Origen

Commentary on Matthew, 16

16.1

μέλλων δὲ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα κατ’ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς καὶ τὰ ἑξῆς ἕως τοῦ · καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. τὰ δὲ ἰσοδυναμοῦντα τούτοις καὶ παρὰ τῷ Μάρκῳ ἀναγέγραπται τοῦτον τὸν τρόπον · ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς Ἰησοῦς καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. καὶ Λουκᾶς δὲ δόξει τούτοις συνᾴδειν γράψας · παραλαβὼν δὲ τοὺς δεκαδύο εἶπε πρὸς αὐτοὺς καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. προτρεπόμενος ἡμᾶς Παῦλος μιμεῖσθαι αὑτόν, ὡς καὶ αὐτὸς Χριστὸν ἐμιμήσατο, καὶ εἰπών · μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, ἰδὼν Χριστὸν ὁμόσε τοῖς προφανέσι κινδύνοις χωροῦντα καὶ προθύμως ἀναβαίνοντα εἰς Ἱεροσόλυμα μετὰ τοῦ προεγνωκέναι ὅτι παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακριθήσεται θανάτῳ καὶ τὰ ἑξῆς, τὸ παραπλήσιον πεποίηκεν. μὲν γὰρ Ἄγαβος λαβὼν αὐτοῦ τὴν ζώνην, δήσας ἑαυτὸν χειρῶν καὶ ποδῶν ἔλεγε · τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον · τὸν ἄνδρα οὗ ἐστιν ζώνη αὕτη οὕτω δήσουσιν ἀπελθόντα εἰς Ἱεροσόλυμα. μαθὼν δὲ ταῦτα Παῦλος, ὡς τὸν διδάσκαλον μιμούμενος ἀνέβαινε προθύμως εἰς τὰ Ἱεροσόλυμα. παθὼν δέ τι ἀνθρώπινον ὑπὸ τῶν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην κλαιόντων καὶ κωλυόντων αὐτὸν ἀναβαίνειν εἰς Ἱεροσόλυμα εἶπε · τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι εἰς Ἱεροσόλυμα γενόμενος ἑτοίμως ἔχω, ἀλλὰ καὶ ἀποθανεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου μου Ἰησοῦ. ταῦτ’οὖν κατανοοῦντες, ἔστιν ὅτε καὶ γινώσκοντες ἐπικειμένους ἐπιπόνους πειρασμούς, ὁμόσε αὐτοῖς ἡμεῖς αὐτοὶ κατὰ τὸ εὔλογον χωρήσωμεν, λαβόντες παράδειγμα τῶν τοιούτων προηγουμένως μὲν τὸν σωτῆρα, μετὰ δὲ τοῦτον καὶ τὸν ἀπόστολον αὐτοῦ. μὴ νομίσῃς δὲ ἐναντιοῦσθαι ταῦτα καὶ τὰ ἐπ’αὐτοῖς ὑφ’ἡμῶν εἰρημένα τῷ ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν καὶ τοῖς ἑξῆς, καὶ τῷ τὸν Ἰησοῦν ἀκούσαντα ὅτι Ἰωάννης παρεδόθη εἰς φυλακὴν ἀνακεχωρηκέναι. φαμὲν γὰρ ὅτι οὔτε πάντοτε καθήκει ἐκκλίνειν τοὺς κινδύνους οὔτε ἀεὶ ὁμόσε χωρεῖν πρὸς αὐτούς · σοφοῦ δέ τινος ἐν Χριστῷ χρεία εἰς τὸ δοκιμάζειν, ποῖος μὲν ἀπαιτεῖ καιρὸς ἀναχώρησιν, ποῖος δὲ τὴν εἰς τὸν ἀγῶνα προθυμίαν χωρὶς ἀναχωρήσεως καὶ πολλῷ πλέον χωρὶς φυγῆς. καὶ ταῦτα μὲν κατὰ τὸ βούλημα τῆς ἐκκειμένης γραφῆς λελέχθω εἰς προτροπὴν τὴν περὶ τοῦ ποτε καὶ θανάτου κινδύνων καταφρονεῖν.

16.2

ἑξῆς δὲ παρατηρητέον ὅτι μέλλων Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα, εἴπερ παρέλαβε τοὺς δώδεκα κατ’ἰδίαν, εἷς δὲ τῶν δώδεκα ἔτι Ἰούδας ἦν, καὶ τὸν Ἰούδαν παρέλαβε κατ’ἰδίαν · ἔτι γὰρ (εἰκὸς) ἄξιος ἦν τοῦ μετὰ τῶν λοιπῶν ἕνδεκα παραλαμβάνεσθαι κατ’ἰδίαν. καὶ ὅτε ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς τὸ ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τὰ ἑξῆς, δηλονότι καὶ τοῦτον ἔκρινεν ἕνα εἶναι τῶν ἀκουόντων πείσεται διδάσκαλος, οὐκ ἀπογινώσκων ὅτι ἔτι Ἰούδας ἠγνόει ποιήσει, ὡς ἕκαστος ἡμῶν (καὶ γὰρ πᾶσιν ἡμῖν λέλεκται · μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἐπιοῦσα) · οὔπω γὰρ (οἶμαι) βεβλήκει διάβολος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα παραδῷ τὸν Ἰησοῦν. καὶ ἐπεὶ τὸ κατὰ Ματθαῖον πρόκειται νῦν ἐξετάζειν, ἐπιμελέστερον δυνάμενος ἀρχῆθεν τοῦ εὐαγγελίου ἐπιστῆσαι τοῖς μέχρι τῶν προκειμένων ζητησάτω μήποτε οὐδέπω Ἰούδας κατηγόρηται ὑπὸ τοῦ Ματθαίου, ἀλλὰ μόνον ἐν τῷ καταλόγῳ τῶν δώδεκα εἶπε τὸ καὶ Ἰούδας Σίμωνος Ἰσκαριώτου, ὃς καὶ παρέδωκεν αὐτόν. πλείονα δὲ εἰς κατασκευὴν τοῦ καὶ Ἰούδαν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις πρότερον γεγονέναι λέλεκται ἡμῖν, ἡνίκα ἐξητάζομεν τὸ τούτους τοὺς δώδεκα ἀπέστειλεν Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων τὰ ἀναγεγραμμένα. συγκριτέον δὴ τὰ ἐνταῦθα λελεγμένα τοῖς ἀνωτέρω παραπλησίως ἀναγεγραμμένοις · ἐπείπερ ἐκεῖ μὲν ἐπὶ τοῖς τοιούτοις λόγοις προφητευομένοις ὑπὸ τοῦ σωτῆρος προσλαβόμενος αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων · ἵλεώς σοι, κύριε · οὐ μὴ ἔσται σοι τοῦτο, ἐνταῦθα δὲ οὐδὲν ἀνεγράφησαν οἱ μαθηταὶ εἰρηκότες πεποιηκότες ἐπὶ τοῖς περὶ τῶν ἀπαντησομέμων σκυθρωποτέρων ἀπηγγελμένοις. καὶ οἶμαι ὅτι διὰ τοῦτο ἐσιώπησαν νῦν οἱ μαθηταί, ἐπείπερ ἐν τοῖς ἀνωτέρω, ὅτε προσλαβόμενος τὸν Ἰησοῦν Πέτρος ἤρξατο αὐτῷ ἐπιτιμᾶν λέγων · ἵλεώς σοι, κύριε · οὐ μὴ ἔσται σοι τοῦτο, στραφεὶς Ἰησοῦς εἶπε τῷ Πέτρῳ · ὕπαγε ὀπίσω μου, σατανᾶ · σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. εἰκὸς οὖν αὐτοὺς μεμνημένους τῶν πρὸς τὸν Πέτρον λελεγμένων πεφυλάχθαι ταὐτὰ καὶ χείρονα ἀκοῦσαι ἀπὸ τοῦ διδασκάλου.

16.3

οὐδὲν δὲ λυπεῖ ἐκθέσθαι τὴν προτέραν καὶ παραπλησίαν τοῖς ἐκ κειμένοις λέξιν οὕτως ἔχουσαν · τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Χριστός καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. ἐπὶ τούτοις γὰρ εἴρηται τὸ καὶ προσλαβόμενος αὐτὸν Πέτρος καὶ τὰ ἑξῆς. ἔτι δὲ ἀνωτέρω μὲν εἴρηται ἀποκτανθῆναι μέλλειν τὸν σωτῆρα · ἐνταῦθα δὲ καὶ τὸ εἶδος τῆς ἀναιρέσεως γέγραπται, τὸ σταυρωθῆναι. ἕως μὲν οὖν Ἰησοῦς οὐ παρεδίδοτο ἐν Ἱεροσολύμοις τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν οὐ δὲ κατεκρίνετο θανάτῳ οὐ δὲ ἐνεπαίζετο ἐμαστιγοῦτο ἐσταυροῦτο, Ἱεροσόλυμα συνειστήκει καὶ τὸ καλούμενον ἁγίασμα οὐ κατεβάλλετο. ὅτε δὲ ταῦτα τῷ Ἰησοῦ ποιῆσαι τετολμήκασι, τότε οἱ παραδόντες αὐτὸν ἐγκατελείφθησαν καὶ οἱ ἀρχιερεῖς τοῦ εἶναι ἀρχιερεῖς ἐπαύσαντο ὡς μη δὲ μετ’αὐτοὺς εἶναι ἀρχιερεῖς, τότε δὲ καὶ οἱ κατακρίναντες τὸν Ἰησοῦν θανάτῳ γραμματεῖς πωρωθέντες τὴν διάνοιαν καὶ τυφλωθέντες τὸν λογισμὸν οὐκ ἔβλεπον τὸ βούλημα τῶν ἁγίων γραμμάτων. καὶ πάντες ἐκεῖνοι οἱ κατακρίναντες τὸν Ἰησοῦν θανάτῳ παρεδόθησαν τῷ ἐχθρῷ Χριστοῦ θανάτῳ, καὶ ἐμπαίξαντες τῷ Ἰησοῦ εἰς ἐμπαιγμὸν γεγόνασι κυκλωθείσης ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ ὅτε καὶ ἤγγισεν ἐρήμωσις αὐτῆς, ἀλλὰ καὶ τὸν Ἰησοῦν μαστιγώσαντες αὐτοὶ ἐμαστιγώθησαν καὶ μαστιγοῦνται ἕως τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ · γὰρ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει. καὶ πάντα ταῦτα γεγένηται, ἵν’ἐκείνων μὲν ἀποστῇ ἐπισκοπή, ἐπὶ δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μεταστῇ, σῳζομένους ἅμα τῷ κατ’ἐκλογὴν λείμματι · εἰ μὴ γὰρ κύριος Σαβαὼθ ἐγκατέλιπεν αὐτοῖς σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθησαν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθησαν. ἐγὼ δ’οἶμαι ὅτι ὥσπερ ὑποδείγματι καὶ σκιᾷ λατρεία πάλαι ἐπιτελουμένη τῶν ἐπουρανίων κατελύθη διὰ τὰ ἐπουράνια καὶ ἐλθόντος τοῦ ἀληθινοῦ ἀρχιερέως συμβολικὸς ἀρχιερεὺς ἐπαύσατο καὶ τῶν ἀληθινῶν ὑπὲρ ἁμαρτιῶν θυσιῶν ἐπιτελουμένων αἱ συμβολικαὶ θυσίαι καθῃρέθησαν, οὕτως ὅτε ἀληθινὴ Ἱερουσαλὴμ τὸν Ἰησοῦν ἐδέξατο ἀναβάντα ἐπὶ τὸ ὑποζύγιον ἑαυτοῦ σῶμα (ἐφ’ καὶ ἔχαιρε σφόδρα θυγάτηρ Σιὼν καὶ ἐκήρυσσεν θυγάτηρ τῆς ἄνω Ἱερουσαλήμ), τότε καθῃρέθη Ἱερουσαλὴμ σκιὰ καὶ καταπέπτωκεν ναὸς ἐκ νεκρῶν λίθων διὰ τὸν ἐκ ζώντων λίθων ναὸν ἐγερθησόμενον, κατεσκάφη δὲ καὶ τὸ κάτω θυσιαστήριον, ἐπείπερ ἐχρημάτισε τὸ ἐπουράνιον, τὰ ἐγκαίνια αὐτοῦ Ἰησοῦ ἐν τῇ ἀληθινῇ λατρείᾳ ποιήσαντος. εἰ δὲ κατά τι τῶν σημαινομένων οἱ ἄνθρωποι πόλις εἰσί, καὶ νῦν ἐν Ἱεροσολύμοις (οὕτω δὲ καλῶ τοὺς ἔχοντας τὰς ἐλπίδας ἐπὶ τὸν ἐπὶ γῆς τόπον) παραδίδοται Ἰησοῦς τοῖς ἐπαγγελλομένοις τὴν τοῦ θεοῦ θεραπείαν Ἰουδαίοις, καὶ οἱ ὡσπερεὶ ἀρχιερεῖς τυγχάνοντες καὶ οἱ τὰ θεῖα γράμματα αὐχοῦντες διηγεῖσθαι γραμματεῖς κατακρίνουσι θανάτῳ τὸν Ἰησοῦν δι’ὧν κακῶς λέγουσιν αὐτόν, καὶ οὐκ ἔστιν ὅτε οὐ παραδιδόασι τοῖς ἔθνεσιν Ἰησοῦν ἐμπαίζοντες αὐτῷ καὶ τῇ διδασκαλίᾳ αὐτοῦ παρ’αὐτοῖς, καὶ ἀεὶ ταῖς γλώσσαις αὐτῶν μαστιγοῦσι τὴν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν. καὶ αὐτοὶ μὲν αὐτὸν σταυροῦσι δι’ὧν ἀναθεματίζουσι καὶ ἀναιρεῖν θέλουσι τὴν διδασκαλίαν αὐτοῦ. δὲ κρείττων αὐτῶν πάντων τυγχάνων ὀλίγον διαλιπὼν ἐγείρεται καὶ ζῶν τοῖς ἔθνεσι τοῖς εἰληφόσι τὸ βλέπειν φαίνεται. νῦν γὰρ τίς τυφλὸς (ὡς Ἡσαΐας ἐκ προσώπου τοῦ θεοῦ φησιν) ἀλλ’ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ ἀλλ’ οἱ κυριεύοντες αὐτῶν; φησὶ γὰρ μετὰ μεγάλου καὶ προφητικοῦ ἤθους καὶ πνεύματος · οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν. καὶ τίς τυφλὸς ἀλλ’ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ ἀλλ’ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ · ἦλθε γὰρ Ἰησοῦς εἰς κρίμα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες (εἰσὶ δ’οὗτοι τὰ ἔθνη) βλέπωσι καὶ οἱ βλέποντες ( Ἰσραὴλ) ἐκεῖνοι τυφλοὶ γένωνται. τηλικούτου γοῦν φωτὸς ἀληθινοῦ ἀνατείλαντος καὶ δεικνύντος τοῦ λόγου αὑτὸν καὶ φάσκοντος · ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, οὐκ εἶδον τὸ φῶς, ἐπεὶ ἐτύφλωσεν αὐτοὺς κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ, καὶ παράδοξον γε γένηται τῷ λαῷ ἐκείνῳ καὶ τοῖς ἔθνεσι. λύχνον μὲν γὰρ ἕκαστον τῶν προφητῶν τυγχάνοντα ἑώρα λαός, ἀνατείλαντα δὲ τὸν τῆς δικαιοσύνης ἥλιον οὐκ ἔγνωσαν · διὸ καὶ εἴ τινα ἐδόκουν ἔχειν λύχνον, ἀφῃρέθη ἀπ’αὐτῶν. λαὸς δὲ τῶν ἐθνῶν καθήμενος ἐν σκότει εἶδε φῶς, οὐχ ὁποῖον Ἰσραὴλ μικρόν (μικρὸν γὰρ φῶς ἕκαστος ἦν τῶν προφητῶν), ἀλλὰ λαὸς καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, οὗ τὸ μέγεθος φαίνεται διατείνοντος ἀπὸ πέρατος γῆς εἰς τὸ πέρας αὐτῆς εὐρώστως, καὶ διοικοῦντος τὰς ἐκκλησίας χρηστῶς, ὅτε τὸ πνεῦμα αὐτοῦ πεπλήρωκε τὴν οἰκουμένην, πληρωθείσης τῆς λεγούσης προφητείας, ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσεσθαι τὸ ὄρος τοῦ θεοῦ · καὶ νῦν πορεύονται ἐπ’αὐτὸ πάντα τὰ ἔθνη, καὶ ἔστι τοῦτο Χριστὸς Ἰησοῦς.

16.4

τότε προσῆλθεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς καὶ τὰ ἑξῆς ἕως τοῦ ἀκούσαντες δὲ οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. τὸ δ’ὅμοιον αὐτῷ καὶ Μᾶρκος ἀνέγραψε τοῦτον τὸν τρόπον · καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου καὶ λέγουσιν αὐτῷ καὶ τὰ ἑξῆς ἕως τοῦ ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. ἄξιον ἐν τοῖς προκειμένοις ζητῆσαι νοῦν οὐκ εὐκαταφρόνητον καὶ ἀληθῶς εὐαγγελίῳ πρέποντα Ἰησοῦ Χριστοῦ. προπαρεθέμεθα δὲ τοῦτο, ἐπεὶ τὸ ῥητὸν τοῖς μὲν ἁπλουστέροις καὶ πάντη ἀκεραίοις καὶ βάθη θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ μὴ ἐπισταμένοις ζητεῖν ἐμφαίνει ἁπλότητα ἀξιώσεώς τινος καὶ τῆς πρὸς αὐτὴν τοῦ Ἰησοῦ ἀποκρίσεως. τοῖς δὲ κἂν ἐπὶ ποσὸν δυναμένοις βασανίζειν προβλήματα αὐτόθεν ἐμφαινόμενος νοῦς βραχύς ἐστι καὶ εὐτελὴς καὶ οὐδὲν ἔχων μέγα, μάλιστα ὅτε Ἰησοῦς ἀποκρίνεται ἁρμόζον αὐτοῦ τῇ μεγαλονοίᾳ. ὥσπερ γὰρ ἐπὶ κοσμικῆς βασιλείας ἐν προαγωγῇ δοκοῦσιν εἶναι οἱ συγκαθεζόμενοι τῷ βασιλεῖ ἐν τῇ βασιλικῇ ἐσθῆτι καθεζομένῳ καὶ ὁτιποτοῦν τῶν τῆς βασιλικῆς πραγμάτων διέποντι, οὕτω δόξει (κατὰ τὴν λέξιν) φανταζομένη μήτηρ τῶν υἱῶν Ζεβεδαίου ( ὡς Μᾶρκος ἀνέγραψεν Ἰάκωβος καὶ Ἰωάννης) ἀξιοῦν ἀπὸ τοῦ σωτῆρος τὸ καθεσθῆναι τὸν μὲν ἕτερον ἐκ δεξιῶν αὐτοῦ ἐν τῇ βασιλείᾳ τυγχάνοντος, τὸν δὲ λοιπὸν ἐξ ἀριστερῶν. καὶ οὐδὲν μὲν ἦν παράδοξον, γυναῖκα γυναικείας ἀπὸ ἁπλότητος καὶ ἰδιωτείας τοιαῦτα νομίζειν δεῖν ἀξιοῦν. δεδόσθω δὲ ὅτι καὶ οἱ δύο ἀπόστολοι, ὡς ἄνθρωποι ἔτι ἀτελεῖς καὶ μηδὲν νοοῦντες βαθύτερον περὶ τῆς βασιλείας Χριστοῦ, τοιαῦτα ὑπελάμβανον περὶ τῶν συγκαθεζομένων τῷ Ἰησοῦ · ἐπὰν δὲ καὶ Ἰησοῦς ὡς συγκατατιθέμενος τῷ μέγα εἶναι τὸ καθεσθῆναί τινα ἐκ δεξιῶν ἐξ εὐωνύμων αὐτοῦ ἐπαίρῃ τὴν ἀξίωσιν καὶ λέγῃ · οὐκ οἴδατε τί αἰτεῖσθε καὶ οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου, ζητήσαι τις ἂν συνετὸς δοκῶν εἶναι ἀκροατὴς τῆς γραφῆς, τί βούλεται τὸ καθέζεσθαι ἐκ δεξιῶν ἐξ εὐωνύμων Ἰησοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ. καὶ πρὸς τοὺς ὑπολαμβάνον τάς γε περιεργότερον ἡμᾶς ταῦτα ζητεῖν συνακτέον τὰ περὶ καθίσεων ἀναγεγραμμένα θεοῦ τοῦ Χριστοῦ, ἵνα τῇ βασάνῳ τῶν εἰς τοῦτο συναγομένων καὶ παραθέσει αὐτῶν πρὸς ἄλληλα ἀνατεῖλαι δυνηθῇ μέγεθός τι δόγματος ἀπὸ ἁπλουστέρου παραδείγματος ληφθέντος. οἷον ἐν μὲν τῇ τρίτῃ τῶν Βασιλειῶν γέγραπται ὅτι εἶπε Μιχαίας · εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ καὶ τὰ ἑξῆς · ἐν δὲ τῇ δευτέρᾳ τῶν Παραλειπομένων αὐτὸς Μιχαίας φησὶ παραπλήσια τούτοις ἐν τῷ · ἀκούσατε λόγον κυρίου. εἶδον κύριον καθήμενον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ καὶ τὰ ἑξῆς. καὶ ἐν Ἡσαΐᾳ δὲ γέγραπται · καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας βασιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ τὰ ἑξῆς. ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ τοιαῦτα γέγραπται · ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο καὶ τὰ ἑξῆς. παραπλήσια τούτοις ἔστιν εὑρεῖν καὶ ἐν τῷ Ἰεζεκιὴλ κατὰ τὴν ἀρχὴν τῆς προφητείας αὐτοῦ, ὅτε φησίν · ὑπεράνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν (δῆλον δ’ὅτι τῶν χερουβὶμ) ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ’αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. ἐν δὲ τῷ ἑκατοστῷ ἐν νάτω Ψαλμῷ τὸ εἶπεν κύριος τῷ κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου ἐμφαίνει κάθισιν τοῦ πατρὸς καὶ ἄλλην τοῦ σωτῆρος καθεζομένου ἐκ δεξιῶν αὐτοῦ. καὶ πάλιν ἐν ἄλλῳ Ψαλμῷ εὐχόμενος προφήτης φησίν · καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, καὶ πάλιν · θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. εἰ δὲ καὶ ἀπὸ τῶν εὐαγγελίων παράδειγμα βούλει λαβεῖν, ἄκουε Ματθαίου ἀναγράφοντος τίνα τρόπον Ἰησοῦς εἶπε τοῖς μαθηταῖς · ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ τὰ ἑξῆς καί · ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως. καὶ Ματθαῖος καὶ ταῦτά φησιν · ὅταν ἔλθῃ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ τὰ ἑξῆς, καί · ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως. τὸ δὲ ἰσοδυναμοῦν αὐτῷ καὶ Μᾶρκος ἀνέγραψεν ἐν τῷ καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ Λουκᾶς δὲ τὸ ὅμοιόν φησιν ἐν τῷ ἀπὸ γὰρ τοῦ νῦν ἔσται υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. καὶ τί με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον μετὰ τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινοτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι καὶ μυστικωτέραν, ἵν’εὐλόγως δυνηθῇ ὑπὸ τῶν ἐπὶ τὰ θεῖα νοήματα ἀναβαίνειν οἵωντε ὄντων ἐξετασθῆναι καὶ εὑρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος πάντα πνευματικοῦ καὶ ὑπ’οὐδενὸς ἀνακρινομένου, ἀνάλογον ταῖς τοῦ Παύλου περὶ πνευματικῶν φωναῖς καὶ περὶ τῶν εὐαγγελικῶν ἐροῦντος. ὡς γὰρ Παῦλος κατὰ τὸν πνευματικὸν ἐκλαβὼν νόμον τὰ περὶ τοῦ μάννα καὶ τῆς πέτρας καὶ τοῦ ἀπ’αὐτῆς ὕδατός φησι · καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον · ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, δὲ πέτρα ἦν Χριστός, οὕτως εἴποι ἂν ἐπὶ τὴν πέτραν ταύτην ἑστὼς πνευματικὸς καὶ ἐπὶ τούτῳ εὐχαριστῶν τῷ θεῷ καὶ λέγων καὶ περὶ ἑαυτοῦ · ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου, ὅτι πνευματική ἐστιν κάθισις θεοῦ ἐπὶ πνευματικοῦ θρόνου καὶ Χριστοῦ ὁμοίως, καὶ τὸ ἐκ δεξιῶν τῆς δυνάμεως καθέζεσθαι τὸν Χριστὸν πνευματικόν ἐστιν. οὐδὲν γὰρ κατὰ ταῦτα δηλοῦται περὶ σωματικῆς καθίσεως, (ἣν ὡρίσαντο ἑδρασμὸν εἶναι ἐπὶ τῶν ἰσχίων ἑδραζομένων ἐπί τινος ἕδρας) · καὶ γὰρ γελοῖον διὰ τὸ σωματικῶς ταῦτα ὠνομάσθαι νομίζειν θρόνους τινὰς σωματικῶς εἶναι δεδημιουργημένους, οὐκ οἶδα ἐκ ποίας ὕλης, δεκτικοὺς τῆς καθίσεως τοῦ θεοῦ τοῦ Χριστοῦ τῶν καθεζομένων ἐκ δεξιῶν ἐξ εὐωνύμων Χριστοῦ, οἷς ἡτοίμασε τὸ τοιοῦτον πατήρ. οὐκ οἶδα δὲ εἰ εὐαγές ἐστι σωματικὸν νομίζειν εἶναι τὸ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ θεοῦ ἑστηκέναι τὴν στρατιὰν τοῦ οὐρανοῦ σωματικῶς, πάλιν οἴεσθαι τοὺς μὲν σῳζομένους καὶ ἐπαινουμένους ἐν τοῖς σωματικοῖς εἶναι δεξιοῖς τοῦ βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς δὲ ψεκτοὺς καὶ ἀπολουμένους ἐν τοῖς ἀνάλογον τούτοις σωματικοῖς εὐωνύμοις.

16.5

ἀλλὰ μήποτε τὸ μὲν ἀποκαταστῆναι ἐπὶ τὴν βασιλείαν ἀπολαβόντα τὴν ἑαυτοῦ ἀρχὴν Χριστόν, καταργηθείσης τῆς βασιλευούσης ἐν τοῖς θνητοῖς σώμασι τῶν ἀνθρώπων ἁμαρτίας καὶ πάσης τῆς ἀρχούσης τῶν πονηρῶν ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, τοῦτ’ἔστι τὸ καθεσθῆναι αὐτὸν ἐπὶ θρόνου δόξης αὐτοῦ · τὸ δὲ καὶ δεξιὰ καὶ εὐώνυμα ποιῆσαι πάντα τῷ θεῷ, ἵνα μηκέτι σκαιόν τι πρὸς αὐτόν, τοῦτ’ἔστι τὸ ἐσόμενον ἐν τοῖς ἐκ δεξιῶν τῆς δυνάμεως ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν τὸ ἐκ δεξιῶν τῆς δυνάμεως καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ λόγου · οὓς ἀποκαθίστησιν θεὸς συνεργήσας αὐτοῖς καὶ ἑτοιμάσας τὸ ἐγγίζειν τῇ Χριστοῦ ὑπεροχῇ, ἵν’ μὲν προηγούμενος τῶν ἄλλων τῶν Χριστῷ ἐγγιζόντων ἐκ δεξιῶν καὶ οἷον ἁπτόμενος αὐτοῦ καὶ κολλώμενος τοῖς τοῦ λόγου δεξιοῖς, δὲ ὑποδεέστερος ἐγγὺς τῶν ἀριστερῶν αὐτοῦ. δεξιὰ δὲ ὅρα εἰ δύνασαι νοῆσαι Χριστοῦ τὰ ἀόρατα ὀνομαζόμενα κτίσματα, ἀριστερὰ δὲ τὰ ὁρατὰ καὶ σωματικά. ἀλλὰ Χριστὸς μὲν πάντων βασιλεύει · ἤδη δὲ τῶν ἐγγιζόντων αὐτῷ οἱ μὲν κεκλήρωνται τὰ δεξιὰ καὶ νοητά, οἱ δὲ τὰ ἀριστερὰ καὶ αἰσθητά. καὶ μήποτε ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου (οὓς ἐκάλεσε Βοανεργὲς σωτήρ, ἐστιν υἱοὶ βροντῆς), βροντὴ αὐτή, μεγάλα κρίνασα περὶ τῶν υἱῶν αὑτῆς Ἰακώβου καὶ Ἰωάννου (καὶ γὰρ ἦσαν μεγάλοι) καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν παρὰ πᾶσαν γεννητὴν φύσιν ὡς χωρήσαντας τὴν μεγαλοφωνίαν αὐτῆς, προσελθοῦσα ἠξίου τὸν κύριον, ἵνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ’ἄλλον ἐξ εὐωνύμων. δὲ σωτὴρ διελέγχων καὶ τὴν τηλικαύτην μεγαλόφωνον μητέρα τοῦ Ἰακώβου καὶ Ἰωάννου ὡς ἀγνοοῦσαν, τίνες οἱ ὑπερέχοντες καὶ ὅτι τηλικαύτη δωρεὰ χάρις ἐστὶ μόνου τοῦ ἐπὶ πᾶσι θεοῦ συμπνέοντος καὶ συνεργοῦντος καὶ ἱδρύοντος ἐν τῇ τοιαύτῃ ὑπεροχῇ, οὓς εἶδεν ἐπιτηδείους, εἶπε τὸ οὐκ οἴδατε τί αἰτεῖσθε καί · τὸ καθίσαι ἐκ δεξιῶν μου ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. ἐπιστήσει δὲ δυνάμενος τίνα μὲν ὑπὸ τοῦ σωτῆρος δίδοται, τίνα δὲ ὑπὸ τοῦ πατρός, ὁρῶν ὅτι ἔστι τινὰ οὐ δοίη ἂν υἱός, ἀλλ’αὐτὸς πατήρ. εἰ δὲ τοιοῦτόν τι παρίστησι καὶ τὰ εὐαγγέλια, ὅπου μὲν εἰσάγοντα τὸν σωτῆρα εὐχόμενον περί τινων δυνάμεων ἵνα αὐτῷ ὑπαρχθῇ τὰ αἰτήματα ἀπὸ τοῦ πατρός, ὅπου δὲ χωρὶς εὐχῆς ποιοῦντα ὡς ἤδη ἔχοντα ἐκεῖνα περὶ ὧν ἠξίωτο, τολμηρὸν μὲν ζητῆσαι, ὅμως δὲ δυνάμενος μετὰ εὐλαβείας καὶ ταῦτα ἐξεταζέτω. παραστῆσαι δ’οἶμαι βουλόμενος τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου καὶ αὐτοῖς, ὅτι καὶ ἔλειπεν αὐτοῖς πρὸς τὸ τελειῶσαι τὰ ἐν ἀνθρώποις ἐφικτὰ οὐ τὰ τυχόντα, ἀποκριθεὶς εἶπε μετὰ τὸ οὐκ οἴδατε τί αἰτεῖσθε τὸ δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλω πίνειν ( ὡς Μᾶρκος ἀνέγραψε · δύνασθε τὸ ποτήριον πιεῖν ἐγὼ πίνω τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι;).

16.6

καὶ ἐν τούτοις δὲ ζητήσει τις τί τὸ ποτήριον καὶ τί τὸ βάπτισμα, ὡς ἕτερα ἀλλήλων ὄντα ἀμφότερα καὶ οὕτως ὠνομασμένα καὶ δεόμενα οὐ τῆς τυχούσης δυνάμεως τῆς τοῦ πιομένου τοῦ βαπτισθησομένου, καὶ πιομένου οὐκ ἄλλο ποτήριον ἔμελλε πίνειν Ἰησοῦς βαπτισθησομένουτε παραπλησίως βάπτισμα, αὐτὸς ἔμελλε βαπτίζεσθαι κύριος. οἱ πολλοὶ μὲν οὖν τὰ ἀμφότερα ἄγουσιν εἰς τὴν κατὰ τὸ μαρτύριον οἰκονομίαν, οὐ παριστάντες οὔτε εἰ δύο ἐπινοίας ἔχει δηλουμένας διὰ τῶν δύο ὀνομάτων ἓν τῇ ὑποστάσει τυγχανόντων, οὔτ’εἰ δύναται καὶ δύο δηλοῦσθαι ἐν τούτοις πράγματα. ἡμεῖς δὲ οὐκ ἀποδοκιμάζομεν μὲν καὶ ταύτην τὴν ἐκδοχήν, ἐφίσταμεν δὲ εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα. καὶ ἐπεὶ πολύ ἐστι τὸ νῦν ἀκριβῶς διαλαβεῖν περὶ αὐτῶν, ὀλίγα εἰς τὸ στῆναι τὰ ἐμφαινόμενα ἡμῖν παραστήσομεν εἰς τὸν τόπον. καὶ εἰς μὲν τὸ δηλοῦσθαι ἐν τούτοις τὸ μαρτύριον οὐ μόνῳ χρήσεταί τις τῷ πάτερ, εἰ δυνατόν, παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ἐμοῦ, ὡς ἐπιπόνως πινόμενον ὑπὸ τοῦ ἀναδεχομένου τοὺς ἐν τῷ μαρτυρίῳ ἀγῶνας, ἕως τις ἐκπίῃ ὑπομείνας τὰ κατὰ τὸν ἐν τῷ μαρτυρίῳ πειρασμὸν πάντα τὰ προσαγόμενα αὐτῷ, ἀλλὰ καὶ τῷ ἐν ἑκατοστῷ πεντεκαιδεκάτῳ Ψαλμῷ εἰρημένῳ · τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. τίμιος ἐναντίον κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ. οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀποδοῦναι τῷ κυρίῳ ἐφ’οἷς εὐηργετήθημεν τὸ τοῦ σωτηρίου ποτήριον προθύμως λαβεῖν καὶ ἐπικαλέσασθαι τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό · ἐν ἐκπινομένῳ ἀποδίδωσί τις τὰς εὐχὰς αὑτοῦ πάσας τῷ κυρίῳ ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. σαφῶς δὲ ἐδίδαξεν ἐν τούτοις ὅτι τὸ ποτήριον τὸ μαρτύριόν ἐστιν ἐπαγαγὼν τοῖς κατὰ τὸ ποτήριον τὸ τίμιος ἐναντίον κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ. τῇ δὲ ἐπινοίᾳ τὸ μαρτύριον δύο ἐστίν, ὧν τὸ μὲν ἓν καλεῖται ποτήριον σωτηρίου, τὸ δὲ λοιπὸν βάπτισμα. καὶ καθὸ μὲν ὑπομένει τις τοὺς πόνους, ποτήριόν ἐστιν ἐκπινόμενον ὑπὸ τοῦ φέροντος πάντα τὰ προσαγόμενα εἰς ἑαυτόν, ἀναλαμβάνοντος καὶ οἱονεὶ πίνοντος τὰς ἀλγηδόνας καὶ μὴ ἀπωθουμένου αὐτὰς μη δὲ ἀποβάλλοντος ἐμοῦντος. καθὸ δὲ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὑπομείνας, βάπτισμά ἐστιν · εἰ γὰρ τὸ βάπτισμα ἄφεσιν ἁμαρτημάτων ἐπαγγέλλεται, καθὼς παρειλήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ τὸ τοῦ μαρτυρίου ὑπομείνας βάπτισμα, βάπτισμα τὸ μαρτύριον εὐλόγως λέγοιτ’ἄν. ὅτι δὲ ἄφεσις ἁμαρτημάτων γίνεται παντὶ τῷ τὸ μαρτύριον ὑπομείναντι, δῆλον ἐκ τοῦ πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ὁμολογεῖ δὴ ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς σωτὴρ πάντα τὸν ὁμολογήσαντα, κἂν τύχῃ πρὸ τῆς ὁμολογίας ὁτιποτοῦν ἁμαρτών · εἰ γὰρ τοὺς ὁτιποτοῦν ἁμαρτόντας ὁμολογήσαντας οὐχ ὁμολογήσει, οὐκ ἔσται ἀληθὲς τὸ πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ καὶ τὰ ἑξῆς. οὐκ οἶμαι δ’ὅτι ἔμπροσθεν τοῦ ἐν οὐρανοῖς πατρὸς ὁμολογήσει σωτὴρ τὸν ὁποιῳποτοῦν ἔνοχον ἁμαρτήματι · παρρησιαζομένου γὰρ υἱοῦ ἐνώπιον πατρός ἐστιν ὁμολογία ἐπὶ τῷ ὁμολογουμένῳ ὡς ἀξίῳ τῆς Χριστοῦ ἐπὶ τοῦ πατρὸς ὁμολογίας. μὴ σαινέτω δὲ ἡμᾶς εἰ σωτὴρ παρὰ τῷ Μάρκῳ καὶ τὸ ποτήριον πίνει, καὶ τὸ βάπτισμα βαπτίζεται · καὶ γὰρ ἡνίκα Ἰωάννης ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ Ἰησοῦς παραγίνεται πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’αὐτοῦ οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν’ἡμεῖς τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν. μᾶλλον δὲ ἐμφαίνεται τὸ καθαρίζεσθαι ἡμᾶς ἐπὶ τῷ μαρτυρίῳ αὐτῷ, καθὸ ἐβαπτίζετο ἀναλαβὼν ἡμῶν τὰς ἁμαρτίας, ἵνα αὐτὰς λύσῃ καὶ ἀφ’ἡμῶν καὶ ἀφ’ἑαυτοῦ · διόπερ ἀπέθανεν, ἀπέθανε τῇ ἁμαρτίᾳ ἡμῶν, ἐπεὶ αὐτὸς ἀπέθανε τῇ ἁμαρτίᾳ οὐ τῇ ἑαυτοῦ ἀλλὰ τῇ ἡμετέρᾳ, εἴ γε ἔχειν λόγον τὸ τοιοῦτον δόξει τισί. πεπώκασι δὲ κατὰ ταῦτα, ὡς ἐμοὶ δοκεῖν, καὶ τὸ ποτήριον καὶ τὸ βάπτισμα ἐβαπτίσθησαν οἱ τοῦ Ζεβεδαίου υἱοί, ἐπείπερ Ἡρώδης μὲν ἀπέκτεινεν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, δὲ Ῥωμαίων βασιλεὺς (ὡς παράδοσις διδάσκει) κατεδίκασε τὸν Ἰωάννην μαρτυροῦντα διὰ τὸν τῆς ἀληθείας λόγον εἰς Πάτμον τὴν νῆσον. διδάσκει δὲ τὰ περὶ τοῦ μαρτυρίου ἑαυτοῦ Ἰωάννης, μὴ λέγων τίς αὐτὸν κατεδίκασε, φάσκων ἐν τῇ Ἀποκαλύψει ταῦτα · ἐγὼ Ἰωάννης, ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὰ ἑξῆς. καὶ ἔοικε τὴν ἀποκάλυψιν ἐν τῇ νήσῳ τεθεωρηκέναι.

16.7

δὲ προστιθεὶς μετὰ τὴν ἀποδεδομένην διήγησιν εἰς τὸ ποτήριον καὶ τὸ βάπτισμα τοιαῦτά φησιν · ὥσπερ ἔστι τι βρῶμα τοῦ σωτῆρος, περὶ οὗ λέγει · ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον, οὕτως ἀνάλογόν ἐστι ποτήριον ἐκείνῳ τῷ βρώματι. τολμηρὸν μὲν διορίσαι ἀπὸ τοῦ βρώματος καὶ παραστῆσαι πραγματικῶς, ὅμως δὲ δυνάμενος ἐπιστησάτω μήποτε τὸ μὲν πρακτικόν ἐστι τὸ βρῶμα τὸ δὲ θεωρητικὸν τὸ πόμα. κατὰ γὰρ τὸ ἐσθίειν τὸν Χριστόν, ἐν τῷ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειοῦν ἐκείνου τὸ ἔργον, τὸ καὶ πίνειν αὐτόν ἐστιν, ἐν τῷ νοεῖν τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὴν γνῶσιν. εἰ δὲ δύναται μὴ εἰς ταύτην τὴν διαφορὰν ἀναφέρεσθαι καὶ τὸ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις, καὶ σὺ κρινεῖς. λέγοι γὰρ ἄν τις ὅτι ἀληθῶς μὲν βρῶσις πρᾶξις, ἀληθῶς δὲ πόσις θεωρία, καὶ τοῦτο φάσκων ἐρεῖ ὅτι διὰ τοῦτο πρῶτον δίδωσι τὸν ἄρτον εὐλογήσας καὶ κλάσας τοῖς μαθηταῖς ἐπεὶ πρώτη ἐστὶν πρᾶξις, καὶ μετὰ τοῦτο λαβὼν ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων · πίετε ἐξ αὐτοῦ πάντες ἐπεὶ δεῖ τὰ τῶν πράξεων ῥυθμίσαντα καὶ τὸ πρακτικὸν κατορθώσαντα οὕτως ὁδεύειν διὰ τῶν πραγμάτων καὶ ἐπὶ θεωρίαν αὐτῶν. καὶ γὰρ κατὰ τὸν προφήτην λέγεται τὸ σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, ἵνα πρῶτον πράξωμεν τὸ δέον · καὶ μετὰ τοῦτό φησι · φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ὡς ὁδῷ γάρ τις μετὰ τὸ τὰ ἤθη καθᾶραι ὁδεύοι ἂν ἐπὶ τὴν γνῶσιν καὶ φωτίζοιτο ἐν αὐτῇ. καὶ ταῦτα δὲ παρεκβατικῶς λέλεκται διὰ τὴν περὶ τοῦ ποτηρίου βαθυτέραν ἐξέτασιν. καὶ ἐν εἰκοστῷ δευτέρῳ Ψαλμῷ λέλεκται πρῶτον μὲν τὸ ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με, ἑξῆς δὲ καὶ τό · ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. μὴ ὑπολαμβανέτω δ’ἡμᾶς ἐντυγχάνων τῇδε τῇ γραφῇ κρατεῖν ὅτι ἐχρῆν πως διηγήσασθαι τὰ περὶ τῶν ἀναγεγραμμένων καθίσεων τοῦ θεοῦ τοῦ Χριστοῦ. ἀπολογούμεθα γὰρ ὅτι δυσωπῆσαι μόνον ἀπὸ τῶν ῥητῶν προέκειτο τὰ περὶ καθίσεως καὶ ἀποστῆσαι τὸν ἐντυγχάνοντα ἀπὸ τῆς ταπεινοτέρας ἐκδοχῆς. ἄλλῳ γὰρ καιρῷ ἐχρῆν προηγουμένην τινὰ σκέψιν ποιήσασθαι περὶ καθίσεως καὶ στάσεως καὶ περιπάτου θεοῦ τοῦ Χριστοῦ, ὅπερ οὐκ ἀπαιτεῖ παροῦσα διήγησις · μεγίστη γὰρ ἂν καὶ ἄκαιρος ἐγένετο παρέκβασις.

16.8

πλὴν τούτων λεχθέντων ὑπὸ τοῦ σωτῆρος πρὸς τὴν ἀξίωσιν τῆς μητρὸς Ἰωάννου καὶ Ἰακώβου αὐτῶν τῶν υἱῶν Ζεβεδαίου ἀκούσαντες (φησὶν) οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν ὡς ἀξιωσάντων προτιμηθῆναι τῶν λοιπῶν. παρατήρει δ’ὅτι καὶ Ἰούδας ἐν τοῖς ἀγανακτοῦσιν ἦν (καὶ ἀνέγραψε τοῦτο καὶ Μᾶρκος). εἰ δὲ ἐν τοῖς ἀγανακτοῦσιν ἦν μετὰ τῶν λοιπῶν ἐννέα, μήποτε ἔτι οὐδέπω βεβλήκει διάβολος εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα αὐτὸν τὸν κύριον ἡμῶν παραδῷ, ἀλλ’ἔτι καὶ τῇ προαιρέσει εἷς τῶν ἀποστόλων Ἰούδας ἦν. πολλὰ δὲ περὶ αὐτοῦ ἐν τοῖς πρὸ τούτων εἰπόντες, νῦν οὐκ ἐπαναλαμβάνομεν περὶ τοῦ κατασκευάσαι ὅτι Ἰούδας προαιρέσεως ὢν ὁποίας καὶ οἱ λοιποὶ πέπτωκε καὶ ἐνέπεσεν εἰς τὴν παγίδα τοῦ πονηροῦ, καὶ φιλαργυρήσας καὶ προδοὺς τὸν σωτῆρα. δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν · οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ δοῦναι τὴν ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν. τούτοις τὰ ἰσοδυναμοῦντα καὶ Μᾶρκος ἀνέγραψεν. ἐτηρήσαμεν δὲ ὥσπερ ἐπ’ἄλλων πλειόνων καὶ τὴν τάξιν τῶν ἀναγεγραμμένων τηροῦντας Ματθαῖον καὶ Μᾶρκον, εἴτε θεραπειῶν εἴτε λόγων, οὕτως καὶ ἐνταῦθα. ἑξῆς γὰρ τὰ ἀπὸ τοῦ μέλλων δὲ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα καὶ παρέλαβε τοὺς δώδεκα κατ’ἰδίαν μέχρι τοῦ εὐθέως δὲ ἀποστέλλει αὐτοὺς πάντα τῇ τάξει τετήρηκε καὶ Μᾶρκος ἀπὸ τοῦ ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα μέχρι τοῦ εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε. σὺ δὲ παραθεὶς τὰ εὐαγγέλια ἀλλήλοις κατὰ τοὺς τόπους τούτους καὶ συγκρίνων αὐτοὺς εὑρήσεις τὸ λεγόμενον. καὶ Λουκᾶς μέντοι ἐκ μέρους τὸ ὅμοιον ἀνέγραψε προτάξας αὐτῶν τὸ ἐγένετο δὲ φιλονεικία αὐτῶν, τὸ τίς αὐτῶν ἂν εἴη μείζων. ἐν τούτοις γὰρ ἐπιφέρει · δὲ εἶπεν αὐτοῖς · οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. ὑμεῖς δὲ οὐχ οὕτως καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν λελέχθω, ἵν’ἡμᾶς μὴ λανθάνῃ τὰ περὶ τῆς ἰσοδυναμίας τῶν κατὰ τὸν τόπον τετηρημένης Ματθαίῳ καὶ Μάρκῳ, καὶ ἐκ μέρους τῷ Λουκᾷ. ἤδη δὲ καὶ τὴν διάνοιαν τῶν λεγομένων ἡμῖν ἐξεταστέον. προείρηται ὅτι τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπεδικάζοντο Ἰάκωβος καὶ Ἰωάννης, καὶ ἠξίουν λαβεῖν τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ ( μήτηρ αὐτῶν τοῦτο ᾔτει περὶ αὐτῶν), καὶ λέλεκται ὅτι ἐπὶ τούτοις, ὡς καὶ αὐτοὶ τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπιδικαζόμενοι, οἱ λοιποὶ ἠγανάκτησαν δέκα, εἰ ὑφαρπάζειν βούλονται Ἰάκωβος καὶ Ἰωάννης, ὡς ὑπὲρ τοὺς λοιποὺς δέκα ὄντες, τὴν πρὸς τὸν Ἰησοῦν κατὰ τὴν δόξαν ἐγγύτητα. τούτων δὲ προειρημένων κατὰ τὸ εὔλογον Ἰησοῦς προσκαλεῖται ἤτοι τοὺς ἀγανακτήσαντας δέκα, καὶ μετὰ τῶν λοιπῶν δύο, καὶ διδάσκει τὴν ὁδὸν καθ’ἣν μέγας καὶ πρῶτός τις ἔσται παρὰ τῷ θεῷ. τὸ δὲ λεγόμενον τοιοῦτον ἦν ὅτι οἱ μὲν τῶν ἐθνῶν ἄρχοντες ( δοκοῦντες αὐτῶν ἄρχειν) οὐκ ἀρκούμενοι τῷ κυριεύειν τῶν ὑποτεταγμένων, βιαιότερον αὐτῶν κρατεῖν θέλοντες καὶ κατακυριεύουσιν αὐτῶν. ὁμοίως δὲ καὶ οἱ ὡς κατὰ τὴν ἐν τῷ βίῳ τούτῳ ἀξίαν ἐν τοῖς ἔθνεσι μεγάλοι οὐχ ἵστανται ἐπὶ τοῦ ἐξουσιάζειν τῶν ὑπηκόων, ἀλλὰ κατεξανιστάμενοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. ἐν ὑμῖν δὲ τοῖς ἐμοῖς γνωρίμοις μὴ ἔστω ταῦτα, μη δὲ οἱ ἀρχήν τινα ἐγκεχειρισμένοι τῶν εἰς ἐμὲ πιστευόντων ἐξουσίαν ἐν ἐκκλησίᾳ τοῦ πατρός μου καὶ θεοῦ ἔχειν νενομισμένοι κατακυριευέτωσαν τῶν ἰδίων ἀδελφῶν κατεξουσιαζέτωσαν τῶν ἐπὶ τὴν δι’ἐμοῦ θεοσέβειαν καταπεφευγότων. ἀλλ’εἴπερ βούλεταί τις παρὰ τῷ πατρί μου κριθῆναι μέγας καὶ συγκρίσει τῶν ἑαυτοῦ ἀδελφῶν ὑπερέχων, πᾶσι διακονείτω ὧν βούλεται εἶναι μείζων. εἰ δὲ καὶ τῶν παρ’ἐμοὶ πρωτείων τις ὀρέγεται, ἴστω μηδενὸς ἔσεσθαι πρῶτος, παρὸν δουλεύειν μὴ ἐδούλευσε δουλείαν τὴν καὶ ἐν μετριότητι καὶ τῇ ἐπαινετῇ ταπεινότητι, τόντε δουλεύοντα ὠφελῆσαι δυναμένην ὀνῆσαι δὲ ἀναπαῦσαι καὶ τοὺς δουλευομένους. δὲ Λουκᾶς βασιλεῖς καὶ ἐξουσιάζοντας ἐθνῶν παραλαμβάνει εἰς τὸν λόγον, ἀποτρέπων τὸν βουλόμενον εἶναι ἐν τοῖς ἀδελφοῖς μείζονα μιμεῖσθαι τὴν βασιλικὴν ἐξουσίαν τὴν τῶν ἐξουσιαζόντων τῆς κολακείας ἐπιθυμίαν, διδάσκων δ’ἡμᾶς ἵν’ μὲν ἀληθῶς ἐν ἡμῖν μείζων γένηται ὡς νεώτερος (τουτέστιν ὡς παιδίον) ἁπλότητος καὶ ἰσότητος χάριν, δὲ ἡγούμενος (οὕτω δὲ οἶμαι ὀνομάζειν τὸν καλούμενον ἐν ταῖς ἐκκλησίαις ἐπίσκοπον) ὡς τοῖς ὑπηρετουμένοις διακονούμενος. καὶ ταῦτα μὲν τοῦ θεοῦ διδάσκει ἡμᾶς λόγος. ἡμεῖς δὲ ἤτοι μὴ νοοῦντες τὸ βούλημα τῆς διδασκαλίας ἐν τούτοις Ἰησοῦ καταφρονοῦντες τῶν τηλικούτων ὑποθηκῶν τοῦ σωτῆρος, τοιοῦτοί ἐσμεν ὡς ἐνίοτε καὶ τὸν τῶν κακῶς ἀρχόντων ἐν τοῖς ἔθνεσιν ὑπερβάλλειν τῦφον καὶ μονονουχὶ ζητεῖν ὡς οἱ βασιλεῖς δορυφόρους, καὶ φοβεροὺς ἑαυτοὺς καὶ δυσπροσίτους μάλιστα τοῖς πένησι κατασκευάζοντες, τοιοῦτοί ἐσμεν πρὸς αὐτούς, ἐντυγχάνοντας ἡμῖν καὶ περί τινων ἀξιοῦντας, ὡς οὐ δὲ οἱ τύραννοι καὶ ὠμότεροι τῶν ἀρχόντων πρὸς τοὺς ἱκέτας. καὶ ἔστι γε ἰδεῖν ἐν πολλαῖς νομιζομέναις ἐκκλησίαις, καὶ μάλιστα ταῖς τῶν μειζόνων πόλεων, τοὺς ἡγουμένους τοῦ λαοῦ τοῦ θεοῦ μηδεμίαν ἰσολογίαν ἔχοντας πρὸς αὑτοὺς ἔχειν ἐπιτρέποντας, ἔσθ’ὅτε καὶ τοῖς καλλίστοις τῶν Ἰησοῦ μαθητῶν […] εἶναι πρὸς αὐτούς. καὶ μὲν ἀπόστολος τοῖς κυρίοις περὶ τῶν οἰκετῶν ἐντολὴν δίδωσι λέγων · οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ · διδάσκει δὲ καὶ ἀνιέναι τὴν ἀπειλὴν τοὺς δεσπότας κατὰ τῶν οἰκετῶν. ἔστι δέ τινας ἰδεῖν ἐπισκόπους ὠμῶς ἀπειλοῦντας, ὁτὲ μὲν προφάσει ἁμαρτίας, ὁτὲ δὲ τῷ καταφρονεῖν τῶν πτωχῶν, παρὰ τὸν ἀποστολικὸν λόγον ἐν λέλεκται · δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν · μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, καὶ πάλιν τὴν πρὸς τοὺς ὑποχειρίους ἰσότητα μήτε ἐννοοῦντας μήτε φανταζομένους ὅτι καθήκει ἀτυφίαν καὶ ἰσότητα μάλιστα Χριστιανοῖς ἐμπολιτεύεσθαι, καὶ ἐξαιρέτως ἐν τοῖς ὑπεροχήν τινα ὀνόματος ἐκκλησιαστικοῦ φοροῦσι · γέγραπται γάρ · ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι κυρίου εὑρήσεις χάριν. ἐχρῆν δ’ἡμᾶς εἰδέναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον · πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται, ἐκκλίνειν δὲ καὶ τὸ περιπεσεῖν τῷ μέγα φρονῆσαι εἰπεῖν λόγον, ὃν εἶπεν θέλων ἑαυτὸν δικαιῶσαι πρὸς τὸν Ἰησοῦν διδάξαντα τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν, ὃς οὐκ ᾐδέσθη τῷ σωτῆρι εἰπεῖν · καὶ τίς ἐστί μου πλησίον; ἔδει δὲ καὶ ἀπὸ Παύλου ἀνεγνωκέναι τὸ δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. ἐχρῆν μιμήσασθαι καὶ τὸ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε; οἱ ἄρχοντες οὖν τῶν μὲν ἐθνῶν κατακυριευέτωσαν αὐτῶν, τῆς δὲ ἐκκλησίας δουλευέτωσαν αὐτῇ. ἀλλὰ καὶ οἱ μεγάλοι μὲν τῶν ἐθνῶν κατεξουσιαζέτωσαν αὐτῶν, τῶν δὲ πιστῶν ἀκουέτωσαν τοῦ μάθετε ἀπ’ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. παιδευώμεθα δὲ καὶ πρὸς τὸ μὴ ἀποδέχεσθαι κολακείας μη δὲ ἡδέως καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ἐφ’οἷς ἂν δόξωμεν εὖ τινας πεποιηκέναι, εὐεργέται. οὐ ταῦτα δέ φαμεν ἀνεπιστημόνως, ταπεινοῦν ἑαυτοὺς θέλοντες ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ καὶ κατὰ τὸν λόγον αὐτοῦ ὑπὸ τὴν ἐκκλησιαστικὴν διακονίαν · ἔστι δ’ὅτε χρὴ (κατὰ τὴν ἀποστολικὴν φωνὴν) τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἐλέγχειν, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. ἔστι δ’ὅτε δεῖ χρησάμενον τῇ ἐξουσίᾳ παραδοῦναί τινα τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. σπανίως δὲ τὸ τοιοῦτο ποιητέον · νουθετητέον γὰρ τοὺς ἀτάκτους καὶ παραμυθητέον τοὺς ὀλιγοψύχους καὶ ἀνθεκτέον τῶν ἀσθενῶν καὶ πρὸς πάντας δὲ μακροθυμητέον καὶ οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδοτέον. καὶ οὐ χρὴ ἡγεῖσθαι ἐχθρὸν εἶναι τὸν ἁμαρτάνοντα, ἀλλ’ἀκουστέον τοῦ ἀποστόλου λέγοντος · μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. καὶ ταῦτα πάντα μοι λέλεκται βουλομένῳ κατὰ τὸν λόγον παραστῆσαι ὅτι οὐ μιμητέον τῷ ἄρχοντι τῆς ἐκκλησίας τὸν ἄρχοντα τῶν ἐθνῶν, οὐ δὲ ζηλωτέον τοὺς κατακυριεύοντας καὶ κατεξουσιάζοντας καὶ βασιλεῖς · ἀλλ’ὅση δύναμις καὶ ἐν τούτοις Χριστὸν μιμητέον τὸν εὐεντευκτότατον καὶ γυναιξὶν ὁμιλοῦντα καὶ παιδίοις ἐπιτιθέντα χεῖρας. εἰ καὶ μείζονα δὲ ἔχει λόγον τὸ Ἰησοῦν βεβληκέναι ὕδωρ εἰς νιπτῆρα καὶ τοὺς πόδας τῶν μαθητῶν κεκαθαρκέναι, οὐδὲν ἧττον καὶ κατὰ τὴν λέξιν ἀκουστέον αὐτοῦ περὶ τούτων λέγοντος · ὑμεῖς φωνεῖτέ με · διδάσκαλος καὶ κύριος, καὶ καλῶς λέγετε · εἰμὶ γὰρ καὶ τὰ ἑξῆς · διὰ τούτων γὰρ διδάσκει μιμητὰς αὐτοῦ τῆς ἐπαινετῆς ταπεινότητος γίνεσθαι τοὺς μαθητάς. τάχα δὲ καὶ ἐπεὶ κύριος ὢν ἐδούλευσεν ὑπὲρ ἀνθρώπων σωτηρίας τῷ γένει ἡμῶν, κατὰ τοῦτο λέγεται μορφὴν δούλου ἀνειληφέναι καὶ τεταπεινωκέναι ἑαυτὸν γενόμενον ὑπήκοον μέχρι θανάτου. καὶ εἴπερ διὰ τοῦτο θεὸς αὐτὸν ὑπερύψωσεν, βουλόμενος ὑψοῦσθαι τὰ παραπλήσια ποιησάτω τῷ διὰ τάδε τινὰ ὑπερυψοῦσθαι. καὶ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι · ἐπεὶ εἰ καὶ διηκονήθη, ἡνίκα ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ καὶ πάλιν διηκονήθη ὑπὸ τῆς Μάρθας, ἀλλ’οὐ διὰ τοῦτο ἐλήλυθε τὸ διακονηθῆναι · ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώπων, ἵνα διακονήσῃ καὶ ἐπὶ τοσοῦτον ὁδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευσάντων εἰς αὐτόν. καὶ εἰ καθ’ὑπόθεσιν πάντες ἐπίστευον εἰς αὐτόν, δεδώκει ἂν τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πάντων. τίνι δὲ ἔδωκε τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν; οὐ γὰρ δὴ τῷ θεῷ · μήτι οὖν τῷ πονηρῷ; οὗτος γὰρ ἐκράτει ἡμῶν, ἕως δοθῇ τὸ ὑπὲρ ἡμῶν αὐτῷ λύτρον τοῦ Ἰησοῦ ψυχή, ἀπατηθέντι δηλονότι καὶ φαντασθέντι ὡς δυναμένῳ αὐτῆς κυριεῦσαι καὶ οὐχ ὁρῶντι ὅτι οὐ φέρει τὴν ἐπὶ τῷ κατέχειν αὐτὴν βάσανον. διὸ καὶ θάνατος αὐτοῦ δόξας κεκυριευκέναι οὐκέτι κυριεύει γενομένου μόνου ἐν νεκροῖς ἐλευθέρου καὶ ἰσχυροτέρου τῆς τοῦ θανάτου ἐξουσίας, καὶ ἐπὶ τοσοῦτον ἰσχυροτέρου ὥστε καὶ πάντας τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν τῶν κρατουμένων ὑπὸ τοῦ θανάτου δύνασθαι ἐλευθεροῦν, οὐδὲν ἰσχύοντος κατ’αὐτῶν ἔτι τοῦ θανάτου. πᾶς γὰρ μετὰ τοῦ Ἰησοῦ ὢν ἀνεπίληπτός ἐστι τῷ θανάτῳ. ἐν μὲν οὖν τοῖς ἐξεταζομένοις τοῦ εὐαγγελίου ῥητοῖς γέγραπται σωτὴρ ἡμῶν δεδωκέναι τὴν ἑαυτοῦ ψυχὴν λύτρον ἀντὶ πολλῶν. παρὰ δὲ τῷ Πέτρῳ εἴρηται ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι · καὶ ἀπόστολος δέ φησι · τιμῆς ἠγοράσθητε · μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. οὐκοῦν ἠγοράσθημεν μὲν τῷ τιμίῳ τοῦ Ἰησοῦ αἵματι, δέδοται δὲ λύτρον ὑπὲρ ἡμῶν ψυχὴ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οὔτε τὸ πνεῦμα αὐτοῦ (πρότερον γὰρ αὐτὸ παρέθετο τῷ πατρὶ λέγων · πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου) οὔτε τὸ σῶμα (οὐδὲν γὰρ εὕρομέν πω τοιοῦτον περὶ αὐτοῦ γεγραμμένον). καὶ ἐπεὶ δέδοται ψυχὴ αὐτοῦ λύτρον ἀντὶ πολλῶν, οὐκ ἔμενε δὲ παρ’ἐκείνῳ ἐδέδοτο λύτρον ἀντὶ πολλῶν, διὰ τοῦτό φησιν ἐν πεντεκαιδεκάτῳ Ψαλμῷ τὸ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην. γενόμενος δὲ ἅπαξ κατὰ τὸν τόπον ὑπομνήσαιμ’ἂν τοὺς φαντασίᾳ δοξολογίας τῆς περὶ τοῦ Χριστοῦ συγχέαντας τὰ περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως τοῖς περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος Ἰησοῦ, τάχα δὲ καὶ τοῦ πνεύματος αὐτοῦ, καὶ ἓν πάντη ἀσύνθετον οἰομένους εἶναι τὸ ὀφθὲν καὶ ἐπιδημῆσαν τῷ βίῳ, ὅτι μὴ ὑγιῶς λέγουσι. πυθώμεθα γὰρ αὐτῶν εἰ θειότης τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου καὶ ὑπεροχὴ τοῦ πρωτοτόκου πάσης κτίσεως, εἰ ἐκεῖνος ἐν ἔκτισται τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι λύτρον ἐδόθη ἀντὶ πολλῶν · καὶ τίνι ἐδόθη ἐκείνη λύτρον πολεμίῳ κατέχοντι ἡμᾶς αἰχμαλώτους ἕως λάβῃ τὸ λύτρον, καὶ εἰ ἐχώρει τὸ τηλικοῦτον καὶ τοσοῦτον ἐκεῖνος λύτρον ἀντὶ τῶν αἰχμαλώτων λαβεῖν. καὶ οὐ ταῦτά φημι ὡς καταφρονῶν τῆς ψυχῆς Ἰησοῦ καὶ σμικρύνων αὐτήν, ἀλλὰ βουλόμενος ταύτην μὲν κατὰ τὸ ἐνδεχόμενον λύτρον δεδόσθαι ὑπὸ τοῦ ὅλου σωτῆρος, τὴν δὲ ὑπεροχὴν καὶ τὴν θεότητα ἐκείνην μη δ’ἂν δεδυνῆσθαι λύτρον δοθῆναι. πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἓν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν πρωτότοκον πάσης κτίσεως ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον (εἰ δεῖ οὕτως ὀνομάσαι) εἶναι ἓν ὅλον τοῦτο, ἤπερ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.

16.9

καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν καὶ τὰ ἑξῆς. ἔστω μὲν καὶ τὰ τῆς ἱστορίας τῶν κατὰ τὸν τόπον ἀληθῆ, καὶ ἐκπορευομένῳ ἀπὸ τῆς Ἱεριχὼ τῷ Ἰησοῦ μετὰ τῶν μαθητῶν ἠκολουθηκέναι αὐτῷ ὄχλον πολύν. καὶ τυφλοὶ δύο παρὰ τὴν ὁδὸν καθεζόμενοι τῆς ἀπὸ Ἱεριχὼ ἐξόδου ἀκούσαντες ὅτι Ἰησοῦς παρέρχεται τὸν τόπον ἐκεῖνον, καὶ αὐτοὶ κράξαντες εἰρηκέτωσαν · ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυῒδ καὶ συμπεφωνηκέτωσαν ἐν τῷ κεκραγότας τὸ ἀναγεγραμμένον εἰρηκέναι. καὶ διὰ τοὺς τυφλοὺς ἀξιώσαντας ἐλεηθῆναι στὰς Ἰησοῦς πεφωνηκέτω αὐτούς, ἵνα μὴ παράγων καὶ παρερχόμενος αὐτοὺς καλῇ ἀλλὰ καὶ ἑστηκώς, καὶ πυνθανόμενος εἰρηκέτω αὐτοῖς · τί θέλετε ἵνα ποιήσω ὑμῖν; τήντε ἀξίωσιν ἰδικώτερον ἤδη παριστάντες οἱ τυφλοὶ εἰρηκέτωσαν αὐτῷ θέλειν ἵνα ἀνοιγῶσιν ἀπὸ τοῦ Ἰησοῦ οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ φιλάνθρωπος ἡμῶν καὶ συμπαθὴς σωτὴρ σπλαγχνισθεὶς ἐπὶ τοῖς τυφλοῖς, σπλαγχνισθεὶς δ’(οἶμαι) τῷ προειληφέναι ἐκείνους τὸ προκαλούμενον τὸν (ἵν’οὕτως ὀνομάσω) ἔλεον τοῦ Ἰησοῦ, ὅπερ ἦν τὸ κεκραγότας εἰρηκέναι · ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυῒδ καὶ πεπιστευκότας ἠξιωκέναι ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν, ἁψάμενος αὐτῶν τῶν ὀφθαλμῶν καὶ δύναμιν διὰ τῆς ἁφῆς ἰατικὴν ἐνιεὶς τοῖς ὀφθαλμοῖς πεποιηκέτω τοὺς τυφλοὺς ἀναβλέπειν, κἀκεῖνοι εὐχαρίστως ἠκολουθηκέτωσαν τῷ Ἰησοῦ. καὶ πιστεύσας τις τούτοις καὶ γινώσκων δὲ τὸ ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε, ἐκ τοῦ πεπιστευκέναι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως τὸ συνιέναι εἰληφέτω, καὶ εἰληφὼς λεγέτω τὰ περὶ τούτων κατὰ τὸν περὶ αὐτῶν τῆς πίστεως θεμέλιον περὶ αὐτῶν ἑρμηνεύων κατὰ τὸ ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἔστω τοιοῦτος οὐ μόνον πιστεύων τῷ Ἰησοῦ καὶ τοῖς κατὰ τὸν τόπον τοῦτον ἀναγεγραμμένοις, ἀλλὰ καὶ γινώσκων τὸν περὶ αὐτῶν νοῦν. γὰρ μένων ἐν τῇ τῆς πίστεως ἀληθείᾳ καὶ διὰ τῶν ἔργων τοῦ λόγου ἐμμένων τῷ λόγῳ κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν γινώσκει τὴν ἀλήθειαν καὶ ὑπ’αὐτῆς ἐλευθεροῦται. καὶ ἡμεῖς δέ, ἐπεὶ μὴ πιστεύοντες μὲν οὐ συνίεμεν τοῦ βουλήματος τῶν λεγομένων συνιέντες δὲ ἐκ τοῦ πιστεύειν συνίεμεν, φέρε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπον, εὐξάμενοι τῷ ῥυομένῳ ἡμᾶς ἀπὸ τοῦ κεκαλύφθαι ἡμῖν τὸ εὐαγγέλιον, καθὸ χωροῦμεν παραστήσωμεν. καὶ πρῶτόν γε κατανοήσωμεν τί τὸ ἐκ πορευομένων ἀπὸ Ἱεριχὼ τῶν μαθητῶν τοῦ Ἰησοῦ μετὰ τοῦ σωτῆρος ἠκολουθηκέναι αὐτῷ πολὺν ὄχλον. ὅρα τοίνυν εἰ δύνασαι, μεμνημένος τῶν ἡμῖν ὑπαγορευθέντων εἰς τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολὴν τὴν ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ περιέπεσε λῃσταῖς, ἐπιστήσας λέγειν μήποτε καὶ ἐνταῦθα Ἱεριχὼ σύμβολόν ἐστι τοῦ περιγείου τόπου συνήθως καλουμένου κατὰ τὴν γραφὴν κόσμου. μὲν οὖν καταβαίνων ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ Ἀδὰμ (τουτέστιν ἄνθρωπος) περιπέπτωκε λῃσταῖς. διὰ δὲ τοὺς ἐν Ἱεριχὼ πολλοὺς (πολὺς γὰρ ὄχλος ἐν Ἱεριχὼ) Ἰησοῦς ἡμῶν ἅμα τοῖς μαθηταῖς γενόμενος ἐν αὐτῇ ἐκπορευέσθω πραγματευόμενος (διὰ δὴ τοῦ εἰς τὴν Ἱεριχὼ εἰσεληλυθέναι) τὸ τοὺς βουλομένους ἕπεσθαι ὁδηγεῖν. οὐ γὰρ οἴδασιν οἱ ἐν Ἱεριχὼ ἐξελθεῖν ἀπὸ τοῦ κοσμικοῦ φρονήματος, ἐὰν μὴ θεάσωνται οὐ μόνον τὸν Ἰησοῦν ἐκ πορευόμενον ἀπὸ τῆς Ἱεριχὼ ἀλλὰ καὶ τοὺς μαθητὰς αὐτοῦ. ταῦτα δὲ θεωρήσαντες ἀκολουθοῦσιν αὐτῷ ὄχλος πολύς. καὶ ἔστι κατανοοῦντα τοὺς κατὰ τὸν λόγον βιοῦν θέλοντας καὶ τοῦ κόσμου καὶ τῶν περιγείων ὅλων καταφρονεῖν βουλομένους, ἀκολουθοῦντας τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ κατ’ἴχνη βαίνοντας αὐτοῖς ἐκπορευομένοις ἀπὸ Ἱεριχώ, βλέπειν τὰ κατὰ τὸν τόπον. ἀκολουθοῦσι μέντοι πολὺς ὄχλος τῷ Ἰησοῦ, ἵν’ὀπίσω αὐτοῦ βαδίζοντες καὶ αὐτῷ ὁδηγῷ χρώμενοι ἀναβῶσιν εἰς τὴν Ἱερουσαλήμ […].

16.10

(μετ’ὀλίγα οὖν ἐπιφέρεται ὅτι ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς καὶ τὰ ἑξῆς). εἶθ’ἑξῆς γέγραπται, οἱονεὶ δεικνύντος τοῦ λόγου τοὺς ὅσον οὐδέπω θεραπευθησομένους τυφλοὺς τὸ καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες · ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ. καὶ πρόσχες ἐν τούτοις τῷ καὶ ἰδοὺ δύο τυφλοί, εἰ μὴ δεῖξιν περιέχει τὸ ἰδού. εἴπερ οὖν δεικνύντι τῷ λόγῳ τοὺς δύο τυφλοὺς παρακολουθεῖν δυνάμεθα καὶ βλέπειν αὐτούς, φήσομεν ὅτι Ἰσραὴλ καὶ Ἰούδας οἱ πρὸ τῆς Ἰησοῦ ἐπιδημίας τυφλοὶ ἦσαν, πλὴν καθεζόμενοι παρὰ τὴν ὁδὸν τῷ ἐν νόμῳ καὶ προφήταις ποιεῖσθαι τὰς διατριβάς · τυφλοὶ μὲν τῷ μὴ βλέπεσθαι αὐτοῖς πρὸ τῆς Ἰησοῦ εἰς τὰς ψυχὰς αὐτῶν ἐπιδημίας τὸν ἐν νόμῳ καὶ τοῖς προφήταις ἀληθῆ λόγον · κεκραγότες δὲ τὸ ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυῒδ παρὰ τὸ συναισθέσθαι ἑαυτῶν τυφλῶν, μὴ βλεπόντων τὸ βούλημα τῶν γραμμάτων καὶ βουλομένων ἀναβλέψαι καὶ ἰδεῖν τὴν ἐν αὐτοῖς δόξαν. ὡς ἔτι δὲ τυφλοὶ καὶ μηδὲν μέγα περὶ τοῦ Ἰησοῦ φανταζόμενοι, ἀλλὰ τὸ κατὰ σάρκα αὐτοῦ μόνον νοοῦντες, καλοῦσι τὸν γενόμενον ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα, ἐπεὶ μηδὲν τούτου πλέον συνίεσαν, υἱὸν Δαυΐδ. καὶ πᾶσα αὐτῶν δοκοῦσα διὰ τὴν θεοσέβειαν μεγαλοφωνία οὐδὲν πλέον ᾔδει λέγειν περὶ τοῦ σωτῆρος ὅτι υἱὸς ἦν τοῦ Δαυΐδ. ἐὰν δὲ λέγω δύο τυφλοὺς τὸν πρὸ τῆς Ἰησοῦ εἰς τὴν ψυχὴν αὐτῶν ἐπιδημίας Ἰσραὴλ καὶ Ἰούδαν, ἄναγε σαυτὸν ἐπὶ τὰς δύο βασιλείας, καὶ κατανόησον κατὰ τοὺς χρόνους Ῥοβοὰμ διαιρούμενον τὸν λαὸν Ἰσραὴλ καὶ Ἰούδαν · καὶ ἑξῆς ὅρα τοὺς προφήτας, ὁτὲ μὲν τῷ Ἰσραὴλ ὁτὲ δὲ τῷ Ἰούδᾳ προφητεύοντας, ὅπου δὲ ἅμα ἀμφοτέροις. ἰδίᾳ μὲν οὖν πῶς ἑκατέρῳ προφητεύουσιν εὕροις ἂν προσέχων τῇ ἀναγνώσει τῶν προφητῶν, ἅμα δὲ Ἰσραὴλ καὶ Ἰούδᾳ, ἡνίκα διὰ τοῦ Ἰησοῦ ἐπαγγέλλεται θεὸς συντελέσειν ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησεν θεὸς τοῖς πατράσιν ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου. καὶ τυφλοί γε ὄντες Ἰσραὴλ (περὶ οὗ πολλάκις ἀποδεδώκαμεν ἀντιδιαστελλόμενοι αὐτὸν πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ) καὶ Ἰούδα ὁμοίως ἀκούσαντες (φησὶν) ὅτι Ἰησοῦς παράγει, ἔκραξαν · ἀκούσαντες φησὶν ὅτι γὰρ (οἶμαι) τῶν κηρυσσόντων τὰ περὶ τῆς Ἰησοῦ ἐπιδημίας καὶ ὅτι παράγει τὴν παρελευσομένην Ἱεριχὼ (ἐπιδημῶν μὲν ἐν αὐτῇ, ἐξελευσόμενος δὲ ἀπ’αὐτῆς), εὐλαβοῦνται μὴ παρέλθῃ αὐτοὺς μὴ ἐλεηθέντας · διὸ κεκράγασι πρὸς αὐτὸν λέγοντες · ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δαυΐδ. εὐεργετῶν δὲ σωτὴρ οὐ παράγει, ἀλλ’ἵσταται, ἵνα στάντος αὐτοῦ μὴ παραρρέῃ εὐεργεσία καὶ παρέρχηται, ἀλλ’ὡς ἀπὸ πηγῆς ἑστώσης ἐγγένηται τοῖς εὐεργετουμένοις.

16.11

στὰς οὖν Ἰησοῦς καὶ πληγεὶς ἀπὸ τῆς κραυγῆς αὐτῶν καὶ τῆς ἀξιώσεως καλεῖ αὐτοὺς πρὸς ἑαυτόν, τὴν ἀρχὴν τῆς εὐεργεσίας ἤδη ποιούμενος, ὅτε ἐφώνησεν αὐτούς · οὐκ ἂν γὰρ κενῶς ἐφώνησε καὶ ἐπὶ τῷ μηδὲν ἀνυσθῆναι ἐν τοῖς φωνηθεῖσιν. ὡς εἴθε καὶ ἡμῶν πρὸς αὐτὸν κεκραγότων καὶ λεγόντων · ἐλέησον ἡμᾶς, κύριε, φωνήσαι ἡμᾶς ἀρχομένους ἀπὸ τοῦ υἱὸς Δαυΐδ, καὶ στάς γε φωνήσαι ἡμᾶς ὡς προσέχων ἡμῶν τῇ ἀξιώσει. εἶπεν οὖν ἐκείνοις · τί θέλετε ἵνα ποιήσω ὑμῖν; ὅπερ τοιοῦτον εἶναι νομίζω · τί θέλετε παραστήσατε, δηλώσατε, ἵνα πάντες οἱ ἐκπορευόμενοι ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντές μοι ἀκούσωσι καὶ θεάσωνται τὸ γινόμενον. ἀλλ’ἐκεῖνοι ἀπεκρίναντο · κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν · ἥντινα ἀπόκρισιν οἱ εὐγενεῖς μὲν (τῷ εἶναι ἀπὸ Ἰσραὴλ καὶ Ἰούδα) τυφλωθέντες δὲ (ὑπὸ τῆς ἀγνοίας καὶ συνῃσθημένοι αὐτῆς) καὶ ἀκούσαντες τῶν λεγόντων περὶ τοῦ σωτῆρος κεκράγασι πρὸς αὐτόν, καὶ λέγουσι θέλειν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ μάλιστα τοῦτό φασιν οἱ ἐν τῷ ἐντυγχάνειν τῇ ἱερᾷ γραφῇ μὴ ἀναισθητοῦντες ἑαυτῶν τυφλωττόντων πρὸς τὸν ἐν αὐτῇ νοῦν. οὗτοι γάρ φασι τὸ ἐλέησον ἡμᾶς καὶ τὸ θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὡς εἴθε καὶ ἡμεῖς αἰσθανόμενοι, ἐν οἷς τυφλώττομεν καὶ οὐ βλέπομεν, παρ’αὐτὴν καθεζόμενοι τῶν γραφῶν τὴν ὁδὸν καὶ ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, διὰ τῆς ἡμετέρας ἀξιώσεως στήσαιμεν αὐτὸν καὶ εἴποιμεν ὅτι θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὅπερ ἐὰν εἴπωμεν ἀπὸ διαθέσεως ὀρεγομένης τοῦ βλέπειν χαρίζεται βλέπειν ἁψάμενος τῶν τῆς ψυχῆς ὀφθαλμῶν Ἰησοῦς, σπλαγχνισθήσεται σωτὴρ ἡμῶν, καὶ ὡς δύναμις καὶ λόγος καὶ σοφία καὶ πάντα ὅσα ἀναγέγραπται περὶ αὐτοῦ τυγχάνων, ἅψεται τῶν πρὸ αὐτοῦ μὴ βλεπόντων ὀφθαλμῶν ἡμῶν. καὶ ἁψαμένου αὐτοῦ φεύξεται μὲν τὸ σκότος καὶ ἄγνοια, εὐθέως δὲ οὐ μόνον ἀναβλέψομεν, ἀλλὰ καὶ ἀκολουθήσομεν αὐτῷ, αὐτοῦ τοῦ ἀναβλέπειν ἡμᾶς παρ’αὐτὸν συνεργοῦντος πρὸς τὸ μὴ ἄλλο τι πρᾶξαι ἀκολουθεῖν τῷ ἀναβλέψαι ποιήσαντι, ἵνα ἀεὶ ἑπόμενοι αὐτῷ ὁδηγηθῶμεν ὑπ’αὐτοῦ πρὸς τὸν θεὸν καὶ ὁρῶμεν τοῖς ἀναβλέψασι δι’αὐτὸν ὀφθαλμοῖς ἡμῶν τὸν θεὸν μετὰ τῶν μακαριζομένων ἐπὶ τῷ καθαρὰν ἔχειν τὴν καρδίαν. ἔχομεν οὖν τοὺς ἐκπορευομένους ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντας τῷ Ἰησοῦ ὄντας ὄχλον πολύν, τοὺς οὐκ Ἰσραὴλ οὐ δὲ Ἰούδαν · τοὺς δὲ δύο τυφλοὺς ἀκούσαντας ὅτι Ἰησοῦς παράγει καὶ εἰδότας ὅτι υἱός ἐστι Δαυῒδ καὶ συναισθομένους τῆς ἑαυτῶν τυφλότητος καὶ ἀξιοῦντας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς αὑτῶν, Ἰσραὴλ καὶ Ἰούδαν τοὺς ἀποδεδομένους, ὧν κεκλεισμένοι οἱ ὀφθαλμοὶ καὶ συμμεμυκότες διὰ τῆς ἁφῆς ἀναβλέπουσιν Ἰησοῦ. ταῦτα μὲν κατὰ τὸν Ματθαῖον.

16.12

ἐπεὶ δὲ Μᾶρκος καὶ Λουκᾶς κατὰ τινὰς μὲν τὴν αὐτὴν ἱστορίαν ἐκτίθενται κατὰ δὲ τινὰς ἑτέραν παραπλησίαν, ἄξιόν γε καὶ τὰ τούτων ἰδεῖν. καὶ πρῶτόν γε κατανοητέον τὴν κατὰ τὸν Μᾶρκον, οὕτως ἀναγράψαντα τὰ κατὰ τὸν τόπον · καὶ ἔρχεται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ἰδοὺ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς καὶ τὰ ἑξῆς, ἕως τοῦ καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ. μὲν οὖν τῇ ἱστορίᾳ ψιλῇ παριστάμενος καὶ μὴ βουλόμενος διαφωνεῖν τοὺς εὐαγγελιστάς, ἐρεῖ οὐχ ἅμα γεγονέναι τὸ κατὰ τὸν Ματθαῖον καὶ τὸν Μᾶρκον, ἀλλὰ τινὶ μὲν ἐπιδημίᾳ τῇ ἐν Ἱεριχὼ γεγονέναι τὰ κατὰ τοὺς ἀναβλέψαντας δύο τυφλούς, ἑτέρᾳ δὲ τὰ κατὰ τὸν ἕνα τοῦτον υἱὸν Τιμαίου Βαρτιμαῖον, καὶ ἄλλῃ τὰ κατὰ τὸν Λουκᾶν. εἴπερ γὰρ ἀκριβῶς πιστεύομεν ἀναγεγράφθαι συνεργοῦντος καὶ τοῦ ἁγίου πνεύματος τὰ εὐαγγέλια, καὶ μὴ ἐσφάλησαν ἐν τῷ ἀπομνημονεύειν οἱ γράψαντες αὐτά, δῆλον ὅτι, ἐπεὶ μὴ δυνατὸν ἐν μιᾷ καὶ τῇ αὐτῇ ἐπιδημίᾳ ἀληθὲς εἶναι δύο τυφλοὺς τεθεραπεῦσθαι καὶ ἕνα, ἑτέρα μέν τις ἐπιδημία δεδήλωται ὑπὸ τοῦ Ματθαίου ἑτέρα δὲ ὑπὸ τοῦ Μάρκου, ἤδη δὲ καὶ ἄλλη ὑπὸ τοῦ Λουκᾶ, ὡς τῷ ἐπιστήσαντι ἐκ τῆς πρὸς τοὺς λοιποὺς διαφορᾶς ἔστι καὶ τοῦτο τεθαρρηκότως ἀποφήνασθαι. καὶ οὐδὲν θαυμαστὸν ἐπιτηρήσαντά τινα τῶν ἐν Ἱεριχὼ τὴν προτέραν θεραπείαν διὰ τῆς αὐτῆς λέξεως καὶ τῆς ὁμοίας ἀξιώσεως καὶ ἐν τῷ αὐτῷ τόπῳ βεβουλῆσθαι θεραπευθῆναι. εἴποι δ’ἄν τις ὅτι οὕτω καὶ ἄλλος ἐστὶν κατὰ τὸν Λουκᾶν τυφλὸς θεραπευθείς. μέντοιγε ὅλων τούτων ζητῶν βαθυτέραν διήγησιν φήσει ὅτι ἓν καὶ τὸ αὐτὸ πρᾶγμα διαφόροις λέξεσι παρίσταται. δύο μὲν γὰρ τυφλοί εἰσιν (ὡς ἀποδέδοται) Ἰσραὴλ καὶ Ἰούδας, εἷς δὲ ὅλος τούτων λαός, ὅτε εἷς δηλοῦται θεραπευόμενος τυφλός. ὄχλου οὖν ἱκανοῦ τοῦ ἀπὸ τῶν ἐθνῶν συνεκπορευομένου ἀπὸ τῶν κοσμικῶν τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, Ἰσραηλιτικόν τι λεῖμμα παρὰ τὴν ὁδὸν καθεζόμενον τουτέστι παρὰ τὰς προφητικὰς γραφὰς καὶ πενόμενον τοῖς νοήμασι καὶ ἐπαιτοῦν τὰ εἰς τὴν χρείαν τῆς ψυχῆς, ἀκοῦσαν ὅτι Ἰησοῦς Ναζαρηνός ἐστιν, ἄρχεται μέγα βοῶν ἀξιοῦν τὸν σωτῆρα ὡς υἱὸν Δαυῒδ ἔλεον αὐτῷ παρασχεῖν. καὶ ἐπὰν ἴδῃς τῶν ἀπὸ Ἰουδαίων πιστευόντων εἰς τὸν Ἰησοῦν τὴν περὶ τοῦ σωτῆρος πίστιν, ὁτὲ μὲν ἐκ Μαρίας καὶ τοῦ Ἰωσὴφ οἰομένων αὐτὸν εἶναι ὁτὲ δὲ ἐκ Μαρίας μὲν μόνης καὶ τοῦ θείου πνεύματος, οὐ μὴν καὶ μετὰ τῆς περὶ αὐτοῦ θεολογίας, ὄψει πῶς οὗτος τυφλὸς λέγει τὸ υἱὸς Δαυΐδ, ἐλέησόν με, ἐπιτιμῶσιν οἱ πολλοί · πολλοὶ γὰρ οἱ ἀπὸ τῆς Ἱεριχὼ ἐκπορευόμενοι ἀπὸ τῶν ἐθνῶν, ἐπιτιμῶντες τῇ πτωχείᾳ τῶν ἀπὸ τῶν Ἰουδαίων πιστεύειν δοκούντων. καὶ ἀνάγων δὲ ἐπὶ τὴν εὐγενῆ ψυχὴν τὰ τοιαῦτα πτωχεύσασαν καὶ μέχρι ἐπαιτήσεως φθάσασαν, οὐ πάνυ τι διαμαρτήσῃ τοῦ λόγου. ἐπεὶ δὲ ἔδοξε τῷ Μάρκῳ καὶ τὸ τοῦ πατρὸς τοῦ τυφλοῦ ὄνομα ἀναγράψαι ὅτι Τίμαιος ἦν, καὶ τὸ τοῦ τυφλοῦ ὅτι Βαρτιμαῖος ἐκαλεῖτο, ζητοῦμεν μή πῃ ἐνενόησέ τι Μᾶρκος βαθύτερον κατὰ τὸν τόπον. καὶ ἀναγκαίως τάχα μὲν ἀπὸ τῆς ἱστορίας λαβὼν προσέθηκε τὸ ὄνομα, εἴποι δ’ἄν τις καὶ ποιήσας αὐτὸ ὡς χρήσιμον. καὶ εἰ μὴ δόξομεν ψυχρεύεσθαι μέχρι τῆς τῶν τοιούτων ἐξετάσεως φθάνοντες, ζητοῦμεν τὸν τῆς τιμῆς ἐπώνυμον Τίμαιον καὶ τὸν υἱὸν αὐτοῦ Βαρτιμαῖον, ὅπερ ἐστὶν υἱὸν Τιμαίου. μήποτε δὲ διὰ τὸ τίμιον τοῦ πατριάρχου Ἰακὼβ καὶ Ἰσραὴλ τροπικῶς ἐκεῖνός ἐστιν Τίμαιος · οἱ δὲ τὴν εὐγένειαν ἀπ’ἐκείνου κεκτημένοι Βαρτιμαῖος τυφλὸς διὰ τὰ προειρημένα, ὁμοίως δὲ καὶ καθεζόμενος παρὰ τὴν ὁδὸν καὶ ἐπαιτῶν. εἶτα ἐπείπερ λέγοντι αὐτῷ · υἱὸς Δαυΐδ, ἐλέησόν με, ἐπετίμων οἱ πολλοὶ ἵνα σιωπήσῃ, ζητῶ εἰ δύνασαι πολλοὺς μὲν εἰπεῖν ἐπιτιμῶντας ἵνα σιωπήσῃ τῷ Ἐβιωναίῳ καὶ πτωχεύοντι περὶ τὴν εἰς Ἰησοῦν πίστιν τοὺς ἀπὸ τῶν ἐθνῶν, οἵτινες παρ’ὀλίγους ἅπαντες πεπιστεύκασιν αὐτὸν ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐπιτιμῶσιν ἵνα σιωπήσῃ τῷ οἰομένῳ αὐτὸν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς εἶναι, κατάγοντα τὸ γένος ἀπὸ τοῦ Δαυΐδ. ἀλλὰ καίτοιγε τῶν πολλῶν ἐπιτιμώντων πολλῷ μᾶλλον κέκραγε, πιστεύων μὲν ἐπὶ τὸν Ἰησοῦν ἀνθρωπικώτερον δὲ πιστεύων, καὶ κεκραγὼς λέγει · υἱὸς Δαυΐδ, ἐλέησόν με. ἀλλ’ φιλάνθρωπος σωτὴρ στάς, οὐκέτι (κατὰ τὸν Ματθαῖον) αὐτὸς αὐτὸν φωνεῖ, ἀλλ’εἶπεν αὐτὸν φωνηθῆναι · οἱ δὲ προσταχθέντες εἶπον αὐτῷ · θάρσει, ἔγειραι (καθεζομένῳ γὰρ αὐτῷ καὶ ἀναπεπτωκότι φασίν · ἔγειραι) καὶ λέγουσι · φωνεῖ σε. μετὰ ταῦτά φησιν Μᾶρκος ὅτι ἀπο βαλὼν τὸ ἱμάτιον ἀναπηδήσας ἦλθε πρὸς τὸν Ἰησοῦν. ἆρ’οὖν οὐδὲν ἐννοήσας ἀνέγραψε περὶ τοῦ ἀποβαλόντα αὐτὸν τὸ ἱμάτιον ἀναπεπηδηκότα ἐληλυθέναι πρὸς τὸν Ἰησοῦν; καὶ τολμήσομεν φῆσαι μάτην ταῦτα προσερρῖφθαι τῷ εὐαγγελίῳ; ἐγὼ μὲν οὖν ἰῶτα ἓν μίαν κεραίαν οὐ πιστεύω κενὴν εἶναι θείων μαθημάτων, τὸ δὲ ἐπιτυγχάνειν ἑρμηνεύοντα ἡγοῦμαι πολλοῦ δεῖσθαι λόγου διὰ τὸ δυσερμήνευτον τῶν πραγμάτων. μήποτ’οὖν τὰ ὡς τυφλοῦ καὶ ἐπαίτου […] ἐπικαλύμματα καὶ περιβόλαια, οἷς περιβέβλητο Βαρτιμαῖος, δηλοῦται · ἅτινα ἀπέβαλεν τυφλὸς ἀκούσας · θάρσει, ἔγειραι, φωνεῖ σε καὶ ἀποβαλὼν τὰ τῆς ἐπαιτήσεως καλύμματα καὶ περιβόλαια ἀνεπήδησε καὶ ἀνέστη, ἵνα ἔλθῃ πρὸς τὸν Ἰησοῦν καὶ τυχὼν τῆς παρ’αὐτοῦ ἀποκρίσεως εἰρημένης πρὸς τὴν ἀξίωσιν τῆς τί θέλεις ποιήσω; καὶ αὐτὸς εἴπῃ μείζονα φωνὴν τῆς υἱὲ Δαυΐδ, ἐλέησόν με · μεῖζον γὰρ ἐπινενόηται τοῦ υἱὲ Δαυῒδ τῷ λέγοντι ῥαββουνὶ καὶ τὸ εἶδος τοῦ ἐλέους παραστήσαντι διὰ τοῦ ἵνα ἀναβλέψω. καὶ σωτήρ γε διὰ μὲν τοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με οὐ δίδωσι τὴν εὐεργεσίαν οὐ δ’ὅτε τὸ ἱμάτιον τῆς τυφλότητος καὶ τῆς ἐπαιτήσεως περιέκειτο οὐ δ’ὅτε ἐκαθέζετο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. διὰ δὲ τὸ ῥαββουνί, ἵνα ἀναβλέψω εἶπεν αὐτῷ · ὕπαγε, πίστις σου σέσωκέ σε. καὶ μὲν σωτὴρ εἶπεν αὐτῷ · ὕπαγε, δὲ τοῦ προστάγματος τούτου κρεῖττον πεποίηκεν · οὐ γὰρ ἀπελήλυθεν, ἀλλὰ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ, ἐπεὶ εὐθέως ἀνέβλεψεν.

16.13

ἴδωμεν δὲ καὶ τὸ τοῦ Λουκᾶ οὕτως ἔχον · ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχὼ καὶ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ. καὶ τούτου δὲ τὰ μὲν κοινὰ πρὸς τοὺς λοιποὺς ἤδη τῆς κατὰ τὸ φανὲν ἡμῖν διηγήσεως τετευχότα οὐκ ἐπαναληψόμεθα, τὰ δὲ καίρια καὶ ἴδια κατὰ τὸ δυνατὸν ἡμῖν παραστήσομεν. καὶ πρῶτόν γε παρατήρει ὅτι Ματθαῖος μὲν καὶ Μᾶρκος ἐκπορευομένου μετὰ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἀπὸ τῆς Ἱεριχὼ ἀνέγραψαν γεγονέναι τὰ περὶ τοὺς τυφλοὺς τὸν τυφλόν · δὲ Λουκᾶς φησιν · ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ. οὐ κοῦν κατὰ τὸν Λουκᾶν εἰσερχόμενος εἰς τὴν Ἱεριχὼ καὶ ἐγγὺς αὐτῆς γενόμενος ἐπιτελεῖ τὴν κατὰ τὸν τυφλὸν οἰκονομίαν. καὶ εἴποι τις ἂν κατὰ τὸν μυστικὸν λόγον ὅτι πρῶτόν ἐστι τὸ τοῦ Λουκᾶ, δεύτερον δὲ τὸ τοῦ Μάρκου, καὶ τρίτον τὸ τοῦ Ματθαίου. πρῶτον γὰρ δεῖ ἐγγίσαι τῇ Ἱεριχώ, εἶτα εἰσελθεῖν εἰς αὐτήν, καὶ μετὰ ταῦτα δὲ ἐκπορευθῆναι ἀπ’αὐτῆς. ἀνέγραψε τοίνυν μὲν Λουκᾶς τὸ ἐγένετο ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ, δὲ Μᾶρκος · καὶ ἔρχεται εἰς Ἱεριχώ, καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν, δὲ Ματθαῖος οὔτε τὸ ἐγγίζειν τῇ Ἱεριχὼ ἀνέγραψεν οὔτε ὅτι ἔρχεται εἰς Ἱεριχώ, ἀλλὰ μόνον ὅτι ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. δύναται οὖν τὸ μὲν κατὰ τὸν Λουκᾶν ἐγγίσας τῇ Ἱεριχὼ πεποιηκέναι, τὸ δὲ κατὰ τὸν Μᾶρκον ἐλθὼν εἰς Ἱεριχώ, τὸ δὲ κατὰ τὸν Ματθαῖον ἐκ πορευθεὶς ἀπ’αὐτῆς. ὁρᾷς δὲ ὅτι καὶ κατὰ τὸν Λουκᾶν τυφλὸς ἀκούσας ὄχλου διαπορευομένου (καὶ οὐ δήπου τοῦ Ἰησοῦ) ἐπυνθάνετο τί ἂν εἴη, δὲ κατὰ τὸν Μᾶρκον ἀκούσας ὅτι Ἰησοῦς Ναζαρηνός ἐστιν ἤρξατο κράζειν, οἱ δὲ κατὰ τὸν Ματθαῖον δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν. καὶ οὐκ ἔστιν κατὰ τὸν Ματθαῖον παρὰ τοῖς τυφλοῖς Ἰησοῦς Ναζαρηνός, ἀλλ’ παρὰ τοῖς λοιποῖς, ὧν μὲν κατὰ τὸν Μᾶρκον τυφλὸς ἀκούει ὅτι Ἰησοῦς Ναζαρηνός ἐστιν, δὲ κατὰ τὸν Λουκᾶν, ὅτε ἐπυνθάνετο παρὰ τοῦ ὄχλου τί ἂν εἴη τοῦτο, ἔμαθεν ἀπαγγειλάντων αὐτῷ ὅτι Ἰησοῦς Ναζαρηνὸς παρέρχεται. ἑξῆς δὲ τούτοις παρατήρει ὅτι τῷ βοήσαντι τυφλῷ καὶ λέγοντι · υἱὲ Δαυΐδ, ἐλέησόν με οἱ προάγοντες ἐπετίμων, ἵνα σιωπήσῃ, ὡσεὶ ἔλεγεν · οἱ πρῶτοι πιστεύσαντες ἐπετίμων τῷ λέγοντι · υἱὲ Δαυΐδ, ἵνα σιγήσῃ καὶ μὴ ἀναγορεύσῃ αὐτὸν τῷ ἐλάττονι ὀνόματι, ἀλλ’οἱονεὶ λέγῃ · υἱὲ θεοῦ, ἐλέησόν με. ἀλλ’ἐκεῖνος πολλῷ μᾶλλον ἔκραξεν · υἱὲ Δαυΐδ, ἐλέησόν με. εἶτα (φησὶ) σταθεὶς Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. καὶ ὅρα εἰ μὴ (ὡς παρατετηρήκαμεν) ὑποδεέστερός ἐστιν οὗτος τυφλός · οὔτε γὰρ Ἰησοῦς αὐτὸν ἐφώνησεν οὔτε εἶπεν αὐτὸν φωνηθῆναι, ἀλλ’ὡς μὴ χωροῦντα ταῦτα ἐκέλευσεν αὐτὸν ὡς μὴ δυνάμενον καθ’αὑτὸν ἐλθεῖν πρὸς αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. εἶτα (φησὶν) ἐγγίσαντος αὐτοῦ ἐπηρώτησεν αὐτὸν εἰπών · τί σοι θέλεις ποιήσω; καὶ οὐ πρότερον ἐπηρώτησεν αὐτὸν ἐρωτώμενος ἤγγισεν αὐτῷ, ἀλλ’ἐπεὶ ἤγγισε, διὰ τοῦτο ἐρωτηθεὶς εἶπε τὸ ἵνα ἀναβλέψω, κύριε. εἶτα (φησὶν) ἀποκριθεὶς εἶπεν αὐτῷ Ἰησοῦς · ἀνάβλεψον · πίστις σου σέσωκέ σε. πλεῖον δέ τι ἔχουσιν οἱ κατὰ τὸν Ματθαῖον τυφλοί, ἐφ’ὧν γέγραπται ὅτι σπλαγχνισθεὶς Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν · οὐχ ἥψατο δὲ οὔτε τοῦ κατὰ τὸν Μᾶρκον οὔτε τοῦ κατὰ τὸν Λουκᾶν. ἔχει δὲ πάλιν πλεονέκτημά τι κατὰ τὸν Λουκᾶν, ἐπείπερ ἡνίκα παραχρῆμα ἀνέβλεψεν, οὐ μόνον ἠκολούθει αὐτῷ, ἀλλὰ πλεῖόν τι εἶχε παρὰ τοὺς λοιπούς · ἠκολούθει γὰρ (φησὶν) αὐτῷ δοξάζων τὸν θεόν. καὶ ἦν τὸ τέλος τούτου, ἐν τῷ ἀκολουθεῖν καὶ δοξάζοντος τὸν θεόν, τὸ πάντα τὸν ὄχλον ἰδόντα δοῦναι αἶνον τῷ θεῷ. ταῦτα μὲν ἐπὶ τοῦ παρόντος ἡμεῖς εἰς τοὺς τόπους, εἴτε γνόντες εἴτε λαβόντες, εἴδομεν · θεὸς δὲ δοίη βούλεται λόγον σοφίας πλουσιώτερον καὶ λόγον ἐν φωτὶ γνώσεως τρανότερον, ἵνα ταῦτα τοῖς ἀπὸ τοιούτων χαρισμάτων συγκρινόμενα εὑρεθῇ ὡς λύχνος παρ’ἥλιον.

16.14

καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν καὶ τὰ ἑξῆς ἕως τοῦ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. καὶ Μᾶρκος δὲ κατὰ τὸν τόπον οὕτως ἀνέγραψε · καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα καὶ εἰς Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ εὐθέως αὐτὸν ἀποστελεῖ · δὲ Λουκᾶς τοῦτον τὸν τρόπον · καὶ ταῦτα εἰπὼν ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα καὶ τὰ ἑξῆς, ἕως τοῦ οὕτως ἐρεῖτε · ὅτι κύριος αὐτοῦ χρείαν ἔχει. ἄξιόν ἐστι μάλιστα ἐπὶ τῶν τοιούτων τοῦ εὐαγγελίου ῥητῶν ἐπιστῆσαι τῷ βουλήματι τῶν ἀναγραφόντων καὶ τῇ προαιρέσει αὐτῶν, τί σκοποῦντες ἀνέγραψαν πρὸς τοῖς τεραστίοις καὶ παραδόξοις τῶν ὑπὸ τοῦ σωτῆρος γεγενημένων καὶ τὰ μηδὲν ἐμφαίνοντα τοιοῦτον. ἔστω γὰρ περὶ τυφλῶν ἀναβλέψεως καὶ παρέτων ἰάσεως καὶ νεκρῶν ἀναστάσεως καὶ λεπρῶν καθαρίσεως πεπραγματεῦσθαι τοὺς εὐαγγελιστὰς εἰς οἰκοδομὴν τὴν περὶ τοῦ Ἰησοῦ τοῖς ἐντευξομένοις αὐτῶν τῇ γραφῇ, τί βούλεται αὐτοῖς τὸ προκείμενον ῥητόν, καθὸ ἡνίκα τοῖς Ἱεροσολύμοις ἤγγισεν Ἰησοῦς μετὰ τῶν μαθητῶν καὶ ἐλήλυθεν εἰς Βηθφαγὴν πλησίον τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μαθητὰς ἐντελλόμενος αὐτοῖς περὶ ὄνου καὶ πώλου, ἵνα λύσαντες ἀγάγωσιν αὑτῷ, τῷ ἔσθ’ὅτε μὴ ὀκνήσαντι πλείονα ὁδὸν πεζεῦσαι, καὶ τοῖς ἑαυτοῦ ποσὶ τὴν ὁδοιπορίαν ἐκτελέσαι, ὡς ὅτε ἀπὸ Ἱεροσολύμων διήρχετο διὰ τῆς Σαμαρείας εἰς τὴν Γαλιλαίαν καὶ φθάσας ἐπὶ τὸ φρέαρ, κοπιάσας ἐκ τῆς ὁδοιπορίας ἐκαθέσθη παρ’αὐτῷ; τί δὲ καὶ αὐτῷ τῷ Ἰησοῦ πρόκειται ὄνον δεδεμένην μετὰ πώλου λύεσθαι κελεύοντι καὶ προστάσσοντι λέγειν τῷ ὁτιποτοῦν ἐπὶ τούτῳ φάσκοντι ὅτι κύριος αὐτῶν χρείαν ἔχει · εὐθέως δὲ ἀποστελεῖ αὐτούς; γὰρ τηλικοῦτος κύριος, χρείαν ἔχων ὄνου καὶ πώλου τῶν πάλαι δεδεμένων, ἐμφαινέτω […] τι ἄξιον αὐτοῦ τῆς μεγαλοπρεπείας. ἐπιτείνει δὲ τὴν κατὰ τὸν τόπον ζήτησιν προφήτης Ζαχαρίας τοῦ Βαραχίου, προφητεύσας περὶ τούτων προφητείαν ἀξίαν ἐπιστάσεως, ἐν αὐταῖς λέξεσι γέγραπται ταῦτα · χαῖρε σφόδρα, θύγατερ Σιών · κήρυσσε, θύγατερ Ἱερουσαλήμ · ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. εἰ δὲ βούλει ἀπὸ τοῦ προφήτου μαθεῖν πῶς ἐστι χαῖρε σφόδρα χαρᾶς ἄξια τῇ θυγατρὶ Σιὼν τὰ προφητευόμενα, ἄκουε τοῦ καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν · καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου διπλᾶ ἀνταποδώσω σοι. καὶ ἵνα μὴ μηκύνωμεν τὸν λόγον ἐπὶ πλεῖον, καταλίπωμεν τῷ βουλομένῳ συγκρῖναι τὴν προφητείαν τῇ κατὰ τὸ εὐαγγέλιον ἱστορίᾳ ὅλα τὰ κατὰ τοὺς τόπους ἐξετάσαι παρακειμένης τῆς λέξεως. ἐσημειωσάμεθα δὲ ὥσπερ ἐπ’ἄλλων ὅτι μὴ αὐταῖς λέξεσιν Ματθαῖος καὶ Ἰωάννης ἐξέθεντο τὸ προφητικόν · οὐ γὰρ ταὐτὸν τὸ χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ τῷ · εἴπατε τῇ θυγατρὶ Σιὼν τῷ μὴ φοβοῦ, θυγάτηρ Σιών, ἀλλὰ καὶ τὰ μετὰ τὸ ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι προτεταγμένα τοῦ πραῢς οὐκ ἐξέθετο Ματθαῖος, οὕτως ἔχοντα · δίκαιος καὶ σῴζων αὐτός. ἔτι δὲ ἀντὶ τοῦ καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου κεῖται · καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον νέον ὡς ἔν τισι πῶλον ὑποζυγίου. δὲ Ἰωάννης ἀντὶ τοῦ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον πεποίηκε · καθήμενος ἔρχεται ἐπὶ πῶλον ὄνου · ὅστις ἐμφαίνων ὅτι γνώσεως δεῖται τὸ κατὰ τὸν τόπον, ἐπιφέρει τὸ ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον.

16.15

ζητήσαι δ’ἄν τις πῶς εὐλόγως προστάσσεται κατὰ τὸν προφήτην χαίρειν σφόδρα θυγάτηρ Σιὼν καὶ κηρύσσειν θυγάτηρ Ἱερουσαλὴμ διὰ τὸν ἐπιβεβηκότα ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, ὅτε μετὰ βραχὺ ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν ἐπ’αὐτὴν Ἰησοῦς λέγων Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἀποκτείνουσα τοὺς προφήτας καὶ τὰ ἑξῆς. πρόσχες οὖν εἰ δύνασαι Σιὼν νῦν δὴ λεγομένην θυγατέρα τοῦ προστάσσοντος αὐτῇ χαίρειν καὶ Ἱερουσαλὴμ πάλιν θυγατέρα τοῦ κηρύσσειν αὐτῇ κελεύοντος, εἰπεῖν εἶναι μὴ τὴν τὸν κύριον σταυρώσασαν, ἀλλὰ τὴν δεξαμένην τὸν ἐσταυρωμένον, Σιὼν τὴν ἐπουρανίαν, περὶ ἧς ἐν μὲν τῇ πρὸς Ἑβραίους γέγραπται τὸ ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει, ἐν δὲ τῇ πρὸς Γαλάτας · δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. μήποτε γὰρ σύμβολά ἐστι ταῦτα τοῦ σωτῆρος λύσαντος τῶν δεσμῶν διὰ τῶν μαθητῶν τὰ ἴδια ὀχήματα, τούςτε ἀπὸ τοῦ λαοῦ πιστεύσαντας ἐκείνου τότε καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. δεδεμένη γὰρ ταῖς ἁμαρτίαις ἦν τότε συναγωγή, δεδεμένος δὲ καὶ πῶλος μετ’ἐκείνης ὕστερον γενόμενος νέος ἀπὸ τῶν ἐθνῶν πιστεύων λαός · καὶ τούτους ἀμφοτέρους ἐγγίζων τῇ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνόδῳ σωτὴρ ἐκέλευσεν ὑπὸ τῶν μαθητῶν διδασκόντων λυθῆναι, δοὺς αὐτοῖς τὸ ἅγιον πνεῦμα καὶ εἰπών · λάβετε πνεῦμα ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς · ἄν τινων κρατῆτε, κεκράτηνται. καὶ ἀεί γε οἱ μαθηταὶ Χριστοῦ, οὓς ἱκάνωσε διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, λύοντες τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον ἄγουσι πρὸς τὸν Ἰησοῦν βουλόμενον ὀχήμασι χρήσασθαι τοῖς ὑπὸ τῶν γνησίων αὑτοῦ μαθητῶν λελυμένοις ἀπὸ τῶν πάλαι ἁμαρτιῶν δεσμοῦ. καὶ πρέπει γε τῷ υἱῷ τοῦ θεοῦ οὕτω χρείαν ἔχειν (φιλάνθρωπος γάρ ἐστι) τῆς δεδεμένης ὄνου καὶ τοῦ μετ’αὐτῆς δεδεμένου πώλου · χρείαν δ’αὐτῶν ἔχει, ἵνα αὐτοῖς ἐπικαθίσας ἀναπαύσῃ μᾶλλον ἤπερ ἀναπαύσηται τοὺς οἷς ἐπικαθέζεται.

16.16

ἀλλὰ ζητήσει τις, πῶς λόγος τῶν ἑξῆς ἀκόλουθος ἔσται τοῖς ἀποδεδομένοις, οὕτως ἐχόντων · εὐθέως δὲ ἀποστελεῖ αὐτοὺς · καὶ εὐθέως αὐτὸν ἀποστελεῖ πάλιν ὧδε. λύσεις δὲ τὸ ἐπηπορημένον ζητήσας τὴν ἀποστολὴν τῶν κατὰ τὸν Ματθαῖον δύο τοῦ κατὰ τὸν Μᾶρκον πώλου. ὅτι δὴ κύριος οὐδεὶς ἄλλος ἦν τῶν δεδεμένων ἐκεῖνος περὶ οὗ φησιν ἀπόστολος · ἀλλ’ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι’οὗ τὰ πάντα, ὅτι μηδαμῶς ἀντιλέγειν ἔμελλε τῶν λεγόντων τις · εἰς τί λύετε τὸν πῶλον; ὁτιποτοῦν φασκόντων, δῆλον · ὡς γὰρ μὴ ἀντερούντων αὐτῷ εἶπεν σωτὴρ τὸ καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι κύριος αὐτῶν χρείαν ἔχει · ἐάν τις ὑμῖν εἴπῃ · τί λύετε τὸν πῶλον; εἴπατε ὅτι κύριος αὐτοῦ χρείαν ἔχει · καὶ κατὰ τὸν Λουκᾶν δέ · ἐάν τις (φησὶν) ὑμᾶς ἐρωτᾷ · διὰ τί λύετε; οὕτως ἐρεῖτε · ὅτι κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ζητήσεις εἰ μετὰ τὸ ἀναβεβηκέναι εἰς τὴν Ἱερουσαλὴμ καὶ τὸ ἐπιβεβηκέναι τούτοις τούτῳ τὸν σωτῆρα, ἀποστολή τις ἐπί τι ἔργον ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἵνα τι ποιήσωσιν ὄνος καὶ πῶλος ἔργον κατὰ τὸ σιωπώμενον, ἐμφαινόμενον μὲν οὐ τρανῶς δὲ δεδηλωμένον. ἔννοιαν δὲ τοῦ τοιούτου λαμβάνω ἐπιστήσας τῇ τάξει τῶν ἐν τῷ κατὰ Ματθαῖον μακαρισμῶν, ἐν οἷς μετὰ τὸ μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν ἑξῆς γέγραπται τὸ μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. τήρει γὰρ ἐν τούτοις ὅτι πρῶτον μὲν τῶν μακαριζομένων βασιλεία ἐστὶ τῶν οὐρανῶν · δεύτερον δὲ κληρονομήσουσι τὴν γῆν, οὐχ ὥστε τὸν πάντα αἰῶνα εἶναι ἐπ’αὐτῆς · παρακληθέντες γὰρ καὶ διὰ τὸ πεπεινηκέναι καὶ δεδιψηκέναι δικαιοσύνης κορεσθέντες αὐτῆς καὶ ἐλεηθέντες καὶ τὸν θεὸν ἰδόντες καὶ υἱοὶ αὐτοῦ κληθέντες πάλιν ἐπὶ τὴν βασιλείαν ἀποκαθίστανται τῶν οὐρανῶν. ἐὰν δὲ ὄνος καὶ πῶλος, οἷς σωτὴρ ἐπιβαίνει, οἱ ἀποδεδομένοι τυγχάνωσι, μὴ προσκόψῃς τῷ λόγῳ παραβάλλοντι ἀλόγοις ζῴοις ἀχθοφόροις τοὺς φέροντας τὸν Ἰησοῦν αὐτοῖς ὀχούμενον. τάχα γάρ τι τοιοῦτον νοήσας καὶ προφήτης εἶπε τὸ γεγονέναι ὡς κτηνώδης, οὐχ ἁπαξαπλῶς ἀλλὰ παρὰ τῷ θεῷ παρὰ τῷ Χριστῷ, κατὰ τὸ κἀγὼ κτηνώδης ἐγενήθην παρὰ σοί. ὡς γὰρ πρὸς τὸν αὐτόλογον καὶ πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα κτηνώδεις ἐσμὲν οὐχ ἡμεῖς μόνοι, ἀλλὰ καὶ ἡμῶν πολλῷ λογικώτεροι καὶ σοφώτεροι · οὕτω δὲ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρό βατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀνθρώποις καὶ τοῖς τελειοτάτοις λόγον παραβαλλόμενον τῷ αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ’ἐκείνου, ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου ψυχὴ προβάτου πρὸς ἄνθρωπον. καὶ τάχα ἀναβαίνοντα μὲν εἰς Ἱεροσόλυμα (ἐποχουμένου τοῦ Ἰησοῦ) τὸ ὑποζύγιον καὶ πῶλος τοιαῦτά ἐστιν, γενόμενα δὲ ἐκεῖ οὐ μένει ὑποζύγιον οὐ δὲ πῶλος, ἀλλὰ ἀποστέλλεται μεταβαλόντα καὶ ὠφεληθέντα καὶ μετασχόντα τῆς τοῦ λόγου θειότητος καὶ ὑπεροχῆς τῆς γνώσεως, ὥστε εἰς δόξαν ἀξιοῦσθαι θεοῦ ἀποστέλλεσθαι αὐτὰ εἰς τὸν τόπον ὅθεν ἐλύθη πρότερον, τοῦ κυρίου μεταποιήσαντος αὐτὰ καὶ μισθὸν αὐτοῖς δεδωκότος τοῦ ἐνηνοχέναι αὐτὸν τὴν τοιαύτην μεταβολήν, ὡς καὶ ἀποσταλῆναι αὐτὰ ἐπὶ τὸν πρότερον τόπον, οὐκέτι δ’ἐπὶ τοῖς ἔργοις τοῖς πρότερον. οὐ γὰρ ἔμελλεν φιλάνθρωπος ἡμῶν ὢν κύριος, ἅπαξ αὐτὰ παραδεξάμενος τιμῆσαι τῇτε ἀπὸ τῶν δεσμῶν λύσει καὶ τῇ ἑαυτοῦ ὀχήσει, πάλιν αὐτὰ πέμπειν ἐπὶ τοὺς δεσμοὺς ἔργα ἐλάττονα οὗ πεποίηκεν ἔργου, δεξάμενα τοῖς νώτοις τὸν υἱὸν τοῦ θεοῦ. πρέπον δὲ ἦν ἐπὶ τῷ τοιούτῳ μυστηρίῳ καὶ τοῖς μετ’αὐτοῦ λεγομένοις σφόδρα χαίρειν καὶ ἐπιτείνειν χαρὰν (τὸν καρπὸν τοῦ πνεύματος) τὴν θυγατέρα τοῦ θεοῦ Σιὼν καὶ θυγατέρα αὐτοῦ τὴν Ἱερουσαλὴμ κηρύσσειν · ἤρχετο γὰρ αὐτῇ βασιλεὺς δίκαιος καὶ σῴζων, καὶ οὐχ ἁπλῶς σῴζων ἀλλὰ δίκαιος καὶ σῴζων, τουτέστι μετὰ τοῦ τηρεῖν τὸ δίκαιος εἶναι καὶ σῴζων μετὰ δικαιοσύνης, καὶ εὐτρεπίζων εἰς σωτηρίαν τοὺς σῳζομένους. αὐτὸς δὲ ἤρχετο εἰς Σιὼν καὶ Ἱερουσαλὴμ πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον (ὡς ἀποδεδώκαμεν) ἐπισκοπῶν τὸν Ἰσραὴλ ἐν τῷ ἐξολοθρεύειν ἅρματα ἐξ Ἐφραΐμ, παραπλήσια τυγχάνοντα ἅρμασι Φαραώ, ὅτε ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν. ἤρχετο δὲ καὶ ἵππον ἐξολοθρεύων τὸ πολεμικὸν ζῷον ἀπὸ τῆς Ἱερουσαλήμ, ἵνα εἰρήνην ποιήσῃ τῷ Ἰσραὴλ ἐπιστρέφων τὰ ἀπολωλότα αὐτοῦ πρόβατα, εἰρήνην δὲ καὶ τῇ Ἱερουσαλὴμ ἐπανάγων αὐτῆς ἐκπεσόντα τὰ τέκνα. πῶς δὲ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἄξιον τὸ οὕτως ἔρχεσθαι τὸν δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἔμελλεν ἐξολοθρεύεσθαι πᾶν τόξον πολεμικόν, ἵνα μηκέτι οἱ ἁμαρτωλοὶ ἐκτείνωσι τόξα μη δὲ ἑτοιμάζωσι βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ; ἔμελλε δὲ τότε καὶ πλῆθος καὶ εἰρήνη εἶναι ἀπὸ τῶν πιστευόντων καὶ σῳζομένων ἐθνῶν, κατάρχοντος ὑδάτων ἕως θαλάσσης τοῦ σωτῆρος, κατάρχοντος δὲ καὶ ποταμῶν διεκβολὰς γῆς καὶ διεξόδους ποιουμένων καὶ ποτιζόντων τὰ πολλὰ αὐτῆς. δὲ θέλων ἁπλούστερον ἐπὶ τοῦ τῶν Ἰουδαίων λαοῦ οἷς ἐπιδεδήμηκεν σωτὴρ ἀκούειν τὸ θύγατερ Σιὼν καὶ θύγατερ Ἱερουσαλὴμ φήσει ὅτι λόγος μὲν προστάσσει χαίρειν τῇ θυγατρὶ Σιὼν καὶ κηρύσσειν τῇ θυγατρὶ Ἱερουσαλήμ · εἰ δέ τινες ἠπείθησαν οὐ τὰ τοῦ χαίρειν ποιήσαντες ἄξια οὐ δὲ παραδεξάμενοι τὸ περὶ τοῦ κηρύσσειν πρόσταγμα, αὐτοὶ γεγόνασιν ἑαυτῶν αἴτιοι τοῦ παθεῖν πεπόνθασιν, ὥστε λεχθῆναι αὐτοῖς · ὑμῖν ἦν ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον τοῦ θεοῦ · ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. χρὴ δὲ καὶ τοῦτο εἰδέναι ὅτι πέντε περιτυχόντες ἐκδόσεσι τοῦ Ζαχαρίου παρὰ μὲν τοῖς Ἑβδομήκοντα καὶ τῷ Ἀκύλᾳ εὕρομεν τὸ αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον ἐπὶ ὄνου καὶ πώλου υἱοῦ ὀνάδων, παρὰ δὲ Θεοδοτίωνι · αὐτὸς ἐπακούων καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὄνου, παρὰ δὲ Συμμάχῳ · αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὀνάδος, ἐν δὲ τῇ πέμπτῃ ἐκδόσει · αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον υἱὸν ὄνων. καὶ δύναταί γέ τις ταῦτα ἐφαρμόζειν τῇ κατὰ τὸν ἐξεταζόμενον τοῦ εὐαγγελίου τόπον ἱστορίᾳ, ὅτε πρᾶος καὶ ἐπακούων καὶ πτωχὸς ἐλήλυθεν εἰς τὴν Ἱερουσαλὴμ σωτήρ · ἐπτώχευσε γὰρ πλούσιος ὤν, ἵνα οἱ ἀκούοντες αὐτοῦ τοῦ ἐπακούοντος ἡμῶν τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωσιν.

16.17

ἴδωμεν δὲ περὶ τῆς Βηθφαγὴ μὲν κατὰ Ματθαῖον, Βηθανίας δὲ κατὰ τὸν Μᾶρκον, Βηθφαγὴ δὲ καὶ Βηθανίας κατὰ τὸν Λουκᾶν. ταῦτα δὲ ἦν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. ἑρμηνεύεσθαι δέ φαμεν τὴν Βηθφαγὴ μὲν οἶκον σιαγόνων (ἥτις τῶν ἱερέων ἦν χωρίον), Βηθανία δὲ οἶκος ὑπακοῆς. ἐπὶ τὸν οἶκον οὖν τῆς ὑπακοῆς ἄγεται τὰ λυόμενα τὸ λυόμενον, ἵν’ἐκεῖθεν ἐπιβῇ αὐτοῖς Ἰησοῦς, ἐπὶ τὸν οἶκον τῆς σιαγόνος, περὶ ἧς ἔστιν εἰπεῖν λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος, ἀφ’ἧς ἔπιεν Σαμψὼν διψήσας, τάχα ἐπεὶ τῷ τύπτοντι εἰς τὴν σιαγόνα δεῖ παρέχειν καὶ τὴν ἑτέραν, σύμβολον τῆς τῶν σῳζομένων ἀνεξικακίας Βηθφαγὴ ἦν, ὅθεν ἐκαθέζετο Ἰησοῦς ἐπὶ τῶν ὑπὸ τῶν μαθητῶν κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ λυθέντων. καὶ τὸ ὄρος δὲ τῶν Ἐλαιῶν ἐκκλησία ἐστίν, αἵτινες λέγουσι καρποφοροῦσαι καλλιέλαιος οὖσαι · ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ · καὶ οἱ ἀρχόμενοι δὲ καὶ εἰσαγόμενοι ἐν αὐτοῖς εἰσιν ὡσεὶ νεόφυτα ἐλαιῶν κύκλῳ τῆς Χριστοῦ τραπέζης, τεκνία καὶ υἱοὶ ὄντες αὐτοῦ. εἰ δὲ δεῖ ἐπιστῆσαι καὶ τοῖς δύο μαθηταῖς, οὓς ἀπέστειλεν Ἰησοῦς ἐπὶ τὴν δεδεμένην ὄνον καὶ τὸν μετ’αὐτῆς πῶλον, ἵνα λύσαντες ἀγάγωσιν αὐτῷ, λεκτέον τάχα οὐκ ἀλόγως μή ποτε δύο μαθηταὶ Πέτρος εἰσὶ καὶ Παῦλος, δεξιὰς διδόντες ἀλλήλοις κοινωνίας, ἵνα Πέτρος μὲν εἰς τὴν περιτομὴν πρὸς τὸ ὑποζύγιον γένηται, τὸν ὑπὸ τὸν ζυγὸν τοῦ νόμου γεγενημένον λαόν, Παῦλος δὲ εἰς τὰ ἔθνη, τὸν νέον καὶ ἀδάμαστον πῶλον. καὶ ἦσαν ἀμφότεροι (λέγω δέ · τὸ ὑποζύγιον καὶ πῶλος) πρὸ τοῦ Ἰησοῦ ἐν κώμῃ καὶ οὐ πόλει, ἔνθα ἦσαν δεδεμένοι. ἀλλ’οἱ τοῦ Ἰησοῦ μαθηταὶ λύουσι καὶ ἄγουσι πρὸς τὸν Ἰησοῦν ἀμφότερα. ἔτι δ’ἐπανάγων τῷ λόγῳ τοὺς δύο μαθητὰς φήσεις ὅτι ἐστὶ μὲν ἓν τάγμα τῶν διακονουμένων τοῖς ἐκ περιτομῆς, ἄλλο δὲ τοῖς ἀπὸ τῶν ἐθνῶν. πλὴν κοινωνία ἐστὶ τῶν ἔργων αὐτῶν, λυόντων τὰ προστεταγμένα ὑπὸ τοῦ Ἰησοῦ λύεσθαι · ὧν λυόντων, ἐάν τις λέγῃ αὐτοῖς · τί λύετε τὸν πῶλον; ὁτιποτοῦν, λέγει περὶ ἀμφοτέρων · κηρύσσομεν ὅτι κύριος αὐτῶν τῶν πρότερον δεδεμένων χρείαν ἔχει. χρείαν δὲ αὐτῶν ἔχει ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἄφεσιν αὐτῶν εἰληφόσι · δεδεμένοις γὰρ ἔτι καὶ σειραῖς τῶν ἰδίων ἁμαρτιῶν σφιγγομένοις Ἰησοῦς οὐκ ἐπικαθέζεται. κατὰ μέντοι τὸν Μᾶρκον καὶ τὸν Λουκᾶν καὶ πῶλός ἐστι δεδεμένος, ἐφ’ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν · οὐδὲν γὰρ λογικὸν καὶ κατὰ τρόπον ἀνθρώπινον γινόμενον ἐπέπρακτό ποτε καὶ ἵδρυτο τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ. καὶ οὗτος ἐφ’ οὐδὲν λογικὸν πρότερον ἐφίδρυτο εὐτύχησε θεὸν αὐτῷ ἐπικαθεσθῆναι λόγον, τὸν υἱὸν τοῦ θεοῦ, ἵνα ὑπ’αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ θεοῦ. τοσαῦτα μὲν ἡμεῖς εἰς τὸν τόπον ἐπὶ τοῦ παρόντος εἴδομεν · δὲ δυνάμενος καὶ χωρῶν μείζονα εἰς τὸν τόπον χάριν λεγέτω μείζονα καὶ βελτίονα, κἀκεῖνος μᾶλλον ἀκουέσθω ὑπὸ τῶν διψώντων εὐαγγελικῆς σαφηνείας.

16.18

πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ τὰ ἑξῆς ἕως τοῦ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. δὲ Μᾶρκος οὕτω κατὰ τὸν τόπον ἐξέθετο · καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτὸν καὶ τὰ ἑξῆς ἕως τοῦ εὐλογημένη ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυΐδ · εἰρήνη ἐν τοῖς ὑψίστοις. καὶ Λουκᾶς δὲ τοιαῦτά φησιν · ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς ἑστῶτα τὸν πῶλον καὶ τὰ ἑξῆς ἕως τοῦ ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. ἀκολούθως τοῖς ἀποδεδομένοις περὶ τῶν ἀποσταλέντων δύο μαθητῶν ἐπὶ τὸ λῦσαι τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον τὸν μετ’αὐτῆς καὶ πᾶσι τοῖς εἰς τὸν τόπον εἰρημένοις, διηγησόμεθα καὶ τὰ ἐκκείμενα, ἐν οἷς λέλεκται ὅτι πορευθέντες οἱ δύο μαθηταὶ καὶ ποιήσαντες τὰ ὑπὸ τοῦ σωτῆρος αὐτοῖς προστεταγμένα ἤγαγον πρὸς αὐτὸν τὴν ὄνον καὶ τὸν πῶλον · οὓς οὐκ ἀφήκασι γυμνοὺς ἀλλὰ κόσμον αὐτοῖς περιέθηκαν ἐν ἱματίοις εὐσχημοσύνην περιποιοῦσι, κοσμήσασι τὴν ὑπ’αὐτῶν λελυμένην ὄνον καὶ τὸν μετ’αὐτῆς πῶλον οἷς καὶ αὐτοὶ ἦσαν κεκοσμημένοι καὶ ἐσκεπασμένοι, καὶ ἵνα κεκοσμημένοις τῇ ὄνῳ καὶ τῷ πώλῳ τοῖς ἐνδύμασι τῶν διδαξάντων μαθητῶν ἐπαναβῇ καὶ ἀναπαύσηται καὶ ἐφιδρυθῇ τοῦ θεοῦ λόγος, γινόμενος ἐπάνω μόνος καὶ ἡνίοχος τῶν λελυμένων καὶ βασταζόντων αὐτόν. ἀλλὰ τοῖς μὲν ἐκ τῶν διδαξάντων ἱματίοις ἐπιτεθεῖσι τῇ ὄνῳ καὶ τῷ πώλῳ Ἰησοῦς ἐπικαθέζεται, ἐπειδὴ ἕκαστον ἐχρῆν συμβαλέσθαι τι Χριστῷ πραεῖ βασιλεῖ ἐπιβεβηκότι ὑποζυγίῳ καὶ πώλῳ νέῳ […]. δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. ἦν δὴ πλεῖστος ὄχλος συνεισερχόμενος εἰς Ἱερουσαλὴμ τῷ Ἰησοῦ, καὶ οὗτοι ἔδειξαν καρπὸν τῆς τοῦ σωτῆρος ἀποδοχῆς ἐν τῷ τὰ ἑαυτῶν ἱμάτια ὑποστρῶσαι, καὶ ὃν εἶχον κόσμον καὶ σκέπην, τῷ ἐπικαθεζομένῳ τῇ ὄνῳ καὶ τῷ πώλῳ. ἐν τῇ ὁδῷ τοίνυν καθ’ἣν ἦγε τὴν ὄνον καὶ τὸν πῶλον ἐπὶ τὰ Ἱεροσόλυμα, ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια πλεῖστος ὄχλος, ἵνα καθαροῖς γῆς καὶ γηΐνων πραγμάτων ποσὶ καὶ μηδαμῶς ἔχουσι κονιορτὸν ὄνος καὶ πῶλος ἐπιβῇ τῇ Ἱερουσαλήμ. καὶ τρίτον δέ τι τάγμα τὸ παρὰ τοὺς δύο μαθητὰς καὶ τὸν ὑποστρώσαντα πλεῖστον ὄχλον τὰ ἱμάτια ἐν τῇ ὁδῷ νῦν κατείλεκται · ἄλλοι γὰρ ὡραιότητά τινα περιεποίουν τῇ ὁδῷ δι’ἧς ὥδευεν ἐπὶ τὰ Ἱεροσόλυμα Ἰησοῦς ὀχούμενος τοῖς προειρημένοις · δὲ ὡραιότης ἦν κοπτομένων κλάδων ἀπὸ δένδρων καὶ στρωννυμένων παρ’ἑκάτερα τῶν ἐστρωμένων ἱματίων · εἰ μὴ ἄρα τοῦτο τέταρτον τάγμα ἦν. ἄλλοι γὰρ οἱ λύοντες μαθηταί, καὶ ἄλλη λυομένη ὄνος καὶ μετ’αὐτῆς πῶλος, καὶ τρίτοι πλεῖστος ὄχλος, καὶ τέταρτοι οἱ κόπτοντες τοὺς κλάδους ἀπὸ τῶν δένδρων καὶ στρωννύντες ἐν τῇ ὁδῷ. νόει δέ μοι ἀπὸ τούτων καὶ πέμπτον καὶ ἕκτον τάγμα κατειλεγμένον τῶν τὸν Ἰησοῦν προαγόντων καὶ τῶν ἀκολουθούντων αὐτῷ. καὶ προάγοντας μὲν φήσεις ἀπὸ τῶν πρὸ τῆς παρουσίας εἶναι ἐκ τοῦ λαοῦ, δικαίων τάχα καὶ προφητῶν · ἀκολουθοῦντας δὲ τοὺς ἀπὸ τῶν μετὰ τὴν παρουσίαν ἑπομένων τῷ λόγῳ καὶ ἀκολουθούντων αὐτῷ εἴτε δικαίων εἴτε καὶ ἀποστόλων Χριστοῦ. πλὴν οὐκ ἄλλα μὲν ἔλεγον οἱ προάγοντες, ἄλλα δὲ οἱ ἀκολουθοῦντες · ἔκραζον γὰρ πάντες ἅμα ὡς χορὸς συνᾴδων καὶ σύμφωνος καὶ ἔλεγον, καὶ τὸ ἀνθρώπινον ὑμνοῦντες τοῦ σωτῆρος ἐν τῷ ὡσαννὰ τῷ υἱῷ Δαυῒδ καὶ τὴν δευτέραν αὐτοῦ ἐπιδημίαν ἐν τῷ εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ τὴν εἰς τὰ ἅγια ἀποκατάστασιν ἐν τῷ ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

16.19

τούτων δὴ τῶν τριῶν ἐκφωνήσεων λεγομένων ὑπὸ τῆς συμφωνίας τῶν προαγόντων καὶ ἀκολουθούντων τῷ Ἰησοῦ, μὲν εἰσῄει εἰς τὰ ἀληθινὰ Ἱεροσόλυμα · ξενισθεῖσαι δὲ αἱ οὐράνιαι δυνάμεις, αἵτινες λέγονται πᾶσα εἶναι πόλις, ἔφασκον τίς ἐστιν οὗτος; ἀνάλογον τοῖς προφητευθεῖσιν ἐν εἰκοστῷ τρίτῳ Ψαλμῷ περὶ τῆς ἀναλήψεως τοῦ σωτῆρος καὶ τοῦ ξενισμοῦ τῶν οὐρανίων δυνάμεων ξενιζομένων ἐπὶ τῷ καινῷ τοῦ σωματικοῦ αὐτοῦ ὀχήματος θεάματι. ἔχει δὲ οὕτως ἐν τῷ Ψαλμῷ · ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται βασιλεὺς τῆς δόξης καὶ τὰ ἑξῆς. καὶ ἐν Ἡσαΐᾳ δὲ παραπλήσια προφητεύεται περὶ τῆς μετὰ τὴν οἰκονομίαν ἀνόδου τοῦ σωτῆρος · γέγραπται γάρ · τίς οὗτος παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ · οὗτος ὡραῖος ἐν στολῇ; τὰ δὲ κατὰ τὸν τόπον ὅλα καὶ σὺ δυνήσῃ ἀναλεξάμενος κατανοῆσαι, τίτε λέγουσιν αἱ ξενιζόμεναι δυνάμεις ἐπὶ τῆς τοῦ σωτηρίου σώματος ἀνόδου καὶ τί αὐταῖς ἀποκρίνεται. ταῦτα δέ μοι παρείληπται βουλομένῳ σῶσαι τὴν ἀκολουθίαν τῆς κατὰ τὴν γραφὴν τροπολογίας ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα · τίς ἐστιν οὗτος; μετὰ δὲ τοῦτο ἑξῆς γέγραπται ὅτι πολλοὶ ἔλεγον · οὗτός ἐστιν Ἰησοῦς προφήτης ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, ὁμολογοῦντες τὸν προφητευθέντα ὅτι Ναζωραῖος κληθήσεται κυρίως τῷ θεῷ ἀεὶ ἀνακείμενος. ἀλλὰ κατὰ τὴν διήγησιν ταύτην περιγεγράφθω τὰ κατὰ τὸν τόπον καὶ ἀρχή τις ἔστω ἑτέρας περικοπῆς τὰ ἐπιφερόμενα, ἵνα μὴ ἀναγκάζηταί τις (συνάπτων καὶ τὴν περὶ ἐκείνων διήγησιν τοῖς προτέροις) ζητεῖν ἐκβαλλομένους ἀπὸ τοῦ ἱεροῦ τοῦ θεοῦ τινας τοὺς ἐπιπληττομένους ὡς πεποιηκότας τὸν τῆς προσευχῆς οἶκον λῃστῶν σπήλαιον. οὐκ οἶδα δὲ εἰ, κἂν βιάσηταί τις, δύναται ἀκολούθως τῷ χαῖρε σφόδρα, θύγατερ Σιὼν σῶσαι τὴν πᾶσαν καὶ τῶν ἑξῆς τοῖς ἐκκειμένοις ἀκολουθίαν. μετὰ ταῦτα ἐξετάσωμεν καὶ τὸ ὡσαννὰ τῷ υἱῷ Δαυΐδ · εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου · ὡσαννὰ ἐν τοῖς ὑψίστοις ποῖον ἔχει νοῦν. σαφῶς μὲν οὖν τὸ εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου αὐταῖς λέξεσι κεῖται ἐν τῷ πρὸ τοῦ μεγίστου Ψαλμοῦ Ψαλμῷ, λεγομένῳ ἔν τισιν ἀντιγράφοις ἑκατοστῷ ἑπτακαιδεκάτῳ. δοκεῖ δέ μοι τὰ ἀντὶ τοῦ κύριε, σῶσον δὴ προτεταγμένα τοῦ εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου ἑβραϊκῶς ἐκκεῖσθαι ἐν τῷ ὡσαννὰ τῷ υἱῷ Δαυΐδ · οὕτω δὲ καὶ εἶχεν ἑβραϊκὴ λέξις · Ἅννα ἀδωναΐ ὡσιαννά, Ἅννα ἀδωναΐ ἀσλιαννά, Βαρούχ ἀββᾶ βσαίμ ἀδωναΐ. εἶτα δοκεῖ μοι ὑπὸ Ἑλλήνων συνεχῶς γραφόμενα τὰ εὐαγγέλια μὴ εἰδότων τὴν διάλεκτον, συγκεχύσθαι ἐν τοῖς κατὰ τὸν τόπον ἔχουσι ταῦτα ἀπὸ τοῦ προειρημένου Ψαλμοῦ. εἰ δὲ τὸ ἀκριβὲς βούλει μαθεῖν τῆς λέξεως, ἄκουε Ἀκύλου ἑρμηνεύσαντος ὡδί · δὴ κύριε, σῶσον δή · δὴ κύριε, εὐόδωσον δή · εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου. ἀλλὰ γὰρ ἐπανακεφαλαιωσώμεθα τὰ κατὰ τὸν τόπον καὶ λέγωμεν ὅτι ἤτοι Παῦλος καὶ Πέτρος ἄλλα δύο εἴδη τῶν διδασκόντων, λύσαντες ἀπὸ τῶν δεσμῶν κατὰ τὴν τοῦ Ἰησοῦ πρόσταξιν τοὺς ἀπὸ περιτομῆς καὶ τοὺς ἀπὸ ἀκροβυστίας, ἐκόσμησαν αὐτοὺς καὶ πεποιήκασιν εὐπρεπεῖς πρὸς τὸ ὀχήσασθαι αὐτοῖς τὸν λόγον ἀνιόντα εἰς τὴν Ἱερουσαλήμ. καὶ οὕτως καὶ τὰ λοιπὰ κατὰ μὲν μίαν ἔσται διήγησιν. κατὰ δὲ ἑτέραν ἀεὶ ἐνέστηκε […] τῶν ἀποδεχομένων τὸν Ἰησοῦν στρωννύντων αὐτῷ διὰ τῶν ἰδίων ἐνδυμάτων τὴν ὁδὸν καὶ κοσμούντων αὐτὴν τοῖς κλάδοις καὶ προαγόντων καὶ ἐπακολουθούντων. καὶ ἄλλως δὲ ἕκαστος διὰ μὲν τῶν ἤδη πεπραγμένων προάγει τὸν Ἰησοῦν, διὰ δὲ τῶν πραχθησομένων ἐπακολουθεῖ αὐτῷ καὶ λέγει τὰ ἀναγεγραμμένα. καὶ εἰς ταῦτα δὲ ἡμεῖς μὲν τοσαῦτα εἴδομεν · δὲ ἡμῶν διαφέρων πλείονα καὶ βλεπέτω καὶ διδασκέτω. πλὴν ἔν τινι τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐπὶ ποσὸν καὶ ταῦτα ἐξητάσαμεν, ὅτε προέκειτο διηγήσασθαι τὸ τῇ ἐπαύριον οὖν ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτὴν καὶ τὰ ἑξῆς.

16.20

καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰ ἑξῆς. τὰ δὲ κατὰ τὸν τόπον καὶ οἱ λοιποὶ τρεῖς εὐαγγελισταὶ ἐξέθεντο, ὧν τὴν πρὸς ἀλλήλους διαφορὰν οὐ τοῦ προκειμένου καιροῦ ἐστι διηγήσασθαι · ἀρκέσει γὰρ τὸ ἐν τῷ ἐξεταζομένῳ εὐαγγελίῳ κατὰ τὸ δυνατὸν ἡμῖν σαφηνίσαι. τῶν τεσσάρων δὲ εὐαγγελιστῶν ἀναγραψάντων τὰ κατὰ τὸν τόπον, πλείονα τὰ κατὰ τὸ δυνατὸν ἡμῖν ἐξήτασται ὑπαγορεύουσιν εἰς τὸ κατὰ Ἰωάννην καὶ ὡς οἷόντε ἦν σαφηνίζουσι τὸ καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τὰ ἑξῆς. ἔνθα κατεσκευάζομεν οὐκ ἐλάττονα τῶν παραδόξων δυνάμεων εἶναι τοῦ Ἰησοῦ καὶ τὴν προκειμένην ὅτι τέκτονος μὲν νομιζόμενος εἶναι υἱὸς τοσαύτῃ παρρησίᾳ καὶ ἐξουσίᾳ ἐχρήσατο, ἐκβάλλων ἐν πανηγύρει ἀπὸ τοῦ ἱεροῦ τοὺς ἀναγεγραμμένους, ὁποίᾳ οὐ δ’ τοῦ ἔθνους ἡγούμενος χρώμενος εὐχερῶς ἂν ἤνυσε τοῦθ’ὅπερ Ἰησοῦς πεποίηκε. καὶ ἐτροπολογήσαμέν γε δουλεύσαντες τῇ λέξει, ὡς ἐχωροῦμεν, τὸ Ἰωάννου βούλημα. ἀλλ’ἐπεὶ καὶ νῦν εἱρμὸς ἡμᾶς ἀπαιτεῖ εἰπεῖν κατὰ τὴν Ματθαίου λέξιν περὶ τῶν ἐκκειμένων, τὸν πατέρα τῆς σοφίας ἐπικαλεσάμενοι φέρ’ἴδωμεν εἰ ἄξιόν τι δυνάμεθα τῆς Ἰησοῦ μετὰ θάρσους πράξεως εἰπεῖν εἰς τὸν τόπον. καὶ πρῶτον μὲν λεκτέον τί τὸ ἱερὸν τοῦ θεοῦ, ὅπερ ὁμολογῶν θεὸς εἶπεν ἐν τῷ προφήτῃ · οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἀνάλογον μὲν οὖν τῇ κατὰ σάρκα περιτομῇ καὶ ταῖς σωματικαῖς τοῦ νόμου ἑορταῖς καὶ θυσίαις ἱερὸν ἐνομίζετο τοῦ θεοῦ εἶναι τὸ ἐκ λίθων ἀναισθήτων κατασκεύασμα οἰκοδομηθὲν ὑπὸ Σολομῶντος πρῶτον καὶ ἀνοικοδομηθὲν ἔτι ὑπὸ Ἔσδρα, πλὴν μετὰ τὴν τοῦ σωτῆρος οἰκονομίαν ὑπὸ Ῥωμαίων καθαιρεθέν. καὶ οἶκος ἐκεῖνος ὑπελαμβάνετο εἶναι εὐχῆς, οὗ καθαιρεθέντος ἀναγκαῖον Ἰουδαίους, ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς, λέγειν μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπισκοπῆς τοῦ θεοῦ, ἔχειν ᾤοντο παρὰ τὸ ἐν τῷ οἴκῳ τῆς προσευχῆς εὔχεσθαι, μη δὲ τὸ τὰ τῆς νομικῆς λατρείας ἐπιτελεῖν. καὶ ἐκβεβληκέτω σωματικῶς ἀπ’ἐκείνου καὶ σύμβολα ποιήσας τῶν ἰδίων πνευματικῶν πράξεων σωτὴρ ἡμῶν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταβεβληκέτω καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς καὶ εἰρηκέτω τὰ ἐκκείμενα εἰς ἐπιστροφὴν τοῦ τότε λαοῦ, ἀντὶ σεμνῆς πανηγύρεως ἐπιτελουμένης ἐν ὀνόματι θεοῦ σχολαζόντων τῷ πωλεῖν καὶ ἀγοράζειν, οὐκ ἐν τῇ καθηκούσῃ χώρᾳ ἐν ἔδει πωλεῖν καὶ ἀγοράζειν, ἀλλ’ἐν τῷ ἱερῷ, ἔνθα ἐχρῆν μὲν συνερχομένους εὔχεσθαι ὡς ἐν οἴκῳ προσευχῆς, ἐποίουν δὲ τὰ ἐναντία τῇ εὐχῇ ἐν αὐτῷ, ὡς ἐν οἴκῳ ἐμπορικῷ πωλοῦντες καὶ ἀγοράζοντες καὶ ἀργύρια κολλυβίζοντες καὶ ἐπὶ καθεδρῶν καθεζόμενοι, ἵνα πωλῶσι περιστεράς. καὶ τὸ ἄσεμνον τῶν γινομένων παρὰ Ἰουδαίοις τότε Ἰησοῦς ἡμῶν καθῃρηκέτω, ἐλέγξας τοὺς ἀντὶ τοῦ κατὰ τὸν νόμον ἑορτάζειν ἐμπορευομένους καὶ σωματικῶς τρυφῶντας.

16.21

καὶ νῦν δὲ νομίζω ἱερὸν ἐκ λίθων ζώντων οἰκοδομηθὲν εἶναι τὴν ἐκκλησίαν, καὶ εἶναι ἐν αὐτῇ τινας οὐχ ὡς ἐν ἐκκλησίᾳ ζῶντας ἀλλ’ὡς κατὰ σάρκα στρατευομένους, οἵτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων οἰκοδομηθέντα οἶκον λῃστῶν διὰ τὴν αὐτῶν κακίαν σπήλαιον. τίς γὰρ κατανοήσας τὰ ἔν τισιν ἐκκλησίαις ἁμαρτανόμενα ὑπὸ τῶν τοιούτων Χριστιανῶν τῶν νομιζομένων πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν, καὶ δέον ἐκ τοῦ εὐαγγελίου μόνον διαζῆν, τοῦτο μὲν μὴ ποιούντων, πλοῦτον δὲ καὶ πολλὴν κτῆσιν συναγόντων, οὐκ ἐρεῖ σπήλαιον λῃστῶν γεγονέναι τὸ τηλικοῦτον τῆς ἐκκλησίας μυστήριον; ὥστ’ἂν εἰπεῖν τὸν Ἰησοῦν ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν ᾠκοδόμησεν ἱερῷ ζῶντι τότε ἀπὸ τῶν Ψαλμῶν οὕτως ἔχον · τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; καὶ τὸ ἀπὸ τοῦ (ὡς οἶμαι) Ὠσηέ, ἔνθα τοῦ Ἰησοῦ ψυχὴ λέγει δυσαρεστουμένη τῷ βίῳ τῶν ἁμαρτανόντων καὶ ἐν τῷ ἱερῷ εἶναι δοκούντων τὸ οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. καὶ ἐὰν προσκόπτῃς γε τῷ ταῦτα λέγειν τὸν Ἰησοῦν καὶ πενθοῦντα ἡμῶν τὰ πταίσματα φάσκειν τὸ οἴμοι ψυχή, συνεξέτασον τούτοις τὸ ἀπὸ τοῦ εὐαγγελίου, ἔνθα γέγραπται ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν ἐπ’αὐτῇ, καὶ εἶπε. καὶ μᾶλλόν γε, εἴπερ εὐλόγως ἔκλαυσεν ἐπὶ Ἱερουσαλήμ, εὐλογώτερον κλαύσεται ἐπὶ τὴν ἐκκλησίαν, οἰκοδομηθεῖσαν μὲν ἵνα οἶκος προσευχῆς , γενομένην δὲ διὰ τὴν αἰσχροκέρδειαν καὶ τρυφήν τινων (ἀλλ’εἴθε μὴ καὶ τῶν ἡγουμένων τοῦ λαοῦ) σπήλαιον λῃστῶν. ἀλλὰ τότε μὲν εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐκάθαρεν αὐτὸ ἐκβαλὼν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταστρέψας μετὰ τῶν καθεδρῶν ἐν αἷς ἐκαθέζοντο οἱ πωλοῦντες τὰς περιστεράς. νῦν δέ, ὅσον μὲν οὐκ ἐπισκοποῦνται, οἱ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ γινόμενοι ἐπὶ τὸ αὐτὸ ἐν συναγωγαῖς εἰσιν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ καὶ τὰ λοιπὰ πάντα ποιοῦντες, καὶ οὐδαμοῦ Ἰησοῦς αὐτοῖς ἐπιφαίνεται, ἵνα ἐκβαλὼν αὐτοὺς σώσῃ τοὺς λοιποὺς κἀκείνους ἐκβληθέντας ποιήσῃ συναισθηθῆναι τῆς ἁμαρτίας καὶ εἰσελθεῖν εἰς τὸ ἱερόν, οὐκέτι μετὰ τοῦ πωλεῖν καὶ ἀγοράζειν τὰ λοιπὰ ποιεῖν · ἐπὰν δὲ ἐπισκέψηται ἐπὶ τὰς ἁμαρτίας ἡμῶν καὶ ὡς ἀγαπῶν ἡμᾶς ἐπιδημήσῃ, ἵνα παιδεύσῃ καὶ μαστιγώσῃ ὡς υἱοὺς ὅπως ἡμᾶς παραδέξηται, τότε εἰσελεύσεται δύναμις Ἰησοῦ συναγομένων ἡμῶν καὶ τοῦ πνεύματος τοῦ ἁγίου, καὶ εἰσελθοῦσα ἐκ βαλεῖ πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ · πωλοῦντας μὲν καὶ ὡσπερεὶ ἀπεμπολοῦντας εἰ καί τι χρηστὸν εἶχον, ἀγοράζοντας δὲ ἀντ’ἐκείνων τὰ φαῦλα, καὶ ταῦτα ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, πράττοντας. ἀλλ’εἴθε εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ πατρός, τὴν ἐκκλησίαν, τὸν οἶκον τῆς προσευχῆς, καταβάλοι Ἰησοῦς τὰς τῶν κολλυβιστῶν καὶ αἰσχροκερδῶν καὶ φιλαργύρων τραπέζας καὶ εἰς πολλὰ εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια κατακερματιζόντων τὰ δόκιμα ἀργύρια, ἵνα βλάψωσι μὲν ἐκείνους οἷς κολλυβίζουσιν, αὐτοὶ δὲ μὴ εἰς δέον χρήσωνται τῷ ἀργυρίῳ. εἰσὶ δὲ καὶ ἄλλοι ἐν τῷ ἱερῷ πωλοῦντες καὶ ἀγοράζοντες τὰς Χριστοῦ περιστερὰς καὶ παραδιδόντες τοὺς ἀκεραίους ὡς περιστεράς, τοὺς εὐξαμένους καὶ εἰπόντας · τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω; καὶ ἐπακουσθέντας ἄρχουσιν οἷς οὐ δεῖ.

16.22

καὶ νομίζω ἁρμόζειν τὸν περὶ τῶν πωλούντων τὰς περιστερὰς λόγον τοῖς παραδιδοῦσι τὰς ἐκκλησίας αἰσχροκερδέσι καὶ τυραννικοῖς καὶ ἀνεπιστήμοσι καὶ ἀνευλαβέσιν ἐπισκόποις πρεσβυτέροις διακόνοις. διόπερ μόνων τῶν πωλούντων τὰς περιστερὰς καθέδρας ὠνόμασεν Ματθαῖος καὶ Μᾶρκος, ἅς φασι κατεστράφθαι ὑπὸ τοῦ Ἰησοῦ. ὡς εἴθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ γραφῇ οἱ ἐπὶ τῆς καθέδρας Μωσέως αὐχοῦντες καθέζεσθαι καὶ πωλοῦντες ὅλας ἐκκλησίας περιστερῶν καὶ παραδιδόντες αὐτὰς τοιούτοις προεστηκόσι, περὶ ὧν λέγοιτ’ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεγόμενον · οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν · υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοί, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν καὶ τὸ ἐν τῷ Μιχαίᾳ (οἶμαι) οὕτω λελεγμένον · οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐκβληθήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν. εἰ γὰρ ἤκουον, οὐκ ἂν ἐπώλησαν τὰς Χριστοῦ περιστεράς, ἀλλὰ κατέστησαν ἄρχοντας αὐτῶν φειδομένους τῶν περιστερῶν καὶ προνοουμένους τῆς σωτηρίας αὐτῶν καὶ οὐ περιβλεπομένους τίνα ὡς παχεῖαν περιστερὰν θύσαντες καταθοινήσονται. λέγει δὲ Ἰησοῦς τοῖς ἐκβαλλομένοις ὡς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τοῖς κολλυβισταῖς καὶ τοῖς πωλοῦσι τὰς περιστεράς, δυσωπῶν αὐτοὺς ἀπὸ τῶν ὡς ἐκ προσώπου τοῦ πατρὸς λεγομένων προφητειῶν, ὅτι τὸ μὲν γεγραμμένον ἐστίν · οἶκός μου οἶκος προσευχῆς κληθήσεται. οὐδὲν γὰρ ἄλλο δεῖ εἶναι ἐν ἐκκλησίᾳ θεοῦ εὐχὴν πάσης ἁγίας πράξεως καὶ προκαλουμένης τὴν τοῦ θεοῦ ἐπισκοπήν, εἰς εὐχὴν παρὰ θεῷ λογιζομένης, καθὸ καὶ τὸ ἀδιαλείπτως προσεύχεσθε δυνατόν ἐστιν. ὑμεῖς δέ, οὗτοι, ταῖς ὑμετέραις κακίαις τὸν τῆς προσευχῆς οἶκον σπήλαιον λῃστῶν πεποιήκατε. καὶ εὑρεῖν ἔστι πολλαχοῦ κατὰ βραχὺ οὕτως εἰς διαστροφὴν ὁδεύσαντα τὰ τῆς νομιζομένης ἐκκλησίας πράγματα, ὡς μηδὲν σπηλαίου λῃστῶν διαφέρειν τὸ ἄθροισμα συναγόμενον ἐν ὀνόματι Χριστοῦ, ὥστ’ἂν λέγεσθαι αὐτοῖς · δι’ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. εἰ δὲ δεῖ τὰ εἴδη τρία τυγχάνοντα τῶν ἐνταῦθα κατειλεγμένων προσφιλονεικήσαντα τῇ σαφηνείᾳ τῆς γραφῆς ἐπιμελέστερον διηγήσασθαι, μήποτε οἱ μὲν ἐν τῷ λαῷ μηδενὶ ἐν τῷ κόσμῳ σχολάζοντες περὶ τὸ πωλεῖν καὶ ἀγοράζειν μόνον τὰς διατριβὰς ἔχοντες καὶ σπανίως ταῖς προσευχαῖς προσκαρτεροῦντες καὶ οἷς ἀπαιτεῖ ἔργοις θεῖος λόγος, εἰσὶν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ τοῦ θεοῦ. οἱ δὲ μὴ καλῶς διάκονοι διοικοῦντες τὰ τῆς ἐκκλησίας χρήματα, ἀλλ’ἀεὶ μὲν ταῦτα ψηλαφῶντες, οὐ καλῶς δὲ αὐτὰ οἰκονομοῦντες ἀλλὰ σωρεύοντες τὸν νομιζόμενον πλοῦτον καὶ χρήματα, ἵνα πλουτῶσιν ἀπὸ τῶν εἰς λόγον πτωχῶν διδομένων, οὗτοί εἰσιν οἱ κολλυβισταὶ τραπέζας χρημάτων ἔχοντες, ἃς κατέστρεψεν Ἰησοῦς. οἱ δὲ τὰς πρωτοκαθεδρίας πεπιστευμένοι τοῦ λαοῦ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ὡσπερεὶ ἀποδιδόμενοι ὅλας ἐκκλησίας οἷς οὐ χρὴ καὶ καθιστάντες οὓς οὐ δεῖ ἄρχοντας, οὗτοί εἰσιν οἱ πωλοῦντες τὰς περιστεράς, ὧν τὰς καθέδρας κατέστρεψεν Ἰησοῦς. ἕκαστος οὖν τῶν ἐπὶ καθέδρας καθεζομένων ἐκκλησιαστικῆς καὶ ἀγαπώντων τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς προσεχέτω, μήποτε οὕτω καθέζεται ἐπὶ τῆς ἑαυτοῦ καθέδρας, ὥστε ἐλθόντα τὸν Ἰησοῦν καταστρέψαι αὐτὴν ὡς ἀξίαν καταστροφῆς. ἀλλὰ καὶ ἕκαστος τῶν ἀπὸ διακονίας συναγόντων ἑαυτοῖς πλοῦτον καὶ ἀποστερούντων πτωχῶν χρήματα, νοήσας τὴν προκειμένην γραφὴν μηκέτι σωρευέτω εἰς τὰς τραπέζας ἀργύριον, ἵνα μὴ καταστρέψῃ αὐτὰς Ἰησοῦς. ἀλλὰ καὶ οἱ ὑπὸ μεριμνῶντε καὶ φροντίδων βιωτικῶν ἀεὶ ἀγόμενοι εἰς ἀγορασμοὺς καὶ πράσεις φροντιζέτωσαν, μήποτε ἐλθὼν Ἰησοῦς ἐκβάλῃ αὐτοὺς ἐκ τοῦ ἱεροῦ τοῦ θεοῦ, ὅτε ἐκβεβλημένος οὐ δὲ ἐλπίδα τοῦ εἰσελθεῖν ἔχει ὅθεν ἐξεβλήθη. καὶ ὑποφαίνεταί μοι ἐρευνῶντι τὴν ἐκ κειμένην γραφήν, μήποτε ταῦτα Ἰησοῦς ποιήσῃ καὶ κατὰ τὴν δευτέραν ἐπιδημίαν κατὰ τὴν προσδοκωμένην θείαν κρίσιν. εἰσελθὼν γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον, τὴν πᾶσαν ἐκκλησίαν, τὴν (ἐξ οὗ συνέστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ συνεστηκυῖαν μέχρι τῆς συντελείας τοῦ αἰῶνος, οὓς ἂν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαντας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱερῷ ὡς ἀναξίους τοῦ ἱεροῦ τοῦ θεοῦ ἐκβαλεῖ · καὶ οὓς ἂν εὕρῃ τραπέζας πήξαντας καὶ γινομένους κολλυβιστὰς ἐλέγξει καταστρέψας αὐτῶν τὰς τραπέζας καὶ τῷ λόγῳ δείξας οἷα περὶ τὸ ἀργύριον ἡμαρτήκασι · τότε δὲ καὶ τὰς (ὡς διηγησάμεθα) καθέδρας τῶν πωλούντων τὰς περιστερὰς καταστρέψει. εἰ δέ τις οὐδὲν τῶν τριῶν τούτων εἰ δῶν ἔχει καὶ ἐν τῷ ναῷ εὑρίσκεται τοῦ θεοῦ, θαρρείτω · οὔτε γὰρ ἐκ βληθήσεται ὑπὸ τοῦ Ἰησοῦ οὔτε τι τῶν αὐτοῦ καταστραφήσεται οὔθ’ὡς ποιήσας τὸν οἶκον προσευχῆς σπήλαιον λῃστῶν ὀνειδισθήσεται ὡς λῃστής, ὅτε κολασθήσονται οἱ ποιήσαντες τῇ ἑαυτῶν λῃστείᾳ καὶ ἀδικίᾳ τὸν οἶκον τῆς προσευχῆς σπήλαιον λῃστῶν.

16.23

εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε μετὰ ταῦτα ἴδωμεν εἰ δύναται καὶ οὕτω τὰ κατὰ τὸν τόπον νοηθῆναι. οὐκ ἔλαττον τῆς ἐκκλησίας φύσει ἱερόν ἐστι θεοῦ πᾶσα λογικὴ φύσις, κατεσκευασμένη ἵνα χωρήσῃ δόξαν θεοῦ, περὶ ἧς γέγραπται (ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων καὶ τῇ τρίτῃ τῶν Βασιλειῶν) ὀφθείσης μετὰ τὴν οἰκοδομὴν τοῦ νεὼ ἐν αὐτῷ. τοῦτο δὴ τὸ φύσει ἱερὸν τοῦ θεοῦ, τὴν ψυχήν, πεπληρώκαμεν οἱ ἁμαρτάνοντες πωλούντων καὶ ἀγοραζόντων λογισμῶν καὶ ἄλλων περὶ ἀργυρίου πάντα σκοπούντων διαλογισμῶν · πεπληρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἄλλων πωλούντων καὶ ἀπεμπολούντων εἴ τι ἅγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά. λέγει οὖν τοῖς ἁμαρτάνουσιν Ἰησοῦς καὶ πεπληρωμένοις λῃστῶν λογισμῶν τὸ γέγραπται · οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν. μὲν οὖν Ἰησοῦς τοὺς ποιήσαντας σπήλαιον λῃστῶν τὸν οἶκον τῆς προσευχῆς λῃστὰς ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ. οἱ δὲ τὰ αὐτὰ τοῖς λῃσταῖς φρονοῦντες περὶ μὲν Ἰησοῦ εἰρήκασι · σταύρου σταύρου αὐτόν, περὶ δὲ τοῦ λῃστοῦ Βαραββᾶ · ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν. διόπερ μέχρι σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν (οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ), ἔχουσι δὲ μεθ’ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν τῆς πονηρίας Βαραββᾶν τὸν λῃστὴν ἤδη κεκρατημένον καὶ εἰς φυλακὴν κατακεκλεισμένον, ὃν καθ’ἑαυτῶν ἠξίωσαν ἀπολυθῆναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς λῃστής.

16.24

καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτοὺς καὶ τὰ ἑξῆς ἕως τοῦ ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. τὰ μὲν τῆς λέξεως δῆλα. ἀκολούθως δὲ ταῖς προαποδεδομέναις ἀναγωγαῖς λεκτέον ὅτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῷ οἴκῳ τῆς προσευχῆς, τῇ ἐκκλησίᾳ, οὐ πάντες εἰσὶ βλέποντες οὐ δὲ (ἵν’οὕτως ὀνομάσω) ὀρθοποδοῦντες · εἰσὶ γάρ τινες καὶ τυφλοὶ καὶ ἄλλοι χωλοὶ τῶν ἀθροιζομένων, οἵτινες ἐκ τοῦ συναισθέσθαι τῆς ἑαυτῶν τυφλότητος καὶ χωλότητος καὶ τοῦ γινώσκειν ὅτι οὐδενὸς τοῦ θεοῦ ἔργον ἐστὶ καὶ τοῦ λόγου τοῦ θεοῦ τὸ θεραπεῦσαι αὐτοὺς προσελθόντες αὐτῷ θεραπεύονται.

16.25

μετὰ τοῦτο γέγραπται ὅτι οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καίτοιγε ἰδόντες τὰ θαυμάσια ἐποίησεν Ἰησοῦς, καὶ τῶν παίδων ἀκούοντες δοξαζόντων τὸν υἱὸν τοῦ θεοῦ ἐν τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἠγανάκτησαν καταφρονοῦντες τῶν ὑμνούντων τὸν Ἰησοῦν παιδίων, καὶ ἀγανακτήσαντές φασι τῷ σωτῆρι · ἀκούεις τί οὗτοι λέγουσιν; δὲ δυσωπῶν αὐτοὺς ἀπεκρίνατο ὅτι τοσούτῳ χρόνῳ ἐν ταῖς θείαις ἀναστρεφόμενοι γραφαῖς μέχρι τοῦ δεῦρο οὐκ ἀνέγνωτε, ἵνα μὴ καταφρονήσητε τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ παιδίων ὑμνούντων ἐμὲ καὶ τὸν ἐν τοῖς οὐρανοῖς πατέρα μου, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; μήποτε οὖν, ὡς κατὰ τὴν ἱστορίαν ψεκτοί εἰσιν οὗτοι οἱ ἀρχιερεῖς καὶ γραμματεῖς, οὕτως καὶ κατὰ τὴν ἀναγωγήν εἰσί τινες ψεκτοὶ ἀρχιερεῖς, τὸ ὄνομα τῆς ἐπισκοπῆς οὐ κοσμοῦντες τῷ ἑαυτῶν βίῳ οὐ δὲ ἐνδεδυμένοι τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὗτοι οὖν, καίτοιγε βλέποντες τὰ τοῦ θεοῦ θαυμάσια, οὐδὲν ἧττον καταφρονοῦσι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν μὲν καὶ νηπίων ὑμνούντων δὲ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ ἀγανακτοῦσιν ἐπὶ τῇ τούτων προκοπῇ καὶ κατηγοροῦσιν αὐτῶν παρ’αὐτῷ τῷ Ἰησοῦ ὡς ἁμαρτανόντων τῶν μὴ ἁμαρτανόντων, καὶ ὡς μὴ ἀκούοντι μη δὲ πᾶσαν τάξιν τηροῦντι λέγουσιν αὐτῷ · ἀκούεις τί οὗτοι λέγουσι; καὶ τοῦτο δὲ ἔτι μᾶλλον συνήσομεν ἐπιστήσαντες, τίνα τρόπον πολλάκις τοῖς ζέουσι τῷ πνεύματι καὶ μέχρι φυλακῶν πρὸς τοὺς ἀπίστους παραβαλλομένοις καὶ παντὸς κινδύνου καταφρονοῦσι καὶ μετὰ πάσης εὐτονίας ἀσκοῦσιν ἁγνείαν καὶ παρθενίαν ἰδιώταις τῇ λέξει, ἐπιπλήσσουσιν ὡς ἀτάκτοις οἱ ψεκτοὶ ἀρχιερεῖς καὶ ἐγκαλοῦσιν αὐτοῖς παρὰ τῷ Ἰησοῦ, ὡς αὐτοὶ δικαιότερον πράττοντες τῶν οὕτως ἁπλῶν καὶ σπουδαίων καὶ χρηστῶν παιδίων. ἀλλ’ Ἰησοῦς τοῖς παιδίοις μὲν μαρτυρεῖ, τοῖς δὲ ἀρχιερεῦσιν ἀμαθίαν γραφῶν ἐγκαλεῖ διὰ τοῦ λέγειν · οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ ἐπὰν ἴδῃς ἐν τῇ ἐκκλησίᾳ τοὺς κατὰ τὸν Πέτρον ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθοῦντας καὶ θηλάζοντας αὐτό, γάλα ποτιζομένους, ἔτι καὶ ὑμνοῦντας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θεώρει ὅτι πληροῦται ἐπ’αὐτῶν τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. ἑαυτῷ γὰρ θεὸς αἶνον ἐν τοῖς τοιούτοις καταρτίζεται, ἐφ’οἷς εὐχαριστῶν τῷ πατρὶ υἱὸς λέγει · ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις · ναί, πατήρ, ὅτι οὕτως ἐγένετο καὶ τὰ ἑξῆς.

16.26

καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως ἕως εἰς Βηθανίαν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήψεσθε. τίνας καταλιπὼν Ἰησοῦς ἐξῆλθε τῆς τῶν Ἱεροσολύμων πόλεως, ἀφ’ἧς ἐξελθὼν ἐν Βηθανίᾳ ἦν τοὺς ἰδόντας μὲν ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ τὰ θαυμάσια ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας · ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, οὐδὲν δ’ἧττον ἀγανακτήσαντας ἐπὶ τοῖς αἰνοῦσι τὸν Χριστόν, καὶ διὰ τοῦτο ἐλεγχθέντας ὡς μὴ νενοηκότας τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ ἐπεὶ κατέλιπεν ἐκεῖνα τὰ Ἱεροσόλυμα καὶ ἔξω γέγονε τῆς πόλεως, διὰ τοῦτο πέπτωκε καὶ λίθος ἐπὶ λίθον ἤρξατο μὴ μένειν ἀλλὰ καὶ καθαιρεῖσθαι ἕως πάντα καταλυθῇ. ἦλθε δ’εἰς Βηθανίαν, τὸν τῆς ὑπακοῆς οἶκον, τὴν ἐκκλησίαν, ἔνθα καὶ ηὐλίσθη καὶ ἀνεπαύσατο, ἐπεὶ μὴ εἶχεν ἐν Ἱεροσολύμοις ποῦ τὴν κεφαλὴν κλίνῃ, ἅτε τοιούτων ἀρχιερέων καὶ γραμματέων ὄντων ἐν αὐτοῖς. ὅτε δὲ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς ὑπακοῆς οἴκῳ, μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν αὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε καὶ ἧς ἔξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ’αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ βρώσιμον ἀλλὰ μόνον ζωῆς ἔμ φασιν · φύλλα γὰρ χωρὶς καρπῶν ἦν ἐν τῇ συκῇ. εἶτ’ἐπεὶ ἔμψυχος ἦν αὕτη συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκουούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν. τὸ δὲ λεγόμενον τοιοῦτον ἦν · ὅσον συνέστηκεν ἐνεστὼς αἰών, μηκέτι γένοιτο ἔν σοι καρπός. διὰ τοῦτο ἄκαρπός ἐστιν Ἰουδαίων συναγωγή, καὶ τοῦτο γίνεται αὐτῇ ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἕως τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. ἐξηράνθη δὲ συκῆ, ἔτι ἐπιδημοῦντος τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἐν ἀνθρώποις ὡς ἀνθρώπου περιπατοῦντος Ἰησοῦ. ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες · πῶς παραχρῆμα ἐξηράνθη συκῆ; τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον τὸ τῆς ξηρανθείσης συκῆς μυστήριον καὶ ἐθαύμασαν οὐχ οὕτως ἐπὶ τῷ ἐξηράνθαι αὐτήν, ὡς ἐπὶ τῷ παραχρῆμα ἐξηράνθαι, ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν, τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον. καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν τῷ ἑωρακέναι παραχρῆμα τὴν συκῆν ἐξηραμμένην, ἀποκριθεὶς Ἰησοῦς εἶπεν (ἐμπεδῶν τὸ λεγόμενον τῷ ἀμὴν) ὅτι ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε · ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. οὐκοῦν οἱ πιστεύοντες μαθηταὶ καὶ μὴ διακρινόμενοι ποιοῦσι καὶ τὸ τῆς συκῆς λέγοντες αὐτῇ · ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ · ἐπεὶ δὲ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη, καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐτήν, ἵν’ ζωτικὴ δύναμις αὐτῆς μεταβῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. πρὸς τῷ δὲ ποιεῖν τὸ τῆς συκῆς τοὺς μαθητὰς ἔτι ἐπαγγέλλεται αὐτοῖς τοῦ θεοῦ λόγος, ἐὰν ἔχωσι πίστιν καὶ μὴ διακριθῶσιν, ὅτι καὶ τῷ βλεπομένῳτε καὶ δεικνυμένῳ ὑπ’αὐτοῦ ὄρει, τῇ ἀντικειμένῃ ἐνεργείᾳ ἐπαιρομένῃ κατὰ τῶν ἀνθρώπων, λέγουσιν · ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γίνεται. αἴρεται γὰρ ἀφ’ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰησοῦ τὸ βαρὺ τῆς κακίας ὄρος, σατανᾶς, αἴροντος αὐτὸν τοῦ νικήσαντος αὐτόν, καὶ βάλλεται εἰς τὴν θάλασσαν, τὴν ἄβυσσον, βάλλοντος αὐτὸν εἰς τὸν ἄξιον αὐτοῦ τόπον τῆς κολάσεως. καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν Ψαλμοῖς λέγεται τὸ αὕτη θάλασσα μεγάλη καὶ εὐρύχωρος · ἐκεῖ πλοῖα διαπορεύεται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. καὶ ἐν ἄλλῳ Ψαλμῷ · ἐκεῖ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, δῆλον δὲ ὅτι ἐν τῇ θαλάσσῃ, καί · ἐκεῖ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. αἴρεται οὖν καθ’ἕκαστον τῶν ὑπὸ τοῦ λόγου καταρτιζομένων εἰς σωτηρίαν ὄρος τὸ ὑπὸ τοῦ Ἰησοῦ βλεπόμενον καὶ δεικνύμενον, καὶ βάλλεται εἰς τὴν θάλασσαν κατὰ τὸν τοῦ ἐπιτυγχάνοντος μαθητοῦ Ἰησοῦ ἐν διδασκαλίᾳ λόγον, λέγοντος τῷ ἐν τῷ καθ’ἕκαστον τῶν ἀκουόντων ὄρει · ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, λέγοντος δὲ μετὰ τοῦ ἔχειν πίστιν καὶ μὴ διακρίνεσθαι, ἵνα καὶ τὸ λεγόμενον γένηται. καὶ τὰ πάντα δὲ ὅσα ἐὰν ἔχων πίστιν καὶ μὴ διακρινόμενος αἰτήσῃ ἐν τῇ προσευχῇ, πιστεύων λήψεται.

16.27

αὕτη δέ ἐστι Βηθανία, ἔνθα ἐκ νεκρῶν ἀναστὰς Ἰησοῦ φίλος κατῴκει. καὶ πᾶς δὲ ὑπακούων τῷ λόγῳ τοῦ θεοῦ καὶ τὸν λόγον τῆς ὑπακοῆς ἐνιδρυμένον καὶ ἐναυλιζόμενον ἔχων ἑαυτῷ, οἶκος ἐστιν ὑπακοῆς καὶ Βηθανία, ἐν αὐλίζεται Ἰησοῦς καὶ ἀναπαύεται. ἐπεὶ δὲ πράγματα δεῖ λαμβάνειν ἀπὸ τῶν λεγομένων ἄξια σοφίας θεοῦ ἀφ’ἧς τὰ εὐαγγέλια γέγραπται, πρόσχες εἰ μὴ κατὰ μὲν τοὺς ἁπλούστερον νοοῦντας παρέλκει τὸ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως · πῶς γὰρ ἐδύνατο ἔξω τῆς πόλεως γενέσθαι μὴ καταλιπὼν τοὺς προτέρους παρ’οἷς ἦν; κατὰ δὲ τοὺς συνετώτερον ἀκούοντας τῶν λεγομένων οὐ πάντως καταλείπει τοὺς προτέρους ὅτε παρ’ἑτέροις γίνεται, ἀλλὰ φαύλους μὲν καὶ ἁμαρτωλοὺς καταλείπει, δικαίοις δὲ συνὼν καὶ παρ’ἑτέροις γίνεται μετ’ἐκείνους καὶ σὺν ἐκείνοις. ἀλλὰ καὶ εἰς Βηθανίαν αὐλισθεὶς οὐ καταλιπὼν τὴν Βηθανίαν εἰς τὴν πόλιν ἐπανάγει · ἦν γὰρ καὶ ἐν Βηθανίᾳ καὶ ἐπανῆγεν εἰς τὴν πόλιν. ἐπείνα δὲ Ἰησοῦς ἀεὶ τῶν ἐν τῷ δικαίῳ βουλόμενος μεταλαβεῖν καρπῶν τοῦ ἐν αὐτοῖς ἁγίου πνεύματος, καὶ ἔστιν αὐτοῦ βρώματα (ἵν’οὕτως ὀνομάσω) τὰ σῦκα ὧν πεινῶν ἐσθίει ἀγάπη τοῦ καρποφοροῦντος αὐτήν, πρῶτος οὖσα καρπὸς τοῦ πνεύματος, καὶ χαρὰ καὶ εἰρήνη καὶ μακροθυμία καὶ τὰ λοιπά. ἅτινα ὅσον μὲν καρποφοροῦμεν οὐ ξηρανθησόμεθα, ἐπὰν δὲ ἐπιστάντι αὐτῷ καὶ ζητοῦντι τοιοῦτον καρπὸν ἵνα φάγῃ μὴ παρέχωμεν, λελέξεται πρὸς ἡμᾶς · μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα · χωρὶς γὰρ τῆς προαποδεδομένης περὶ συκῆς ὡς τοῦ λαοῦ διηγήσεως ἔστι καὶ ἐπὶ ἕκαστον ἀνάγειν τὸν λόγον, συκῆν ὄντα ἤτοι ξηραινομένην φέρουσαν καρπὸν καὶ ζῶσαν καὶ γεωργουμένην, ἵνα πλείονα καρπὸν φέρῃ. τάχα δὲ ὥσπερ ἐπὶ τοῦ σπόρου ἐξῆλθεν σπείρων τοῦ σπείρειν καὶ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτά, ἄλλα δὲ εἰς τὰς πέτρας καὶ ἄλλα εἰς τὰς ἀκάνθας καὶ ἄλλα εἰς τὴν καλὴν καὶ ἀγαθὴν γῆν, οὕτως καὶ συκαῖ εἰσι διάφοροι. καὶ ἐὰν μὲν συκῆ ἐπὶ τῆς καλῆς καὶ ἀγαθῆς γῆς, καὶ φέρει καρπὸν καὶ πεινῶντι τῷ Ἰησοῦ παρέχει αὐτόν. ἐπὰν δὲ παρὰ τὴν ὁδόν, ὡς αὕτη περὶ ἧς γέγραπται τὸ καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἐλθόντι τῷ Ἰησοῦ οὐ δίδωσι καρπόν · οὐδὲν γὰρ εὑρίσκει ἐν τῇ παρὰ τὴν ὁδὸν συκῇ εἰ μὴ φύλλα μόνον. διὸ λέγει αὐτῇ, ἐπεὶ παρὰ τὴν ὁδὸν ἦν καὶ φύλλα μόνον εἶχεν ἔμφασιν τοῦ ζῆν ἀλλ’οὐ μετὰ καρποῦ, τὸ μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα. ὅσον μὲν οὖν οὐκ ἔρχεται ἐπί τινα συκῆν οὐ δὲ ἤδη ζητεῖ τὸν καρπὸν αὐτῆς, ἀλλὰ μακροθυμεῖ περιμένων εἴπως οἴσει καρπὸν συκῆ, οὐ ξηραίνεται. ἐπὰν δὲ ἐπιστάντος τοῦ πεινῶντος καὶ ἐπιζητοῦντος ἡμῶν τοὺς καρποὺς εὑρεθῶμεν οὐδὲν ἔχοντες εἰ μὴ τὴν ἐπαγγελίαν τῆς πίστεως μόνην […] οὐ συνόντων αὐτῇ καρπῶν, παραχρῆμα ξηρανθησόμεθα καὶ τὸ δοκεῖν εἶναι πιστοὶ ἀπολωλεκότες. καὶ ἔστιν εὑρεῖν τοιούτους τινὰς ἐπὶ πολὺν φορέσαντας χρόνον τὸ τῆς πίστεως ὄνομα καὶ ἐμφήναντας ὅτι ζῶσι, καὶ παντελῶς δ’εἰσὶ ξηροί · οὓς διὰ τὸ μὴ καρποφορεῖν ἔστιν ἰδεῖν καὶ ἀφισταμένους παντελῶς τοῦ λόγου καὶ ξηρανθέντας. ἐνθάδε μὲν οὖν ξηραίνεται μὴ δεδωκυῖα πεινῶντι τῷ Ἰησοῦ καρπόν · ἄλλη δὲ συκῆ ἐκκόπτεσθαι κελεύεται, ἵνα μὴ τὴν γῆν καταργῇ. εἶθ’οἱ μαθηταί, ἐπὰν ἴδωσί τινα μετὰ ζωτικὴν ἔμφασιν ξηρανθέντα, θαυμάζουσι λέγοντες · πῶς παραχρῆμα ἐξηράνθη συκῆ; ἔτι δὲ μᾶλλον νοήσομεν τοῖς καθ’ἕνα ἐφαρμόζοντες τὰ κατὰ τὸν τόπον, ἐπιστήσαντες τίνα τρόπον ἐν τοῖς πειρασμοῖς μὲν Ἰησοῦς αἰτεῖ τοὺς καρπούς, φέρ’εἰπεῖν ἐν διωγμῷ τὴν ὁμολογίαν καὶ τὸ μαρτύριον, καὶ ἐν τῷ γυναῖκα ἐπιμαίνεσθαί τινι τὴν τοῦ Ἰωσὴφ ἐγκράτειαν καὶ σωφροσύνην, καὶ οὕτως καθ’ἕκαστον πειρασμὸν τὸν ἀκόλουθον αὐτῷ καρπόν. δὲ μὴ παρασκευασάμενος διδόναι πεινῶντι τῷ Ἰησοῦ καὶ ἐφισταμένῳ τὴν ὁμολογίαν τὴν ἐγκράτειαν, παραχρῆμα ξηραίνεται · γὰρ ἀρνησάμενος ξηραίνεται, ὁμοίως δὲ καὶ πορνεύσας, καίτοι παρὰ τὸν πρὸ τῶν πειρασμῶν καιρὸν ζωτικὴν ἐμφαίνων δύναμιν καὶ οἱονεὶ τὰ φύλλα τῆς συκῆς περικείμενος. καὶ θαυμάζουσιν ἐπὶ τῶν τοιούτων οἱ μαθηταί, πῶς μὲν Ἰησοῦς ἐπέστη πεινῶν καὶ ζητῶν τὸν καρπόν, τῷ δὲ μὴ εὑρηκέναι εὐθέως εἶπε καὶ ἐγένετο, καὶ παραχρῆμα ἐξηράνθη μὴ παρεσκευασμένη εἰς τὸ φέρειν καρπὸν συκῆ. καὶ πολλάκις τις γενόμενος συκῆ ἔτεσι πλείοσιν οὐ ξηραίνεται, ἐπιστάντος δὲ Ἰησοῦ ἐν καιρῷ πειρασμοῦ καὶ ἀπαιτοῦντος τὸν καρπόν, οὐ δεδωκὼς αὐτῷ παραχρῆμα ἐξηράνθη καὶ τὴν τῶν τοσούτων ἀπολώλεκεν ἐτῶν ζωήν. καὶ τοῦτο γίνεται ἐπείπερ, κατὰ τὸν τοῦ σωτῆρος λόγον, παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται · ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’αὐτοῦ, ἵνα μὴ ἀργὸν δοκεῖ ἔχειν. ἕκαστος δὲ τῶν μαθητῶν, ἐὰν ἔχῃ πίστιν καὶ μὴ διακριθῇ, καὶ τὸ τῆς συκῆς ποιεῖ καὶ τὸ ἑξῆς αὐτῷ ἐπιφερόμενον.

16.28

καὶ ἔργον ἐστὶ δεῖξαι, πῶς Ἰησοῦ μαθητὴς ζητήσας καρπὸν ἐν συκῇ καὶ μὴ εὑρὼν λέγει αὐτῇ · μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα, ἵνα παραχρῆμα καὶ ἐπ’αὐτῷ ξηρανθῇ συκῆ. καὶ εἰς ταῦτα δὲ νόησόν τινα τὰ τῆς πίστεως ἐπαγγελλόμενον καὶ οἰόμενον ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐσθίειν καὶ πίνειν καὶ τὸν Ἰησοῦν ἐν ταῖς πλατείαις τῆς ψυχῆς αὐτοῦ δεδιδαχέναι. εἶτα ἡκέτω μαθητὴς ζητῶν καρπὸν σοφίας καὶ λόγου ἐν αὐτῷ κατὰ τὴν περὶ τοῦ διδάσκειν τὰ θεῖα ἐπαγγελίαν, καὶ ζητῶν καὶ ἐρευνῶν τῷ λόγῳ αὐτὸν μηδένα καρπὸν εὑρισκέτω · καὶ διὰ τοῦτο αὐτὸν παριστὰς τοῖς θεωροῦσι κενὸν τοῦ Χριστοῦ, παριστάτω τῷ λόγῳ ὅτι οὐχ οἷόντε τινὰ καρπὸν ἔτι γενέσθαι αὐτῷ εἰς τὸν αἰῶνα ὑπὸ τῆς οἰήσεως βεβλαμμένῳ. ὅρα οὖν εἰ μὴ ἐν τοιούτῳ ἔχων πίστιν καὶ μὴ διακριθεὶς τὸ τῆς συκῆς παραπλησίως πως τῷ Ἰησοῦ ποιεῖ. καὶ κρεῖττόν γέ ἐστι, τὴν ἀπατηλὴν συκῆν καὶ νομιζομένην μὲν ζῆν μὴ καρποφοροῦσαν δέ, ἐλεγχθεῖσαν ὅτι ἄκαρπός ἐστι, ξηρὰν τοῖς λόγοις τῶν μαθητῶν Ἰησοῦ φανῆναι, ἀπατᾶν ἔτι τῇ νομιζομένῃ ζωῇ καὶ τῇ προσποιήσει τῆς ἐπαγγελίας τὰς τῶν ἀκάκων καὶ εὐεξαπατήτων καρδίας. καλὸν οὖν ἐφάνη καὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ ἔργον τὸ κατὰ τὴν ξηραινομένην συκῆν. ἐν ἑκάστῳ δ’(οἶμαι) ἀπίστῳ καὶ ἀνόμῳ ὄρος ἐπίκειται κατὰ τὴν ἀναλογίαν τῆς ἀπιστίας καὶ τῆς ἀνομίας, τῷ λόγῳ τῶν μαθητῶν Ἰησοῦ αἰρόμενον καὶ βαλλόμενον εἰς τὴν θάλασσαν τῆς κολάσεως αὐτοῦ. καὶ πάντα δὲ ὅσα ἐὰν αἰτῶσιν ἐν τῇ προσευχῇ πιστεύοντες οἱ Ἰησοῦ μαθηταὶ λήψονται, ὡς μαθηταὶ οὐδὲν τῶν μὴ δεόντων αἰτήσοντες, καὶ ὡς πειθόμενοι τῷ διδασκάλῳ, μηδὲν ἄλλο αἰτοῦντες τὰ μεγάλα καὶ τὰ ἐπουράνια · εἶπε γὰρ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ · αἰτεῖτε τὰ με γάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν · καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν.

16.29

δὲ Μᾶρκος ἀναγράψας τὰ κατὰ τὸν τόπον ἀπεμφαῖνόν τι (ὡς πρὸς τὸ ῥητὸν) προσέθηκε ποιήσας ὅτι ἰδὼν Ἰησοῦς ἀπὸ μακρόθεν συκῆν ἔχουσαν φύλλα ἦλθεν ὡς εὑρήσων τι ἐν αὐτῇ · ἐλθὼν δὲ ἐπ’αὐτὴν καὶ μηδὲν εὑρὼν εἰ μὴ φύλλα μόνον (οὐ γὰρ ἦν καιρὸς σύκων) ἀποκριθεὶς εἶπεν αὐτῇ · μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ. εἴποι γὰρ ἄν τις · εἰ μὴ καιρὸς σύκων ἦν, πῶς ἦλθεν Ἰησοῦς ὡς εὑρήσων τι ἐν αὐτῇ καὶ πῶς δικαίως εἶπεν αὐτῇ · μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ; πρὸς τοῦτο δὲ λελέξεται ὅτι οἱ κατειλεγμένοι παρὰ τῷ ἀποστόλῳ καρποὶ τοῦ πνεύματος, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἔστι μὲν ὅτε ἐν οἰκείῳ ἀποδίδονται καιρῷ. βέλτιον δὲ εἰ, τῶν περιεστηκότων ἐπὶ τὸ ἐναντίον τῷ καρποφορεῖν προκαλουμένων, δυνηθείη τις καὶ διὰ τὸ πάνυ ὠφελεῖσθαι ἐκ τοῦ λόγου οὐδὲν ἧττον καὶ τότε διδόναι τοὺς καρποὺς τοῦ πνεύματος. δὲ λέγω τοιοῦτόν ἐστιν · εἷς τῶν καρπῶν τοῦ πνεύματός ἐστιν ἀγάπη. ταύτης δὲ καιρὸς μὲν ὅτε οὐ χαλεπὸν ἀποδοῦναι τὸν καρπὸν τοῦ ἀγαπᾶσθαι · καὶ ἔστιν ἀγαπᾶν τὸν ἀγαπῶντα καρπὸς μὲν τοῦ πνεύματος, οὐ μὴν ἐν οὐ καιρῷ (ἵν’οὕτως ὀνομάσω) σύκων. ἐπὰν δὲ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα τοιοῦτον ἀπατῶν καὶ ἐπιβουλεύων καὶ […] τοῖς ἤθεσι βεβλαμμένος ὤν, ὥστε δοκεῖν ἄξιος εἶναι τοῦ μισεῖσθαι, δὲ δίκαιος μη δὲ τὸν τοιοῦτον μισῇ ἀλλ’(ὡς υἱὸς τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς) καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐ καιρῷ σύκων τῆς ἀγάπης διδοὺς τὸν καρπόν, μακάριός ἐστι. τὸ δ’ὅμοιον νοήσεις καὶ ἐπὶ τῆς χαρᾶς. φέρειν μὲν γὰρ τὸν καρπὸν τοῦ πνεύματος τὴν χαρὰν μηδενὸς ἐπὶ τὸ λυπεῖσθαι προκαλουμένου καὶ δυσαρεστεῖσθαι, οὐ χαλεπόν · ὅταν δὲ τὰ μὲν περιεστηκότα ἐπὶ λύπην καὶ ἀθυμίαν καὶ δυσαρέστησιν προκαλῆται, ἀπὸ δὲ τῆς κατὰ τὸν λόγον ὠφελείας τις ἐπὶ τοσοῦτον προκόπτῃ, ὡς καὶ ἐν καιροῖς τῆς δοκούσης δυσαρεστήσεως εὐαρεστεῖσθαι καὶ ἐν καιροῖς τοῦ ἀτιμάζεσθαι καὶ τοῦ μαστιγοῦσθαι χαίρειν καὶ ἁπλῶς ἐν παντὶ περιστατικῷ καιρῷ μεμνῆσθαι τοῦ πάντοτε χαίρετε, μακάριος ἂν τοιοῦτος εἴη καρπὸν φέρων τὴν χαρὰν καὶ ἐν οὐ καιρῷ (ἵν’οὕτως ὀνομάσω) σύκων. τὸ παραπλήσιον δὲ οὐ χαλεπὸν καὶ ἐπὶ τῶν ἄλλων καρπῶν ποιῆσαι τοῦ πνεύματος. βούλεται γὰρ εἶναι κρείττονα τῆς ἀνθρωπίνης φύσεως τὸν προσιόντα τῷ λόγῳ αὑτοῦ θεὸς καὶ ἀπαιτεῖ αὐτὸν παράδοξα καὶ (ἵν’οὕτως ὀνομάσω) θεοῦ μᾶλλον ἀνθρώπου ἔργα. διὸ καὶ πᾶσι λέγει οὓς καλεῖ ἐπὶ τὴν μακαριότητα · ἐγὼ εἶπα · θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, μεμφόμενος δὲ τοῖς μὴ βουλομένοις ἀποθεωθῆναι καὶ υἱοῖς ὑψίστου γενέσθαι λέγει · ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε · κατὰ γὰρ ἑκάστην ἁμαρτίαν, ὅτε ἐσμὲν σάρκινοι καὶ κατὰ ἄνθρωπον περιπατοῦντες, οὐδὲν ἄλλο ἐνεργοῦμεν τὸ ἀποθνῄσκειν, καὶ φανερὸν ὅτι εἰ κατὰ σάρκα ζῶμεν, μέλλομεν ἀπο θνῄσκειν, ὡς ἐδίδαξεν ἀπόστολος. ταῦτα καὶ διὰ τὸ οὐ γὰρ ἦν καιρὸς τῶν σύκων. δὲ κατὰ τὸν Μᾶρκον Πέτρος ἰδὼν τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν εἶπε τῷ σωτῆρι · ἰδοὺ συκῆ ἣν κατηράσω ἐξηράνθη · κατάρας γὰρ τῆς ἀπὸ τοῦ λόγου ἀξία μὴ φέρουσα τῷ λόγῳ καρπὸν ζητοῦντι. ἐπὶ τέλει δέ τι ἔχει λόγος προτρεπτικὸν τοῦ πιστεύοντας λήψεσθαι · οὐχὶ ἄλλως γὰρ ληψόμεθα, εἰ μὴ αἰτήσομεν. ἔστω οὖν καὶ διάθεσις ἀξία τοῦ τυχεῖν ὧν αἰτοῦμεν καὶ εὐχὴ μετ’ἐπιστήμης ἀναπεμπομένη ἀξία τοῦ ἐπιτευχθῆναι, καὶ τὰ αἰτήματα ἔστω ἐπουράνια καὶ με γάλα καὶ ἄξια τοῦ δίδοσθαι ὑπὸ τοῦ θεοῦ.