προφήτην αὐτὸν εἰς ἔθνη γενέσθαι ποιήσας οἷς ἐκήρυξε τὸν λόγον. ἀλλὰ καὶ οἱ λέγοντες ὅτι εἷς τις ἦν τῶν προφητῶν, τοιαῦτα περὶ αὐτοῦ ὑπελάμβανον διὰ τὰ ἐν τοῖς προφήταις ὡς πρὸς αὐτοὺς μὲν ῥηθέντα οὐ πεπληρωμένα δὲ ἐπ’αὐτοῖς. ἀλλ’οἱ μὲν Ἰουδαῖοι, ὡς ἄξιοι τοῦ ἐπὶ τῇ καρδίᾳ αὐτῶν καλύμματος, ἐψευδοδόξουν περὶ τοῦ Ἰησοῦ · Πέτρος δέ, ὡς οὐ σαρκὸς καὶ αἵματος μαθητὴς ἀλλὰ καὶ χωρήσας ἀποκάλυψιν τοῦ ἐν οὐρανοῖς πατρός, […] ὡμολόγησεν αὐτὸν τὸν Χριστὸν τυγχάνειν. ἦν μὲν οὖν καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τῷ σωτῆρι, τὸ σὺ εἶ ὁ Χριστός, μὴ γινωσκόμενον ὑπὸ τῶν Ἰουδαίων ὅτι Χριστὸς εἴη, μέγα · μεῖζον δὲ ὅτι ἠπίστατο αὐτὸν οὐ μόνον Χριστὸν εἶναι, ἀλλὰ καὶ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος καὶ διὰ τῶν προφητῶν εἰρηκότος “ζῶ ἐγώ”, […] καὶ […] “ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος”. καὶ ζωὴ δὲ ὡς ἀπὸ πηγῆς ζωῆς τοῦ πατρὸς ὁ εἰπών · “ἐγώ εἰμι ἡ ζωή”. καὶ πρόσχες ἐπιμελῶς εἰ μή, ὥσπερ οὐ τα- ταὐτόν ἐστι πηγὴ ποταμοῦ καὶ ποταμός, οὕτως πηγὴ ζωῆς καὶ ζωή. καὶ ταῦτα δὲ προσεθήκαμεν διὰ τὸ προσκεῖσθαι τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τὸ τοῦ ζῶντος · ἐξαίρετον γάρ τι ἐχρῆν παραστῆσαι ἐν τῷ λεγομένῳ περὶ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων, ὡς ζῶντος παράτε τὴν αὐτοζωὴν καὶ τὰ μετέχοντα αὐτῆς. ἐπεὶ δὲ εἴπομεν μὴ ἀπό τινων ὑγιῶν δογμάτων εἰρηκέναι τοὺς ἀποφηναμένους εἶναι τὸν Ἰησοῦν Ἰωάννην τὸν βαπτιστὴν ἤ τινα τῶν ἐπιφερομένων, κατασκευάσωμεν καὶ τοῦτο λέγοντες ὅτι, εἰ παρατετεύχεισαν ἐπὶ τὸ βάπτισμα ἀπεληλυθότι τῷ Ἰησοῦ πρὸς τὸν Ἰωάννην καὶ βαπτίζοντι τῷ Ἰωάννῃ τὸν Ἰησοῦν, ἢ ἀκηκόεισαν παρά τινος, οὐκ ἂν ἔλεγον Ἰησοῦν εἶναι τὸν Ἰωάννην. ἀλλὰ καὶ εἰ νενοήκεισαν τὸ δόγμα ἀφ’οὗ εἶπεν ὁ Ἰησοῦς · “εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι”, καὶ ὡς ἔχοντες “ὦτα” ἀκηκόεισαν τοῦ λελεγμένου, οὐκ ἂν εἶπόν τινες αὐτὸν εἶναι Ἠλίαν. καὶ οἱ εἰπόντες αὐτὸν εἶναι Ἱερεμίαν, εἰ ἑώρων ὅτι οἱ πλεῖστοι τῶν προφητῶν συμβολικά τινα αὐτοῦ ἀνειλήφασιν, οὐκ ἂν ἔλεγον αὐτὸν εἶναι Ἱερεμίαν · ὁμοίως δὲ οὐ δὲ ἄλλοι ἕνα τινὰ τῶν προφητῶν.
τάχα δὲ ὅπερ ἀποκριθεὶς Σίμων Πέτρος εἶπεν ἐν τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἐὰν ὡς ὁ Πέτρος λέγωμεν, οὐ σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλύψαντος ἀλλὰ φωτὸς ἡμῶν τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός, καὶ αὐτοὶ γινόμεθα ὅπερ καὶ ὁ Πέτρος, ὁμοίως αὐτῷ μακαριζόμενοι διὰ τὸ τὰ αἴτια τοῦ μακαρισμοῦ ἐκείνῳ καὶ ἐφ’ἡμᾶς ἐφθακέναι, τῷ σάρκα καὶ αἷμα μὴ ἀποκεκαλυφέναι ἡμῖν περὶ τοῦ τὸν Ἰησοῦν εἶναι Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλὰ τὸν ἐν οὐρανοῖς πατέρα ἀπ’αὐτῶν τῶν οὐρανῶν, ἵνα “ἐν οὐρανοῖς” πολιτευσώμεθα, ἀποκαλύψαντα ἡμῖν ἀποκάλυψιν ἀνάγουσαν εἰς τοὺς οὐρανοὺς τοὺς περιαιροῦντας μὲν πᾶν “κάλυμμα” ἀπὸ τῆς καρδίας, ἀναλαβόντας δὲ τὸ πνεῦμα τῆς “σοφίας” τοῦ θεοῦ καὶ τῆς “ἀποκαλύψεως”. εἰ δὲ φήσαντες καὶ ἡμεῖς ὡς ὁ Πέτρος · σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος (οὐχ ὡς σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλυψάντων, ἀλλὰ φωτὸς ἡμῶν τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός), γινόμεθα Πέτρος, καὶ ἡμῖν ἂν λέγοιτο ἀπὸ τοῦ θεοῦ λόγου τὸ σὺ εἶ Πέτρος καὶ τὰ ἑξῆς. πέτρα γὰρ πᾶς ὁ Χριστοῦ μιμητής, ἀφ’οὗ ἔπινον οἳ “ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας”. καὶ ἐπὶ πᾶσαν τὴν τοιαύτην πέτραν οἰκοδομεῖται ὁ ἐκκλησιαστικὸς πᾶς λόγος καὶ ἡ κατ’αὐτὸν πολιτεία. ἐν ἑκάστῳ γὰρ τῶντε λείων, ἐχόντων τὸ ἄθροισμα τῶν συμπληρούντων τὴν μακαριότητα λόγων καὶ ἔργων καὶ νοημάτων πάντων, ἐστὶν ἡ ὑπὸ τοῦ θεοῦ οἰκοδομουμένη ἐκκλησία.
εἰ δὲ ἐπὶ τὸν ἕνα ἐκεῖνον Πέτρον νομίζεις ὑπὸ τοῦ θεοῦ οἰκοδομεῖσθαι τὴν πᾶσαν ἐκκλησίαν μόνον, τί ἂν φήσαις περὶ Ἰωάννου τοῦ “τῆς βροντῆς” υἱοῦ ἢ ἑκάστου τῶν ἀποστόλων; ἀληθῶς γε ἄρα τολμήσωμεν λέγειν ὅτι Πέτρου μὲν ἰδίως πύλαι ᾅδου οὐ κατισχύσουσι, τῶν δὲ λοιπῶν ἀποστόλων καὶ τῶν τελείων […] κατισχύσουσιν; οὐχὶ δὲ καὶ ἐπὶ πάντων καὶ ἐφ’ἑκάστου αὐτῶν τὸ προειρημένον τὸ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς γίνεται καὶ τὸ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν; ἆρα δὲ τῷ Πέτρῳ μόνῳ δίδονται ὑπὸ τοῦ Χριστοῦ αἱ κλεῖδες τῆς τῶν οὐρανῶν βασιλείας, καὶ οὐδεὶς ἕτερος τῶν μακαρίων αὐτὰς λήψεται; εἰ δὲ κοινόν ἐστι καὶ πρὸς ἑτέρους τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, πῶς οὐχὶ καὶ πάντα τάτε προειρημένα καὶ τὰ ἐπιφερόμενα ὡς πρὸς Πέτρον λελεγμένα […]; καὶ γὰρ ἐνταῦθα μὲν ὡς πρὸς Πέτρον εἰρῆσθαι δοκεῖ τὸ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἑξῆς · ἐν δὲ τῷ κατὰ Ἰωάννην δοὺς πνεῦμα ἅγιον ὁ σωτὴρ τοῖς μαθηταῖς διὰ τοῦ ἐμφυσήματός φησι · “λάβετε πνεῦμα ἅγιον” καὶ τὰ ἑξῆς. πολλοὶ τοίνυν φήσουσι πρὸς τὸν σωτῆρα · σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλ’οὐ πάντες οἱ τοῦτο φάσκοντες ἐροῦσιν αὐτῷ οὐδαμῶς μὲν ἀπὸ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων τοῦτο μεμαθηκότες, αὐτοῦ δὲ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς ἀφελόντος τὸ ἐπικείμενον τῇ καρδίᾳ αὐτῶν “κάλυμμα”, ἵνα μετὰ τοῦτο “ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ κυρίου κατοπτριζόμενοι” “ἐν πνεύματι θεοῦ” λαλῶσι, λέγοντες περὶ αὐτοῦ τὸ “κύριος Ἰησοῦς” καὶ πρὸς αὐτὸν τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. καὶ εἴ τις λέγει τοῦτο πρὸς αὐτόν, οὐ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων αὐτῷ ἀλλὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός, τεύξεται τῶν εἰρημένων, ὡς μὲν τὸ γράμμα τοῦ εὐαγγελίου λέγει πρὸς ἐκεῖνον τὸν Πέτρον, ὡς δὲ τὸ πνεῦμα αὐτοῦ διδάσκει πρὸς πάντα τὸν γενόμενον, ὁποῖος ὁ Πέτρος ἐκεῖνος. παρώνυμοι γὰρ πέτρας πάντες οἱ μιμηταὶ Χριστοῦ, τῆς “πνευματικῆς ἀκολουθούσης πέτρας” τοῖς σωζομένοις, ἵνα ἐξ αὐτῆς πίνωσι τὸ “πνευματικὸν πόμα”. οὗτοι δὲ παρώνυμοί εἰσι τῆς πέτρας, ὡς Χριστός · ἀλλὰ καὶ “Χριστοῦ μέλη” ὄντες παρώνυμοι ἐχρημάτισαν Χριστοί, πέτρας δὲ Πέτροι. ἀπὸ δὲ τούτων ἀφορμὴν λαβὼν φήσεις τοὺς δικαίους παρωνύμους εἶναι Χριστοῦ τῆς δικαιοσύνης καὶ τοὺς σοφοὺς Χριστοῦ τῆς σοφίας · καὶ οὕτως ποιήσεις ἐπὶ τῶν λοιπῶν αὐτοῦ ὀνομάτων παρώνυμα ἐπὶ τοὺς ἁγίους, καὶ πρὸς πάντας τοὺς τοιούτους ἂν λέγοιτο ἀπὸ τοῦ σωτῆρος τὸ λέγον · “σὺ εἶ Πέτρος” καὶ τὰ ἑξῆς ἕως τοῦ “οὐ κατισχύσουσιν αὐτῆς”. τίνος δὲ αὐτῆς; ἆρα γὰρ τῆς πέτρας, ἐφ’ἣν Χριστὸς οἰκοδομεῖ τὴν ἐκκλησίαν, ἢ τῆς ἐκκλησίας (ἀμφίβολος γὰρ ἡ φράσις), ἢ ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ τῆς πέτρας καὶ τῆς ἐκκλησίας; τοῦτο δ’οἶμαι ἀληθὲς τυγχάνειν · οὔτε γὰρ τῆς πέτρας, ἐφ’ἧς ὁ Χριστὸς οἰκοδομεῖ τὴν ἐκκλησίαν, οὔτε τῆς ἐκκλησίας πύλαι ᾅδου κατισχύσουσιν, ὡς οὐ δὲ “ὁδὸς ὄφεως ἐπὶ πέτρας” (κατὰ τὸ ἐν Παροιμίαις γεγραμμένον) εὑρεθείη ἄν. εἰ δέ τινος πύλαι ᾅδου κατισχύσουσιν, οὔτε πέτρα ὁ τοιοῦτος ἂν εἴη, ἐφ’ἣν οἰκοδομεῖ Χριστὸς τὴν ἐκκλησίαν, οὔτε ἡ ὑπὸ Χριστοῦ οἰκοδομουμένη ἐπὶ τὴν πέτραν ἐκκλησία · ἥτε γὰρ πέτρα ἄβατός ἐστιν ὄφει καὶ ἰσχυροτέρα τῶν ἀντιπαλαιουσῶν αὐτῇ πυλῶν ᾅδου, ὡς διὰ τὴν ἰσχὺν αὐτῆς μὴ κατισχύειν αὐτῆς τὰς πύλας τοῦ ᾅδου · ἥτε ἐκκλησία, ὡς Χριστοῦ οἰκοδομὴ τοῦ οἰκοδομήσαντος ἑαυτοῦ “τὴν οἰκίαν” φρονίμως “ἐπὶ τὴν πέτραν”, ἀνεπίδεκτός ἐστι πυλῶν ᾅδου, κατισχυουσῶν μὲν παντὸς ἀνθρώπου τοῦ ἔξω τῆς πέτρας καὶ τῆς ἐκκλησίας, οὐδὲν δὲ δυναμένων πρὸς αὐτήν.
νοήσαντες δὲ ὡς ἑκάστη τῶν ἁμαρτιῶν, δι’ὧν ἔστιν ἐν ᾅδου γενέσθαι, πύλη ἐστὶν ᾅδου, καταληψόμεθα ὅτι ἡ ἔχουσα “σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων” καὶ διὰ τὴν κακίαν μη δὲ “ἁγία” μη δὲ “ἄμωμος” τυγχάνουσα ψυχὴ οὔτε πέτρα ἐστίν, ἐφ’ἣν ὁ Χριστὸς οἰκοδομεῖ, οὔτε ἐκκλησία οὔτε ἐκκλησίας μέρος, ἣν ἐπὶ τὴν πέτραν ὁ Χριστὸς οἰκοδομεῖ. ἐὰν δέ τις πρὸς ταῦτα δυσωπεῖν ἡμᾶς βούληται διὰ τὰ πλήθη τῶν πιστεύειν νομιζομένων ἐκκλησιαστικῶν, λεκτέον αὐτῷ οὐ μόνον τὸ “πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί”, ἀλλὰ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς προσιόντας αὐτῷ λελεγμένον (ὡς ἐν τῷ κατὰ Λουκᾶν εἴρηται) οὕτως ἔχον · “ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν (διὰ τῆς στενῆς) καὶ οὐκ ἰσχύσουσι”, καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον δὲ γεγραμμένον τοῦτον τὸν τρόπον ῥητέον · “ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν”. προσέχων δὲ τῷ “ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσι” συνήσεις ὅτι τοῦτο ἐπὶ τοὺς αὐχοῦντας μὲν εἶναι ἀπὸ τῆς ἐκκλησίας, ἀσθενῶς δὲ καὶ παρὰ τὸν λόγον βιοῦντας ἀναφέρεται. οἱ μὲν οὖν μὴ ἰσχύοντες εἰσελθεῖν τῶν ζητούντων εἰσελθεῖν, τῷ πύλας ᾅδου κατισχύειν αὐτῶν οὐκ ἂν ἰσχύοιεν · ὧν δὲ πύλαι ᾅδου οὐ κατισχύουσιν, οὗτοι ζητοῦντες εἰσελθεῖν ἰσχύσουσι, “πάντα” ἰσχύοντες “ἐν τῷ ἐν δυναμοῦντι” αὐτοὺς “Χριστῷ Ἰησοῦ”. καὶ τοῦτο δὲ χρὴ εἰδέναι ὅτι, ὥσπερ αἱ πόλεων πύλαι ὀνόματα ἔχουσιν ἑκάστη οἰκεῖα, τὸν αὐτὸν τρόπον αἱ τοῦ ᾅδου πύλαι ὀνομασθεῖεν ἂν κατὰ τὰ εἴδη τῶν ἁμαρτημάτων · ὡς μίαν μὲν ὀνομάζεσθαι πύλην ᾅδου πορνείαν, δι’ἧς ὁδεύουσιν οἱ πορνεύοντες, ἑτέραν δὲ ἄρνησιν, δι’ἧς ἀρνησίθεοι εἰς ᾅδου καταβαίνουσιν […] ἤδη δὲ καὶ ἕκαστος τῶν ἑτεροδόξων καὶ γεννησάντων ψευδώνυμόν τινα γνῶσιν ᾠκοδόμησεν ᾅδου πύλην, ἄλλην μὲν Μαρκίων καὶ Βασιλίδης ἄλλην καὶ Οὐαλεντῖνος ἄλλην. καὶ οὕτως ἕκαστος μὲν τῶν πατέρων μοχθηρᾶς γνώμης ἀρχιτέκτων γέγονε πύλης τινὸς ᾅδου · οἱ δὲ συνεργοὶ τῇ τοῦ ἀρχιτέκτονος τῶν τοιούτων διδασκαλίᾳ, ὑπουργοί τινες καὶ οἰκονόμοι δουλεύοντες μοχθηρῷ ἀρχιτεκτονικῷ ἀσεβείας λόγῳ. πολλῶν δὲ καὶ δυσαριθμήτων οὐσῶν τῶν ᾅδου πυλῶν, οὐδεμία πύλη ᾅδου κατισχύσει τῆς πέτρας ἢ ἐκκλησίας, ἣν ἐπ’αὐτῇ Χριστὸς οἰκοδομεῖ, πλὴν ἔχουσί τινα ἰσχὺν αὗται αἱ πύλαι, ἀφ’ἧς τινῶν μὲν κρατοῦσι τῶν μὴ ἀντιτεινόντων καὶ ἀνταγωνιζομένων πρὸς αὐτάς, ὑφ’ἑτέρων δὲ νικῶνται τῶν διὰ τὸ μὴ ἀφίστασθαι τοῦ εἰπόντος · “ἐγώ εἰμι ἡ θύρα” πάσας τὰς ᾅδου πύλας καθελόντων ἀπὸ τῆς ἑαυτῶν ψυχῆς.
ἐνταῦθα μὲν οὖν πύλαι ᾅδου εἴρηνται, ἐν δὲ τοῖς Ψαλμοῖς ὁ προφήτης εὐχαριστεῖ λέγων · “ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών”. καὶ ἐκ τούτου δὲ μανθάνομεν ὅτι μήποτε οὐχ οἷόντέ ἐστιν πάσας δυνηθῆναι ἐξαγγεῖλαι “τὰς αἰνέσεις” τινὰ τοῦ θεοῦ, μὴ ὑψωθέντα “ἐκ τῶν πυλῶν τοῦ θανάτου” καὶ γενόμενον παρὰ “ταῖς πύλαις” “Σιών”. πύλαι δὲ “Σιὼν” ἐναντίαι ἂν νοηθεῖεν ταῖς πύλαις “τοῦ θανάτου”, ὡς εἶναι πύλην μὲν θανάτου τὴν ἀκολασίαν πύλην δὲ Σιὼν τὴν σωφροσύνην, καὶ οὕτω θανάτου μὲν τὴν ἀδικίαν Σιὼν δὲ τὴν δικαιοσύνην (ἥντινα δεικνὺς ὁ προφήτης φησίν · “αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ”) καὶ πάλιν τὴν μὲν δειλίαν θανάτου πύλην τὴν δὲ ἀνδρείαν Σιών, καὶ ἀφροσύνην μὲν θανάτου τὴν δὲ ἐναντίαν αὐτῇ φρόνησιν τῆς Σιών. πάσαις δὲ ταῖς πύλαις τῆς “ψευδωνύμου γνώσεως” μία ἐναντία ἐστὶ πύλη ἡ τῆς ἀψευδοῦς γνώσεως […]. ἐπίστησον δὲ εἰ δύνασαι (διὰ τὸ “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα”, καὶ τὰ λοιπὰ) λέγειν ἑκάστην ἐξουσίαν καὶ κοσμοκράτορα “τοῦ σκότους τούτου” καὶ πνευματικὸν “τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις” πύλην εἶναι ᾅδου καὶ πύλην θανάτου. πύλαι οὖν ᾅδου λέγοιντο καὶ αἱ ἀρχαὶ καὶ ἐξουσίαι, πρὸς ἃς “ἡμῖν ἡ πάλη” πύλαι δὲ δικαιοσύνης “τὰ λειτουργικὰ πνεύματα”. ὥσπερ δὲ ἐπὶ τῶν κρειττόνων πολλαὶ προλέγονται πύλαι καὶ μετὰ τὰς πολλὰς μία ἐν τῷ “ἀνοίξατέ μοι πύλας δικαιοσύνης · εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ” καὶ “αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ”, οὕτω καὶ ἐπὶ τῶν ἐναντίων πολλαὶ μὲν πύλαι ᾅδου καὶ θανάτου, ἑκάστη ἐξουσία, πρὸς ἃς ἡμῖν ἡ πάλη, ὑπὲρ πάσας δὲ ταύτας αὐτὸς ὁ πονηρὸς πύλη ἐστὶ θανάτου καὶ ᾅδου. καὶ προσέχωμέν γε ἐφ’ἑκάστης ἁμαρτίας ὡς εἰς πύλην ᾅδου τινὰ καταβαίνοντες, εἰ ἁμαρτάνομεν · ἀλλὰ ὑψούμενοι “ἐκ τῶν πυλῶν τοῦ θανάτου” ἐξαγγείλωμεν “πάσας τὰς αἰνέσεις” τοῦ κυρίου “ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών”. οἷον ἐν μιᾷ πύλῃ τῆς θυγατρὸς Σιών, τῇ καλουμένῃ σωφροσύνῃ, ἐξαγγελοῦμεν ἀπὸ σωφροσύνης τὰς αἰνέσεις τοῦ θεοῦ, καὶ ἐν ἄλλῃ, τῇ καλουμένῃ δικαιοσύνῃ, ἀπὸ δικαιοσύνης τὰς αἰνέσεις τοῦ θεοῦ. καὶ ἁπαξαπλῶς ἐν πᾶσιν οἷς γινόμεθα ἐπαινετοῖς, ἐν τούτοις γινόμεθα ἔν τινι πύλῃ τῆς θυγατρὸς Σιών, κατ’ἐκείνην ἐξαγγέλλοντες αἴνεσίν τινα τοῦ θεοῦ. ἐξεταστέον δὲ πῶς ἔν τινι τῶν δώδεκα λέλεκται · “ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο”. μήποτε οὖν ὁ “ἐν πύλαις” ἐλέγχων ἐστὶν ἀπὸ πυλῶν θυγατρὸς Σιὼν τοὺς ἐν τοῖς ἐναντίοις τῆς πύλης ταύτης γενομένους ἁμαρτήμασι καὶ πυλῶν ᾅδου ἢ θανάτου. εἰ δὲ μὴ οὕτως ἀκούοις τοῦ “ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα”, ἤτοι παρελκόντως ἔσται εἰρημένον τὸ “ἐν πύλαις”, ἢ ζήτει πῶς ἂν ἄξιον προφητικοῦ πνεύματος εἴη τὸ λελεγμένον.
μετὰ ταῦτα ἴδωμεν πῶς λέλεκται τῷ Πέτρῳ καὶ παντὶ […] Πέτρῳ τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν. καὶ πρῶτόν γε νομίζω ἀκολούθως λελέχθαι τῷ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν. ἄξιος γὰρ ἀπὸ τοῦ αὐτοῦ λόγου λαβεῖν ἐστι τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας ὁ φραξάμενος πρὸς τὰς τοῦ ᾅδου πύλας, ἵνα μὴ κατισχύσωσιν αὐτοῦ · οἱονεὶ ἆθλα λαμβάνων τοῦ μηδὲν δεδυνῆσθαι κατ’αὐτοῦ τὰς τοῦ ᾅδου πύλας τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας, ἵν’ἑαυτῷ ἀνοίγῃ τὰς κεκλεισμένας πύλας τοῖς νικωμένοις ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν. καὶ εἰσέρχεται, ὡς μὲν σώφρων, διά τινος ἀνοιγομένης σωφροσύνης πύλης ὑπὸ κλειδὸς ἀνοιγούσης σωφροσύνης, καὶ δι’ἑτέρας, ὡς δίκαιος, δικαιοσύνης πύλης ἀνοιγομένης ὑπὸ κλειδὸς δικαιοσύνης · καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἀρετῶν. οἶμαι γάρ, ὅτι ὑπὲρ ἑκάστης ἀρετῆς τῆς γνώσεώς τινα σοφίας μυστήρια κατάλληλα τῷ εἴδει τῆς ἀρετῆς ἀνοίγεται τῷ κατ’ἀρετὴν βιώσαντι διδόντος τοῦ σωτῆρος τοῖς μὴ κρατηθεῖσιν ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν τοσαύτας κλεῖδας ὅσαι εἰσὶν αἱ ἀρεταί, ἀνοιγούσας ἰσαρίθμους πύλας, καταλλήλους κατὰ τὴν ἀποκάλυψιν τῶν μυστηρίων ἑκάστῃ ἀρετῇ. τάχα δὲ καὶ ἑκάστη ἀρετὴ οὐρανοῦ ἐστι βασιλεία, καὶ πᾶσαι ἅμα βασιλεία τῶν οὐρανῶν · ὡς κατὰ τοῦτο ἤδη ἐν βασιλείᾳ εἶναι οὐρανῶν τὸν κατὰ τὰς ἀρετὰς βιοῦντα, ὡς κατὰ τοῦτο τὸ “μετανοεῖτε · ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν” οὐκ ἐπὶ χρόνον ἀναφέρεσθαι, ἀλλὰ ἐπὶ τὰς πράξεις καὶ τὴν διάθεσιν · ὁ Χριστὸς γάρ, ἡ πᾶσα ἀρετή, ἐπιδεδήμηκε καὶ λαλεῖ, καὶ διὰ τοῦτο “ἐντός ἐστι” τῶν αὐτοῦ μαθητῶν “ἡ βασιλεία τοῦ θεοῦ”, καὶ οὐχὶ “ὧδε καὶ ὧδε”. ὅρα δὲ ὅσην ἔχει ἐξουσίαν ἡ πέτρα, ἐφ’ἣν ὑπὸ Χριστοῦ οἰκοδομεῖται ἡ ἐκκλησία, καὶ πᾶς ὁ λέγων · σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὥστε τὰς κρίσεις μένειν βεβαίας τούτου, ὡς κρίνοντος ἐν αὐτῷ τοῦ θεοῦ, ἵνα ἐν αὐτῷ τῷ κρίνειν μὴ κατισχύσωσιν αὐτοῦ πύλαι ᾅδου. τοῦ μὲν οὖν ἀδίκως κρίνοντος καὶ μὴ κατὰ λόγον θεοῦ δεσμεύοντος ἐπὶ γῆς μη δὲ κατὰ βούλησιν αὐτοῦ λύοντος ἐπὶ γῆς, πύλαι ᾅδου κατισχύουσιν. οὗ δὲ πύλαι ᾅδου οὐ κατισχύουσιν, οὗτος δικαίως κρίνει · διὸ ἔχει τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, ἀνοίγων τοῖς λελυμένοις ἐπὶ γῆς, ἵνα καὶ ἐν οὐρανοῖς ὦσι λελυμένοι καὶ ἐλεύθεροι, καὶ κλείων τοῖς κρίσει δικαίᾳ αὐτοῦ δεδεμένοις ἐπὶ γῆς, ἵνα καὶ ἐν οὐρανοῖς ὦσι δεδεμένοι καὶ κεκριμένοι. ἐπεὶ δὲ οἱ τὸν τόπον τῆς ἐπισκοπῆς ἐκδικοῦντες χρῶνται τῷ ῥητῷ ὡς Πέτρος, καὶ τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας ἀπὸ τοῦ σωτῆρος εἰληφότες διδάσκουσίτε τὰ ὑπ’αὐτῶν δεδεμένα τουτέστι καταδεδικασμένα καὶ ἐν οὐρανοῖς δεδέσθαι καὶ τὰ ὑπ’αὐτῶν λελυμένα τουτέστιν ἄφεσιν εἰληφότα καὶ ἐν οὐρανοῖς λελύσθαι, λεκτέον ὅτι ὑγιῶς λέγουσιν, εἰ ἔχουσιν ἔργον δι’ὃ εἴρηται ἐκείνῳ τῷ Πέτρῳ · σὺ εἶ Πέτρος, καὶ εἰ τηλικοῦτοί εἰσιν, ὡς ἐπ’αὐτοῖς ὑπὸ Χριστοῦ οἰκοδομεῖσθαι τὴν ἐκκλησίαν, καὶ ἐπ’αὐτοὺς εὐλόγως τοῦτο ἀναφέροιτ’ἄν. πύλαι δὲ ᾅδου οὐκ ὀφείλουσι κατισχύειν τοῦ θέλοντος δεσμεῖν καὶ λύειν. εἰ δὲ “σειραῖς τῶν ἁμαρτημάτων αὐτοῦ ἔσφιγκται” […], μάτην καὶ δεσμεῖ καὶ λύει. καὶ τάχα δύνασαι εἰπεῖν · ἐν τοῖς ἐν τῷ σοφῷ οὐρανοῖς (ταῖς ἀρεταῖς) δέδεται ὁ φαῦλος, καὶ πάλιν δὲ λέλυται ἐν αὐταῖς ὁ σπουδαῖος καὶ ἀμνηστίαν λαβὼν τῶν πρὸ τῆς ἀρετῆς αὐτῷ ἡμαρτημένων. ὥσπερ δὲ τὸν μὴ ἔχοντα σειρὰς ἁμαρτιῶν μη δὲ ἁμαρτίας παραβαλλομένας “σχοινίῳ μακρῷ” ἢ “ζυγοῦ ἱμάντι δαμάλεως” οὐ δὲ ὁ θεὸς ἂν δήσαιτο, οὕτως οὐ δ’ὅστις ἂν ᾖ Πέτρος. εἰ δέ τις μὴ ὢν Πέτρος καὶ μὴ ἔχων τὰ εἰρημένα ἐνταῦθα, ὥσπερ Πέτρος οἴεται δήσειν ἐπὶ γῆς ὡς τὰ δεδεμένα δεδέσθαι ἐν οὐρανοῖς, καὶ λύσειν ἐπὶ γῆς ὡς τὰ λελυμένα λελύσθαι ἐν οὐρανοῖς, οὗτος “τετύφωται” μὴ ἐπιστάμενος τὸ βούλημα τῶν γραφῶν, καὶ “τυφωθεὶς” ἐμπέπτωκεν “εἰς τὸ τοῦ διαβόλου κρίμα”.
“τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός”. ἀνωτέρω μὲν γέγραπται ὅτι “τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς λέγων αὐτοῖς · εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε” καὶ ὅσα ἑξῆς ἀναγέγραπται εἰρηκέναι αὐτοῖς, πέμπων αὐτοὺς ἐπὶ τὴν ἀποστολήν. ἆρα οὖν τὸ τῶν ἀποστόλων ἤδη ποιοῦντας ἔργον αὐτοὺς ἐβούλετο καὶ κηρύσσειν ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἴτε γὰρ ἐβούλετο, ἄξιον ζητῆσαι τί δήποτε νῦν διαστέλλεται τοῖς μαθηταῖς ἵνα μὴ εἴπωσιν ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἴτε μὴ ἐβούλετο, πῶς δύναται σώζεσθαι τὰ τῆς ἀποστολῆς; καὶ ταῦτα δ’ἄν τις ζητήσαι κατὰ τὸν τόπον · ἆρα ἀποστέλλων τοὺς δώδεκα οὐκ ἀπέστελλεν αὐτοὺς φρονοῦντας ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἰ δὲ τοῦτο ἐφρόνουν οἱ δώδεκα, δηλονότι καὶ ὁ Πέτρος · πῶς οὖν μακαρίζεται νῦν; ἐμφαίνει γὰρ ἡ λέξις διὰ τούτων ὅτι νῦν πρῶτον αὐτὸν ὡμολόγησεν ὁ Πέτρος Χριστὸν υἱὸν “τοῦ θεοῦ τοῦ ζῶντος”. ὁ μὲν οὖν Ματθαῖος πεποίηκε κατά τινα τῶν ἀντιγράφων τὸ τότε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός, ὁ δὲ Μᾶρκος “ἐπετίμησεν αὐτοῖς” φησιν “ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ”, ὁ δὲ Λουκᾶς “ἐπιτιμήσας” φησὶν “αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο” τί δὲ “τοῦτο” ἢ ὅτι καὶ κατ’αὐτὸν ἀποκριθεὶς ὁ Πέτρος εἶπε (πρὸς τὸ “τίνα με λέγετε εἶναι”;) · “τὸν Χριστὸν τοῦ θεοῦ”. ἰστέον μέντοι ὅτι τινὰ τῶν ἀντιγράφων τοῦ κατὰ Ματθαῖον ἔχει τὸ ἐπετίμησεν. ἡ μὲν οὖν ἐπαπόρησις δοκεῖ μοι εἶναι γενναιοτάτη · λύσις δὲ αὐτῆς ἀναντίρρητος ζητηθήτω, ἣν ὁ εὑρίσκων, ἐὰν ᾖ πιστικωτέρα τῶν ὑφ’ἡμῶν λεχθησομένων ὡς ὑπὸ μετρίων, εἰς μέσον φερέτω. πρόσχες οὖν εἰ δύνασαι λέγειν ὅτι τὸ πιστεύεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν ἔλαττόν ἐστι τοῦ γινώσκεσθαι τὸ πεπιστευμένον · τάχα δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐ παντὸς τοῦ γινώσκοντος ὁμοίως αὐτὸν γινώσκοντος. ὅτι μὲν οὖν τὸ πιστεύεσθαι χωρὶς γνώσεως ἔλαττόν ἐστι τοῦ γινώσκεσθαι, δῆλον ἐκ τοῦ κατὰ Ἰωάννην · “[…] ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς”. ὅτι δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐκ ἐπίσης τῶν γινωσκόντων γινωσκόντων αὐτόν, καὶ αὐτὴ μὲν ἡ ἐνάργεια τῷ κα- κἂν ἐπὶ ποσὸν ἐπιστήσαντι παρίστησι τὸ πρᾶγμα · τίς γὰρ οὐκ ἂν ὁμολογήσαι ὅτι (φέρ’εἰπεῖν) Τιμόθεος γινώσκων Ἰησοῦν εἶναι τὸν Χριστὸν οὐκ ἐπὶ τοσοῦτον πεφώτιστο εἰς τὴν περὶ αὐτοῦ γνῶσιν, ὅσον ὁ ἀπόστολος Παῦλος πεφώτιστο; καὶ τοῦτο δ’αὖ τίς οὐκ ἂν παραδέξαιτο ὅτι, κα- κἂν πλείονες ἀληθεύοντες λέγωσι περὶ θεοῦ ὅτι “αὐτός μοι δέδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ”, οὐχ ὁμοίως τρανοῦντες καὶ καταλαμβάνοντες τὰ γινωσκόμενα οὐ δὲ τῷ ἀριθμῷ τοσαῦτα γινώσκοντες τοῦτο ἐροῦσιν; οὐ μόνον δὲ κατὰ τὴν διαφορὰν τοῦ γινώσκειν ἔστι τοὺς γινώσκοντας μὴ ὁμοίως γινώσκειν, ἀλλὰ καὶ κατὰ τὸ παραστῆσαν τὴν γνῶσιν, ὡς κατὰ τοῦτο τὸν ἀποκαλύψαντος τοῦ πατρὸς τὸν υἱὸν ἐγνωκότα (ὡς Πέτρος μεμαρτύρηται ἐγνωκέναι) ἔχειν τὸν ἀνωτάτω μακαρισμόν. εἰ δὲ ὑγιῶς ἡμῖν ταῦτα εἴρηται, ἐπιστήσεις εἰ οἱ δώδεκα πρότερον μὲν ἐπίστευον οὐκ ἐγίνωσκον δέ, ἑξῆς δὲ τῷ πιστεύειν καὶ ἀρχὰς εἶχον τοῦ γινώσκειν καὶ ὀλιγώτερα περὶ αὐτοῦ ἐγίνωσκον, ὕστερον δὲ προὔκοπτον ἐν τῷ γινώσκειν, ὡς δύνασθαι χωρῆσαι τὴν ἀπὸ τοῦ πατρὸς γνῶσιν ἀποκαλύπτοντος τὸν υἱὸν ἐν ὁποίᾳ καταστάσει ὁ Πέτρος ἦν ἡνίκα ἐμακαρίσθη · καὶ γὰρ μακαρίζεται οὐκ ἐπὶ τῷ εἰρηκέναι · “σὺ εἶ ὁ Χριστὸς” μόνον, ἀλλὰ μετὰ τῆς προσθήκης τῆς “ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος”. οἱ γοῦν ἀναγράψαντες Μᾶρκος καὶ Λουκᾶς ἀποκριθέντα τὸν Πέτρον εἰρηκέναι · “σὺ εἶ ὁ Χριστὸς” καὶ μὴ προσθέντες τὸ παρὰ τῷ Ματθαίῳ κείμενον “ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος”, διὰ τοῦτο οὐκ ἀνέγραψαν τὸν ἐπὶ τῷ εἰρημένῳ μακαρισμὸν καὶ τὴν μετὰ τὸν μακαρισμὸν εὐλογίαν λέγουσαν τὸ “σὺ εἶ Πέτρος” καὶ τὰ ἑξῆς.
ἤδη δὲ καὶ τὸ πρῶτον ἐξεταστέον ὅτι τὰ μὲν ἄλλα περὶ αὐτοῦ κατήγγελλον ὡς μεγάλου καὶ θαυμαστοῦ, τὸ δὲ Χριστὸν αὐτὸν εἶναι οὐδέπω ἐκήρυσσον, ἵνα μὴ δοκοίη ὁ σωτὴρ ἀφαιρεῖν αὐτῶν τὴν ἐξουσίαν τὴν περὶ τοῦ καταγγέλλειν αὐτὸν Χριστόν, ἣν πρότερον ἐδωρήσατο. καὶ τάχα τις τῷ τοιούτῳ λόγῳ παραστήσεται φάσκων ὡς ἐν εἰσαγωγῇ δεδιδάχθαι ὑπὸ τῶν ἀποστόλων τοὺς Ἰουδαίους τὰ περὶ τοῦ Ἰησοῦ ἔνδοξα, ἵνα τούτοις ἐν καιρῷ ἐποικοδομηθῇ καὶ τὰ περὶ τοῦ Χριστὸν αὐτὸν εἶναι. τάχα δὲ πολλὰ τῶν πρὸς αὐτοὺς λελεγμένων πρὸς πάντας εἰρῆσθαι τοὺς πιστεύοντας δυνάμει · οὐ γὰρ μόνοις τοῖς ἀποστόλοις ἐφήρμοζε τὸ “ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι”, τάχα δὲ οὐ δ’ὅλως τοῖς ἀποστόλοις, ἀλλ’ἅπασι τοῖς πιστεύειν μέλλουσι τὸ “παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον” καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ τὸ “πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ” καὶ τὰ ἑξῆς οὐκ ἰδίως τοῖς ἀποστόλοις, ἀλλὰ καὶ πᾶσι τοῖς πιστεύουσιν εἴρηται. κατὰ τοῦτο οὖν προϋποτύπωσίς ἐστι διδασκαλίας διὰ τῶν πρὸς τοὺς ἀποστόλους λελεγμένων, ὕστερον κα- κἀκείνοις καὶ παντὶ τῷ διδάσκοντι εἰς χρῆσιν ἐλευσομένης.
ὁ δὲ βουλόμενος καὶ τὸ Χριστὸν αὐτὸν εἶναι κεκηρύχθαι πρότερον ὑπὸ τῶν ἀκουσάντων ἀποστόλων τὸ “ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί · καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων” ἐρεῖ ὅτι οἱονεὶ κατηχῆσαι ἠθέλησε πρότερον ἀμαυρότερον τοὺς παρὰ τῶν ἀποστόλων ἀκουσομένους τὸ Χριστοῦ ὄνομα, εἶτ’ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς διανοίαις τῶν ἀκουσάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ κηρύσσεσθαι, εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσι Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἐγηγερμένος. ὅπερ ἐν ταῖς ἀρχαῖς οὐ δὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδεισαν · γέγραπται γὰρ ἐν τοῖς νῦν ἐξεταζομένοις ὅτι ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ τάδε καὶ τάδε παθεῖν. εἰ δὲ ταῦτα νῦν οἱ ἀπόστολοι μανθάνουσι παρὰ τοῦ Ἰησοῦ ἀπαντησόμενα αὐτῷ, τὴν ἀπὸ τῶν πρεσβυτέρων ἐπιβουλὴν καὶ ὡς ἀναιρεθήσεται καὶ ὡς μετὰ ταῦτα τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν “ἀναστήσεται”, τί χρὴ νομίζειν ἐγνωκέναι πρότερον τοὺς μαθητευομένους παρὰ τοῖς ἀποστόλοις περὶ τοῦ Ἰησοῦ ἢ ὅτι, εἰ καὶ κατηγγέλλετο αὐτοῖς Χριστός, ὡς ἐν εἰσαγωγῇ κατηγγέλλετο οὐ τρανούσῃ τὰ κατ’αὐτόν; καὶ γὰρ ὁ σωτὴρ ἡμῶν ἐβούλετο, διαστελλόμενος τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός, τηρῆσαι τὴν τελειοτέραν περὶ αὐτοῦ διδασκαλίαν ἐπιτηδειοτέρῳ καιρῷ, ὅτε ἠδύναντο μαρτυρῆσαι τοῖς ἑωρακόσιν αὐτὸν σταυρούμενον τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ οἱ ἑωρακότες αὐτὸν σταυρούμενον καὶ ἀναστάντα μαθηταί. εἰ γὰρ οἱ ἀεὶ αὐτῷ συνόντες ἀπόστολοι καὶ πάντα ἑωρακότες “ἃ ἐποίει θαυμάσια” καὶ μαρτυροῦντες αὐτοῦ τοῖς λόγοις ὅτι “ῥήματα ζωῆς αἰωνίου” ἦσαν, ἐσκανδαλίσθησαν περὶ τὴν νύκτα τοῦ προδεδόσθαι αὐτόν, τί οἴει ἂν παθεῖν τοὺς πρότερον μανθάνοντας μαθόντας, ὅτι αὐτὸς εἴη ὁ Χριστός; ὧν (οἶμαι) φειδόμενος ταῦτα διεστείλατο.
ὁ δὲ βουλόμενος τὰ εἰρημένα πρὸς τοὺς δώδεκα εἰς τοὺς μετὰ ταῦτα ἀναφέρεσθαι χρόνους, καὶ μηδέπω κατηγγελκέναι τοὺς ἀποστόλους τοῖς ἀκούουσιν αὐτῶν ὅτι αὐτὸς εἴη ὁ Χριστός, φήσει ὅτι ἐβούλετο τηρηθῆναι τὴν τοῦ Χριστοῦ ἔννοιαν ἐπιπεπλεγμένην τῷ Ἰησοῦ ὀνόματι τῇ τελειοτέρᾳ καὶ σωτηρίῳ κηρύξει, ὁποίαν ἐπιστάμενος ὁ Παῦλος ἔλεγε Κορινθίοις τὸ “ἐγὼ δὲ ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον”. διὸ πρότερον μὲν Ἰησοῦν, τάδε τινὰ ποιοῦντα καὶ τοιάδε τινὰ αὐτὸν διδάσκοντα εἶναι ἐκήρυσσον. νῦν δ’ὅτε Πέτρος Χριστὸν αὐτὸν εἶναι ὁμολογεῖ υἱὸν “τοῦ θεοῦ τοῦ ζῶντος”, ὡς μὴ βουλόμενος κηρύσσεσθαι αὐτὸν ἤδη Χριστόν, ἵν’εὐκαιρότερον κηρυχθῇ καὶ ἐσταυρωμένος, διαστέλλεται τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. παρίσταται δέ πως τοῦτ’εἶναι τὸ βούλημα αὐτοῦ κωλύοντος κηρύσσεσθαι αὐτὸν εἶναι Χριστὸν ἐκ τοῦ ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἐπιφερομένων. οἱονεὶ γὰρ τότε κατὰ τὸν καιρὸν ἐγνωκόσι τοῖς μαθηταῖς Ἰησοῦν εἶναι Χριστὸν υἱὸν “τοῦ θεοῦ τοῦ ζῶντος”, ἀποκαλύψαντος αὐτοῖς τοῦ πατρός, κηρύσσει (ἀντὶ τοῦ πιστεύειν αὐτοὺς εἰς Ἰησοῦν Χριστὸν “ἐσταυρωμένον”) πιστεύειν εἰς Ἰησοῦν Χριστὸν σταυρωθησόμενον, ἀλλὰ καὶ (ἀντὶ τοῦ πιστεύειν εἰς Ἰησοῦν Χριστὸν καὶ τοῦτον “ἐγηγερμένον ἐκ νεκρῶν”) διδάσκει αὐτοὺς πιστεύειν εἰς Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐγερθησόμενον ἐκ νεκρῶν. ἐπεὶ δὲ “ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισε θριαμβεύσας ἐν παρρησίᾳ ἐν τῷ ξύλῳ”, εἴ τις ἐπαισχύνεται τὸν Χριστοῦ σταυρόν, ἐπαισχύνεται τὴν οἰκονομίαν δι’ἣν ἐθριαμβεύθησαν ἐκεῖναι, δέον καὶ “καυχᾶσθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ” τὸν καὶ πιστεύοντα καὶ ἐγνωκότα ταῦτα · “δι’οὗ” Χριστοῦ σταυρουμένου τοῦ κόσμου τῷ πιστεύοντι ἐδειγματίσθησαν καὶ ἐθριαμβεύθησαν αἱ ἀρχαί, ἐν αἷς (οἶμαι) ἦν καὶ ὁ ἄρχων τοῦ αἰῶνος τούτου. διόπερ ἐγγὺς γενόμενος τοῦ παθεῖν εἶπε τὸ “νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται” καὶ “νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω · καὶ ἐὰν ὑψωθῶ (φησὶν) ἐκ τῆς γῆς, πάντας · ἑλκύσω πρὸς ἐμαυτόν”, οὐκέτι τοσοῦτον ὅσον πρότερον δυναμένου τοῦ ἄρχοντος τοῦ κωλύοντος ἔρχεσθαι πρὸς τὸν Ἰησοῦν τοὺς ἑλκομένους ὑπ’αὐτοῦ.
ἀναγκαῖον μὲν οὖν τῷ κηρύσσεσθαι Ἰησοῦν Χριστὸν “ἐσταυρωμένον” κηρύσσεσθαι αὐτόν · ἐλλιπὲς δέ ἐστιν αὐτὸν μὲν κηρύσσειν, τὸν δὲ σταυρὸν αὐτοῦ σιωπᾶν. καὶ οὐχ οὕτως ἐλλιπὲς εἶναί μοι φαίνεται τὸ Ἰησοῦν εἰπεῖν τὸν Χριστὸν σιωπωμένου τινὸς τῶν ἄλλων τεραστίων αὐτοῦ, ὡς σιωπωμένου τοῦ εἶναι αὐτὸν ἐσταυρωμένον. διόπερ τηρῶν τὸ τελειοτέρως κηρυχθῆναι ὑπὸ τῶν ἀποστόλων τὰ περὶ αὐτοῦ, διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς καὶ ηὐτρέπιζεν αὐτοὺς λέγειν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἀναστάς, ἡνίκα ἤρξατο οὐ μόνον λέγειν οὐ δὲ ἕως τοῦ διδάσκειν προκόπτειν, ἀλλὰ καὶ δεικνύναι τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ τὰ ἑξῆς · πρόσεχε γὰρ τῇ δεικνύειν λέξει ὅτι, ὥσπερ τὰ αἰσθητὰ δείκνυσθαι λέγεται, οὕτως δείκνυσθαι εἴρηται ὑπὸ τοῦ Ἰησοῦ τὰ ὑπ’αὐτοῦ λεγόμενα τοῖς μαθηταῖς αὐτοῦ. καὶ οὐχ οὕτως οἶμαι δεδεῖχθαι τοῖς ἑωρακόσι σωματικῶς πολλὰ πάσχοντα αὐτὸν ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἕκαστον τῶν ὁρωμένων, ὡς τοῖς μαθηταῖς τὴν λογικὴν δεῖξιν περὶ τούτου.
καὶ τότε μὲν ἤρξατο δεικνύειν, εἰκὸς δ’ὅτι μετὰ τοῦτο τοῖς χωρητικοῖς γινομένοις τρανότερον ἐδείκνυεν, οὐκέτι ὡς εἰσαγομένοις ἀρχόμενος δεικνύναι, ἀλλ’ἤδη καὶ προκόπτων ἐν τῷ δεικνύναι. καὶ εἴπερ ἐστὶν εὔλογον νοεῖν ὅτι πάντως οὗπερ ὁ Ἰησοῦς ἤρξατο τοῦτο ἐτέλεσε, πάντως ποτὲ ἐτέλεσεν ὃ ἤρξατο δεικνύειν τοῖς μαθηταῖς περὶ τοῦ δεῖν αὐτὸν τὰ γεγραμμένα παθεῖν. ὅτε γὰρ τὴν ἀπὸ τοῦ λόγου περὶ τούτων τῶν μυστηρίων τελείαν γνῶσιν καταλαμβάνει τις, τότε λεκτέον ἀπὸ λογικῆς δείξεως ὁρῶντος τοῦ νοῦ τὰ δεικνύμενα, τετελειῶσθαι τὴν δεῖξιν τῷ ταῦτα θεωρεῖν καὶ βουλομένῳ καὶ δυναμένῳ καὶ θεωροῦντι. ἐπεὶ δὲ οὐκ ἐνεδέχετο “προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλὴμ” ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ “ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν”, διὰ τοῦτο ἔδει αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, ἵνα πολλὰ παθὼν ἐν Ἱεροσολύμοις καὶ ἀποκτανθεὶς ἐν ἐκείνοις τὴν ἀπαρχὴν τῆς ἐκ νεκρῶν ἀναστάσεως ποιήσῃ ἐν τοῖς “ἄνω” Ἱεροσολύμοις, καταλείπων καὶ καταργῶν καὶ καταλύων τὴν ἐπὶ τῆς γῆς Ἱερουσαλὴμ μετὰ πάσης τῆς ἐν αὐτῇ λατρείας. ὅσον μὲν γὰρ “Χριστὸς” οὐκ “ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων”, οὐ δὲ συνηγέρθησαν αὐτῷ οἱ γινόμενοι σύμμορφοι τῷ θανάτῳ καὶ τῇ ἀναστάσει αὐτοῦ, κάτω ἐζητεῖτο ἡ τοῦ θεοῦ πόλις καὶ ὁ ναός, οἱ καθαρισμοὶ καὶ τὰ λοιπά · ὅτε δὲ τοῦτο γέγονεν, οὐκέτι, ἀλλὰ τὰ ἄνω, ἅτινα ἵνα ἐνστῇ, ἔδει αὐτὸν εἰς τὰ κάτω Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ ἐκεῖ παθεῖν ἀπὸ τῶν ἐν αὐτῇ πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων τοῦ λαοῦ, ἵνα δοξασθῇ μὲν ὑπὸ τῶν χωρούντων τὰς εὐεργεσίας αὐτοῦ οὐρανίων πρεσβυτέρων καὶ θειοτέρων ἀρχιερέων ὑπὸ ἀρχιερεῖ τῷ ἑνὶ τεταγμένων, δοξασθῇ δὲ ὑπὸ τῶν γραμματέων τοῦ λαοῦ ἀσχολουμένων περὶ γράμματα, οὐ τὰ γραφόμενα “μέλανι ἀλλὰ” τετρανωμένα “πνεύματι θεοῦ ζῶντος”, καὶ ἀποκτανθῇ μὲν ἐν τοῖς κάτω Ἱεροσολύμοις, βασιλεύσῃ δὲ ἀναστὰς ἐν “Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ”. τῇ τρίτῃ δὲ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέστη, ἵνα ῥυσάμενος “ἀπὸ τοῦ πονηροῦ” καὶ τοῦ υἱοῦ αὐτοῦ, ἐν ᾧ τὸ ψεῦδος ἦν καὶ ἡ ἀδικία καὶ ὁ πόλεμος καὶ πάντα τὰ ἐναντία οἷς ἐστιν ὁ Χριστός, ἔτι δὲ τοῦ μετασχηματιζομένου εἰς ἅγιον πνεῦμα βεβήλου πνεύματος, περιποιήσῃ τοῖς ῥυσθεῖσι βαπτίσασθαι τὸ πνεῦμα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα “εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος”, ἅπερ τρεῖς ἡμέραι εἰσὶν ἅμα ἐνεστηκυῖαι αἰωνίως τοῖς δι’αὐτὰς γενομένοις υἱοῖς τοῦ φωτός.
ἐπεὶ δὲ ἀνάξια τὰ πάθη ἐνόμιζεν εἶναι Χριστοῦ τοῦ υἱοῦ “τοῦ θεοῦ τοῦ ζῶντος”, ἥττονα δὲ καὶ τοῦ ἀποκαλύψαντος αὐτῷ πατρὸς τὰ τηλικαῦτα περὶ αὐτοῦ (οὐ γὰρ ἀποκεκάλυπτο αὐτῷ τὰ περὶ τοῦ πείσεσθαι) διὰ τοῦτο προσλαβόμενος αὐτὸν καὶ ὥσπερ ἐπιλαθόμενος τῆς ἀξίας τοῦ Χριστοῦ, καὶ ὅτι “ὁ υἱὸς τοῦ ζῶντος θεοῦ” οὐδὲν ἐπιτιμήσεως λέγει ἢ πράττει ἄξιον, ἤρξατο ἐπιτιμᾶν αὐτῷ καὶ ὡς δεομένῳ ἱλασμοῦ (οὐ γὰρ ᾔδει πω ὅτι τοῦτον “προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι”) εἶπεν · ἵλεώς σοι, κύριε. οὗ τὴν μὲν πρόθεσιν ἀποδεξάμενος τῇ δὲ ἀγνοίᾳ ἐπιτιμῶν, διὰ μὲν τὴν πρόθεσιν οὖσαν δεξιὰν λέγει αὐτῷ · ὕπαγε ὀπίσω μου, οἱονεὶ καταλιπόντι τὰ δι’ὧν ἠγνόει καὶ οὐκ ὀρθῶς ἔλεγεν τὸ ἀκολουθεῖν τῷ Ἰησοῦ. διὰ δὲ τὴν ἄγνοιαν, ὡς ἀντικείμενόν τι ἔχοντι τοῖς τοῦ θεοῦ, εἶπε · σατανᾶ, ὅπερ ἐστὶν Ἑβραϊκῶς “ἀντικείμενος”. εἰ δὲ μήτε ἀπὸ ἀγνοίας εἰρήκει μήτε ἐπιτετιμήκει τῷ υἱῷ “τοῦ ζῶντος θεοῦ”, λέγων αὐτῷ τὸ ἵλεώς σοι, κύριε · οὐ μὴ ἔσται σοι τοῦτο, οὔτ’ἂν εἶπεν αὐτῷ τὸ ὕπαγε ὀπίσω μου, ὡς καταλιπόντι τὸ εἶναι αὐτοῦ ὀπίσω καὶ ἕπεσθαι αὐτῷ, οὔτ’ἂν ὡς ἀντικείμενα εἰρηκότι τοῖς ὑπ’αὐτοῦ λελεγμένοις ἔλεξεν ἂν τὸ σατανᾶ. νυνὶ δὲ ἴσχυσεν αὐτὸν ὁ σατανᾶς, ἀκολουθήσαντα τῷ Ἰησοῦ καὶ ὀπίσω αὐτοῦ βαίνοντα, ἀποστῆσαι τοῦ ἀκολουθεῖν αὐτῷ καὶ τοῦ ὀπίσω τυγχάνειν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ ποιῆσαι αὐτόν, δι’ὧν εἶπεν ἀπὸ ἀγνοίας, ἄξιον τοῦ ἀκοῦσαι σατανᾶν καὶ σκάνδαλον τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οὐ φρονοῦντα τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ὅτι δὲ ὀπίσω πρότερον ἦν (πρὶν τοῦτο ἁμαρτεῖν) τοῦ υἱοῦ τοῦ θεοῦ ὁ Πέτρος, δῆλον ἐκ τοῦ “δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων”.
ἅμα δὲ συγκρινεῖς ὅτι πρὸς μὲν τὸν Πέτρον εἶπεν · ὕπαγε ὀπίσω μου, σατανᾶ, πρὸς δὲ τὸν διάβολον (εἰπόντα αὐτῷ · “πάντα σοι ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι”) “ὕπαγε, σατανᾶ” χωρὶς τῆς ὀπίσω μου προσθήκης. τὸ γὰρ ὀπίσω τοῦ Ἰησοῦ εἶναι ἀγαθόν ἐστι · διὸ εἴρηται τὸ “δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων”. τοιοῦτον δέ ἐστι καὶ τὸ “ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος”. καὶ ἁπαξαπλῶς τήρει τὴν ὀπίσω λέξιν ὅτι ἀγαθὸν μέν ἐστι πρᾶγμα, ὅτε “ὀπίσω κυρίου” τοῦ θεοῦ τις πορεύεται καὶ ὀπίσω τοῦ Χριστοῦ γίνεται · ἐναντίον δέ, ὅτε ῥίπτει τις τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω ἢ ὅτε παραβαίνει τὴν λέγουσαν ἐντολήν · “ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου”. καὶ ὁ Ἠλίας δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν πρὸς τὸν λαόν φησιν · “ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ · εἰ δέ ἐστι κύριος ὁ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ”. καὶ λέγει τοῦτο τῷ Πέτρῳ ὁ Ἰησοῦς στραφείς, καὶ τοῦτο γὰρ εὐεργετῶν ποιεῖ. καὶ σὺ μὲν οὖν πλείονα συναγαγὼν παραδείγματα τοῦ στραφεὶς (καὶ μάλιστα ἐπὶ τοῦ Ἰησοῦ τεταγμένα) καὶ συνεξετάσας αὐτὰ ἀλλήλοις, εὕροις ἂν οὐ παρελκόντως τὴν λέξιν κειμένην. ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος παραθέσθαι ἀπὸ τοῦ κατὰ Ἰωάννην · “στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς (δηλονότι Πέτρον καὶ Ἀνδρέαν) ἀκολουθοῦντας λέγει αὐτοῖς · τί ζητεῖτε”; ὅρα γὰρ ὅτι καὶ ἐν τούτοις τὸ “στραφεὶς” ἐπ’εὐεργεσίᾳ γίνεται τῶν πρὸς οὓς ἐστράφη.
μετὰ ταῦτα ζητητέον πῶς εἴρηκε τῷ Πέτρῳ τὸ σκάνδαλόν μου εἶ, μάλιστα ἐπεί φησιν ὁ Δαυΐδ · “εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον”. φήσει γάρ τις · εἰ διὰ τὸ βέβαιον τῶν τὴν […] ἀγάπην ἐχόντων καὶ ἀνεπιδέκτων ὄντων τοῦ σκανδαλίζεσθαι (ἡ ἀγάπη γὰρ “πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει · ἡ ἀγάπη οὐδέποτε ἐκ πίπτει”) εἴρηται τοῦτο ἐν τῷ προφήτῃ, πῶς αὐτὸς ὁ κύριος, ὑποστηρίζων “πάντας τοὺς καταπίπτοντας” καὶ ἀνορθῶν “πάντας τοὺς κατερραγμένους”, εἶπε τῷ Πέτρῳ · σκάνδαλόν μου εἶ; λεκτέον δὲ ὅτι ἀνεπίδεκτος μέν ἐστι τοῦ σκανδαλίζεσθαι οὐ μόνον ὁ σωτὴρ ἀλλὰ καὶ πᾶς ὁ ἐν ἀγάπῃ τετελειωμένος, τὸ ὅσον δὲ ἐφ’ἑαυτῷ ὁ τὰ τοιαῦτα λέγων ἢ πράττων, σκάνδαλόν ἐστι καὶ τοῦ μὴ σκανδαλισθησομένου · εἰ μὴ ἄρα πάντα τὸν μαθητὴν Ἰησοῦς ἁμαρτάνοντα σκάνδαλον καὶ ἑαυτοῦ ἀποκαλεῖ, ὡς πολλῷ μᾶλλον παρὰ Παῦλον διὰ τὴν ἀγάπην λέξων ἄν · “τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι”; παρ’ὃ δυνατὸν ποιῆσαι · τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ σκανδαλίζομαι; εἰ δὲ Πέτρος τότε (διὰ τὸ ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο) σκάνδαλον εἴρηται ὑπὸ τοῦ Ἰησοῦ, ὡς οὐ τὰ τοῦ θεοῦ ἐν οἷς εἶπε φρονῶν, ἀλλὰ τὰ τῶν ἀνθρώπων, τί λεκτέον περὶ πάντων τῶν ἐπαγγελλομένων μαθητεύεσθαι τῷ Ἰησοῦ, μὴ φρονούντων δὲ τὰ τοῦ θεοῦ καὶ μὴ σκοπούντων τὰ μὴ βλεπόμενα καὶ αἰώνια, φρονούντων δὲ τὰ τῶν ἀνθρώπων καὶ σκοπούντων τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἢ ὅτι οἱ τοιοῦτοι ἔτι μᾶλλον ἂν ὑπὸ τοῦ Ἰησοῦ ἀποκαλοῖντο σκάνδαλον αὐτοῦ καὶ διὰ τὸ σκάνδαλα αὐτοῦ εἶναι καὶ τῶν ἀδελφῶν; ἐφ’οἷς ὡς λέγει τὸ “ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν” καὶ τὰ ἑξῆς, οὕτως εἴποι ἂν καὶ τὸ τρέχοντα ἐσκανδαλίσατέ με. μὴ νομίσωμεν τοίνυν τὸ τυχὸν εἶναι ἁμάρτημα τὸ φρονεῖν τὰ τῶν ἀνθρώπων, δέον ἐν πᾶσι φρονεῖν τὰ τοῦ θεοῦ. ἁρμόσει δὲ λέγειν τοῦτο καὶ παντὶ τῷ ἀποπεπτωκότι μὲν δογμάτων θεοῦ καὶ λόγων ἐκκλησιαστικῶν καὶ φρονήματος ἀληθοῦς, φρονοῦντι δ’ὡς ἀληθῆ (φέρε εἰπεῖν) τὰ Βασιλίδου ἢ Οὐαλεντίνου ἢ Μαρκίωνος ἤ τινος τῶν διδασκόντων τὰ ἀνθρώπινα ὡς θεῖα.
“τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ · εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν” καὶ τὰ ἑξῆς. διὰ τούτων δείκνυται, ὅτι τὸ θέλειν ὀπίσω τοῦ Ἰησοῦ ἐλθεῖν καὶ ἀκολουθεῖν αὐτῷ οὐκ ἀπὸ τοῦ τυχόντος ἀνδραγαθήματος γίνεται, καὶ οὐδεὶς μὴ ἀρνησάμενος ἑαυτὸν ἥκοι ἂν ὀπίσω τοῦ Ἰησοῦ. ἀρνεῖται δὲ ἑαυτὸν ὁ τὸν ἑαυτοῦ πρότερον κατὰ κακίαν βίον γεγενημένον τῇ ἀξιολόγῳ μεταβολῇ ἀπαλείφων, οἷον (ὡς ἐπὶ παραδείγματος) ὁ πάλαι ἀκόλαστος ἀρνεῖται αὑτὸν ἀκόλαστον σωφρονήσας καὶ καθεξῆς. ἀλλ’εἰκὸς ἀντιπίπτειν τινά, εἰ ὥσπερ ἑαυτὸν ἠρνήσατο, οὕτως καὶ αὑτὸν ὁμολογεῖ, ἀρνησάμενος μὲν ἑαυτὸν τὸν ἄδικον, ὁμολογῶν δὲ ἑαυτὸν τὸν δίκαιον. ἀλλ’εἴπερ Χριστός ἐστιν ἡ δικαιοσύνη, ὁ τὴν δικαιοσύνην ἀνειληφὼς οὐχ ἑαυτὸν ἀλλὰ Χριστὸν ὁμολογεῖ. οὕτως καὶ ὁ τὴν σοφίαν εὑρὼν δι’αὐτοῦ τοῦ ἔχειν σοφίαν Χριστὸν ὁμολογεῖ. καὶ ὁ τοιοῦτός γε, “καρδίᾳ” πιστεύων “εἰς δικαιοσύνην”, καὶ “στόματι” ὁμολογῶν “εἰς σωτηρίαν” καὶ τοῖς ἔργοις Χριστῷ μαρτυρῶν […], ὡς ὁμολογήσας διὰ πάντων τούτων τὸν Χριστὸν “ἔμπροσθεν τῶν ἀνθρώπων”, ὁμολογηθήσεται ὑπ’αὐτοῦ “ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρός”. οὕτω δὲ καὶ ὁ μὴ ἀρνησάμενος ἑαυτὸν ὁμολογεῖ μὲν ἑαυτόν, ἀρνεῖται δὲ τὸν Χριστὸν καὶ ὡς ἀρνησάμενος τὸν Χριστὸν πείσεται τὸ “κα- κἀγὼ αὐτὸν ἀρνήσομαι”. διὰ τοῦτο πᾶς διαλογισμὸς ἡμῶν καὶ νόημα καὶ πᾶς λόγος καὶ πᾶσα πρᾶξις πνεέσθω τῆς ἡμῶν περὶ ἑαυτῶν μὲν ἀρνήσεως, περὶ δὲ Χριστοῦ καὶ ἐν Χριστῷ μαρτυρίας καὶ ὁμολογίας. πείθομαι γὰρ πᾶσαν τὴν τοῦ τελείου πρᾶξιν μαρτύριον εἶναι Χριστοῦ Ἰησοῦ, καὶ τὴν πάσης ἁμαρτίας ἀποχὴν ἄρνησιν εἶναι ἑαυτοῦ φέρουσαν ὀπίσω τοῦ Ἰησοῦ. ὁ δὲ τοιοῦτος Χριστῷ συνεσταύρωται, καὶ ἄρας τὸν σταυρὸν ἑαυτοῦ ἀκολουθεῖ τῷ δι’ἡμᾶς βαστάζοντι τὸν ἑαυτοῦ σταυρὸν κατὰ τὸ εἰρημένον οὕτω παρὰ τῷ Ἰωάννῃ “παραλαβόντες οὖν αὐτὸν ἐπέθηκαν αὐτῷ” καὶ τὰ ἑξῆς ἕως τοῦ “ὅπου αὐτὸν ἐσταύρωσαν”. ἀλλ’ὁ μὲν (ἵν’οὕτως ὀνομάσω) κατὰ τὸν Ἰωάννην Ἰησοῦς “ἑαυτῷ” βαστάζει “τὸν σταυρὸν” καὶ “βαστάζων αὐτὸν ἐξῆλθεν”, ὁ δὲ κατὰ τὸν Ματθαῖον καὶ Μᾶρκον καὶ Λουκᾶν οὐχ ἑαυτῷ αὐτὸν αἴρει · Σίμων γὰρ ὁ Κυρηναῖος αὐτὸν βαστάζει. καὶ τάχα οὗτος μὲν εἰς ἡμᾶς ἀναφέρεται, τοὺς διὰ τὸν Ἰησοῦν τὸν Ἰησοῦ σταυρὸν αἴροντας, αὐτὸς δὲ ὁ Ἰησοῦς εἰς ἑαυτόν · οἷον γὰρ δύο ἐπίνοιαι τοῦ σταυροῦ εἰσιν, ἑνὸς μὲν ὃν ὁ Σίμων ὁ Κυρηναῖος βαστάζει, ἑτέρου δὲ ὃν αὐτὸς “ἑαυτῷ” ὁ Ἰησοῦς.
ἔτι δὲ εἰς τὸ ἀρνησάσθω ἑαυτὸν δοκεῖ μοι χρήσιμον εἶναι τὸ ὑπὸ τοῦ Παύλου ἀρνουμένου ἑαυτὸν εἰρημένον, οὕτως ἔχον · “ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός” · τὸ γὰρ “ζῶ οὐκέτι ἐγὼ” φωνὴ ἦν ἑαυτὸν ἀρνουμένου, ὡς ἀποθεμένου μὲν τὴν ἑαυτοῦ ζωήν, ἀνειληφότος δὲ εἰς ἑαυτὸν τὸν Χριστόν, ἵνα αὐτὸς ἐν αὐτῷ ζήσῃ ὡς “δικαιοσύνη” καὶ ὡς “σοφία” καὶ ὡς “ἁγιασμὸς” καὶ ὡς “εἰρήνη ἡμῶν” καὶ ὡς “δύναμις θεοῦ”, πάντα ἐν αὐτῷ ἐνεργῶν. ἔτι δὲ καὶ τούτῳ πρόσχες ὅτι, πολλῶν ὄντων τῶν τρόπων τοῦ ἀποθνῄσκειν, “ἐπὶ ξύλου” κρεμασθεὶς ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα πάντες οἱ ἀποθνῄσκοντες “τῇ ἁμαρτίᾳ” μὴ ἄλλῳ τρόπῳ ἀποθάνωσιν αὐτῇ ἢ τῷ κατὰ τὸν σταυρόν · διὸ ἐροῦσι τὸ “Χριστῷ συνεσταύρωμαι” καὶ τὸ “ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’οὗ ἐμοὶ κόσμος ἐσταύρωται κα- κἀγὼ τῷ κόσμῳ”. τάχα γὰρ καὶ ἕκαστος τῶν συσταυρουμένων Χριστῷ ἀπεκδύεται “τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας” καὶ δειγματίζει αὐτὰς καὶ θριαμβεύει ἐν τῷ ξύλῳ, μᾶλλον δὲ Χριστὸς ἐν αὐτοῖς ταῦτα ποιεῖ.
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν. ἀμφίβολος ἡ πρώτη λέξις · ἔστι γὰρ ἀπ’αὐτῆς καθ’ἕνα μὲν τρόπον ταῦτα νοῆσαι · εἴ τις ὡς φιλόζωος καὶ οἰόμενος τὴν ἐνεστηκυῖαν εἶναι ζωὴν ἀγαθόν, περιέπει τὴν ἑαυτοῦ ψυχὴν πρὸς τὸ ἐν σαρκὶ ζῆν, φοβούμενος ἀποθανεῖν ὡς διὰ τούτου τοῦ θανάτου ἀπολέσων αὐτήν, οὗτος ἐν αὐτῷ τῷ θέλειν τὸν τρόπον τοῦτον σώζειν τὴν ψυχὴν ἑαυτοῦ ἀπολέσει αὐτήν, ἔξω ποιῶν αὐτὴν τῶν ὅρων τῆς μακαριότητος. εἰ δέ τις καταφρονῶν τοῦ ἐνεστηκότος ζῆν διὰ τὸν ἐμὸν λόγον πείσαντα περὶ αἰωνίου ζωῆς μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν […] παραδιδοὺς αὐτὴν ὑπὲρ εὐσεβείας τῷ κοινότερον ὀνομαζομένῳ θανάτῳ, οὗτος, ὡς δι’ἐμὲ ἀπολέσας τὴν ψυχήν, σώσει αὐτὴν μᾶλλον καὶ περιποιήσεται […]. καὶ καθ’ἕτερον δὲ τρόπον οὕτως ἂν ἐκδεχοίμεθα τὸ ῥητόν · εἴ τις νοήσας, ὅ τί ποτέ ἐστιν ἡ σωτηρία, βούλεται κομίσασθαι τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, οὗτος ἀποταξάμενος τούτῳ τῷ βίῳ καὶ ἀρνησάμενος αὑτὸν καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῶν μοι ἀπολλύτω τῷ κόσμῳ τὴν ψυχὴν ἑαυτοῦ · ἐμοῦ γὰρ ἕνεκεν καὶ πάσης μου τῆς διδασκαλίας ἀπολλὺς αὐτήν, τέλος τῆς τοιαύτης ἀπωλείας […] κομίσεται τὴν σωτηρίαν.
ἅμα δὲ καὶ τήρει ὅτι ἐν μὲν τῇ ἀρχῇ τὸ ὃς ἂν θέλῃ εἴρηται, ἑξῆς δὲ τὸ ὃς ἂν ἀπολέσῃ αὐτήν. θέλοντες οὖν αὐτὴν σώζεσθαι ἀπολέσωμεν αὐτὴν τῷ κόσμῳ, ὡς Χριστῷ συσταυρούμενοι καὶ ὡς ἔχοντες καύχημα τὸ “ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’οὗ ὁ κόσμος” ἡμῖν σταυρωθήσεται καὶ ἡμεῖς “τῷ κόσμῳ”, ἵνα κομισώμεθα “τὸ τέλος τὴν σωτηρίαν τῶν ψυχῶν” ἡμῶν, ἀρχομένην ἀπὸ τοῦ ἀπολλύναι ἡμᾶς αὐτὴν ἕνεκεν τοῦ λόγου. ἀλλ’εἴπερ νοοῦμεν τὸ σώζεσθαι τὴν ψυχὴν μακάριον εἶναι, ἀναφερόμενον ἐπὶ τὴν ἐν θεῷ σωτηρίαν καὶ τοὺς παρ’αὐτῷ μακαρισμούς, ὀφείλει τις εἶναι καὶ ἀπώλεια ψυχῆς ἀγαθὴ καὶ ἕνεκεν Χριστοῦ, προοίμιον ἐσομένη τῆς μακαρίας σωτηρίας. δοκεῖ μοι οὖν, ἀνάλογον τῷ ἀρνεῖσθαι ἑαυτὸν κατὰ τὰ ἀποδεδομένα, ἀπολλύναι δεῖν ἕκαστον τὴν ἑαυτοῦ ψυχήν. ἀπολλύτω οὖν ἕκαστος τὴν ἑαυτοῦ ἁμαρτάνουσαν ψυχήν, ἵνα ἀπολέσας τὴν ἁμαρτάνουσαν ἀναλάβῃ τὴν ἐν τῷ κατορθοῦν σωζομένην. οὐδὲν δὲ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ. κερδαίνει δ’(οἶμαι) τὸν κόσμον, ᾧ ὁ κόσμος οὐ σταυροῦται. ᾧ δὲ κόσμος οὐ σταυροῦται, ἐκείνῳ ἔσται ζημία τῆς ψυχῆς ἑαυτοῦ. δύο δὲ προκειμένων, ἤτοι διὰ τὸ κερδαίνειν τὴν ψυχὴν ζημιοῦσθαι τὸν κόσμον, ἢ διὰ τὸ κερδαίνειν τὸν κόσμον ζημιοῦσθαι τὴν ψυχήν, πολλῷ μᾶλλόν ἐστιν αἱρετώτερον ζημιωθῆναι μὲν ἡμᾶς τὸν κόσμον, κερδῆσαι δὲ τὴν ψυχὴν ἐκ τοῦ διὰ Χριστὸν αὐτὴν ἀπολέσαι.
τὸ δὲ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; δόξει μὲν ἐπαπορητικῶς εἰρημένον δύνασθαι δηλοῦν καὶ τὸ δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ μετὰ τὰς ἁμαρτίας ὅλην ἀποδεδομένον τὴν οὐσίαν, ἵνα ψωμίσῃ πένητας τὰ ὑπάρχοντα αὐτοῦ, ὡς διὰ τούτου σωθησόμενος. καὶ ἀποφαντικῶς δ’οἶμαι δηλοῦν ὅτι οὐκ ἔστι τι τῷ ἀνθρώπῳ, ὅπερ δοὺς ὡς ἀντάλλαγμα τῆς ψυχῆς ἑαυτοῦ κεκρατημένης ὑπὸ τοῦ θανάτου, λυτρώσεται αὐτὴν ἐκ χειρὸς αὐτοῦ. ἄνθρωπος μὲν οὖν οὐκ ἂν δῴη τι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, θεὸς δὲ τῆς πάντων ἡμῶν ψυχῆς ἀντάλλαγμα ἔδωκε τὸ τίμιον αἷμα τοῦ Ἰησοῦ καθὸ “τιμῆς” ἠγοράσθημεν, “οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ” ἀπολυτρωθέντες, “ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ”, καὶ ἐν Ἡσαΐᾳ λέλεκται τῷ Ἰσραήλ · “ἔδωκά σου ἀντάλλαγμα Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Σοήνην ὑπὲρ σοῦ, ἀφ’οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης” · ἄλλαγμα γὰρ (φέρ’εἰπεῖν) ὑπὲρ τῶν πρωτοτόκων τοῦ Ἰσραὴλ τὰ πρωτότοκα γέγονεν Αἰγυπτίων, καὶ ὑπὲρ τοῦ Ἰσραὴλ οἱ ἀποθανόντες Αἰγύπτιοι ἐν ταῖς λοιπαῖς μάστιξι ταῖς ἐπεληλυθυίαις ἐπ’Αἴγυπτον καὶ ἐν τῷ μετὰ τὰς μάστιγας καταποντισμῷ. ἀπὸ τούτων δὲ ὁ δυνάμενος ἐξεταζέτω εἰ τοῦ ἀληθινοῦ Ἰσραὴλ ἄλλαγμα δίδοται ὑπὸ τοῦ θεοῦ “ῥυομένου τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ” ἡ ἀληθινὴ Αἰθιοπία καὶ (ἵν’οὕτως ὀνομάσω) πνευματικὴ Αἴγυπτος, καὶ τῆς Αἰγύπτου ἡ Σοήνη. ἵνα δὲ τολμηρότερον ζητήσω, τάχα Σοήνη μὲν ὑπὲρ τῆς Ἱερουσαλήμ, Αἴγυπτος δὲ ὑπὲρ τῆς Ἰουδαίας, Αἰθιοπία δὲ ὑπὲρ τῶν φοβουμένων, ἑτέρων ὄντων παρὰ τὸν Ἰσραὴλ καὶ τὸν οἶκον Λευῒ καὶ τὸν οἶκον Ἀαρών.
μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. νῦν μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλήλυθεν ἀλλ’οὐκ ἐν τῇ δόξῃ αὐτοῦ · “εἴδομεν” γὰρ “αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐ δὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων · ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη”. καὶ ἔδει αὐτὸν τοιοῦτον ἐληλυθέναι, ἵνα “τὰς ἁμαρτίας ἡμῶν φέρῃ καὶ περὶ ἡμῶν” ὀδυνηθῇ · οὐ δὲ γὰρ ἔπρεπε τὸν ἐν δόξῃ φέρειν “τὰς ἁμαρτίας ἡμῶν καὶ” ὀδυνηθῆναι “περὶ ἡμῶν”. ἀλλὰ καὶ ἔρχεται ἐν δόξῃ προευτρεπίσας τοὺς μαθητὰς διὰ τῆς μὴ ἐχούσης “εἶδος μη δὲ κάλλος” ἐπιφανείας αὐτοῦ. καὶ γενόμενος ὡς αὐτοὶ πρὸς τὸ γενέσθαι αὐτοὺς ὡς αὐτός, “συμμόρφους τῆς εἰκόνος” τῆς δόξης αὐτοῦ, ἐπεὶ πρότερον αὐτὸς γέγονε σύμμορφος “τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν”, ἡνίκα “ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν” ἀποκαθίσταταίτε ἐπὶ τὴν τοῦ θεοῦ μορφὴν καὶ ποιεῖ αὐτοὺς “συμμόρφους” αὐτῇ.
ἐὰν δὲ τροπικῶς δυνηθῇς κατανοῆσαι τὰς τοῦ λόγου διαφοράς, ἐν μωρίᾳ “κηρύγματος” καταγγελλομένου τοῖς πιστεύουσι καὶ ἐν σοφίᾳ λαλουμένου “τοῖς τελείοις”, ὄψει τίνα τρόπον ὁ λόγος τοῖς μὲν εἰσαγομένοις ἔχει “δούλου μορφήν”, ὥστ’ἂν εἰπεῖν αὐτούς · “εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐ δὲ κάλλος”, τοῖς δὲ τελείοις ἔρχεται “ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ”, λέξουσιν ἂν τὸ “καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας”. καὶ γὰρ τοῖς τελείοις φαίνεται ἡ δόξα τοῦ λόγου καὶ τὸ μονογενὲς αὐτοῦ τῷ πατρὶ θεῷ καὶ τὸ τῆς “χάριτος πλῆρες” ὁμοίως δὲ καὶ τῆς “ἀληθείας” · ὅπερ οὐ δύναται χωρῆσαι ὁ δεόμενος πρὸς τὸ πιστεύειν τῆς μωρίας “τοῦ κηρύγματος”. μέλλει δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ οὐ μόνος, ἀλλὰ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ εἰ δύνασαι νοῆσαι πάντας τοὺς συνεργοὺς τῆς δόξης τοῦ λόγου καὶ τῆς ἀποκαλύψεως τῆς σοφίας (ἅπερ ἐστὶν ὁ Χριστὸς) συνεπιδημοῦντας αὐτῷ, ὄψει τίνα τρόπον ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ πρόσχες, εἰ δύνασαι ἐν τούτοις τοὺς πρότερον παθόντας προφήτας ἀναλογίαν φάσκειν ἐσχηκέναι πρὸς τὸν μὴ ἐσχηκότα “εἶδος μη δὲ κάλλος” λόγον, τῷ μὴ ἔχειν τι “εἶδος μη δὲ κάλλος” λόγων. ὥσπερ δὲ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, οὕτως ἄγγελοι γινόμενοι οἱ ἐν τοῖς προφήταις λόγοι μετ’αὐτοῦ παραγίνονται, τὴν ἀναλογίαν σώζοντες τῆς ἑαυτῶν δόξης. ἐπὰν δὲ τοιοῦτος μετὰ τῶν ἀγγέλων αὐτοῦ ἐπιδημήσῃ τῷ τοῦ πιστεύοντος νῷ ὁ λόγος, μεταδώσει ἑκάστῳ τῆς δόξης ἑαυτοῦ καὶ τῆς λαμπρότητος τῶν ἀγγέλων ἑαυτοῦ κατὰ τὴν ἑκάστου πρᾶξιν. ταῦτα δὲ λέγομεν οὐκ ἀθετοῦντες καὶ τὴν ἁπλούστερον νοουμένην δευτέραν ἐπιδημίαν τοῦ υἱοῦ τοῦ θεοῦ. πότε δὲ ταῦτα ἀπαντήσεται ἢ ὅτε τὸ ἀποστολικὸν ἐκεῖνο πληροῦται λόγιον τὸ λέγον · “τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον”; εἰ δὲ ἑκάστῳ κατὰ τὴν πρᾶξιν ἀποδώσει, οὐ τὴν ἀστείαν μόνην χωρὶς τῆς φαύλης ἀλλ’οὐ δὲ τὴν φαύλην χωρὶς τῆς ἀστείας, δῆλον ὅτι ἑκάστῳ ἀποδώσει κατὰ πᾶσαν φαύλην καὶ κατὰ πᾶσαν ἀστείαν πρᾶξιν. ὑπολαμβάνω δὲ (ἐν τούτοις πειθόμενος καὶ τῷ ἀποστόλῳ, συμβάλλων δὲ καὶ τὰ τοῦ Ἰεζεκιήλ, ἐν οἷς τοῦ τελείως ἐπιστρέψαντος ἀπαλείφεται τὰ ἁμαρτήματα καὶ τοῦ πάντη ἐκπεσόντος οὐ λογίζεται τὰ πρότερον κατορθώματα) ὅτι τοῦ μὲν τελειωθέντος καὶ πάντη τὴν κακίαν ἀποθεμένου ἀπαλείφεται τὰ ἁμαρτήματα, τοῦ δὲ πάντη ἀποστατήσαντος τῆς θεοσεβείας οὐ λογίζεται εἴ τι πρότερον χρηστὸν αὐτῷ πέπρακται, ἡμῖν δὲ τοῖς μεταξὺ τοῦ τελείου καὶ τοῦ ἀποστάτου παραστᾶσιν “ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ” δίδοται ἃ ἐπράξαμεν, “εἴτε ἀγαθὸν εἴτε φαῦλον” · οὔτε γὰρ τοσοῦτον ἐκαθαρεύσαμεν, ἵνα ἡμῖν μηδόλως ἐπιλογισθῇ τὰ φαῦλα, οὔτε ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὥστε ἐπιλησθῆναι ἡμῶν τὰ κρείττονα.
“ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου”. ταῦτα ἀναφέρουσί τινες ἐπὶ τὴν “μεθ’ἡμέρας ἓξ” ἢ (ὡς ὁ Λουκᾶς φησιν) ὀκτὼ ἀνάβασιν τῶν τριῶν ἀποστόλων εἰς τὸ “ὑψηλὸν” μετὰ τοῦ Ἰησοῦ “κατ’ἰδίαν ὄρος”. καί φασιν οἱ οὕτω διηγούμενοι ὅτι οὐκ ἐγεύσαντο θανάτου Πέτρος καὶ οἱ λοιποὶ δύο πρὸ τοῦ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ. ἰδόντες γὰρ “ἔμπροσθεν αὐτῶν” μεταμορφωθέντα τὸν Ἰησοῦν, ὡς λάμψαι “τὸ πρόσωπον αὐτοῦ” καὶ τὰ ἑξῆς, ἑωράκασι “τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει”. καὶ γὰρ ὡς περιεστήκασι βασιλέα δορυφόροι τινές, οὕτως “Μωσῆς καὶ Ἠλίας ὤφθησαν” τοῖς ἀναβεβηκόσιν εἰς τὸ ὄρος μετὰ τοῦ Ἰησοῦ λαλοῦντες. ἄξιον δὲ ἐπιστῆσαι, εἰ ἐπὶ τούτους ἀναφέρεται τὸ καθίσαι “ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων” τοῦ σωτῆρος “ἐν τῇ βασιλείᾳ” αὐτοῦ, ὡς τὸ “ἀλλ’οἷς ἡτοίμασται” διὰ τούτους λελέχθαι. αὕτη δὲ ἡ διήγησις περὶ τοῦ μὴ γεύσασθαι θανάτου τοὺς τρεῖς ἀποστόλους, ἕως ἂν ἴδωσι τὸν Ἰησοῦν μεταμορφούμενον, ἁρμόζει τοῖς (ὡς ὁ Πέτρος ὠνόμασε) γενομένοις “ὡς ἀρτιγέννητα βρέφη”, τὰ ἐπιποθοῦντα “τὸ λογικὸν ἄδολον γάλα”. πρὸς οὓς ὁ Παῦλος λέγει · “γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα” καὶ τὰ ἑξῆς. καὶ πᾶσα δ’(οἶμαι) ἡ πρὸς τὸ ῥητὸν οἰκοδομεῖν δυναμένη τοὺς μὴ χωροῦντας μείζονα διήγησις γάλα ἂν εὐλόγως ὀνομάζοιτο, τὸ ῥέον ἀπὸ τῆς ἁγίας τῶν γραφῶν γῆς, τῆς ῥεούσης “μέλι καὶ γάλα”. ἀλλ’ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπογαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ, ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ πάσῃ γραφῇ στερεωτέραν τροφήν, ἑτέραν (οἶμαι) οὖσαν τοῦ βρώματος μὲν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λαχάνων, ἅτινα τῷ ἀπογαλακτισθέντι μὲν οὐκ ἰσχυρῷ δέ, ἀλλ’ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ “ὁ ἀσθενῶν λάχανα ἐσθίει”. ὁμοίως καὶ ὁ ὡς ὁ Σαμουὴλ ἀπογαλακτισθεὶς καὶ προσαγόμενος ἀπὸ τῆς μητρὸς ἐνώπιον τοῦ θεοῦ καὶ ἀνατιθέμενος ἀπὸ τῆς μητρὸς τῷ θεῷ (αὕτη δὲ Ἄννα ἦν, ἥτις ἑρμηνεύεται “χάρις”) · καὶ εἴη ἂν τῆς χάριτος υἱὸς ὁ ζητῶν, ὡς ἐν ναῷ τρεφόμενος θεοῦ, κρέατα, ἁγίαν τροφὴν τελείων ἅμα καὶ ἱερέων.
τὰ οὖν εἰς τὸν προκείμενον τόπον βλεπόμενα ἐπὶ τοῦ παρόντος ἡμῖν τοιαῦτά ἐστιν. ἦσάν τινες ἑστῶτες ὅπου ὁ Ἰησοῦς καὶ ἐρηρεισμένας ἔχοντες τὰς τῆς ψυχῆς βάσεις παρὰ τῷ Ἰησοῦ, καὶ ἦν αὐτῶν ἡ τῶν ποδῶν στάσις συγγενὴς τῇ περὶ ἧς εἶπε Μωσῆς στάσει ἐν τῷ “κα- κἀγὼ ἔστην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας”, ἀξιωθεὶς καὶ τοῦ “σὺ δὲ αὐτοῦ στῆθι μετ’ἐμοῦ”, λεγομένου πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ ἀξιοῦντος αὐτὸν στῆναι παρ’αὐτῷ. οὗτοι δὴ οἱ ἑστῶτες παρὰ τῷ Ἰησοῦ, τουτέστι παρὰ τῷ λόγῳ τοῦ θεοῦ, οὐ πάντες ἐπίσης ἑστήκασιν. ἔστι γὰρ καὶ ἐν τοῖς ἑστηκόσι παρὰ τῷ Ἰησοῦ πρὸς ἀλλήλους διαφορά · διὸ οὐ πάντες οἱ ἑστῶτες παρὰ τῷ σωτῆρι, ἀλλὰ τινὲς αὐτῶν ὡς βέλτιον ἑστηκότες οὐ γευσόμενοι λέγονται θανάτου, ἕως ἂν ἴδωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα λόγον καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ · οὐ γὰρ ἀεί, ὅτε ἔρχεται ὁ λόγος, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἔρχεται · ἐπεὶ τοῖς εἰσαγομένοις τοιοῦτός ἐστιν, ὥστε εἰπεῖν ἂν αὐτοὺς βλέποντας αὐτόν, οὐκ ἔνδοξον οὐ δὲ μέγαν, ἀλλ’ὑποδεέστερον πολλῶν ἐν ἀνθρώποις λόγων · “εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐ δὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων”. καὶ ταῦτα ἐροῦσιν οἱ ἰδόντες αὐτοῦ τὴν δόξαν περὶ τῶν προτέρων ἑαυτῶν χρόνων, ὅτε κατὰ τὰς ἀρχὰς “οὐκ εἶχεν” αὐτοῖς “εἶδος οὐ δὲ κάλλος” ὁ ἐν εἰσαγωγῇ νοούμενος λόγος. ἔστιν οὖν τι βασιλικὸν ἐμφαινόμενον ἀξίωμα τοῦ τὴν ἐπὶ πᾶσιν λόγοις ἀρχὴν φανερώτατα ἀνειληφότος λόγου, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἐπὰν δυνηθῶσιν αὐτῷ ἀκολουθῆσαι προάγοντι αὐτοὺς καὶ ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς ἑαυτοῦ φανερώσεως ὄρος. οὗ τινες τῶν ἑστώτων παρὰ τῷ Ἰησοῦ ἀξιοῦνται, ἐὰν ὦσιν ἤτοι Πέτρος, οὗ “πύλαι ᾅδου οὐ κατισχύουσιν”, ἢ τῆς “βροντῆς υἱοὶ” καὶ γεννώμενοι ἀπὸ τῆς μεγαλοφωνίας τοῦ θεοῦ βροντῶντος καὶ μεγάλα οὐρανόθεν βοῶντος τοῖς ἔχουσιν “ὦτα” καὶ σοφοῖς. οἱ τοιοῦτοι γοῦν οὐ γεύονται θανάτου. εἰ δὲ παρὰ τὰ εἰρημένα σαφέστερον ἐκθέσθαι δεῖ, τί δηλοῦται ἐν τῷ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τί σημαίνεται ἐν τῷ ἰδεῖν “τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει”, τὰ εἴτε ἐλλαμπόμενα ἐν ταῖς καρδίαις ἡμῶν εἴτε ζητοῦσιν εὑρισκόμενα εἴτε ὑπεισιόντα τοὺς λογισμοὺς ἡμῶν (ἕκαστος δὲ ὡς βούλεται κρινέτω) ἐκθησόμεθα. ὁ δὲ ὁρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου ὑπεροχήν, λύοντος καὶ διελέγχοντος πάσας τὰς ὑπὸ τῶν ψευδῶν μὲν ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθανότητας, βλέπει τὸν υἱὸν τοῦ ἀνθρώπου (κατὰ τὸν Ἰωάννου λόγον τὸν λόγον τοῦ θεοῦ) ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. εἰ δὲ βλέποι ὁ τοιοῦτος τὸν λόγον οὐ μόνον λύοντα […] πᾶσαν τὴν τῶν ἐναντίων πιθανότητα, ἀλλὰ καὶ τὰ ἴδια τρανότατα παριστάντα, βλέποι ἂν αὐτοῦ πρὸς τῇ βασιλείᾳ καὶ τὴν δόξαν. καὶ ὁ τοιοῦτός γε ἐν αὑτῷ βλέποι ἂν “τὴν τοῦ θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει” · καὶ τοῦτο βλέποι ἂν […] ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, βασιλευούσης ἐν τῷ θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ’ἀεὶ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων θεῷ, οὗ ἡ βασιλεία δυνάμει μὲν “ἐντὸς ἡμῶν” ἐστιν, ἐνεργείᾳ δὲ καὶ (ὡς ὠνόμασεν ὁ Μᾶρκος) ἐν δυνάμει καὶ οὐδαμῶς ἐν ἀσθενείᾳ, “ἐντὸς” τῶν τελείων μόνων. ταῦτα μὲν οὖν ἑστῶσι τοῖς μαθηταῖς ὁ Ἰησοῦς οὐ περὶ πάντων αὐτῶν, ἀλλὰ περί τινων προφητεύων ἐπηγγείλατο.
τί δὲ τὸ γεύεσθαι θανάτου κατανοητέον. καὶ ἔστιν ἡ μὲν ζωὴ ὁ εἰπὼν “ἐγώ εἰμι ἡ ζωή”. καὶ αὕτη γε “ἡ ζωὴ” “κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ”, καὶ “ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε σὺν αὐτῷ” φανερωθήσονται οἱ ἄξιοι τοῦ “σὺν αὐτῷ” φανερωθῆναι “ἐν τῇ δόξῃ”. ὁ δὲ ἐχθρὸς ταύτης τῆς ζωῆς, ὃς καὶ “ἔσχατος ἐχθρὸς καταργεῖται” πάντων τῶν ἐχθρῶν αὐτοῦ, “θάνατός” ἐστιν, ὃν ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθνῄσκει, ἐναντίως διατιθεμένη τῷ γινομένῳ περὶ τὴν κατορθοῦσαν ψυχὴν καὶ ἐκ τοῦ κατορθοῦν ζῶσαν. καὶ ἐπὰν λέγηται ἐν τῷ νόμῳ · “δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον”, “ἔκλεξαι τὴν ζωήν”, περὶ τοῦ εἰπόντος “ἐγώ εἰμι ἡ ζωὴ” ταῦτά φησιν ἡ γραφὴ καὶ περὶ τοῦ ἐχθροῦ αὐτοῦ θανάτου, ὧν τὸ ἕτερον ἕκαστος ἡμῶν δι’ὧν πράττει ἀεὶ ἐκλέγεται. καὶ ἐπὰν “πρὸ προσώπου” ἡμῶν οὔσης τῆς ζωῆς ἁμαρτάνωμεν, πληροῦται ἐφ’ἡμᾶς ἡ λέγουσα ἀρά · “καὶ ἔσται ἡ ζωή σου κρεμαμένη σοι ἀπέναντι” καὶ τὰ ἑξῆς ἕως τοῦ “καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ἃ ὄψει”. ὥσπερ οὖν ἡ ζωὴ καὶ ὁ ζῶν ἄρτος ἐστὶν “ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν δοὺς τῷ κόσμῳ”, οὕτως ὁ ἐχθρὸς αὐτῷ θάνατος ἄρτος ἐστὶ νεκρός. πᾶσα δὲ λογικὴ ψυχὴ ἤτοι ζῶντι τρέφεται ἄρτῳ ἢ νεκρῷ, δι’ὧν παραδέχεται ἔργων ἢ δογμάτων ἀστείων ἢ φαύλων. εἶθ’ὥσπερ ἔστιν ἐπὶ τῶν κοινοτέρων τροφῶν ποτὲ μὲν αὐτῶν γεύσασθαι μόνον, ποτὲ δὲ ἐπὶ πλεῖον αὐτῶν ἐσθίειν, οὕτω καὶ ἐπὶ τούτων τῶν ἄρτων ὁ μέν τις ἐνδεεστέρως ἐσθίει γευόμενος αὐτῶν, ὁ δὲ καὶ ἐμφορεῖται, ἀγαθὸς μὲν ὢν ἢ ὁδεύων ἐπὶ τὸ ἀγαθὸς εἶναι τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβηκότος, μοχθηρὸς δὲ τοῦ νεκροῦ ἄρτου, ὅς ἐστιν ὁ θάνατος. καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου · οἱ δὲ τελειότερον πνευματικὴν ἀρετὴν ἀνειληφότες οὐ δὲ γεύονται αὐτοῦ, ἀλλ’ἀεὶ ἄρτῳ τρέφονται ζῶντι. ἀκόλουθον οὖν ἦν τῷ Πέτρῳ, οὗ “πύλαι ᾅδου οὐ κατισχύσουσι”, τὸ μη δὲ γεύσασθαι θανάτου, ἐπεὶ τότε γεύεταί τις θανάτου καὶ ἐσθίει θανάτου, ὅτε “πύλαι ᾅδου” κατισχύουσιν αὐτοῦ, καὶ ἀνάλογον ἐσθίει ἢ γεύεται θανάτου τῷ κατισχύειν αὐτοῦ ἐπὶ πλεῖον ἢ ἔλαττον καὶ πλείονας ἢ ἐλάττονας ᾅδου πύλας. ἀλλὰ καὶ τοῖς τῆς “βροντῆς” υἱοῖς γεννηθεῖσιν ἀπὸ μεγαλοφωνίας τουτέστιν ἀπὸ βροντῆς, οὐρανίου χρήματος, ἀδύνατον ἦν γεύσασθαι θανάτου, τοῦ σφόδρα πόρρω τῆς μητρὸς αὐτῶν βροντῆς. ταῦτα δὲ προφητεύει ὁ λόγος τοῖς τελειωθησομένοις καὶ ἐκ τοῦ ἑστηκέναι παρὰ τῷ λόγῳ ἐπὶ τοσοῦτον προκόψασιν, ὥστε αὐτοὺς μη δὲ γεύσασθαι θανάτου, ἕως ἂν ἴδωσι τὴν ἐπιφάνειαν καὶ τὴν δόξαν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπεροχὴν τοῦ λόγου τοῦ θεοῦ, καθ’ἣν ὑπερέχει παντὸς τοῦ ἀντιπερισπῶντος καὶ περιέλκοντος λόγου φαντασίᾳ ἀληθείας τοὺς μὴ δυναμένους διαρρῆξαι τοὺς τοῦ περισπασμοῦ δεσμοὺς καὶ ἀνελθεῖν ἐπὶ τὸ ὕψος τῆς ὑπεροχῆς τοῦ τῆς ἀληθείας λόγου.
ἀλλ’ἐπεὶ δόξαι ἄν τις τὴν τοῦ σωτῆρος ἐπαγγελίαν περιορίζειν χρόνῳ τὸ μὴ γεύσασθαι θανάτου, ὅτι οὐ γεύσονται μὲν θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, μετὰ δὲ τοῦτο γεύσονται αὐτοῦ, παραστήσωμεν κατά τινα συνήθειαν τῆς γραφῆς τὸ ἕως δηλοῦν τὸν κατεπείγοντα περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε πάντως μετὰ τὸ ἕως γενέσθαι τὸ ἐναντίον τῷ δηλουμένῳ. φησὶ δὲ ὁ σωτὴρ τοῖς ἕνδεκα μαθηταῖς, ἡνίκα ἀνέστη ἀπὸ τῶν νεκρῶν πρὸς ἑτέροις καὶ τὸ “ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος”. ἆρα γὰρ εἰπὼν τοῦτο, “ἕως” μὲν “τῆς συντελείας τοῦ αἰῶνος” ἔμελλεν αὐτοῖς συνέσεσθαι, μετὰ δὲ τὴν συντέλειαν τοῦ αἰῶνος, ἐνισταμένου τοῦ ἑτέρου (τοῦ καλουμένου μέλλοντος) οὐκέτι συνέσεσθαι αὐτοῖς ἐπηγγέλλετο, ὡς κατὰ τοῦτο κρεῖττον εἶναι ἂν τοῖς μαθηταῖς τὸ “ἕως τῆς συντελείας τοῦ αἰῶνος” περὶ αὐτοῖς κατάστημα τοῦ μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος; ἀλλ’οὐκ ἂν οἶμαί τινα τολμῆσαι λέγειν ὅτι μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος οὐκέτι συνέσται τοῖς μαθηταῖς ὁ υἱὸς τοῦ θεοῦ, ἐπεὶ ἡ λέξις ἐπὶ τοσοῦτον ἔσεσθαι αὐτὸν μετ’αὐτῶν φησιν, ἕως ἡ συντέλεια τοῦ αἰῶνος ἐνστῇ · σαφὲς γὰρ ὅτι τὸ ζητούμενον ἦν, εἰ πρὸ τοῦ μέλλοντος αἰῶνος καὶ τῶν ἐλπιζομένων ἀμοιβαίων ἐπαγγελιῶν τοῦ θεοῦ ἤδη συνέσεσθαι τοῖς μαθηταῖς ἔμελλεν ὁ υἱὸς τοῦ θεοῦ. ζητούμενον δ’ἂν ἦν, διδομένου τοῦ συνέσεσθαι τοῖς […], μήποτε ὁτὲ μὲν συνῆν αὐτοῖς ὁτὲ δὲ οὐ συνῆν. διόπερ ἀπολύων ἡμᾶς τῆς περὶ τοῦ διστάζειν ὑπονοίας, ἀπεφήνατο ὅτι ἤδη καὶ ἐπὶ “πάσας τὰς ἡμέρας” συνεῖναι τοῖς μαθηταῖς ἤμελλεν, οὐ καταλείψων τοὺς μαθητευθέντας αὐτῷ “ἕως τῆς συντελείας τοῦ αἰῶνος” · οὐ μὴν κατὰ τὰς νύκτας (εἴ τινι ἔδυνεν ὁ ἥλιος) συνῆν αὐτοῖς. εἰ δὲ τοιοῦτόν ἐστι τὸ “ἕως τῆς συντελείας τοῦ αἰῶνος”, δῆλον ὅτι οὐκ ἀναγκασθησόμεθα παραδέξασθαι γεύσασθαι θανάτου τοὺς ἰδόντας τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ τὸ καταξιωθῆναι τοῦ τοιοῦτον αὐτὸν ἰδεῖν. ἀλλ’ὥσπερ ἐφ’οὗ παρεθέμεθα ῥητοῦ τὸ κατεπεῖγον ἦν ἡμᾶς μαθεῖν, ὅτι “ἕως τῆς συντελείας τοῦ αἰῶνος” οὐ καταλείψει ἡμᾶς, ἀλλ’ἔσται μεθ’ἡμῶν “πάσας τὰς ἡμέρας”, οὕτως καὶ ἐπὶ τούτου σαφὲς μὲν οἶμαι τοῖς βλέπειν εἰδόσιν ἀκολουθίαν πραγμάτων εἶναι, τὸν ἅπαξ ἰδόντα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἰδόντα αὐτὸν ἐν τῇ δόξῃ αὐτοῦ καὶ ἰδόντα “τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει”, οὐκ ἂν μετὰ τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν θανάτου γεύσασθαι. τὸ χωρὶς δὲ τοῦ λόγου τῆς ἐπαγγελίας τοῦ Ἰησοῦ οὐκ ἀλόγως ἂν ὑπενοήσαμεν γεύσασθαι θανάτου, ὅσον οὐδέπω κατηξιώθημεν ἰδεῖν “τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει” καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ.
ἐπεὶ δὲ ἐνταῦθα μὲν γέγραπται παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς τὸ οὐ μὴ γεύσωνται θανάτου, ἐν δὲ ἄλλοις διάφορα περὶ θανάτου, οὐκ ἄτοπον κα- κἀκεῖνα παραθέμενον συνεξετάσαι τῷ γεύσασθαι. ἐν μὲν οὖν Ψαλμοῖς λέλεκται · “τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον”; καὶ πάλιν ἐν ἄλλῳ τόπῳ · “ἐλθέτω δὴ θάνατος ἐπ’αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες”, ἐν δέ τινι τῶν προφητῶν · “κατέπιεν ὁ θάνατος ἰσχύσας”, ἐν δὲ τῇ Ἀποκαλύψει “ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ” τισιν. ἐν τούτοις δὲ δοκεῖ μοι ἕτερον μὲν εἶναι τὸ γεύσασθαι θανάτου, ἕτερον δὲ τὸ ἰδεῖν αὐτὸν καὶ ἄλλο τὸ ἐλθεῖν αὐτὸν ἐπί τινας καὶ τέταρτον σημαίνεσθαι παρὰ τὰ προειρημένα ἐκ τοῦ “κατέπιεν ὁ θάνατος ἰσχύσας”, καὶ πέμπτον τι παρὰ ταῦτα ἐκ τοῦ “ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ αὐτοῖς”. καὶ σὺ δ’ἀναλεξάμενος τάχ’ἂν εὕροις καὶ ἑτέρας παρὰ ταύτας (ὧν ὑπεμνήσθημεν) διαφοράς, ἅστινας παρατιθεὶς ἀλλήλαις καὶ ὀρθῶς ζητῶν εὕροις ἂν τὰ καθ’ἕκαστον τόπον σημαινόμενα πράγματα. ζητῶ δὲ ἐν τούτοις, μήποτε ἔλαττον μὲν κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αὐτοῦ, τούτου δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ’αὐτὸν καὶ καταλαβεῖν ἐκεῖνον ᾧ πρότερον ἠκολούθει. τὸ δὲ καταποθῆναι ὑπ’αὐτοῦ πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. ἐπιστήσας δὲ τοῖς εἰρημένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων οὐκ ὀκνήσεις (οἶμαι) παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ θεοῦ πνεύματι.
μετὰ δὲ ἡμέρας ἓξ (κατὰ τὸν Ματθαῖον καὶ τὸν Μᾶρκον) παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀνάγει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ἰδίαν. “καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν”. τοῦτο δὲ καὶ πρὸς τοῖς τῆς κατὰ ταῦτα φαινομένης ἡμῖν διηγήσεως γεγονέτω πάλαι καὶ ὡς πρὸς τὴν λέξιν. δοκεῖ δέ μοι τοὺς ἀναγομένους ὑπὸ τοῦ Ἰησοῦ εἰς τὸ ὑψηλὸν ὄρος καὶ ἀξιουμένους τοῦ κατ’ἰδίαν αὐτοῦ τὴν μεταμόρφωσιν θεωρῆσαι, μὴ μάτην μεθ’ἓξ ἡμέρας ἀνάγεσθαι τῶν προειρημένων λόγων. ἐπεὶ γὰρ ἐν ἓξ ἡμέραις, τελείῳ ἀριθμῷ, ὁ σύμπας γεγένηται κόσμος, τὸ τέλειον τοῦτο δημιούργημα, διὰ τοῦτ’οἶμαι τὸν ὑπερβαίνοντα πάντα τὰ τοῦ κόσμου πράγματα ἐν τῷ ἐσκοπηκέναι, οὐκέτι μὲν “τὰ βλεπόμενα” (“πρόσκαιρα” γὰρ ταῦτα) ἤδη δὲ “τὰ μὴ βλεπόμενα” καὶ μόνα “τὰ μὴ βλεπόμενα” (διὰ τὸ εἶναι αὐτὰ “αἰώνια”), δηλοῦσθαι ἐν τῷ μεθ’ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τούσδε τινάς. εἴ τις οὖν ἡμῶν βούλεται τοῦ Ἰησοῦ παραλαμβάνοντος αὐτὸν ὑπ’αὐτοῦ ἀναχθῆναι εἰς τὸ ὑψηλὸν ὄρος καὶ ἀξιωθῆναι τοῦ κατ’ἰδίαν θεωρῆσαι τὴν μεταμόρφωσιν αὐτοῦ, ὑπεραναβαινέτω τὰς ἓξ ἡμέρας, διὰ τὸ μὴ σκοπεῖν ἔτι “τὰ βλεπόμενα” μη δὲ ἀγαπᾶν ἔτι “τὸν κόσμον μη δὲ τὰ ἐν κόσμῳ”, μη δέ τινα κοσμικὴν ἐπιθυμίαν ἐπιθυμεῖν, ἥτις ἐστὶν ἐπιθυμία σωμάτων καὶ τοῦ ἐν σώματι πλούτου καὶ τῆς κατὰ σάρκα δόξης, καὶ ὅσα πέφυκε τὴν ψυχὴν περισπᾶν καὶ περιέλκειν ἀπὸ τῶν κρειττόνων καὶ θειοτέρων καὶ καταβιβάζειν καὶ ἐρείδειν τῇ ἀπάτῃ τοῦ αἰῶνος τούτου ἐν πλούτῳ καὶ δόξῃ καὶ ταῖς λοιπαῖς ἐχθραῖς ἀληθείᾳ ἐπιθυμίαις. ἐπειδὰν γὰρ διέλθῃ τὰς ἓξ (ὡς εἰρήκαμεν) ἡμέρας, καινὸν σαββατιεῖ σάββατον, εὐφραινόμενος ἐν τῷ ὑψηλῷ ὄρει ἐκ τοῦ βλέπειν μεταμορφωθέντα τὸν Ἰησοῦν ἔμπροσθεν […] αὐτοῦ · διαφόρους γὰρ ἔχει ὁ λόγος […] μορφάς, φαινόμενος ἑκάστῳ ὡς συμφέρει τῷ βλέποντι, καὶ μηδενὶ ὑπὲρ ὃ χωρεῖ ὁ βλέπων φανερούμενος.
ζητήσεις δὲ εἰ, ὅτε μετεμορφώθη ἔμπροσθεν τῶν ὑπ’αὐτοῦ ἀναχθέντων εἰς τὸ ὑψηλὸν ὄρος, ὤφθη αὐτοῖς “ἐν μορφῇ θεοῦ” ᾗ ὑπῆρχε πάλαι, ὡς τοῖς μὲν κάτω ἔχων τὴν “δούλου μορφὴν” τοῖς δὲ ἀκολουθήσασιν αὐτῷ μετὰ ἓξ ἡμέρας εἰς τὸ ὑψηλὸν ὄρος οὐκ ἐκείνην, ἀλλὰ τὴν τοῦ θεοῦ. ἀλλ’ἄκουε τούτων (εἰ δύνασαι) πνευματικῶς, προσέχων ἅμα ὅτι οὐκ εἴρηται μὲν ἁπαξαπλῶς μετεμορφώθη, μετὰ δέ τινος ἀναγκαίας προσθήκης, ἣν ἀνέγραψε Ματθαῖος καὶ Μᾶρκος · κατὰ γὰρ ἀμφοτέρους μετεμορφώθη ἔμπροσθεν αὐτῶν. καὶ κατὰ τοῦτό γε ἐρεῖς δυνατὸν εἶναι τὸν Ἰησοῦν ἔμπροσθεν μέν τινων μεταμορφωθῆναι ταύτην τὴν μεταμόρφωσιν, ἔμπροσθεν δὲ ἑτέρων κατὰ τὸ αὐτὸ καιροῦ μὴ μεταμορφωθῆναι. εἰ δὲ θέλεις τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ ἰδεῖν ἔμπροσθεν τῶν ἀναβάντων εἰς τὸ ὑψηλὸν ὄρος κατ’ἰδίαν σὺν αὐτῷ, ἴδε μοι τὸν ἐν τοῖς εὐαγγελίοις Ἰησοῦν ἁπλούστερον μὲν νοούμενον καὶ (ὡς ἂν ὀνομάσαι τις) “κατὰ σάρκα” γινωσκόμενον τοῖς μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων καὶ λόγων ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὄρος, “οὐκέτι” δὲ τοῖς ἀναβαίνουσιν “κατὰ σάρκα” γινωσκόμενον ἀλλὰ θεολογούμενον δι’ὅλων τῶν εὐαγγελίων καὶ ἐν τῇ τοῦ “θεοῦ μορφῇ” κατὰ τὴν γνῶσιν αὐτῶν θεωρούμενον · τούτων γὰρ ἔμπροσθεν μεταμορφοῦται ὁ Ἰησοῦς, καὶ ἐν οὐδενὶ τῶν κάτω […]. ἐπὰν δὲ μεταμορφωθῇ, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψει ὡς ὁ ἥλιος, ἵνα φανερωθῇ τοῖς τέκνοις “τοῦ φωτὸς” ἐκδυσαμένοις “τὰ ἔργα τοῦ σκότους” καὶ ἐνδυσαμένοις “τὰ ὅπλα τοῦ φωτὸς” καὶ μηκέτι οὖσι τέκνοις “σκότους ἢ νυκτός”, ἀλλὰ γενομένοις υἱοῖς “ἡμέρας” καὶ “ὡς ἐν ἡμέρᾳ εὐσχημόνως” περιπατοῦσι, καὶ φανερωθεὶς λάμψει αὐτοῖς, οὐχ ἁπλῶς ὡς ὁ ἥλιος, ἀλλ’ἐπιδεικνύμενος αὐτοῖς τὸ εἶναι “δικαιοσύνης ἥλιος”.
καὶ οὐ μόνον αὐτὸς μεταμορφοῦται ἔμπροσθεν τῶν τοιούτων μαθητῶν οὐ δὲ προστίθησι μόνον τῇ μεταμορφώσει τὸ λάμψαι τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, ἀλλὰ γὰρ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ’αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος κατ’ἰδίαν φαίνεται λευκὰ ὡς τὸ φῶς. ἱμάτια δὲ τοῦ Ἰησοῦ αἱ λέξεις καὶ ἃ ἐνεδύσατο τῶν εὐαγγελίων γράμματα. οἶμαι δ’ὅτι καὶ τὰ παρὰ τοῖς ἀποστόλοις δηλούμενα περὶ αὐτοῦ ἱμάτιά ἐστιν Ἰησοῦ, γινόμενα τοῖς ἀναβαίνουσιν εἰς τὸ ὑψηλὸν ὄρος μετὰ τοῦ Ἰησοῦ λευκά. ἀλλ’ἐπεὶ καὶ λευκῶν εἰσι διαφοραί, τὰ ἱμάτια αὐτοῦ γίνονται […] λευκὰ ὡς τὸ πάντων λευκὸν λαμπρότατον καὶ καθαρώτατον · τοῦτο δέ ἐστι τὸ φῶς. ἐπὰν οὖν ἴδῃς τινὰ οὐ μόνον τὴν περὶ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, ἀλλὰ καὶ τὴν λέξιν τῶν εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. ἐπὰν δὲ οὕτω νοηθῇ καὶ θεωρηθῇ μεταμορφωθεὶς ὁ υἱὸς τοῦ θεοῦ, ὡς τὸ πρόσωπον αὐτοῦ εἶναι ὡς τὸν ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς, εὐθέως ὀφθεῖεν ἂν τῷ τοιοῦτον ἰδόντι τὸν Ἰησοῦν Μωσῆς ὁ νόμος, καὶ Ἠλίας, συνεκδοχικῶς οὐχ εἷς μόνος ἀλλὰ πάντες οἱ προφῆται, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν · τοιοῦτον γάρ τί ἐστι τὸ δηλούμενον ἀπὸ τοῦ μετ’αὐτοῦ συλλαλοῦντες, κατὰ δὲ τὸν Λουκᾶν · “Μωσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ” καὶ τὰ ἑξῆς ἕως τοῦ “ἐν Ἱερουσαλήμ”. εἴ τις δὲ εἶδε Μωσέως τὴν δόξαν, νοήσας τὸν πνευματικὸν νόμον ὡς ἕνα πρὸς τὸν Ἰησοῦ λόγον, καὶ τὴν ἐν τοῖς προφήταις “ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν”, εἶδε Μωσῆν καὶ Ἠλίαν “ἐν δόξῃ”, ὅτε εἶδεν αὐτοὺς μετὰ τοῦ Ἰησοῦ.
εἶτ’, ἐπεὶ κατὰ τὸν Μᾶρκον δεήσει διηγήσασθαι τὸ “καὶ ἐν τῷ προσεύχεσθαι αὐτὸν μετεμορφώθη ἔμπροσθεν αὐτῶν”, λεκτέον ὅτι μήποτε μάλιστα ἔστιν ἰδεῖν τὸν λόγον ἔμπροσθεν ἡμῶν μεταμορφούμενον, ἐὰν τὰ προειρημένα ποιήσωμεν καὶ ἀναβῶμεν εἰς τὸ ὄρος καὶ ἴδωμεν τὸν αὐτόλογον κοινολογούμενον πρὸς τὸν πατέρα καὶ εὐχόμενον αὐτῷ, ὑπὲρ ὧν εὔξαιτ’ἂν ἀληθινὸς ἀρχιερεὺς ἀληθινῷ μόνῳ θεῷ. ἵνα δὲ οὕτω θεῷ ὁμιλῇ καὶ προσεύξηται τῷ πατρί, ἀναβαίνει εἰς τὸ ὄρος · τότε δὲ κατὰ τὸν Μᾶρκον γίνονται “τὰ ἱμάτια αὐτοῦ λευκὰ καὶ στίλβοντα ὡς τὸ φῶς, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι”. καὶ τάχα οἱ μὲν “ἐπὶ τῆς γῆς” γναφεῖς οἱ ἐπιμελούμενοί εἰσι σοφοὶ “τοῦ αἰῶνος τούτου” λέξεως, ἧς νομίζουσι λαμπρᾶς καὶ καθαρᾶς, ὡς κοσμεῖσθαι δοκεῖν καὶ τὰ αἰσχρὰ νοήματα καὶ τὰ ψευδῆ δόγματα ὑπὸ τῆς (ἵν’οὕτως ὀνομάσω) γναφικῆς αὐτῶν. ὁ δὲ “στίλβοντα” τοῖς ἐπαναβεβηκόσιν ἐπιδεικνὺς “τὰ ἱμάτια αὐτοῦ” καὶ λαμπρότερα, ὧν δύναται ποιεῖν ἡ ἐκείνων γναφική, ὁ λόγος ἐστίν, παριστὰς ἐν ταῖς ὑπὸ πολλῶν καταφρονουμέναις λέξεσι τῶν γραφῶν τὴν τῶν νοημάτων στίλψιν, ὅτε “ὁ ἱματισμὸς” τοῦ Ἰησοῦ κατὰ τὸν Λουκᾶν “λευκὸς” καὶ “ἐξαστράπτων” γίνεται.
“ἴδωμεν οὖν μετὰ ταῦτα, τί νοήσας ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ Ἰησοῦ · κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι · ποιήσωμεν τρεῖς σκηνὰς” καὶ τὰ ἑξῆς. διὰ τοῦτο δὲ μάλιστα ταῦτα ζητητέον, ἐπεὶ ὁ μὲν Μᾶρκος ἐπήγαγεν αὐτοῖς ὡς ἐκ τοῦ ἰδίου προσώπου τὸ “οὐ γὰρ ᾔδει τί ἀπεκρίθη”, ὁ δὲ Λουκᾶς “μὴ εἰδὼς” φησὶν “ὃ λέγει”. ἐπιστήσεις οὖν εἰ κατ’ἔκστασιν ταῦτα ἐλάλει, πεπληρωμένος του κινοῦντος αὐτὸν πνεύματος πρὸς τὸ εἰπεῖν ταῦτα, ὅπερ ἅγιον μὲν εἶναι οὐ δύναται · ἐδίδαξε γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης πρὸ τῆς ἀναστάσεως τοῦ σωτῆρος μηδένα πνεῦμα ἅγιον ἐσχηκέναι εἰπών · “οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη”. εἰ δὲ “οὔπω ἦν πνεῦμα”, καὶ ὁ “μὴ εἰδὼς” τί ἐλάλει ὑπό τινος κινούμενος πνεύματος ἐλάλει, ἕν τι τῶν πνευμάτων ἦν τὸ ταῦτα λέγεσθαι ἐνεργοῦν, ὃ μηδέπω τεθριάμβευτο “ἐν τῷ ξύλῳ” μη δὲ δεδειγμάτιστο μετ’ἐκείνων περὶ ὧν γέγραπται τὸ “ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας ἐν τῷ ξύλῳ”. τοῦτο δὲ ἦν τάχα τὸ κληθὲν σκάνδαλον ὑπὸ τοῦ Ἰησοῦ καὶ ὁ εἰρημένος σατανᾶς ἐν τῷ “ὕπαγε ὀπίσω μου, σατανᾶ · σκάνδαλόν μου εἶ”. εὖ οἶδα δ’ὅτι τὰ τοιαῦτα πολλοῖς προσκόψει τῶν ἐντυγχανόντων, οἰομένοις οὐ κατὰ τὸ εὔλογον δυσφημεῖσθαι τὸν πρὸ μικροῦ μακαρισθέντα ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τῷ οὐ σάρκα καὶ αἷμα, ἀλλὰ τὸν “ἐν τοῖς οὐρανοῖς” πατέρα ἀποκεκαλυφέναι αὐτῷ τὰ περὶ τοῦ σωτῆρος, ὡς ἄρα ὁ Ἰησοῦς εἴη καὶ “ὁ Χριστὸς” καὶ “ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος”. ἀλλ’ὁ τοιοῦτος ἐπιστησάτω τῇ τοῦ Πέτρου καὶ τῶν λοιπῶν ἀποστόλων ἀκριβείᾳ, καὶ αὐτῶν δεηθέντων (ὡς ἀλλοτρίων ἔτι) τοῦ ἐξαγοράσοντος αὐτοὺς ἀπὸ τοῦ ἐχθροῦ καὶ ὠνησομένου αὐτοὺς τῷ “τιμίῳ” αὐτοῦ “αἵματι”. ἢ λεγέτωσαν ἡμῖν οἱ θέλοντες καὶ πρὸ τοῦ πάθους Ἰησοῦ τελείους γεγονέναι τοὺς ἀποστόλους, πόθεν “ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ” κατὰ τὸν καιρὸν τῆς Ἰησοῦ μεταμορφώσεως “ἦσαν βεβαρημένοι ὕπνῳ”. ἵνα δὲ προλαβών τι καὶ τῶν ἑξῆς εἰς τὸ προκείμενον παραλάβω, ἐπαπορήσαιμ’ἂν τοιαῦτα · ἆρα ἔστι τινὰ σκανδαλισθῆναι ἐν τῷ Ἰησοῦ χωρὶς τῆς τοῦ σκανδαλίζοντος διαβόλου ἐνεργείας; ἔστι δὲ ἀρνήσασθαι τὸν Ἰησοῦν, καὶ ταῦτα ἐπὶ παιδισκαρίου καὶ θυρωροῦ καὶ ἀνθρώπων εὐτελεστάτων, μὴ συνόντος τῷ ἀρνουμένῳ πνεύματος ἐχθροῦ τῷ διδομένῳ πνεύματι καὶ σοφίᾳ τοῖς πρὸς τὸ ὁμολογεῖν κατά τινα ἀξίαν αὐτῶν ὑπὸ θεοῦ βοηθουμένοις; ἀλλ’οὐ φήσει ὅ γε τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀναφέρειν μεμαθηκὼς ἐπὶ τὸν πατέρα τῆς ἁμαρτίας διάβολον, χωρὶς ἐκείνου ἢ τοὺς ἀποστόλους ἐσκανδαλίσθαι ἢ τὸν Πέτρον ἠρνῆσθαι πρὸ τῆς ἀλεκτοροφωνίας ἐκείνης τρίς. εἰ δὲ τοῦθ’οὕτως ἔχει, μήποτε ὁ ὑπὲρ τοῦ σκανδαλίσαι (τὸ ὅσον ἐφ’ἑαυτῷ) τὸν Ἰησοῦν καὶ τοῦ ἀποστῆσαι τῆς κατὰ τὸ πάθος σωτηρίου ἀνθρώποις μετὰ πολλῆς προθυμίας οἰκονομίας, τὰ εἰς ταῦτα φέρειν δοκοῦντα ἐνεργῶν αὐτὸς καὶ ἐνταῦθα οἱονεὶ ἀπατηλῶς περισπάσαι βούλεται τὸν Ἰησοῦν, ὡς ἐπὶ καλὸν τὸ μηκέτι συγκαταβαίνειν τοῖς ἀνθρώποις καὶ ἥκειν πρὸς αὐτοὺς καὶ τὸν ὑπὲρ αὐτῶν ἀναδέξασθαι θάνατον, ἀπομεῖναι δὲ ἐν τῷ ὑψηλῷ ὄρει μετὰ Μωσέως καὶ Ἠλίου. ἐπηγγέλλετο δὲ καὶ ποιῆσαι τρεῖς σκηνάς, μίαν μὲν ἰδίαν τῷ Ἰησοῦ, ἑτέραν δὲ τῷ Μωσεῖ καὶ ἄλλην τῷ Ἠλίᾳ, ὡς μὴ χωρούσης (εἰ καὶ ἐν σκηναῖς αὐτοὺς ἔδει εἶναι καὶ ἐν τῷ ὑψηλῷ ὄρει) μιᾶς σκηνῆς τοὺς τρεῖς. τάχα δὲ καὶ ἐν τούτῳ ἐκακούργει ὁ τὸν μὴ εἰδότα “τί λέγει” ἐνεργῶν, βουλόμενος μὴ ἅμα εἶναι Ἰησοῦν καὶ Μωσέα καὶ Ἠλίαν, ἀλλὰ χωρίσαι αὐτοὺς ἀπ’ἀλλήλων, προφάσει τῶν τριῶν σκηνῶν ψεῦδος δὲ ἦν καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. εἰ γὰρ ἦν καλόν, κα- κἂν ἔμειναν ἐκεῖ · εἰ δὲ ψεῦδος, ζητήσεις τίς ἐνήργησε λαληθῆναι τὸ ψεῦδος, καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Ἰωάννην “ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ”, καὶ ὥσπερ οὐκ ἔστιν ἀλήθεια χωρὶς ἐνεργείας τοῦ εἰπόντος · “ἐγώ εἰμι ἡ ἀλήθεια”, οὕτως οὐ δὲ τὸ ψεῦδος χωρὶς τοῦ ἐχθροῦ τῇ ἀληθείᾳ. τὰ ἐναντία τοίνυν ἔτι ἐν τῷ Πέτρῳ ἦν, ἀλήθεια καὶ ψεῦδος. καὶ ἀπὸ ἀληθείας μὲν ἔλεγε τὸ “σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ”, ἀπὸ δὲ τοῦ ψεύδους τὸ “ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο”, ἀλλὰ καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ὁ δὲ μὴ θέλων ἀπό τινος ἐνεργείας πνεύματος χείρονος τὸν Πέτρον εἰρηκέναι ταῦτα, ἀλλὰ ψιλῆς εἶναι τῆς προαιρέσεως αὐτοῦ τοὺς λόγους, ἀπαιτούμενος πῶς ἂν παραστήσαι τὸ “μὴ εἰδὼς ὃ ἐλάλει” καὶ τὸ “οὐ γὰρ ᾔδει τί ἀπεκρίθη”, φήσει ὅτι κα- κἀκεῖ ὡς δύσφημον ἐνόμισε καὶ ἀνάξιον τοῦ Ἰησοῦ τὸ παραδέξασθαι ἀποκτανθῆναι τὸν υἱὸν “τοῦ θεοῦ τοῦ ζῶντος”, τὸν Χριστὸν ὃν ἤδη ἀποκαλύψας ἦν αὐτῷ ὁ πατήρ · καὶ ἐνταῦθα ὡς τὰς δύο μορφὰς τοῦ Ἰησοῦ ἰδών, καὶ πολὺ διαφέρουσαν τὴν κατὰ τὴν μεταμόρφωσιν, ταύτῃ εὐαρεστούμενος καλὸν εἶπεν εἶναι τὰς διατριβὰς ἐν τῷ ὄρει ἐκείνῳ ποιήσασθαι, ἵνα αὐτόςτε καὶ οἱ σὺν αὐτῷ εὐφραίνωνται θεωροῦντες τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ καὶ τὸ λάμπον πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ τὰ λευκὰ ὡς τὸ φῶς ἱμάτια αὐτοῦ καὶ πρὸς τούτοις τοὺς ἅπαξ ὀφθέντας “ἐν δόξῃ” ἀεὶ θεωρῶσιν ἐν δόξῃ Μωσῆν καὶ Ἠλίαν, εὐφραίνωνται δὲ ἐφ’οἷς ἂν ἀκούσωσιν αὐτῶν συλλαλούντων ἀλλήλοις καὶ κοινολογουμένων, Μωσέως μὲν καὶ Ἠλίου πρὸς τὸν Ἰησοῦν τοῦ δὲ Ἰησοῦ πρὸς αὐτούς.
ἐπεὶ δὲ μηδέπω περιεργασάμενοι τροπολογεῖν τὰ κατὰ τὸν τόπον ὡς πρὸς τὸ ῥητὸν βασανίζοντες ταῦτα εἴπομεν, τούτοις ἀκολούθως ἴδωμεν, μήποτε ἀναβιβασθέντες εἰς τὸ ὕψος τῶν τῆς ἀληθείας δογμάτων καὶ τὴν μεταμόρφωσιν ἰδόντες τοῦ Ἰησοῦ καὶ τῶν ὀφθέντων “ἐν δόξῃ” μετ’αὐτοῦ Μωσέως καὶ Ἠλίου ὁ ἀποδεδομένος Πέτρος καὶ οἱ τῆς “βροντῆς υἱοὶ” βούλοιντ’ἂν ἐν αὑτοῖς σκηνὰς ποιῆσαι τῷ τοῦ θεοῦ λόγῳ κατοικήσοντι ἐν αὐτοῖς καὶ τῷ νόμῳ αὐτοῦ μετὰ δόξης τεθεωρημένῳ καὶ τῇ προφητείᾳ “τὴν ἔξοδον” λαλούσῃ τοῦ Ἰησοῦ “ἣν ἔμελλε πληροῦν”, καὶ ὡς τὸν θεωρητικόν γε ἀγαπήσας ὁ Πέτρος βίον καὶ τὸ ἐν αὐτῷ τερπωλὸν προκρίνας τοῦ ἐν πολλοῖς εἶναι μετά τινος ὀχλήσεως ἐπὶ προθέσει τοῦ ὠφελεῖν τοὺς βουλομένους, εἶπε τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ἀλλ’ἐπεὶ ἡ ἀγάπη “οὐ ζητεῖ τὰ ἑαυτῆς”, τὸ νομιζόμενον τῷ Πέτρῳ καλὸν οὐ πεποίηκεν ὁ Ἰησοῦς · διὸ καταβέβηκεν ἀπὸ “τοῦ ὄρους” πρὸς τοὺς μὴ δυναμένους ἀναβῆναι ἐπ’αὐτὸ καὶ ἰδεῖν αὐτοῦ τὴν μεταμόρφωσιν, ἵνα κα- κἂν ὁποῖον χωροῦσιν αὐτὸν ἰδεῖν θεωρήσωσι. δικαίου τοίνυν ἐστὶ καὶ τὴν μὴ “τὰ ἑαυτῆς” ζητοῦσαν ἀγάπην ἔχοντος “ἐλεύθερον” μὲν εἶναι “ἐκ πάντων, πᾶσι” δὲ αὑτὸν δουλῶσαι τοῖς κάτω, “ἵνα τοὺς πλείονας” αὐτῶν κερδήσῃ. εἴποι δ’ἄν τις πρὸς τὰ ἀποδεδομένα περὶ ἐκστάσεως καὶ ἐνεργείας πνεύματος χείρονος εἰς τὸν Πέτρον περὶ τοῦ “μὴ εἰδὼς ὃ λέγει”, μὴ προσιέμενος ἐκείνην τὴν διήγησιν, ὅτι παρὰ τῷ Παύλῳ τινὲς “θέλοντες εἶναι νομοδιδάσκαλοι” οὐκ οἴδασι περὶ ὧν λέγουσιν, ἀλλ’ὅτι μὴ τρανοῦντες τὴν φύσιν τῶν λεγομένων, μη δὲ “νοοῦντες” αὐτῶν τὸ βούλημα “διαβεβαιοῦνται” περὶ ὧν οὐκ ἴσασι. τοιοῦτόν τι ἐπεπόνθει καὶ ὁ Πέτρος · μὴ καταλαβὼν γὰρ τί τὸ καλὸν περὶ τῆς κατὰ τὸν Ἰησοῦν οἰκονομίας καὶ τῶν ὀφθέντων ἐν τῷ ὄρει Μωσέως καὶ Ἠλίου, λέγει τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ τὰ ἑξῆς, “μὴ εἰδὼς ὃ λέγει” · “οὐ γὰρ ᾔδει τί ἐλάλει”. καὶ γὰρ εἴπερ σοφὸς “νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορεῖ τὴν ἐπιγνωμοσύνην”, ὁ μὴ οὕτως ἔχων οὐ νοεῖ “τὰ ἀπὸ τοῦ ἰδίου στόματος” οὐ δὲ συνίησι τῆς φύσεως τῶν ὑπ’αὐτοῦ λεγομένων.
“ἑξῆς τούτοις ἐστὶ τὸ ἔτι λαλοῦντος αὐτοῦ, καὶ ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτοὺς” καὶ τὰ ἑξῆς. οἶμαι δὲ ὅτι τὸν Πέτρον ὁ θεὸς ἀποτρέπων τοῦ ποιῆσαι τρεῖς σκηνὰς ὑφ’ἃς ἔμελλον ὅσον ἐπὶ τῷ βουλήματι αὐτοῦ σκηνοῦν, δείκνυσι μίαν καὶ κρείττονα (ἵν’οὕτως ὀνομάσω) καὶ πολλῷ διαφέρουσαν σκηνὴν τὴν νεφέλην. εἰ γὰρ ἔργον ἐστὶ σκηνῆς τὸ ἐπισκιάσαι τὸν ἐν αὐτῇ καὶ σκεπάσαι, ἡ δὲ φωτεινὴ νεφέλη ἐπεσκίασεν αὐτούς, οἱονεὶ σκηνὴν θειοτέραν ἅτε καὶ φωτεινὴν τυγχάνουσαν πεποίηκεν αὐτοῖς εἰς παράδειγμα μελλούσης ἀναπαύσεως ὁ θεός · φωτεινὴ γὰρ νεφέλη ἐπισκιάζει τοὺς δικαίους σκεπαζομένους ἅμα καὶ φωτιζομένους καὶ ἐλλαμπομένους ὑπ’αὐτῆς. τίς δ’ἂν εἴη ἡ φωτεινὴ νεφέλη ἐπισκιάζουσα τοὺς δικαίους ἢ τάχα μὲν πατρικὴ δύναμις, ἀφ’ἧς ἔρχεται ἡ τοῦ πατρὸς φωνή, μαρτυροῦσα τῷ υἱῷ ὡς ἀγαπητῷ καὶ εὐδοκητῷ καὶ προτρέπουσα τοὺς σκιαζομένους ὑπ’αὐτῆς τούτου καὶ μὴ ἄλλου τινὸς ἀκούειν; λέγει δ’οὗτος, ὡς πάλαι οὕτως καὶ ἀεί, δι’ὧν βούλεται. τάχα δὲ καὶ τὸ ἅγιον πνεῦμα ἡ φωτεινή ἐστι νεφέλη, ἐπισκιάζουσα τοὺς δικαίους καὶ προφητεύουσα, τὰ τοῦ θεοῦ ἐνεργοῦντος ἐν αὐτῇ καὶ λέγοντος · οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τολμήσας δ’ἂν εἴποιμι καὶ τὸν σωτῆρα ἡμῶν εἶναι φωτεινὴν νεφέλην. Πέτρος μὲν οὖν λέγων · ποιήσωμεν ὧδε τρεῖς σκηνάς, ἀφ’ἑαυτοῦ μίαν καὶ ἀπὸ τοῦ υἱοῦ μίαν καὶ ἀπὸ τοῦ ἁγίου πνεύματος μίαν […] · φωτεινὴ γὰρ πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος νεφέλη ἐπισκιάζει ἀεὶ τοὺς Ἰησοῦ γνησίους μαθητάς · ἢ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς προφήτας νεφέλη ἐπισκιάζει φωτεινὴ τῷ δυναμένῳ ἐνορᾶν τῷ φωτὶ αὐτῆς κατὰ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς προφήτας. ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μὲν Μωσεῖ καὶ Ἠλίᾳ λέγει · οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα · ἀκούετε αὐτοῦ, ἐπιθυμοῦσιν ἰδεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεωρῆσαι αὐτὸν καθὼς ἦν “ἐν δόξῃ”. τάχα δὲ τοὺς μαθητὰς διδάσκει, ὅτι ὁ κυρίως υἱὸς τοῦ θεοῦ καὶ ἀγαπητὸς αὐτοῦ, ἐν ᾧ ηὐδόκησεν, οὗ μάλιστα ἀκούειν δεῖ, ὁ τότε θεωρούμενος ἦν καὶ μεταμορφωθεὶς καὶ λάμψας τῷ προσώπῳ ὡς ὁ ἥλιος καὶ ἐνδεδυμένος τὰ ὡς φῶς λευκὰ ἱμάτια.
μετὰ δὲ ταῦτα γέγραπται, ὅτι ἀκούσαντες τῆς φωνῆς ἐκ τῆς νεφέλης τῆς μαρτυρούσης τῷ υἱῷ οἱ τρεῖς ἀπόστολοι, μὴ φέροντες τὴν τῆς φωνῆς δόξαν καὶ τὴν ἐπ’αὐτῆς δύναμιν, ἱκέτευσαν πεσόντες ἐπὶ πρόσωπον τὸν θεόν · σφόδρα γὰρ ἐφοβήθησαν τὸ παράδοξον τοῦ θεάματος καὶ τῶν ἀπὸ τοῦ θεάματος λελεγμένων. πρόσχες δέ, εἰ δύνασαι καὶ ταῦτα εἰπεῖν περὶ τῶν κατὰ τὸν τόπον ὅτι, νοήσαντες οἱ μαθηταὶ τὸν υἱὸν τοῦ θεοῦ κεχρηματικέναι Μωσεῖ καὶ αὐτὸν εἶναι τὸν εἰρηκότα · “οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται”, καὶ ἰδόντες γενόμενον τὸ πρόσωπον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς ὁ ἥλιος καὶ τὴν περὶ αὐτοῦ μαρτυρίαν τοῦ θεοῦ προσλαβόντες, ὡς μὴ φέροντες τὰς τοῦ λόγου αὐγὰς ἐταπεινώθησαν “ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ”. […] ἀλλὰ μετὰ τὴν ἁφὴν τοῦ λόγου τοὺς ὀφθαλμοὺς ἐπάραντες εἶδον Ἰησοῦν μόνον, καὶ οὐδένα ἄλλον. ἓν γὰρ μόνον γέγονε Μωσῆς ὁ νόμος καὶ Ἠλίας ἡ προφητεία Ἰησοῦ τῷ εὐαγγελίῳ, καὶ οὐχ ὥσπερ ἦσαν πρότερον τρεῖς, οὕτω μεμενήκασιν, ἀλλὰ γεγόνασιν οἱ τρεῖς εἰς τὸ ἕν. ταῦτα δέ μοι νόει ὡς πρὸς τὰ μυστικὰ πράγματα. πρὸς γὰρ τὸ ψιλὸν τοῦ γράμματος βούλημα Μωσῆς καὶ Ἠλίας “ὀφθέντες ἐν δόξῃ” καὶ συλλαλήσαντες τῷ Ἰησοῦ ἀπεληλύθασιν, ὅθεν ἐληλύθεισαν, τάχα τῶν λόγων μεταδώσοντες, ὧν ἐλάλησε μετ’αὐτῶν ὁ Ἰησοῦς, τοῖς ὅσον οὐδέπω εὐεργετηθεῖσιν ὑπ’αὐτοῦ, εὐεργετηθησομένοις ὑπ’αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε ἔμελλε “πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων”, ἀνοιχθέντων αὐτῶν τῶν μνημείων, ἀπιέναι “εἰς τὴν” ἀληθῶς “ἁγίαν πόλιν”, τὴν μὴ κλαιομένην ὑπὸ τοῦ Ἰησοῦ Ἱερουσαλήμ, καὶ ἐκεῖ ἐμφανίζεσθαι “πολλοῖς”. μετὰ δὲ τὴν ἐν τῷ ὄρει οἰκονομίαν καταβαινόντων ἐκ τοῦ ὄρους τῶν μαθητῶν, ἵνα ἐλθόντες “πρὸς τὸν ὄχλον” ὑπηρετήσωσι τῷ υἱῷ τοῦ θεοῦ περὶ τῆς ἐκείνων σωτηρίας, ἐνετείλατο ὁ Ἰησοῦς τοῖς μαθηταῖς λέγων · μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. τὸ δὲ μηδενὶ εἴπητε τὸ ὅραμα παραπλήσιον τῷ ἐν τοῖς ἀνωτέρω ἐξετασθέντι, ὅτε “διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστός”. διὸ τὰ εἰς ἐκεῖνον εἰρημένα τὸν τόπον δύναται ἡμῖν εἶναι χρήσιμα καὶ πρὸς τὸ προκείμενον, ἐπεὶ καὶ κατὰ ταῦτα βούλεται ὁ Ἰησοῦς μὴ λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος δόξης αὐτοῦ · ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες, καὶ μάλιστα ὄχλοι, τὸν οὕτω δεδοξασμένον ὁρῶντες σταυρούμενον. διόπερ ἐπεὶ συγγενὲς ἦν τῇ μεταμορφώσει αὐτοῦ καὶ τῷ ὀφθέντι αὐτοῦ προσώπῳ ὡς ὁ ἥλιος τὸ δοξασθῆναι αὐτὸν τῇ ἀναστάσει, διὰ τοῦτο βούλεται τότε ταῦτα ὑπὸ τῶν ἀποστόλων λαληθῆναι, ἡνίκα ἐκ νεκρῶν ἀναστῇ.