Origen

Commentary on Matthew, 13

13.1

καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες · τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; οἱ μὲν συναναβάντες τῷ Ἰησοῦ μαθηταὶ τῶν ὑπὸ τῶν γραμματέων περὶ Ἠλίου παραδιδομένων ἐμέμνηντο, ὅτι πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας ἐλθὼν Ἠλίας εὐτρεπίσει αὐτῷ τὰς ψυχὰς τῶν παραδεξομένων αὐτόν. δὲ ἐν τῷ ὄρει ὀπτασία, καθ’ἣν καὶ Ἠλίας ἐφάνη, ἐδόκει μὴ συνᾴδειν τοῖς εἰρημένοις, ἐπεὶ οὐ πρὸ τοῦ Ἰησοῦ ἔδοξεν αὐτοῖς ἐληλυθέναι Ἠλίας, ἀλλὰ μετ’αὐτοῦ. διὸ ταῦτά φασιν, οἰόμενοι ψεύδεσθαι τοὺς γραμματεῖς […] πρὸς δὲ τοῦτο σωτὴρ ἀποκρίνεται, οὐκ ἀθετῶν τὰ περὶ τοῦ Ἠλίου παραδιδόμενα, ἀλλὰ ἄλλην τοῦ Ἠλίου πρὸ τῆς Χριστοῦ ἐπιδημίαν ἀγνοηθεῖσαν ὑπὸ τῶν γραμματέων εἶναι φάσκων, καθ’ἣν ἀγνοήσαντες αὐτόν, ὡς συναίτιοι γενόμενοι τῷ αὐτὸν εἰς φυλακὴν βληθῆναι ὑπὸ Ἡρώδου καὶ τῷ αὐτὸν ἀναιρεθῆναι ὑπ’αὐτοῦ, πεποιήκασιν ἐν αὐτῷ ὅσα ἠθέλησαν. εἶτα ἀνάλογον οἷς πεποιήκασιν εἰς τὸν Ἠλίαν φησὶν ὑπὸ τῶν αὐτῶν πείσεσθαι. καὶ ταῦτα μὲν ὡς περὶ Ἠλίου οἵτε μαθηταὶ ἐπηρώτων καὶ σωτὴρ ἀπεκρίνατο · οἱ δὲ ἀκούσαντες συνῆκαν τὸ Ἠλίας ἤδη ἦλθε καὶ τὸ ἑξῆς αὐτῷ εἰρημένον ὑπὸ τοῦ σωτῆρος τὴν ἀναφορὰν ἐσχηκέναι ἐπὶ τὸν βαπτιστὴν Ἰωάννην. καὶ ταῦτα μὲν εἰρήσθω σαφηνείας ἕνεκεν τοῦ ἐκκειμένου ῥητοῦ · ἤδη δὲ κατὰ δύναμιν καὶ τῶν ἐναποκειμένων αὐτῷ πραγμάτων τὴν ἐξέτασιν ποιησώμεθα. ἐν τούτοις Ἠλίας οὐχ ψυχὴ Ἠλίου δοκεῖ μοι λέγεσθαι, ἵνα μὴ ἐμπίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκκλησίας τοῦ θεοῦ περὶ τῆς μετενσωματώσεως δόγμα, οὔτε παραδιδόμενον ὑπὸ τῶν ἀποστόλων οὔτε ἐμφαινόμενόν που τῶν γραφῶν · καὶ γὰρ ἐναντίον ἐστὶ τῷ τὰ βλεπόμενα πρόσκαιρα εἶναι καὶ συντέλειαν πείσεσθαι τὸν αἰῶνα τοῦτον, ἀλλὰ καὶ τῷ πληρωθῆναι τὸ οὐρανὸς καὶ γῆ παρελεύσονται καὶ τὸ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ τὸ οἱ οὐρανοὶ ἀπολοῦνται μετὰ καὶ τῶν ἑξῆς αὐτῷ. εἰ γὰρ (καθ’ὑπόθεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ’ἀρχῆς μέχρι συντελείας τοῦ κόσμου καταστάσει αὐτὴ ψυχὴ ἐν τῷ σώματι (δι’αἰτίαν δι’ἣν ἂν γένοιτο ἐν αὐτῷ), δι’ἁμαρτίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦτον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομένων μόνῳ τῷ τρόπῳ κατὰ τὴν μετενσωμάτωσιν; ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσωματωθήσεται · ἀεὶ γὰρ διὰ τὰ πρότερα ἁμαρτήματα ἐπιδημήσει τῷ σώματι, καὶ οὕτως οὐχ ἕξει χώραν τοῦ κόσμου φθορά, καθ’ἣν οὐρανὸς καὶ γῆ παρελεύσονται. ἵνα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην διδῶται τὴν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει μίαν εὑρήσεσθαι πάντη καθαρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως; ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα δεύτερον ὀλίγῳ πλείους, μεθ’οὓς καὶ αὐτοὺς τελειωθέντας κόσμος φθαρήσεται, ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων. ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ · πλῆθος γὰρ οἶδεν ἁμαρτωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅπερ ἐστὶ δῆλον συνεξεταζομένου τοῦ πλὴν ἐλθὼν υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; εὕρομεν παρὰ τῷ Ματθαίῳ οὕτως εἰρημένῳ · ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ καὶ τὰ ἑξῆς. ἔσται δὲ τοῖς τότε τῶν ἁμαρτημάτων εἴσπραξις οὐκ ἐν μετενσωματώσει. εἰ γὰρ ἔτι ἁμαρτάνοντες παραλαμβάνονται, ἤτοι ἄλλῳ τρόπῳ κολάσεως μετὰ τοῦτο κολασθήσονται, καὶ κατὰ τοῦτο ἤτοι δύο τρόποι κολάσεων ἔσονται γενικοί ( μὲν ἐν μετενσωματώσει, δὲ ἔξω τοῦ τοιούτου σώματος · καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), οὐ κολασθήσονται, ὡς ἀθρόως ἀποβαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, (ὅπερ βέλτιον) εἷς ἐστι τρόπος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ καὶ τῆς καταστάσεως τοῦ βίου τούτου τὸ κατ’ἀξίαν τῶν ἡμαρτημένων παθεῖν. ἕκαστον δὲ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμασιν ἀνατρεπτικόν ἐστι τῆς μετενσωματώσεως. εἰ δὲ ἀναγκαίως οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες Ἕλληνες, ὡς ἀκόλουθα αὐτοῖς τιθέντες, οὐ δὲ φθείρεσθαι βούλονται τὸν κόσμον, ὥρα καὶ τούτους, ἀντιβλέψαντας ταῖς ἐκφαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἀπιστῆσαι αὐταῖς εὑρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν, ὅπερ ( κἂν βούλωνται) ποιῆσαι οὐ δυνήσονται. ἔτι δὲ καὶ τοῦτο τοῖς τολμήσασιν ἂν λέγειν μὴ φθαρήσεσθαι τὸν κόσμον φήσομεν ὅτι, εἰ μὴ φθείρεται κόσμος ἀλλ’ἐπ’ἄπειρον ἔσται, οὐκ ἔσται θεὸς εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. ἀλλ’(εἰ ἄρα) ἀνὰ μέρος ἤτοι ἕκαστον εἴσεται πρὶν γενέσεως αὐτοῦ τινα, καὶ μετὰ ταῦτα πάλιν ἕτερα · ἄπειρα γὰρ τῇ φύσει οὐχ οἷόντε περιλαμβάνεσθαι τῇ περατοῦν πεφυκυίᾳ τὰ γινωσκόμενα γνώσει. τούτῳ δὲ ἀκολουθεῖ μη δὲ προφητείας δύνασθαι γενέσθαι περὶ πάντων ὡντινωνοῦν, ἅτε ἀπείρων ὄντων τῶν πάντων.

13.2

ἀναγκαίως δ’οἶμαι ἐνδιατετριφέναι τῇ ἐξετάσει τοῦ περὶ μετενσωματώσεως λόγου, διὰ τήν τινων ὑπόνοιαν οἰηθέντων ψυχὴν εἶναι (περὶ ἧς λόγος) τὴν αὐτὴν Ἠλίου καὶ Ἰωάννου, πρότερον μὲν κληθεῖσαν Ἠλίαν δεύτερον δὲ Ἰωάννην, καὶ οὐκ ἀθεεί γε κεκλῆσθαι Ἰωάννην αὐτόν, ὡς δῆλον ἐκ τοῦ τὸν ὀφθέντα ἄγγελον τῷ Ζαχαρίᾳ εἰρηκέναι αὐτῷ · μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη δέησίς σου, καὶ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην καὶ ἐκ τοῦ ἀπειληφέναι τὸν Ζαχαρίαν τὴν φωνὴν (μετὰ τὴν ἐν τῇ πινακίδι γραφὴν) περὶ τοῦ Ἰωάννην καλεῖσθαι τὸν γεγεννημένον. εἴπερ δὲ ψυχὴ Ἠλίας ἦν, ἐχρῆν καὶ δεύτερον αὐτὸν γεννώμενον κληθῆναι Ἠλίαν αἰτίαν τινὰ φανῆναι τῆς μετωνυμίας, ὡς ἐπὶ τοῦ Ἀβρὰμ καὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάρας καὶ τῆς Σάρρας καὶ τοῦ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ τοῦ Σίμωνος καὶ Πέτρου. καίτοι γε οὐ δ’οὕτως λόγος ἐν αὐτοῖς ἐσώζετο · ἐν μιᾷ γὰρ καὶ τῇ αὐτῇ ζωῇ τοῖς προειρημένοις γεγόνασιν αἱ μετωνυμίαι. ζητήσαι δ’ἄν τις, εἰ μὴ ψυχὴ Ἠλίας ἐστὶ πρότερον ἐν τῷ Θεσβίτῃ καὶ δεύτερον ἐν τῷ Ἰωάννῃ, τί ἂν εἴη τὸ κληθὲν ὑπὸ τοῦ σωτῆρος ἐν ἀμφοτέροις Ἠλίας; καί φημι τὸν Γαβριὴλ ἐν τοῖς πρὸς Ζαχαρίαν λόγοις ὑποβεβληκέναι τίς αὐτὴ οὐσία ἐν Ἠλίᾳ καὶ Ἰωάννῃ · φησὶ γάρ · πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν · καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου. πρόσχες γάρ, οὐκ εἶπεν ἐν ψυχῇ Ἠλίου, ἵν’ἔχοι τόπον μετενσωμάτωσις, ἀλλ’ἐν πνεύματι καὶ δυνάμει Ἠλίου. σαφῶς δὲ οἶδεν γραφὴ διαφορὰν πνεύματος πρὸς ψυχήν, ὡς τὸ δὲ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὸ εὐλογεῖτε, πνεύματα καὶ δικαίων ψυχαί, ἐν τῷ κατὰ τοὺς Ἑβδομήκοντα Δανιὴλ φερόμενον, παρίστησι τὴν διαφορὰν πνεύματος καὶ ψυχῆς. Ἠλίας οὖν Ἰωάννης οὐ διὰ τὴν ψυχὴν λέλεκται, ἀλλὰ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν, ἅτινα οὐδὲν λυπεῖ τὸν ἐκκλησιαστικὸν λόγον, εἰ πρότερον μὲν ἦν ἐν Ἠλίᾳ, ὕστερον δὲ γέγονεν ἐν Ἰωάννῃ · καὶ πνεύματα δὲ προφητῶν προφήταις ὑποτάσσεται, οὐχὶ δὲ ψυχαὶ προφητῶν προφήταις ὑποτάσσονται · καὶ τὸ πνεῦμα Ἠλίου ἀναπέπαυται ἐπὶ Ἐλισσαιέ. ζητητέον δὲ πότερον ταὐτόν ἐστι τὸ πνεῦμα τοῦ Ἠλίου τῷ ἐν Ἠλίᾳ πνεύματι θεοῦ, ἕτερα ταῦτ’ἐστὶν ἀλλήλων, καὶ εἰ παράδοξόν τι τὸ πνεῦμα ἦν Ἠλίου τὸ ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου ἑκάστου τὸ ἐν αὐτῷ. καὶ γὰρ σαφῶς ἀπόστολος παρέστησεν ἕτερον εἶναι τὸ τοῦ θεοῦ πνεῦμα, κἂν ἐν ἡμῖν , παρὰ τὸ πνεῦμα ἑκάστου ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπου μὲν λέγων · αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ, ὅπου δέ · οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ · οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. μὴ θαύμαζε δὲ τὸ περὶ τοῦ Ἠλίου, εἰ ὥσπερ ξένον τι ἀπήντησεν αὐτῷ παρὰ τοὺς ἀναγεγραμμένους πάντας ἁγίους διὰ τὸ ἀναληφθῆναι ἐν συσσεισμῷ εἰς τὸν οὐρανόν, οὕτως ἐξαίρετόν τι εἶχε τὸ πνεῦμα αὐτοῦ, ὡς οὐ μόνον ἐπαναπαύσασθαι τῷ Ἐλισσαίῳ, ἀλλὰ καὶ τῷ Ἰωάννῃ συγκαταβῆναι εἰς τὴν γένεσιν, καὶ τὸν Ἰωάννην ἰδίᾳ μὲν πνεύματος ἁγίου πεπληρῶσθαι ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, ἰδίᾳ δὲ προεληλυθέναι ἐνώπιον τοῦ Χριστοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου. καὶ γὰρ δυνατὸν πλείονα πνεύματα εἶναι ἐν τῷ αὐτῷ, οὐ μόνον χείρονα ἀλλὰ καὶ κρείττονα · αἰτεῖ γοῦν Δαυῒδ στηριχθῆναι μὲν πνεύματι ἡγεμονικῷ, ἐγκαινισθῆναι δὲ ἐν τοῖς ἐγκάτοις αὐτοῦ πνεῦμα εὐθές. εἰ δέ, ἵνα μεταδῷ ἡμῖν σωτὴρ πνεύματος σοφίας καὶ συνέσεως, πνεύματος βουλῆς καὶ ἰσχύος, πνεύματος γνώσεως καὶ εὐσεβείας, καὶ ἐνεπλήσθη πνεύματος φόβου θεοῦ, δυνατὸν καὶ ταῦτα νοεῖσθαι πλείονα ἐν τῷ αὐτῷ εἶναι κρείττονα πνεύματα. καὶ τοῦτο δὲ παρεθέμεθα διὰ τὸ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου προεληλυθέναι ἐνώπιον Χριστοῦ τὸν Ἰωάννην, ἵνα τὸ Ἠλίας ἤδη ἦλθεν ἐπὶ τὸ ἐν τῷ Ἰωάννῃ ἀναφέρηται πνεῦμα τοῦ Ἠλίου, ὡς καὶ συνῆκαν οἱ συναναβάντες τρεῖς μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. ἐπὶ μὲν οὖν τὸν Ἐλισσαῖον μόνον ἀναπέπαυται τὸ Ἠλίου πνεῦμα, δὲ Ἰωάννης προελήλυθεν ἐνώπιον τοῦ Χριστοῦ οὐκ ἐν μόνῳ τῷ πνεύματι, ἀλλὰ καὶ ἐν δυνάμει Ἠλίου, διὸ καὶ Ἐλισσαῖος μὲν οὐκ ἂν Ἠλίας εἴρητο, Ἰωάννης δὲ αὐτὸς ἦν Ἠλίας. εἰ δὲ δεῖ παραθέσθαι τὴν γραφήν, ὅθεν ἔλεγον οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον, ἄκουε τοῦ Μαλαχίου λέγοντος · καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην καὶ τὰ ἑξῆς ἕως τοῦ μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην. καὶ ἔοικέ γε διὰ τούτων δηλοῦσθαι ὅτι προευτρεπίζει Ἠλίας τῇ ἐνδόξῳ Χριστοῦ ἐπιδημίᾳ διά τινων ἱερῶν λόγων καὶ καταστάσεων ἐν ταῖς ψυχαῖς τοὺς εἰς τοῦτο ἐπιτηδείους γεγενημένους, ἣν οὐκ ἂν ἤνεγκαν οἱ ἐπὶ γῆς διὰ τὸ ὑπερβάλλον τῆς δόξης, εἰ μὴ ὑπὸ τοῦ Ἠλίου ἦσαν προευτρεπισθέντες. Ἠλίαν δὲ καὶ ἐν τούτοις οὐ τὴν ψυχὴν λαμβάνω τοῦ προφήτου ἐκείνου, ἀλλὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν αὐτοῦ · ταῦτα γάρ ἐστιν οἷς τὰ πάντα ἀποκαταστήσεται, ἵνα ἀποκαταστᾶσι καὶ ἐκ τῆς ἀποκαταστάσεως γενομένοις χωρητικοῖς τῆς δόξης τοῦ Χριστοῦ ἐπιδημήσῃ ἐν δόξῃ ὀφθησόμενος υἱὸς τοῦ θεοῦ. εἰ δὲ καὶ λόγος τίς ἐστιν Ἠλίας, ὑποδεέστερος λόγου τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεοῦ λόγου, καὶ οὗτος ἂν δύναιτο ὡσπερεὶ προγύμνασμα ἐπιδημεῖν τῷ ἑτοιμαζομένῳ λαῷ ὑπ’αὐτοῦ, ἵνα γένηται κατεσκευασμένος πρὸς ὑποδοχὴν τοῦτε λείου λόγου. ἀπορήσειε δ’ἄν τις εἰ τὸ πνεῦμα καὶ δύναμις Ἠλίου τὰ ἐν Ἰωάννῃ πέπονθε κατὰ τὸ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ πρὸς τοῦτο λελέξεται ἁπλούστερον μὲν ὅτι οὐδὲν ἄτοπον, διὰ τὴν ἀγάπην συμπάσχειν τὰ βοηθοῦντα τοῖς βοηθουμένοις (καὶ Ἰησοῦς γοῦν φησι διὰ τοὺς ἀσθενοῦντας ἠσθένουν καὶ διὰ τοὺς πεινῶντας ἐπείνων καὶ διὰ τοὺς διψῶντας ἐδίψων), βαθύτερον δὲ ὅτι οὐκ εἴρηται · ἀλλ’ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν ἀλλ’ὅσα ἠθέλησαν ἐν αὐτῷ · ἦν γὰρ ἐπερηρεισμένα τῷ πνεύματι καὶ τῇ δυνάμει Ἠλίου τὰ πεπονθότα, ψυχὴ Ἰωάννου (οὐδαμῶς οὖσα Ἠλίας) τάχα δὲ καὶ τὸ σῶμα. κατ’ἄλλον γὰρ τρόπον ἐν σώματι ψυχὴ καὶ πνεῦμα καὶ δύναμις, κατ’ἄλλον δὲ τὸ σῶμα τοῦ δικαίου ἐν τοῖς κρείττοσιν, ὥσπερ ἐρηρεισμένον αὐτοῖς καὶ αὐτῶν ἠρτημένον. οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν · γὰρ ψυχὴ τοῦ μὲν ἁμαρτωλοῦ ἐν σαρκί ἐστι, τοῦ δὲ δικαίου ἐν πνεύματι. ἔτι δὲ καὶ τοῦτ’ἂν ζητηθείη, τὸ ἀλλ’ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν ἐπὶ τίνα ἀναφέρεται; ἆρα γὰρ ἐπὶ τοὺς γραμματεῖς, περὶ ὧν πυνθανόμενοι οἱ μαθηταὶ ἔλεγον · τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ἀλλ’οὐ πάνυ γε φαίνεται ὑπὸ τῶν γραμματέων πεπονθέναι τι Ἰωάννης, εἰ μὴ ὅτι ἄρα οὐκ ἐπίστευσαν αὐτῷ, ὅτι (ὡς καὶ ἀνωτέρω εἴπομεν) συναίτιοι γεγόνασι τοῖς τετολμημένοις κατ’αὐτοῦ ὑπὸ Ἡρώδου. ἄλλος δ’ἂν εἴποι ὅτι τὸ ἀλλ’ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὐκ ἐπὶ τοὺς γραμματεῖς, ἀλλ’ἐπὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς καὶ τὸν Ἡρώδην ἀναφέρεται, ποιήσαντας ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ τὸ ἑξῆς δὲ διὰ τὸ οὕτως υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’αὐτῶν ἀναφέροιτ’ἄν, εἰ μὲν τὸ πρότερον ἐπὶ τοὺς γραμματεῖς, καὶ τοῦτο ἐπὶ τοὺς γραμματεῖς, εἰ δὲ τὸ πρότερον ἐπὶ τὸν Ἡρώδην καὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς, καὶ τὸ δεύτερον · καὶ γὰρ ἔοικε σύμψηφος γεγονέναι Ἡρώδης τῷ τὸν Ἰησοῦν ἀποθανεῖν, τάχα κοινωνούσης αὐτῷ τῆς κατ’αὐτοῦ ἐπιβουλῆς καὶ τῆς γυναικός.

13.3

καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ καὶ λέγων · κύριε, ἐλέη σόν μου τὸν υἱόν. οἱ πάσχοντες οἱ τῶν πασχόντων οἰκεῖοι μετὰ τῶν ὄχλων εἰσί · διόπερ, ἐπὰν τὰ ὑπὲρ τοὺς ὄχλους Ἰησοῦς οἰκονομήσηται, καταβαίνει πρὸς αὐτούς, ἵν’οἱ μὴ δυνάμενοι ἀναβαίνειν διὰ τὰς κατεχούσας τὴν ψυχὴν νόσους ὠφεληθῶσι, καταβάντος πρὸς αὐτοὺς ἀπὸ τῶν ὑψηλοτέρων τοῦ λόγου. ἐξεταστέον δὲ ἐπὶ τίνων μὲν νοσημάτων οἱ πάσχοντες πιστεύουσι καὶ ἀξιοῦσι περὶ τῆς ἰδίας θεραπείας αὐτοῦ τοῦ κρασπέδου τοῦ ἱματίου ἁψάμενοι […], ἐπὶ τίνων δὲ […] περὶ αὐτῶν ἕτεροι τοῦτο ποιοῦσιν, οἷον ἑκατόνταρχος περὶ παιδὸς καὶ βασιλικὸς περὶ υἱοῦ καὶ ἀρχισυνάγωγος περὶ θυγατρὸς καὶ Χαναναία περὶ δαιμονῶντος τέκνου θήλεος, καὶ νῦν γονυπετῶν αὐτῷ ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. τούτοις δὲ συνεξετάσεις, πότε ἀφ’ἑαυτοῦ σωτὴρ καὶ ὑπὸ μηδενὸς ἀξιωθεὶς ἰᾶται, ὡς τὸν παραλυτικὸν τὸν ἐπὶ τῇ προβατικῇ. αὗται γὰρ ἐπὶ τὸ αὐτὸ συγκριθεῖσαι ἀλλήλαις αἱ θεραπεῖαι καὶ συνεξετασθεῖσαι πολλὰ τῷ ἀκούειν δυναμένῳ τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας θεοῦ παραστήσουσι δόγματα περίτε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν.

13.4

ἐπεὶ δὲ νῦν οὐ περὶ πάντων, ἀλλὰ τοῦ ἐκκειμένου ῥητοῦ πρόκειται ἐξετάζειν, ἴδωμεν τροπολογοῦντες τίνα δυνάμεθα εἰπεῖν τὸν σεληνιαζόμενον εἶναι καὶ τὸν ἀξιοῦντα περὶ αὐτοῦ πατέρα αὐτοῦ, καὶ τί τὸ πίπτειν τὸν πάσχοντα οὐκ ἀεὶ ἀλλὰ πολλάκις, ὁτὲ μὲν εἰς πῦρ ἐνίοτε δὲ εἰς ὕδωρ, καὶ τί τὸ μὴ δεδυνῆσθαι αὐτὸν ὑπὸ τῶν μαθητῶν θεραπευθῆναι ἀλλ’ὑπ’αὐτοῦ τοῦ Ἰησοῦ. καὶ γὰρ εὔλογον · εἴπερ πᾶσα νόσος καὶ πᾶσα μαλακία, ἃς ἐθεράπευσεν σωτὴρ ἡμῶν τότε ἐν τῷ λαῷ, ἀναφέρεται ἐπὶ τὰ ἐν ψυχαῖς διάφορα συμπτώματα, ὡς τοὺς μὲν παρετοὺς τὴν ψυχὴν καὶ κειμένην αὐτὴν ἔχοντας ἐπὶ τοῦ σώματος παραλελυμένην δηλοῦσθαι διὰ τῶν παραλυτικῶν, τοὺς δὲ τυφλώττοντας περὶ τὰ τῇ ψυχῇ μόνῃ θεατὰ δηλοῦσθαι διὰ τῶν τυφλῶν καὶ εἶναι τυφλούς, τοὺς δὲ κεκωφωμένους πρὸς παραδοχὴν σωτηρίου λόγου σημαίνεσθαι διὰ τῶν κωφῶν, ἀνάλογον ἐκείνοις ἐξετασθῆναι δεήσει τὰ περὶ τοῦ σεληνιαζομένου. ἔστι δὲ τὸ πάθος τοῦτο ἐκ διαλειμμάτων ἀξιολόγων ἐπιτιθέμενον τοῖς πάσχουσιν, ἐν οἷς οὐδὲν διαφέρειν δοκεῖ ὑγιαίνοντος πεπονθὼς αὐτὸ παρὰ τὸν καιρὸν τοῦ μὴ ἐνεργεῖν εἰς αὐτὸν τὴν ἐπίληψιν. τοιαῦτα δέ τινα εὕροις ἂν περί τινας ψυχὰς συμπτώματα, πολλάκις νομιζομένας ὑγιαίνειν ἐν σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, εἶτ’ἔσθ’ὅτε ὡσπερεὶ ἐπιληψίᾳ τινὶ τῇ ἀπὸ τῶν παθῶν λαμβανομένας καὶ καταπιπτούσας ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν καὶ σπωμένας περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὰς λοιπὰς ἐπιθυμίας. τάχα οὖν οὐκ ἂν ἁμάρτοις λέγων τοὺς τοιούτους (ἵν’οὕτως εἴπω) πνευματικῶς σεληνιάζεσθαι, καταβαλλομένους ὑπὸ τῶν ἐν τοῖς ἐπουρανίοις πνευματικῶν τῆς πονηρίας, καὶ κακῶς ἔχειν πολλάκις παρὰ τὸν καιρὸν τῶν ἐπιλαμβανομένων τῆς ψυχῆς αὐτῶν παθῶν · πίπτοντας ποτὲ μὲν εἰς τὸ πῦρ τῶν πυρώσεων, ὅτε γίνονται (κατὰ τὰ λεγόμενα ἐν τῷ Ὠσηὲ) οἱ μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός, ποτὲ δὲ εἰς τὸ ὕδωρ, ὅτε βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι δράκων καταβάλλει αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν ἐπὶ τὸ εἰς τὰ βάθη τῶν κυμάτων τῆς θαλάσσης ἥκειν τοῦ τῶν ἀνθρώπων βίου. συμβαλεῖται δὲ ἡμῖν τῇ τοιαύτῃ περὶ τοῦ σεληνιαζομένου διηγήσει λέγων ἐν τῇ Σοφίᾳ περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότητος · διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία, περὶ δὲ τῶν ἀποδεδομένων · δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. καὶ ἔστι καὶ ἐν τοῖς τοιούτοις ἰδεῖν ὁρμὰς […] συναρπάσαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐπιστάντας αὐτῶν τῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἂν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς παρ’ὀλίγον πανσέληνον. ἴδοις δ’ἂν πάλιν μειούμενον τὸ δόξαν εἶναι ἐν αὐτοῖς φῶς, οὐχὶ φῶς ἡμερινὸν τυγχάνον ἀλλὰ καὶ φῶς νυκτερινὸν καὶ σεληνιακὸν καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μη δὲ τὸ δοκοῦν φῶς εἶναι ἐπιβλεπόμενον ἐν αὐτοῖς γένηται. εἰ δὲ οἱ πρῶτοι θέμενοι τὰ ὀνόματα τοῖς πράγμασι διὰ τοιοῦτόν τι ὠνόμασαν τὸ τῆς ἐπιληψίας πάθος σεληνιασμὸν μή, καὶ αὐτὸς ἐπιστήσεις.

13.5

πατὴρ δὲ τοῦ σεληνιαζομένου τάχα λαχὼν αὐτὸν ἄγγελος (εἴγε πᾶσαν λεκτέον ἀνθρωπίνην ψυχὴν ὑπό τινι τετάχθαι ἀγγέλῳ ὡς ὑπό τινι πατρί), ἀξιῶν ὡς περὶ υἱοῦ τὸν ἰατρὸν τῶν ψυχῶν, ἵνα αὐτὸν ῥύσηται μὴ δυνηθέντα ἀπὸ τοῦ ὑποδεεστέρου λόγου τοῦ ἐν τοῖς μαθηταῖς θεραπευθῆναι ἀπὸ τοῦ πάθους. πνεῦμα δὲ ἄλαλον καὶ κωφόν, εἰ τροπολογητέον, λεκτέον τὰς ἀλόγους καὶ πρὸς τὸ δοκοῦν καλὸν ὁρμάς, ὑπὸ τοῦ λόγου ἐκβαλλόμενον, ἵνα τέως τις ἐποίει ἀλόγῳ φορᾷ νομιζόμενα ὑπὸ τῶν βλεπόντων καλά, μηκέτι μὲν πράττῃ ἀλόγως κατὰ τὸ λοιπόν, κατὰ δὲ τὸν λόγον τῆς τοῦ Ἰησοῦ διδασκαλίας. δυσίατον δὲ τοῦτο τὸ πάθος καὶ ἰσχυρόν, δοκοῦν καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς τοιούτοις μεγάλη τοιαύτη ἐνέργεια, ὥστε ταύτην ὄρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ πάσχοντος διὰ πάσης πίστεως τοῦ θεραπεύοντος. ἔστι δὲ πᾶσα πίστις παραβαλλομένη κόκκῳ σινάπεως. ἐκ τούτου καὶ Παῦλος ὡρμηνένος εἶπεν · ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν. οὐ γὰρ ἓν μόνον ὄρος, ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ἔχων πᾶσαν τὴν πίστιν · ἥτις ἐστὶν ὡς κόκκος σινάπεως. ἐπεὶ ἐξουθενεῖται μὲν πίστις ὑπὸ τῶν ἀνθρώπων καὶ βραχύτατόν τι καὶ εὐτελὲς εἶναι φαίνεται, τυχοῦσα δὲ γῆς ἀγαθῆς (τουτέστι ψυχῆς τὸ τοιοῦτον σπέρμα παραδέξασθαι καλῶς δυναμένης) γίνεται δένδρον μέγα, ὥστε οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν δύνασθαι ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως.

13.6

ἤδη οὖν παραστῶμεν καὶ τῇ λέξει καὶ ζητήσωμεν πρότερον, πῶς σεληνιάζεσθαι λέγεται ὑπό τινος πνεύματος ἀκαθάρτου καὶ κωφοῦ καὶ ἀλάλου σκοτούμενος καὶ καταβαλλόμενος, καὶ διὰ τί παρώνυμόν ἐστι τὸ σεληνιάζεσθαι ἀπὸ τοῦ μεγάλου ἐν οὐρανῷ καὶ δευτέρου μετὰ τὸν ἥλιον φωστῆρος, ὃν ἔταξεν θεὸς εἰς ἀρχὰς τῆς νυκτός. ἰατροὶ μὲν οὖν φυσιολογείτωσαν, ἅτε μη δὲ ἀκάθαρτον πνεῦμα εἶναι νομίζοντες κατὰ τὸν τόπον ἀλλὰ σωματικόν τι σύμπτωμα, καὶ φυσιολογοῦντες τὰ ὑγρὰ λεγέτωσαν κινεῖσθαι τὰ ἐν τῇ κεφαλῇ κατά τινα συμπάθειαν τὴν πρὸς τὸ σεληνιακὸν φῶς, ὑγρὰν ἔχον φύσιν. ἡμεῖς δὲ οἱ καὶ τῷ εὐαγγελίῳ πιστεύοντες ὅτι τὸ νόσημα τοῦτο ἀπὸ πνεύματος ἀκαθάρτου, ἀλάλου καὶ κωφοῦ ἐν τοῖς πάσχουσιν αὐτὸ θεωρεῖται ἐνεργούμενον, ὁρῶντες δὲ ὅτι καὶ οἱ εἰθισμένοι παραπλησίως τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων ἐπαγγέλλεσθαι τὴν κατὰ τοὺς τοιούτους θεραπείαν δοκοῦσί ποτε ἐπιτυγχάνειν ἐν αὐτοῖς, φήσομεν ὅτι μήποτε ὑπὲρ τοῦ διαβάλλειν τὰ κτίσματα τοῦ θεοῦ, ἵνα καὶ ἀδικία εἰς τὸ ὕψος λαληθῇ καὶ θῶνται εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, τὸ ἀκάθαρτον τοῦτο πνεῦμα ἐπιτηρεῖ τινας σχηματισμοὺς τῆς σελήνης καὶ οὕτως ἐνεργεῖ, ἵν’ἐκ τῆς τηρήσεως τοῦ κατὰ τὸν τοιόνδε τῆς σελήνης σχηματισμὸν πάσχειν τοὺς ἀνθρώπους τὴν αἰτίαν δόξῃ τοῦ τηλικούτου κακοῦ μὴ τὸ ἄλαλον καὶ κωφὸν λαμβάνειν δαιμόνιον, ἀλλὰ μέγας ἐν οὐρανῷ φωστήρ, τεταγμένος εἰς ἀρχὰς τῆς νυκτὸς καὶ μηδεμίαν ἔχων ἀρχὴν τῆς τοιαύτης ἐν ἀνθρώποις νόσου. καὶ ἀδικίαν γε εἰς τὸ ὕψος λαλοῦσι πάντες ὅσοι παρὰ τὴν τῶν ἄστρων σχέσιν φασὶν εἶναι τὴν αἰτίαν πάντων τῶν ἐπὶ γῆς (εἴτε καθολικῶν εἴτε καὶ τῶν καθ’ἕκαστον) συμπτωμάτων · καὶ οἱ τοιοῦτοί γε ἀληθῶς ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, κακοποιούς τινας λέγοντες εἶναι τῶν ἀστέρων καὶ ἄλλους ἀγαθοποιούς, οὐδενὸς ἄστρου γενομένου ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ἵνα κακοποιῇ, κατά γε τὸν Ἱερεμίαν ὡς ἐν Θρήνοις γέγραπται · ἐκ στόματος κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν. εἰκὸς δὲ ὅτι, ὥσπερ τοῦτο τὸ ἐνεργοῦν τὸν καλούμενον σεληνιασμὸν πνεῦμα ἀκάθαρτον ἐπιτηρεῖ τοὺς τῆς σελήνης σχηματισμούς, ἵνα ἐνεργήσῃ εἰς τὸν διά τινας αἰτίας παραδιδόμενον αὐτῷ καὶ μὴ ποιήσαντα ἑαυτὸν ἄξιον φρουρᾶς ἀγγελικῆς, οὕτως καὶ ἄλλα πνεύματα καὶ δαιμόνια πρός τινας σχηματισμοὺς τῶν ἄλλων ἀστέρων, ἵνα μὴ μόνον σελήνη ἀλλὰ καὶ οἱ λοιποὶ λοιδορηθῶσιν ἀστέρες ὑπὸ τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων. ἔστι γοῦν ἀκοῦσαι τῶν γενεθλιαλόγων, τὴν αἰτίαν πάσης μανίας καὶ παντὸς δαιμονιασμοῦ ἀναφερόντων ἐπὶ τοὺς τῆς σελήνης σχηματισμούς. ὅτι μὲν οὖν οἱ τὸν καλούμενον σεληνιασμὸν πάσχοντες ἐνίοτε εἰς τὸ ὕδωρ πίπτουσι, δῆλόν ἐστιν · ὅτι δὲ καὶ εἰς τὸ πῦρ, σπανιώτερον μὲν πλὴν καὶ αὐτὸ συμβαῖνόν ἐστι. καὶ οὕτω δυσίατόν ἐστι τὸ νόσημα τοῦτο, ὡς καὶ τοὺς ἔχοντας χάριν θεραπεύειν δαιμονῶντας ὁτὲ μὲν ἀπαυδᾶν πρὸς τοῦτο, ὁτὲ δὲ μετὰ νηστειῶν καὶ προσευχῶν καὶ πλειόνων καμάτων ἐπιτυγχάνειν. ζητήσεις δὲ εἰ, ὥσπερ ἐν τοῖς ἀνθρώποις, οὕτω καὶ ἐν τοῖς πνεύμασι τοιαῦτά ἐστι συμπτώματα, ὡς τινὰ μὲν αὐτῶν λαλεῖν τινὰ δὲ ἄλαλα εἶναι, καὶ τινὰ μὲν ἀκούειν ἕτερα δὲ κεκωφῶσθαι. εὑρεθήσεται γὰρ ὥσπερ ἐν αὐτοῖς αἰτία τοῦ εἶναι ἀκάθαρτα, οὕτως καὶ διὰ τὸ αὐτεξούσιον αὐτῶν καταδεδικάσθαι αὐτὰ τὸ εἶναι ἄλαλα καὶ κωφά. καὶ γὰρ ἀνθρώπων τινὲς τὴν τοιαύτην καταδίκην πείσονται, εἴ γε τοῦ προφήτου εὐχὴ ὡς πνεύματι ἁγίῳ εἰρημένη ἐπακουσθήσεται, ἐν λέλεκται ἐπί τινων ἁμαρτωλῶν · ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια. οὕτω δὲ τάχα καὶ οἱ κακῶς χρησάμενοι ταῖς ἀκοαῖς καὶ παραδεξάμενοι ἀκοὴν ματαίαν κωφωθήσονται ὑπὸ τοῦ εἰ πόντος · τίς ἐποίησε δύσκωφον καὶ κωφόν; ἵνα μὴ πλεῖον παραδέχωνται ἀκοὴν ματαίαν.

13.7

ἐπεὶ δὲ εἶπεν σωτήρ · γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἐμφαίνει ὅτι ἐκ διαστροφῆς κακία παρεισελήλυθε, παρὰ φύσιν γενομένη καὶ διαστρόφους ἡμᾶς πεποιηκυῖα. ὅλον δὲ (οἶμαι) τὸ τῶν ἐπὶ γῆς ἀνθρώπων γένος διὰ τὴν κακίαν βαρούμενος καὶ τὴν μετ’αὐτῶν διατριβὴν σωτὴρ εἶπε τὸ ἕως πότε μεθ’ὑμῶν ἔσομαι; προείπομεν οὖν ἀπὸ μέρους εἰς τὸ ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ καὶ τὰ ἑξῆς. οὐδὲν δ’ἧττον κατὰ τὸ φαινόμενον ἡμῖν τρανότερον καὶ ταῦτα εἰς τὸν τόπον λελέξεται. ὄρη ἐν τούτοις οἶμαι λέγεσθαι τὰς ἐν κακίᾳ κεχυμένῃ καὶ μεγάλῃ γεγενημένας ἀντικειμένας δυνάμεις, αἵτινες ὡσπερεὶ ἐρηρεισμέναι εἰσὶν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἐπὰν οὖν ἔχῃ τις τὴν πᾶσαν πίστιν, ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὥστε λογισθῆναι τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην, ἔχει τὴν πᾶσαν πίστιν ὡς κόκκον σινάπεως. εἶθ’ τοιοῦτος ἐρεῖ τῷ ὄρει τούτῳ (δείκνυμι δὲ τὸ ἄλαλον καὶ κωφὸν ἐν τῷ λεγομένῳ σεληνιάζεσθαι πνεῦμα) · μετάβα ἔνθεν (δηλονότι ἀπὸ τοῦ πάσχοντος ἀνθρώπου) ἐκεῖ (ἐπὶ τάχα τὴν ἄβυσσον) καὶ μεταβήσεται. δὲ ἀπόστολος ἐντεῦθεν (οἶμαι) τὴν ἀφορμὴν λαβὼν μετὰ ἀποστολικῆς εἶπεν ἐξουσίας τὸ καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν · οὐ γὰρ ἓν μόνον ὄρος ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ἔχων πᾶσαν τὴν πίστιν, ἥτις ἐστὶν ὡς κόκκος σινάπεως · καὶ οὐδέν γε τούτῳ τῷ ἐπὶ τοσοῦτον πιστεύοντι ἔσται ἀδύνατον. πρόσχωμεν δὲ καὶ τῷ τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ, ἵν’εἴ ποτε δέοι περὶ θεραπείαν ἀσχολεῖσθαι ἡμᾶς τοιοῦτόν τι πεπονθότος τινός, μὴ ὁρκίζωμεν μη δὲ ἐπερωτῶμεν μη δὲ λαλῶμεν ὡς ἀκούοντι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλὰ σχολάζοντες προσευχῇ καὶ νηστείᾳ ἐπιτύχωμεν προσευχόμενοι περὶ τοῦ πεπονθότος σωτηρίας τῆς ἀπὸ θεοῦ καὶ τῇ ἑαυτῶν νηστείᾳ ἀπώσωμεν ἀπ’αὐτοῦ τὸ ἀκάθαρτον πνεῦμα.

13.8

συστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς Ἰησοῦς · μέλλει υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. καὶ δόξει γε ἐκείνοις ταῦτα ἰσοδυναμεῖν ὅτι ἤρξατο δεικνύειν τοῖς μαθηταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων. τὸ δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ ταὐτόν ἐστι τὸ ὑποδείκνυσθαι τοῖς μαθηταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ μετὰ τὸ παθεῖν ἀποκτανθῆναι καὶ μετὰ τὸ ἀποκτανθῆναι τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι, τῷ λελέχθαι αὐτοῖς οὖσιν ἐν τῇ Γαλιλαίᾳ (ὅπερ ἀνωτέρω οὐ μεμαθήκαμεν), ὡς ἄρα μέλλοι υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι · τὸ γὰρ παραδίδοσθαι ἀνωτέρω μὲν οὐκ εἴρηται, νῦν δὲ καὶ ὅτι εἰς χεῖρας ἀνθρώπων. ἐφ’ ζητήσωμεν ὑπὸ τίνος μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων τίνων. ἐκεῖ μὲν γὰρ ὑφ’ὧν πείσεται διδασκόμεθα καὶ ἐν τόπῳ πείσεται, ἐνταῦθα δὲ ἐπ’ἐκείνοις μανθάνομεν ὅτι τὸ πολλὰ παθεῖν αὐτὸν ὑπὸ τῶν προειρημένων συμβαίνει, οὐκ ἐκείνων πρώτων αἰτίων γινομένων τοῦ πολλὰ αὐτὸν παθεῖν, ἀλλ’ τοῦ παραδιδόντος τῶν παραδιδόντων αὐτὸν εἰς χεῖρας ἀνθρώπων. μὲν οὖν φήσει ὅτι τοῦτο διηγούμενος ἀπόστολός φησι περὶ τοῦ θεοῦ · ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ἔδωκε δὲ καὶ υἱὸς ὑπὲρ ἡμῶν ἑαυτὸν εἰς θάνατον, ὥστε οὐ μόνον ὑπὸ τοῦ πατρός, ἀλλὰ καὶ ὑφ’ἑαυτοῦ παρεδόθη. ἕτερος δὲ οὐ μόνον ἐκεῖνο ἀλλὰ καὶ τὰ ἐκκείμενα ἐπὶ τὸ αὐτὸ συναγαγὼν φήσει παραδεδόσθαι πρῶτον ὑπὸ τοῦ θεοῦ τὸν υἱὸν εἶτα πειρασθησόμενον, εἶτα ἀγωνιούμενον, εἶτα ὑπὲρ ἀνθρώπων πεισόμενον καὶ ὅλου τοῦ κόσμου, ἵνα αὐτοῦ ἄρῃ τὴν ἁμαρτίαν, τῷ ἄρχοντι τοῦ αἰῶνος τούτου καὶ τοῖς ἄλλοις ἄρχουσιν αὐτοῦ, εἶτα ὑπὸ τούτων εἰς χεῖρας ἀνθρώπων αὐτὸν παραδίδοσθαι τῶν ἀποκτενούντων αὐτόν. παράδειγμα δὲ παραληφθήσεται τὰ τοῦ Ἰώβ. ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου · ἀλλὰ αὐτοῦ μὴ ἅψῃ, εἶτα ὡσπερεὶ παραδοθέντος ὑπὸ τοῦ διαβόλου τοῖς ἄρχουσιν αὐτοῦ τοῖς αἰχμαλωτεύουσι, τοῖς ἱππεῦσι, τῷ καταβαίνοντι ὡς ἐξ οὐρανοῦ πυρί, τῷ ἐκ τῆς ἐρημίας ἐλθόντι μεγάλῳ πνεύματι καὶ τὴν οἰκίαν χαλάσαντι. ἐπιστήσεις δὲ εἰ, ὥσπερ τοῖς αἰχμαλωτεύουσι παραδέδωκε τὰ τοῦ Ἰὼβ καὶ τοῖς ἱππεῦσιν, […] οὕτως καί τινι ἐνεργείᾳ τῶν ὑπὸ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ ἐνεργοῦντος νῦν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἵνα τὸ ἐκεῖθεν καταβαῖνον πῦρ ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ ἐξ οὐρανοῦ ὀφθῇ καταβαῖνον τῷ ἀπαγγέλλοντι τῷ Ἰὼβ ὅτι πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα αὐτοῦ, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. παραπλησίως δὲ τούτοις ζητήσεις, εἰ καὶ τὸ ἐξαίφνης μέγα πνεῦμα ἀπὸ τῆς ἐρήμου ἐλθὸν καὶ ἁψάμενον τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας ἕν τι τῶν ὑπὸ τὸν διάβολον ἦν, παρέδωκεν διάβολος τὸ τῶν υἱῶν καὶ τῶν θυγατέρων τοῦ Ἰὼβ συμπόσιον, ἵνα συμπέσῃ οἰκία ἐπὶ τὰ παιδία τοῦ δικαίου καὶ τελευτήσωσιν. ἔστω οὖν (ὡς ἐπὶ τοῦ Ἰὼβ) πρῶτον παραδιδοὺς πατὴρ τὸν υἱὸν ταῖς ἀντικειμέναις ἐνεργείαις, εἶθ’αὗται παραδιδότωσαν αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ἐν οἷς ἀνθρώποις καὶ Ἰούδας ἦν, εἰς ὃν μετὰ τὸ ψωμίον εἰσῆλθεν σατανᾶς, ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. ἀλλ’ὅρα, μήποτε τὸ παραδίδοσθαι ταῖς ἀντικειμέναις ἐνεργείαις ὑπὸ τοῦ πατρὸς τὸν υἱὸν συνεξετάζων τῷ παραδίδοσθαι ὑπ’ἐκείνων εἰς χεῖρας ἀνθρώπων τὸν σωτῆρα, νομίσῃς ἴσον εἶναι τὸ ἐπ’ἀμφοτέρων λεγόμενον παραδίδοσθαι. κατανόει γὰρ ὅτι μὲν πατὴρ οὐχ ἁπλῶς, ἀλλ’ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν ἀπὸ φιλανθρωπίας · αἱ δὲ ἀντικείμεναι δυνάμεις παραδοῦσαι τὸν σωτῆρα εἰς χεῖρας ἀνθρώπων οὐκ ἐσκόπουν τὸ ὑπέρ τινων σωτηρίας παραδιδόναι αὐτόν, ἀλλὰ (τὸ ὅσον ἐπ’αὐταῖς, ἐπεὶ οὐδεὶς αὐτῶν ἐγίνωσκε τὴν τοῦ θεοῦ σοφίαν τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένην) παρεδίδουν αὐτὸν ἀποθανούμενον, ἵνα ἐχθρὸς αὐτοῦ θάνατος ὑποχείριον αὐτὸν λάβῃ ὁμοίως τοῖς ἐν τῷ Ἀδὰμ ἀποθνῄσκουσι. καὶ οἱ ἀποκτείναντες δὲ αὐτὸν ἄνθρωποι οὐχὶ θελήματι τοῦ θεοῦ ἤδη καθεστηκότι, ἀλλὰ δυνάμεων θελήματι τυπούμενοι τῶν βουλομένων τὸν Ἰησοῦν ὑποχείριον γενέσθαι θανάτῳ τοῦτο ἐποίουν. οἶμαι δὲ ἀναγκαίως ἐξητάσθαι καὶ ταῦτα διὰ τὸ τὸν παραδιδόμενον εἰς χεῖρας ἀνθρώπων Ἰησοῦν μὴ ὑπὸ ἀνθρώπων εἰς χεῖρας ἀνθρώπων παραδίδοσθαι, ἀλλ’ὑπὸ δυνάμεων αἷς ὑπὲρ ἡμῶν πάντων παρέδωκεν πατὴρ τὸν υἱόν, ἐν αὐτῷ τῷ παραδεδόσθαι καὶ γίνεσθαι ὑπὸ τοὺς οἷς παρεδόθη καταλύοντα τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου · διὰ γὰρ τοῦ θανάτου κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου (τουτέστι τὸν διάβολον) καὶ ἀπήλλαξε τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.

13.9

κράτος δὲ θανάτου νομιστέον ἔχειν τὸν διάβολον οὐ τοῦ μέσου καὶ ἀδιαφόρου, καθ’ὃν ἀποθνῄσκουσιν οἱ σύνθετοι ἐκ ψυχῆς καὶ σώματος χωριζομένης αὐτῶν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τοῦ ἐναντίου καὶ ἐχθροῦ τοῦ εἰπόντος · ἐγώ εἰμι ζωή, καθ’ὃν ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ἐμφαίνει δὲ ὅτι οὐχ θεὸς εἰς χεῖρας ἀνθρώπων παρέδωκεν αὐτόν, σωτὴρ λέγων · εἰ ἦν ἐκ τοῦ κόσμου τούτου βασιλεία ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. παραδιδόμενος γὰρ Ἰουδαίοις εἰς χεῖρας ἀνθρώπων παρεδόθη, οὐχ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν, ἀλλ’ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου εἰπόντος περὶ τῶν ἐν ἀοράτοις δυνάμεσι κατὰ ἀνθρώπων ἱσταμένων βασιλειῶν · ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. διὸ καὶ περὶ ἐκείνων λελέχθαι νομιστέον τὸ παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. κἀκεῖνοι μὲν οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες παρέστησαν καὶ συνήχθησαν κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ · ἡμεῖς δὲ ἐκ τοῦ παραδεδόσθαι αὐτὸν ὑπ’ἐκείνων εἰς χεῖρας ἀνθρώπων καὶ ἀπεκτάνθαι ὠφεληθέντες, φαμὲν τὸ διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ’ἡμῶν τὸν ζυγὸν αὐτῶν […]. ὅτε γὰρ σύμμορφοι γινόμεθα τῷ θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν (ὡς ἀποδεδώκαμεν) βασιλέων τῆς γῆς, οὐ δ’ὑπὸ τὸν ζυγὸν τῶν κατὰ τοῦ κυρίου συναχθέντων ἀρχόντων τοῦ αἰῶνος τούτου · καὶ διὰ τοῦτο πατὴρ τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ἵν’οἱ ἄρχοντες οἱ παραλαβόντες αὐτὸν καὶ παραδόντες αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ὑπὸ τοῦ κατοικήσαντος ἐν τοῖς οὐρανοῖς ἐγγελασθῶσιν καὶ ὑπὸ τοῦ κυρίου ἐκμυκτηρισθῶσιν, εἰς κατάλυσιν τῆς ἰδίας βασιλείας καὶ ἀρχῆς παρὰ προσδοκίαν παραλαβόντες ἀπὸ τοῦ πατρὸς τὸν υἱόν, ὅστις τῇ τρίτῃ ἡμέρᾳ ἠγέρθη τῷ τὸν ἐχθρὸν αὐτοῦ θάνατον κατηργηκέναι καὶ ἡμᾶς πεποιηκέναι συμμόρφους, οὐ μόνον τοῦ θανάτου αὐτοῦ ἀλλὰ καὶ τῆς ἀναστάσεως, δι’ὃν ἐν καινότητι ζωῆς περιπατοῦμεν, οὐκέτι καθεζόμενοι ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, διὰ τὸ ἀνατεῖλαν ἐφ’ἡμᾶς φῶς τοῦ θεοῦ. εἰπόντος δὲ τοῦ σωτῆρος τὸ μέλλει υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, οἱ μαθηταὶ σφόδρα ἐλυπήθησαν, τῷ μὲν παραδίδοσθαι μέλλειν αὐτὸν εἰς χεῖρας ἀνθρώπων καὶ τῷ ἀποκτίννυσθαι αὐτόν, ὡς σκυθρωποῖς καὶ ἀξίοις λύπης ἐπιστήσαντες, μὴ προσχόντες δὲ τῷ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι αὐτὸν δεηθέντα οὐ δὲ χρόνου πλείονος, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.

13.10

ἐλθόντων δὲ εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ. εἰσί τινες βασιλεῖς τῆς γῆς καὶ τούτων υἱοί, μὴ διδόντες τέλη κήνσους, καὶ ἕτεροι παρὰ τοὺς υἱοὺς αὐτῶν ἀλλότριοι τῶν βασιλέων τῆς γῆς, ἀφ’ὧν λαμβάνουσιν οἱ βασιλεῖς τῆς γῆς τέλη κῆνσον. καί εἰσιν οἱ μὲν υἱοὶ αὐτῶν ἐλεύθεροι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς ὡς παρὰ πατράσιν υἱοί · οἱ δὲ ἀλλότριοι αὐτῶν ὡς μὲν πρὸς τὰ ἔξω γῆς ἐλεύθεροι, ὡς δὲ κατὰ τοὺς δυναστεύοντας αὐτῶν καὶ καταδουλουμένους (ὡς κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραήλ, καὶ κατωδύνων αὐτῶν τὴν ζωήν, καὶ κατεδουλοῦντο αὐτοὺς μετὰ βίας) δοῦλοι. δι’οὓς δουλεύοντας ἀνάλογον τῇ δουλείᾳ τῶν Ἑβραίων μόνον μορφὴν τοῦ δούλου ἀνείληφεν υἱὸς τοῦ θεοῦ, οὐδὲν ἔργον ποιῶν πήλινον καὶ δοῦλον. ὡς οὖν ἔχων τὴν τοῦ δούλου ἐκείνου μορφήν, τέλος καὶ κῆνσον δίδωσιν οὐχ ἕτερον παρὰ τὸν διδόμενον ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ · γὰρ αὐτὸς ἤρκει στατὴρ καὶ τὸ ἓν νόμισμα διδόμενον ὑπὲρ τοῦ Ἰησοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ. τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν, ἐν δὲ τῇ θαλάσσῃ ἐτύγχανεν, καὶ ἦν ἐν τῷ στόματι τοῦ θαλασσίου ἰχθύος, ὃν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβηκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημμένον, γενομένου ἁλιέως ἀνθρώπων, ἐν οἷς ἦν τροπικῶς λεγόμενος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ’αὐτοῦ τὸ ἔχον τὴν εἰκόνα Καίσαρος νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους ἁλιεύειν. μὲν οὖν ἔχων τὰ Καίσαρος ἀποδιδότω αὐτὰ τῷ Καίσαρι, ἵνα μετὰ τοῦτο ἀποδιδόναι δυνηθῇ τὰ τοῦ θεοῦ τῷ θεῷ. ἐπεὶ δὲ Ἰησοῦς, εἰκὼν ὢν τοῦ θεοῦ τοῦ ἀοράτου, οὐκ εἶχε τὴν εἰκόνα τοῦ Καίσαρος ( γὰρ ἄρχων τοῦ αἰῶνος τούτου οὐδὲν εἶχεν ἐν αὐτῷ), διὰ τοῦτο οὐκ ἀπὸ ἰδίου, ἀλλ’ἀπὸ οἰκείου τόπου τῆς θαλάσσης τὴν εἰκόνα Καίσαρος λαμβάνει, ἵνα δῷ τοῖς τῆς γῆς βασιλεῦσιν ἀντὶ αὐτοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ, ἵνα μη δὲ ὑπολαμβάνωσιν οἱ τὰ δίδραχμα λαμβάνοντες ὀφειλέτην αὐτῶν εἶναι καὶ τῶν βασιλέων τῆς γῆς τὸν Ἰησοῦν · ἀπέδωκε γὰρ τὴν ὀφειλήν, οὐκ ἀναλαβὼν αὐτὴν οὐ δὲ κεκτημένος οὐ δὲ πορίσας οὐ δὲ ἴδιόν ποτε ποιήσας αὐτὴν κτῆμα, ἵνα μηδέποτε Καίσαρος εἰκὼν παρὰ τῇ εἰκόνι τοῦ θεοῦ τοῦ ἀοράτου.

13.11

καὶ κατ’ἄλλον δὲ τρόπον λεχθείη ἄν · εἰσὶ τινὲς τῶν βασιλέων τῆς γῆς υἱοὶ καὶ τινὲς οὐχ υἱοὶ αὐτῶν, πλὴν υἱοὶ καὶ ἀπολελυμένως υἱοί, ἕτεροι δὲ διὰ τὸ εἶναι ἀλλότριοι τῶν υἱῶν τῶν βασιλέων τῆς γῆς, οὐδενὸς μὲν τῶν ἐπὶ γῆς υἱοί, αὐτὸ δὲ τοῦτο υἱοί, ἤτοι δὲ τοῦ θεοῦ τοῦ υἱοῦ αὐτοῦ τινος τῶν τοῦ θεοῦ. ἐὰν οὖν σωτὴρ πυνθάνηται τοῦ Πέτρου λέγων · οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη κῆνσον; ἀπὸ τῶν ἰδίων υἱῶν ἀπὸ τῶν ἀλλοτρίων αὐτῶν; εἰπόντος δὲ τοῦ Πέτρου ὅτι οὐκ ἀπὸ τῶν ἰδίων υἱῶν, ἀλλ’ἀπὸ τῶν ἀλλοτρίων αὐτῶν, φησὶν Ἰησοῦς περὶ τούτων, οἵτινες ἀλλότριοί εἰσιν τῶν βασιλέων τῆς γῆς καὶ διὰ τὸ εἶναι ἐλεύθεροι υἱοὶ τυγχάνουσι, τὸ ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί, οὐκ ἐλεύθεροι γὰρ οἱ υἱοὶ τῶν βασιλέων τῆς γῆς, ἐπεὶ πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστίν, ἐλεύθεροι δὲ οἱ μείναντες ἐν τῇ ἀληθείᾳ τοῦ λόγου τοῦ θεοῦ καὶ διὰ τοῦτο γνόντες τὴν ἀλήθειαν, ἵνα καὶ ἐλευθερωθῶσιν ἀπ’αὐτῆς. εἴ τις οὖν ἐστιν υἱὸς ἁπλῶς καὶ μὴ τοῦτο ὅλον υἱὸς τῶν βασιλέων τῆς γῆς, ἐκεῖνός ἐστιν ἐλεύθερος. καὶ ὅμως, ὢν ἐλεύθερος, πεφρόντικε τοῦ μὴ σκανδαλίζειν καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τοὺς τὰ δίδραχμα λαμβάνοντας · διό φησι · μὴ σκανδαλίσωμεν αὐτούς, ἀλλὰ πορευθεὶς βάλε τὸ ἄγκιστρόν σου, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ τὰ ἑξῆς. πυθοίμην δ’ἂν τῶν χαιρόντων τῇ περὶ φύσεων μυθοποιίᾳ, ποίας φύσεως ἦσαν εἴτε οἱ τῆς γῆς βασιλεῖς εἴτε οἱ υἱοὶ αὐτῶν εἴτε οἱ τὰ δίδραχμα λαμβάνοντες, οὓς μὴ βούλεται σκανδαλίζειν σωτήρ. φαίνεται δὴ (ὡς κατὰ τὴν ὑπόθεσιν) ὅτι οὐκ ἐπαινετῆς εἰσι φύσεως, καὶ ὅμως πεφρόντικε τοῦ μὴ σκανδαλισθῆναι αὐτούς, καὶ ὅμως κωλύει σκάνδαλόν τι αὐτοῖς γενέσθαι, ἵν’ἤτοι μὴ χεῖρον ἁμαρτάνοιεν, πρὸς τὸ (εἰ βούλονται) σωθῆναι ἥκοιεν ἐκ τοῦ ἀποδέξασθαι τὸν φεισάμενον αὐτῶν ἵνα μὴ σκανδαλισθῶσι. καὶ ὡς ἐν χωρίῳ γε παρακλήσεως (οὕτω γὰρ ἑρμηνεύεται Καφαρναούμ) παρακαλῶν ἕκαστον μαθητὴν καὶ ἐλεύθερον αὐτὸν εἶναι καὶ υἱὸν ἀπαγγέλλων, δίδωσιν αὐτῷ δύναμιν τοῦ ἁλιεῦσαι ἰχθὺν πρῶτον, ἵνα ἀναβάντος αὐτοῦ παρακληθῇ Πέτρος ἐπὶ τῷ ἀναβάντι καὶ ἁλιευθέντι, καὶ ἀπὸ τοῦ ἐξ ἀνοιχθέντος αὐτοῦ τοῦ στόματος εἰλῆφθαι τὸν στατῆρα ἀποδοθησόμενον τοῖς οἰκείοις τοῦ στατῆρος καὶ ἀπαιτοῦσιν ὡς ἴδιον τὸ τοιοῦτον νόμισμα.

13.12

χαριέντως δ’ἄν ποτε χρήσαιο τῷ ῥητῷ ἐπὶ φιλαργύρῳ, μηδὲν ἀνὰ στόμα ἔχοντι τὰ περὶ τοῦ ἀργυρίου, ἐπὰν ἴδῃς αὐτὸν ὑπό τινος Πέτρου τεθεραπευμένον, ἀφελόντος αὐτοῦ οὐ μόνον ἐκ τοῦ στόματος καὶ τῶν λόγων, ἀλλὰ καὶ ἀπὸ ὅλης διαθέσεως τὸν στατῆρα, σύμβολον ὄντα πάσης αὐτοῦ φιλαργυρίας. ἐρεῖς γὰρ τὸν τοιοῦτον ἐν θαλάσσῃ μὲν γεγονέναι καὶ τοῖς ἁλμυροῖς τοῦ βίου πράγμασι καὶ τοῖς κύμασι τῶν τῆς φιλαργυρίας φροντίδων καὶ μεριμνῶν, ἔχοντα ἐν τῷ στόματι τὸν στατῆρα ὅτε ἄπιστος ἦν καὶ φιλάργυρος, ἀναβεβηκέναι δὲ ἀπὸ τῆς θαλάσσης ἐν τῷ λογικῷ ἀγκίστρῳ συνειλημμένον καὶ εὐεργετούμενον (ὑπό τινος αὐτὸν διδάξαντος Πέτρου τὴν ἀλήθειαν) μηκέτι ἔχειν ἐν τῷ στόματι τὸν στατῆρα ἀλλὰ ἀντ’ἐκείνου τὰ ἔχοντα τὴν εἰκόνα λόγια τοῦ θεοῦ.

13.13

ἔτι εἰς τὸ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ παραθήσῃ ἀπὸ τῶν Ἀριθμῶν ὅτι ὑπὲρ μὲν τῶν ἁγίων κατὰ τὸν τοῦ θεοῦ νόμον οὐχ ἁπλῶς δίδραχμον δίδοται, ἀλλὰ δίδραχμον ἅγιον. γέγραπται γάρ · καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον. ἀλλὰ καὶ ὑπὲρ πάντων τῶν υἱῶν Ἰσραὴλ κατὰ κεφαλὴν δίδοται δίδραχμον ἅγιον. ἐπεὶ οὖν οὐχ οἷόντε μετὰ τῶν ἁγίων διδράχμων ἔχειν καὶ δίδραχμα (ἵν’οὕτως ὀνομάσω) βέβηλα τὸν ἅγιον τοῦ θεοῦ, διὰ τοῦτο τοῖς λαμβάνουσι τὰ οὐχ ἅγια δίδραχμα καὶ ἐρωτήσασι τὸν Πέτρον καὶ εἰποῦσιν · διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; προστάσσει δοθῆναι στατῆρα (ἐν ἦν δύο δίδραχμα) σωτὴρ εὑρισκόμενον ἐν τῷ στόματι τοῦ πρώτου ἀναβάντος ἰχθύος, ἵνα δοθῇ ἀντὶ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ.

13.14

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες · τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; δυνάμενος Ματθαῖος ὑπὲρ τοῦ διδαχθῆναι ἡμᾶς, τίτε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ ἠξίουν παρ’αὐτοῦ μαθεῖν πῶςτε ἀπεκρίνατο πρὸς τὸ πύσμα αὐτῶν, αὐτὸ τοῦτο μόνον διηγήσασθαι, δὲ προσέθηκε κατὰ μέν τινα τῶν ἀντιγράφων · ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, κατὰ δὲ ἄλλα · ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ἀναγκαῖον μὴ ἀνεξέταστον ἐᾶσαι τὸ βούλημα τοῦ εὐαγγελιστοῦ. διόπερ ἐπιστήσαντες τοῖς πρὸ τοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὥρᾳ, σκοπήσωμεν εἰ οἷόντέ ἐστιν ἀπ’ἐκείνων ὁδὸν λαβεῖν πρὸς τὸ θεωρῆσαι ὡς ἀναγκαίαν τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὥρᾳ προσθήκην. ἐληλύθεισαν τοίνυν εἰς τὴν Καφαρναοὺμ Ἰησοῦς ἅμα τοῖς μαθηταῖς ἔνθα οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ προσῆλθον καὶ ἐρωτῶντες εἶπον τὸ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; εἶτα ἀποκριναμένου πρὸς αὐτοὺς τοῦ Πέτρου καὶ εἰπόντος ναί, Ἰησοῦς προαπολογησάμενος περὶ τῆς δόσεως τῶν διδράχμων πέμπει τὸν Πέτρον τῷ ἀγκίστρῳ ἀνασπάσοντα ἰχθύν, οὗ ἐν τῷ στόματι ἔφασκεν εὑρεθήσεσθαι στατῆρα τὸν δοθησόμενον ὑπὲρ ἑαυτοῦ καὶ Πέτρου. δοκεῖ οὖν μοι ὅτι μεγίστην νομίσαντες ταύτην εἶναι ὑπὸ τοῦ Ἰησοῦ πρὸς τὸν Πέτρον τι μὴν […] (κρίναντος αὐτὸν μείζονα τῶν λοιπῶν γνωρίμων) ἐβούλοντο, ὅπερ ὑπενόουν, ἀκριβῶσαι διὰ τοῦ πυθόμενοι τοῦ Ἰησοῦ ἀκοῦσαι παρ’αὐτοῦ εἰ (ὡς ὑπελάμβανον) μείζονα κέκρικε τὸν Πέτρον αὐτῶν. ἅμα δὲ ἤλπιζον καὶ τὴν αἰτίαν εἴσεσθαι τοῦ προκεκρίσθαι τὸν Πέτρον τῶν λοιπῶν μαθητῶν. ταῦτ’οὖν (οἶμαι) δηλῶσαι Ματθαῖος βουλόμενος ἐπήγαγε τῷ ἐκεῖνον λαβὼν (δηλονότι τὸν στατῆρα ) δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες · τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; τάχα δὲ καὶ ἀμφέβαλλον διὰ τὸ τρεῖς προκεκρίσθαι κατὰ τὴν μεταμόρφωσιν, ἀμφέβαλλον δὲ περὶ τοῦ τίς τῶν τριῶν μείζων εἶναι κέκριται παρὰ τῷ κυρίῳ. μὲν γὰρ Ἰωάννης ἀνέπεσεν ἐπὶ τὸ στῆθος αὐτοῦ δι’ἀγάπην, καὶ ἀκόλουθον πρὸ τοῦ δείπνου τιμῆς ἐξαιρέτου σύμβολα πολλὰ αὐτοὺς ἑωρακέναι πρὸς τὸν Ἰωάννην ἀπὸ τοῦ Ἰησοῦ. δὲ Πέτρος ἐν τῇ ὁμολογίᾳ ἤκουσε μακάριος διὰ τὸ σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος · πάλιν δὲ διὰ τὸ ὕπαγε ὀπίσω μου, σατανᾶ · σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων περιεσπῶντο μήποτε οὐχ οὗτος εἴη μείζων, ἅτερος δὲ τῶν Ζεβεδαίου υἱῶν. τοσαῦτα μὲν διὰ τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὥρᾳ, ἐν γεγόνει τὰ περὶ τὸν στατῆρα.

13.15

ἑξῆς δὲ κατανοητέον τὸ προσῆλθον αὐτῷ οἱ μαθηταί, ὡς μαθηταὶ διδασκάλῳ προβλήματα προτείνοντες καὶ ἐξετάζοντες, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ μιμητέον γε ἐν τούτοις τοὺς τοῦ Ἰησοῦ μαθητάς · εἴ ποτε ζητούμενόν τι ἐν ἡμῖν μὴ εὑρίσκοιτο, μετὰ πάσης ὁμονοίας περὶ τοῦ ζητουμένου προσέλθωμεν τῷ Ἰησοῦ, παρόντι ὅπου δύο τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ ἑτοίμῳ ἐν τῇ κατὰ δύναμιν παρουσίᾳ φωτίζειν τὰς καρδίας τῶν γνησίως αὐτῷ μαθητεύεσθαι θελόντων πρὸς κατάληψιν τῶν ζητουμένων. οὐκ ἄτοπον δὲ καί τινι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων ἐν τῇ ἐκκλησίᾳ διδασκάλων προσελθόντας ἡμᾶς προτείνειν ἀνάλογόν τι πρόβλημα τῷ τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. τί μὲν οὖν ἤδη ἔγνωστο τοῖς μαθηταῖς τῶν κατὰ τὸ πύσμα τοῦτο; τί δὲ ἐζητεῖτο; ὅτι μὲν γὰρ οὐκ ἔστιν ἰσότης τῶν ἀξιουμένων τῆς βασιλείας τῶν οὐρανῶν, κατειλήφεισαν, καὶ ὅτι (μὴ οὔσης ἰσότητος) ἔστι τις μείζων καὶ οὕτω καθεξῆς μέχρι τοῦ ἐλαχίστου. ὁποδαπὸς δὲ μείζων, καὶ ὅπως βιώσας ἐλάχιστος καὶ τίνες οἱ μεταξύ, ἔτι ἐζήτουν. εἰ μὴ ἄρα ἀκριβέστερον ἔστιν εἰπεῖν ὅτι, τίς μὲν ἐλάχιστος ᾔδεισαν ἐκ τοῦ ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τίς δὲ πάντων μείζων οὐκ ἐγίνωσκον, εἰ καὶ κατελάμβανον τὸ ὃς δ’ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν · μεγάλων γὰρ ὄντων πλειόνων, τίς τῶν μεγάλων μείζων (ὡς ἐν ἀνθρώποις) οὐκ ἦν αὐτοῖς σαφές. καὶ ὅτι μεγάλοι μὲν πλείους, οὐκ ἐπίσης δὲ μεγάλοι οἱ μεγάλοι, δηλώσει τὸ μέγας ὄνομα κείμενον ἐπὶ τοῦ Ἰσαάκ, ὃς προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα σφόδρα, εἰρημένον δὲ καὶ ἐπὶ Μωσέως καὶ ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ πᾶς γε ὁμολογήσει ὅτι εἰ καὶ πάντες οὗτοι μεγάλοι ἦσαν κατὰ τὴν γραφήν, ἀλλὰ μείζων αὐτῶν ἦν σωτήρ. εἰ δὲ καὶ Ἰωάννης τοῦ Ἰσαὰκ καὶ τοῦ Μωσέως μείζων ἦν, οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν ἦν, οὐ μείζων μὲν ἴσος δὲ ἀμφοτέροις τινι αὐτῶν, οὐκ ἀκίνδυνον ἀποφήνασθαι. καὶ ἐκ τοῦ Ἰσαὰκ δὲ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο, οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης τῆς σφόδρα δὶς κατειλεγμένης, ἔστι μαθεῖν ὅτι διαφορά ἐστι μεγάλων, τινὸς μὲν ὄντος μεγάλου, ἑτέρου δὲ σφόδρα μεγάλου καὶ ἄλλου σφόδρα σφόδρα μεγάλου. ἐζήτουν τοίνυν οἱ μαθηταὶ προσελθόντες τῷ Ἰησοῦ μαθεῖν, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ τάχα ἐκεῖνοι μὲν ἐβούλοντο μαθεῖν ἀκούσαντες ἀπ’αὐτοῦ τὸ τοιοῦτον · δεῖνα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν · δὲ ἐπὶ τὸ καθολικώτερον ἀνάγει τὸν λόγον, δεικνὺς ὁποδαπὸς τῇ ποιότητι μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅντινα κατὰ δύναμιν ἐκ τῶν γεγραμμένων κατανοήσωμεν.

13.16

προσκαλεσάμενος γὰρ Ἰησοῦς παιδίον καὶ τὰ ἑξῆς. ἔστι δὲ πρότερον ἁπλῶς διηγήσασθαι. εἴποι δ’ἂν κατὰ τὸ ἁπλοῦν διηγούμενος τὸν τοῦ σωτῆρος ἐν τούτοις λόγον ὅτι, ἐὰν ἀνήρ τις ὢν ἐπὶ τοσοῦτον νεκρώσῃ τὰς ἀνδρικὰς ἐπιθυμίας, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν καὶ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρων, ὥστε παιδίου ἀγεύστου ἀφροδισίων καὶ ἀνεννοήτου ἀνδρικῶν κινημάτων ἔχειν κατάστασιν, τοιοῦτος ἐστράφη καὶ γέγονεν ὡς τὰ παιδία. καὶ ὅσον γε προσέθηκε τῇ τῶν παιδίων περὶ τῶν τοιούτων κινημάτων καταστάσει, τοσούτῳ μᾶλλον ἄλλων τῶν ἀσκούντων καὶ ἐπὶ τοσοῦτον οὐκ ἐληλακότων σωφροσύνης τὸ μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ δὲ ἐπὶ τῶν κατὰ τὰ ἀφροδίσια λέλεκται περὶ τῶν παιδίων, τοῦτ’ἂν λεχθείη καὶ περὶ τῶν λοιπῶν παθῶν καὶ ἀρρωστημάτων καὶ νοσημάτων τῆς ψυχῆς, εἰς μὴ πέφυκε παιδία ἐμπίπτειν, ὅσα τὸν λόγον μηδέπω συμπεπλήρωκεν · οἷον ἵνα στραφῇ τις καὶ ὁποῖόν ἐστι τὸ βραχὺ παιδίον πρὸς ὀργὴν τοιοῦτος γένηται ὢν ἀνήρ, καὶ ὁποῖόν ἐστι τὸ παιδίον πρὸς λύπην (ἔσθ’ὅτε παρὰ τὸν καιρὸν τοῦ τεθνηκότος πατρὸς μητρὸς τινος φίλου, ὡς γελᾶν καὶ παίζειν κατ’ἐκεῖνον τὸν χρόνον), τοιοῦτος ἂν γένοιτο στραφεὶς ὡς παιδία καὶ ἕξιν ἀναλαβὼν ἐκ λόγου τῆς λύπης ἀπαράδεκτον, ὥστε ὁποῖόν ἐστι πρὸς λύπην τὸ βραχὺ παιδίον αὐτὸν γενέσθαι. τὸ δ’ὅμοιον φήσεις περὶ τῆς καλουμένης ἡδονῆς, καθ’ἣν ἀλόγως ἐπαίρονται οἱ φαῦλοι, ἣν οὐ πάσχει τὰ παιδία οὐ δ’οἱ στραφέντες καὶ γενόμενοι ὡς τὰ παιδία. ὡς μὲν οὖν πρὸς τὸ ἀκριβές, ἀποδέδεικται καὶ ἄλλοις ὅτι οὐδὲν τῶν παθῶν πίπτει εἰς τὰ μηδέπω συμπεπληρωκότα τὸν λόγον παιδία · εἰ δ’οὐδέν, δηλονότι οὐ δὲ φόβος, ἀλλ’εἰ ἄρα ἀνάλογόν τι τοῖς ἄλλοις πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς παιδίοις, ὡς ἀγαπητὸν εἶναι ἐπὶ τοῦτο φθάσαι τὸν στραφέντα ὡς τὰ παιδία ὅσον ἔχει τῆς οἱονεὶ ὑποβολῆς τῶν παθῶν ὡς τὰ παιδία. καὶ περὶ φόβου τοίνυν τὰ ὅμοια τοῖς ἀποδεδομένοις νοήσεις ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι οἱ μὴ ἀκριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκείνων λέγουσιν εἶναι φόβον, οἷον δὴ καὶ τὸ τῶν παιδίων ἀμνησίκακον παρ’αὐτοὺς τοὺς τῶν δακρύων καιροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νομιζομένοις λελυπηκέναι καὶ πεφοβηκέναι, ἀλλ’οὐ κατὰ τὴν ἀλήθειαν ταῦτα ἐνηργηκόσιν. οὕτω δὲ καὶ ταπεινώσει ἑαυτόν τις ὡς προσεκαλέσατο Ἰησοῦς παιδίον · οὐ γὰρ πίπτει ὑψηλοφροσύνη καὶ οἴησις εὐγενείας πλούτου τινος τῶν νομιζομένων μὲν οὐκ ὄντων δὲ ἀγαθῶν εἰς παιδίον. διόπερ ἔστιν ἰδεῖν τὰ κομιδῇ νήπια μέχρι τριῶν καὶ τεττάρων ἐτῶν ὅμοια τοῖς ἀγενέσι, κἂν εὐγενῆ εἶναι δοκῇ, καὶ μὴ μᾶλλον πάντως φιλεῖν δοκοῦντα τὰ πλούσια παιδία παρὰ τὰ πενιχρά. ἐὰν οὖν ὅπερ παρὰ τὴν ἡλικίαν πάσχει τὰ παιδία πρὸς τὰ τοὺς ἀνοήτους ἐπαίροντα τοιαῦτα πάθη, ἀπὸ λόγου τοῦ Ἰησοῦ μαθητὴς ἀναλάβῃ, ἐταπείνωσεν ἑαυτὸν ὡς ἔδειξεν Ἰησοῦς παιδίον, οὐκ ἐπαιρόμενος ἐπὶ δοξαρίῳ οὐ δὲ φυσιούμενος ἐπὶ πλούτῳ οὐ δ’ἐπὶ περιβολῇ οὐ δὲ ὀγκούμενος ἐπὶ εὐγενείᾳ. μάλιστα δὲ τοὺς τοιούτους, οὓς λόγος ἀπέδειξε στραφέντας ὡς προσελάβετο Ἰησοῦς παιδίον, ἀποδεκτέον καὶ τιμητέον ἐπὶ τῷ Ἰησοῦ ὀνόματι, ἐπεὶ μάλιστα ἐν τούτοις ἐστὶν Χριστός. καὶ διὰ τοῦτο λέγει τὸ καὶ ὃς ἂν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.

13.17

τὸ δὲ ἑξῆς ἐργῶδες κατὰ ἀκολουθίαν τῶν προαποδεδομένων διηγήσασθαι. εἴποι γὰρ ἄν τις, πῶς στραφεὶς καὶ γενόμενος ὡς τὰ παιδία μικρός ἐστι τῶν πιστευόντων εἰς τὸν Ἰησοῦν καὶ ἐπιδεκτικὸς τοῦ σκανδαλισθῆναι; πειρασώμεθα δὲ καὶ τοῦτο ἀκολούθως σαφηνίσαι. πᾶς τῷ Ἰησοῦ ὡς υἱῷ συγκαταθέμενος θεοῦ κατὰ τὴν ἀληθῆ περὶ αὐτοῦ ἱστορίαν καὶ ὁδεύων διὰ τῶν κατὰ τὸ εὐαγγέλιον πράξεων εἰς τὸ βιῶσαι κατ’ἀρετὴν ἐστράφη καὶ ὁδεύει πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, τοῦτον ἀμήχανον μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. δὲ μὴ στραφεὶς πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία τοῦτον ἀμήχανον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πολλοὶ οὖν οἱ τοιοῦτοι, ἀλλ’οὐ πάντες οἱ στραφέντες πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, ἐφθάκασιν ὡς ἐπὶ τὸ ἐξομοιωθῆναι τοῖς παιδίοις · ἀλλ’ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς τὰ παιδία ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. ἐν παντὶ οὖν τῷ πλήθει τῶν πιστευόντων εἰσὶ καὶ οἱ ὡσπερεὶ ἄρτι στραφέντες περὶ τὸ γενέσθαι ὡς τὰ παιδία, οἵτινες κατ’αὐτὸ τὸ ἐστράφθαι ἵνα γένωνται ὡς τὰ παιδία μικροὶ χρηματίζουσι, καὶ τούτων οἱ στραφέντες μὲν ἵνα γένωνται ὡς τὰ παιδία, πολὺ δὲ ἀπολειπόμενοι τοῦ γενέσθαι ἀκριβῶς ὡς τὰ παιδία, μικροί εἰσι καὶ ἐπιδέχονται τὸ σκανδαλισθῆναι · ὧν ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς αὐτὰ ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. οἷς οὐ δέον ἀφορμὰς παρέχειν τοῦ σκανδαλισθῆναι · εἰ δὲ μή γε, σκανδαλίσας δεήσεται ὡς συμφέροντος αὐτῷ ἐπὶ θεραπείᾳ ἁμαρτίας τοῦ κρεμασθῆναι μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης. οὕτω γὰρ τίσας τὴν αὐτάρκη δίκην ἐν τῇ θαλάσσῃ (ὅπου δράκων ὃν ἔπλασεν θεὸς ἐμπαίζειν αὐτῷ) καὶ οὕτω τὸ συμφέρον πρὸς τὸ τέλος κολασθεὶς παθών, ἐν τοῖς ἑξῆς ἔξω ἔσται τῶν κατὰ τὸ πέλαγος τῆς θαλάσσης πόνων, οὓς ὑπέμεινε καθελκόμενος ὑπὸ τοῦ ὀνικοῦ μύλου. εἰσὶ γὰρ καὶ μύλων διαφοραὶ ὡς εἶναι τὸν μέν τινα αὐτῶν (ἵν’οὕτως ὀνομάσω) ἀνθρωπικόν, ἄλλον δὲ ὀνικόν · καὶ ἀνθρωπικὸς μέν ἐστιν ἐκεῖνος, περὶ οὗ γέγραπται · δύο ἔσονται ἀλήθουσαι ἐν ἑνὶ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται, ὀνικὸς δὲ περιτεθησόμενος τῷ σκανδαλίσαντι. εἴποι δ’ἄν τις, οὐκ οἶδα πότερον ὑγιῶς ἐσφαλμένως λέγων, ὀνικὸν εἶναι τὸ βαρὺ τοῦ φαύλου σῶμα καὶ κατωφερές, ὅπερ ἀναλήψεται ἐν τῇ ἀναστάσει πᾶς ἁμαρτωλός, ἵνα καταποντισθῇ ἐν τῇ ἀβύσσῳ λεγομένῃ πελάγει θαλασσίῳ, ὅπου δράκων ὃν ἔπλασεν θεὸς ἐμπαίζειν αὐτῷ. ἄλλος δὲ τὸ σκανδαλίζειν ἕνα τῶν μικρῶν ἀνοίσει ἐπὶ τὰς ἀοράτους ἀνθρώποις δυνάμεις · πολλὰ γὰρ καὶ ἀπὸ τούτων σκάνδαλα εἰς τοὺς δεικνυμένους ὑπὸ τοῦ Ἰησοῦ μικροὺς γίνεται. ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πιστευόντων εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πράγματα τραχήλου, ἵνα διὰ τούτων καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τίσαντες δίκην ἐν τῷ συμφέροντι αὐτοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται.

13.18

καὶ ἄλλη δὲ διήγησις παρὰ τὴν ἁπλούστερον λεγομένην λελέχθω, εἴτε ὡς δόγματος εἴτε ὡς γυμνασίου ἕνεκεν. καὶ ζητήσωμεν ποῖον προσκαλεσάμενος παιδίον Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν. ὅρα δὲ εἰ δύνασαι τὸ ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ σταθὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι προσεκαλέσατο Ἰησοῦς παιδίον, εἴτε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλλόμενα πνεύματος, ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία τουτέστι τοὺς ἀποστόλους, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθέντα τῷ ἁγίῳ πνεύματι · ἅτινα παιδία ἔδωκεν θεὸς τῷ σωτῆρι κατὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον · ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μοι ἔδωκεν θεός. καὶ οὐκ ἔστι γε εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιωθέντα τοῖς τὸ πνεῦμα τὸ ἅγιον πεφορηκόσι παιδίοις · ὅπερ πνεῦμα ἅγιον προσκαλεσάμενος Ἰησοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος καταβεβηκὸς πρὸς ἀνθρώπους, ὡς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ τῶν μαθητῶν. δεῖ οὖν στραφέντα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν ταπεινῶσαι ἑαυτόν, οὐχ ἁπλῶς ὡς τὸ παιδίον, ἀλλὰ κατὰ τὸ γεγραμμένον ὡς τὸ παιδίον τοῦτο. ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ θεοῦ καὶ τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον. ὅτι δὲ σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπεστάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι · καὶ νῦν κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ. ἰστέον μέντοι ὅτι ἀμφίβολός ἐστιν λέξις · γὰρ θεὸς ἀπέστειλεν, ἀπέστειλε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν σωτῆρα, (ὡς ἐξειλήφαμεν) ἀμφότερα ἀπέστειλεν πατήρ, τὸν σωτῆρα καὶ τὸ ἅγιον πνεῦμα. μείζων οὖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ταπεινώσας ἑαυτὸν παρὰ πάντας τοὺς ταπεινοῦντας ἑαυτοὺς μιμητικῶς ἐκείνου τοῦ παιδίου. πολλοὶ μὲν γὰρ οἱ θέλοντες ἑαυτοὺς ταπεινῶσαι ὡς τὸ παιδίον ἐκεῖνο, δὲ πάντη παραπλήσιος γενόμενος τῷ ταπεινώσαντι ἑαυτὸν παιδίῳ, ἐκεῖνος ἂν εὑρεθείη χρηματίσων πάντων μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. δεῖ οὖν δέχεσθαι ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, μάλιστα ἐν αὐτῷ ὄντος τοῦ Ἰησοῦ. ὥσπερ δὲ τὸν Ἰησοῦν δέχεται, ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι αὐτοῦ, οὕτως τὸν Ἰησοῦν ἀποδοκιμάζει καὶ ἐκβάλλει μὴ βουλόμενος δέξασθαι ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. εἰ δὲ καὶ τῶν τοῦ ἁγίου πνεύματος ἀξιουμένων ἐστὶ διαφορά, πλεῖον ἔλαττον λαμβανόντων τοῦ ἁγίου πνεύματος τῶν πιστευόντων, εἶεν ἄν τινες οἱ μικροὶ τῶν εἰς θεὸν πιστευόντων σκανδαλίζεσθαι δυνάμενοι, οὓς ἐκδικῶν σκανδαλισθέντας λόγος φησὶ περὶ τῶν σκανδαλισάντων αὐτοὺς τὸ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. ταῦτα λελέχθω κατὰ τὰ ἐκκείμενα τοῦ Ματθαίου ῥητά.

13.19

ἴδωμεν δὲ καὶ τὰ παραπλήσια ἀπὸ τῶν λοιπῶν. Μᾶρκος τοίνυν φησὶν ὅτι διελέχθησαν ἐν τῇ ὁδῷ οἱ δώδεκα, τίς αὐτῶν μείζων ἐστί · διὸ καὶ καθίσας ἐφώνησεν αὐτοὺς καὶ διδάσκει τίς μείζων, λέγων πρωτείων ὡς μείζονα τεύξεσθαι τὸν γενόμενον πάντων διὰ τῆς μετριότητος καὶ τῆς ἐπιεικείας ἔσχατον, ὥστε τὸν μὲν τοῦ διακονουμένου μὴ ἀναδέξασθαι τόπον τὸν δὲ τοῦ διακονοῦντος, καὶ τοῦτον οὐ πρὸς τινὰς μὲν τινὰς δ’οὔ, ἀλλὰ πρὸς πάντας ἁπαξαπλῶς. πρόσχες γὰρ τῷ εἴ τις θέλει πρῶτος γενέσθαι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ ἑξῆς τούτοις φησὶν ὅτι λαβὼν παιδίον (δηλονότι Ἰησοῦς) ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς · ὃς ἐὰν ἓν τῶν παιδίων τοιούτων δέξηται ἐπὶ τῷ ἐμῷ ὀνόματι, ἐμὲ δέχεται. ποῖον δὲ ἔλαβε παιδίον καὶ ἐνηγκαλίσατο Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον τὸ ἅγιον πνεῦμα; καὶ τούτῳ γε τῷ παιδίῳ ἐξωμοιώθησάν τινες, περὶ ὧν εἶπε τὸ ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. κατὰ μέντοι τὸν Λουκᾶν διαλογισμὸς εἰς τοὺς μαθητὰς οὐκ ἀναβέβηκεν ἀλλ’εἰσῆλθε περὶ τοῦ τίς αὐτῶν εἴη μείζων. καὶ ἰδὼν Ἰησοῦς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν (ἅτε ἔχων ὀφθαλμοὺς διαλογισμοὺς καρδιῶν βλέποντας ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν οὐ δὲ ἐρωτηθεὶς) κατὰ τὸν Λουκᾶν ἔλαβεν παιδίον καὶ ἔστησεν, οὐ μόνον ἐν μέσῳ αὐτῶν, ὡς Ματθαῖος καὶ Μᾶρκος εἰρήκασιν, ἀλλ’ἤδη καὶ παρ’ἑαυτῷ καὶ εἶπε τοῖς μαθηταῖς οὐ μόνον τὸ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, ἀλλ’ἤδη καὶ ἐπαναβεβηκότως τὸ ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. χρὴ οὖν κατὰ τὸν Λουκᾶν ἐκεῖνο τὸ παιδίον, οὗ λαβόμενος Ἰησοῦς ἔστησεν αὐτὸ παρ’ἑαυτῷ, δέξασθαι ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. καὶ οὐκ οἶδα εἰ δύναταί τις μὴ τροπολογῆσαι τὸ ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου. χρὴ γὰρ ἐκεῖνο τὸ παιδίον, τότε ἔστησεν Ἰησοῦς παρ’ἑαυτῷ λαβόμενος αὐτοῦ, δέξασθαι ἕκαστον ἡμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. ζῇ γὰρ ὡς ἀθάνατον, καὶ χρὴ αὐτὸ ἀπ’αὐτοῦ τοῦ Ἰησοῦ κατασταθὲν παρὰ τῷ Ἰησοῦ δέξασθαι ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, οὗ μὴ χωριζόμενος Ἰησοῦς γίνεται παρὰ τῷ δεχομένῳ τὸ παιδίον, ὡς κατὰ τοῦτο λελέχθαι τὸ ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. εἶτ’ἐπεὶ ἀχώριστός ἐστι τοῦ υἱοῦ πατήρ, ὁμοῦ καὶ πατὴρ γίνεται παρὰ τῷ δεξαμένῳ τὸν υἱόν · διὸ λέλεκται · καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. δὲ δεξάμενος τὸ παιδίον καὶ τὸν σωτῆρα καὶ τὸν ἀποστείλαντα αὐτόν, μικρότερός ἐστιν ἐν πᾶσι τοῖς Ἰησοῦ μαθηταῖς ἑαυτὸν σμικρύνων · ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον γίνεται μέγας ὑπ’αὐτοῦ τοῦ ἐπιτέλλοντος σμικρύνειν αὑτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγεθος · πρόσχες γὰρ τῷ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας. ἀνέγνωμεν δὲ καὶ ἐν ἄλλοις καὶ ἔσται μέγας. κατὰ δὲ τὸν Λουκᾶν ἐὰν μή τις δέξηται τὴν τοῦ θεοῦ βασιλείαν ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν · καὶ ἔστιν ἀμφίβολος λέξις, γὰρ ἵνα δεχόμενος τὴν τοῦ θεοῦ βασιλείαν γένηται ὡς παιδίον, ἵνα τὴν τοῦ θεοῦ βασιλείαν παραδέξηται γενομένην αὐτῷ ὡς παιδίον. καὶ τάχα ἐνταῦθα μὲν οἱ δεχόμενοι τὴν τοῦ θεοῦ βασιλείαν δέχονται αὐτὴν οὖσαν ὡς παιδίον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκέτι ὡς παιδίον κατὰ τὸ μέγεθος τῆς τελειότητος ἐν τῇ (ἵν’οὕτως ὀνομάσω) πνευματικῇ ἡλικίᾳ ἐπιδεικνυμένης πᾶσι τοῖς ἐπὶ τοῦ παρόντος παραδεξαμένοις αὐτὴν οὖσαν ἐνταῦθα ὡς παιδίον.

13.20

οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. καθ’αὑτὴν μὲν καὶ ἀπολελυμένως εἴρηται τοῦ κόσμος φωνὴ ἐν τῷ ἐν τῷ κόσμῳ ἦν, καὶ κόσμος αὐτὸν οὐκ ἔγνω. κατὰ δὲ τὴν πρός τι σχέσιν, μετὰ τῆς πρὸς ἐκεῖνο ἐπιπλοκῆς οὗ κόσμος ἐστίν, ὠνόμασται ἐν τῷ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς. τὸ δ’ὅμοιον φήσεις ἐν τῇ Ἐσθὴρ λελέχθαι περὶ αὐτῆς, ὅτε γέγραπται περιελομένη πάντα τὸν κόσμον αὐτῆς. οὐ γὰρ ταὐτόν ἐστιν ἁπλῶς κόσμος καὶ κόσμος τοῦ οὐρανοῦ κόσμος τῆς Ἐσθήρ. τὸ δὲ νῦν ἡμῖν ζητούμενον ἄλλο. νομίζω οὖν ὅτι οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημά ἐστι κατὰ τὰ θεῖα γράμματα κόσμος, ἀλλ’ περίγειος μόνος τόπος, καὶ οὗτος οὐ καθ’ὅλην νοούμενος τὴν γῆν, ἀλλ’ κατὰ τὴν ἡμετέραν οἰκουμένην · ἐν τῷ κόσμῳ γὰρ ἦν τὸ ἀληθινὸν φῶς, τῷ περιγείῳ τόπῳ τῷ κατὰ τὴν ἡμετέραν οἰκουμένην νοουμένῳ, καὶ κόσμος αὐτὸν οὐκ ἔγνω, οἱ ἐν τῷ περιγείῳ τόπῳ ἄνθρωποι, τάχα δὲ καὶ αἱ οἰκεῖαι τῷ χωρίῳ τού τῳ δυνάμεις. ἄτοπον γὰρ λέγειν τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς σύστημα, ὥστ’εἰπεῖν ἂν ὅτι ἥλιος καὶ σελήνη καὶ χορὸς τῶν ἀστέρων καὶ οἱ ἐν ὅλῳ τῷ κόσμῳ τούτῳ ἄγγελοι οὐκ ἔγνωσαν τὸ ἀληθινὸν φῶς καὶ ἀγνοοῦντες αὐτὸ ἐτήρησαν τὴν ἐπιτεταγμένην αὐτοῖς ἀπὸ θεοῦ τάξιν. ἀλλὰ καὶ ὅταν λέγηται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ · καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί, χρὴ ἀκούειν κόσμον λέγεσθαι τὴν καθ’ἡμᾶς ἐπὶ γῆς οἰκουμένην · ἀλλὰ καὶ σωτὴρ λέγων · κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, τὸν ἐπίγειον λέγει κόσμον · οὐ γὰρ νομιστέον τὰ ἀντικείμενα αὐτὸν λέγειν φάσκοντα · κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κόσμῳ εἰμί. ἀλλὰ καὶ ἐν τῷ καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ τὸν περίγειον τόπον τοῦτον νομιστέον. ἀπὸ γὰρ τούτου τοῦ κόσμου ἔδωκε τῷ υἱῷ πατὴρ ἀνθρώπους, περὶ ὧν σωτὴρ ἐρωτᾷ τὸν πατέρα μόνων, καὶ οὐ περὶ τοῦ κόσμου ὅλου τῶν ἀνθρώπων. σαφῶς δὲ οὗτος σημαίνεται καὶ ἐκ τοῦ καὶ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου · ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα) διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνεστηκὼς πᾶς, ἀλλ’οἱ ἐπὶ γῆς μεθ’ἡμῶν ἄνθρωποι. τὸ οὐκ εἰσὶν ἐκ τοῦ κόσμου ἴσον ἐστὶ τῷ οὐκ εἰσὶν ἐκ τοῦ περιγείου τόπου · οὕτω δὲ καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἐκ τοῦ κόσμου οὐκ εἰσὶν ὡς οὐ δ’αὐτὸς ἐκ τοῦ κόσμου ἦν. ἔτι δὲ καὶ τὸ ἵνα κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ’ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέστειλε. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.

13.21

εἰ δὲ οὐαὶ τοῖς πανταχοῦ τῆς γῆς ἀνθρώποις ἀπὸ τῶν σκανδάλων, ὧν καὶ τὰ σκάνδαλα ἅπτεται, οὐκ εἰσὶ δὲ οἱ μαθηταὶ ἐκ τοῦ κόσμου μὴ σκοποῦντες τὰ βλεπόμενα καθὼς οὐ δὲ διδάσκαλος ἐκ τοῦ κόσμου ἐστίν, οὐδενὶ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἐστιν ἀπὸ τῶν σκανδάλων οὐαί, ἐπείπερ ἐστὶν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. εἰ δέ τις δοκεῖ μὲν χρηματίζειν μαθητής, ἔτι δέ ἐστιν ἐκ τοῦ κόσμου διὰ τὸ ἀγαπᾶν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ (λέγω δὲ τὴν ἐν τῷ περιγείῳ τόπῳ ζωὴν καὶ τὰ ἐν αὐτῷ χρήματα κτήματα ὁποιανποτοῦν περιουσίαν), ὡς μὴ ἁρμόζειν αὐτῷ τὸ ἐκ τοῦ κόσμου οὐκ εἰσίν, ἀληθῶς ὡς ἐκ τοῦ κόσμου ὄντι τούτῳ τὸ τῷ κόσμῳ συμβαῖνον οὐαὶ ἀπὸ τῶν σκανδάλων συμβήσεται αὐτῷ. δὲ θέλων ἐκκλῖναι τὸ οὐαὶ τοῦτο μὴ ἔστω φιλόζωος, ἀλλὰ λεγέτω κατὰ Παῦλον · ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ · οἱ γὰρ ὄντες ἐν τῷ σκήνει ἅγιοι στενάζουσι βαρούμενοι ἀπὸ τοῦ τῆς ταπεινώσεως σώματος καὶ πάντα πράττουσιν, ἵνα ἄξιοι γένωνται εὑρεθῆναι ἐν τῷ τῆς ἀναστάσεως μυστηρίῳ, ὅτε μετασχηματίσει θεὸς οὐ πάντων τὸ σῶμα τῆς ταπεινώσεως, ἀλλὰ τῶν Χριστῷ γνησίως μαθητευομένων, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ. ὥσπερ γὰρ οὐδὲν τῶν οὐαὶ συμβαίνει τινὶ τῶν Χριστοῦ μαθητῶν, οὕτως οὐ δὲ τὸ οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. ἐὰν γὰρ καὶ μυρία σκάνδαλα γίνηται, ἀλλ’οὐχ ἅψεται τῶν οὐκέτι ἐκ τοῦ κόσμου. εἰ δὲ ἐπιδέχεταί τις τὸ σκανδαλίζεσθαι παρὰ τὸ ἀνερμάτιστον τῆς πίστεως καὶ ἀβέβαιον τῆς πρὸς τὸν λόγον τοῦ θεοῦ συγκαταβάσεως, ἴστω μηδέπω χρηματίζων παρὰ τῷ Ἰησοῦ μαθητὴς αὐτοῦ. τοσαῦτα δὲ ἔρχεσθαι νομιστέον σκάνδαλα, ὥστε τὸ οὐαὶ μὴ ἐπί τινα μόρια τῆς γῆς φθάνειν, ἀλλ’ἐπὶ τὸν ὅλον ἐν αὐτῇ κόσμον.

13.22

καὶ ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἅπερ ἄλλα νομίζω εἶναι τῶν ἀνθρώπων δι’ὧν ἔρχεται. τὰ οὖν ἐρχόμενα σκάνδαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζητοῦντα ὄργανα δι’ὧν ἐνεργήσει εὑρίσκει πολλάκις μὲν τοὺς πάντη ξένους τῆς εὐσεβείας, ἔσθ’ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ. δυνηθείη δ’ἄν τις ὥσπερ πραγματείαν ποιῆσαι ἀπὸ τῶν γραφῶν ἐκ τῆς τῶν μακαριζομένων καὶ ἐφ’οἷς μακαρίζονται συναγωγῆς, οὕτω καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ τῶν ἐφ’οἷς λέλεκται τὸ οὐαί. ἔτι δὲ καὶ εἰς τὸ χεῖρον εἶναι τὸ ἀπὸ τοῦ σκανδαλίζοντος οὐαὶ παρὰ τὸ τοῦ σκανδαλιζομένου παραστήσεις τὸ ὃς δ’ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ καὶ τὰ ἑξῆς · ἐκδικουμένου γὰρ τοῦ σκανδαλισθέντος μικροῦ ἀπὸ τοῦ σκανδαλίσαντος αὐτὸν τοιοῦτον συμφέρει βαρὺ καὶ δυσυπομόνητον ἀναγέγραπται εἶναι περὶ τοῦ σκανδαλίζοντος. ταῦτα δὲ εἰ ἐπιμελέστερον ἐνενοοῦμεν, ἐφυλαξάμεθα ἂν ἁμαρτάνειν εἰς τοὺς ἀδελφοὺς καὶ τύπτειν αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, ἵνα μὴ εἰς Χριστὸν ἁμαρτάνωμεν, πολλάκις ἀπολλυμένων οὐ μόνον τῇ ἡμετέρᾳ γνώσει ἀλλὰ καὶ ἄλλοις τισὶ τῶν περὶ ἡμᾶς ἀδελφῶν, δι’οὓς Χριστὸς ἀπέθανεν ἐφ’οἷς εἰς Χριστὸν ἁμαρτάνοντες τίσομεν δίκας ἐκδικουμένης τῆς τῶν δι’ἡμᾶς ἀπολλυμένων ψυχῆς ἐξ ἡμῶν.

13.23

μετὰ ταῦτα βασανιστέον τὸ τῆς ἀνάγκης ὄνομα ἐν τῷ ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα καὶ τὸ ἰσοδυναμοῦν αὐτῷ παρὰ τῷ Λουκᾷ · ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα (ἀντὶ τοῦ ἀδύνατον). καὶ ὥσπερ ἀνάγκη τὸ θνητὸν ἀποθνῄσκειν καὶ ἀνένδεκτον αὐτὸ μὴ ἀποθανεῖν, καὶ ἀνάγκη τρέφεσθαι τὸν ἐν σώματι ἀνένδεκτον γὰρ τὸν μὴ τρεφόμενον ζῆν, οὕτως ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα καὶ ἀνένδεκτον μὴ ἐλθεῖν τὰ σκάνδαλα, ἐπεὶ ἀνάγκη καὶ προϋφεστάναι τὴν κακίαν τῆς ἀρετῆς ἐν οὐρανίοις, ἀφ’ἧς κακίας τὰ σκάνδαλα. ἀνένδεκτον γάρ ἐστιν ἄνθρωπον εὑρεθῆναι πάντη ἀναμάρτητον καὶ χωρὶς ἁμαρτίας ἀνειληφότα τὴν ἀρετήν. γὰρ ἐν ταῖς πονηραῖς δυνάμεσι κακία, ἀρχηγικὴ τυγχάνουσα τῆς ἐν ἀνθρώποις κακίας, πάντως ὁρμᾷ ἐπὶ τὸ διά τινων ὀργάνων ἐνεργῆσαι κατὰ τῶν τοῦ κόσμου ἀνθρώπων. τάχα δὲ καὶ πλεῖον αἱ πονηραὶ δυνάμεις ἐξαγριοῦνται ἐκβαλλόμεναι τῷ λόγῳ τοῦ Ἰησοῦ καὶ οἱ δαίμονες τρεφθέντες τῷ αἵματι τῶν θυσιῶν ἐξοργίζονται μειουμένης τῆς λατρείας αὐτῶν τῶν ἐθίμων θυσιῶν αὐτοῖς οὐ προσφερομένων, καὶ ἀνάγκη ἐστὶ ταῦτα ἐλθεῖν, οὐκ ἀνάγκη δὲ διὰ τοῦδέ τινος. διόπερ ὡς τόπον δεδωκότι τῇ πονηρᾷ ἐνεργείᾳ σκανδαλίζειν προαιρουμένῃ τῷ ἀνθρώπῳ δι’οὗ τὸ σκάνδαλον ἔρχεται, γίνεται τὸ οὐαί. μὴ νομίσῃς δὲ φύσει τινὰ καὶ ἐκ κατασκευῆς τὰ σκάνδαλα εἶναι ἀνθρώπους ζητοῦντα δι’ὧν ἔλθῃ · ὡς γὰρ θεὸς θάνατον οὐκ ἐποίησεν, οὕτως οὐ δὲ σκάνδαλα ἔκτισεν, ἀλλὰ τὸ αὐτεξούσιον ἐγέννησεν ἔν τισι τὸ σκάνδαλον, μὴ βουληθεῖσιν ἀνατλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους.

13.24

καὶ καλὸν μὲν οὖν εἰ ἐπαινετὸς εἴη ὀφθαλμὸς καὶ χείρ, ἵνα μὴ δύνηται εὐλόγως εἰπεῖν ὀφθαλμὸς τῇ χειρί · χρείαν σου οὐκ ἔχω. εἰ δέ τις ἐν τῷ ὅλῳ σώματι τῶν συναγωγῶν τῆς ἐκκλησίας χεὶρ χρηματίσας διά τι πρακτικόν, μεταβαλὼν γένοιτο σκανδαλίζουσα χείρ, λεγέτω τῇ τοιαύτῃ χειρὶ ὀφθαλμός · χρείαν σου οὐκ ἔχω, καὶ εἰπὼν ἐκκοψάτω αὐτὴν καὶ βαλέτω ἀφ’ἑαυτοῦ. οὕτω δὲ καλὸν μέν, εἰ καὶ κεφαλή τις εἴη μακαρία καὶ πόδες ἄξιοι τῆς μακαρίας κεφαλῆς, ἵνα μὴ δύνηται τὰ πρέποντα ἑαυτῇ τηροῦσα κεφαλὴ τοῖς ποσὶν εἰπεῖν · χρείαν ὑμῶν οὐκ ἔχω. εἰ μέντοι τις εὑρεθείη ποὺς σκάνδαλον τοῦ ὅλου γινόμενος σώματος, λεγέτω κεφαλὴ τῷ τοιούτῳ ποδί · χρείαν σου οὐκ ἔχω, καὶ ἐκκόψας αὐτὸν βαλέτω ἀπ’αὐτοῦ. καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διαδοθέντος τοῦ σκανδάλου ἐπὶ ὅλον τὸ σῶμα ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο ποδῶν τῶν δύο χειρῶν. οὕτω δὲ καλὸν μὲν τὸν δυνηθέντα γενέσθαι ὀφθαλμὸν τοῦ ὅλου σώματος ἄξιον εἶναι τῆς κεφαλῆς Χριστοῦ καὶ τοῦ ὅλου σώματος. εἰ μέντοι μεταβάλοι ποτὲ τοιοῦτος ὀφθαλμὸς εἰς τὸ γενέσθαι αὐτὸν σκάνδαλον τοῦ ὅλου σώματος, καλὸν αὐτὸν ἐξελόντα ἔξω βαλεῖν τοῦ σώματος ὅλου καὶ χωρὶς ἐκείνου τοῦ ὀφθαλμοῦ σωθῆναι τὸ λοιπὸν σῶμα, (μετ’αὐτοῦ ὅλου βεβλαμμένου τοῦ σώματος) βληθῆναι ὅλον βεβλαμμένον τὸ σῶμα εἰς τὴν γέενναν τοῦ πυρός.

13.25

δυνατὸν δὲ τοῖς ῥητοῖς τούτοις χρήσασθαι καὶ ἐπὶ τῶν οἰκειοτάτων καὶ ὡσπερεὶ μελῶν ἡμῶν, διὰ τὴν πολλὴν οἰκειότητα εἴτε συγγενικὴν εἴτε ἔκ τινος συνηθείας (ἵν’οὕτως ὀνομάσω) φιλικῆς μελῶν ἡμῶν νενομισμένων, ὧν οὐ χρὴ φείσασθαι τὴν ψυχὴν ἡμῶν βλαπτόντων. ἐκκόψωμεν γὰρ ἀφ’ἑαυτῶν, ὡς χεῖρα πόδα ὀφθαλμόν, πατέρα μητέρα τὰ ἐναντία τῇ θεοσεβείᾳ ἡμᾶς πράττειν θέλοντας καὶ υἱὸν θυγατέρα (τὸ ὅσον ἐφ’ἑαυτοῖς) ἀφιστάντας ἡμᾶς τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ τῆς ἀγάπης αὐτοῦ. ἀλλὰ κἂν γυνὴ ἐν κόλπῳ φίλος ἴσος τῆς ψυχῆς σκάνδαλα ἡμῶν γίνωνται, μὴ φεισώμεθα, ἀλλὰ ἐκκόψαντες αὐτοὺς ἀφ’ἑαυτῶν βάλωμεν ἔξω τῆς ψυχῆς ἡμῶν ὡς οὐκ οἰκείους, ἀλλὰ πολεμίους ἡμῶν τῇ σωτηρίᾳ. ὅστις γὰρ οὐ μισεῖ τὸν πατέρα καὶ τὴν μητέρα καὶ τὰ ἐπιφερόμενα, ὅτε καιρός ἐστιν αὐτὰ μισεῖν ὡς πολέμια καὶ ἐπίβουλα, ἵνα δυνηθῇ κερδῆσαι Χριστόν, οὗτος οὐκ ἔστιν ἄξιος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ἐπὶ τούτων γε ἔστιν εἰπεῖν ὅτι ἐκ περιστάσεως οἱονεὶ χωλός τις σώζεται ἀπολέσας πόδα (φέρε εἰπεῖν τὸν ἀδελφὸν) καὶ μόνος κληρονομῶν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ κυλλός τις σώζεται (μὴ σωζομένου αὐτῷ τοῦ πατρὸς τῆς μητρός, ἀλλ’ἐκείνων μὲν ἀπολλυμένων αὐτοῦ δὲ χωριζομένου ἐκείνων), ἵνα μόνος τύχῃ τῶν μακαρισμῶν. οὕτω δὲ καὶ μονόμματός τις σώζεται (τὸν ὀφθαλμὸν τῆς ἑαυτοῦ οἰκίας ἐκκόψας, τὴν γαμετὴν πορνεύσασαν), ἵνα μὴ μετὰ τοιούτου ὀφθαλμοῦ δύο ὀφθαλμοὺς ἔχων ἀπέλθῃ εἰς τὴν γέενναν τοῦ πυρός. δύναται γὰρ καὶ τὸ ἁμαρτητικῶς μὲν (ἵν’οὕτως ὀνομάσω) πρακτικὸν καὶ πορευτικὸν τῆς ψυχῆς, ἁμαρτητικῶς δὲ διορατικὸν σκανδαλίζουσα εἶναι χεὶρ καὶ σκανδαλίζων ποὺς καὶ σκανδαλίζων ὀφθαλμός · ἅτινα κρεῖττον ἀποβαλεῖν κακὰ ὄντα καὶ ἀποθέμενον αὐτὰ χωρὶς αὐτῶν εἰσελθεῖν εἰς τὴν ζωὴν […] οἱονεὶ χωλὸν κυλλὸν μονόμματον, μετ’ἐκείνων τὴν ὅλην ἀπολέσαι ψυχήν. ὁμοίως καὶ ἐπὶ τῆς ψυχῆς καλὸν καὶ μακάριον ἐπὶ τοῖς βελτίστοις χρῆσθαι τῇ δυνάμει αὐτῆς · εἰ δὲ μέλλομεν διά τινα μίαν […] ἀπολέσθαι, αἱρετώτερον ἀποβαλεῖν τὴν χρῆσιν αὐτῆς σκανδαλιζούσης, ἵνα μετὰ τῶν ἄλλων δυνάμεων σωθῶμεν.

13.26

ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. δοκεῖ μοι ὅτι ὥσπερ ἐν τοῖς ἀνθρωπίνοις σώμασίν ἐστι μεγέθη διάφορα, ὡς τινὰς μὲν αὐτῶν εἶναι μικροὺς ἑτέρους δὲ μεγάλους καὶ ἄλλους τοὺς μεταξύ, καὶ πάλιν εἶναι μικρῶν διαφορὰς ἐπὶ πλεῖον ἔλαττον ὄντων μικρῶν, ὁμοίως καὶ μεγάλων, καὶ τῶν μεταξύ, οὕτως καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐστί τινα χαρακτηρίζοντα τὴν μικρότητα αὐτῶν καὶ ἄλλα τὴν (ἵν’οὕτως εἴπω) μεγαλότητα καὶ ἁπαξαπλῶς ἄλλα ἀνάλογον τοῖς σωματικοῖς τὴν μεταξύτητα. ἀλλ’ἐπὶ μὲν τῶν σωμάτων οὐ παρὰ τὴν αἰτίαν τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ τοὺς σπερματικοὺς λόγους μέν τίς ἐστι βραχὺς καὶ μικρός, δὲ μέγας, δὲ μεταξύ. ἐπὶ δὲ τῶν ψυχῶν καὶ τὸ ἐφ’ἡμῖν καὶ αἱ τοιαίδε πράξεις καὶ τὸ τοιοῦτον ἦθος τὴν αἰτίαν ἔχει τοῦ μέγαν τινὰ εἶναι μικρὸν ἐν τοῖς μεταξὺ τυγχάνειν · καὶ ἔστιν ἐκ τοῦ ἐφ’ἡμῖν ἤτοι προκόπτειν τῇ ἡλικίᾳ ἐπιδιδόντα εἰς μέγεθος μὴ προκόπτοντα εἶναι βραχύν. καὶ οὕτω γε ἀκούω περὶ τοῦ σωτῆρος ἀναλαβόντος καὶ ἀνθρωπίνην ψυχὴν τὸ Ἰησοῦς προέκοπτεν. ὡς γὰρ ἐκ τοῦ ἐφ’ἡμῖν τῆς ψυχῆς αὐτοῦ ἦν ἐν σοφίᾳ προκοπὴ καὶ χάριτι, οὕτως καὶ ἐν ἡλικίᾳ · καὶ ἀπόστολος · μέχρι καταντήσωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. καταντᾶν γὰρ εἰς ἄνδρα καὶ τοῦτον τέλειον, κατὰ τὸν ἔσω ἄνθρωπον νομιστέον, τὸν διαβάντα τὰ τοῦ νηπίου καὶ φθάσαντα ἐπὶ τὸν ἄνδρα καὶ καταργήσαντα τὰ τοῦ νηπίου καὶ ἁπαξαπλῶς τελειώσαντα τὰ τοῦ ἀνδρός. οὕτω δ’ὑποληπτέον εἶναί τι καὶ μέτρον πνευματικῆς ἡλικίας, ἐφ’ τελειοτάτη δύναται φθάσαι ψυχὴ ἐκ τοῦ μεγαλύνειν τὸν κύριον καὶ μεγάλη γίνεσθαι. οὕτως οὖν καὶ μεγάλοι μὲν περὶ ὧν τοῦτ’ἀναγέγραπται γεγόνασιν, Ἰσαὰκ καὶ Μωσῆς καὶ Ἰωάννης καὶ αὐτὸς ἐπὶ πᾶσιν σωτήρ · καὶ γὰρ περὶ αὐτοῦ Γαβριὴλ εἶπε τὸ ἔσται μέγας. μικροὶ δὲ τὰ ἀρτιγέννητα βρέφη ἐν Χριστῷ […] ὡς ἀρτιγέννητα βρέφη, λογικὸν ἄδολον γάλα ἐπιποθοῦντα, οἵτινες καὶ τῶν παρὰ τῷ Ἡσαΐᾳ λεγομένων τιθηνῶν δέονται καὶ τροφῶν, λέγοντι περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως · καὶ ἄξουσι τοὺς υἱοὺς ἐν κόλπῳ, τὰς δὲ θυγατέρας ἐπὶ τῶν ὤμων ἀροῦσι, καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου. ἐπιστήσεις οὖν διὰ ταῦτα καὶ τῷ μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν, μήποτε οἱ ἄγγελοι αὐτῶν οἱ ἄγοντες αὐτούς εἰσιν ἐν κόλπῳ, ἐπὰν ὦσιν υἱοί, ἀλλὰ καὶ ἐπὶ τῶν ὤμων αἴροντες τὰς λεγομένας θυγατέρας, καὶ ἀπὸ τούτων εἰσὶ τιθηνοὶ μὲν οἱ λεγόμενοι βασιλεῖς, τροφοὶ δὲ αἱ ὀνομαζόμεναι ἄρχουσαι. καὶ ἐπεὶ οἱ δεικνύμενοι ὑπὸ τοῦ σωτῆρος ἡμῶν μικροὶ ὡς ὑπὸ τροφῶν καὶ τιθηνῶν οἰκονομοῦνται, διὰ τοῦτ’οἶμαι καὶ Μωσέα, πιστεύοντα ἐν τῇ τῶν μεγάλων ἤδη τετάχθαι χώρᾳ, εἰρηκέναι πρὸς τὸ ἄγγελός μου προπορεύσεται ὑμῶν τὸ εἰ μὴ αὐτὸς συμπορεύῃ μετ’ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν · εἴπερ γὰρ μικρὸς μὲν καὶ κληρονόμος νήπιος δὲ ὡς μηδὲν διαφέρων δούλου (ὅτε ἐστὶ νήπιος) καὶ μικρός ἐστι τὸ τῆς δουλείας εἰς φόβον ἔχει πνεῦμα, δὲ μηδαμῶς ἔτι τοιοῦτος, οὐκέτι μὲν τὸ τῆς δουλείας, ἤδη δὲ τὸ τῆς υἱοθεσίας, ὅτε τε λεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, δῆλον ἔσται σοι, ὅτι κατὰ ταῦτα παρεμβάλλειν λέγεται ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεσθαι αὐτούς. ἐπιστήσεις δὲ κατὰ ταῦτα καὶ εἰ μικρῶν μέν εἰσιν ἄγγελοι τῶν πνεύματι δουλείας τῶν εἰς φόβον ἀγομένων (ἐπεὶ παρεμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεται αὐτούς), μεγάλων δὲ τῶν ἀγγέλων μείζων κύριος (ὅστις λέγοι ἂν περὶ ἑνὸς ἑκάστου αὐτῶν τὸ μετ’αὐτοῦ εἰμι ἐν θλίψει). καὶ ὅσον μέν ἐσμεν ἀτελεῖς καὶ δεόμενοι τοῦ βοηθοῦντος ἡμῖν πρὸς τὸ ῥυσθῆναι ἀπὸ κακῶν, ἀγγέλου δεόμεθα περὶ οὗ ἔλεγεν Ἰακὼβ τὸ ἄγγελος ῥυόμενός με ἐκ πάντων τῶν κακῶν · τελειωθέντες δὲ καὶ διελθόντες τὸ ὑπὸ τιθηνοὺς εἶναι καὶ τροφοὺς καὶ οἰκονόμους καὶ ἐπιτρόπους, χωροῦμεν ἤδη ὑπ’αὐτῷ οἰκονομεῖσθαι τῷ κυρίῳ.

13.27

εἶτα πάλιν ζητήσαι ἄν τις, πότε τῶν δεικνυμένων ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶν ἄγγελοι προΐστανται, πότερον ἀρξάμενοι τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ’οὗ διὰ λουτροῦ παλιγγενεσίας ( ἐγεννήθησαν) ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει · ἀπὸ γενέσεως κατὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ τὸν προορισμὸν αὐτοῦ ἐπιταχθέντες τούτοις οὓς καὶ προέγνω καὶ προώρισεν ἐσομένους συμμόρφους τῆς δόξης τοῦ Χριστοῦ θεός. καὶ πρὸς μὲν τὸ ἀπὸ γενέσεως ἔχειν ἀγγέλους εἴποι ἄν τις ταῦτα, τὸ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ τὸ ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς καὶ ἀντελάβου μου ἐκ κοιλίας μητρός μου καὶ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας καὶ ἐν τῇ Ἰούδα ἐπιστολῇ τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστοῦ τετηρημένοις κλητοῖς, πάντως ὑπὸ τῶν τηρούντων ἀγγέλων.

13.28

πρὸς δὲ τὸ ὅτε διὰ λουτροῦ γεγόνασιν ἐν Χριστῷ νήπιοι μὴ παρεῖναι ἅγιον ἄγγελον τοῖς ἔτι κακίᾳ […] ἀλλὰ κατὰ μὲν τὸν καιρὸν τῆς ἀπιστίας ὑπὸ τοῖς ἀγγέλοις εἶναι τοῦ σατανᾶ · μετὰ δὲ τὴν ἀναγέννησιν τοῦ ἰδίου αἵματος ἐξαγοράσας ἡμᾶς παραδίδωσιν ἁγίῳ ἀγγέλῳ καὶ διὰ τὴν καθαρότητα βλέποντι τὸ πρόσωπον τοῦ θεοῦ. καὶ τρίτος δ’ἄν τις τοιοῦτος εἴη κατὰ τὸν τόπον λόγος φάσκων ὅτι δυνατόν, ὥσπερ μεταβαλεῖν ἄνθρωπον ἀπὸ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ ἀκολασίας εἰς σωφροσύνην καὶ ἁπαξαπλῶς ἀπὸ κακίας εἰς ἀρετήν, οὕτω καὶ τὸν ἐγκεχειρισμένον ἅμα γενέσει ψυχήν τινα κατὰ μὲν τὰς ἀρχὰς φαῦλον εἶναι δύνασθαι, ὕστερον δέ ποτε ἀνάλογον τῷ πιστεύοντι πιστεύειν καὶ ἐπὶ τοσοῦτον προκόπτειν, ὡς γενέσθαι αὐτὸν ἄγγελον ἕνα τῶν διὰ παντὸς βλεπόντων τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός. ἀρξάμενος ἀπὸ τοῦδε τοῦ χρόνου τῷ προγνωσθέντι κατὰ τόνδε τὸν χρόνον πιστεύειν καὶ προορισθέντι συζεύγνυται, τῶν ἀρρήτων κριμάτων τοῦ θεοῦ καὶ ἀνεξερευνήτων καὶ ἀβύσσοις ἐοικότων εἰκότως πᾶσαν τὴν τοιαύτην ἁρμονίαν συναγαγόντων ἀγγέλων πρὸς ἀνθρώπους. δυνατὸν δὲ καὶ ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἀμφοτέρων ἀπίστων, ὁτὲ μὲν ἀνὴρ πρότερον πιστεύσας τῷ χρόνῳ σώζει τὴν γυναῖκα, ὁτὲ δὲ γυνὴ ἀρξαμένη ὕστερόν ποτε πείθει τὸν ἄνδρα, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων. εἰ μὲν οὖν καὶ ἐπ’ἄλλων γίνεται ἀγγέλων τὸ τοιοῦτον μή, καὶ αὐτὸς ἐξετάσεις. μήποτε δὲ οὐχ ἁρμόζει περὶ τοῦ ἑκάστου ἀγγέλου τὸ τοιοῦτο λέγειν, τοσοῦτον τετιμημένου κατὰ τὸν τοῦ σωτῆρος ἡμῶν λόγον, ὥστε διὰ παντὸς αὐτὸν βλέπειν λέγεσθαι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς. ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν τῶν μὲν μικρῶν εἶναι τοὺς ἀγγέλους, διεληλυθέναι δὲ τὴν τοιαύτην τάξιν τοὺς μεγάλους, ἀντερεῖ τις ἡμῖν ἐκ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα γέγραπται ὅτι Ῥόδη παιδίσκη τις τοῦ Πέτρου κρούσαντος τὴν θύραν προσῆλθεν ὑπακοῦσαι, καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, εἰσδραμοῦσα ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος · θαυμάσαντες δὲ οἱ ἐν τῷ οἴκῳ συνηθροισμένοι καὶ ὡσπερεὶ ἀδύνατον εἶναι νομίσαντες τὸν Πέτρον ἀληθῶς ἑστηκέναι ἔλεγον ὅτι ἄγγελος αὐτοῦ ἐστι. φήσει γὰρ ὅτι ἅπαξ μαθόντες ἐκεῖνοι ἕκαστον τῶν πιστευόντων ἔχειν ἄγγελον τόνδε τινά, ᾔδεισαν καὶ Πέτρου τινὰ εἶναι ἄγγελον. δὲ παριστάμενος οἷς προειρήκαμεν φήσει ὅτι οὐκ ἀναγκαῖον εἶναι δόγμα τὸν τῆς Ῥόδης λόγον, τάχα δὲ καὶ οὐκ ἠκριβωκότων πότε μὲν ὑπ’ἀγγέλων τῳ ὡς μικρός τις καὶ φοβούμενος τὸν θεὸν οἰκονομεῖται, πότε δὲ ἤδη ὑπ’αὐτῷ τῷ κυρίῳ. μετὰ ταῦτα εἰς κατασκευὴν τοῦ ὡς ἐξειλήφαμεν νοεῖσθαι τὸν μικρὸν λεχθήσεται ὅτι οὐ δεόμεθα μὲν ἐντολῆς τῆς περὶ τοῦ μὴ καταφρονεῖν ἐπὶ τῶν μεγάλων […], χρῄζομεν δὲ αὐτῆς ἐπὶ τῶν μικρῶν. διὸ οὐχ ἁπλῶς εἴρηται · μὴ καταφρονήσητε ἑνὸς τούτων, δεικνυμένων πάντων τῶν μαθητῶν, ἀλλ’ἑνὸς τούτων τῶν μικρῶν, μικρῶν δεικνυμένων ὑπὸ τοῦ βλέποντος μικρότητα καὶ μεγαλότητα ψυχῆς.

13.29

ἄλλος δ’ἂν λέγοι μικρὸν ἐν τούτοις λέγεσθαι τὸν τέλειον συγχρώμενος τῷ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας, καὶ φήσει ὅτι ταπεινῶν ἑαυτὸν καὶ γινόμενος μιμητὴς τοῦ ἑαυτὸν ταπεινώσαντος ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ γινόμενος νήπιος ἐν μέσῳ πάντων τῶν πιστευόντων ( κἂν ἀπόστολος, κἂν ἐπίσκοπος ) καὶ γινόμενος τοιοῦτος ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὗτός ἐστιν δεικνύμενος ὑπὸ τοῦ Ἰησοῦ μικρός, καὶ ἄξιόν γε τοῦ τοιούτου ἄγγελον εἶναι βλέποντα τὸ πρόσωπον τοῦ θεοῦ. τὸ γὰρ μικροὺς λέγειν ἐνταῦθα τοὺς τελείους κατὰ τὸ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας καὶ ὡς Παῦλος εἶπεν τὸ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη χάρις αὕτη δόξει μὴ συνᾴδειν τῷ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων καὶ τῷ οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. γὰρ ὡς ἀποδέδοται νῦν μικρὸς οὐ σκανδαλισθείη οὐ δ’ἀπόλοιτο ἄν · εἰρήνη γὰρ πολλὴ τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. καὶ οὐκ ἂν ἀπόλοιτο πάντων μικρότερος ἐν πᾶσι τοῖς μαθηταῖς Χριστοῦ ὑπάρχων καὶ διὰ τοῦτο γινόμενος μέγας · καὶ ἐπεὶ οὐκ ἂν ἀπόλοιτο, λέγοι ἂν τὸ τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης καὶ τὰ ἑξῆς. ἀλλ’ βουλόμενος τὴν τελευταίαν ταύτην κρατεῖν διήγησιν φήσει, ὅτι μεταπτωτή ἐστι καὶ τοῦ δικαίου ψυχή, ὡς μαρτυρεῖ καὶ Ἰεζεκιὴλ λέγων τὸν δίκαιον ἀφίστασθαι δύνασθαι τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς μὴ λογισθῆναι αὐτῷ τὴν προτέραν δικαιοσύνην. διὰ τοῦτο λέγεται · ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων καὶ τὸ οὐκ ἔστι θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. τὰ δὲ περὶ τῶν ἑκατὸν προβάτων ἔχεις εἰς τὰς κατὰ Λουκᾶν ὁμιλίας.

13.30

ἐὰν δὲ ἁμάρτῃ ἀδελφός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. μὲν ἐπερεισάμενος τῇ λέξει καὶ τὴν ὑπερβάλλουσαν τοῦ Ἰησοῦ φιλανθρωπίαν παριστὰς φήσει ὅτι, τῶν ῥητῶν διαφορὰν ἁμαρτημάτων οὐχ ὑποβαλλόντων, περισσὸν ποιήσουσι καὶ παρὰ τὴν χρηστότητα τοῦ Ἰησοῦ οἱ προσυπακούοντες ἐπὶ τῶν ἐλαττόνων μόνων ἁμαρτημάτων ταῦτα χώραν ἔχειν λέγεσθαι. ἄλλος δέ τις καὶ τῇ λέξει ἐπερειδόμενος καὶ μὴ ἔξωθεν προσυπακούειν θέλων ταῦτα μὴ περὶ παντὸς ἁμαρτήματος λέγεσθαι φήσει, ὅτι τὰ μεγάλα ἐκεῖνα ἁμαρτάνων οὐ δὲ ἀδελφός ἐστιν, ἀλλ’(εἰ ἄρα) ἀδελφὸς ὀνομαζόμενος, ὥς φησιν ἀπόστολος · ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος πόρνος πλεονέκτης εἰδωλολάτρης (καὶ τὰ ἑξῆς) τῷ τοιούτῳ μη δὲ συνεσθίειν. οὐδεὶς γὰρ εἰδωλολάτρης ἀδελφὸς οὐ δὲ πόρνος οὐ δὲ πλεονέκτης · εἰ γὰρ ἔχει τι τούτων, δοκῶν φορεῖν τὸ Χριστοῦ ὄνομα ἀδελφὸς ὀνομαζόμενος ἀλλ’οὐκ ἀδελφὸς ἐνδίκως ἂν λέγοιτο. ὥσπερ οὖν φαντασίᾳ τῆς εἰς ὑπερβολὴν χρηστότητος Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς παρεῖχεν ἐπὶ παντὸς ἁμαρτήματος λέγων τὰ τοιαῦτα εἰρῆσθαι, κἂν φόνος τὸ ἁμάρτημα φαρμακία παιδοφθορία τι τῶν τηλικούτων, οὕτως ἐκ τοῦ ἐναντίου τὸν ἀδελφὸν διαστειλάμενος ἀπὸ τοῦ ὀνομαζομένου ἀδελφοῦ διδάξαι ἂν τὸν ἐπ’ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπιστρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι ἐπὶ ἁμαρτήμασι τοῖς μὴ πρὸς θάνατον (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς νόμος) τοῖς μὴ θανατηφόροις · ὅπερ δόξαι ἂν ὠμότερον τυγχάνειν. οὐ γὰρ οἶμαι ταχέως εὑρεθήσεσθαί τινα τὸν μὴ τρὶς ἐπὶ τῷ αὐτῷ εἴδει τῆς ἁμαρτίας ἐλεγχθέντα, φέρ’εἰπεῖν λοιδορίᾳ (καθ’ἣν οἱ λοιδοροῦντες δυσφημοῦσι τοὺς πέλας) ἤτοι φυσιώσει πολυποσίᾳ λόγῳ ψευδεῖ καὶ ἀργῷ, τινι τῶν ἐν τοῖς πολλοῖς. ζητήσεις οὖν, μήποτε λανθάνει τις κατὰ τὸν τόπον τήρησις καὶ τοὺς φαντασίᾳ τῆς τοῦ λόγου χρηστότητος καὶ πρὸς τοὺς τὰ μέγιστα ἡμαρτηκότας τὸ συγγνωμονικὸν διδόντας, καὶ τοὺς ἐπὶ τοῖς ἐλαχίστοις διδάσκοντας λογίζεσθαι καὶ διὰ τοῦτο εὐθέως ὡς ἐθνικὸν καὶ τελώνην τὸν μετὰ τὸ ἐλεγχθῆναι δὶς τρὶς τὰ βραχύτερα ἡμαρτηκότα ἀλλότριον ποιοῦντας τῆς ἐκκλησίας. τὸ δὲ λανθάνον ἑκατέρους τοιοῦτόν μοι φαίνεται · τὸ ἐκέρδησας τὸν ἀδελφόν σου ἐπὶ τοῦ μόνου ἀκούσαντος τάξας λόγος, οὐκέτι αὐτὸ ἔθηκεν ἐπὶ τοῦ δεύτερον τρίτον πταίσαντος καὶ ἐλεγχθέντος, ἀλλ’ὡσπερεὶ μετέωρον εἴασε τὸ ἀνάλογον τῷ ἐκέρδησας τὸν ἀδελφόν σου λεχθησόμενον περὶ τοῦ δεύτερον τρίτον ἐλεγχθέντος. οὐ πάντως οὖν κερδαίνεται οὐ δὲ πάντως ἀπολεῖται πληγὰς λήψεται. καὶ πρόσχες ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι · ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου · τῷ δὲ δευτέρῳ κατὰ τὴν λέξιν τόπῳ φάσκοντι · ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἕνα δύο, ἵνα ἐπὶ στόματος δύο τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. τί οὖν μετὰ τὸ σταθῆναι πᾶν ῥῆμα ἐπὶ δύο τριῶν μαρτύρων ἔσται τῷ τὸ δεύτερον νουθετηθέντι, ἡμῖν ἐννοεῖν καταλέλοιπε. καὶ πάλιν ἐὰν παρακούσῃ αὐτῶν, δῆλον δ’ὅτι τῶν παραληφθέντων μαρτύρων, εἰπὸν (φησὶ) τῇ ἐκκλησίᾳ · καὶ οὐκ εἶπε τί πείσεται, ἐὰν μὴ ἀκούσῃ τῆς ἐκκλησίας, ἀλλ’ἐδίδαξεν ὅτι ἐὰν τῆς ἐκκλησίας παρακούσῃ, δεῖ αὐτὸν εἶναι τῷ τρὶς νουθετήσαντι καὶ μὴ ἀκουσθέντι πρὸς τὸ λοιπὸν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην. οὐ πάντως οὖν κερδαίνεται οὐ δὲ πάντως ἀπολεῖται, ἀλλ’ τί ποτε πείσεται τὸ πρότερον μὲν μὴ ἀκούσας μαρτύρων δὲ δεηθείς, καὶ τούτων παρακούσας ἐπὶ τὴν ἐκκλησίαν δὲ ἀχθείς, θεὸς ἂν εἰδείη. ἡμεῖς γὰρ οὐκ ἀποφαινόμεθα κατὰ τὸ μὴ κρίνετε, ἵνα μὴ κριθῆτε καὶ τὸ μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. πρὸς δὲ τὸ δοκοῦν σκληρὸν πρὸς τοὺς τὰ ἐλάττονα ἡμαρτηκότας εἴποι τις ἂν ὅτι οὐκ ἔξεστι, δὶς ἑξῆς μὴ ἀκούσαντα τὸ τρίτον ἀκοῦσαι, ὡς διὰ τοῦτο μηκέτι εἶναι ὡς ἐθνικὸν καὶ τελώνην καὶ μηκέτι δεηθῆναι τοῦ ἐπὶ πάσης τῆς ἐκκλησίας ἐλέγχου; δεῖ γὰρ μεμνῆσθαι τοῦ οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. καὶ γὰρ εἴπερ δεῖ τοὺς πάντας ἡμᾶς παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον, χρὴ ὅση δύναμις τὰ παρ’αὑτὸν ποιεῖν, ἵνα μὴ περὶ πλειόνων κομίσηται φαύλων διὰ τοῦ σώματος πεπραγμένων, κἂν μέλλῃ περὶ πάντων ὧν ἐποίησε χειρόνων ἀπολαμβάνειν · φιλοτιμητέον δὲ περὶ πλειόνων εὐποιιῶν μισθὸν κομίσασθαι, ἐπεὶ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν καὶ κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν συμβήσεται ἡμῖν. καὶ οὐκ ἀπειροπλάσια μέν, ἤτοι δὲ διπλάσια ἑπταπλάσια λήψονται οἱ ἡμαρτηκότες ἐκ χειρὸς κυρίου τὰ ἁμαρτήματα. ἔστι δὲ ὅταν μὴ καὶ κατὰ τὰ ἔργα τῶν χειρῶν τινι ἀποδιδῶται, ἀλλὰ πλείονα ὧν πεποίηκεν · Ἱερουσαλὴμ μὲν γάρ, ὡς Ἡσαΐας ἐδίδαξεν, ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς, οἱ δὲ γείτονες τοῦ Ἰσραὴλ (οἵτινές ποτ’ἂν ὦσιν) ἑπταπλάσια λήψονται κατὰ τὸ ἐν Ψαλμοῖς οὕτως εἰρημένον · ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, κύριε. καὶ ἄλλοι ἂν εὑρεθεῖεν τρόποι τῆς ἀνταποδόσεως, οὓς ἐὰν νοῶμεν, εἰσόμεθα ὅτι λυσιτελεῖ μεθ’ὁποσαοῦν ἁμαρτήματα μετανοεῖν, ἵνα πρὸς τῷ μὴ περὶ πλειόνων κολάζεσθαι ἡμᾶς καὶ περὶ ἀγαθῶν ἐλπίς τις ἡμῖν ὕστερόν ποτε τῶν πεπραγμένων ἀπολειφθῇ, κἂν πρὸ αὐτῶν μυρία ὅσα ἐπταισμένα τινὶ · ἄτοπον γὰρ τὰ μὲν χείρονα λογισθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τηροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν.

13.31

καλῶς δέ μοι δοκεῖ συνῆφθαι τῷ μετὰ τὸ τρὶς νενουθετῆσθαι κριθέντι εἶναι ὡς ἐθνικὸς καὶ τελώνης τὸ ἀμὴν λέγω ὑμῖν (δηλονότι τοῖς κρίνασιν εἶναί τινα ὡς ἐθνικὸς καὶ τελώνης), ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. δικαίως γὰρ ἔδησεν τρὶς νουθετήσας καὶ μὴ ἀκουσθεὶς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην. διόπερ τοιοῦτος δεδεμένος καὶ δεδικασμένος ὑπὸ τοῦ τοιουδὶ μένει δεδεμένος, οὐδενὸς τῶν ἐν οὐρανῷ ἀναλύοντος τοῦ δεδεκότος αὐτὸν τὴν ψῆφον. οὕτω δὲ καὶ ἅπαξ νουθετηθεὶς ἄξια ποιήσας τοῦ κερδηθῆναι, λυθεὶς διὰ τῆς νουθεσίας τοῦ κερδήσαντος αὐτὸν καὶ μηκέτι σειραῖς τῶν ἁμαρτιῶν ἑαυτοῦ περὶ ὧν ἐνουθετήθη δεδεμένος, λελυμένος κριθήσεται δικαίως καὶ ὑπὸ τῶν ἐν οὐρανοῖς. πλὴν τὰ ἐν τοῖς ἀνωτέρω μόνῳ τῷ Πέτρῳ δεδομένα ἔοικε δηλοῦσθαι δεδωκέναι πᾶσι τοῖς τὰς τρεῖς νουθεσίας προσαγαγοῦσι πᾶσι τοῖς ἡμαρτηκόσιν, ἵν’, ἐὰν μὴ ἀκουσθῶσιν, δήσωσιν ἐπὶ γῆς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην ὡς δεδεμένου τοῦ τοιούτου ἐν τῷ οὐρανῷ. ἀλλ’ἐπεὶ ἐχρῆν, εἰ καὶ κοινόν τι ἐπὶ τοῦ Πέτρου καὶ τῶν νουθετησάντων τρὶς τοὺς ἀδελφοὺς λέλεκται, ἐξαίρετόν τι ἔχειν τὸν Πέτρον παρὰ τοὺς τρὶς νουθετήσαντας, ἰδίᾳ τοῦτο προτέτακται ἐπὶ τοῦ Πέτρου τὸ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς τοῦ καὶ ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. καίτοιγε εἰ ἐπιμελῶς προσέχομεν τοῖς εὐαγγελικοῖς γράμμασι, καὶ ἐν τούτοις εὕροιμεν ἂν καὶ κατὰ ταῦτα, τὰ δοκοῦντα εἶναι κοινὰ πρὸς τὸν Πέτρον καὶ τοὺς τρὶς νουθετήσαντας τοὺς ἀδελφούς, πολλὴν διαφορὰν καὶ ὑπεροχὴν ἐκ τῶν πρὸς τὸν Πέτρον εἰρημένων παρὰ τοὺς δευτέρους. οὐ γὰρ ὀλίγη διαφορὰ τὸν Πέτρον εἰληφέναι τὰς κλεῖδας οὐχ ἑνὸς οὐρανοῦ ἀλλὰ πλειόνων, καὶ ἵνα, ὅσα ἐὰν δήσῃ ἐπὶ τῆς γῆς, δεδεμένα οὐκ ἐν ἑνὶ μόνον οὐρανῷ ἀλλ’ἐν πᾶσιν οὐρανοῖς, πρὸς τοὺς πολλοὺς δὲ ὄντας δέοντας ἐπὶ τῆς γῆς καὶ λύοντας ἐπὶ τῆς γῆς οὕτω λέγεσθαι, ὥστε ταῦτα δεδέσθαι καὶ λελύσθαι οὐκ ἐν οὐρανοῖς, ὡς ἐπὶ Πέτρου, ἀλλ’ἐν οὐρανῷ ἑνί · οὐ γὰρ διαβαίνουσι τῇ δυνάμει, ὡς Πέτρος, ἵνα δήσωσιν λύσωσιν ἐν πᾶσιν οὐρανοῖς. ὅσῳ οὖν βελτίων δεσμεύων, τοσοῦτον δεδεμένος πλεῖον ἐν ἑνὶ οὐρανῷ δέδεται, καὶ ὅσῳ βελτίων λύων τοσοῦτον μακαριώτερος λελυμένος, ὡς πανταχοῦ τῶν οὐρανῶν εἶναι αὐτοῦ τὸ λελύσθαι.