Origen

Commentary on Matthew, 15

15.1

εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως ἕως τοῦ δυνάμενος χωρεῖν χωρείτω. δύο ἐσομένας περὶ τὸν τόπον τοῦτον παρεκδοχὰς πρὸ τῆς φαινομένης ἡμῖν ἀληθοῦς εἰς τὸν τόπον διηγήσεως ἐκθέμενοι καὶ μετὰ τοῦτο ὡς δυνατὸν ἡμῖν ἀνατρέψαντες αὐτάς, ἵν’ὅσον ἐπὶ τοῖς λεχθησομένοις πᾶν σφάλμα φυλαξάμενοι τὸ ἀληθὲς βούλημα τῶν κατὰ τὸν τόπον ἐὰν χωρῶμεν, τότε κρεῖττον βιώσωμεν, οὕτως ἥκωμεν ἐπὶ τὸ προκείμενον. τινὲς μὲν γάρ, ὡς ἀκόλουθον τῇ ἐνεργείᾳ τῶν κατὰ τὸ σωματικὸν ὁρωμένων δύο εὐνουχισμῶν καὶ τὸν τρίτον σωματικὸν νομίσαντες, ἐτόλμησαν ἑαυτοὺς παρασχεῖν ἀπὸ φόβου μὲν τοῦ πρὸς θεόν, ἀνεπιστημόνως δέ, εὐνουχισμῷ ὁμογενεῖ τοῖς δύο προτέροις καὶ ἑαυτοὺς ὑποβεβλήκασιν ὀνειδισμῷ, τάχα δὲ καὶ αἰσχύνῃ οὐ παρὰ μόνοις τοῖς ἀλλοτρίοις τῆς πίστεως, ἀλλὰ καὶ παρὰ τοῖς πᾶσι μᾶλλον τοῖς ἀνθρωπίνοις πράγμασι συγγινώσκουσιν τῷ (φαντασίᾳ φόβου θεοῦ καὶ σωφροσύνης ἀμέτρῳ ἔρωτι) γεννήσαντι πόνους καὶ σώματος ἀκρωτηριασμὸν καὶ εἴ τι ἕτερον πάθοι ἂν τηλικούτῳ ἑαυτὸν παρασχὼν πράγματι. ἕτεροι δὲ καὶ οἱ πολλοὶ οὕτω νενοήκασι, μὴ βασανίσαντες τρόπον ἀκολουθίας λόγων · τοὺς μὲν προτέρους δύο αὐτόθεν καὶ σωματικῶς ἐξειλήφασιν εἰρῆσθαι τῷ σωτῆρι ὡς οὐδὲν πλέον τῶν αἰσθητῶν ἐμφαίνοντι, τὸν δὲ τρίτον οὐκέτι κατὰ τὴν λέξιν λελέχθαι νενομίκασιν, ἀλλ’εὐνουχισμὸν ἡγήσαντο τὸν ἀπὸ λόγου ἐν τῷ τρίτῳ σημαίνεσθαι, ὅτε προθέσει τῆς τῶν οὐρανῶν βασιλείας τῷ τμητικωτάτῳ λόγῳ ἐκτεμόντες τὸ τῶν τοιούτων ἐπιθυμητικὸν καταπεφρονήκασι τῶν ὕβρεων τοῦ σώματος, μὴ δυναμένων ἔτι νικῆσαι ψυχὴν τῷ λόγῳ ἐκτετμηκυῖαν τὴν ἐπιθυμίαν. χρὴ δὲ εἰδέναι ὅτι οἱ μὲν πρότεροι τοῦ εὐαγγελικοῦ γενόμενοι φίλοι γράμματος καὶ μὴ ἐπιστήσαντες ὅτι καὶ ταῦτα ἐν παραβολαῖς ἐλάλησεν Ἰησοῦς καὶ πνεύματι εἴρηται, ἀκολουθότερον μὲν νενοήκασι τὰ κατὰ τὸν τόπον τοῖς ὁμολογοῦσι τοὺς προτέρους δύο εὐνουχισμοὺς σωματικῶς λελέχθαι, ἐξωμάλισαν γὰρ ἀκολούθως τοῖς προτέροις δύο τὸν τρίτον, οὐ πταίοντες μὲν ὡς πρὸς τὸ ἀκόλουθον τοῖς τρισίν, ἀναγκαίως δὲ πταίσαντες τῷ τὴν ἀρχὴν τῶν κατὰ τὸν τόπον παρεωρακέναι · τῷ γὰρ σωματικῶς λελέχθαι τοὺς δύο ἕπεται καὶ τὸν τρίτον εἶναι σωματικόν. οἱ δὲ δεύτεροι τῷ μὲν τρίτῳ ὑγιῶς ἐπιβεβλήκασι τὴν ἀπὸ λόγου νομίσαντες δηλοῦσθαι ἐκτομὴν τοῦ παθητικοῦ ἀπὸ τῆς ψυχῆς. οὐκέτι δὲ τεθεωρήκασιν ὅτι ἁρμόζον ἦν τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τοὺς προτέρους δύο εὐνουχισμοὺς ὁμοίως τῷ τρίτῳ ἀλληγορῆσαι, ἐξομαλίσαι παραπλησίως τοῖς προτέροις δυσὶ καὶ τὸν τρίτον. εἴπερ οὖν ἐπ’ἄλλων τινῶν οὐ μόνον τῆς διαθήκης τῆς παλαιᾶς ῥητῶν ἀλλὰ καὶ τῆς καινῆς ἁρμόζει λέγειν · τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν προκείμενον τόπον ὁμολογητέον · τηρηθὲν γὰρ τὸ γράμμα τῶν δύο εὐνουχισμῶν εἴποι τις ἂν ὅτι ἀπέκτεινε τοὺς ἀκολούθως τοῖς προτέροις τὸν τρίτον νοήσαντας καὶ τολμήσαντας εἰπεῖν (ὡς κατὰ τὸν λόγον τοῦ κυρίου χωροῦντας αὐτὸ νοεῖν) ἐπὶ τῷ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ὁμοίως τοῖς προτέροις εὐνουχισθεῖσιν εὐνουχίσαι ἑαυτούς.

15.2

εἰ δὲ βούλεταί τις καὶ ἄλλα παραδείγματα λαβεῖν τῆς καινῆς διαθήκης ἐχούσης γράμμα ἀποκτεῖνον, ἀκουέτω παραδείγματος χάριν τίνα τρόπον σωτὴρ πρὸς τοὺς ἀποστόλους εἶπεν · ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἷς ἐπιφέρεται τὸ οἱ δὲ εἶπον · οὐδενός. εἶπεν οὖν αὐτοῖς Ἰησοῦς · ἀλλὰ νῦν ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. εἴ τις γὰρ διὰ τὸ ταῦτα εἰρηκέναι τὸν Ἰησοῦν μὴ ἐνιδὼν τῷ βουλήματι τῶν λελεγμένων πωλήσαι τὸ αἰσθητὸν ἑαυτοῦ ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν ἀνδροφόνον, ὡς λαβὼν μάχαιραν τοιαύτην καὶ παρὰ τὸ βούλημα τοῦ Ἰησοῦ ποιήσας, παρεκδεξάμενος αὐτοῦ τὸν λόγον ἀπολεῖται μέν, τάχα δὲ καὶ ἐν μαχαίρᾳ ἀπολεῖται. ποδαπὴ δὲ μάχαιρα, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ διηγήσασθαι. ἀλλὰ καὶ τὸ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε εἴ τις μὴ ἐξετάσας, τί βουλόμενος Ἰησοῦς τοῦτο προσέταξεν, ὡς ζηλῶν ἀποστολικὸν βίον μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσοιτο, ἀπάνθρωπος καὶ μωρὸς ἂν εἶναι δόξαι τοῖς θεωροῦσιν αὐτὸν τοιοῦτον · οἵτινες τὴν αἰτίαν τοῦ οὕτως νοήσαντος ἐπὰν ἀναφέρωσιν ἐπὶ τὸν λόγον, δι’ὃν ἐκεῖνος ἔδοξε τοῦτο πράττειν, ἐναχθεῖεν ἂν πρὸς τὸ μισεῖν τὸν λόγον τοῦ θεοῦ, ὡς ἀγρίους καὶ ἀπανθρώπους κατασκευάζοντα τοὺς ἐν αὐτῷ. καὶ τούτου τὴν αἰτίαν λαβὼν μηδένα κατὰ τὴν ὁδὸν ἀσπαζόμενος πάθοι ἂν προφάσει τοῦ γράμματος θάνατον, τοῦ γράμματος αὐτὸν ἀποκτείναντος. εἰ δὲ καὶ τὸν δεξιὸν ὀφθαλμόν τις ἐκκόπτοι ὡς αἴτιον τοῦ κακῶς βλέπειν, τὴν δεξιὰν τοῦ σώματος χεῖρα τὸν δεξιὸν κατὰ σάρκα πόδα, πάθοι ἂν μετὰ […] τῶν ἀποκτιννυμένων διὰ τὸ γράμμα, ὡς καὶ αὐτὸς μείνας ἐπὶ τοῦ γράμματος, δέον ἀναβαίνειν αὐτὸν ἐπὶ τὸ πνεῦμα τοῦ λεγομένου. ἄλλοι μὲν οὖν τῶν πρὸ ἡμῶν οὐκ ὤκνησαν ἰδίοις συγγράμμασιν ἀφορμὰς παρασχεῖν τοῦ τὸν τρίτον εὐνουχισμὸν τολμῆσαί τινας παθεῖν προφάσει βασιλείας οὐρανῶν, παραπλήσιον ὄντα τοῖς προτέροις δυσίν.

15.3

ἡμεῖς δὲ Χριστὸν (τὸν λόγον τοῦ θεοῦ) κατὰ σάρκα καὶ κατὰ τὸ γράμμα ποτὲ νοήσαντες, ἀλλὰ νῦν οὐκέτι γινώσκοντες, οὐκ εὐδοκοῦμεν ὡς καλῶς ἐξειληφόσι τοῖς καὶ τὸν τρίτον εὐνουχισμὸν ἑαυτοῖς προφάσει τῆς βασιλείας τῶν οὐρανῶν ἐπάγουσι. καὶ οὐκ ἂν ἐπὶ πλεῖον προσδιετρίψαμεν τῇ ἀνατροπῇ τοῦ τὸν τρίτον παραπλησίως τοῖς προτέροις δυσὶ σωματικῶς ἐκλαβεῖν θέλοντος, εἰ μὴ καὶ ἑωράκειμεν τοὺς τολμήσαντας καὶ ἐντετεύχειμεν τοῖς δυναμένοις θερμοτέραν κινῆσαι ψυχὴν (καὶ πιστὴν μὲν οὐ λογικὴν δὲ) πρὸς τὸ τοιοῦτον τόλμημα. φησὶ δὴ Σέξτος ἐν ταῖς Γνώμαις, βιβλίῳ φερομένῳ παρὰ πολλοῖς ὡς δοκίμῳ · πᾶν μέρος τοῦ σώματος τὸ ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον · ἄμεινον γὰρ χωρὶς τοῦ μέρους ζῆν σωφρόνως μετὰ τοῦ μέρους ὀλεθρίως. καὶ πάλιν προβὰς ἐν τῷ αὐτῷ βιβλίῳ ἀφορμὴν διδοὺς ἐπὶ τὸ παραπλήσιον λέγει · ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας αὐτῶν καὶ ῥίπτοντας μέρη · πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν; καὶ Φίλων δέ, ἐν πολλοῖς τῶν εἰς τὸν Μωσέως νόμον συντάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ συνετοῖς ἀνδράσι, φησὶν ἐν βιβλίῳ οὕτως ἐπέγραψεν · περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι, ὅτι ἐξευνουχισθῆναι μὲν ἄμεινον πρὸς συνουσίας ἐκνόμους λυττᾶν. ἀλλ’οὐ πιστευτέον αὐτοῖς μὴ τὸ βούλημα τῶν ἱερῶν γραμμάτων περὶ τούτων ἐξειληφόσιν. εἰ γὰρ ἐν τοῖς καρποῖς τοῦ πνεύματος κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἐγκράτεια, καρποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμητέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρησίμως λέγον · οὐ φθερεῖς τὴν ὄψιν τοῦ πώγωνός σου. χρήσιμον εἰς ἀποτροπὴν θερμῶν μὲν τῇ δὲ πίστει νεωτέρων, οἷς ὁμολογεῖν χρὴ ὅτι ἔρωτα σωφροσύνης ἔχουσιν ἀλλ’οὐ κατ’ἐπίγνωσιν, καὶ τὸ ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδελφοῦ ἑαυτοῦ καὶ τὰ ἑξῆς, ἕως τοῦ οὐ φείσεται ὀφθαλμός σου ἐπ’αὐτῇ. εἰ γὰρ ἀποκόπτεται χεὶρ ἐπιλαβομένη διδύμων ἀνδρός, πῶς οὐχὶ καὶ ἑαυτὸν δι’ἄγνοιαν ὁδοῦ φερούσης ἐπὶ σωφροσύνην τοιαύτῃ περιστάσει ἐπιδεδωκώς; ἐπιλογισάσθω οὖν μέλλων τὸ τοιοῦτον τολμᾶν, πείσεται ὑπὸ τῶν ὀνειδιζόντων καὶ συγχρωμένων τῷ οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου, συναριθμούντων αὐτὸν τοῖς ἀποκεκομμένοις τὸν ἄνδρα. οὔπω λέγω καὶ πάθοι ἄν τις παρὰ καιρὸν ἐμποδισθέντων τῶν (ὡς ἰατρῶν παῖδές φασιν) ἀπὸ κεφαλῆς καταβαινόντων ἐπὶ τοὺς ἄρρενας τόπους σπερμάτων καὶ ἐν τῷ καταβαίνειν διά τινων περὶ τὰς παρειὰς φλεβῶν τῇ φυσικῇ τῶν καταβαινόντων θερμότητι τρίχας ποιούντων φύειν τοὺς ἄνδρας περὶ τὰ γένεια · ὧν τριχῶν στέρονται καὶ οἱ νομίζοντες ἑαυτοὺς δεῖν σωματικῶς εὐνουχίζειν διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. τίνα δ’ἂν πάθοιεν, καρηβαρίας σκοτώσεις ἔσθ’ὅτε φθανούσας καὶ ἐπὶ τὸ ἡγεμονικὸν καὶ ταραττούσας τὸ φανταστικὸν ἀλλόκοτα φαντασιούμενον ἀπὸ τῆς τοιᾶσδε ὕλης; πρὶν δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ Μαρκίων πεποίηκε φάσκων μὴ δεῖν ἀλληγορεῖν τὴν γραφήν, καὶ τοὺς τόπους τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος εἰρημένους, νομίσας δεῖν ἤτοι παραδέξασθαι (μετὰ τοῦ φάσκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν πεπιστευκότα, μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μη δὲ πιστεύειν εἶναι τοῦ σωτῆρος τοὺς λόγους, εἴ γε μὴ ἀλληγοροῦνται.

15.4

ἡμεῖς δὲ οἱ βουλόμενοι τὴν ἀκολουθίαν σῴζειν τῶν τριῶν εὐνουχισμῶν καὶ εὐδοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου, τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο. εὐνοῦχοι τροπικῶς νῦν οἱ ἀργοὶ πρὸς ἀφροδίσια λέγοιντ’ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρσίαις τοῖς παραπλησίοις αὐταῖς. εἰσὶ δὲ τῶν πρὸς ταῦτα ἀργούντων διαφοραὶ (οἶμαι) τρεῖς. οἱ μὲν γὰρ ἐκ κατασκευῆς εἰσι τοιοῦτοι, περὶ ὧν λέγοιτ’ἂν τὸ εἰσὶν εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως. οἱ δὲ ἐκ λόγων μὲν ἀνθρωπίνων ἀσκοῦσι προτραπέντες τὴν τῶν ἀφροδισίων ἀποχὴν καὶ πάσης τῆς περὶ τὸν τόπον ἀκολασίας · οὐ μὴν τὸ γεννῆσαν αὐτοῖς τὴν τοιαύτην πρόθεσιν καὶ ἄσκησιν καὶ τὴν (ἵν’οὕτως ὀνομάσω) κατόρθωσιν λόγος γέγονε θεοῦ, ἀλλὰ ἀνθρώπινοι λόγοι εἴτε τῶν φιλοσοφησάντων παρ’Ἕλλησιν εἴτε τῶν κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἐν ταῖς αἱρέσεσιν · οὗτοι δή μοι δοκοῦσι δηλοῦσθαι ἐν τῷ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων. τὸ δ’ἀποδοχῆς ἄξιον, εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ τὴν (ὡς ὠνόμασεν ἀπόστολος) μάχαιραν τοῦ πνεύματος ἐκ τέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ […] καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρανῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθητικὸν τῆς ψυχῆς αὐτοῦ. τοῖς δὲ τοιούτοις ἁρμόζοι ἄν, καὶ οὐχ ὡς οἴονται οἱ σωματικῶς τὰ κατὰ τὸν τόπον ἐξειληφότες, τὸ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.

15.5

μεγάλη δὲ δύναμις τὸ χωρῆσαι τὸν ἀπὸ λόγου τῆς ψυχῆς εὐνουχισμόν, ὃν οὐ πάντες χωροῦσιν, ἀλλ’οἷς δέδοται · δέδοται δὲ πᾶσι τοῖς αἰτήσασιν ἀπὸ θεοῦ τὴν λογικὴν μάχαιραν καὶ δεόντως αὐτῇ χρησαμένοις, ἵν’εὐνουχίσωσιν ἑαυτοὺς διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὼ ἄγονοι παντὸς καλοῦ, ἵν’οἰνοχοῶσιν αὐτῷ καὶ σιτοποιῶσιν εὐνουχισθέντες, εἰσὶ δὲ καὶ τοῦ θεοῦ ἄνθρωποι διὰ τοῦτο εὐνοῦχοι ἄγονοι παντὸς κακοῦ, ἵν’οἰκοδομήσωσι πεσοῦσαν τὴν Ἱερουσαλήμ. περὶ μὲν οὖν τῶν προτέρων ἐν τῇ Γενέσει γέγραπται · τῶν δὲ δευτέρων παράδειγμα ἐν τῷ δευτέρῳ Ἔζρα γεγραμμένος ὅς φησι · καὶ ἐγὼ ἤμην εὐνοῦχος τῷ βασιλεῖ. καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ Ἀρσαθερθᾷ βασιλεῖ καὶ τὰ ἑξῆς, ἕως τοῦ καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με. καὶ σὺ δὲ ἐντυγχάνων τῷ δευτέρῳ Ἔζρα εὑρήσεις ὅλα τὰ κατὰ τὸν τόπον καὶ ἐπιστήσεις διὰ τί ἄξιός ἐστιν εὐνοῦχος γενόμενος ἀρχηγὸς τοῦ ἀνοικοδομηθῆναι τὸν ναὸν τοῦ θεοῦ. φασὶ γὰρ Ἑβραίων παῖδες τὸν Δανιὴλ καὶ τοὺς τρεῖς σὺν αὐτῷ (Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ) ἐν Βαβυλῶνι εὐνουχίσθαι, πληρουμένης τῆς πρὸς τὸν Ἐζεκίαν εἰρημένης προφητείας ὑπὸ Ἡσαΐου ἐν τῷ ἀπὸ τοῦ σπέρματός σου λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος. φασὶ δὲ ὅτι περὶ τούτων καὶ Ἡσαΐας προεφήτευσε φάσκων · μὴ λεγέτω ἀλλογενὴς προσκείμενος κυρίῳ · ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ καὶ τὰ ἑξῆς ἕως τοῦ κρείττονα υἱῶν καὶ θυγατέρων. καλὸν οὖν, ὡς πρὸς τὸν μυστικὸν τόπον, τὸ μὴ γεννᾶν ἐν Βαβυλῶνι, ἀλλὰ ἄγονον εἶναι πρὸς τὴν Βαβυλῶνα ὡς Δανιήλ, ἵνα γεννήσωμεν συλλαβόντες ἀπὸ τοῦ θείου πνεύματος (ὡς ἐκεῖνος καὶ οἱ σὺν αὐτῷ) ὁράματα καὶ προφητείας. δεῖ δὲ εἰδέναι ὅτι οὐκ ὀλίγας εὕροι ἂν πιθανότητας εἰς κατασκευὴν τοῦ τοὺς τρεῖς σωματικοὺς εἶναι εὐνουχισμοὺς βουλόμενος παραστῆναι τῷ λόγῳ καὶ συναγορεῦσαι καὶ τοῖς προειρημένοις καὶ τοῖς διὰ τῶν συγγραμμάτων τοῦτο διδάξασιν. οὐκ ἐβουλήθημεν δὲ ἐκθέσθαι αὐτάς, μὴ γυμνασίας εἵνεκεν τιθέντες τοὺς λόγους καὶ τὴν λύσιν ἑκάστου ἐκθέμενοι, πρόφασις γενώμεθα τοῖς μὴ ὡς βούλεται Ἰησοῦς χωροῦσι τὸν περὶ εὐνουχίας λόγον πρὸς τὸ ἐν ἑτέρῳ δεῖ νοῒ νοεῖν τὸ χωρεῖν, καὶ σωματικῶς αὐτὸ ὑπολαμβάνειν, δέον πνεύματι ζῶντα καὶ πνεύματι στοιχοῦντα καὶ τοὺς τρεῖς εὐνουχισμοὺς πνευματικῶς πεπεῖσθαι λελέχθαι.

15.6

τότε προσηνέχθησαν αὐτῷ παιδία καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν. τότε μὲν ἀναγεγραμμένη ἱστορία γέγονε τοῦ καὶ προσενηνέχθαι παιδία τῷ Ἰησοῦ, βουλομένων τῶν προσφερόντων ἐπιθεῖναι αὐτὸν τὰς χεῖρας αὐτοῖς καὶ προσεύξασθαι. ἰστέον δὲ ὅτι οὐκ ἔστιν ὅτε οὐ προσφέρεται παιδία τὴν ψυχὴν τῷ Ἰησοῦ, ἐφ’οἷς λέγοι ἂν (ὡς παρακαταθήκην αὐτὰ ἀπὸ θεοῦ λαβὼν) τὸ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μοι ἔδωκεν θεός. καὶ ἀπὸ τῶν παιδίων γε τούτων τινὰ μὲν χρηματιζέτω νήπια ἄλλα δὲ λεγέσθω θηλάζοντα ὡς τῶν νηπίων ὑποδεέστερα, καὶ κύριος ἡμῶν ἐκ στόματος ἀμφοτέρων καταρτιζέτω αἶνον, ἵνα ᾐσθημένοι τῆς τοιαύτης αὐτοῦ εἰς τὰ παιδία εὐεργεσίας λέγωμεν τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. παιδία δὲ λεκτέον τοὺς ἐν Χριστῷ σαρκίνους καὶ νηπίους, ὁποίους Κορινθίους ἐπιστάμενος ἀπόστολος Παῦλος ἔλεγε · κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. τὰ τοιαῦτα δὴ παιδία προσηνέχθη καὶ τότε καὶ ἀεὶ προσάγεται τῷ Ἰησοῦ. σημεῖον δὲ τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλησίας ἐν Χριστῷ νήπιοι καὶ θηλάζοντες, χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς, πρὸς οὓς λέγοι ἂν λέγων (ὡς ἂν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα θάλπων αὐτοὺς) τὸ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα · οὔπω γὰρ ἠδύνασθε, ἀλλ’οὐ δὲ ἔτι νῦν δύνασθε. εἶτ’ἐπεὶ οἱ μνησθέντες εὐαγγελισταὶ τῶν κατὰ τὸν τόπον, ὅτι μὲν (ὡς Ματθαῖός φησι) προσηνέχθη παιδία τῷ Ἰησοῦ (ὡς Μᾶρκος) προσέφερον αὐτῷ παιδία (ὡς Λουκᾶς) προσέφερον δὲ αὐτῷ καὶ βρέφη ἀνέγραψαν, ὑπὸ τίνος δὲ προσηνέχθη τίνες προσέφερον, ἅμα πάντες παραλελοίπασιν, ἡμῖν καταλιπόντες ἐξετάζειν τὸ παραλελειμμένον, ἄξιον ἰδεῖν πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι · προσηνέχθη αὐτῷ ἀπὸ τῶν γονέων ἀπὸ τῶν μητέρων, · προσέφερον αὐτῷ βρέφη παιδία αἱ μητέρες αὐτῶν), γνώσεως λογισμῷ καὶ σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παιδίων ὁρῶντες διαφορὰς βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ, ἵνα προσενεχθέντες αὐτῷ χειροθετηθῶσιν ὑπ’αὐτοῦ, καὶ πότε · οἴδασι δὲ καὶ τίνας οὐ χρὴ ὅτι ἐπί τινα χρόνον οὐ χρή · οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα παιδία προσέρχεσθαι τῷ Ἰησοῦ. τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς Ἰησοῦς καὶ προσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον ἵνα ἅψηται αὐτῶν, κατὰ δὲ τὸν εἰπόντα βρέφη αὐτὰ εἶναι Λουκᾶν ἵνα αὐτῶν ἅπτηται. τῇ γὰρ προσευχῇ τοῦ Ἰησοῦ καὶ τῇ ἁφῇ αὐτοῦ τὰ παιδία καὶ τὰ βρέφη, οὐ δυνάμενα ἀκούειν ἅπερ ἀκούουσιν οἱ ἤδη πνευματικοί, ἀρκεῖται εἰς βοήθειαν καὶ ἣν χωρεῖ ὠφέλειαν · ἅπτεται γὰρ αὐτῶν δύναμις Ἰησοῦ, μόνον χεῖρας ἐπιθέντος τὰς τῆς ἑαυτοῦ ἐπισκοπῆς αὐτοῖς, καὶ οὐκέτι αὐτῶν ἅπτεταί τι τῶν χειρόνων. τάχα δὲ καὶ (ὡς πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν προσφερόντων αὐτῷ βρέφη καὶ παιδία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόντε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν παιδίων καὶ δύναμιν διὰ τῆς ἁφῆς ἐναφιέντος αὐτοῖς, σύμπτωμα δαιμόνιόν τι ἅψασθαι οὗ φθάσας Ἰησοῦς ἥψατο.

15.7

οἶμαι δ’ὅτι καὶ ἐπεὶ πολλαὶ πονηραὶ δυνάμεις περὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀρχῆθεν ἀσχολοῦνται ποικίλως αὐτῇ ἐπιβουλεύουσαι, διὰ τοῦτο ὡς ἤδη ἐκ τῶν προτέρων τὴν δύναμιν αὐτοῦ μαθόντες οἱ προσφέροντες τῷ σωτῆρι τὰ παιδία τὰ βρέφη τοῦτ’ἐποίουν, ἵνα διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτοῦ καὶ τῆς περὶ τῶν παιδίων καὶ τῶν βρεφῶν εὐχῆς καὶ διὰ τῆς ἁφῆς ἀπελαύνηται μὲν τὰ χείρονα, δύναμις δὲ ἐγγινομένη διαφέρουσα καὶ πρὸς τὰ ἑξῆς διαρκῇ ὡς κωλυτικὴ τυγχάνουσα ἐπαφῆς τῶν ἐναντίων. καὶ σωτὴρ οὖν οὐχ ὡς ἁπλοῦν τι καὶ ἄκαιρον ἐπιστάμενος τὸ τοιοῦτον, ἀλλὰ σωτήριον τοῖς ὑπ’αὐτοῦ χειροθετουμένοις ὧν ἥπτετο, φησὶ τοῖς ἐπιτιμῶσι μαθηταῖς καὶ διὰ τοῦ ἐπιτιμᾶν κωλύουσιν αὐτῷ προσφέρεσθαι τὰ παιδία τὰ βρέφη τὸ ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἰ μὲν οὖν ἔχει λόγον τὰ ἀποδεδομένα περὶ τοῦ ὑπὸ τίνων προσηνέχθη τίνες προσέφερον, ἀκολούθως ἂν ἐκείνοις μαθηταί τινες ἐξαίρετοι νοοῖντο τοῦ Ἰησοῦ δυνάμεις ἅγιαι μεμαθητευμέναι τῷ υἱῷ τοῦ θεοῦ · φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἵνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἷς ὤφθη, καὶ εἴ τις αὐτῷ πιστεύειν βούλεται ἀπὸ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. εἰ μέντοι τὸ τοιοῦτόν τις βίαιον νομίζοι, θέλων μὴ ἐπ’ἄλλων τάσσεσθαι ἀνθρώπων τὸ τῶν μαθητῶν ὄνομα, ἐπιτιμώντων τοῖς προσφέρουσι τῷ Ἰησοῦ τὰ βρέφη καὶ τὰ παιδία, εἶεν ἂν οἱ τῶν διδάσκειν τὸν λόγον ἐπιχειρούντων ἁπλούστεροι καὶ μέχρι παιδίων λόγον ἔχοντες, γάλακτι ἐοικότα ποτίζοντι τοὺς γάλακτος χρῄζοντας, προσφέροντες τῷ Ἰησοῦ βρέφη καὶ παιδία · οὐ γὰρ δύνανται λόγῳ πνευματικωτέρῳ τῆς τούτων καταστάσεως […] πείθειν […] ὡς δυνάμενος λέγειν · Ἕλλησίτε καὶ βαρβάροις, σοφοῖςτε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ παιδία τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευμένους, οἱ λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων ἐκείνων τῶν ἁπλουστέρων καὶ διὰ τοῦτο μαθηταὶ χρηματίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων τοιούτων, ἐπιτιμῶσι τοῖς ἁπλούστερον διδάσκουσι καὶ παιδία καὶ βρέφη τῷ Ἰησοῦ προσφέρουσι. σαφῶς δὲ τὸ τοιοῦτον νοήσεις, ἐπιστήσας τῷ βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς · ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο θεὸς καὶ τὰ ἀσθενῆ καὶ τὰ ἀγενῆ καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. βλεπέτω τις οὖν τινα τῶν ἐπαγγελλομένων κατήχησιν ἐκκλησιαστικὴν καὶ διδασκαλίαν προσφέροντα τὰ μωρὰ τοῦ κόσμου, καὶ τὰ ἐξουδενωμένα καὶ τὰ ἀγενῆ […] καὶ διὰ τοῦτο λεχθησόμενα ἂν καὶ παιδία καὶ βρέφη, καὶ βλέπων ἐπιτιμάτω (ὡς ἀκρίτως ποιοῦντι) τῷ προσφέροντι τηλικαῦτα τῷ σωτῆρι καὶ διδασκάλῳ βρέφη καὶ παιδία. καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς. εἴποι δ’ἂν πρὸς τοὺς ἐπιτιμῶντας ἐπὶ παιδίοις προσαγομένοις τῷ Ἰησοῦ διδάσκαλος καὶ σωτὴρ καὶ κύριος · ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἶτα προτρέπων τοὺς μαθητὰς αὐτοῦ ἤδη ὄντας ἄνδρας συγκαταβαίνειν τῇ ὠφελείᾳ τῶν παιδίων (ὅπως γένωνται τοῖς παιδίοις ὡς παιδία, ἵνα τὰ παιδία κερδήσωσι) λεγέτω σωτὴρ τὸ τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν · καὶ γὰρ αὐτὸς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, γέγονε παιδίον, ὥστε λελέχθαι τοῖς μάγοις ὑπὸ τοῦ Ἡρώδου περὶ αὐτοῦ · πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, καὶ ὑπὸ τοῦ Ματθαίου ὅτι ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἕως οὗ ἐλθὼν ἐστάθη οὗ ἦν τὸ παιδίον · καὶ μετ’ὀλίγα ἐλθόντες (φησὶν) εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ. καὶ φανεὶς δὲ τῷ Ἰωσὴφ ἄγγελος παιδίον ἐκάλεσε τὸν τοιοῦτον καὶ τηλικοῦτον ἡμῶν σωτῆρα εἰπών · ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον. πάλιντε αὖ τελευτήσαντος τοῦ Ἡρώδου ἄγγελος κυρίου κατ’ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων · ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ. καὶ Ἰησοῦς οὖν οὐ μόνον κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ κατὰ τὴν ἀναγωγὴν ἐταπείνωσεν ἑαυτὸν ὡς παιδίον, ὥστ’ἂν εἰπεῖν ὡς τὸ μάθετε ἀπ’ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, οὕτως καὶ τὸ μάθετε ἀπ’ἐμοῦ γενομένου ὡς παιδίον, πῶς λέγω τὸ […] τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν, τοιούτων ὁποῖά ἐστι τὰ παιδία, περὶ ὧν οὐκ ἐπιτρέπει τοὺς μαθητὰς ἐπιτιμᾶν τοῖς προσφέρουσιν αὐτά. καὶ Παῦλος δὲ ὡς ἐπιστάμενος τὸ τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν, δυνάμενος ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολος, ἐγένετο νήπιος καὶ παραπλήσιος τροφῷ θαλπούσῃ τὸ ἑαυτῆς παιδίον καὶ λαλούσῃ λόγους ὡς παιδίον διὰ τὸ παιδίον.

15.8

τούτων δὲ ἐπιμελῶς ἀκουστέον, ἵνα μὴ φαντασίᾳ σοφίας καὶ τοῦ διαβεβηκέναι καταφρονῶμεν ὡς μεγάλοι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ παιδίων, ἀλλ’εἰδότες πῶς εἴρηται τὸ τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν τοιοῦτοι γενώμεθα, ἵνα καὶ δι’ἡμῶν σώζηται τὰ παιδία. οὐ μόνον δὲ οὐκ ἀφιέντες τὰ παιδία προσφέρεσθαι τῷ Ἰησοῦ οὐ δὲ μόνον μὴ κωλύοντες αὐτὰ προσφέρεσθαι αὐτῷ, ἀλλὰ καὶ αὐτοὶ μετὰ τῶν παιδίων γενόμενοι παιδία ἐν ταπεινότητι τὸ βούλημα τοῦ σωτῆρος ποιήσωμεν, ἵνα σῳζομένων καὶ δι’ἡμᾶς τοιούτους γενομένους τῶν παιδίων, ὡς ταπεινώσαντες ἑαυτοὺς ὑπὸ τοῦ θεοῦ ὑψωθῶμεν · καὶ τοιοῦτον γάρ τι δύναται νοεῖσθαι εἰς τὸ πᾶς ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, μάλιστα ἐπεὶ ἐν τοῖς ἀνωτέρω γέγραπται τὸ ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ ταῦτα μὲν ἔστω χρήσιμα πρὸς τοὺς ἐπιτιμῶντας μαθητὰς παιδίων προσφερομένων τῷ Ἰησοῦ τοῖς προσφέρουσιν. ἴστω δὲ τὰ παιδία, κἂν μὴ πᾶσιν (ὡς παιδία) παρακολουθεῖν δύνηται τοῖς λεγομένοις, ὅτι ἐπέθηκε μὲν τοῖς παιδίοις Ἰησοῦς τὰς χεῖρας, ἐπιθεὶς δὲ ἐπορεύθη ἐκεῖθεν. καὶ δύναμιν ἐναφεὶς τοῖς παιδίοις διὰ τῆς ἁφῆς ἐπορεύθη ἀπὸ τῶν παιδίων, […] μὴ δυνηθέντων ὁμοίως τοῖς […] μαθηταῖς ἀκολουθεῖν τῷ Ἰησοῦ. εἴπερ δὲ λόγια κυρίου ἐστὶ καὶ τὰ εὐαγγελικά, καὶ λόγια ἁγνὰ καὶ ἀργύριον πεπυρωμένον, δοκίμιον, ἀπεσταλμένον τῇ γῇ καὶ ἀκριβῶς κεκαθαρμένον καὶ ἑπταπλασίως, ὀφείλει τις εἶναι εὔλογος αἰτία, δι’ἣν ἐκτιθέμενος τὰ κατὰ τὸν τόπον Ματθαῖος δύο μὲν εἶπε τὰ βουλήματα τοῦ προσενηνέχθαι τῷ Ἰησοῦ τὰ παιδία, οὐκέτι δὲ πρὸς τὰ δύο τὰ ἑξῆς ἐπιφέρει. προσηνέχθη μὲν γὰρ τὰ παιδία, οὐκέτι ἵνα μόνον τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς, ἀλλὰ πρὸς τούτῳ ἵνα καὶ προσεύξηται.

15.9

γέγραπται δὲ μετὰ τοῦτο ὅτι καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν, οὐ γὰρ προσέθηκε · καὶ προσευξάμενος (ἠδύνατο γὰρ λελέχθαι · καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς καὶ προσευξάμενος ἐπορεύθη ἐκεῖθεν). ὅρα οὖν εἰ δύνασαι μείζοσι μὲν τῶν παιδίων τηρεῖσθαι λέγειν τὴν προσευχὴν τοῦ Ἰησοῦ, δυναμένοις χωρῆσαι καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ ἐπ’αὐτοὺς καὶ τὴν περὶ αὐτῶν πρὸς τὸν πατέρα εὐχήν, μικροτέροις δὲ παιδίοις ἀρκεῖν λέγειν τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ. εἰς δὲ τὰ ἀποδεδομένα περὶ τοῦ τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν, προτρεπόμενα καὶ τὸν σοφώτατον μὴ ὑπερηφανεῖν τοὺς ἐν τῇ ἐκκλησίᾳ μικροὺς μη δὲ καταφρονεῖν τῶν παιδίων καὶ νηπίων ἐν Χριστῷ, χρήσιμον παραλαβεῖν ἀπὸ τοῦ κατὰ Λουκᾶν τὸ ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ παιδίον μὲν ὢν ἀλλὰ ἀνὴρ τὰ τοῦ νηπίου καταργήσας, γινόμενος δὲ τοῖς παιδίοις ὡς παιδίον, καὶ λέγων αὐτοῖς · οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. ὅλη γοῦν σύμφρασις τοῦ κατὰ Λουκᾶν τοιαύτη ἐστίν · προσέφερον δὲ αὐτῷ καὶ βρέφη, ἵνα αὐτῶν ἅπτηται καὶ τὰ ἑξῆς, ἕως τοῦ ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. σχεδὸν δὲ ταῖς αὐταῖς λέξεσι καὶ Μᾶρκος μάλιστα τὰ τελευταῖα ὡσαύτως ἐξέθετο.

15.10

καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ · διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον; καὶ τὰ ἑξῆς, ἕως τοῦ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι. ἐν μὲν Ψαλμοῖς γέγραπται, ὡς δυναμένου τοῦ ἀνθρώπου ποιεῖν ἀγαθόν, ὅτι θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον · ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. ἐνταῦθα δὲ σωτὴρ πρὸς τὸν εἰπόντα · τί ἀγαθὸν ποιήσω, ἵνα ζωὴν αἰώνιον κληρονομήσω; εἶπεν, ὡς τοῦ κυρίως ἀγαθοῦ ἐπὶ μηδένα ἀναφερομένου τὸν θεόν, τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ἀγαθός. χρὴ δὲ εἰδέναι, ὅτι ἐνταῦθα μὲν κυρίως τὸ ἀγαθὸν ἐπὶ τοῦ θεοῦ τέτακται μόνου, ἐν ἄλλοις δὲ καταχρηστικῶς καὶ ἐπὶ ἔργων ἀγαθῶν καὶ ἐπὶ ἀνθρώπου ἀγαθοῦ καὶ ἐπὶ δένδρου ἀγαθοῦ, καὶ σὺ δ’ἂν εὕροις καὶ ἐπ’ἄλλων πλειόνων τασσόμενον τὸ ἀγαθόν · οὐ νομιστέον οὖν μάχεσθαι τὸ ποίησον ἀγαθὸν πρὸς τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ἀγαθὸς λελεγμένον πρὸς τὸν πυθόμενον καὶ εἰπόντα διδάσκαλε, τί ἀγαθὸν ποιήσω; μὲν οὖν Ματθαῖος, ὡς περὶ ἀγαθοῦ ἔργου ἐρωτηθέντος τοῦ σωτῆρος ἐν τῷ τί ἀγαθὸν ποιήσω; ἀνέγραψεν. δὲ Μᾶρκος καὶ Λουκᾶς φασι τὸν σωτῆρα εἰρηκέναι · τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, θεός, ὡς τὸ τεταγμένον ἀγαθὸς ὄνομα ἐπὶ τοῦ θεοῦ μὴ ἂν ταχθῆναι καὶ ἐφ’ἑτέρου τινός · οὐ γὰρ ἀγαθὸς θεός, ταύτῃ λέγοιτ’ἂν ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρων τὰ ἀγαθά. καὶ σωτὴρ δὲ ὡς ἔστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, οὕτως καὶ τῆς ἀγαθότητος αὐτοῦ εἰκών · καὶ ἐπὶ παντὸς δὲ τοῦ ὑποδεεστέρου, ἐφαρμόζεται ἀγαθὸς φωνή, ἄλλο σημαινόμενον ἔχει τὸ ἐφ’αὑτοῦ λεγόμενον, εἴπερ ὡς μὲν πρὸς τὸν πατέρα εἰκών ἐστιν ἀγαθότητος, ὡς δὲ πρὸς τὰ λοιπὰ ὅπερ τοῦ πατρὸς ἀγαθότης πρὸς αὐτόν. καὶ μᾶλλον ἔστι τινὰ ἀναλογίαν προσεχῆ ἰδεῖν ἐπὶ τῆς ἀγαθότητος τοῦ θεοῦ πρὸς τὸν σωτῆρα ὄντα εἰκόνα τῆς ἀγαθότητος αὐτοῦ, ἤπερ ἐπὶ τοῦ σωτῆρος πρὸς ἀγαθὸν ἄνθρωπον καὶ ἀγαθὸν ἔργον καὶ ἀγαθὸν δένδρον. πλείων γὰρ ὑπεροχὴ πρὸς τὰ ὑποδεέστερα ἀγαθὰ ἐν τῷ σωτῆρι, καθό ἐστιν εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ τοῦ θεοῦ, ἤπερ ὑπεροχὴ τοῦ θεοῦ ὄντος ἀγαθοῦ πρὸς τὸν εἰπόντα σωτῆρα · πατὴρ πέμψας με μείζων μού ἐστιν, ὄντα πρὸς ἑτέρους καὶ εἰκόνα τῆς ἀγαθότητος τοῦ θεοῦ. τάχα δὲ τοῦ βουλήματος ἔχεται τῶν λελεγμένων πρὸς τὸ τί ἀγαθὸν ποιήσω; (λέλεκται δὲ πρὸς αὐτό · τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ἀγαθὸς) τὸ ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, ὀφείλετε λέγειν, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. ἐὰν γὰρ ποιήσωμεν πάντα τὰ διαταχθέντα, οὐ δ’οὕτως (ὡς πρὸς τὰς ἐνθάδε λέξεις) ἀγαθόν τι πεποιήκαμεν · οὐκ ἂν γάρ, ἀγαθῶν ὄντων ὧν ποιοῦμεν, ἐλέλεκτο δεῖν λέγειν ἐπὶ τῷ πεποιηκέναι τὰ διαταχθέντα τὸ δοῦλοι ἀχρεῖοί ἐσμεν. ἔστι δὲ καταχρηστικῶς αὐτὰ εἰπεῖν εἶναι ἀγαθὰ ὁμοίως τῷ ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. οἶμαι δ’ὅτι ποιῶν τὸ προστεταγμένον ἐν τῷ ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν ὡς μὲν πρὸς τὰ ὑπὸ τῶν λοιπῶν ἀνθρώπων ἐπιτελούμενα ποιεῖ ἀγαθόν, ὡς δὲ πρὸς τὸ ἀληθῶς […] ἀγαθόν. ὥσπερ δ’οὐ δικαιωθήσεται ἐνώπιον τοῦ θεοῦ πᾶς ζῶν, πάσης ἀνθρωπίνης δικαιοσύνης ἐλεγχομένης ὡς οὐ δικαιοσύνης, ἐπὰν θεωρηθῇ τοῦ θεοῦ δικαιοσύνη, οὕτως οὐ δὲ ἀγαθὸς χρηματίσειεν ἐνώπιον τοῦ ἀγαθοῦ θεοῦ πᾶς, ὃς πρὸς τὰ ὑποδεέστερα συγκρίσει ἐκείνων ἀγαθὸς ἂν λεχθείη.

15.11

λέγοιτο δ’ἂν ὑπό τινος, ὡς ἄρα γινώσκων σωτὴρ τὴν τοῦ πυνθανομένου ἕξιν καὶ προαίρεσιν πάνυ ἀποδέουσαν τοῦ ποιεῖν τὸ ἐφικτὸν ἀνθρώποις ἀγαθὸν εἶπεν αὐτῷ (πυνθανομένῳ · τί ἀγαθὸν ποιήσω); τὸ τί με ἐπερωτᾷς περὶ τοῦ ἀγαθοῦ; ὡσεὶ ἔλεγε · μὴ παρεσκευασμένος ὢν πρὸς τὰ λεχθησόμενα ἂν περὶ τοῦ ἀγαθοῦ πυνθάνῃ τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσεις; εἶτα διδάσκει ὅτι ἀληθῶς ἀγαθὸς εἷς ἐστι, περὶ οὗ καὶ νόμος λέγει τὸ ἄκουε, Ἰσραήλ · κύριος θεὸς ἡμῶν κύριος εἷς ἐστι · κυρίως γὰρ σωτὴρ καὶ κυρίως κύριος καὶ κυρίως ἀγαθὸς οὗτός ἐστιν, ὃν πείθομαι πάντα ὡς ἀγαθὸν ποιεῖν. ζητήσεις δὲ πῶς τῆς ἀγαθότητος αὐτοῦ πνεῖ καὶ τὰ μὴ νοούμενα ὑπὸ τῶν ὅσον ἐφ’ἑαυτοῖς συκοφαντούντων τὸν τοῦ νόμου θεὸν καὶ κατηγορούντων αὐτοῦ οὐ δὲ περὶ ἀνθρώπου τάχα λέγειν εὔκολόν ἐστι · πείθομαι γὰρ θεοῦ ἀγαθότητος πνεῖν καὶ τὸ ἐγὼ ἀποκτενῶ οὐκ ἔλαττον τοῦ καὶ ζῆν ποιήσω, ὁμοίως δὲ καὶ τὸ πατάξω οὐχ ἧττον τοῦ κἀγὼ ἰάσομαι. εἰ δὲ καὶ αὐτὸς ἀλγεῖν ποιεῖ, ἰστέον ὅτι πολλάκις καὶ ἰατρὸς ἀλγεῖν ποιεῖ, ποιήσας δὲ ἀλγεῖν θεὸς πάλιν ἀποκαθίστησιν. οὕτω δὲ καὶ ἀπὸ ἀγαθότητος οὓς ἔπαισεν ἔπαισεν · ὡς γὰρ υἱοῖς τοῖς παιδευομένοις προσφέρεται θεός · τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ; ἀλλὰ καὶ πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. διόπερ ὡς ἔπαισεν θεὸς οὕτως καὶ ἰάσατο · ἀληθὲς γὰρ τὸ ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. εἰ καὶ παράδοξον δὲ τὸ λεχθησόμενον, ὅμως λεχθήσεται · ἀγαθοῦ θεοῦ ἐστιν καὶ αὐτὸς ὀνομαζόμενος θυμὸς (αὐτοῦ, ὃς ἔργον σωτήριον ποιεῖ ἐλέγχων) καὶ λεγομένη ὀργὴ αὐτοῦ (ἐπεί ἐστιν ἀγαθοῦ θεοῦ) παιδεύει, ἵνα διορθοῖ. πολλὰ δ’ἂν λέγοιτο πρὸς τοὺς δυναμένους μὴ βλάπτεσθαι περὶ ἀγαθότητος θεοῦ καὶ τοῦ πλήθους τῆς χρηστότητος αὐτοῦ, ἣν εὐλόγως ἔκρυψε τοῖς φοβουμένοις αὐτόν, ἵνα μὴ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονήσαντες, κατὰ τὴν ἑαυτῶν σκληρότητα καὶ ἀμετανόητον καρδίαν θησαυρίσωσιν ἑαυτοῖς ὀργὴν πλείονα, ἣν οὐκ ἂν ἐθησαύριζον κρυπτομένου τοῦ πλήθους τῆς χρηστότητος τοῦ θεοῦ αὐτοῖς. περὶ μὲν οὖν τοῦ τίς ἀγαθὸς καὶ πρὸς τὸ τί ἀγαθὸν ποιήσω; λελέχθω δεδυνήμεθα εἰς τὸν τόπον ἰδεῖν.

15.12

ἑξῆς δὲ ἔστι θεωρῆσαι πῶς εἴρηται τὸ εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς. ἐν πρόσχες ὅτι ὡς ἔξω τῆς ζωῆς ἔτι τυγχάνοντι τῷ πυνθανομένῳ περὶ τοῦ ἀγαθοῦ φησι τὸ εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν. ἔνθα δὴ ζητῶ ποσαχῶς ἔστι νοῆσαι τὸ ἔξω τῆς ζωῆς εἶναι καὶ τὸ εἰσελθεῖν εἰς τὴν ζωήν. μήποτε οὖν καθ’ἕνα μὲν τρόπον ἔξω τῆς ζωῆς ἐστιν ἔξω τυγχάνων τοῦ εἰπόντος · ἐγώ εἰμι ζωή, καὶ ἀλλότριος ὢν αὐτοῦ · καθ’ἕτερον δὲ πᾶς ἐπὶ γῆς ( κἂν δικαιότατος ) δύναται μὲν εἶναι ἐν τῇ σκιᾷ τῆς ζωῆς λέγων · πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν, οὐ μὴν ἐν αὐτῇ τῇ ζωῇ, ἅτε σῶμα θανάτου περικείμενος καὶ λέγων · τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; καί · καθήμενος ἐν χώρᾳ καὶ σκιᾷ θανάτου καὶ μηδέπω ἐλθὼν ἐπὶ τὴν τῶν ζώντων γῆν. καὶ γὰρ ζωὴ οὐ μόνον τῶν φαύλων, ἀλλὰ καὶ τοῦ ἔτι ἐπὶ γῆς Παύλου καὶ τῶν ἀποστόλων κεκρυμμένη ἦν ἐν τῷ θεῷ. φησὶ γοῦν · ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ · ὅταν Χριστὸς φανερωθῇ, ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. τηρήσεις δὲ πάντα τὰ περὶ τοῦ ἔσω καὶ τοῦ ἔξω, ἵνα ἀναλέξῃ τὰ κατάλληλα τῷ εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν οἷον · δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ · ζητήσεις γάρ · ἐκβάλῃ πόθεν; καὶ εἴπερ ἐνθάδε εἰσὶν οἱ ἐργάται ἐκβεβλημένοι εἰς τὸν θερισμὸν τοῦ κυρίου, ἔξω εἰσὶν οὗ ἐξεβλήθησαν χωρίου, καὶ τὰ τοῦ θερισμοῦ καλῶς ποιήσαντες ἔργα εἰσελεύσονται εἰς τὴν ζωήν, καθαρισθέντες μὲν ἀπὸ νεκρῶν ἔργων τὰ δὲ ἐναντία ἐκείνοις πράττοντες ἔργα ζῶντα, καὶ μηκέτι μὲν νεκρὰ λαλοῦντες λέγοντες δὲ κατὰ τὸν ζῶντα λόγον τοῦ θεοῦ ζῶντα καὶ ἐνεργῆ. οὕτω δέ ἐστιν ἀνάλογον ῥήμασι νεκροῖς καὶ ῥήμασι ζωῆς αἰωνίου ἐναντία […] λογισμοῖς τοῖς κατηγοροῦσιν, ὅτε τῶν λογισμῶν κατηγορούντων καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ κρίσεως, σωθήσεται μὲν ἐκεῖνος οὗ οἱ λογισμοὶ ἀπολογοῦνται, ἀπολεῖται δὲ οὗ οἱ λογισμοὶ γίνονται κατήγοροι. εἰ τοίνυν καὶ ἡμεῖς θέλομεν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἀκούσωμεν τοῦ λέγοντος Ἰησοῦ · εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς, καὶ κατὰ τὴν ἀναλογίαν γε τῆς τῶν ἐντολῶν τηρήσεως εἰς τὴν ζωὴν εἰσελευσόμεθα, γινόμενοι αὐτῆς ἤτοι εἰς τὰ ἐνδότατα καὶ μακαριώτατα εἰς τὰ μέσα ὅπου ποθ’ἡμᾶς φέρει τῆς ζωῆς ἐλαττόνων καὶ ἀμυδροτέρων τῶν ἐντολῶν τήρησις.

15.13

δὲ ἀκούσας τήρησον τὰς ἐντολὰς λέγει · ποίας; ἵνα μάθωμεν ποίας μάλιστα τηρεῖν ἡμᾶς ἐντολὰς Ἰησοῦς βούλεται · εἶπε γὰρ πρὸς τὸ ποίας; τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί · ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. καὶ τάχα ταῦτ’ἀρκεῖ πρὸς τὸ (ἵν’οὕτως ὀνομάσω) εἰς τὴν ἀρχήν τινα τῆς ζωῆς εἰσελθεῖν, οὐκ ἀρκοῦντα πρὸς τὸ εἰσάγειν τινὰ εἰς τελειότητα ταῦτα καὶ τὰ τούτοις παραπλήσια, ὡς τὸν ἔνοχον παραπλήσια μιᾶς τούτων τῶν ἐντολῶν μη δὲ εἰς τὴν ἀρχὴν τῆς ζωῆς εἰσελθεῖν δύνασθαι. καθαρευτέον οὖν τῷ κἂν ἐλθεῖν βουλομένῳ εἰς τὴν ἀρχὴν τῆς ζωῆς ἀπὸ μοιχείας καὶ φόνου καὶ πάσης κλοπῆς. ὡς γὰρ μοιχὸς καὶ φονεὺς οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, οὕτως οὐ δὲ κλέπτων · τῇ τοιαύτῃ δὲ ἁμαρτίᾳ πολλοὶ τῶν λεγομένων πιστεύειν τῷ Χριστῷ ἔνοχοί εἰσιν ἐλεγχόμενοι ἐν ταῖς πραγματείαις τοῦ βίου καὶ οἷς πιστεύονται χρηματικοῖς καὶ ταῖς μέσαις τέχναις ἃς ἐργάζονται, ὡς οὐ καθαροὶ κλοπῆς. οὐ μόνος δὲ κλέπτης οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, ἀλλὰ καὶ κοινωνὸς αὐτοῦ καὶ συντρέχων αὐτῷ · ἐν μὲν γὰρ τῷ Ἡσαΐᾳ γέγραπται · κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα, ἐν δὲ τεσσαρακοστῷ ἐννάτῳ Ψαλμῷ κωλύεται διηγεῖσθαι τὰ δικαιώματα τοῦ θεοῦ καὶ ἀναλαμβάνειν ἐπὶ χειλέων ἑαυτοῦ τὴν διαθήκην αὐτοῦ ἐλεγχόμενος ἐν τῷ εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ (ὥσπερ πρῶτον εἴρηται) καὶ τῷ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. καὶ ὅρα ὅτι οὔτε κλέπτην οὔτε μοιχὸν εἶπε τὸν τοιοῦτον, ἀλλὰ συντρέχοντα μὲν κλέπτῃ μετὰ μοιχῶν δὲ τιθέντα ἑαυτοῦ τὴν μερίδα. τὸν δὲ ἐλευσόμενον εἰς τὴν ζωὴν οὐ δὲ ψευδομαρτυρεῖν δεῖ, ἐκβάλλεται δὲ τῆς ζωῆς καὶ μὴ πληρῶν τὴν λέγουσαν ἐντολήν · τίμα τὸν πατέρα καὶ τὴν μητέρα. ἀλλὰ τούτων μὲν ἴσως κρατῆσαι τῶν ἐντολῶν οὐ πάνυ χαλεπόν · ἔργον δέ ἐστιν πᾶσιν ὡς μεῖζον καὶ χρήσιμον τοῖς διὰ τῶν προτέρων ἐντολῶν εἰσαχθεῖσιν εἰς αὐτὴν τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν πληρῶσαι, ἐπειδὴ καὶ κατὰ τὸν ἀπόστολον τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. καὶ εἰ πᾶσα ἐντολὴ ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν, τέλειος δὲ πᾶσαν πληρώσας ἐντολήν, δηλονότι τέλειος ἂν εἴη πληρώσας καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν.

15.14

εἰ δὲ τέλειος οὗτος, ζητήσαι τις ἂν πῶς τοῦ νεανίσκου εἰπόντος ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου · τί ἔτι ὑστερῶ; ἀπεκρίνατο σωτὴρ ὡς μήπω τελείου ὄντος τοῦ ταῦτα πάντα πεποιηκότος, καὶ ὡς συγκατατιθέμενος τῷ ταῦτα πάντα ἐποίησα, τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. πρόσχες οὖν, εἰ δυνάμεθα πρὸς τὴν προκειμένην ζήτησιν καθ’ἕνα μὲν τρόπον οὕτως ἀπαντῆσαι, ὅτι μήποτε τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ὑπονοεῖσθαι δύναται ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος ἐνταῦθα παρειλῆφθαι, ἀλλ’ὑπό τινος τὴν ἀκρίβειαν μὴ νοήσαντος τῶν λεγομένων προστεθεῖσθαι. συναγορεύσει δὲ τῇ ὑπονοήσει τοῦ προστεθεῖσθαι ἐνταῦθα τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν τῶν ὁμοίων παρὰ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἔκθεσις, ὧν οὐδέτερος προστέθεικε ταῖς κατὰ τὸν τόπον ὑπὸ τοῦ Ἰησοῦ παραληφθείσαις ἐντολαῖς τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. καὶ φήσει γε κρατύνων τὸ περὶ τοῦ προσερρίφθαι ἀκαίρως τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν ὅτι, εἰ τὰ αὐτὰ διαφόροις λέξεσι παρὰ τοῖς τρισὶν ἀναγέγραπται, οὐκ ἂν τὸ ἕν σοι ὑστερεῖ ἔτι ἕν σοι λείπει εἰρήκει Ἰησοῦς τῷ ἐπαγγειλαμένῳ πεπληρωκέναι τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν · μάλιστα εἰ κατὰ τὸν ἀπόστολον τὸ οὐ φονεύσεις καὶ τὰ ἑξῆς καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, τῷ · ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. ἀλλ’ἐπεὶ καὶ κατὰ τὸν Μᾶρκον ἐμβλέψας τῷ πλουσίῳ τούτῳ (εἰπόντι · πάντα ταῦτα ἐφύλαξα ἐκ νεότητός μου) ἠγάπησεν αὐτόν, ἔοικεν συγκατατεθεῖσθαι τῷ ἐπαγγειλαμένῳ πεποιηκέναι ἐπηγγείλατο πεπληρωκέναι. ἐνατενίσας γὰρ αὐτοῦ τῇ διανοίᾳ, εἶδεν ἄνθρωπον εὐσυνειδήτως ἐπαγγειλάμενον πεπληρωκέναι τὰς προκειμένας ἐντολάς. οὐκ ἂν δὲ εἰρημένου πρὸς ταῖς ἑτέραις ἐντολαῖς καὶ τοῦ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν τὴν κεφαλαιωδεστέραν καὶ διαφέρουσαν παρέλιπον ἐντολὴν Μᾶρκος καὶ Λουκᾶς, ἐὰν μὴ ἔρα τις ὅμοια μὲν φήσῃ εἶναι τὰ γεγραμμένα, οὐ περὶ τοῦ αὐτοῦ δὲ λελέχθαι. πῶς δὲ κἂν ὡς οὐδέπω τελείῳ τῷ πρὸς ἑτέροις ἐπαγγειλαμένῳ καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν πεπληρωκότι ἔφη Ἰησοῦς τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς; καὶ εἰ μὲν μὴ καὶ περὶ ἄλλων πολλῶν διαφωνία ἦν πρὸς ἄλληλα τῶν ἀντιγράφων, ὥστε πάντα τὰ κατὰ Ματθαῖον μὴ συνᾴδειν ἀλλήλοις, ὁμοίως δὲ καὶ τὰ λοιπὰ εὐαγγέλια, κἂν ἀσεβής τις ἔδοξεν εἶναι ὑπονοῶν ἐνταῦθα προσερρίφθαι οὐκ εἰρημένην ὑπὸ τοῦ σωτῆρος πρὸς τὸν πλούσιον τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν. νυνὶ δὲ δῆλον ὅτι πολλὴ γέγονεν τῶν ἀντιγράφων διαφορά, εἴτε ἀπὸ ῥᾳθυμίας τινῶν γραφέων, εἴτε ἀπὸ τόλμης τινῶν μοχθηρᾶς εἴτε ἀπὸ ἀμελούντων τῆς διορθώσεως τῶν γραφομένων, εἴτε καὶ ἀπὸ τῶν τὰ ἑαυτοῖς δοκοῦντα ἐν τῇ διορθώσει προστιθέντων ἀφαιρούντων. τὴν μὲν οὖν ἐν τοῖς ἀντιγράφοις τῆς παλαιᾶς διαθήκης διαφωνίαν θεοῦ διδόντος εὕρομεν ἰάσασθαι, κριτηρίῳ χρησάμενοι ταῖς λοιπαῖς ἐκδόσεσιν · τῶν γὰρ ἀμφιβαλλομένων παρὰ τοῖς Ἑβδομήκοντα διὰ τὴν τῶν ἀντιγράφων διαφωνίαν τὴν κρίσιν ποιησάμενοι ἀπὸ τῶν λοιπῶν ἐκδόσεων τὸ συνᾷδον ἐκείναις ἐφυλάξαμεν, καὶ τινὰ μὲν ὠβελίσαμεν ὡς ἐν τῷ Ἑβραϊκῷ μὴ κείμενα (οὐ τολμήσαντες αὐτὰ πάντη περιελεῖν), τινὰ δὲ μετ’ἀστερίσκων προσεθήκαμεν, ἵνα δῆλον ὅτι μὴ κείμενα παρὰ τοῖς Ἑβδομήκοντα ἐκ τῶν λοιπῶν ἐκδόσεων συμφώνως τῷ Ἑβραϊκῷ προσεθήκαμεν, καὶ μὲν βουλόμενος προσῆται αὐτά, δὲ προσκόπτει τὸ τοιοῦτον βούλεται (περὶ τῆς παραδοχῆς αὐτῶν μὴ) ποιήσῃ. τοίνυν θέλων μὴ παρερρῖφθαι ἐνταῦθα τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν, ἀλλ’ἀληθῶς ὑπὸ τοῦ κυρίου μετὰ τὰς προτέρας εἰρῆσθαι τότε, ἐρεῖ ὅτι ἠρέμα καὶ ἀμισῶς ἐλέγξαι βουλόμενος σωτὴρ ἡμῶν τὸν πλούσιον ἐκεῖνον ὡς οὐκ ἀληθεύοντα ἐν τῷ εἰρηκέναι καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι, ἔφη αὐτῷ τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς · οὕτως γὰρ φανήσῃ ἀληθεύων περὶ τοῦ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι.

15.15

ἐὰν δέ τις τῇ ἀνθρωπίνῃ ἐνορῶν ἀσθενείᾳ καὶ τῷ δυσκόλως ἄν τινα τὸ τοιοῦτον ὑπὲρ τῆς ἐν θεῷ τελειότητος ποιῆσαι καταφρονῇ μὲν τῆς λέξεως τράπηται δὲ ἐπ’ἀλληγορίας, δυσωπηθήσεται ἔκ τινων καὶ Ἑλληνικῶν ἱστοριῶν, ἐν αἷς διὰ τὴν παρ’Ἕλλησι σοφίαν ἱστοροῦνταί τινες τὸ ἐνταῦθα τῷ πλουσίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένον πεποιηκέναι. Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι’ἐλευθερίαν τῆς ψυχῆς αὐτοῦ καὶ παράδειγμα εὐτελοῦς βίου καὶ (ὡς ᾤετο) μακάριον ἑαυτὸν παραστῆσαι βουλόμενον τοῖς Ἕλλησι μηδενὸς τοῦ κόσμου τούτου χρῄζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι σήμερον Κράτης Κράτητα ἐλευθεροῖ. εἴπερ δὲ δι’Ἑλληνικὴν σοφίαν καὶ δόγματα ἐλευθεροῦντα τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ τοιοῦτόν τις πεποίηκε, πῶς οὐχὶ μᾶλλον δυνατὸν τὸ τοιοῦτον πρᾶξαί τινα μνώμενον δέχεσθαι Χριστοῦ ἐν ἑαυτῷ τὴν τελειότητα; εἰ δὲ καὶ ἀπὸ τῆς θείας γραφῆς πεισθῆναί τις βούλεται περὶ τοῦ πρᾶγμα δυνατὸν εἶναι τὸ τοιοῦτον, ἀκουσάτω τῶν ἱστορουμένων ὑπὸ τοῦ Λουκᾶ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι περὶ τῶν προτραπέντων ὑπὸ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως πιστεύειν καὶ βιοῦν τελείως κατὰ τὸν Ἰησοῦ λόγον. οὕτως δ’ἔχει τὰ ῥήματα · πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινὰ καὶ τὰ ἑξῆς, ἕως τοῦ αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. καὶ μετ’ὀλίγα πάλιν ἐν τῇ αὐτῇ γέγραπται βίβλῳ ὅτι τοῦ πλήθους τῶν πιστευόντων ἦν καρδία καὶ ψυχὴ μία καὶ τὰ ἑξῆς, ἕως τοῦ ἤγαγε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς ἀποστόλους. εἶτα ἐπιφέρεται τούτοις τὰ περὶ τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας, ἀποδομένων μὲν κτῆμα ἑαυτῶν, νοσφισαμένων δὲ ἀπὸ τῆς τιμῆς καὶ οὐχ ὅλον ἀλλὰ μέρος ἀποθεμένων παρὰ τοῖς τῶν ἀποστόλων ποσί, καὶ διὰ τοῦτο ἐπὶ ἁμαρτίᾳ παθόντων τὰ ἀναγεγραμμένα. ἄξιοι γὰρ ἦσαν τοῦ ἐκ θείας ἐπισκοπῆς ἀπολαβεῖν ἐνταῦθα τὸ ἡμαρτημένον διὰ τὸν νοσφισμόν, ἵνα καθαρώτεροι ἀπαλλαγῶσιν ἀπὸ τοῦ βίου τούτου, καθαρθέντες τῇ ἀπαντησάσῃ αὐτοῖς παιδεύσει ἐν κοινῷ θανάτῳ, διὰ τὸ καὶ πεπιστευκέναι καὶ μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων τεθεικέναι. δοκεῖ δέ μοι ὅτι ἀκούων Ἀνανίας τοὺς λόγους τούτους διὰ τοῦτο πεσὼν ἀπέψυξεν, ἐπεὶ οὐκ ἤνεγκε τὸν ἔλεγχον Πέτρου, ἀλλὰ βασανιζόμενος τοσοῦτον ἐκολάσθη ὡς καὶ ἐκψῦξαι, καθικομένων τῶν λόγων Πέτρου τῆς ψυχῆς αὐτοῦ. καὶ οὐ Πέτρον γε νομιστέον ἐνταῦθα ἀνῃρηκέναι τὸν Ἀνανίαν, ἀλλ’ἐκεῖνον μὴ ὑπομεμενηκέναι τὴν σφοδρότητα τοῦ εἰπόντος πρὸς αὐτὸν Πέτρου · διὰ τί ἐπλήρωσεν σατανᾶς τὴν καρδίαν σου; καὶ τὰ ἑξῆς, ἕως τοῦ καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας. εἰκὸς δὲ πρὸς τὴν τοῦ Ἀνανίου ἀπόδοσιν, ἐν περὶ τοῦ Πέτρου ἀπελογησάμεθα, ἐνστήσεσθαί τινα διὰ τὴν Σάπφειραν, ἐπεὶ αὕτη μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθε. καὶ ἀπεκρίθη πρὸς αὐτὴν Πέτρος λέγων · εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; εἰπούσης αὐτῆς · τοσούτου, Πέτρος πρὸς αὐτήν φησι · τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσί σε. ἔπεσε γὰρ παραχρῆμα καὶ αὐτὴ πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν. ἀλλὰ λεχθείη ἂν ὅτι κἀκείνη, ἐπιπλησσομένη καὶ βαρηθεῖσα τὴν ψυχὴν (πῆ μὲν ὑπὸ τοῦ ἐπὶ τῇ ἁμαρτίᾳ ἐλέγχου, πῆ δὲ ἐπὶ τῇ τοῦ ἀνδρὸς συμφορᾷ καὶ λύπῃ τῇ περὶ αὐτοῦ, πῆ δὲ ἐπὶ τῇ κατὰ τὸν θεὸν λύπῃ) ἐξέψυξε, προεωρακότος τοῦ Πέτρου τῷ πνεύματι τὸ ἀπαντησόμενον αὐτῇ. ταῦτα δὲ ἡμῖν ὅλα εἴρηται βουλομένοις κατασκευάσαι τὸ δυνατὸν εἶναι, βουληθέντα τινὰ τέλειον γενέσθαι πεισθῆναι τῷ Ἰησοῦ λέγοντι · ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. γενναίων δ’οἶμαι καὶ ἐχόντων τὰ χαρακτηρίζοντα τὸν ἐπίσκοπον πάντα ἔργον ἦν προτρέψασθαι τοὺς καὶ δυναμένους καὶ πειθομένους τῇ προτροπῇ καὶ διὰ τοῦ παρέχειν ἐκ τοῦ κοινοῦ αὐτοῖς τὰ ἐφόδια καὶ ἄλλους ἐπὶ τοῦτο παρακαλεῖν · ἐγένετο γὰρ ἂν εἰκών τις τοῦ κατὰ τοὺς ἀποστόλους τῆς συμφωνίας τῶν πιστευόντων βίου.

15.16

ζητήσαι δ’ἄν τις ἀκολούθως ὅτι, εἴπερ τέλειός ἐστιν πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι τι ἀπὸ κακίας πράττων, πῶς τέλειος γένοιτ’ἂν πωλήσας ἑαυτοῦ τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς. ἔστω γάρ τινα τοῦτο πεποιηκέναι, πῶς δ’αὖ καὶ ἀόργητος γένοιτ’ἂν ἀθρόως, εἰ τύχοι εὐέμπτωτος ὢν εἰς ὀργήν; πῶς δὲ καὶ ἄλυπος καὶ κρείττων παντὸς οὑτινοσοῦν συμβῆναι δυναμένου τοῦ τὴν λύπην προκαλουμένου; πῶς δὲ καὶ ἔξω φόβου πάντη ἔσται τοῦ περὶ πόνων θανάτου τῶν ὅσα δύναται τὴν ἔτι ἀτελεστέραν ψυχὴν φοβῆσαι; τίνα δὲ τρόπον ἀποδόμενος τὰ ὑπάρχοντα καὶ διαδοὺς πτωχοῖς ἐκτὸς ἔσται πάσης ἐπιθυμίας; λέγοι γὰρ ἄν τις ὅτι δυνατόν, παρ’αὐτὸ τὸ ἀποδίδοσθαι πάντα τὰ ὑπάρχοντα παθόντα τι ἀνθρώπινον ὑπὸ τῆς πενίας, μετανοῆσαι μὲν ἐπὶ τῷ τετολμημένῳ ἐπιθυμῆσαι δὲ τῆς παραπλησίου κτήσεως. εἰ δὲ καὶ λεγομένη ἡδονή, ἄλογος οὖσα ἔπαρσις τῆς ψυχῆς, πάθος ἐστί, πῶς ἄν τις ἅματε ἀποδοῖτο πάντα τὰ ὑπάρχοντα καὶ διαδοίη πτωχοῖς, ἅμα δὲ ἀπαλλαγείη τοῦ ἀλόγως ἐπαίρεσθαι; προσθείη δ’ἄν τις τῇ ἐπαπορήσει ὅτι πῶς δύναται παρὰ τὸ ἀποδεδόσθαι τὰ ὑπάρχοντα καὶ πτωχοῖς τις διαδεδωκέναι σοφὸς γενέσθαι καὶ δέχεσθαι τὴν τοῦ θεοῦ σοφίαν, ὥστε λόγον διδόναι παντὶ τῷ ἐρωτῶντι αὐτὸν περὶ τῆς ἐν αὐτῷ πίστεως, περὶ ἑκάστου τῶν πεπιστευμένων καὶ περὶ τῶν ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμμένως εἰρημένων; ὅρα δὲ ὅτι γενική ἐστιν ἐπαπόρησις, ἤτοι γενναία καὶ οὐκ εὔλυτος. εἴτε γὰρ παρ’αὐτὸ τοῦτο μόνον φήσομέν τινα τέλειον γεγονέναι, κἂν μὴ ἀναλαβὼν ἐξεθέμεθα, ἀτόπῳ περιπεσούμεθα λέγοντες εἶναί τινα καὶ τέλειον ἅμα καὶ ἁμαρτωλόν (ἁμαρτωλὸς γὰρ ὀργίλος καὶ τὴν τοῦ κόσμου λύπην λυπούμενος καὶ τὰ ἐπίπονα θάνατον φοβούμενος καὶ ἐπιθυμῶν τῶν ἀπόντων καὶ ἀλόγως ἐπαιρόμενος τὴν ψυχὴν ὡς ἐπ’ἀγαθοῖς τοῖς οὐκ ἀγαθοῖς). εἴτε ἅμα τῷ ἀποδόσθαι τινὰ τὴν οὐσίαν καὶ διαδοῦναι πτωχοῖς φήσομεν αὐτὸν ὡσπερεὶ θεόληπτον γενόμενον πάσας τὰς ἀρετὰς ἀνειληφέναι καὶ πᾶσαν κακίαν ἀποτεθεῖσθαι, πιστῶς μὲν (ἵνα κοινότερον ὀνομάσω) ἐροῦμεν, οὐκ οἶδα δὲ εἰ ἀληθῶς · καὶ τάχα καταγελάσονται ἡμῶν, ὡς οὐ φρόνιμα λεγόντων, οἱ ἀκούσαντες τοιαύτης λύσεως προσαγομένης τῷ ἐπηπορημένῳ.

15.17

φρονιμώτερον οὖν τις δόξαι ἂν λέγειν, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ’αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον νοῶν τὰ λεγόμενα μή, καὶ αὐτὸς κρινεῖς. φήσει οὖν ὅτι, εἴπερ βοηθεῖται τοῖς πένησι μεταδιδοὺς ὑπὸ τῆς ἐκείνων εὐχῆς πρὸς τὴν ἑαυτοῦ σωτηρίαν, λαμβάνων τὸ ἐν τοῖς δεομένοις τῶν σωματικῶν ἐν πνευματικοῖς περίσσευμα εἰς τὸ ἑαυτοῦ ἐν πνευματικοῖς ὑστέρημα (ὡς ὑπέφηνεν ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ), τίς ἂν ἄλλος τοῦτο πάθοι καὶ μεγάλην βοήθειαν βοηθηθείη, ἐπακούοντος τοῦ θεοῦ ταῖς τῶν τοσούτων πενήτων ἀναπεπαυμένων εὐχαῖς, ἐν οἷς τάχα ἂν εἶέν τινες παραπλήσιοι τοῖς ἀποστόλοις ὀλίγῳ ὑποδεέστεροι αὐτῶν, πένητες μὲν ἐν τοῖς σωματικοῖς ὡς ἐκεῖνοι, πλουτοῦντες δὲ ἐν τοῖς πνευματικοῖς; οὗτος δὴ ἀνθυπαλλασσόμενος ἀντὶ πλούτου πενίαν ὑπὲρ τοῦ τέλειος γενέσθαι (πεισθεὶς τοῖς Ἰησοῦ λόγοις) ἀθρόως ἂν βοηθηθείη ὡς καὶ οἱ ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς τὸ γενέσθαι σοφὸς ἐν Χριστῷ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων καὶ ἐκτὸς παντὸς πάθους. φήσει δὲ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέρας ἀπαντῆσαι τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, ἀλλ’ἴσως ἀπ’ἐκείνης μὲν τῆς ἡμέρας ἄρξεται θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν. προβαίνων δὲ ὡς Ἰσαὰκ διὰ τὴν ἀπὸ τοῦ θεοῦ εἰς αὐτὸν ἐν Χριστῷ βοήθειαν μείζων ἔσται, ἕως οὗ αὐξάνων μέγας γένηται σφόδρα σφόδρα ἐν πάσῃ ἀρετῇ, πάσης ἐξαφανισθείσης τῆς κακίας ἀπὸ τῆς ψυχῆς αὐτοῦ. καὶ οὐκ ἀναγκασθήσεταί γε ταύτην ἀποδεδωκὼς τὴν διήγησιν εἰπεῖν τέλειον παρ’αὐτὸ τοῦτο γενέσθαι ἄνθρωπον, ὅτι παρέδωκε τὰ ὑπάρχοντα τοῖς πτωχοῖς, τὰ ἄλλα ἁμαρτάνοντα.

15.18

ἕτερος δὲ (οὐκ οἶδα μὲν εἰ ἀκμάζων τῇ πίστει καὶ φαντασίᾳ τοῦ διαβαίνειν ἐπὶ τὴν φρόνησιν, οὐκ οἶδα δὲ εἰ καὶ μέγεθός τι ζητήσας καὶ εὑρὼν εἰς τοὺς τόπους νοημάτων ἀξίων τοῦ θεοῦ) καταλιπὼν τὴν λέξιν ἐπὶ τροπολογίαν ἀναβήσεται καὶ ἐρεῖ ὑπάρχοντα ἑκάστῳ εἶναι τὰ ἑπόμενα αὐτῷ μετὰ τὴν ἔξοδον, ὡς εἶναι τῶν ὑπαρχόντων δικαίοις μὲν ἀγαθὴν ὕπαρξιν, φαύλοις δὲ τὴν ἐναντίαν. ἐνταῦθα οὖν φήσει τὸν πολλὰ ἔχοντα κτήματα πλούσιον σύμβολον εἶναι τοῦ πολλὰ κεκτημένου φαῦλα, ἐν οἷς εἶναι δύναται καὶ φιλοπλουτία καὶ φιλοδοξία καὶ ἄλλα γήϊνα πράγματα πεπληρωκότα αὐτοῦ τὴν ψυχὴν ψεκτοῦ πλούτου. ἐπεὶ οὖν δύναταί ποτε οὕτως πλούσιος ἀπέχεσθαι μέν τινων φαύλων, ὡς μοιχείας καὶ φόνου καὶ κλοπῆς καὶ ψευδομαρτυρίας, καὶ καθήκοντα δὲ ἀποδιδόναι πρὸς γονεῖς μετά τινος τιμῆς, εἶναι δέ τις καὶ φιλάνθρωπος πρὸς τὸν πλησίον οὐ μὴν καὶ τέλειος, συμβολικῶς τῷ τοιούτῳ προστάσσει σωτὴρ ἀποδόσθαι τὰ μοχθηρὰ ὑπάρχοντα πάντα καὶ ὡσπερεὶ παραδοῦναι αὐτὰ ταῖς ἐνεργηκυίαις αὐτὰ δυνάμεσι πτωχευούσαις παντὸς καλοῦ καὶ διὰ τοῦτο μὴ ὑφισταμέναις τὴν ἀπειλήν, κατὰ τὸ γεγραμμένον · πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. ἀλλ’εὖ οἶδ’ὅτι σφόδρα βίαιος εἶναι δόξει τοιαύτη ἀπόδοσις, λύουσα μὲν οὐκ ἀγεννῶς τὰ περὶ τελειότητος ἠπορημένα, οὐ πάνυ δὲ πείθουσά πως τὸ ἀποθέμενόν τινα νοεῖσθαι τὴν κακίαν καὶ τὴν ἀπὸ κακίας ἀποδόσθαι ὕπαρξιν καὶ δοῦναι πτωχοῖς. ἐρῶ δ’ὡς ἐν τοιούτῳ προκατειλημμένος τόπῳ · ταύτῃ παριστάμενος τῇ δόξῃ φήσει πεπληρῶσθαι τὸν ἁμαρτωλὸν πνευμάτων κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων · οἷον εἰ πόρνος εἴη τοῦ λεγομένου ἐν τοῖς προφήταις πνεύματος πορνείας, εἰ δὲ θυμικὸς πνεύματος θυμοῦ, οὕτω δὲ καὶ εἰ κατάλαλος πνεύματος καταλαλιᾶς. ταῦτα οὖν τις ἐκτήσατο τὰ ὑπάρχοντα φαῦλος ὢν καὶ γενόμενος τῇ μετοχῇ τῶν χειρόνων πνευμάτων Τυφῶνος πολυπλοκώτερος. ὥσπερ δ’ἐκτήσατο αὐτὰ ὠνησάμενος προαιρέσει εἰκούσῃ τοῖς φαύλοις, οὕτως ἀποδοῖτο ἂν αὐτὰ καὶ δοίη ἂν οἷς θέλει λόγος οὗτος πτωχοῖς διὰ τοῦ πείθεσθαι τῷ Ἰησοῦ · ὡς γὰρ εἰρήνη τῶν ἀποστόλων πρὸς αὐτοὺς ἀνακάμπτει, ἐὰν μὴ υἱὸς εἰρήνης τύχοι εἶναι ἀκούων τὸ εἰρήνη ὑμῖν, οὕτως πορνεία καὶ πάντα τὰ ἁμαρτήματα πάντα ἀνακάμψαι ἂν πρὸς τοὺς αἰτίους τῶν ἁμαρτημάτων πτωχούς, καὶ ἔστι μὴ διστάσαι περὶ τοῦ εὐθέως τέλειον γίνεσθαι τὸν οὕτω πωλήσαντα πάντα τὰ ἀποδεδομένα ὑπάρχοντα καὶ δόντα πτωχοῖς. εἰ δὲ χρόνῳ πολλῷ ἀποδίδοται τὰ ὑπάρχοντα καὶ πολλοῦ δεῖται χρόνου πρὸς τὸ δοῦναι αὐτὰ οἷς εἴπομεν πτωχοῖς, οὐδὲν ἂν κωλύοιτο λόγος χρόνῳ διδοὺς (κατ’ἀναλογίαν ὧν ἀποδέδοται τοῖς πτωχοῖς) τέλειον γίνεσθαι τὸν ταῦτα ποιοῦντα. σαφῶς δὲ ταῦτα πράξας ἕξει θησαυρὸν ἐν οὐρανῷ καὶ αὐτὸς γινόμενος ἐπουράνιος · οἷος μὲν γὰρ χοϊκὸς ( πονηρὸς δηλαδή), τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ἐπουράνιος (τουτέστιν Χριστός), τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. ἐν τῷ οὖν αὐτοῦ μέρει οὐρανοῦ ἕξει θησαυρὸν βουληθεὶς τέλειος γενέσθαι καὶ πωλήσας πάντα τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς. ἀλλὰ μὴ ὑπολάβῃς τὸν τηλικοῦτον δύνασθαι ἐν τοῖς κατὰ τὰ βιωτικὰ πλουσίοις εὑρεθῆναι. τίς γὰρ αὐτῶν ἀπέθετο τὴν φιλοπλουτίαν καὶ τὴν (ἵν’οὕτως ὀνομάσω) φιλοκοσμίαν; τίς δὲ πάντη ἀπέθετο τὸ πνεῦμα τῆς κενοδοξίας, ἵνα χωρήσῃ ἐν τῷ ἑαυτοῦ οὐρανῷ θησαυρὸν δόξης θεοῦ καὶ πλούτου τοῦ ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ θεοῦ; τίς δὲ ἀπέθετο τὸ πνεῦμα τῆς ἐπιθυμίας καὶ τοῦ φόβου καὶ τῆς ἡδονῆς καὶ τῆς ὀργῆς; ἀγαπητὸν γὰρ ἐπὶ τῶν ἀποστόλων τὸ τοιοῦτον καὶ τῶν ἐκείνοις ὁμοίων τὸν φιλαλήθως ἐξετάζοντα τὰ πράγματα ἀποφήνασθαι. οὗτος δὲ καὶ δύναται ἀκολουθῆσαι τῷ Ἰησοῦ, (ὡς ἀποδεδώκαμεν) πάντα ἀποδόμενος καὶ ἔχων θησαυρὸν ἐν οὐρανῷ · οὐ γὰρ περιέλκεται ὑπό τινος μοχθηροῦ κτήματος, ἵνα μὴ ἀκολουθῇ τῷ Ἰησοῦ.

15.19

ἑξῆς δὲ τούτοις λέγεται ὅτι ἀκούσας δὲ τὸν λόγον νεανίσκος ἀπῆλθε λυπούμενος · ἦν γὰρ ἔχων κτήματα πολλά. καὶ ὄψει γε (ὡς πρὸς τὴν ἀναγωγήν), τίνα τρόπον δυσαποσπάστως ἔχομεν τοῦ φρονεῖν τὸν πλοῦτον ἀγαθὸν εἶναι τὴν κάτω δόξαν. ἀλλὰ καὶ μᾶλλον θέλομεν, ἐπεὶ ἀγαπῶμεν τὴν ἐπιθυμίαν, τυχεῖν τῶν καὶ φαύλως ἐπιθυμουμένων ἀπαλλαγῆναι τῆς ἐπιθυμίας, καὶ μᾶλλον μὴ περιπεσεῖν οἷς φανταζόμεθα φοβεροῖς ἤπερ ἀποθέσθαι τὸν ἐχθρὸν τῷ φόβῳ τοῦ θεοῦ φόβον. ἀλλ’οὐ δὲ πρεσβύτερός τις εἰσῆκται καθεστηκὼς οὐ δὲ ἀνὴρ καταργήσας τὰ τοῦ νηπίου, ἀλλὰ νεανίσκος τὸν λόγον ἀκούσας καὶ ἀπελθὼν λυπούμενος. τοιοῦτος γὰρ ἦν τὴν ψυχήν, διὸ καὶ καταλιπὼν τὸν Ἰησοῦν ἀπῆλθεν (ἐπὶ ψόγῳ γὰρ εἴρηται τὸ ἀπῆλθε), καὶ ἀπῆλθε λυπούμενος λύπην τὴν τοῦ κόσμου, τὴν θάνατον κατεργαζομένην. ἦν γὰρ ἔχων κτήματα πολλὰ ἅπερ ἠγάπα, ἀγαπῶν τὸ ὀργίζεσθαι καὶ τὸ λυπεῖσθαι (διὸ ἀπῆλθε λυπούμενος) καὶ ὅσα ἀπὸ κακίας ἦν αὐτῷ γεγεννημένα κεκρατηκότα τῆς ψυχῆς αὐτοῦ. εἰ μέντοι ἐπὶ τῆς ἱστορίας μένοις κατά τινα τῶν προαποδεδομένων διήγησιν, ἐξ ἡμισείας εὕροις ἂν ἐπαινετὸν καὶ ἐξ ἡμισείας ψεκτὸν τὸν νεανίσκον τοῦτον. μὲν γὰρ οὐκ ἐμοίχευσεν οὐ δὲ ἐφόνευσεν οὐ δὲ ἔκλεψεν οὐ δὲ ἐψευδομαρτύρησεν, ἀλλὰ καὶ ἤδη νεανίσκος ὢν ἐτίμησε τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἐλυπήθη ἐπὶ τοῖς τὴν τελειότητα ὑποτιθεμένοις λόγοις τοῦ Ἰησοῦ καὶ ἐπαγγελλομένοις αὐτήν, εἰ ἀποδοῖτο τὰ ὑπάρχοντα, ἀστεῖόν τι ἦν ἐν αὐτῷ. δὲ ἀπῆλθεν ἀπὸ τοῦ Ἰησοῦ λυπούμενος διὰ τὰ κτήματα, δέον αὐτὸν χαίρειν, ὅτι ἀντ’ἐκείνων ἔμελλεν ἔχειν θησαυρὸν ἐν οὐρανῷ, καὶ ἀκολουθῶν τῷ Ἰησοῦ κατ’ἴχνη βαίνειν υἱοῦ θεοῦ, ψεκτὸς ἦν.

15.20

ἀπελθόντος δὲ αὐτοῦ, εἶπεν Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ · ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐφ’ παρατηρητέον ὡς τοῦ σωτῆρος ἀκριβῆ λόγον τὸν ἀναγεγραμμένον. οὐκ εἶπε μὲν γὰρ ὅτι πλούσιος οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπείπερ εἰ τὸ τοιοῦτον εἰρήκει, ἀποκεκλείκει ἂν πάντως τὸν πλούσιον ἀπὸ τῆς τῶν οὐρανῶν βασιλείας. φησὶ δὲ ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται · τὸ χαλεπὸν μὲν πρὸς σωτηρίαν τοῦ πλουσίου παριστὰς οὐ μὴν τὸ ἀδύνατον […], ὅπερ ἐπὶ μὲν τοῦ ῥητοῦ αὐτόθεν λόγον ἔχειν φαίνεται, δυναμένων πλουσίων μετὰ δυσκολίας ἀντιστῆναι τοῖς πάθεσι καὶ ταῖς ἁμαρτίαις καὶ μὴ πάντη ὑπ’αὐτῶν ἁλῶναι. εἰ δὲ τροπολογούμενος πλούσιος παραλαμβάνοιτο, ζητήσεις πῶς κἂν δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. τὴν δὲ δυσκολίαν τῆς εἰσόδου τοῦ ἑκατέρως νοουμένου πλουσίου εἰς σωτηρίαν ἐμφαίνει παραβολὴ τῷ εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρύπης ῥαφίδος διελθεῖν πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν παραβολῇ μὲν πλούσιος παραβάλλεται καμήλῳ, οὐ διὰ τὸ ἀκάθαρτον τοῦ ζῴου μόνον ὡς νόμος ἐδίδαξεν, ἀλλὰ καὶ διὰ τὴν ὅλην αὐτοῦ σκολιότητα, δὲ τῶν οὐρανῶν βασιλεία τρυμαλιᾷ ῥαφίδος, εἰς παράστασιν τοῦ πάνυ στενὴν εἶναι καὶ εἰς ὑπερβολὴν τεθλιμμένην τὴν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἴσοδον τῷ ἑκατέρῳ πλουσίῳ. δηλοῖ δ’ὅτι ὡς αὐτόθεν μὲν ἀδύνατον τὴν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, δυνατὸν δὲ ὅσον πρὸς τὸν θεόν, οὕτως καὶ τὸν πλούσιον ὅσον πρὸς αὐτὸν ἀδύνατον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν. τῷ δὲ δυνατὰ εἶναι τῷ θεῷ πάντα καὶ τὸ τοιοῦτον αὐτῷ δυνατόν ἐστιν, ἀφάτῳ δυνάμει τὴν παχύτητα τοῦ φαύλου λεπτύνοντι τὴν στενότητα τῆς εἰσόδου χωρητὴν αὐτῷ ποιοῦντι. ὅτι γὰρ τοῦ δυσκόλως εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν τὸν πλούσιον παράδειγμα ἔλαβε τὴν τρυμαλιὰν καὶ τὴν κάμηλον ἀλλ’οὐ τοῦ ἀδυνάτου, δῆλον ἐκ τοῦ πρὸς τοὺς μαθητὰς εἰρῆσθαι (φήσαντας · τίς ἄρα δύναται σωθῆναι); τὸ παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ θεῷ πάντα δυνατά. οὐκοῦν δυνατὸν καὶ τὴν κάμηλον εἰσελθεῖν διὰ τρυμαλιᾶς ῥαφίδος, ἀλλ’οὐ παρὰ ἀνθρώποις δυνατόν, παρὰ δὲ θεῷ · οὕτως δὲ καὶ τὸν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ. τὰς δὲ ἐφόδους τοῦ πῶς ἂν τὰ τοιαῦτα ποιήσαι θεὸς δυνατά, αὐτὸς ἂν εἰδείη καὶ Χριστὸς αὐτοῦ καὶ ἂν ἀποκαλύψῃ υἱὸς αὐτοῦ. μὲν οὖν διαβεβηκὼς ἐν σοφίᾳ καὶ λόγῳ ἐπιτολμήσαι ἂν ἐπὶ πλεῖον καὶ τῇ περὶ τῆς ῥαφίδος καὶ τῆς τρυμαλιᾶς αὐτῆς διηγήσει. ἡμεῖς δὲ τοσοῦτον παραθησόμεθα ὅτι ἐστί τινα ἐν τῷ νόμῳ γινόμενα τέχνῃ ῥαφιδευτοῦ χρῄζοντος ῥαφίδος, ἵνα κατὰ σοφίαν θεοῦ ποιήσῃ τὰ ἔργα τις ἧς ἀνείληφε τέχνης. ὡς οὖν νοηθείη τὰ τοῦ ῥαφιδευτοῦ ἔργα κἀκείνη ῥαφίς, νοηθήσεται καὶ τὰ τῇδε λελεγμένα · ἅπερ νῦν λέγειν καὶ σαφηνίζειν τάχα μὲν καὶ ὑπὲρ ἡμᾶς ἐστι, τάχα δὲ καὶ τῷ εἰδότι πολλῆς ἂν καὶ ἀκαίρου ἔχοιτο παρεκβάσεως. δύο δὲ προκειμένων, τοῦ κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν καὶ τοῦ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ, εὐκοπώτερον εἶναί φησι τὸ πρότερον. καὶ ζητήσεις γε ἐν τοῖς ἀνθρώποις ἄλλον μὲν τὸν κάμηλον γενόμενον εἰσερχόμενον διὰ τρυμαλιᾶς ῥαφίδος, ἄλλον δὲ τὸν πλούσιον (ἀδυνάτως μὲν ἀνθρώποις δυνατῶς δὲ τῷ θεῷ) εἰσερχόμενον εἰς τὴν βασιλείαν τοῦ θεοῦ · οὕτως δὲ καὶ ἐπὶ τῆς καμήλου καὶ ἐπὶ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος, ὁστισποτοῦν ἐὰν εὑρεθῇ κάμηλος καὶ ἡτισοῦν ἐὰν νοηθῇ κάμηλος τρυμαλιὰ ῥαφίδος, εἰσελεύσεται δι’ἐκείνης · ὅτι ἀδύνατον μὲν ἀνθρώποις, παρὰ δὲ θεῷ καὶ τοῦτο δυνατόν. εἰ δὲ ἐμφαίνει ταῦτα καὶ παρίστησι τελικά τινα μυστήρια καὶ ἐπί τι τέλος ἄγοντα διά τινων ὁδῶν θεῷ μόνῳ δυνατῶν μή, δυνάμενος ἐξεταζέτω.

15.21

ἑξῆς ἔστιν ἰδεῖν τὰ περὶ τοῦ τότε ἀποκριθεὶς Πέτρος εἶπεν αὐτῷ · ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι · τί ἄρα ἔσται ἡμῖν; καὶ ταῦτα δὲ μέν τις τηρήσει κατὰ τὴν λέξιν, δέ τις ἀνασκευάσας τὸ τῆς λέξεως ὡς οὐ μεγαλοφυὲς τροπολογήσει. μὲν οὖν τῇ λέξει παριστάμενος τοιαῦτα ἐρεῖ · ὥσπερ ἐπὶ τῆς δόσεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν τοῦ διδόντος προαίρεσιν ἀποδεχόμενος θεὸς δικαιοῖ καὶ μᾶλλον ἀποδέχεται τὸν τὸ ἔλαττον προαιρέσει τελειοτέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόνων καὶ διαθέσει ὑποδεεστέρᾳ (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγεγραμμένων περὶ τῆς μεγάλης δόσεως τῶν πλουσίων καὶ τῶν δύο λεπτῶν, ἅτινα χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸ γαζοφυλάκιον), οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων κέκτηνται, ἵνα ἀπερισπάστως ἀκολουθῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα πράττοντες κατὰ τὸν λόγον αὐτοῦ, οὐ πάντως μᾶλλον ἀπόδεκτος τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν δοκοῦντα καταπεφρονηκέναι τῶν πλειόνων. εἰ καὶ μικρὰ οὖν καὶ εὐτελῆ Πέτρος καταλέλοιπεν ἅμα τῷ ἀδελφῷ αὐτοῦ Ἀνδρέᾳ, ἡνίκα ἀκούσαντες ἀμφότεροι τὸ δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ, ἀλλ’οὐ μικρὰ λελόγισται παρὰ τῷ θεῷ κατανοήσαντι ὅτι ἀπὸ ἕξεως αὐτὸ τοιαύτης πεποιήκασιν, ὡς εἰ καὶ ἐκέκτηντο πολλὰ κτήματα καὶ πλεῖστα ὑπάρχοντα, μὴ ἂν ὑπ’αὐτῶν κατασχεθῆναι μη δὲ ἐμποδισθῆναι τὴν ὁρμὴν βουλομένων ἀκολουθῆσαι τῷ Ἰησοῦ. καὶ θαρρῶν (οἶμαι) ἐπὶ τῇ προαιρέσει μᾶλλον τῇ ὕλῃ ὧν καταλέλοιπεν Πέτρος παρρησιασάμενος εἶπε τῷ Ἰησοῦ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι · τί ἄρα ἔσται ἡμῖν; εἰκὸς δὲ νοεῖν μὴ δίκτυα μόνον αὐτὸν καταλελοιπέναι ἀλλὰ καὶ οἶκον καὶ γυναῖκα, ἧς μήτηρ ἐπιστάντος τοῦ Ἰησοῦ ἀπήλλακται τοῦ πυρετοῦ · στοχάσαιτο δ’ἄν τις ὅτι δυνατὸν καὶ τέκνα αὐτὸν καταλελοιπέναι, οὐκ ἀδύνατον δὲ καὶ κτῆσίν τινα βραχεῖαν. μέγα οὖν δηλοῦται περὶ τοῦ Πέτρου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἐπείπερ ἀκούσαντες τὸ δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων μηδὲν ἀναβαλλόμενοι εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ, οὐ μιμησάμενοι τὸν εἰπόντα · ἀλλὰ πρῶτον ἐπίτρεψόν μοι εἰς τὸν οἶκόν μου ἀπελθεῖν καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου, οὐ δὲ παραπλήσιόν τι ποιήσαντες τῷ λέγοντι · ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. καὶ πρόσχες ἐπιμελῶς ὅτι ἀξιολόγως πληγέντες ὑπὸ τῆς προστάξεως τοῦ Ἰησοῦ καὶ τῆς ἐπαγγελίας αὐτοῦ, καὶ πιστεύσαντες ὅτι ὀλίγην ἁλιευτικὴν καταλιπόντες τὴν ἰχθύων ἀνθρώπους ἔμελλον ἀγρεύειν πρὸς σωτηρίαν, καὶ οἱονεὶ τρωθέντες ὑπότε τῆς εἰς τὸν Ἰησοῦν καὶ ἧς ἐπηγγείλατο αὐτοῖς διακονίας φιλανθρώπου μέλλουσιν ἀνθρώπους θηρεύειν, εὐθέως ἀφέντες τὰ δίκτυα καὶ ὡσπερεὶ ἐπιλαθόμενοι τῶν οἴκοι ἠκολούθησαν αὐτῷ, ὡς ἄξιον γεγονέναι τοῦ ἐπ’ἐκείνῃ τῇ ὁρμῇ τὸν Πέτρον σεμνύνασθαι καὶ εἰρηκέναι τὸ προειρημένον. ἅμα δὲ παρατηρητέον ὅτι τοῦτο εἴρηκεν Πέτρος κατανοήσας μὲν τὴν εἰρημένην ὑπὸ τοῦ Ἰησοῦ φωνήν · εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, θεασάμενος δὲ καὶ τὸν ἀκούσαντα νεανίσκον καὶ μετὰ λύπης ἀπεληλυθότα, ἐπείπερ προκεκρίκει τὰ πολλὰ ἐπὶ τῆς γῆς κτήματα τοῦ τέλειος ἐν θεῷ γενέσθαι, νοήσας δὲ καὶ τὸ δύσκολον περὶ τοῦ εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν τοῦ πλουσίου, ὡσπερεὶ καὶ αὐτὸς οὐκ εὐχερὲς πρᾶγμα ποιῶν ἐν τῷ πάντα καταλελοιπέναι καὶ ἠκολουθηκέναι τῷ σωτῆρι, εἶπε τὰ προκείμενα. διὸ καὶ παρρησιασαμένῳ τῷ Πέτρῳ ἀποκρίνεται τὰ τῆς ἐπιφερομένης μεγάλης ἐπαγγελίας σωτὴρ περὶ τοῦ μέλλειν ἕνα τῶν κριτῶν τοῦ Ἰσραὴλ ἔσεσθαι τὸν Πέτρον.

15.22

δὲ τῆς λέξεως ὡς οὐχ ἱκανῆς πεῖσαι μεγαλοφυῆ ἀκροατὴν καταφρονήσας, ὡς καὶ ἄλλων λέξεων τῆς γραφῆς τὸ σεμνὸν ἐν τῇ ἀναγωγῇ ἐχουσῶν, τοιαῦτα φήσει ὅτι αὐτὸ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, δικτυδίου καταλειφθέντος καὶ πενιχρᾶς οἰκίας καὶ ἐπιπόνου ἐν πενίᾳ βίου, οὐ πάνυ τι μέγα ἐστὶν οὐ δὲ ἀξίως λέλεκται τοῦ τηλικούτου μαθητοῦ, σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψεν ὅτι Ἰησοῦς εἴη Χριστὸς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλ’ ἐν τοῖς οὐρανοῖς πατὴρ αὐτοῦ, καὶ λέλεκται τὸ σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. ἀλλὰ μήποτε τὰ προαποδεδομένα εἰς τὴν διήγησιν τοῦ · ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ τὰ ἑξῆς χρήσιμα καὶ ἀληθινὰ εἰς τὰ προκείμενά ἐστι. Πέτρος γὰρ ἀφῆκε πάντα, ἐφ’οἷς ἁμαρτωλὸς ἦν καὶ δι’ εἶπεν · ἔξελθε ἀπ’ἐμοῦ, κύριε, ὅτι ἀνὴρ ἁμαρτωλὸς ἐγώ εἰμι, καὶ μέγας αὐτοῦ ἔπαινος ἦν τεθαρρηκότος ἐπὶ τῷ μηκέτι ἁμαρτάνειν λέγειν · ἀφήκαμεν πάντα, καὶ οὐ μόνον τὰ χείρονα καταλελοίπαμεν ἀλλὰ καὶ ἠκολουθήσαμέν σοι. τὸ δὲ σοὶ ἠκολουθήσαμεν ἴσον δύναται εἶναι τῷ · ἀποκαλύψαντος ἡμῖν κατὰ πάντα, ὡς Πέτρῳ, τοῦ πατρὸς ὅστις εἶ, καὶ ὅτι δικαιοσύνη εἶ, ἠκολουθήσαμέν σοι καθὸ δικαιοσύνη τυγχάνεις, οὕτω δὲ καὶ καθὸ ἁγιασμὸς καὶ καθὸ σοφία καὶ καθὸ εἰρήνη καὶ καθὸ ἀλήθεια καὶ καθὸ ὁδὸς φέρουσα πρὸς θεὸν καὶ καθὸ ζωὴ ἀληθινή. διόπερ ὡς ἀθλητὴς νικητὴς μετὰ τὸν ἀγῶνα πυνθανόμενος τοῦ ἀγωνοθέτου, εἰ τύχοι μὴ ἐπιστάμενος τὰ ἐπὶ τῷ ἀγῶνι ἆθλα, πυνθάνεται τοῦ σωτῆρος λέγων μετὰ τῆς ἐπὶ τοῖς ἀνδραγαθήμασι παρρησίας τὸ τί ἄρα ἔσται ἡμῖν; καὶ εἴπερ βουλόμεθα τὰ πρὸς Πέτρον εἰρημένα κατὰ τὴν πεῦσιν αὐτοῦ καὶ αὐτοὶ λαβεῖν, ἀφῶμεν ὁμοίως πάντα, μηκέτι περιεχόμενοι τῆς κακίας καὶ τῆς κατ’αὐτὴν ἐνεργείας, καὶ ἀκολουθήσωμεν τῷ τοῦ θεοῦ λόγῳ, ἵνα ἡμῖν εἴπῃ καὶ πᾶσι τοῖς ἀκολουθήσασιν αὐτῷ τὰ ἐπιφερόμενα οὕτως ἔχοντα · δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι καὶ τὰ ἑξῆς. ἅπερ καὶ αὐτὰ καὶ ἁπλούστερον ἔχει τινὰ προτρεπτικὸν ἐπὶ τὸ καταλιπεῖν τὰ ὑπάρχοντα νοῦν, καὶ ἕτερον παρὰ τοῦτον βαθύτερον. μὲν οὖν κατὰ τὴν λέξιν ἑρμηνεύων τὸν τόπον τοῦ εὐαγγελίου τοιαῦτα ἐρεῖ · οὐ πάντας εἶπεν ἀκολουθεῖν τῷ Ἰησοῦ λόγος, ἀλλὰ τοὺς μὲν τότε ἀποστόλους καὶ τοὺς ὁμοίως ἐκείνοις ἐπιμόνως αὐτῷ ἀκολουθήσαντας ἀκολουθήσαντας ἑαυτῷ ὠνόμασεν · τοὺς δὲ μεταγενεστέρους ἐδήλωσε τῷ καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἀδελφὰς καὶ τὰ ἑξῆς. ἀλλ’ὡς βιαίως διηγησάμενον τὸ ἀκολουθεῖν ἀνατρέψει τις λέγων περὶ πάντων εἰρῆσθαι τὸ ἀκολουθεῖν ἐν τῷ ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μαθητής. οἱ τοίνυν ἀκολουθήσαντες τῷ σωτῆρι καθεδοῦνται ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ ταύτην λήψονται τὴν ἐξουσίαν ἐν τῇ ἀναστάσει τῶν νεκρῶν · αὕτη γάρ ἐστιν παλιγγενεσία καινή τις γένεσις οὖσα, ὅτε οὐρανὸς καινὸς καὶ γῆ καινὴ τοῖς ἑαυτοὺς ἀνακαινώσασι κτίζεται καὶ καινὴ διαθήκη παραδίδοται καὶ τὸ ποτήριον αὐτῆς.

15.23

ἐκείνης δὲ τῆς παλιγγενεσίας προοίμιόν ἐστι τὸ καλούμενον παρὰ τῷ Παύλῳ λουτρὸν παλιγγενεσίας, καὶ ἐκείνης τῆς καινότητος μυστήριόν ἐστι τὸ ἐπιφερόμενον τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐν τῷ ἀνακαινώσεως πνεύματος. τάχα δὲ καὶ κατὰ μὲν τὴν γένεσιν οὐδείς ἐστι καθαρὸς ἀπὸ ῥύπου, οὐ δ’εἰ μία ἡμέρα εἴη ζωὴ αὐτοῦ διὰ τὸ περὶ τῆς γενέσεως μυστήριον, ἐφ’ τὸ ὑπὸ τοῦ Δαυῒδ ἐν πεντηκοστῷ Ψαλμῷ λελεγμένον ἕκαστος ἂν τῶν εἰς γένεσιν ἐληλυθότων λέγοι, ἔχον οὕτως ὅτι ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. κατὰ δὲ τὴν ἐκ λουτροῦ παλιγγενεσίαν πᾶς μὲν καθαρὸς ἀπὸ ῥύπου γεννηθεὶς ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος, ἵνα δὲ τολμήσας εἴπω καθαρὸς δι’ἐσόπτρου καὶ ἐν αἰνίγματι. κατὰ δὲ τὴν ἄλλην παλιγγενεσίαν, ὅταν καθίσῃ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πᾶς εἰς τὴν ἐν Χριστῷ παλιγγενεσίαν ἐκείνην φθάσας καθαρώτατός ἐστιν ἀπὸ ῥύπου καὶ βλέπει πρόσωπον πρὸς πρόσωπον, καὶ αὐτὸς διὰ λουτροῦ παλιγγενεσίας φθάνων ἐπ’ἐκείνην τὴν παλιγγενεσίαν. εἰ δὲ βούλει τὸ λουτρὸν ἐκεῖνο νοῆσαι, σύνες πῶς Ἰωάννης, ἐν ὕδατι βαπτίζων εἰς μετάνοιαν λέγει περὶ τοῦ σωτῆρος τὸ αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. ἐν μὲν οὖν τῇ διὰ λουτροῦ παλιγγενεσίᾳ συνετάφημεν τῷ Χριστῷ · συνετάφημεν γὰρ αὐτῷ (κατὰ τὸν ἀπόστολον) διὰ τοῦ βαπτίσματος. ἐν δὲ τῇ τοῦ διὰ πυρὸς καὶ πνεύματος λουτροῦ παλιγγενεσίᾳ σύμμορφοι γινόμεθα τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ καθεζομένου ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ αὐτοὶ καθεζόμενοι ἐπὶ δώδεκα θρόνους, εἰ καὶ ἀφέντες πάντα (ὁποτερωσοῦν […] μᾶλλον δὲ κατὰ τὸ δεύτερον) ἠκολουθήσαμεν Χριστῷ. τότε δὲ ὅταν καθίσῃ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πληροῦται λέγουσα προφητεία · εἶπεν κύριος τῷ κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ τότε δεῖ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, ἕως οὗ ἔσχατος ἐχθρὸς θάνατος καταργηθῇ, οὗ καταργηθέντος οὐκέτι ἔσται πρὸ προσώπου τῶν σωζομένων θάνατος ἀλλὰ μόνη ζωὴ πιστευομένη. θανάτου μὲν γὰρ ὄντος πρὸ προσώπου ἀνθρώπων δι’ἐκεῖνον ἀπιστεῖται ὑπὸ τῶν κρατουμένων ὑπ’αὐτοῦ ζωή · καταργηθέντος δὲ θανάτου πιστεύεται ὑπὸ πάντων ζωή. ἐν δὲ τῷ νόμῳ εὑρήσεις καὶ τὸ τέθεικα τὴν ζωὴν καὶ τὸν θάνατον πρὸ προσώπου σου καὶ τὸ ἔσται ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν καί · οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. καθέζεται δὲ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, οὐδενὸς ἀτίμου καὶ ἀδόξου ἐν θεῷ βασιλευομένου ὑπ’αὐτοῦ · πάντες γὰρ τότε οἱ μὴ δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες μη δέ τι ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀλλὰ τὴν δόξαν τὴν ἀπὸ τοῦ μόνου ζητοῦντες, βασιλευθήσονται ὑπὸ τοῦ καθημένου ἐπὶ θρόνου δόξης αὐτοῦ. τότε δὲ καὶ ἀποδίδοται τὰ τῆς εὐχῆς τῷ σωτῆρι εὐξαμένῳ καὶ εἰπόντι · πάτερ, δόξασόν με τῇ δόξῃ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι.

15.24

εἰ δὲ δύνασαι νοῆσαι τὸν λόγον ἀποκαταστάντα μὲν μετὰ τὸ γεγονέναι αὐτὸν σάρκα καὶ ὅσα γέγονε τοῖς γεννητοῖς, γινόμενος αὐτοῖς ὅπερ ἕκαστος αὐτὸν ἑαυτῷ ἔχρῃζε γενέσθαι, ἵνα τοὺς πάντας κερδήσῃ, καὶ ἀποκαταστάντα, ἵνα γένηται ὁποῖος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν, (θεὸς λόγος ὢν) ἐν τῇ ἰδίᾳ δόξῃ, ὡς λόγου τοιούτου δόξῃ · ὄψει αὐτὸν καθεζόμενον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ οὐχ ἕτερον αὐτοῦ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸν κατὰ τὸν Ἰησοῦν ἄνθρωπον νοούμενον · ἓν γὰρ οὗτος τῷ λόγῳ γίνεται, παντὸς μᾶλλον τῶν διὰ τὸ κολλᾶσθαι τῷ κυρίῳ γινομένων ἓν πνεῦμα πρὸς αὐτόν. τότε δέ, ἡνίκα ἂν ταῦτα ἐν τῇ ἀποκαταστάσει τοῦ σωτῆρος γένηται, καὶ οἱ ἀφέντες πάντα καὶ ἀκολουθήσαντες αὐτῷ καθεδοῦνται, ὡς σύμμορφοι γενόμενοι τῷ σώματι καὶ τῷ θρόνῳ τῆς δόξης τοῦ Χριστοῦ, ἐπὶ θρόνους δώδεκα κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. γὰρ ὅλος βίος τῶν δικαίων κρινεῖ τὰς μὴ πεπιστευκυίας δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ κρινοῦσί γε οἱ ἀπόστολοι καὶ οἱ τὸν ἀποστολικὸν ἐζηλωκότες βίον καὶ κατωρθωκότες τοὺς εὐγενεῖς μὲν (διὰ τὸ εἶναι αὐτοὺς Ἰσραηλίτας) οὐ τὰ ἄξια δὲ τῆς εὐγενείας πεποιηκότας. τάχα δὲ τὸ μὲν ἐν ὑμῖν κρίνεται κόσμος πρὸς Κορινθίους λελεγμένον λέγεται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, τὸ δὲ καθίσεσθε καὶ αὐτοὶ ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ πρὸς τοὺς ἀποστόλους καὶ τοὺς τὸν ἀποστολικὸν βίον ἐζηλωκότας, κρινοῦντας τοὺς εὐγενεστέρους τοῦ ὅλου κόσμου ὄντας τὸν Ἰσραήλ. ἀλλὰ νόησον ἐν τούτοις ἀξίως τῆς μεγαλονοίας τοῦ εὐαγγελίου τὸν Ἰσραὴλ εὐγενῆ μὲν καὶ πεφυκότα κρειττόνως, οὐ πεπιστευκότα δέ. ἀνάγειν δὲ μετὰ τὸν περὶ τοῦ Ἰσραὴλ καὶ τὸν περὶ τῶν δώδεκαφυλῶν λόγον (ὥστε δώδεκα τάγματα εἰπεῖν γενικὰ ψυχῶν καὶ εὐγενεστέρων, ὧν αἱ μὲν διαφέρουσαι ἐν ὑπεροχῇ εἰσιν αἱ δὲ καθ’ἕνδεκα μοίρας τεταγμέναι λοιπαὶ ἐν τάξει δευτέρᾳ), ὑπὲρ ἡμᾶς ἐστι μὴ τηλικαῦτα θεωροῦντας, ὡς δυνηθῆναι παραστῆσαι πῶς δώδεκά εἰσιν ἀστέρες οἱ πατέρες τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὥσπερ ἐδήλου τὸ προφητικὸν (ἵν’οὕτως ὀνομάσω) ὄναρ τοῦ Ἰωσήφ. οἱονεὶ δὲ καὶ ἕκαστος τῶν κρινομένων Ἰσραηλιτῶν ὑπό τινος συνωνύμου ἄστρου ἄστρῳ παραπλησίου ἀποστόλου καὶ τοῦ τὸν ἀποστολικὸν βίον βιώσαντος κριθήσεται.

15.25

εἰ μὲν οὖν τις πάντα ἀφῆκε καὶ ἠκολούθησε τῷ Ἰησοῦ, τῶν εἰρημένων πρὸς τὸν Πέτρον κατὰ τὴν πεῦσιν αὐτοῦ τεύξεται · εἰ δὲ οὐ πάντα μὲν τὰ δὲ ἐπιφερόμενα, τοιοῦτος πολλαπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. τίνα δὲ οὐ πάντα ἀλλ’εἰδικῶς λελεγμένα, κατανοητέον ἐκ τοῦ καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἀδελφὰς καὶ τὰ ἑξῆς. καὶ τοῦτο δὲ ὅτι μὲν ἔχει οὐκ εὐκαταφρόνητον λόγον καὶ κατὰ τὸ ἁπλοῦν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν ἐπὶ τὸ πάσης σαρκικῆς συγγενείας καταφρονεῖν καὶ πάσης τῆς κτήσεως, πᾶς ὁστισοῦν ὁμολογήσει. εἰ δὲ καὶ τοῦτο ἐπιδέχεται ἀναγωγήν, μέν τις διστάσει δὲ καὶ ἀποφανεῖται τι ἔχει. καὶ σαφές γε κατὰ τὸ ῥητὸν ὅτι πολλοὶ τῶν πιστευσάντων εἰς τὸν σωτῆρα ἡμῶν ἐμισήθησαν ὑπὸ συγγενῶν καὶ εἵλαντο τούτους καὶ πᾶσαν κτῆσιν καταλιπεῖν ὑπὲρ τοῦ κληρονομῆσαι τὴν αἰώνιον ζωήν, πεισθέντες ὅτι πᾶς ὅστις ἀφῆκε τοὺς κατὰ σάρκα ἀδελφοὺς καὶ τὰς συγγενεῖς μόνῳ τῷ σώματι ἀδελφὰς καὶ γονεῖς τῶν σωμάτων καὶ τὰ τέκνα τῆς σαρκὸς καὶ τοὺς ἐν τῇ ἐπικαταράτῳ γῇ ἀγροὺς καὶ τὰς ἐν αὐτῇ οἰκίας, καὶ ἀφῆκεν οὐ δι’ἄλλο τι ἀλλ’ἕνεκεν τοῦ ὀνόματος Ἰησοῦ, πολλαπλασίονα λήψεται · πολλαπλασίονα γὰρ καὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἀπειροπλασίονα τὰ πνευματικὰ παρὰ τὰ σωματικά, καὶ πρὸς τῷ λαβεῖν πολλαπλασίονα οὐκ ἐν προσκαίρῳ ζωῇ, ἀλλ’ἐν αἰωνίῳ γενόμενος, κληρονομήσει αὐτά. πολλαπλασίονας μὲν γὰρ ἀδελφοὺς καὶ ἀδελφὰς ὧν τις ἀφῆκε διὰ τὸν τοῦ θεοῦ λόγον, εὐχερὲς διηγήσασθαι · καὶ γὰρ ἐν τῷ κόσμῳ τούτῳ πολλαπλασίους οἱ κατὰ τὴν πίστιν ἀδελφοὶ τῶν δι’ἀπιστίαν καταλελειμμένων ὑπὸ τῶν πιστευσάντων. οὕτω δὲ καὶ γονεῖς πάντας τοὺς ἀνεπιλήπτους ἐπισκόπους καὶ τοὺς ἀνεγκλήτους πρεσβυτέρους λαμβάνει τις, ἀνθ’ὧν καταλέλοιπε δύο · ὁμοίως δὲ καὶ τέκνα πάντας τοὺς ἡλικίαν ἔχοντας τέκνων. πῶς δὲ πολλαπλασίονας ἀγροὺς οἰκίας ὧν τις καταλέλοιπε κληρονομεῖ, οὐκέτι ὁμοίως ἀποδοῦναι δύναται, ἂν μὴ ἄρα τις βιασάμενος ἐπ’ὀλίγων τὸ τοιοῦτον παραστήσῃ, ὅπερ οὐκ εὔλογον · ἅπαξ δὲ ἀλληγορῶν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας ἀναγκασθήσεται κατὰ τὸ ἀκόλουθον καὶ τὰ ἀνωτέρω τούτων ἀποδοῦναι. εἰσὶν οὖν (οἶμαι) ἐν ταῖς ἁγίαις καὶ μακαρίαις δυνάμεσιν ἀδελφοὶ οἱ εἰς ἄνδρα τέλειον κατηντηκότες τῶν τὸ μέτρον τῆς ἡλικίας τοῦ Χριστοῦ κεχωρηκότων καὶ ἀδελφαὶ πάντες οἱ παρθένος ἁγνὴ παραστησάμενοι Χριστῷ οὐκ ἀπ’ἀνθρώπων (οἶμαι) μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν δυνάμεων. γονεῖς δὲ τοιοῦτοι εἶεν ἂν τίνες περὶ ὧν εἴρηται πρὸς τὸν Ἀβραάμ · σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ; εἰ δὲ γίνονταί ποτε οὗτοι (ἀνάλογον ἐκείνοις τοῖς πατράσιν) ἑτέρων πατέρες, πολλαπλάσιον καὶ τέκνα λήψονται ὁμοίως τῷ Ἀβραάμ. καὶ τοὺς ἀγροὺς δὲ καὶ τὰς οἰκίας πολλαπλασίονας τῶν καταλειπομένων νόει μοι ἐν τῇ ἀναπαύσει τοῦ θείου παραδείσου καὶ τῇ πόλει τοῦ θεοῦ, περὶ ἧς δεδοξασμένα ἐλαλήθη, ἧς θεὸς ἐν ταῖς βάρεσι γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς, ὥστ’ἂν εἰπεῖν πρὸς τοὺς τὰς ἐκεῖ οἰκίας κληρονομοῦντας · καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν, περὶ ἧς λέγεται · καταδιέλεσθε τὰς βάρεις αὐτῆς. ἐπὶ τοιούτοις δὴ κληρονομεῖν τὴν αἰώνιον ζωὴν μακάριον, τοσούτους ἔχοντας κληρονομίαν ἀγροὺς καὶ τοσαῦτα δένδρα ὑπὸ θεοῦ γεωργούμενα καὶ οἰκίας ἐκ λίθων ζώντων, ἐν αἷς ἀναπαύσεται πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἀδελφὰς καὶ τὰ λοιπά.

15.26

μετὰ τοῦτό ἐστι τὸ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. καὶ τοῦτο δὲ ἔχει μέν τινα καὶ κατὰ τὸν ἁπλούστερον νοῦν προτρέψασθαι δυνάμενα τοὺς ἄρτι προσερχομένους τῷ θείῳ λόγῳ ἐπὶ τὸ σπεύδειν διὰ τῶν προστεταγμένων ἀναβῆναι παρὰ πολλοὺς τῶν νομιζομένων ἐγγεγηρακέναι τῇ πίστει ἐπὶ τὸν ὑπὲρ αὐτοὺς βίον καὶ λόγον, ὡς οὐκ ἐμποδίζοντος οὔτε χρόνου τοῖς ὕστερον πιστεύουσιν οὔτε γονέων μοχθηρῶν τοῖς αὑτοὺς ἀνεγκλήτως ἀγωνιζομένους παραστήσασιν. ἀγὼν δέ ἐστι καὶ καθελεῖν οἴημα διὰ τὸ ἐκ πατέρων Χριστιανῶν ἀνατετράφθαι ἐν Χριστιανισμῷ μέγα φρονούντων, καὶ μάλιστα ἐπὰν τύχῃ πατράσιν ἐπαυχεῖν καὶ προγόνοις προεδρίας ἠξιωμένοις ἐν τῇ ἐκκλησίᾳ, ἐπισκοπικοῦ θρόνου πρεσβυτερίου τιμῆς διακονίας εἰς τὸν λαὸν τοῦ θεοῦ · ἀμφότεροι γὰρ διδαχθέντες τὸ πολλοὶ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι ὑπομνησθήσονται μήτε ἐπὶ τῷ νομίζειν εἶναι πρῶτοι μέγα φρονεῖν μήτε συστέλλεσθαι καὶ ταπεινοῦσθαι, ὡς ἔλαττόν τι ἔχοντες τῶν προτέρων διὰ τὸ ἔσχατοι ἐκείνων τὰ τοῦ Χριστιανισμοῦ παρειληφέναι δόγματα. ἔχει δ’οἶμαι τὸ ῥητὸν καὶ ἕτερον λόγον ἀθρόως ἡμᾶς ἐπιστῆσαι δυνάμενον τοῖς πολλοῖς πρὸ ἡμῶν πρώτοις χρηματίσασιν ἀπὸ τοῦ Ἰσραὴλ γενομένοις διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν καὶ προδοσίαν ἐσχάτοις, καὶ ἡμῖν τοῖς ἐσχάτοις τὰ πρωτεῖα δυναμένοις λαβεῖν, ἐὰν ἐπιμένωμεν τῇ πίστει μὴ ὑψηλοφρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. τί δέ; ἐὰν κοινωνήσαντες τῇ ῥίζῃ τῶν πατριαρχῶν καὶ τῇ ἀπὸ τοῦ λόγου τῶν πατέρων πιότητι συμφυεῖς γενώμεθα τῷ βουλήματι τοῦ πνευματικοῦ νόμου καὶ τῶν ἀνάλογον αὐτῷ νοουμένων προφητῶν, ἡμεῖς οἱ ἔσχατοι ἐσόμεθα πρῶτοι, κἀκεῖνοι οἱ πρῶτοι, διὰ τὴν ἀπιστίαν ἐκκοπέντες ἀπὸ τῆς καλλιελαίου γεγόνασιν ἔσχατοι · καὶ γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν εἰς κρίμα τῷ κόσμῳ ἐπιδημήσαντος, ἵνα (τὰ ἔθνη) οἱ μὴ βλέποντες βλέψωσι καὶ οἱ βλέποντες (Ἰσραὴλ) τυφλοὶ γένωνται διὰ τὴν ἀπιστίαν, μὲν προσήλυτος ἡμεῖς λαὸς γεγόναμεν ἄνω ἄνω καὶ πρῶτοι, δὲ πρὸ ἡμῶν Ἰσραὴλ πρῶτος γέγονεν ἔσχατος καὶ κάτω κάτω. οὕτω δὲ δύναται νοεῖσθαι καὶ τὸ εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, ὡς εἰ ἔλεγεν · ἐπεὶ νῦν τὰ πρωτεῖα λαμβάνουσιν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς ἐμὲ πιστεύοντες ἔσχατοι νομιζόμενοι ἐν τῷ Ἰσραήλ, ἔσχατοι δὲ κρίνονται παρὰ τῷ θεῷ ὅλος λαὸς τῶν ἀπιστησάντων ἐν Ἰσραήλ, κἂν νομίζωνται διὰ τὸν χρόνον εἶναι πρῶτοι. εἴ τις οὖν βούλεται τὸ ἀληθινὸν πρῶτον ἀναλαβεῖν, γενέσθω ἐν τοῖς ὑπὸ τοῦ νῦν Ἰσραὴλ ἐσχάτοις εἶναι νενομισμένοις · ὃς ἂν γὰρ θέλῃ ἐν τοῖς οἰομένοις εἶναι πρώτοις, τῶν μὲν πρωτείων ἐπὶ τὰ ἔθνη μεταβεβηκότων ἀποπεσεῖται, ἐν δὲ ἐσχάτοις ἀριθμηθήσεται · καὶ γὰρ οἱ μὲν ἀπὸ τῶν ἐθνῶν κεφαλὴ διὰ τὴν πίστιν γίνονται, δὲ ἄπιστος Ἰσραὴλ διὰ τὴν ἀπιστίαν οὐρά. κατὰ τοῦτον τὸν λόγον πολλοὶ μὲν (οὐ πάντες δὲ) ἔσονται ἐκ πρώτων ἔσχατοι καὶ πάλιν πολλοὶ μὲν τῶν ἐσχάτων ἔσονται πρῶτοι. οὐ μὴν εἴ τις ἔσχατος προσελήλυθε, τοῖς ἀπὸ τῶν ἐθνῶν πιστεύουσι συναριθμεῖσθαι δοκῶν, οὗτος ἐν πρώτοις λογισθήσεται. εἰσὶ γὰρ καὶ πρῶτοι γενόμενοι καὶ οὐδὲν ἧττον διαμένοντες πρῶτοι, ὡς οἱ τοῦ Χριστοῦ ἀπόστολοι, Ἰσραηλῖται τυγχάνοντες καὶ ἐκ σπέρματος Ἀβραάμ. καὶ εἰσὶν ἔσχατοι οὐδὲν ἧττον διαμένοντες ἔσχατοι, οἱ πολλῷ ὑποδεέστερον βιοῦντες τῶν ἀπὸ τῆς ἐκκλησίας χρηματιζόντων […].

15.27

μετὰ ταῦτα ἐπίστησον εἰ δύνασαι τὸ τῶν ἀγγέλων γένος πρῶτον ὡς τιμιώτερον λέγειν εἶναι τοῦ τῶν ἀνθρώπων γένους νομιζομένων ἐσχάτων. καὶ γὰρ ὡς ἐν τῷ Ἰὼβ γέγραπται · ὅτε ἐγεννήθησαν ἄστρα, ᾔνεσαν τὸν θεὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, ὡς πρεσβύτεροι καὶ τιμιώτεροι οὐ μόνον τοῦ ἀνθρώπου, ἀλλὰ καὶ πάσης τῆς μετ’αὐτοὺς κοσμοποιίας. καὶ οὕτως ἄν τις τολμήσαι ἀποφήνασθαι ὅτι πολλοὶ μὲν ἀγγέλων οἳ πρῶτοι ἦσαν ἀνθρώπων γίνονταί τινων ἀνθρώπων ἔσχατοι, πολλοὶ δὲ καὶ τῶν ἀνθρώπων οἳ ἔσχατοι τῇ φύσει τυγχάνουσι τῶν ἀγγέλων γίνονται διὰ τὸν βίον καὶ τὸν τοῦ θεοῦ λόγον τι νῶν ἀγγέλων (ἐν πρώτοις μὲν τεταγμένων, γενομένων δὲ ἔκ τινων αἰτιῶν ἐσχάτων) πρῶτοι. παραλαβὼν δὲ εἰς τοῦτο ἀπότε τῆς Πέτρου πρώτης ἐπιστολῆς καὶ τῆς Παύλου πρὸς Κορινθίους προτέρας ῥητὰ προσαχθήσῃ ὡς ὑγιῶς εἰρημένῳ τῷ λόγῳ. λέγει γὰρ μὲν Πέτρος · εἰς ὃν ἄρτι μὴ ὁρῶντες (δηλονότι Ἰησοῦν Χριστὸν) πιστεύοντες δὲ ἀγαλλιᾶτε καὶ τὰ ἑξῆς ἕως τοῦ εἰς ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι · δὲ Παῦλος · οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; ὅρα οὖν εἰ μὴ οὗτοι μέν, ὅσον ἐτήρουν τὴν ἑαυτῶν ἀρχὴν καὶ οὐκ ἀπέλιπον τὸ ἴδιον οἰκητήριον, πολλῷ ἀνθρώπων διέφερον καὶ ἦσαν αὐτῶν πρῶτοι, ὧν ἀνθρώπων ἐταπεινώθη εἰς χοῦν ψυχὴ γενομένων ἐν τῷ τῆς ταπεινώσεως σώματι καὶ μόγις ποτὲ λεγόντων τὸ ταλαίπωρος ἐγὼ ἄνθρωπος · τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τού του; οἱ δὲ ἄνθρωποι, ὅσον εἰς σύγκρισιν ἀγγέλων ἔσχατοι τυγχάνοντες, γίνονται ἀγγέλων πρῶτοι τῶν μὴ τηρησάντων τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντων τὸ ἴδιον οἰκητήριον, λαμβάνοντες τὴν ἀρχὴν κατὰ τὸ ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων. γενόμενοι δὲ ἐν οἰκητηρίῳ ἀγγέλων τινὲς ἀπολελοίπασιν αὐτό, γίνονται δὲ πρῶτοι ἄνθρωποι, ἐπὰν ποιήσωσι κηρυχθείσης αὐτοῖς τῆς τῶν οὐρανῶν βασιλείας τὰ ἀνάγοντα αὐτοὺς ἐπ’αὐτήν · καὶ γὰρ οἱ μὲν ἐν γῇ τῶν οὐρανίων ἔσχατοι, οἱ δὲ ἐν οὐρανῷ τῶν ἐν γῇ πρῶτοι. καὶ γίνονται πολλοὶ μὲν τῶν οὐρανίων καὶ πρώτων ἔσχατοι, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ἐν ζόφῳ τηρούμενοι · πολλοὶ δὲ τῶν ἐσχάτων καὶ ἐπὶ γῆς γένεσιν ἀνειληφότων ἀναβαίνοντες, ὥστε τεθαρρηκότως λέγειν · ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, πρῶτοι γίνονται. καὶ αὐτός γε ὡς ἀστραπὴ ἐκ τοῦ οὐρανοῦ πεσὼν πρῶτος ἦν, ἡνίκα περιεπάτει ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ ἄμωμος, ἕως εὑρέθη ἀνομία ἐν αὐτῷ καὶ γέγονεν ἔσχατος εἰς ᾅδου καταβάς, ὡς τοὺς ἰδόντας αὐτὸν θαυμάζειν ἐπ’αὐτῷ καὶ λέγειν · καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδου δόξα σου, πολλὴ εὐφροσύνη σου. οὕτω δὲ καὶ ἔσχατος ἦν πᾶς καὶ ἀνόητος καὶ ἀπειθής, δουλεύων ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγων, στυγητὸς καὶ μισῶν, ἀλλὰ γέγονε πρῶτος, ὅτε χρηστότης καὶ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, καὶ ἐδέξατο τὸν εἰπόντα · δεχόμενος ἐμὲ δέχεται τὸν ἀποστείλαντά με. ἀλλὰ κατὰ μὲν ταῦτα πρώτους ἀποδεδώκαμεν τοὺς σωθησομένους, ἐσχάτους δὲ τοὺς μὴ ἀξίους τῆς τοιαύτης τῶν σωθησομένων τάξεως ἀλλὰ κολάσεως καὶ τοῦ ἐγκαταλειφθῆναι, ἤτοι ἕως τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ ἕως ἐκπληρώσωσι τὰ περὶ τῶν ἰδίων ἁμαρτημάτων. μέντοι ἐπιφερομένη τῷ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι παραβολὴ σῴζεσθαι μὲν ἐπαγγέλλεται καὶ τοὺς ἐσχάτους τῆς παραβολῆς, πρώτους μὲν ἐργασαμένους, ἐσχάτους δὲ λαμβάνοντας τὸν μισθὸν καὶ διὰ τοῦτο πρώτους ὄντας καὶ εἰς ἐσχάτους λελογισμένους. διαφέρειν δὲ αὐτῶν λέγει τοὺς ἐσχάτους μὲν ἐπὶ τὰ ἔργα κεκλημένους, ἀπολαβόντας δὲ τὸν μισθὸν οὐ μόνον πρώτους ἀλλὰ καὶ ἴσον τοῖς γογγύσασι κατὰ τοῦ οἰκοδεσπότου καὶ εἰρηκόσιν · οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἐποίησας ἡμῖν τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. καὶ πρῶτοί γε οἱ ἔσχατοι κληθέντες ἐπὶ τὸ ἔργον λέγονται παρὰ τὸ πρώτους αὐτοὺς εἰληφέναι τὸν μισθόν. θεῷ δὲ εὐξάμενοι καὶ ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκθώμεθα τὴν παραβολὴν καὶ ἴδωμεν, τίνα ἡμῖν ἐξετάσαι καὶ εἰπεῖν εἰς αὐτὴν καὶ ὑπαγορεῦσαι δοθήσεται · ἔχει δὲ οὕτω.

15.28

ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας καὶ τὰ ἑξῆς ἕως τοῦ πολλοὶ γάρ εἰσι κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί. δύναται μὲν οὖν πᾶσα παραβολὴ διὰ τοῦτο παρειλῆφθαι, εἰς τὸ μαθεῖν ἡμᾶς πῶς οἱ ἔσχατοι ἐλθόντες εἰς τὸ ἔργον ὡσεὶ πρῶτοι κληθέντες τὸν μισθὸν ἔλαβον πρῶτοι, καὶ τίνα τρόπον οἱ πρῶτοι κληθέντες ἐν ἐσχάτῃ χώρᾳ παρὰ τῷ οἰκοδεσπότῃ ἐτάχθησαν, διὸ καὶ τελευταῖοι τὸν μισθὸν ἀπειλήφασι. χρὴ δὲ εἰδέναι ὅτι, ὡς Ἰησοῦ παραβολὴ (ἐν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεώς εἰσιν ἀπόκρυφοι) ἐξεταζομένη, τοσαῦτα δόγματα τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας εὑρεθήσεται τοῖς τὰ τοιαῦτα εὑρίσκειν δυναμένοις αἰνισσομένη, ὥστε εὐλόγως ἂν ἐπὶ ταύτῃ μάλιστα εἰπεῖν τῇ παραβολῇ τὸν σωτῆρα τὸ ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ἀρχῆς καὶ ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. ἀναγκαῖον γὰρ ἰδεῖν τὸν μέλλοντα νοῆσαι τὴν παραβολὴν τὴν ἐν αὐτῇ δηλουμένην ἡμέραν καὶ τὰς ἐν αὐτῇ ὥρας, καὶ ὅτι οὐ κατὰ ἀποκλήρωσιν οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργα τοῦ ἀμπελῶνος. ἐξετάσει δὲ δυνάμενος τὴν αἰτίαν τοῦ πρωῒ μισθώσασθαί τινας ἐργάτας εἰς τὸν ἀμπελῶνα, καὶ μετὰ τοῦτο οὐ περὶ δευτέραν μὲν περὶ τρίτην δὲ ὥραν ἄλλους, καὶ ἑξῆς ταύτῃ οὐ περὶ τετάρτην πέμπτην ἀλλὰ περὶ ἕκτην, εἶτα μετὰ τοῦτο οὐ περὶ ἑβδόμην ὀγδόην, ἀλλὰ περὶ ἐννάτην, εἶτα ἐπὶ τέλει οὐ περὶ δεκάτην, ἀλλὰ περὶ τὴν ἑνδεκάτην. ὀφείλει γάρ τις λόγος εἶναι ἄξιος Ἰησοῦ τοῦ εἰς τὸν μετὰ τὸν ἑωθινὸν καιρὸν τρία ἴσα διαστήματα τρίτης καὶ ἕκτης καὶ ἐννάτης ὥρας, καὶ μετ’αὐτὸν ἔλαττον διάστημα τῶν περὶ τὴν ἑνδεκάτην ἑστώτων, ὁπόσον ἦν διάστημα ἀπὸ τοῦ ἅμα πρωῒ ἐπὶ τὴν τρίτην. οὐ παρέργως δὲ προσεκτέον καὶ τῷ συμπεφωνηκέναι μὲν τὸν οἰκοδεσπότην τοῖς ἅμα τῇ ἕῳ παραληφθεῖσι τὸ ἀνὰ δηνάριον, οὓς ἀπέστειλεν εἰς τὸν ἀμπελῶνα αὐτοῦ, τοῖς δὲ περὶ τὴν τρίτην κληθεῖσιν οὐ τεταγμένως τὸν μισθὸν ὠνομακέναι, ἀλλὰ τὸ ἂν δίκαιον δώσω ὑμῖν. προσεκτέον δὲ ὅτι ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν κληθεῖσι, καὶ ὅτι τοῖς περὶ τὴν ἑνδεκάτην εἶπεν ἀπολογησαμένοις περὶ τῆς δι’ὅλης ἡμέρας ἀργίας τὸ ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ἀλλὰ καὶ ὅτι ὡς ἔξω τοῦ ἀμπελῶνος γενόμενος καὶ εὑρὼν ἐκεῖ τοὺς ἐργάτας, τοὺς μὲν πρώτους ἀποστέλλει εἰς τὸν ἀμπελῶνα, τοῖς δὲ δευτέροις φησίν · ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ὁμοίως δὲ τὴν αὐτὴν λέξιν καὶ τοῖς περὶ τὴν ἑνδεκάτην κεκλημένοις · ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. δὲ δυνάμενος κατανοησάτω τίς ἀγορά, ἐν ἑστῶτας τοὺς ἀργοὺς εὗρε τοὺς δευτέρους ἐξελθὼν οἰκοδεσπότης. οὕτω δὲ καὶ ἐξετασθήτω τίνες οἱ εὑρεθέντες ἑστῶτες περὶ τὴν ἑνδεκάτην, οἷς λέγει οἰκοδεσπότης τὸ τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐπιστησάτω δέ τις καὶ τῇ ἀπολογίᾳ τῶν ὅλην τὴν ἡμέραν ἑστώτων ἀργῶν καὶ τὸν πόνον τοῦ ἑστηκέναι τῶν τὸ ἀργοὶ ἑστηκέναι δι’ὅλης ἡμέρας ὑπομεινάντων, μετὰ παρρησίας εἰπόντων ὅτι πρόθυμοι μὲν ἦσαν τοῦ ἐργάσασθαι, οὐδεὶς δὲ αὐτοὺς ἐμισθώσατο, ὡς πολλῶν ὄντων τῶν μισθωσαμένων μὲν ἂν οὐ μισθωσαμένων δέ.

15.29

μὴ παρέργως δὲ ἐπιστησάτω τις καὶ τῷ ὀψίας γενομένης λέγειν τὸν τοῦ ἀμπελῶνος κύριον τῷ ἐπιτρόπῳ αὐτοῦ · κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τί δὲ κεκίνηκε τὸν κύριον τοῦ ἀμπελῶνος, ὥστε κελεῦσαι τῷ ἐπιτρόπῳ καλέσαι τοὺς ἐργάτας καὶ ἀποδοῦναι τὸν μισθὸν ἀρξάμενον ἀπὸ τῶν ἐσχάτων, καὶ οὕτως ἀναβαίνειν ἕως τῶν πρώτων, ἵνα πρῶτοι μὲν ἀπολάβωσιν οἱ τὴν ἑνδεκάτην, δεύτεροι δὲ οἱ τὴν ἐννάτην καὶ τρίτοι οἱ τὴν ἕκτην καὶ μετὰ τούτους τέταρτοι οἱ τὴν τρίτην, καὶ τελευταῖοι οἱ πρωΐ; τοῦτο γὰρ σαφῶς δηλοῦται ἀπὸ τοῦ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τίς δὲ παρὰ τὸν κύριον τοῦ ἀμπελῶνος τοῦ κυρίου ἐπίτροπος, διδοὺς τὸν μισθὸν κατὰ τὸ τοῦ κυρίου πρόσταγμα; ἀλλὰ καὶ εἴπερ οἱ ἐν τῇ ἐννάτῃ κληθέντες ὥρᾳ οὐκ ἐβάστασαν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, δηλονότι οὐχ οὗτοι ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ἀλλ’οὐ δὲ οἱ τῇ ἕκτῃ κληθέντες τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας, ἀλλ’εἰ ἄρα τοῦ ἡμίσους τῆς ἡμέρας. καὶ οἱ τῇ τρίτῃ δὲ κληθέντες οὐ τῆς ὅλης ἐβάστασαν ἡμέρας τὸ βάρος, ἀλλ’(εἰ δεῖ ἀκριβῶς ὀνομάσαι) τοῦ ἡμίσους καὶ τοῦ τετάρτου τῆς ἡμέρας. μόνοι δὲ οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας καὶ τὸν καύσωνα ὅλον μὲν οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι, οἱ δὲ λοιποὶ παρὰ τοὺς τελευταίους ἀνάλογον τῷ καιρῷ ἐν τῷ ἀμπελῶνι πεποιήκασιν ἐβάστασαν.

15.30

ἐπεὶ δὲ διάφοροί εἰσι παραβολαὶ ὀνομάζουσαι ἀμπελῶνα, ζητηθείη ἂν πότερον κατὰ διαφόρων πραγμάτων καθ’ἕκαστον ἀμπελὼν παραλαμβάνεται κατὰ τοῦ αὐτοῦ πράγματος. ἐγὼ νομίζω δεῖν ἐξετάσαι καὶ διὰ τί οὐ πρὸς πάντας τοὺς ἐλθόντας πρώτους καὶ νομίζοντας ὅτι πλέον λήψονται καὶ γογγύσαντας κατὰ τοῦ οἰκοδεσπότου ἀπεκρίνατο οἰκοδεσπότης, ἀλλ’ἑνὶ μόνῳ εἶπεν αὐτῶν τὸ ἑταῖρε, οὐκ ἀδικῶ σε · οὐχὶ δηναρίου συνεφώνησάς μοι; καί · θέλω τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. ὅτι μὲν οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐπιδέχεται ἐκκειμένη παραβολὴ ζητήσαι τις ἂν εἰς αὐτήν, διαβεβαιωσαίμην ἄν · ὅτι δὲ οὐκ ἔστιν κατ’ἀξίαν εἰπεῖν εἰς τὴν παραβολὴν ἄλλον τὸν φήσαντα ἂν μετὰ τοῦ ἀληθεύειν τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, καὶ τοῦτο θαρρῶν ἀποφανοῦμαι. τίς οὖν ἄρα ἔγνω τὸν ἐν τῇ παραβολῇ ταύτῃ νοῦν Χριστοῦ ἐμπαρασχὼν ἑαυτὸν τῷ παρακλήτῳ, περὶ οὗ φησιν σωτὴρ ὅτι ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν; μὴ διδάσκοντος γὰρ τοῦ παρακλήτου πάντα εἶπεν Ἰησοῦς καὶ ταύτην τὴν παραβολήν, οὐκ ἂν λέγοιτό τι ἄξιον Ἰησοῦ εἰς αὐτήν. καὶ εἰ τοιαῦτά γε ἐζήτουν κατὰ τὴν Ἰησοῦ φωνὴν ἀπὸ τοῦ παρακλήτου πάντες οἱ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀναγινώσκοντες, οὐκ ἂν προσέσχον τινὲς ὡς παρακλήτῳ πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, ὥστε τὰ τῆς πλάνης πνεύματα καὶ τὰ δαιμόνια ἀναγορεῦσαι τῷ μεγάλῳ τοῦ παρακλήτου ὀνόματι, ὅπερ σωτὴρ τοῖς ἀποστόλοις καὶ εἴ τις τοῖς ἀποστόλοις παραπλήσιός ἐστιν ἐπηγγείλατο. καὶ πείθομαί γε ὅτι Ματθαῖος ᾔδει μὲν τὰ κατὰ τὴν παραβολὴν ταύτην μυστήρια, ὡς καὶ τὰ κατὰ τὴν τοῦ σπόρου καὶ τῶν ἐπεσπαρμένων τῷ σίτῳ ζιζανίων, οὐκ ἔκρινε δὲ εὔλογον εἶναι ὁμοίως ταῖς περὶ ἐκείνων διηγήσεσι καὶ τὴν περὶ ταύτης ἀναγράψαι, μὴ πιστεύσας γράμμασι κἂν τὴν ἐπὶ ποσὸν τῆς παραβολῆς ταύτης σαφήνειαν, ὥσπερ ἐκείνων ἐξ ὅλων τὴν διήγησιν ἀνέγραψεν. εἰ δὲ εὐλόγως Ματθαῖος τὴν περὶ τῆς παραβολῆς διήγησιν ἀπεσιώπησε, δηλονότι κἂν ἐκ μέρους τις αὐτὴν νοῆσαι δυνηθῇ, τάχα μὲν εὐλόγως ἂν αἰνίξαιτό τι τῆς φαινομένης αὐτῷ διηγήσεως, οὐ μὴν πάντα τὰ ἀποκαλυπτόμενα αὐτῷ σαφηνίζων καὶ γραφῇ πιστεύων ἔξω κινδύνου τοῦ περὶ τῆς ἐκθέσεως τῶν μυστηρίων ἔσται.

15.31

φέρε οὖν ἡμεῖς, οἱ σφόδρα ἀπολειπόμενοι τοῦ κατὰ τὴν παραβολὴν βάθους τῶν πραγμάτων καὶ σφόδρα ὀλίγα εἰς αὐτὴν φανταζόμενοι, πῆ μὲν μετ’εὐχῆς τινα ἐκ μέρους ἀποδῶμεν, τινὰ δὲ ἐπ’ὀλίγον καὶ τῶν φαινομένων δείξαντες οὕτω παρέλθωμεν μετὰ τὸ εἰπεῖν καθηκόντως εἰς τὴν παραβολὴν καὶ ἐπὶ τὰ ἑξῆς αὐτῆς. καὶ πρῶτον τοίνυν ἴδωμεν τὰ περὶ τῆς ἐν τῇ ζητουμένῃ παραβολῇ ἡμέρας. καὶ ὅρα εἰ δυνάμεθα τὸν ὅλον ἐνεστῶτα αἰῶνα ἡμέραν τινὰ εἰπεῖν, μεγάλην μὲν ὡς πρὸς ἡμᾶς, μικρὰν δέ τινα καὶ ὀλιγοχρόνιον ὡς πρὸς τὴν τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος ζωήν. τάχα γὰρ καί τινων τῶν μακαρίων δυνάμεων καὶ ἐπαναβεβηκυιῶν, συγκρίσει τῶν πολλῶν γένους τῶν ὑποκάτω τῆς ἀρχικῆς τριάδος. τοῦτον γὰρ τὸν λόγον ἔχει ὅλος ἐνεστὼς αἰὼν ὡς πρὸς τὴν ζωὴν αὐτῶν, ὃν λόγον ἔχει παρ’ἀνθρώποις ἡμέρα πρὸς ὅλον τὸν δυνατὸν ἀνθρώπῳ ζῆν χρόνον. εἰ δὲ τοιοῦτόν τι μυστήριον ἐν Δευτερονομίῳ δηλοῦται κατὰ τὴν ᾠδὴν ἐν γέγραπται · μνήσθητε ἡμέρας αἰῶνος μή, ζητήσει δυνάμενος. εἶτα, εἰ τοιαῦται αἱ ἡμέραι αἰῶνός εἰσιν, ἀκόλουθον ἂν εἴη τὴν παραπλήσιον ἐκδοχὴν ἐν νοεῖν εἰς τὸ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα · νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. καὶ εἶπα · μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος; καὶ τάχα (ἵνα τολμηρότερον εἴπω) εἰς μὲν τοὺς αἰῶνας οὐκ ἀπώσεται κύριος (πολὺ γὰρ καὶ εἰς ἕνα αἰῶνα ἀπώσασθαι κύριον), ἀπώσεται δὲ τάχα καὶ εἰς δεύτερον αἰῶνα, ὅτε οὐκ ἀφίεται τοιάδε ἁμαρτία οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. τίς οὖν ἄρα ἱκανὸς τὰς ἓξ ἡμέρας καὶ τὴν τῆς ἀναπαύσεως ἑβδόμην ἐπὶ τοιαύτας ἀναγαγεῖν ἡμέρας καὶ μετὰ τὰ σάββατα τὰς νουμηνίας καὶ τὰς ἐν τῷ πρώτῳ μηνὶ ἑορτὰς καὶ τὸ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ πάσχα καὶ ταῖς ἑξῆς τῶν ἀζύμων; οὕτω δὲ ἀνάλογον εἰς ἄβυσσόν τις ἐμπεσεῖται νοημάτων καὶ τὰς λοιπὰς ἑορτὰς ἐν τοιαύταις φανταζόμενος ἡμέραις καὶ ὅλον τὸν ἑβδομαδικὸν ἐνιαυτόν, ἐν πτωχοῖς καὶ προσηλύτοις καὶ τοῖς θηρίοις τῆς γῆς χαρίζεται θεὸς τοὺς ἐκ προτέρας γεωργίας ἀνατέλλοντας καρποὺς ἐν καιρῷ μὴ γεωργουμένης τῆς γῆς. τίς δὲ δύναται ἀναβῆναι ἐπὶ τὸν ἀριθμὸν τῶν τῆς ἀβύσσου ἐν τῇ πεντηκονταετηρίδι ἡμερῶν (ἀβύσσου δὲ λέγω διὰ τὸ βάθος τῶν δογμάτων), ἵνα τις ἀναβῇ καὶ ἴδῃ τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ τὰ ἐν αὐτῷ νενομοθετημένα πληρούμενα; ἀλλὰ γὰρ ζητοῦντες τὴν μίαν τῆς ἐκκειμένης παραβολῆς ἡμέραν καὶ νομίσαντες αὐτὴν ὅλον τὸν ἐνεστῶτα αἰῶνα, ἐλάθομεν ἐμβάντες εἰς βάθη θεοῦ, δεόμενοι πνεύματος τοῦ πάντα ἐρευνῶντος, καὶ τὰ βάθη τοῦ θεοῦ. ἐγὼ δ’οἶμαι ὅτι, ὥσπερ ἐπ’ἐξόδῳ συντελείας τοῦ ἐνιαυτοῦ εἴρη ταί τινα δεῖν γίνεσθαι, οὕτως (οἱονεὶ) καὶ ἐπὶ πλειόνων αἰώνων συντελείᾳ, εἴτε ἐνιαυτόν τινα συμπληρούντων εἴτε τι δήποτε, εἰς ἀθέτησιν ἁμαρτίας ἐφανερώθη Ἰησοῦς ἡμῶν, ἵνα μετὰ τὴν ὡς ἑνὸς ἐνιαυτοῦ ἡμερῶν συντέλειαν τῶν αἰώνων πάλιν ἄλλη ἀρχὴ διαδέξηται, καὶ ἐνδείξηται θεὸς ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ εἰς οὓς αὐτὸς οἶδε δεῖν ἐνδείξασθαι. καὶ ταῦτα μὲν διὰ τὴν ἐν τῇ ἐκκειμένῃ παραβολῇ λελέχθω ἡμέραν, ἅτινα δύνασαι κατασκευάσαι καὶ ἐκ τῆς Ἰωάννου ἐπιστολῆς φάσκοντος · παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν · ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. ἐσχάτη γὰρ ὥρα μετὰ τὴν ἑνδεκάτην τῆς προκειμένης παραβολῆς, ἐπεὶ περὶ τὴν ἑνδεκάτην κατὰ τὴν παραβολὴν οἰκοδεσπότης ἄνθρωπος ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς · τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;

15.32

μετὰ δὲ τοῦτο ζητοῦμεν, πῶς οὐ κατὰ ἀποκλήρωσιν οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργα τοῦ ἀμπελῶνος · πρώτῳ μὲν ὅτε ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα, δευτέρῳ δὲ ὅτε ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, τρίτῳ δὲ καὶ τετάρτῳ ὅτε πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐννάτην ὥραν ἐποίησεν ὡσαύτως, πέμπτῳ δὲ τῷ περὶ τὴν ἑνδεκάτην, ἡνίκα ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς · τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; καὶ ὅρα εἰ δύνασαι πρῶτον μὲν τάγμα εἰπεῖν τὸ κατὰ τὸν Ἀδὰμ ἅμα τῇ κοσμοποιίᾳ · ἐξῆλθε γὰρ ἅμα πρωῒ οἰκοδεσπότης καὶ (ἵν’οὕτως ὀνομάσω) τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐμισθώσατο, ἵν’ἐργάσωνται τὸν ἀμπελῶνα τῆς θεοσεβείας · δεύτερον δὲ τάγμα τὸ κατὰ τὸν Νῶε καὶ τὴν πρὸς αὐτὸν διαθήκην, καὶ τρίτον τὸ κατὰ τὸν Ἀβραὰμ συνεξακούεται τὰ κατὰ τοὺς πατέρας μέχρι Μωσέως συμπαρειλῆφθαι, τέταρτον δὲ τὸ κατὰ τὸν Μωσέα καὶ πᾶσαν τὴν Αἰγύπτου οἰκονομίαν καὶ τὴν ἐν τῇ ἐρήμῳ νομοθεσίαν, τελευταῖον δὲ τάγμα τὸ κατὰ τὴν παρουσίαν ἐστὶ Χριστοῦ Ἰησοῦ τὸ περὶ τὴν ἑνδεκάτην. πλὴν εἷς ἄνθρωπος οἰκοδεσπότης (ὅσον ἐπὶ τῇ προκειμένῃ παραβολῇ) πεντάκις ἐξελήλυθε καὶ ἐπὶ τὰ τῇδε ἐλήλυθε πράγματα, ἵν’ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας ἐξαποστείλῃ ἐπὶ τὸν ἀμπελῶνα, τοὺς ἐργασομένους αὐτοῦ τὰ ἔργα. εἷς γὰρ Χριστὸς ( ἀνθρώποις συγκαταβὰς πλεονάκις) τὰ τῆς κλήσεως τῶν ἐργατῶν ἀεὶ ᾠκονόμησεν.

15.33

εἰ δὲ καὶ ἀπὸ τοῦ αἰσθητοῦ κόσμου καὶ ἀπὸ τῶν ἀπὸ αἰσθήσεως ἀρξαμένων τὰ ἔργα ποιεῖν σύμβολόν τι ἔχουσιν αἱ πέντε τῶν ἐργατῶν παραλήψεις, δυνάμενος ἐπιστησάτω. γεγυμνάσθω δὲ κἂν μὴ βούληταί τις εἰς δόγματα παραδέξασθαι καὶ τὰ λεχθησόμενα. ἐρεῖ γάρ τις ὅτι ἁφὴ μέν ἐστι κατὰ τὴν πρώτην κλῆσιν διὸ εἶπεν γυνὴ τῷ ὄφει ὅτι εἶπεν θεός · οὐ φάγητε ἀπ’αὐτοῦ οὐ δ’οὐ μὴ ἅψησθε αὐτοῦ, ὄσφρησις δὲ κατὰ τὴν δευτέραν ὅθεν ἐπὶ τοῦ Νῶε καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, γεῦσις δὲ κατὰ τὸν Ἀβραάμ διὸ καὶ ἑστιῶν τοὺς ἀγγέλους παρατίθησιν αὐτοῖς ἐγκρυφίας ἀπὸ σεμιδάλεως καὶ τὸν ἁπαλὸν μόσχον, ἀκοὴ δὲ ἐπὶ Μωσέως ὅτε ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ γέγονεν φωνὴ τοῦ θεοῦ, ὅρασις δὲ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα κατὰ τὴν Χριστοῦ ἐπιδημίαν ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ὀφθαλμοῖς. λελέχθω δὲ καὶ ταῦτα, εἴτε γυμνασίας χάριν λογικῆς εἴτε βούλεταί τις καὶ δογματικῆς, διὰ τὰς πέντε κλήσεις.

15.34

οἶμαι δ’ὅτι καὶ ἔργα τοῦ ἀμπελῶνος ἦν δεόμενα καθ’ὥραν ἐργατῶν. ἔδει γὰρ ἅμα τῇ ἕῳ ἔργα γίνεσθαι ἐν τῷ ἀμπελῶνι, καὶ εἶδεν καλῶν οἰκοδεσπότης τοὺς ἐργάτας, τίνες ἦσαν ἐπιτήδειοι πρὸς τὰ ἀπὸ τῆς ἕω ἔργα. ἄλλο δὲ ἔργον περὶ τὴν τρίτην ὥραν ἦν τὸ ἐπὶ τοῦ Νῶε, ὅτε ἔστησεν αὐτῷ θεὸς διαθήκην. εἶτα αἱ δέκα ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραὰμ γενεαὶ καταλήγουσαι ἐπὶ τὸν Ἀβραάμ, ἀρχὴν ἄλλης ὑπερβαλλούσης κλήσεως · καὶ ἦν ἐργάτης τοῦ ἀμπελῶνος τότε ἀρξάμενος Ἀβραάμ. καὶ μετ’αὐτὸν Μωσῆς μετὰ τῶν σὺν αὐτῷ παρελήφθη εἰς τὸν ἀμπελῶνα. ἔλειπε δέ τι τελευταῖον ἔργον τῷ ἀμπελῶνι, ὅπερ ἔχρῃζε νεαρᾶς κλήσεως καὶ καινῆς, ἀκμαίως καὶ ἀθρόως ἐν βραχεῖ τὸ λεῖπον ἐν τῷ ἀμπελῶνι ἐργαζομένης · τοῦτο δὲ ἦν τὸ τῆς καινῆς διαθήκης. ἴσα μὲν οὖν διαστήματα τῶν περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην κληθέντων · ἀνάλογον δὲ τῷ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν τρίτην ὥραν τὸ ἀπὸ τῆς ἐννάτης Μωσέως ὥρας ἐπὶ τὴν ἑνδεκάτην τῆς Χριστοῦ Ἰησοῦ ἐν σαρκὶ ἐπιδημίας διάστημα. συμπεφώνηκε δὲ οἰκοδεσπότης τοῖς ἅμα τῇ ἕῳ παραληφθεῖσι δηνάριον · τοῦτο δ’(οἶμαι) ἐστὶ τὸ τῆς σωτηρίας νόμισμα, οὐ συνεξεταζομένων αὐτῇ τῶν κατὰ τὴν δόξαν. σωτηρίας γὰρ ὄνομα (οἶμαι) τὸ δηνάριον, δόξης δὲ τὸ ὑπὲρ τὸ δηνάριον, εἴ που ὠνομάσθη νομίσματα τοῦ πενταπλασιάσαντος τὴν δεδομένην μνᾶν δεκαπλασιάσαντος. δὲ λέγων τοῖς περὶ τὴν τρίτην παραληφθεῖσιν · ἐὰν δίκαιον δώσω ὑμῖν, προετρέψατο μὲν τοὺς τῆς τρίτης ὥρας ἐργάτας ἐπὶ τὸ πᾶν τί ποτε δύνανται ἐργάσασθαι · ἑαυτῷ δὲ τετήρηκε τὸ κρῖναι τὸν δίκαιον πρὸς τὸ γενόμενον ἔργον μισθόν. ἐπεὶ δὲ ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, δηλονότι καὶ αὐτοῖς εἶπεν · ἐὰν δίκαιον δώσω ὑμῖν. καὶ δύνανταί γε ἴσον ἔργον ἐν τῷ ἀμπελῶνι πεποιηκέναι τοῖς ἅμα τῇ ἕῳ ἐργασαμένοις οἱ ἐν ὀλιγωτέρῳ χρόνῳ ἐπιτείνειν βουλόμενοι τὴν εἰς τὸ ἔργον δύναμιν καὶ ἐνέργειαν οὐ προκαμόντες, ὅπερ συμβέβηκε τοῖς ἅμα τῇ ἕῳ κεκλημένοις. ἀλλὰ ζητήσει τις, πῶς οὐ μόνον ἀργοῖς ὑπάρχουσιν ἀλλὰ καὶ ἑστηκόσιν ὅλην τὴν ἡμέραν, τουτέστι παρὰ πάντα τὸν πρὸ τῆς ἑνδεκάτης ὥρας καιρόν, φησὶν οἰκοδεσπότης ἐξελθὼν περὶ τὴν ἑνδεκάτην ὥραν · τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐγὼ δὲ ὑπονοῶ τὸν περὶ ψυχῆς ἀπόρρητον καὶ ἐν τούτοις κεκρύφθαι λόγον, ὅτε ἤργουν ὅλην τὴν ἡμέραν μέχρι τῆς ἑνδεκάτης ὥρας, θέλοντες μὲν ἐργάσασθαι, οὐ παραλαμβανόμενοι δὲ εἰς τὸν ἀμπελῶνα οἱ τεθαρρηκότως ἀπολογούμενοι καὶ λέγοντες · οὐδεὶς ἡμᾶς ἐμισθώσατο. ἡμεῖς μὲν οὖν ἐτολμήσαμεν τοιαῦτά τινα, καὶ ἐκ πολλῶν μὲν φαντασθέντες γραφῶν καὶ ἐκ τῆς προκειμένης δὲ παραβολῆς, εἰπεῖν εἰς τὸ καταστῆσαι πῶς ὅλην τὴν ἡμέραν ἑστήκασιν ἀργοὶ παρὰ τὸ μηδένα αὐτοὺς μεμισθῶσθαι οἱ περὶ τὴν ἑνδεκάτην ὥραν κεκλημένοι.

15.35

οἱ δὲ μὴ ἀρεσκόμενοι τοῖς τοιούτοις δόγμασι λεγέτωσαν ἡμῖν τὴν ὅλην ἡμέραν καὶ τοὺς ἑστῶτας ὅλην τὴν ἡμέραν ἀργοὺς θέλοντας μὲν ἐργάσασθαι, μὴ κεκλημένους δὲ εἰς τὸν ἀμπελῶνα καὶ παρρησιαζομένους ἐν τῷ οὐδεὶς ἡμᾶς ἐμισθώσατο. εἰ γὰρ συνεσπάρη ψυχὴ τῷ σώματι, πῶς ὅλην τὴν ἡμέραν εἱστήκεισαν ἀργοί; λεγέτωσαν ἡμῖν, τίς ὅλη ἡμέρα καὶ αἱ ἐν αὐτῇ διάφοροι κατὰ τὰς διαφόρους ὥρας κλήσεις τῶν ἐργατῶν. πότερον δὲ μακάριοι μὲν οἱ ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότου μεμισθωμένοι (ἦσαν δὲ καὶ ἄλλοι μεμισθωμένοι ἐργάται ἤτοι ὑπὸ ἑτέρων οἰκοδεσποτῶν τοῦ αὐτοῦ) καὶ ἤτοι οὐ μακάριοι οὐχ οὕτως μακάριοι, ὑπὲρ ἡμᾶς ἐστι κατ’ἀξίαν τὸ τοιοῦτον νοῆσαι καὶ ὡς νοοῦμεν γραφῇ τὰ νοούμενα πιστεῦσαι. ἐγὼ ζητῶ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος, ὅπου καὶ εὑρίσκονται οἱ ἐργάται ὑπὸ τοῦ ἐξελθόντος αὐτοὺς μισθώσασθαι, καὶ ἐπισκοπῶ μή ποτε χώρα τῶν πρὸ τοῦ σώματος ψυχῶν ἐστιν ἔξω τοῦ ἀμπελῶνος τόπος, ἀμπελὼν δὲ οὐ μόνον τὰ τῇδε, ἀλλὰ καὶ τὰ ἔξω τοῦ σώματος, ἔνθα (οἶμαι) ἐργάζονται οἱ ἐργάται · οὐ γὰρ ἐν ἀργίᾳ εἰσὶν αἱ ἀπαλλαγεῖσαι τοῦ σώματος ἐργατῶν παραληφθέντων εἰς τὸ χωρίον τοῦ οἰκοδεσπότου ψυχαί. καὶ Σαμουὴλ γοῦν ἔξω σώματος εἰργάσατο προφητεύων καὶ Ἱερεμίας εὐχόμενος ὑπὲρ τοῦ λαοῦ. φιλοτιμώμεθα οὖν καὶ ἐργαζώμεθα τὸν ἀμπελῶνα εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες ληψόμενοι ἐὰν δίκαιον. καὶ οὐδείς γε (ὅσον ἐπὶ τῇ παραβολῇ) μὴ ἐργασόμενος τὰ τοῦ ἀμπελῶνος ἔργα ἐξαποστέλλεται εἰς αὐτόν · οὐδένα γὰρ ὡς ἐλλιπέστερον τὸ ἔργον πεποιηκότα οἰκοδεσπότης ἐμέμψατο, εἰ καὶ ἐπὶ τῷ πλείονα καὶ μείζονα ἐλπίσαι μισθὸν ἐμέμψατο. καὶ τάχα ἔξω τοῦ ἀμπελῶνος τόπος ἐστὶν ἀγορά, ἔνθα ἦσαν οἱ ἑστῶτες ἀργοί. μεγάλη δὴ ἀπολογία πρὸς τὸ ἀξίους αὐτοὺς γενέσθαι τοῦ τῆς ὅλης ἡμέρας μισθοῦ τοῖς εἰποῦσι λέλεκται ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο · διόπερ αὐτοὺς ἐμισθώσατο καὶ (ἵν’οὕτως εἴπω) ἀποδέδωκεν αὐτοῖς μισθὸν τοῦ μακροθύμως ἑστηκέναι ὅλην τὴν ἡμέραν καὶ περιμένειν μέχρι ἑσπέρας τὸν μισθωσόμενον. μετὰ ταῦτα ὀψίας γενομένης, τουτέστι τῆς συντελείας τῆς τοῦ αἰῶνος καὶ τῆς κατὰ τὴν παραβολὴν ἡμέρας, λέγει τῷ ἐπιτρόπῳ ἑαυτοῦ κύριος, εἴτε τινὶ ἀγγέλῳ τῷ ἐπὶ τῶν μισθῶν εἴτε καὶ ἑνὶ ἐκ πολλῶν ἐπιτροπευσάντων ἐπιτρόπῳ, καθὸ λέλεκται ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους εἶναι τὸν κληρονόμον παρὰ τὸν χρόνον ὃν νήπιός ἐστι. κατὰ τὸ πρόσταγμα τοίνυν τοῦ οἰκοδεσπότου καλοῦνται οἱ ἐργάται ὑπὸ τοῦ ἐπιτρόπου, ἵνα μισθὸς τοῖς ἐσχάτοις πρώτοις δοθῇ · οἱ γὰρ πρότεροι ἐργάται μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου τοῦ οἰκοδεσπότου (τῶν ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ κεκλημένων), ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. καὶ ἐλεήθη μέν γε ἐπὶ τῷ ὅλην τὴν ἡμέραν στῆναι καὶ βεβουλῆσθαι ἥκειν ἡμῖν τὸν μισθωσόμενον, ἠργηκέναι δὲ καὶ μετὰ ἀπολογίας ἠξιῶσθαι τοῦ ἔργου, καὶ ἐλεηθέντες πρῶτοι τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι. εἶτ’ἐπαναβαίνων δώσει τὸν μισθὸν τοῖς πρὸ ἡμῶν ἐργασαμένοις, εἶτα τοῖς πρὸ ἐκείνων καὶ οὕτως μέχρι τῶν πρώτων. ἰδὼν δέ τις τὸν τόπον ἔνθα διέτριβε Σαμουὴλ καὶ ἀκολούθως σκοπήσας περὶ τῶν πρὸ τῆς ἑνδεκάτης κληθέντων ἐργατῶν ὄψεται, τίνα τρόπον ἐβάστασαν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οἱ πρότεροι · οἱ δὲ περὶ τὴν ἑνδεκάτην κληθέντες ἡμεῖς ὡς ἐκεῖνοι μὲν οὐκ ἐβαστάσαμεν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, ἐβαστάσαμεν δὲ τὸ βάρος τοῦ ἑστηκέναι ἀργοὶ πρὸ τῆς ἐφ’ἡμᾶς οὖν παρουσίας τοῦ οἰκοδεσπότου, ὃς εἶπεν ἡμῖν · δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς · φορτίον γὰρ ἦν αὐτὴ ἀργία καὶ τὸ μὴ ἀξίους πω κριθῆναι τῶν ἐν τῷ ἀμπελῶνι ἔργων. καὶ καύσωνά γε ἐβάστασαν οἱ πρὸ τῆς ἑνδεκάτης κληθέντες, ἕκαστος κατ’ἀναλογίαν τῆς κλήσεως. μὴ εἰδότες δὲ τὸ τοῦ οἰκοδεσπότου ἀξίωμα οἱ πρῶτοι καὶ ὅτι οὐ χρὴ γογγύζειν κατὰ τούτου, πλεῖόν τι σωτηρίας ἧς λαμβάνουσιν οἱ τελευταῖοι ᾠήθησαν λήψεσθαι καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, φθονοῦντες ἡμῖν τοῖς ἐσχάτοις μίαν ὥραν τὴν μέχρι τῆς συντελείας πεποιηκόσι καὶ ἴσοις γεγονόσι τοῖς ἀρχῆθεν κεκλημένοις ἐπὶ τὸν θεῖον ἀμπελῶνα. ἀλλ’ οἰκοδεσπότης ἑνὶ αὐτῶν εἶπε (τάχα τῷ Ἀδάμ) · ἑταῖρε, οὐκ ἀδικῶ σε · οὐχὶ δηναρίου συνεφώνησά σοι; ἆρον τὸ σὸν καὶ ὕπαγε (σὸν γὰρ σωτηρία τὸ δηνάριον) · θέλω γὰρ καὶ τούτῳ τῷ ἐσχάτῳ (φησὶ) δοῦναι ὡς καὶ σοί. καὶ οὐκ εἶπε · τούτοις τοῖς ἐσχάτοις, ἀλλ’ἔδειξέ τινα κατ’ἐξοχὴν ἕνα · ὃν τολμηρότερον μὲν εἰπεῖν ὅστις ἐστίν, οὐκ ἀπιθάνως δ’ἄν τις στοχάσαιτο Παῦλον μὲν εἶναι τὸν ἀπόστολον μίαν ὥραν ἐργασάμενον καὶ τάχα ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ. εἰ δὲ δεῖ καὶ περὶ τοῦ ἀμπελῶνός τι εἰπεῖν λαβόντα ἀφορμὴν ἀπ’αὐτοῦ τοῦ ἑρμηνεύσαντος ἐν τοῖς περὶ ἄλλης παραβολῆς τὸν ἀμπελῶνα, φήσομεν ὅτι ἀμπελών ἐστιν βασιλεία τοῦ θεοῦ. οὕτως γὰρ αὐτὸς εἶπεν ἐν τῷ · ἀρθήσεται ἀφ’ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. πάντες οὖν οἱ τὰ ἔργα τοῦ ἀμπελῶνος ἐργαζόμενοι, τὰ ἔργα τῆς βασιλείας τοῦ θεοῦ ἀξίως σωτηρίας ἐπιτελοῦντες, τὸ δηνάριον λήψονται.

15.36

μετὰ τὸ ὑπαγορεῦσαι ταῦτα εἰς τὴν ἐκκειμένην ταύτην παραβολὴν καὶ ταῦτα ὑπέπεσεν ἡμῖν εἰς αὐτήν, χρήσιμα εἶναι δυνάμενα τοῖς προσκόπτουσιν ἐν τῇ βαθυτέρᾳ καὶ ἀπορρητοτέρᾳ διηγήσει. φήσει γοῦν τις τὸν πάντα τῶν ἀνθρώπων βίον εἶναι τὴν κατὰ τὴν παραβολὴν ἡμέραν. δηλοῦσθαι οὖν τοὺς μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντας ἐπὶ τὸ ἐργάζεσθαι τὰ τῆς βασιλείας τοῦ θεοῦ ἔργα εἶναι τοὺς ἅμα τῇ ἕῳ μισθωθέντας ὑπὸ τοῦ οἰκοδεσπότου, τοὺς δὲ μετὰ τὸ μειράκιον ἐρχομένους ἐπὶ τὴν θεοσέβειαν τοὺς ἀπὸ τρίτης ὥρας παραγενομένους, τοὺς δὲ ἤδη ἄνδρας τοὺς περὶ τὴν ἕκτην ἐξαποστελλομένους ἐπὶ τὸν ἀμπελῶνα · τοὺς δὲ πρεσβύτας ἐπὶ τὴν θεοσέβειαν ἀγομένους εἶναι τοὺς περὶ τὴν ἐννάτην ὥραν μετὰ τὸν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος τῶν μέχρι τῆς πρεσβυτικῆς ἡλικίας πράξεων παραληφθέντας ἐπὶ τὸν λόγον τοῦ θεοῦ, τοὺς δὲ πρὸς αὐτῇ τῇ ἐξόδῳ γέροντας ἤδη δηλοῦσθαι τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν κεκλημένους εἰς τὰ τοῦ ἀμπελῶνος ἔργα. ἐπεὶ τοίνυν προαίρεσις καὶ οὐ χρόνος ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις, διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι πᾶσι δίδοται ἴσος τῆς σωτηρίας μισθός. ἐφ’ ἀγανακτοῦσιν οἱ ἐκ παίδων πιστοὶ καὶ καμόντες καὶ βιασάμενοι τὴν νεότητα, εἰ μέλλουσιν ἔχειν ἴσην σωτηρίαν τοῖς ἀργοῖς ἀπὸ νεότητος περὶ θεοσεβείας μέχρι γήρως γεγενημένοις καὶ ἀργοῦσιν ἐν ἀπιστίᾳ καὶ κατ’ὀλίγον καιρὸν ἐπὶ τὴν πίστιν καὶ τὰ ἔργα τῆς πίστεως ἐληλυθόσιν.

15.37

ἀμπελὼν δὲ κατὰ ταύτην τὴν διήγησιν εἴη ἂν ἐκκλησία τοῦ θεοῦ, ἀγορὰ δὲ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος τὰ ἔξω τῆς ἐκκλησίας, ὅθεν λόγος παραλαμβάνει τοὺς καλουμένους καὶ πέμπει ἐπὶ τὸν ἀμπελῶνα, τὴν ἐκκλησίαν. οὐκ ἀριθμηθεῖεν δ’ἂν (κατὰ τὴν διήγησιν ταύτην) εἰς τοὺς ἐργάτας τοῦ ἀμπελῶνος, ὅσοι ἐκλήθησαν μὲν εἰς τὴν θεοσέβειαν πρότερον, μὴ τηρήσαντες δὲ τὰ τῆς πίστεως νικηθέντες ὑπὸ παθῶν ἐξῆλθον · κἂν γὰρ μετὰ τὸ ἐμφορηθῆναι τῶν ἐν ἁμαρτίαις ἡδονῶν θέλωσιν ὡς μετανοοῦντες πάλιν ἀπ’ἀρχῆς ἐργάσασθαι τὸν ἀμπελῶνα, οὐ δύνανται λέγειν τῷ οἰκοδεσπότῃ · οὐδεὶς ἡμᾶς ἐμισθώσατο · ἐμισθώθησαν γὰρ καθ’ὃν καιρὸν πρότερον ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν. ἀλλ’οὐ δὲ λελέξεται αὐτοῖς · τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; μάλιστα εἰ ἀρξάμενοι πνεύματι καὶ ὕστερον σαρκὶ ἐπιτελούμενοι πάλιν ἐπανέρχεσθαι βούλοιντο ἐπὶ τὸ ἐξ ὑπαρχῆς πνεύματι θέλειν ζῆν. καὶ οὔ φαμεν ταῦτα ἀποτρεπόμενοι ἀνίστασθαι τοὺς πεπτωκότας ἐμποδίζοντες ἐπαναστρέφειν τοὺς πεπλανημένους παλινδρομεῖν ἐπὶ τὸν πατρῷον οἶκον τοὺς ἀσελγεῖς υἱοὺς τοὺς κατασωτευσαμένους τὴν τῆς εὐαγγελικῆς διδασκαλίας οὐσίαν. ἐχέτωσαν μὲν γὰρ διὰ τὴν μετάνοιαν καὶ τὸ καταλαμβάνεσθαι ἐν ἐπεστραμμένῳ βίῳ κρείττονα τῶν καταλαμβανομένων ἐν ταῖς ἁμαρτίαις παραμυθίαν σωτηρίας. οὐ μὴν χρὴ ὑπολαμβάνειν περὶ αὐτῶν ὅτι ὅμοιοί εἰσι τοῖς παρὰ τοῦτο ἡμαρτηκόσιν ἐν τῇ νεότητι, παρὰ τὸ μη δὲ τὴν ἀρχὴν τὰ τῆς πίστεως μεμαθηκέναι. θέλει οὖν οἰκοδεσπότης καὶ τοῖς ἐσχάτοις δοῦναι ὡς καὶ τοῖς πρώτοις τὸ δηνάριον, τὴν σωτηρίαν, ἐπεὶ ἔξεστιν αὐτῷ ποιεῖν θέλει ἐν τοῖς ἑαυτοῦ, καὶ ἐλέγχει τὸν ἔχοντα πονηρὸν ὀφθαλμὸν ἐπὶ τῷ τὸν οἰκοδεσπότην εἶναι ἀγαθόν. ἔσονται οὖν πολλοὶ τῶν ἐσχάτων πρῶτοι καί τινες τῶν πρώτων κληθέντων ἔσχατοι · καὶ γὰρ οἱ κλητοὶ μὲν πολλοί, οἱ δὲ ἐκλεκτοί εἰσιν ὀλίγοι. εἰκὸς μὲν οὖν, τὸν ἡμῶν σοφώτερον καὶ κριθέντα παρὰ θεῷ ἄξιον τρανοτέρου τοῦ ἐν λόγῳ σοφίας διὰ πνεύματος θεοῦ χαρίσματος καὶ πλουσιωτέρου καὶ δωρεᾶς τῆς ἐν λόγῳ γνώσεως κατὰ τὸ πνεῦμα, ὑψηλότερα καὶ μείζονα καὶ μετὰ πάσης καταλήψεως εὑρήσειν εἰς τὴν παραβολὴν καὶ ἀποδείξεων εὐπορήσειν παραλαμβάνοντα εἰς αὐτὰς ῥητὰ μεγαλοφυέστερα. καὶ ἡμεῖς δέ, ὡς ἐχωρήσαμεν ἐκθέμενοι τὸν νοῦν τῆς παραβολῆς, αἰτοῦμεν ἀπὸ τῶν ἐντυγχανόντων συγγνώμην, εἰ καὶ μὴ κατ’ἀξίαν καθικέσθαι τοῦ βουλήματος τῶν ἐνταῦθα γεγραμμένων δεδυνήμεθα · τάχα γὰρ τῆς προθυμίας καὶ τοῦ μὴ ἀπωκνηκέναι χάριν δόξομεν ἔχειν ἀποδοχῆς τι ἄξιον.