Commentary on Matthew, 14
“πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενηθήσεται αὐτοῖς”. κυρίως τὸ τῆς συμφωνίας ὄνομα τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν · καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοι διάφωνοι. οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν τεταγμένον ἐν τῷ “ἤκουσε συμφωνίας καὶ χορῶν”. ἔπρεπε γὰρ ἐπὶ τῇ ἐκ μετανοίας συμφωνίᾳ πρὸς τὸν πατέρα τοῦ ἀπὸ ἀπωλείας εὑρεθέντος υἱοῦ ἀκουσθῆναι συμφωνίαν ἐπὶ τῇ εὐφροσύνῃ τῆς οἰκίας. τὸ δὲ τῆς συμφωνίας ὄνομα ὁ φαῦλος οὐκ οἶδε Λάβαν, ἐν οἷς φησι πρὸς τὸν Ἰακώβ · “καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ’εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας”. ἀδελφὸν δὲ τῆς τοιαύτης συμφωνίας τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν γεγραμμένον, ἡνίκα “οἱ ἀδελφοὶ” τοῦ Ἀμιναδὰβ “ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ, καὶ Δαυῒδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ καὶ ᾠδαῖς” · τὰ γὰρ ἡρμοσμένα ὄργανα “ἐν ἰσχύϊ καὶ ᾠδαῖς” εἶχεν ἐν ἑαυτοῖς τὴν μουσικὴν συμφωνίαν, ἥτις τοσοῦτον δύναται, ὡς δύο μόνων μετὰ τῆς πρὸς τὴν θείαν μουσικὴν καὶ πνευματικὴν συμφωνίας αἴτησιν προσαγόντων τῷ ἐν τοῖς οὐρανοῖς πατρὶ περὶ οὑτινοσοῦν, τὸν πατέρα διδόναι τὰ αἰτήματα τοῖς μετὰ τοῦ συμφωνεῖν ἐπὶ γῆς (ὅπερ ἐστὶ παραδοξότατον) αἰτήσασιν, ἅπερ αἰτήσαιεν ἂν οἱ τὴν εἰρημένην συμφωνίαν συμφωνήσαντες. οὕτως ἐγὼ ἀκούω καὶ τοῦ ἀποστολικοῦ ῥητοῦ · “μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ”. ἐπεὶ γὰρ τὸ τῆς ἁρμονίας ὄνομα ἐπὶ τῶν κατὰ θεὸν γαμούντων τέτακται ἐν τῷ οὕτως ἐκ Παροιμιῶν τεταγμένῳ ῥητῷ · “οἶκον καὶ ὕπαρξιν μεριοῦνται πατέρες παισί, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί”, ἀκόλουθόν ἐστι τῇ ἀπὸ θεοῦ ἁρμονίᾳ τὸ ὄνομα καὶ τὸ ἔργον ἀπολαύειν τῆς συμφωνίας εἰς εὐχήν, ὅπερ δηλοῦται ἐν τῷ “εἰ μή τι ἂν ἐκ συμφώνου”. εἶτ’ἐπιδιηγούμενος ὁ λόγος τὸ συμφωνεῖν ἐπὶ τῆς γῆς δύο, ὅτι τα- ταὐτόν ἐστι τοῦτο τῷ συμφωνεῖν τῷ Χριστῷ, ἐπιφέρει τὸ οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα. οὐκοῦν οἱ συνηγμένοι εἰς τὸ τοῦ Χριστοῦ ὄνομα δύο ἢ τρεῖς, οἱ συμφωνοῦντές εἰσιν ἐπὶ γῆς οὐ μόνον δύο, ἀλλ’ἔσθ’ὅτε καὶ τρεῖς. ἐπιστήσει δὲ ὁ δυνάμενος εἰ ἡ συμφωνία αὕτη καὶ ἡ τοιαύτη συναγωγή, ἧς ὁ Χριστὸς ἐν μέσῳ ἐστί, δύναται εὑρεθῆναι ἐν πλείοσιν, ἐπεὶ “στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν”. τάχα δὲ καὶ τὴν τοιαύτην συμφωνίαν οὐ δὲ ὀλίγοι, ἀλλὰ δύο ἢ τρεῖς συμφωνοῦσιν, ὡς Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἷς ὡς συμφωνοῦσιν ἔδειξεν αὑτοῦ τὴν δόξαν ὁ λόγος τοῦ θεοῦ. συνεφώνησαν δὲ δύο μὲν Παῦλος καὶ Σωσθένης, γράφοντες τὴν πρώτην Κορινθίοις ἐπιστολήν, μετὰ τοῦτο δὲ Παῦλος καὶ Τιμόθεος, ἐπιστέλλοντες τὴν δευτέραν τοῖς αὐτοῖς · καὶ τρεῖς δὲ συνεφώνησαν, ὅτε “Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος” ἐπαίδευον δι’ἐπιστολῆς Θεσσαλονικεῖς. εἰ δὲ καὶ ἀπὸ τῶν παλαιῶν γραμμάτων δεήσει παραστῆσαι τοὺς συμφωνήσαντας ἐπὶ γῆς τρεῖς, ὡς εἶναι τὸν λόγον ἐν μέσῳ αὐτῶν ἑνοῦντα αὐτούς, ἐπίστησον τῇ ἐπιγραφῇ τῶν Ψαλμῶν, ὡς τῇ τοῦ τεσσαρακοστοῦ πρώτου οὕτως ἐχούσῃ · “εἰς τὸ τέλος · εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε”. τριῶν γὰρ ὄντων υἱῶν Κόρε, ὧν τὰ ὀνόματα ἐν τῇ Ἐξόδῳ εὕρομεν, τοῦ Ἀσήρ, ὃς ἑρμηνεύεται “παιδεία”, καὶ τοῦ δευτέρου τοῦ Ἑλκανά, ὃς μεταλαμβάνεται εἰς τὸ “θεοῦ κτῆσις”, καὶ τρίτου τοῦ Ἀβιασάφ, ὃς Ἑλλάδι φωνῇ λέγοιτ’ἂν “πατρὸς συναγωγή”, αἱ προφητεῖαι οὐ διῃρέθησαν, ἀλλ’ὡς ὑπὸ ἑνὸς πνεύματος καὶ μιᾶς φωνῆς ἐν μιᾷ ψυχῇ ἀληθῶς συμφώνως ἐνεργοῦντος καὶ εἴρηνται καὶ ἐγράφησαν, καὶ λαλοῦσι λέγοντες οἱ τρεῖς ὡς εἷς · “ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός”. φασὶ δὲ καὶ πληθυντικῶς ἐν τῷ τεσσαρακοστῷ τρίτῳ · “ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν”. εἰ δὲ θέλεις ἔτι μᾶλλον ἰδεῖν τοὺς συμφωνοῦντας ἐπὶ τῆς γῆς, ἴδε τοὺς ἀκούσαντας · “ἵνα ἦτε κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ”, καὶ ζηλώσαντας τὸ “ἦν ἡ ψυχὴ καὶ ἡ καρδία (πάντων τῶν πιστευόντων) μία” γενομένων ἓν εἴ γε δυνατὸν […] ἐν πλείοσι τοιοῦτον εὑρεθῆναι, ὥστε μη δὲ τὴν τυχοῦσαν διαφωνίαν εἶναι ἐν αὐτοῖς, ὡς οὐκ ἔστι διαφωνία τῶν τοῦ δεκαχόρδου ψαλτηρίου χορδῶν πρὸς ἀλλήλας. οὐ συνεφώνουν δὲ ἐπὶ τῆς γῆς οἱ λέγοντες · “ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ”, ἀλλὰ ἦν ἐν αὐτοῖς “σχίσματα”, ὧν καταλυομένων συνήγοντο μετὰ τοῦ ἐν Παύλῳ πνεύματος “σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ Χριστοῦ”, ἵνα μηκέτι ἀλλήλους δάκνωσι καὶ κατεσθίωσιν, ὡς “ὑπὸ ἀλλήλων” αὐτοὺς ἀναλίσκεσθαι · ἀναλίσκει γὰρ ἡ διαφωνία, ὥσπερ συνάγει ἡ συμφωνία, καὶ χωρίζει τὸν ἐν μέσῳ τῶν συμφωνούντων μόνων γινόμενον υἱὸν τοῦ θεοῦ. καὶ κυρίως γε ἐν δύο γενικοῖς γίνεται ἡ συμφωνία, τῷ (ὡς ὠνόμασεν ὁ ἀπόστολος) καταρτισμῷ τοῦ αὐτοῦ νοὸς κατὰ τὸ τα- ταὐτὰ δόγματα ἔχειν νενοημένα, καὶ τῷ τῆς αὐτῆς γνώμης κατὰ τὸ ὁμοίως βιοῦν. ἴδε τὸ ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρὸς Ἰησοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. καὶ δῆλον ὅτι ὅπου οὐ γίνεται παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, ἐκεῖ οὐ δὲ δύο συνεφώνησαν ἐπὶ τῆς γῆς. καὶ τοῦτο αἴτιον ἡμῖν ἐστι τοῦ μὴ ἐπακούεσθαι εὐχομένους τὸ μὴ συμφωνεῖν ἡμᾶς ἀλλήλοις ἐπὶ τῆς γῆς μήτε δόγμασι μήτε βίῳ. ἔτι δὲ καὶ εἴπερ σῶμά ἐσμεν Χριστοῦ, καὶ “ἔθετο ὁ θεὸς τὰ μέλη, ἕκαστον αὐτῶν ἐν τῷ σώματι”, ἵνα “τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων τὰ μέλη” καὶ συμφωνῶσιν ἀλλήλοις, καὶ πάσχοντος μὲν ἑνὸς μέλους συμπάσχῃ πάντα δοξαζομένου δὲ συγχαίρῃ, ὀφείλομεν ἀσκεῖν τὴν ἀπὸ τῆς θείας μουσικῆς συμφωνίαν, ἵνα συναγομένων ἡμῶν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ Χριστὸς ᾖ ἐν μέσῳ ἡμῶν, ὁ τοῦ θεοῦ λόγος καὶ ἡ τοῦ θεοῦ σοφία καὶ ἡ δύναμις αὐτοῦ.
ταῦτα μὲν οὖν ὡς τῶν δύο καὶ τριῶν, οὓς προκαλεῖται συμφωνεῖν ὁ λόγος, κοινότερον νοουμένων. ἤδη δὲ καὶ ἄλλης διηγήσεως ἁψώμεθα, ἣν ἔλεγέ τις τῶν πρὸ ἡμῶν, προτρέπων ἐπὶ ἁγνείαν καὶ καθαρότητα τοὺς γεγαμηκότας. δύο γάρ, οὓς βούλεται (φησὶν) ὁ λόγος συμφωνεῖν ἐπὶ τῆς γῆς, ἄνδρα καὶ γυναῖκα νοητέον, ἐκ συμφωνίας ἀποστεροῦντας ἀλλήλους σωματικῆς ὁμιλίας, ἵνα σχολάσωσι “τῇ προσευχῇ”, ὅτε προσευχόμενοι περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται λήψονται, γιγνομένου αὐτοῖς τοῦ ἀπὸ τοιαύτης συμφωνίας αἰτήματος παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς Ἰησοῦ Χριστοῦ. καὶ ἔοικεν ἡμῖν ἡ διήγησις αὕτη οὐ διάλυσιν ποιεῖν γάμου, ἀλλ’ἐπὶ συμφωνίαν προτροπήν · ὡς εἰ ὁ ἕτερος μὲν βούλοιτο καθαρεύειν, ὁ δὲ ἕτερος μὴ θέλοι ἢ μὴ δύναιτο καὶ διὰ τοῦτο συγκαταβαίνοι τῷ ἢ μὴ θέλοντι ἢ μὴ δυναμένῳ ὁ καὶ βουλόμενος καὶ δυνάμενος τὸ κρεῖττον, οὐκ ἂν ἔχοιεν ἀμφότεροι τὸ περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γίνεσθαι αὐτοῖς παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς Ἰησοῦ Χριστοῦ.
οἶδα δὲ καὶ ἄλλην διήγησιν μετὰ τοὺς γεγαμηκότας περὶ τῆς τῶν δύο συμφωνίας τοιαύτην. ἐν μὲν τοῖς φαύλοις βασιλεύει “ἡ ἁμαρτία” τῆς ψυχῆς, ἱδρυμένη ὡς ἐν οἰκείῳ θρόνῳ “τῷ θνητῷ” τούτῳ “σώματι εἰς τὸ ὑπακούειν” τὴν ψυχὴν “ταῖς ἐπιθυμίαις αὐτοῦ”. ἐν δὲ τοῖς ἐγείρασιν ὡς ἀπὸ θρόνου τοῦ σώματος τὴν προβασιλεύσασαν ἁμαρτίαν καὶ ἀγωνιζομένοις πρὸς αὐτήν, “ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός”. ἐν δὲ τοῖς ἤδη τελειωθεῖσι κεκράτηκε τὸ πνεῦμα καὶ “τὰς πράξεις” ἐθανάτωσε “τοῦ σώματος” καὶ μεταδίδωσι τῆς ἑαυτοῦ ζωῆς τῷ σώματι, ὡς ἤδη γίνεσθαι καὶ τὸ “ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν”, καὶ γίνεται συμφωνία τῶν δύο (σώματος καὶ πνεύματος) ἐπὶ τῆς γῆς, ἧστινος κατορθωθείσης σύμφωνος καὶ ἡ εὐχὴ ἀναπέμπεται τοῦ “καρδίᾳ μὲν” πιστεύοντος “εἰς δικαιοσύνην, στόματι δὲ” ὁμολογοῦντος “εἰς σωτηρίαν”, ὥστε μηκέτι τὴν καρδίαν πόρρω εἶναι τοῦ θεοῦ, καὶ μετὰ ταύτης ἐγγίζειν αὐτοῦ καὶ τοῖς χείλεσι καὶ τῷ στόματι τὸν δίκαιον τῷ θεῷ […]. ἔτι δὲ μακαριώτερον εἰ οἱ τρεῖς συναχθεῖεν ἐπὶ τὸ αὐτὸ εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ, ἵνα πληρωθῇ τὸ “ὁ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη”. ζητήσει δέ τις διὰ τὴν εἰρημένην συμφωνίαν πνεύματος καὶ σώματος, εἰ δυνατὸν ταῦτα μὲν συμφωνεῖν, μὴ καὶ τὸ τρίτον δέ, λέγω δὴ τὴν ψυχήν, μήποτε οὐκ ἀκολουθῇ τῇ τούτων συμφωνίᾳ ἐπὶ τῆς γῆς, μετὰ τὸ τοὺς δύο συνῆχθαι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ καὶ τοὺς τρεῖς ἤδη συνάγεσθαι εἰς τὸ ὄνομα αὐτοῦ, ὧν ἐν μέσῳ ἔρχεται ὁ υἱὸς τοῦ θεοῦ, ὡς πάντων αὐτῷ ἀνακειμένων (λέγω δὲ τῶν τριῶν) καὶ μηδενὸς ὄντος αὐτῷ ἐναντίου, οὐ μόνον τοῦ πνεύματος οὐκ ἐναντιουμένου, ἀλλ’οὐ δὲ τῆς ψυχῆς ἔτι οὐ δὲ τοῦ σώματος.
χαρίεν δὲ καὶ τὸ τῆς συμφωνίας ἀσκῆσαι καὶ νοῆσαι καὶ παραστῆσαι τῶν δύο διαθηκῶν, τῆςτε πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἐπιδημίας καὶ τῆς καινῆς · ἐν οἷς γὰρ συμφωνοῦσιν αἱ δύο διαθῆκαι, ὡς μηδὲν εἶναι διάφωνον ἐν αὐταῖς τῆς ἑτέρας πρὸς τὴν ἑτέραν, ἐν τούτοις εὑρεθεῖεν ἂν εὐχαὶ ὡς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενέσθαι αὐτοῖς παρὰ τοῦ ἐν οὐρανοῖς πατρός. εἰ δὲ καὶ τὸν συναγωγέα τῶν δύο τρίτον ποθεῖς, μὴ ὄκνει λέγειν αὐτὸ εἶναι τὸ ἅγιον πνεῦμα, ἐπεὶ “λόγοι σοφῶν” (εἴτε τῶν πρὸ τῆς παρουσίας εἴτε τῶν κατ’αὐτὴν καὶ μετ’αὐτήν) εἰσὶν “ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός”. μη δὲ τοῦτο δὲ ἀπαρατήρητον ἐάσῃς, ὅτι οὐκ εἶπεν · οὗ δύο εἰσὶν ἢ τρεῖς συνηγμένοι, ἐκεῖ ἔσομαι ἐν μέσῳ αὐτῶν, ἀλλ’ἐκεῖ εἰμι, οὐ μέλλων οὐ δὲ βραδύνων, ἀλλ’ἅμα τῇ συμφωνίᾳ καὶ αὐτὸς εὑρισκόμενος καὶ ἐν μέσῳ γινόμενος αὐτῶν.
“τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ · κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ”; τὸ νομίζειν ἁπλούστερον εἰρῆσθαι ταῦτα, ὑπὸ μὲν Πέτρου ὡς αἱρουμένου ἑπτὰ μὲν ἁμαρτίας τῷ ἀδελφῷ ἀφιέναι ἁμαρτάνοντι εἰς αὐτόν, ὀγδόην δὲ μηκέτι, ὑπὸ δὲ τοῦ σωτῆρος ὡς διδάσκοντος καθεζόμενόν τινα ἀριθμεῖν τὰ ἁμαρτήματα τοῦ πέλας εἰς αὐτόν, ἵνα τὰ μὲν ἑπτὰ καὶ τὰ ἑβδομήκοντα καὶ ἑπτὰ συγχωρῇ ἀπὸ δὲ ἑβδομηκοστοῦ ὀγδόου μὴ ἀφῇ τῷ ἠδικηκότι αὐτόν, πάνυ μοι δοκεῖ εὔηθες εἶναι καὶ ἀνάξιον καὶ τῆς Πέτρου παρὰ τῷ Ἰησοῦ προκοπῆς καὶ τῆς τοῦ Ἰησοῦ θείας μεγαλονοίας. μή ποτ’οὖν καὶ ταῦτα ἔχεται συγγενοῦς ἀσαφείας τῷ “ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ” καὶ τὰ ἑξῆς. τὸν μὲν οὖν ἀληθῆ καὶ ὡς αὐτὸς ἂν ἐσαφήνισεν ὁ Ἰησοῦς εἰς ταῦτα λόγον, εἴ τις ἤδη φίλος γέγονε τῷ Ἰησοῦ, ὡς μαθητεύεσθαι τῷ πνεύματι αὐτοῦ φωτίζοντι τὸ ἡγεμονικὸν τοῦ ἐπὶ τοσόνδε προεληλυθότος κατ’ἀξίαν, εἰδείη ἄν. ἡμεῖς δέ, οἱ τοῦ φιλικοῦ πρὸς τὸν Ἰησοῦν μεγέθους ἀπολειπόμενοι, ἀγαπητόν, εἰ κα- κἂν περιλαλῆσαι ἐπὶ βραχὺ δυνάμεθα τὰ κατὰ τὸν τόπον. ἔοικεν οὖν ὁ μὲν ἓξ ἀριθμὸς ἐργαστικός τις εἶναι καὶ ἐπίπονος, ὁ δὲ ἑπτὰ περιέχειν ἀνάπαυσιν. καὶ πρόσχες, εἰ δύνασαι τὸν μὲν ἀγαπῶντα “τὸν κόσμον” καὶ τὰ τοῦ κόσμου ἐργαζόμενον καὶ ὑλικὰ πράττοντα λέγειν ἁμαρτάνειν ἑξάκις, καὶ τὸ τέλος αὐτῷ εἶναι τῆς ἁμαρτίας τὸν ἑπτὰ ἀριθμόν, ὡς τοιοῦτόν τι τὸν Πέτρον νενοηκότα ἑπτὰ συγχωρεῖν ἐθέλειν ἁμαρτίας τῶν εἰς αὐτὸν ἡμαρτημένων τῷ ἀδελφῷ. ἐπεὶ δὲ αἱ κατὰ τὰς μονάδας δεκάδες καὶ ἑκατοντάδες λόγον μέν τινα κοινὸν ἀναλογίας ἔχουσι πρὸς τὸν ἐν μονάσιν ἀριθμόν, ᾔδει δὲ ἐπιτεινόμενόν τινα καὶ ἐπὶ πλεῖον τὰ ἁμαρτήματα, διὰ τοῦτ’οἶμαι τὸν Ἰησοῦν προσπαραλαμβάνειν τῷ ἑπτὰ ἀριθμῷ καὶ τὸν ἑβδομήκοντα, καὶ λέγειν ἄφεσιν μὲν δεῖν γενέσθαι ἀδελφοῖς τοῖς ἐνταῦθα καὶ εἰς τὰ τῇδε πράγματα ἁμαρτήσασιν · εἰ δέ τις ὑπερβὰς τὰ κατὰ τὸν κόσμον καὶ τὸν αἰῶνα τοῦτον ἁμαρτήσαι, ἐὰν καὶ τοῦτο μικρόν τι ᾖ, οὐκέτι ἂν ἔχοι εὔλογον ἁμαρτιῶν ἄφεσιν. ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε φθάνει πράγματα καὶ ἐν τοῖς τῇδε ἡμαρτημένοις δικαίως παρέχεται, εἴτε βράδιον γένοιτ’ἂν ἡ ἄφεσις εἴτε τάχιον. οὐκ ἔστι δὲ ἄφεσις οὐ δὲ ἀδελφῷ τῷ ὑπὲρ τὰ ἑβδομήκοντα καὶ ἑπτὰ ἡμαρτηκότι. εἴποις δ’ἂν τὸν τοιόνδε ἁμαρτάνοντα ἢ ὡς εἰς Πέτρον ἀδελφὸν ἢ ὡς εἰς Πέτρον, οὗ μὴ κατισχύουσιν “ᾅδου πύλαι”, κατὰ μὲν τὰ τοιάδε ἁμαρτήματα ἐν τῷ ἐλάττονι εἶναι αὐτὸν ἀριθμῷ τῆς ἁμαρτίας · κατὰ δὲ τὰ ἔτι χείρονα ἐν τῷ ἀριθμῷ τῷ μὴ ἔχοντι ἄφεσιν ἁμαρτημάτων.
“διὰ τοῦτο λέγω ὑμῖν · ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ”. ἡ μὲν περίνοια τῆς παραβολῆς διδάσκειν βούλεται συγχωρητικοὺς εἶναι τῶν εἰς ἡμᾶς ἡμαρτημένων τοῖς ἀδικήσασιν ἡμᾶς, καὶ μάλιστα εἰ μετὰ τὸ ἀδικῆσαι δέοιτο τοῦ ἠδικημένου ὁ ἀδικήσας, συγχωρηθῆναι ἀξιῶν αὑτῷ τὰ προημαρτημένα. καὶ ταῦτα διδάσκειν ἡμᾶς βούλεται ἡ παραβολὴ παριστᾶσα ὅτι καὶ τῶν ἤδη συγχωρηθέντων ἡμῖν ὑπὸ τοῦ θεοῦ ἁμαρτημάτων, ἐφ’οἷς ἄφεσιν εἰλήφαμεν, ἔκπραξις γένοιτ’ἂν καὶ μετὰ τὴν ἄφεσιν, εἰ μὴ ἀφίοιμεν τοῖς ἡμᾶς ἠδικηκόσι τὰ ἁμαρτήματα αὐτῶν, ὡς μη δὲ τὴν τυχοῦσαν μνήμην ἔτι ἐν ἡμῖν καταλείπεσθαι τοῦ ἠδικῆσθαι. ἀλλ’ὅλῃ καρδίᾳ ὑπὸ ἀμνησικακίας ὠφελημένῃ (οὐ τῆς τυχούσης ἀρετῆς) συγχωροῖμεν τῷ ἡμᾶς ἀδικήσαντι τὰ κακῶς εἴς τινα ἡμῶν ἀπ’αὐτοῦ καὶ ἐπιβουλευτικῶς πεπραγμένα. μετὰ δὲ τὴν περίνοιαν τῆς παραβολῆς ἔστι μὲν καὶ ἁπλούστερον κατὰ λέξιν πᾶσαν αὐτὴν ἐξετάσαι, ὥστ’ὄνασθαι ἀπὸ τῆς βασάνου τῶν λελεγμένων τὸν ἐπιμελῶς ἐπὶ τὸ ὀρθῶς ζητεῖν ἕκαστον τῶν προγεγραμμένων προκόπτοντα. ἔστι δὲ (ὡς εἰκὸς) καὶ ἐπαναβεβηκυῖα διήγησις καὶ δυστέκμαρτός τις μυστικωτέρα, καθ’ἣν ἀνάλογον ταῖς ἑρμηνευθείσαις ὑπὸ τῶν εὐαγγελιστῶν παραβολαῖς ζητήσαι τις ἂν ἕκαστον τῶν ἐν ταύτῃ. οἷον τίς ὁ βασιλεὺς καὶ τίνες οἱ δοῦλοι καὶ τίς ἡ ἀρχὴ τοῦ συναίρειν λόγον καὶ τίς ὁ εἷς πολλῶν ὀφειλέτης ταλάντων, τίςτε ἡ γυνὴ αὐτοῦ καὶ τίνα τὰ τέκνα καὶ τίνα τὰ παρὰ ταῦτα λελεγμένα πάντα, ἅτινα ἐκέλευσεν ὁ βασιλεὺς πραθῆναι ὑπὲρ τοῦ ἀποδοθῆναι τὴν ὀφειλὴν ἐκ τῶν ὑπαρχόντων ἐκείνου, τίτε τὸ ἐξελθεῖν τὸν συγκεχωρημένον τὰ πολλὰ τάλαντα καὶ τίς ὁ εὑρεθεὶς τῶν συνδούλων εἷς, οὐ τῷ οἰκοδεσπότῃ ἀλλὰ τῷ συγκεχωρημένῳ δούλῳ ὀφείλων, καὶ τί βούλεται ὁ ἀριθμὸς τῶν ἑκατὸν δηναρίων, τί δὲ τὸ ἔπνιγε λέγων · ἀπόδος εἴ τι ὀφείλεις, καὶ τίς ἡ φυλακὴ εἰς ἣν ἀπελθὼν ἔβαλε τὸν σύνδουλον ὁ συγχωρηθεὶς πάντα τὰ τάλαντα, τίνεςτε οἱ λυπηθέντες σύνδουλοι καὶ διασαφήσαντες τῷ κυρίῳ πάντα τὰ γενόμενα, καὶ τίνες οἱ βασανισταὶ οἷς παρεδόθη ὁ εἰς φυλακὴν τὸν σύνδουλον βαλών; καὶ πῶς ἀπέδωκε παραδοθεὶς τοῖς βασανισταῖς πᾶν τὸ ὀφειλόμενον, ὡς μηδὲν ὀφείλειν ἔτι; εἰκὸς δὲ καὶ ἄλλα τινὰ δύνασθαι ἂν ὑπὸ τοῦ ἐξεταστικωτέρου προσαχθῆναι τῷ λόγῳ, ὧν τὴν διήγησιν καὶ τὴν ἑρμηνείαν μείζονα ἢ “κατὰ ἄνθρωπον” εἶναι νομίζω καὶ δεομένην πνεύματος Χριστοῦ τοῦ εἰπόντος αὐτά, ἵνα ὡς εἶπεν ὁ Χριστὸς νοηθῇ. ὡς γὰρ οὐδεὶς “οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, καὶ οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ”, οὕτως οὐδεὶς οἶδε (μετὰ τὸν θεὸν) τὰ ὑπὸ τοῦ Χριστοῦ λελαλημένα ἐν παροιμίαις καὶ παραβολαῖς εἰ μὴ τὸ Χριστοῦ πνεῦμα, οὗ ὁ μετέχων οὐ μόνον καθὸ Χριστοῦ ἐστι πνεῦμα, ἀλλὰ καὶ καθὸ Χριστοῦ ὡς σοφίας καὶ ὡς λόγου, θεωρήσαι ἂν τὰ κατὰ τὸν τόπον αὐτῷ ἀποκαλυπτόμενα. ἀλλὰ περὶ μὲν τῆς ἀνωτάτω διηγήσεως οὐκ ἐπαγγελλόμεθα μὲν οὐ μὴν οὐ δ’ἀπελπίζομεν, ὑπὸ Χριστοῦ, ὅς ἐστι σοφία θεοῦ, βοηθούμενοι καταλαβεῖν τὰ ἐν τῇ παραβολῇ δηλούμενα · πότερον δὲ ὥστε καὶ ὑπαγορευθῆναι τὰ τοιαῦτα τῇδε τῇ γραφῇ ἢ μή, θεὸς ἂν ὑποβάλοι ἐν Χριστῷ ποιῆσαι τὸ ἀρεστὸν αὐτῷ, μόνον ἵνα δοθῇ καὶ περὶ τούτων ὁ “διὰ τοῦ πνεύματος” διδόμενος “λόγος σοφίας” ἀπὸ τοῦ θεοῦ καὶ ὁ “κατὰ τὸ πνεῦμα” ἐπιχορηγούμενος “λόγος γνώσεως”.
ὡμοιώθη (φησὶν) ἡ βασιλεία τῶν οὐρανῶν καὶ τὰ ἑξῆς. εἰ δὲ βασιλεῖ ὡμοιώθη τοιῷδε καὶ τοιάδε πεποιηκότι, τίνα χρὴ λέγειν ἢ τὸν υἱὸν τοῦ θεοῦ; αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν οὐρανῶν, καὶ ὥσπερ αὐτός ἐστιν ἡ αὐτοσοφία καὶ ἡ αὐτοδικαιοσύνη καὶ ἡ αὐτοαλήθεια, οὕτω μήποτε καὶ ἡ αὐτοβασιλεία. βασιλεία δὲ οὐ τῶν κάτω τινὸς οὐ δὲ μέρους τῶν ἄνω, ἀλλὰ πάντων τῶν ἄνω, ἅτινα ὠνομάσθησαν οὐρανοί. κα- κἂν ζητῇς δὲ πῶς “αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν”, δύνασαι λέγειν ὅτι αὐτῶν ἐστιν ὁ Χριστός, καθὸ αὐτοβασιλεία ἐστίν, βασιλεύων καθ’ἑκάστην ἐπίνοιαν αὐτοῦ τοῦ μηκέτι βασιλευομένου ὑπὸ τῆς ἁμαρτίας, βασιλευούσης “ἐν τῷ θνητῷ σώματι” τῶν ἑαυτοὺς ὑποταξάντων αὐτῇ. καὶ ἐὰν λέγω · βασιλεύων καθ’ἑκάστην ἐπίνοιαν αὐτοῦ, τοιοῦτόν τι δηλῶ · βασιλεύων, ᾗ δικαιοσύνη ἐστὶ καὶ ᾗ σοφία καὶ ᾗ ἀλήθεια καὶ αἱ λοιπαὶ ἀρεταί, τοῦ γενομένου (διὰ τὸ φορεῖν “τὴν εἰκόνα τοῦ ἐπουρανίου”) οὐρανοῦ καὶ πάσης δυνάμεως, εἴτε ἀγγελικῆς εἴτε τῶν λοιπῶν ὀνομαζομένων “οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι” ἁγίων καὶ ἀξίων τῆς τοιαύτης βασιλείας. αὕτη τοίνυν ἡ βασιλεία τῶν οὐρανῶν, ἡνίκα “ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας” ἐγένετο, ἵνα “περὶ ἁμαρτίας” κατακρίνῃ “τὴν ἁμαρτίαν”, ἡνίκα “μὴ γνόντα” αὐτὸν “ἁμαρτίαν ἐποίησεν ὑπὲρ ἡμῶν ἁμαρτίαν” τῶν “τῆς ἁμαρτίας” ἡμῶν φορούντων σῶμα, ὡμοιώθη ἀνθρώπῳ βασιλεῖ τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ, ἑνωθεῖσα αὐτῷ, πλεῖον (εἰ δεῖ οὕτω τολμήσαντα εἰπεῖν) ἔχοντι πρὸς τὸ ἡνῶσθαι καὶ πάντη ἓν γενέσθαι τῷ πρωτοτόκῳ “πάσης κτίσεως”, εἰ “ὁ κολλώμενος τῷ κυρίῳ” “ἓν πνεῦμα” πρὸς αὐτὸν γίνεται. αὕτη δὲ ἡ ὁμοιωθεῖσα βασιλεία τῶν οὐρανῶν τῷ κατὰ τὸν σωτῆρα νοουμένῳ ἀνθρώπῳ βασιλεῖ καὶ ἑνωθεῖσα αὐτῷ προληπτικῶς λέγεται, ὅτι ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. οὔπω μὲν γὰρ συνῆρε, μέλλει δὲ συναίρειν λόγον μετ’αὐτῶν, ἵνα φανῇ ὅπως ἕκαστος τοῖς τοῦ οἰκοδεσπότου δοκίμοις ἀργυρίοις καὶ νομίσμασι λογικοῖς ἐχρήσατο. καὶ ἐλήφθη γε ἐν τῇ παραβολῇ τὸ παράδειγμα ἀπὸ τῶν συναιρόντων δεσποτῶν λόγον μετὰ τῶν ἰδίων δούλων. ἀκριβέστερον δὲ νοήσομεν τὸ τῆς παραβολῆς ἐν τούτοις δηλούμενον ἐρείσαντες αὑτῶν τὴν διάνοιαν τοῖς γινομένοις παρὰ τοῖς οἰκονομήσασι δεσποτικὰ χρήματα οἰκέταις καὶ λόγον περὶ αὐτῶν ἀπαιτουμένοις · ἕκαστος γὰρ ἐκείνων ἀπὸ τῶν δεσποτικῶν διαφόρως λαμβάνων χρημάτων κέχρηται αὐτοῖς ἤτοι εἰς δέον, ὥστε αὐξάνειν τὰ δεσποτικὰ χρήματα, ἢ ἀσώτως ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ ἐκχέων ἀκρίτως χωρὶς εὐλαβείας τὰ ἐγκεχειρισμένα. εἰσὶ δὲ οἳ τάδε μὲν καὶ τὰ τοσάδε καλῶς ᾠκονόμησαν χρήματα ἕτερα δὲ ἀπολωλέκασι, καὶ ἡνίκα ἂν διδῶσι τὸν λόγον συναίροντος αὐτὸν τοῦ δεσπότου μετ’αὐτῶν, συνάγεται μὲν πόσον ἐζημιώθη ἕκαστος ἀριθμεῖται δὲ καὶ πόσον κέρδος προσήγαγε, καὶ κατὰ τὴν ἀξίαν τοῦ πῶς ᾠκονόμησεν ἤτοι τιμᾶται ἢ ἐκπράσσεται ἢ ἐπὶ τινῶν μὲν συγχωρεῖται ἐπὶ τινῶν δ’ἀφαιρεῖται. φέρε τοίνυν ἀπὸ τῶν εἰρημένων πρῶτον ἴδωμεν τὰ λογικὰ νομίσματα καὶ δόκιμα τοῦ δεσπότου ἀργύρια, ἅπερ ὁ μέν τις πλείονα ἕτερος δ’ἐλάττονα λαμβάνει. κατὰ γὰρ τὴν ἑκάστου δύναμιν ᾧ μὲν δίδονται “πέντε τάλαντα”, ὡς δυναμένῳ διοικεῖν τὰ τοσαῦτα, ἄλλῳ “δὲ δύο”, ὡς μὴ χωροῦντι τὰ τοῦ πρὸ αὐτοῦ, ἄλλῳ “δὲ ἕν”, ὡς καὶ τοῦ ἑτέρου ὑποδεεστέρῳ. πότερον δὲ αὗται μόναι αἱ διαφοραί εἰσιν, ἢ αὗται μὲν περί τινων ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου λέγονται, εἰσὶ δὲ καὶ ἄλλαι παρὰ ταύτας; καὶ ἐπ’ἄλλαις παραβολαῖς εὑρίσκονταί τινες, τῇ μὲν ὀφειλέται δύο, ὁ μὲν πεντακοσίων ὁ δὲ πεντήκοντα δηναρίων, ἤτοι ταῦτα πιστευθέντες καὶ κακῶς οἰκονομήσαντες (ἐλάττους τῇ δυνάμει τοῦ τὸ τάλαντον πεπιστευμένου), ἢ […] ὅτι μὲν εἰλήφασιν οὗτοι, οὐ μεμαθήκαμεν, ὅτι δὲ τοσοῦτον ὤφειλον, ἀπὸ τῆς παραβολῆς δεδιδάχθαι δοκοῦμεν. εὑρίσκονται καὶ ἄλλοι δέκα δοῦλοι πιστευόμενοι μνᾶς ἕκαστος ἀνὰ μίαν. καὶ εἴ τις δὴ κατανοήσαι τὸ ποικίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐφυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας καὶ τάσδε τὰς ἀρετὰς ἢ τάσδε, τάχα ἂν ἐννοήσαι πῶς ἑκάστη ψυχὴ ἐλήλυθε μετά τινων τοῦ οἰκοδεσπότου νομισμάτων εἰς τὸν κόσμον τοῦτον, ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπληρώσει τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως, τῆς πρὸς τὰ δέοντα, ἢ ἐπιμελείας μὲν καὶ ἀσκήσεως, τῆς πρὸς ἄλλα δὲ ἤτοι χρήσιμα (ὁποῖά ἐστι τὰ ἐπιτηδεύματα), ἢ πῆ μὲν χρήσιμα πῆ δὲ οὐ χρήσιμα (ὁποῖά ἐστι τὰ μήτε πάντη ἀληθῆ δόγματα μήτε δι’ὅλων ψευδῆ).
ζητήσεις δὲ ἐν τούτοις, πότερον πάντες δύνανται ἄνθρωποι δοῦλοι τούτου λέγεσθαι τοῦ βασιλέως, ἢ τινὲς μὲν δοῦλοι, “οὓς προέγνω καὶ προώρισεν”, ἕτεροι δὲ οὐ δοῦλοι ἀλλ’οἱ τοῖς δούλοις συμπραγματευόμενοι λεγόμενοι τραπεζῖται. καὶ οὕτω δὲ ζητήσεις, εἰ ἔξω τῶν δούλων εἰσὶν ἀφ’ὧν μετὰ τόκων ἐκπράττειν ἐπαγγέλλεται ὁ οἰκοδεσπότης, οὐ μόνον ἀλλότριοι τῆς θεοσεβείας, ἀλλὰ καί τινες τῶν πιστευόντων. δοῦλοι δὲ μόνοι οἱ τοῦ λόγου οἰκονόμοι […]. συναίρων δὲ λόγον μετὰ τῶν δούλων ὁ βασιλεὺς ἀπαιτεῖ καὶ τοὺς ἀπὸ τῶν δούλων δεδανεισμένους, εἴτε “ἑκατὸν κόρους σίτου”, εἴτε “ἑκατὸν βάδους ἐλαίου”, εἴτε ὅ τι δήποτε εἰληφότας τοὺς ἔξω τῆς τοῦ βασιλέως οἰκετίας · οὐ γὰρ σύνδουλος “τοῦ οἰκονόμου τῆς ἀδικίας” εὑρίσκεται κατὰ τὴν παραβολὴν ὁ τοὺς ἑκατὸν ὀφείλων τοῦ σίτου κόρους καὶ τοὺς ἑκατὸν τοῦ ἐλαίου βάδους, ὡς δῆλον ἐκ τοῦ “πόσον ὀφείλεις τῷ κυρίῳ μου”; καὶ οὐκ εἶπε · “τῷ κυρίῳ” ἡμῶν. νόει δέ μοι ἑκάστην πρᾶξιν ἐοικέναι ἀγαθὴν μὲν ἢ καθήκουσαν κέρδει καὶ ἐπιγεννήματι, μοχθηρὰν δὲ ζημίᾳ · καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ τὰς καλὰς πράξεις οἱονεὶ συντίμησίς ἐστι κερδῶν πλειόνων ἢ ἐλαττόνων ὃ […] τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ τῆς διαθέσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ’ἡμῖν ἐκ τῶν οὐκ ἐφ’ἡμῖν) καὶ λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρτημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐλάττων καὶ ποῖον (εἰ δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου. ὅλου τοίνυν καὶ παντὸς τοῦ βίου συναίρεται ὑπὸ τῆς εἰρημένης βασιλείας τῶν οὐρανῶν (ὁμοιωθείσης ἀνθρώπῳ βασιλεῖ) λόγος, ὅτε “τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον” · καὶ τότε, συναιρομένου λόγου, ἀχθήσεται εἰς τὸν συναιρόμενον λόγον καὶ “πᾶν ῥῆμα ἀργὸν ὃ ἂν λαλήσωσιν οἱ ἄνθρωποι” καὶ εἴ ποτέ τις ἐπότισε “ποτήριον ὕδατος ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ”.
καὶ ταῦτα ἔσται, ἡνίκα ἂν γίνηται τὸ παρὰ τῷ Δανιὴλ γεγραμμένον τὸ “βίβλοι ἠνεῴχθησαν, καὶ κριτήριον ἐκάθισεν”. οἱονεὶ γὰρ πάντων τῶν λελαλημένων καὶ τῶν πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανερωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται, ἵν’ἐπὰν μὲν μὴ εὑρεθῇ τις δεδωκὼς “ἐργασίαν ἀπηλλάχθαι” τοῦ ἀντιδίκου, ὁδεύσῃ διὰ τοῦ ἄρχοντος, τοῦ κριτοῦ καὶ τοῦ ὑπηρέτου ἐπὶ τὴν φυλακήν, ἕως τὸν ἔσχατον λεπτὸν ἀποδῷ, ἐπὰν δὲ ᾖ δοὺς “ἐργασίαν ἀπηλλάχθαι” ἐκείνου καὶ “μηδενὶ μηδὲν” ὀφείλων, καὶ ἤδη τὴν μνᾶν δεκαπλασιάσας ἢ πενταπλασιάσας ἢ τὰ “πέντε τάλαντα” διπλασιάσας ἢ τὰ “δύο” τέσσαρα ποιήσας τύχῃ τῆς δεούσης ἀμοιβῆς, εἰσερχόμενος “εἰς τὴν χαρὰν τοῦ κυρίου” αὐτοῦ ἢ “ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ” καθιστάμενος ἢ ἀκούων “ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων” ἢ “ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων”. ταῦτα δὲ ἡμεῖς μὴ ὡς χρόνου πολλοῦ δεόμενα, ἵνα συναρθῇ ἡμῖν περὶ τῶν ὅλων χρόνων τῆς ἐνταῦθα ζωῆς λόγος, νομίζωμεν λέγεσθαι, ὥστ’ἂν ὑπολαβεῖν τοῦ βασιλέως συναίροντος ἑνὶ ἑκάστῳ τοσούτων δούλων λόγον τοσούτου χρόνου δεῖσθαι τὰ πράγματα, ἕως ἐπὶ τὸ τέλος ἔλθῃ τὰ ἀπὸ τῆς ἀρχῆς τοῦ κόσμου ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐχ ἑνός, ἀλλὰ καὶ πλειόνων αἰώνων […]. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. ἀθρόως γάρ, βουληθεὶς ὁ θεὸς ἀναρριπίσαι ἐν ταῖς πάντων μνήμαις (ὑπὲρ τοῦ ἕκαστον τῶν ἰδίων συναισθηθῆναι κρεῖττον ἢ χεῖρον πεπραγμένων) πάντα τὰ παρ’ὅλον τὸν χρόνον γεγενημένα ἑκάστῳ, ποιήσαι ἂν δυνάμει ἀφάτῳ. οὐ γὰρ ὥσπερ ἡμεῖς βουλόμενοι ὑπόμνησίν τινων ποιῆσαι δεόμεθα χρόνου διαρκοῦς πρὸς τὴν διέξοδον τῶν ὑφ’ἡμῶν λεγομένων καὶ φερόντων εἰς ἀνάμνησιν ὧν βουλόμεθα ἀναμνῆσαι, οὕτως ὁ θεὸς βουληθεὶς ἡμᾶς ὑπομνῆσαι τῶν ἐν τῷ βίῳ τούτῳ πεπραγμένων, ἵνα συναισθηθέντες ὧν πεποιήκαμεν καταλάβωμεν δι’ἃ κολαζόμεθα ἢ τιμώμεθα, ποιήσαι ἄν. εἰ δέ τις τῷ τάχει τῆς τοῦ θεοῦ περὶ ταῦτα δυνάμεως ἀπιστεῖ, οὗτος οὐδέπω νενόηκε τὸν ποιήσαντα τὰ ὅλα θεὸν οὐ δεηθέντα χρόνων εἰς τὸ ποιῆσαι τὴν τηλικαύτην οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς κτίσιν. κα- κἂν γὰρ δοκῇ ἐν ἓξ ἡμέραις ταῦτα πεποιηκέναι, συνέσεως χρεία πρὸς τὸ νοῆσαι πῶς λέγεται τὸ ἐν ἓξ ἡμέραις διὰ τοῦτο · “αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς” καὶ τὰ ἑξῆς. τολμητέον οὖν καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρίσεως καιρὸς οὐ δεῖται χρόνων, ἀλλ’ὡς ἡ ἀνάστασις λέγεται γίνεσθαι “ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ”, οὕτως (οἶμαι) καὶ ἡ κρίσις.
μετὰ ταῦτα λεκτέον εἰς τὸ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν λόγον, προσήχθη αὐτῷ εἷς ὀφειλέτης πολλῶν ταλάντων. ὅπερ τοιοῦτόν μοι δοκεῖ ἔχειν νοῦν · ὁ μὲν “καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα” ἐστὶν ἀρχόμενος “ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ”, εἰπόντος (ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ γέγραπται) τοῖς ἀγγέλοις τοῖς ἐπὶ τῶν κολάσεων τεταγμένοις · “ἀπὸ τῶν ἁγίων μου ἄρξασθε”, καὶ “ῥιπῇ ὀφθαλμοῦ” ἐοικώς ἐστιν, ὁ δὲ τοῦ συναίρειν λόγον τὴν ἀρχὴν ἔχει (ἐπινοίᾳ λαμβανομένην · οὐ γὰρ ἐπιλελήσμεθα τῶν προειρημένων) ἀπὸ τῶν ὀφειλόντων πλείονα · διόπερ οὐ γέγραπται μὲν συναίροντος δὲ αὐτοῦ λόγον, εἴρηται δὲ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη (ἐν τῇ ἀρχῇ τοῦ συναίρειν αὐτὸν λόγον) εἷς ὀφειλέτης πολλῶν ταλάντων ὡς μυρία ὅσα ζημιωθεὶς καὶ μεγάλα μὲν ἐγκεχειρισμένος καὶ πιστευθεὶς πολλά, μηδὲν δὲ κέρδος προσαγαγὼν τῷ δεσπότῃ, ἀλλὰ μυρία ὅσα ζημιωθείς, ὥστε αὐτὸν ὀφείλειν πολλὰ τάλαντα. καὶ τάχα διὰ τοῦτο πολλὰ ὤφειλε τάλαντα, ἐπείπερ ἠκολούθησε πολλάκις τῇ ἐπὶ τὸ τάλαντον τοῦ μολίβου καθημένῃ γυναικί, ᾗ ὄνομα Ἀνομία. νόει δὲ κατὰ τὸν τόπον ἕκαστον μέγιστον ἁμάρτημα ταλάντων εἶναι ζημίαν οἰκοδεσποτικῶν, καὶ τοιαῦτα ἁμαρτάνουσι πόρνοι, μοιχοί, ἀρσενοκοῖται, μαλακοί, εἰδωλολάτραι, φονεῖς. οὐδὲν οὖν τάχα μικρὸν ἀλλὰ πάντα μεγάλα καὶ χαλεπὰ ἥμαρτεν ὁ προσαχθεὶς τῷ βασιλεῖ εἷς ὀφειλέτης πολλῶν ταλάντων, ὅντινα εἰ μὲν ἐν ἀνθρώποις ζητήσεις, ἴσως ἂν αὐτὸν εὕροις ὄντα τὸν ἄνθρωπον “τῆς ἁμαρτίας”, τὸν υἱὸν “τῆς ἀπωλείας”, τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον “ἐπὶ πάντα θεὸν ἢ σέβασμα” · εἰ δὲ ἔξω ἀνθρώπων, τίς ἂν εἴη οὗτος ἢ ὁ διάβολος τοσαῦτα τάλαντα ὅσους ἀνθρώπους ἀπολωλεκὼς δεξαμένους αὐτὸν ἐνεργοῦντα τὴν ἁμαρτίαν; “μέγα γὰρ ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων”, τίμιον ὡς ταλάντου εἶναι ἄξιον ἤτοι χρυσοῦ (ὁποία ἡ λυχνία ἡ ταλαντιαία ἦν ἡ ἐκ χρυσοῦ) ἢ ἀργύρου ἢ ὁποίας δήποτε νοητῶς παραλαμβανομένης ὕλης. ὧν σύμβολα ἐν τοῖς Λόγοις τῶν ἡμερῶν ἀναγέγραπται, Δαυῒδ πλουτήσαντος πολλοῖς ταλάντοις ὧν καὶ ὁ ἀριθμὸς δέδεικται, ταλάντοις χρυσοῦ τοσοῖσδε καὶ ἀργύρου τοσοῖσδε καὶ τῆς λοιπῆς ὀνομαζομένης ἐκεῖ ὕλης, ἐξ ἧς κατεσκεύασται ὁ τοῦ θεοῦ νεώς.
πλὴν μὴ ἔχων ἀποδοῦναι τὰ τάλαντα (ἀπολωλέκει γὰρ ταῦτα) ἔχει γυναῖκα καὶ τέκνα καὶ ἄλλα περὶ ὧν γέγραπται · πάντα ὅσα ἔχει. καὶ ἦν δυνατόν, πιπρασκόμενον αὐτὸν μετὰ τῶν ἰδίων εὐπορῆσαι, τοῦ ὠνησαμένου αὐτὸν καὶ πληρώσαντος διὰ τῆς τιμῆς αὐτοῦ καὶ τῶν αὐτοῦ πᾶν τὸ ὄφλημα · καὶ οἷόντε ἦν αὐτὸν μηκέτι μὲν εἶναι δοῦλον τοῦ βασιλέως, γίνεσθαι δὲ τοῦ ὠνησαμένου. καὶ ἐπιδικάζεταί γε τοῦ μὴ πραθεὶς ἅμα τοῖς ἰδίοις μένειν ἐν τῇ τοῦ βασιλέως οἰκίᾳ · διὸ πεσὼν προσκυνεῖ αὐτῷ (θεὸν ἐπιστάμενος τὸν βασιλέα) καὶ λέγει · μακροθύμησον ἐπ’ἐμοί, καὶ πάντα ἀποδώσω σοι · ἦν γὰρ (εἰκὸς) καὶ δραστήριος, ὁρῶν ὅτι δύναται ἐκ δευτέρων πράξεων ἀναπληρῶσαι πᾶν τὸ ἐνδεὲς ἀπὸ τῆς προτέρας ζημίας τῶν πολλῶν ταλάντων. καὶ ὁ ἀγαθός γε βασιλεὺς οὗτος ἐσπλαγχνίσθη καὶ ἐπὶ τὸν ὀφειλέτην τῶν πολλῶν ταλάντων, καὶ τότε μὲν ἀπέλυσεν αὐτόν, πλεῖόν τι χαρισάμενος αὐτῷ ἧς ἠξιώθη ἀξιώσεως. ὁ μὲν γὰρ ὀφειλέτης ἐπηγγείλατο μακροθυμήσαντι τῷ δεσπότῃ ἀποδοῦναι ἅπαντα τὰ ὀφειλήματα · ὁ δὲ σπλαγχνισθεὶς ἐπ’αὐτῷ κύριος (οὐκ ἐπὶ τῷ ἀπολαβεῖν ἐκ τοῦ μακροθυμεῖν) τότε ἀφῆκεν αὐτὸν οὐ μόνον, ἀλλὰ καὶ παντελῶς ἀπέλυσε, καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ. ὁ δὲ πονηρὸς δοῦλος οὗτος καὶ μακροθυμίαν ἀπὸ τοῦ δεσπότου αἰτήσας ἐπὶ τοῖς πολλοῖς ταλάντοις ἀνηλεῶς πεποίηκεν. εὑρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, κρατήσας αὐτὸν ἔπνιγε λέγων · ἀπόδος εἴ τι ὀφείλεις. πῶς δὲ οὐχ ὑπερβολὴν πονηρίας ἐπεδείξατο, δι’ἑκατὸν δηνάρια κρατήσας τὸν σύνδουλον καὶ πνίγων καὶ ἀποστερῶν αὐτὸν ἐλευθέρας ἀναπνοῆς, αὐτὸς ἐπὶ τοῖς πολλοῖς ταλάντοις μήτε κρατηθεὶς μήτε πνιγείς, ἀλλὰ πρότερον μὲν κελευσθεὶς πραθῆναι ἅμα γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἑαυτοῦ, ὕστερον δὲ (μετὰ τὸ προσκυνῆσαι) σπλαγχνισθέντος ἐπ’αὐτῷ τοῦ κυρίου ἀπολυθεὶς καὶ περὶ πάσης ἀφεθεὶς τῆς ὀφειλῆς; καὶ ἔργον γε εἰπεῖν κατὰ τὸ βούλημα τοῦ Ἰησοῦ, τίς ἐστιν […] ὁ εὑρεθεὶς σύνδουλος εἷς ὀφείλων, οὐ τῷ κυρίῳ ἑαυτοῦ ἀλλὰ τῷ πολλὰ ὀφείλοντι τάλαντα, ἑκατὸν δηνάρια, καὶ τίνες οἱ ἰδόντες τὸν μὲν πνίγοντα τὸν δὲ πνιγόμενον σύνδουλοι καὶ λυπηθέντες σφόδρα καὶ σαφῶς παραστήσαντες τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. ὡς μὲν οὖν ἐπ’ἀληθείας ἔχει τὰ πράγματα, ἀποφαίνομαι μηδένα δύνασθαι διηγήσασθαι εἰ μὴ Ἰησοῦ, τοῦ “τοῖς ἰδίοις μαθηταῖς κατ’ἰδίαν” λύσαντος “πάντα”, ἐπιδημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ καὶ ἀνοίγοντος τοὺς ἐν τῇ παραβολῇ θησαυροὺς πάντας σκοτεινούς, ἀποκρύφους, ἀοράτους καὶ πληροφοροῦντος δι’ἐναργῶν ἀποδείξεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως πάντων τῶν κατὰ τὴν παραβολὴν ταύτην, ἵν’ἅματε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέτης πολλῶν ταλάντων καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ ἑκατὸν δηνάρια ἄλλος εἷς καὶ τὰ λοιπά, εἴτε δύναται εἶναι ὁ προαποδεδομένος “ἄνθρωπος τῆς ἁμαρτίας” εἴτε καὶ ὁ διάβολος εἴτε μηδέτερος μὲν τούτων, ἄλλος δέ τις ἤτοι ἄνθρωπος ἢ τῶν ὑπὸ τὸν διάβολόν τις. ἔστι γὰρ τῆς σοφίας τοῦ θεοῦ ἔργον καὶ τὰ περὶ τῶν ἰδίως ποιῶν ἤτοι πεποιωμένων κατὰ τὰς τοιάσδε ποιότητας (εἴτε ἐν ἀοράτοις δυνάμεσιν, εἴτε καὶ ἔν τισιν ἀνθρώποις) ἀποδοῦναι προφητευόμενα ὁπωσποτοῦν ὑπὸ τοῦ θείου πνεύματος ἀναγεγραμμένα. ὡς δὲ μηδέπω διαρκῆ νοῦν ἀναλαβόντες ἡμεῖς τὸν δυνάμενον ἀνακραθῆναι τῷ Χριστοῦ νῷ καὶ ἕως τῶν τοσούτων χωροῦντα φθάνειν καὶ μετὰ τοῦ πνεύματος “πάντα” ἐρευνᾶν “καὶ τὰ βάθη τοῦ θεοῦ”, οἰόμεθα, ἔτι ἀορίστως περὶ τῶν κατὰ τὸν τόπον λαμβάνοντες φαντασίαν, ἐπί τινα ἕνα ἀναφέρεσθαι πονηρὸν δοῦλον διὰ τῆς παραβολῆς δηλούμενον τὸν ἐνταῦθα παριστάμενον περὶ τῆς τῶν πολλῶν ταλάντων ὀφειλῆς.
πότε δὲ ὁ (κατὰ τὴν παραβολὴν) βασιλεὺς ἄνθρωπος ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψασθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀναφέρειν τὰ λεγόμενα. εἰ μὲν γὰρ μετὰ τὴν συντέλειαν ἢ ἐπ’αὐτὴν (κατὰ τὸν τῆς προσδοκωμένης κρίσεως καιρόν), πῶς ἄν τις σώσαι τὰ περὶ τοῦ ὀφείλοντος ἑκατὸν δηνάρια καὶ πνιγομένου ὑπὸ τοῦ συγχωρηθέντος τὰ πολλὰ τάλαντα; εἰ δὲ πρὸ τῆς κρίσεως, πῶς ἂν δύναιτό τις παραστῆσαι πρὸ ἐκείνης συναιρόμενον λόγον ὑπὸ τοῦ βασιλέως ἀνθρώπου μετὰ τῶν δούλων αὐτοῦ; ἁπαξαπλῶς δὲ χρὴ φρονεῖν περὶ πάσης παραβολῆς, ἧς μὴ ἀναγέγραπται ἡ διήγησις ὑπὸ τῶν εὐαγγελιστῶν, ὅτι καὶ Ἰησοῦς “τοῖς ἰδίοις μαθηταῖς κατ’ἰδίαν ἐπέλυε πάντα” καὶ διὰ τοῦτο ἀπέκρυψαν οἱ τὰ εὐαγγέλια γράφοντες τὴν σαφήνειαν τῶν παραβολῶν, ἐπεὶ μείζονα ἦν τὰ κατ’αὐτὰς δηλούμενα τῆς τῶν γραμμάτων φύσεως, καὶ ἦν γε ἑκάστη λύσις καὶ ἡ σαφήνεια τῶν τοιούτων παραβολῶν τοιαύτη, ὡς μη δὲ αὐτὸν “τὸν κόσμον χωρεῖν τὰ γραφόμενα” εἰς τὰς τοιαύτας παραβολὰς “βιβλία”. γένοιτο δ’ἀνευρεθῆναι καρδίαν ἐπιτηδείαν καὶ διὰ τὴν καθαρότητα χωροῦσαν τὰ γράμματα τῆς σαφηνείας τῶν παραβολῶν, ὥστε ἐν αὐτῇ γραφῆναι “πνεύματι θεοῦ ζῶντος”. ἀλλ’ἐρεῖ τις ὅτι μήποτε ἀσεβοῦμεν οἱ θέλοντες (διὰ τὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα καὶ πειρώμενοι ταῦτα σαφηνίσαι, κα- κἂν δοκῇ καθ’ὑπόθεσιν, ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα. λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι οἱ μὲν ἀκριβῶς εἰληφότες αὐτὰ νοεῖν οἴδασι τὸ πρακτέον αὐτοῖς, ἡμεῖς δὲ οἱ ὁμολογοῦντες ἀπολείπεσθαι τοῦ δυνηθῆναι ἐπὶ τὸ βάθος φθάσαι τῶν δηλουμένων ἐν τούτοις, εἰ καί τινα βραχυτέραν περίνοιαν ἐπὶ ποσὸν λαμβάνομεν τῶν κατὰ τὸν τόπον, φήσομεν ὅτι τινὰ μὲν ὧν ἐκ πολλῆς βασάνου καὶ ζητήσεως εὑρίσκειν δοκοῦμεν, εἴτε χάριτι θεοῦ εἴτε δυνάμει τοῦ ἐν ἡμῖν νοῦ, οὐ τολμῶμεν ἐμπιστεῦσαι γράμμασι, τινὰ δὲ γυμνασίας ἡμετέρας καὶ τῆς τῶν ἐντευξομένων χάριν ἐπὶ ποσὸν ἐκτιθέμεθα. ἀλλὰ ταῦτα μὲν ἀπολελογήσθω διὰ τὸ τῆς παραβολῆς βάθος · πρὸς δὲ τὸ πότε ἠθέλησεν ὁ τῆς παραβολῆς βασιλεὺς ἄνθρωπος συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, φήσομεν ὅτι ἔοικεν περὶ τὸν κεκηρυγμένον τῆς κρίσεως καιρὸν τὸ τοιοῦτο γίνεσθαι. παριστᾶσι δὲ τοῦτο μία μὲν πρὸς τοῖς τελευταίοις τοῦ προκειμένου εὐαγγελίου παραβολή, μία δὲ ἐκ τοῦ κατὰ Λουκᾶν. καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέμενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ’αὐτῆς τῆς γραφῆς λαβεῖν, φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον παραβολή ἐστι δηλοῦσα ὅτι “ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ”, καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινὶ δὲ ἓν τάλαντον. εἶτ’ἐκεῖνοι πεποιήκασι περὶ τὰ ἐγκεχειρισμένα, καὶ “μετὰ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων” καὶ αὐταῖς λέξεσι γέγραπται ὅτι “καὶ συναίρει μετ’αὐτῶν λόγον”. τήρησον οὖν ὃ λέγει · “καὶ συναίρει μετ’αὐτῶν λόγον” καὶ σύγκρινον τῷ καὶ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, καὶ ὅρα ὅτι ἀποδημίαν μὲν ἐκάλεσε τοῦ οἰκοδεσπότου τὸν χρόνον καθ’ὃν “ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου”, ἐπιδημίαν δὲ αὐτοῦ, ὅτε “μετὰ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων”, τὸν ἐπὶ συντελείᾳ ἐν τῇ κρίσει καιρόν · μετὰ γὰρ χρόνον πολὺν “ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’αὐτῶν λόγον” καὶ τὰ ἑξῆς γίνεται. ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν ὅτι εὐγενὴς ἄνθρωπος πορευθεὶς “εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι”, πορευόμενος ἐκάλεσε δέκα δούλους καὶ “ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν αὐτοῖς · πραγματεύσασθε ἐν ᾧ ἔρχομαι”. οὗτος δὲ ὁ εὐγενὴς ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων “πρεσβείαν ὀπίσω αὐτοῦ”, οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ’αὐτούς, ἐπανῆλθε λαβὼν “τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο”. ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον ἀποδοὺς διὰ τοῦ “εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου”, δίδωσιν αὐτῷ ἐξουσίαν δέκα πόλεων τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ. καὶ ἄλλῳ τῷ τὴν μνᾶν πενταπλασιάσαντι τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν οὐ δὲ τὸ ὄνομα τῆς ἐξουσίας ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ · “καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων”. τῷ δὲ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν · “ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε”, “καὶ τοῖς παρεστῶσιν εἶπεν · ἄρατε ἀπ’αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι”. τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παραβολῆς οὐ φήσει ὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς “εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι” ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασιλείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἱ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λόγον ὃν ἐπιστεύθησαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου τούτῳ τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι, τάχα δὲ καὶ τὰ ἀπιστήσαντα αὐτῷ ἔθνη;
πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε “εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς ἐδεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο”, καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παραβολῆς, ὅτι καὶ τὸ ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι’ἣν (καθ’ἑτέραν παραβολὴν) “ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι”. ὑποστρέψας οὖν καὶ λαβὼν “τὴν βασιλείαν” ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναίρειν, προσηνέχθη εἷς ὀφειλέτης πολλῶν ταλάντων · προσηνέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν, οἶμαι ἀγγέλων. καὶ τάχα εἷς τίς ἐστιν τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην καὶ μὴ καλῶς αὐτὴν διοικήσας, ἀλλὰ διασκορπίσας τὰ ἐγχειρισθέντα, ὡς ὀφειλέτην αὐτὸν γενέσθαι πολλῶν ταλάντων ὧν ἀπολώλεκεν. οὗτος δὴ τάχα μὴ ἔχων ἀποδοῦναι, κελεύεται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικί, ἀφ’ἧς γέγονε κοινωνὸς αὐτῇ πατήρ τινων τέκνων. ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα καὶ μητέρα καὶ τέκνα. ὡς μὲν οὖν πρὸς τὸ ἀληθές, θεὸς ἂν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται · καὶ ἡμῖν δέ, εἴτε αὐτὸς δέδωκεν εἴτε μή, ὁ δυνάμενος κρινέτω. πλὴν τοιαῦτα κατὰ τὸν τόπον ὑπολαμβάνομεν ὅτι, ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὕτως εἴη ἂν ἑτέρων μήτηρ, ἀνάλογον Ἱερουσαλὴμ μητρί, φέρ’εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ Μέμφις, ἑτέρων δὲ Τύρος καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις. εἶθ’ὥσπερ Ἱερουσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη “τῷ ἀνδρὶ αὐτῆς” Χριστῷ, οὕτως εἶεν ἂν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων τῶν κεκληρωμένων αὐτὰς οἱονεὶ γυναῖκες ἢ νύμφαι. καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς καὶ Χριστοῦ ὡς πατρός, οὕτως εἴη ἄν τινα τέκνα Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος καὶ τῶν ἐπιτεταγμένων αὐταῖς ἀρχόντων ὡς πατέρων. τάχα οὖν καὶ οὗτος ὁ εἷς προσαχθεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ἅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχεν, ὕστερον δὲ σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ’ἵνα ἡμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι. ἕκαστος οὖν τῶν ἐχόντων (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, λόγον ἀποδώσει, ἡνίκα ἂν ἔλθῃ ὁ βασιλεὺς συνᾶραι λόγον, λαβὼν “τὴν βασιλείαν” καὶ ὑποστρέψας · καὶ ἕκαστος αὐτῶν ἔχει, ὡς ἄρχων τινὸς ἢ Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος ἤ τινος παραπλησίου, καὶ τοὺς ὀφειλέτας. οὗτος οὖν, ἀπολυθεὶς καὶ συγχωρηθεὶς πᾶσαν τὴν ὀφειλήν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο (οἶμαι) ἔπνιγεν, ἐπείπερ ἦν ἐξελθὼν ἀπὸ τοῦ βασιλέως · οὐκ ἂν γὰρ μὴ ἐξελθὼν ἔπνιγε τὸν σύνδουλον αὐτοῦ. εἶτα παρατήρει τὴν ἀκρίβειαν τῆς γραφῆς, ὅπως ὁ μὲν πεσὼν προσεκύνει, ὁ δὲ πεσὼν οὐ προσεκύνει ἀλλὰ παρεκάλει. καὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, ὁ δὲ δοῦλος οὐ δὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ. κα- κἀκεῖνος μὲν καὶ πρὸ τῆς ἀφέσεως ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ὁ δὲ συγχωρηθεὶς ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν. καὶ πρόσχες ὅτι οἱ σύνδουλοι οὐ διέβαλον ἢ εἰρήκασιν ἀλλὰ διεσάφησαν, καὶ ὅτι τὸ πονηρὲ οὐκ εἶπε κατ’ἀρχὰς περὶ τῶν χρημάτων, ἀλλ’ἐτήρησεν ὕστερον περὶ τοῦ συνδούλου. ἴδε δὲ καὶ τὸ μέτριον τοῦ βασιλέως · οὐκ εἶπε · προσεκύνησάς μοι, ἀλλά · παρεκάλεσάς με καὶ οὐκέτι ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ἀλλὰ παρέδωκε τοῖς βασανισταῖς ὡς πεισόμενον τὸ χεῖρον διὰ τὴν πονηρίαν. τίνες δ’ἂν εἶεν οὗτοι ἢ οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι; ἅμα δὲ πρόσχες διὰ τοὺς ἀπὸ τῶν αἱρέσεων χρωμένους τῇ παραβολῇ ὅτι, εἴπερ κατηγοροῦσι τοῦ δημιουργοῦ ὡς ὀργίλου διὰ τὰ ἐμφαίνοντα ὀργὴν θεοῦ ῥήματα, ἐχρῆν αὐτοὺς καὶ τοῦ βασιλέως τούτου κατηγορεῖν, ἐπείπερ ὀργισθεὶς παρέδωκε τὸν ὀφειλέτην τοῖς βασανισταῖς. ἔτι δὲ λεκτέον τοῖς μὴ βουλομένοις παραδίδοσθαί τινα ἀπὸ τοῦ Ἰησοῦ τοῖς βασανισταῖς ὅτι διηγήσασθε ἡμῖν, ὦ οὗτοι, τίς ὁ βασιλεὺς ὁ παραδιδοὺς τὸν πονηρὸν δοῦλον τοῖς βασανισταῖς; προσεχέτωσαν δὲ καὶ τῷ οὕτως οὖν ποιήσει καὶ ὑμῖν ὁ πατήρ μου ὁ οὐράνιος. τοῖς αὐτοῖς δὲ ἔτι μᾶλλον λεχθείη ἂν τὰ ἐν τῇ τῶν δέκα μνῶν παραβολῇ ὅτι ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱὸς εἶπε · “πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με” καὶ τὰ ἑξῆς. τὸ συμπέρασμα μέντοι τῆς παραβολῆς καὶ τοῖς ἁπλουστέροις ἁρμόζει · πάντες γὰρ ἅμα διδασκόμεθα πείσεσθαι, οἱ ἄφεσιν ἁμαρτημάτων εἰληφότες καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς, τὰ τοῦ συγχωρηθέντος καὶ μὴ συγχωρήσαντος τῷ συνδούλῳ.
“καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους”. ὁ ἕκαστον τῶν προκειμένων προβλημάτων ἐντελῶς διεξιών, ὡς μηδὲν αὐτῶν ἐνδεὲς καταλιπεῖν, οὗτος τελεῖ τοὺς ἑαυτοῦ λόγους. θαρσαλεώτερον δ’αὖ τις ἀποφανεῖται περὶ τούτου προσέχων ἐπιμελέστερον πάσῃ ἀναγνώσει παλαιᾶς καὶ καινῆς διαθήκης. ἐὰν γὰρ ἐπὶ μηδενὸς ᾖ τεταγμένον τὸ ἐτέλεσε τοὺς λόγους τούτους, ἢ Μωσέως ἤ τινος τῶν προφητῶν, ἀλλ’ἢ μόνου τοῦ Ἰησοῦ, τότε τολμήσας ἄν τις εἴποι ὅτι μόνος ἐτέλεσε τοὺς λόγους ὁ Ἰησοῦς, ὁ ἐλθὼν τέλος ἐπιθεῖναι τοῖς πράγμασι καὶ πληρῶσαι τὸ ἐνδεὲς τοῦ νόμου διὰ τοῦ “ἐρρέθη τοῖς ἀρχαίοις” καὶ τὰ ἑξῆς · καὶ πάλιν · “ἵνα πληρωθῇ τὰ εἰρημένα διὰ τῶν προφητῶν”. εἰ δέ που γέγραπται καὶ ἐν ἐκείνοις, τότε ἂν συνεξετάζοι καὶ τελεσθέντας ὑπ’ἐκείνων λόγους τελεσθεῖσιν ὑπὸ τοῦ σωτῆρος, ἵνα εὕρῃ τὴν διαφορὰν αὐτῶν πρὸς ἀλλήλους. καίτοιγε κα- κἀκεῖ ζητηθείη ἄν, εἰ ἐπὶ τῶν κατὰ χρηματισμὸν λεγομένων κεῖται τὸ ἐτέλεσεν, ἢ ἐπὶ τῶν Μωσέως ἤ τινος τῶν προφητῶν εἰρημένων ἢ ἐπὶ συναμφοτέρων · ἡ γὰρ ἐπιμελὴς τήρησις μέγιστα ἂν ὑποβάλλοι νοήματα τοῖς ἐπισταμένοις “πνευματικὰ πνευματικοῖς” συγκρίνειν καὶ διὰ τοῦτο λαλοῦσιν “οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ἐν διδακτοῖς πνεύματος”. ἄλλος δ’ἄν τις περιεργότερον ἀκούων τοῦ ἐτέλεσεν, τεταγμένου ἐπὶ τῶν μυστικωτέρων (καθὸ ὁ μέν τις “παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς” οὐκ ἐπαινετῶς, ὁ δέ τις μυστήρια θεοῦ τοῖς ἀξίοις, καὶ ἀνάλογον τοῖς τοιούτοις μυστηρίοις τελετὰς) εἴποι ὅτι τελετὴν ἐποίησε μυήσας αὐτούς, δι’ἣν τελετὴν ἀνεφάνησαν οἱ λόγοι συνατοί, ὡς κηρυχθῆναι “τὸ εὐαγγέλιον” Ἰησοῦ “ἐν ὅλῳ τῷ κόσμῳ” καὶ κρατῆσαι διὰ τὴν θείαν τελετὴν πάσης ψυχῆς, ἣν ἕλκει ὁ πατὴρ πρὸς τὸν υἱὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος · “οὐδεὶς ἔρχεται πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν”. διὰ τοῦτο δὲ καὶ ὁ λόγος τῶν χάριτι θεοῦ πρεσβευόντων τὸ εὐαγγέλιον καὶ “τὸ κήρυγμα” αὐτῶν “οὐκ ἐν πειθοῖ σοφίας” γέγονε “λόγων, ἀλλ’ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως”, οἷς ἐτελέσθησαν οἱ λόγοι τῆς διδασκαλίας Ἰησοῦ. καὶ σὺ μὲν οὖν τηρήσεις, ὁσάκις εἴρηται τὸ ἐτέλεσε καὶ ἐπὶ τίσι · λήψῃ δὲ παράδειγμα τὸ ἐπὶ τοῖς μακαρισμοῖς καὶ ὅλῃ τῇ διδασκαλίᾳ λελεγμένον, οἷς ἐπιφέρεται · “καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο πάντες οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ”. ἀναφέρεται δὲ καὶ νῦν τὸ ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολήν, καθ’ἣν “ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ”, ἔτι δὲ ταύτης ἀνωτέρω εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμμένα.
πλὴν ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, λαλήσας αὐτοὺς ἐν τῇ Γαλιλαίᾳ περὶ τὴν Καφαρναούμ, τότε μετῆρεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἕτερα τυγχάνοντα παρὰ τὴν Γαλιλαίαν. ἦλθε δὲ ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας καὶ οὐκ ἐπὶ τὰ μέσα, ἀλλ’οἱονεὶ τὰ ἄκρα · ἔνθα ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, οὓς ἐθεράπευσε παρ’αὐτοῖς τοῖς ὁρίοις τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου, ἔνθα τὸ βάπτισμα ἐδίδοτο ἀνθρώποις. τηρήσεις δὲ διαφορὰν ὄχλων ἁπλῶς ἀκολουθησάντων καὶ Πέτρου καὶ τῶν ἄλλων ἀφέντων πάντα καὶ ἀκολουθησάντων καὶ Ματθαίου, ὃς “ἀναστὰς ἠκολούθησεν αὐτῷ”. οὐχ ἁπλῶς ἠκολούθησεν, ἀλλ’“ἀναστάς” · μεγάλη γὰρ ἡ προσθήκη τὸ “ἀναστάς”. εἰσὶν οὖν ἀεὶ οἱ μὲν (ὡς ὄχλοι) πολλοὶ ἀκολουθοῦντες, μήτε ἀναστάντες ἵνα ἀκολουθήσωσι μήτε ἀφέντες πάντα τὰ πρότερα · ὀλίγοι δὲ οἱ ἀναστάντες καὶ οἱ πάντα ἀφέντες ἀκολουθήσαντες, οἳ καὶ καθεδοῦνται οἱ “ἐν τῇ παλιγγενεσίᾳ” “ἐπὶ δώδεκα θρόνους”. πλὴν εἰ βούλεταί τις θεραπευθῆναι, ἀκολουθησάτω τῷ Ἰησοῦ.
μετὰ τοῦτο γέγραπται ὅτι προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες · “εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν”; (τὸ ἰσοδυναμοῦν ἀνέγραψε καὶ ὁ Μᾶρκος). οὐκοῦν τῶν προσιόντων καὶ πυνθανομένων τῷ Ἰησοῦ ἦσάν τινες οἳ πειράζοντες ἐπηρώτων αὐτόν · πειραζομένου δὲ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, τίς ἂν τῶν μαθητῶν αὐτοῦ ἀγανακτοίη, τεταγμένος εἰς διδασκαλίαν, ἐπὶ τῷ πειράζεσθαι ὑπό τινων καὶ πυνθανομένων οὐκ ἐκ φιλομαθείας, ἀλλ’ἀπὸ τοῦ πειράζειν ἐθέλειν; πολλὰ δ’ἂν ἐπὶ τὸ αὐτὸ συναγαγὼν εὕροις, ἐν οἷς ἐπείρασαν τὸν Ἰησοῦν ἡμῶν οἱ Φαρισαῖοι καὶ ἄλλοι παρὰ τούτους (ὡς νομικός τις, τάχα δὲ καὶ γραμματεῖς), ἵν’ἐπὶ τὸ αὐτὸ τὰ περὶ τῶν πειραζόντων αὐτὸν συναγαγών, εὕροις τι τὰ περὶ τῶν πειραζόντων αὐτὸν ἐκ τῆς ἐξετάσεως χρήσιμον εἰς τὸ εἶδος τῶν λόγων τούτων. πλὴν ὁ σωτὴρ καὶ τοῖς πειράζουσιν ἀποκρίνεται δόγματα εὐσεβείας · οἱ μὲν γὰρ ἔλεγον · εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν · οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ τὰ ἑξῆς. καὶ οἶμαι, ὅτι κατὰ τοῦτο προέτεινον τὸν λόγον οἱ Φαρισαῖοι τοῦτον, ὡς ἐπιληψόμενοι αὐτοῦ, ὅ τι ποτ’ἂν εἴπῃ · οἷον εἰ μὲν εἶπεν · ἔξεστιν, ἐνεκάλεσαν ἂν αὐτῷ ὡς ἐπὶ τοῖς τυχοῦσι διαλύοντι τοὺς γάμους · εἰ δέ · οὐκ ἔξεστιν, ὡς καὶ μετὰ ἁμαρτημάτων ἐπιτρέποντι συνοικεῖν ἄνδρα γυναικί. οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρινεῖται, ὡς ἐπὶ τοῦ κήνσου · εἰ μὲν γὰρ εἶπε διδόναι, ἐνεκάλεσαν ἂν ὡς ὑποτάσσοντι τὸν λαὸν τοῦ θεοῦ ἀνθρώποις καὶ προσποιοῦντα αὐτὸν τοῖς Ῥωμαίοις καὶ οὐ τῷ νόμῳ τοῦ θεοῦ, εἰ δὲ μὴ διδόναι, ὡς πόλεμον ἐμποιοῦντι καὶ στάσιν καὶ διεγείροντι τοὺς μὴ δυναμένους στῆναι πρὸς τηλικαύτην στρατιάν. οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρίνεται. ὅρα δὲ πῶς ἀνεπιλήπτως ἀπεκρίνατο πρότερον μὲν ἀποφάσκων τὸ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν, δεύτερον δὲ ἀποκρινόμενος πρὸς τὰ περὶ τοῦ βιβλίου τοῦ κατὰ τὸ ἀποστάσιον […]. ἑώρα γὰρ ὅτι οὐ πᾶσα αἰτία εὐλόγως λύει γάμον, καὶ ὅτι δεῖ τὸν ἄνδρα συνοικεῖν τῇ γυναικὶ “ὡς ἀσθενεστέρῳ σκεύει ἀπονέμοντα τιμὴν” καὶ βαστάζοντα αὐτῆς τὰ ἐν ἁμαρτήμασι “βάρη”. καὶ δυσωπεῖ ἐκ τῶν ἐν τῇ Γενέσει ἐγγεγραμμένων τοὺς ἐπὶ τοῖς Μωσέως γράμμασιν αὐχοῦντας Φαρισαίους λέγων τὸ οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ἀρχῆς ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ τὰ ἑξῆς, καὶ ἐπιφέρων αὐτοῖς διὰ τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ἀκόλουθον τῷ εἰς σάρκα μίαν διδασκαλίαν τὴν ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία. δυσωπητικὸν δὲ πρὸς τὸ μὴ ἀπολῦσαι τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν καὶ τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. παρατηρητέον μέντοιγε ἐν τῇ ἐκθέσει τῶν ἀπὸ τῆς Γενέσεως ἐν τῷ εὐαγγελίῳ ῥητῶν, ὅτι οὐ τὰ ἐφεξῆς ἀλλήλοις γεγραμμένα εἴρηται. ἐγὼ δὲ οἶμαι ὅτι οὐ δὲ περὶ τῶν αὐτῶν λέγεται, τῶν κατ’εἰκόνα θεοῦ γενομένων καὶ τῶν ἀπὸ τοῦ χοὸς τῆς γῆς καὶ μιᾶς τῶν πλευρῶν τοῦ Ἀδάμ. ὅπου μὲν γὰρ λέλεκται τὸ “ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς”, περὶ τῶν κατ’εἰκόνα ἐστίν · ὅπου δὲ καὶ εἶπεν · “ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ” καὶ τὰ ἑξῆς, οὐκ ἔστι περὶ τῶν κατ’εἰκόνα · ὕστερον γάρ ποτε ἐκείνων “ἔπλασε κύριος ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς” καὶ ἀπὸ τῆς πλευρᾶς αὐτοῦ τὴν βοηθόν. ἅμα δὲ πρόσχες ὅτι ἐπὶ μὲν τῶν κατ’εἰκόνα οὐκ ἀνὴρ καὶ γυνὴ εἴρηται, ἀλλὰ “ἄρρεν καὶ θῆλυ”. τοῦτο δὲ καὶ ἐν τῷ Ἑβραϊκῷ τετηρήκαμεν · ἀνὴρ μὲν γὰρ δηλοῦται τῇ “ἲς” φωνῇ, ἄρρεν δὲ τῇ “ζαχάρ” · καὶ πάλιν γυνὴ μὲν τῇ “ἐσσὰ” φωνῇ, θῆλυ δὲ τῇ “οὐνκηβά” · οὐδέποτε γὰρ γυνὴ κατ’εἰκόνα οὐ δὲ ἀνήρ, ἀλλ’οἱ μὲν διαφέροντες ἄρρεν οἱ δὲ δεύτεροι θῆλυ. ἀλλὰ καὶ ἐὰν καταλίπῃ ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, κολλᾶται οὐ τῷ θήλει ἀλλὰ τῇ γυναικὶ αὑτοῦ καὶ γίνονται (ἐπεὶ ἓν σαρκὶ ἀνὴρ καὶ γυνή) εἰς σάρκα μίαν. εἶτα διαγράφων ὃ δεῖ εἶναι ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις ἀξίως τοῦ συνεζεῦχθαι ὑπὸ θεοῦ, ἐπιφέρει ὁ σωτὴρ τὸ ὥστε οὐκέτι εἰσὶ δύο. καὶ ὅπου γε ὁμόνοια καὶ συμφωνία καὶ ἁρμονία ἀνδρός ἐστι πρὸς γυναῖκα καὶ γυναικὸς πρὸς ἄνδρα, τοῦ μὲν ὡς ἄρχοντος, τῆς δὲ ὡς πειθομένης τῷ “αὐτός σου κυριεύσει”, ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τῶν τοιούτων τὸ οὐκέτι εἰσὶ δύο. εἶτ’ἐπεὶ ἔδει τηρεῖσθαι τῷ κολλωμένῳ κυρίῳ τὸ γενέσθαι αὐτὸν πρὸς αὐτὸν “ἓν πνεῦμα”, λέλεκται ἐπὶ τῶν ὑπὸ τοῦ θεοῦ συνεζευγμένων μετὰ τὸ ὥστε οὐκέτι εἰσὶ δύο τὸ ἀλλὰ σὰρξ μία. καὶ ὁ θεός ἐστιν ὁ συζεύξας τὰ δύο εἰς ἕν, ἵνα μηκέτι ὦσι δύο, ὅπου “παρὰ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή”. καὶ ἐπεὶ ὁ θεὸς συνέζευξε, διὰ τοῦτο χάρισμά ἐστιν ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις · ὅπερ ὁ Παῦλος ἐπιστάμενος ἐπίσης τῷ εἶναι τὴν ἁγνὴν ἀγαμίαν χάρισμά φησι καὶ τὸν κατὰ λόγον θεοῦ γάμον εἶναι χάρισμα, φάσκων · “θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς ἐμαυτόν, ἀλλ’ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως”. οἱ δὲ ὑπὸ θεοῦ συνεζευγμένοι καὶ φρονοῦσι καὶ ποιοῦσι τὸ “οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ὡς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν”. ὁ μὲν οὖν σωτὴρ ἐνετείλατο, ἵν’ὅπερ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωρίζῃ · ἄνθρωπος δὲ χωρίζειν βούλεται ὃ ὁ θεὸς συνέζευξεν, ὅτε ἀποστὰς “τῆς” ὑγιοῦς “πίστεως”, προσέχων “πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων” οὐ πορνεύειν μόνον ἀλλὰ καὶ “γαμεῖν”, διαλύει καὶ τοὺς φθάσαντας τῇ προνοίᾳ συνεζεῦχθαι τοῦ θεοῦ. ταῦτα μὲν οὖν τηρουμένων τῶν ῥητῶν εἰς τὰ περὶ ἄρρενος καὶ θήλεος, καὶ ἀνδρὸς καὶ γυναικός, ὡς ἐδίδαξεν ὁ σωτὴρ ἐν τῇ πρὸς τοὺς Φαρισαίους ἀποκρίσει, λελέχθω.
ἐπεὶ δὲ ὁ ἀπόστολος “εἰς τὸν Χριστὸν” ἐκλαμβάνει “καὶ τὴν ἐκκλησίαν” τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, λεκτέον ὅτι οὐκ ἀπέλυσεν ὁ Χριστὸς τὴν προτέραν (ἵν’οὕτως ὀνομάσω) γυναῖκα αὐτοῦ (τὴν προτέραν συναγωγὴν) κατ’ἄλλην αἰτίαν, τηρῶν τὸ ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, ἢ ὅτε ἐπόρνευσεν ἐκείνη ἡ γυνὴ μοιχευθεῖσα ὑπὸ τοῦ πονηροῦ καὶ μετ’ἐκείνου ἐπιβουλεύσασα τῷ ἀνδρὶ καὶ ἀποκτείνασα αὐτὸν ἐν τῷ λέγειν · “αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον” καί · “σταύρου σταύρου αὐτόν”. ἐκείνη οὖν ἑαυτὴν ἀπέστησε μᾶλλον ἢ ὁ ἀνὴρ αὐτὴν ἀπέστειλεν ἀπολύσας · διόπερ ὀνειδίζων αὐτῇ ἀποστάσῃ αὐτοῦ ἐν Ἡσαΐᾳ φησί · “ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἀπέστειλα αὐτήν”; καὶ ὁ κτίσας γε ἀπ’ἀρχῆς τὸν κατ’εἰκόνα (ὡς “ἐν μορφῇ θεοῦ ὑπάρχων”) ἄρρεν αὐτὸν ἐποίησε καὶ θῆλυ τὴν ἐκκλησίαν, ἓν τὸ κατ’εἰκόνα ἀμφοτέροις χαρισάμενος. καὶ καταλέλοιπέ γε διὰ τὴν ἐκκλησίαν κύριος ὁ ἀνὴρ πρὸς ὃν ἦν πατέρα ὅτε “ἐν μορφῇ θεοῦ” ὑπῆρχε, καταλέλοιπε δὲ καὶ τὴν μητέρα, καὶ αὐτὸς υἱὸς ὢν τῆς ἄνω Ἱερουσαλήμ, καὶ ἐκολλήθη τῇ ἐνταῦθα καταπεσούσῃ γυναικὶ αὐτοῦ, καὶ γεγόνασιν ἐνθάδε οἱ δύο εἰς σάρκα μίαν. διὰ γὰρ αὐτὴν γέγονε καὶ αὐτὸς σάρξ, ὅτε “ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν”, καὶ οὐκέτι γέ εἰσι δύο, ἀλλὰ νῦν μία γέ ἐστι σάρξ, ἐπεὶ τῇ γυναικὶ ἐκκλησίᾳ λέγεται τὸ “ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους” · οὐ γάρ ἐστί τι ἰδίᾳ σῶμα Χριστοῦ ἕτερον παρὰ τὴν ἐκκλησίαν οὖσαν “σῶμα” αὐτοῦ “καὶ μέλη ἐκ μέρους” · καὶ ὁ θεός γε τούτους τοὺς μὴ δύο, ἀλλὰ γενομένους σάρκα μίαν συνέζευξεν, ἐντελλόμενος ἵνα ἄνθρωπος μὴ χωρίζῃ τὴν ἐκκλησίαν ἀπὸ τοῦ κυρίου. καὶ ὁ προσέχων γε ἑαυτῷ ὡς μὴ χωρισθῆναι ἀπὸ τοῦ Χριστοῦ, θαρρεῖ ὡς μὴ χωρισθησόμενος καί φησι · “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ”; ἐνταῦθα μὲν οὖν γέγραπται πρὸς τοὺς Φαρισαίους λεγόμενον τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω · λέγοιτο δ’ἂν πρὸς τοὺς Φαρισαίων κρείττονας · ὃ οὖν ὁ θεὸς συνέζευξεν, μηδὲν χωριζέτω, μήτε ἀρχή, μήτε ἐξουσία · ἰσχυρότερος γὰρ ὁ συζεύξας θεὸς πάντων, ὧν ἂν ὀνομάσαι τις νοήσας αὐτὰ δυνηθῇ.
μετὰ ταῦτα διαληψόμεθα τὸν τῶν Φαρισαίων λόγον ὃν εἶπον τῷ Ἰησοῦ · τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι; εὐλόγως δ’εἰς τοῦτο παραληψόμεθα τὴν ἀπὸ τοῦ Δευτερονομίου λέξιν περὶ τοῦ τῆς ἀποστασίας βιβλίου ἔχουσαν οὕτως · “ἐὰν δὲ λάβῃ τις γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα” καὶ τὰ ἑξῆς ἕως τοῦ “καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ”. ζητῶ δὲ ἐν τοῖς κατὰ τὸν νόμον τοῦτον, πότερον οὐδὲν πέρα τῆς λέξεως χρὴ ζητεῖν ἐν αὐτῷ (ἐπεὶ μὴ ὁ θεὸς ἔδωκεν αὐτόν), ἢ πρὸς μὲν τοὺς Φαρισαίους ἀναγκαίως εἴρηται (χρησαμένους τῷ Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι) τὸ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν · ἀπ’ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. ἐὰν δέ τις ἐπὶ τὸ εὐαγγέλιον ἀναβῇ Χριστοῦ Ἰησοῦ, διδάσκον ὅτι “ὁ νόμος πνευματικός ἐστι”, καὶ τούτου ζητήσει τοῦ νόμου πνευματικὸν νοῦν. φήσει δὲ καὶ ταῦτα ὁ θέλων τροπολογεῖν ὅτι, ὥσπερ τῷ Παύλῳ θαρροῦντι ἐφ’ᾗ εἶχε θείᾳ χάριτι λέλεκται τὸ “γυνὴ δέδεται ἐφ’ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς · ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην · δοκῶ δὲ κα- κἀγὼ πνεῦμα θεοῦ ἔχειν” (ἐν τούτοις γὰρ τῷ “κατὰ τὴν ἐμὴν γνώμην”, ἵνα μὴ καταφρονηθῇ ὡς κενὴ πνεύματος θεοῦ, καλῶς ἐπήγαγε τὸ “δοκῶ κα- κἀγὼ πνεῦμα θεοῦ ἔχειν”), οὕτως καὶ Μωσεῖ διὰ τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν νομοθετεῖν, ὥστε αὐτὸν καὶ πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ ἐπιτρέψαι τινά, ἐν οἷς ἦν καὶ τὸ ἀπολύειν τὰς γυναῖκας, ἦν ἂν πείθεσθαι, ἐφ’οἷς κατὰ τὴν αὐτοῦ γνώμην ἐνομοθέτει, ὡς καὶ ἐν τούτοις μετὰ πνεύματος θεοῦ τῆς νομοθεσίας γενομένης. καὶ ἐρεῖ ὅτι, εἰ οὖν τὶς μὲν νόμος πνευματικός ἐστι, τὶς δὲ οὐκ ἔστι τοιοῦτος, νόμος δέ ἐστι καὶ οὗτος, πνευματικός ἐστι καὶ οὗτος, καὶ ζητητέον αὐτοῦ τὸ πνευματικόν.
μεμνημένοι δὲ τῶν ἀνωτέρω ἡμῖν λελεγμένων εἰς τὸ τοῦ Ἡσαΐου περὶ τοῦ βιβλίου τῆς ἀποστασίας ῥητὸν φήσομεν ὅτι ἑαυτὴν ἀπέστησεν ἀνδρὸς τοῦ Χριστοῦ ἡ μήτηρ τοῦ λαοῦ, μὴ λαβοῦσα τὸ τῆς ἀποστασίας βιβλίον. ὕστερον δέ, ὅτε εὑρέθη ἐν αὐτῇ “ἄσχημον πρᾶγμα” καὶ οὐχ εὗρε “χάριν ἐναντίον αὐτοῦ”, ἐγράφη αὐτῇ βιβλίον ἀποστασίου. δυνάμει γὰρ ἡ καινὴ διαθήκη, τοὺς ἀπὸ τῶν ἐθνῶν καλοῦσα εἰς τὴν οἰκίαν τοῦ τὴν προτέραν γυναῖκα ἀποβεβληκότος, τὸ βιβλίον τοῦ ἀποστασίου δέδωκε τῇ προτέρᾳ ἀποστάσῃ τοῦ ἀνδρὸς νόμου καὶ λόγου. διὸ καὶ αὐτὸς αὐτῆς ἀποστὰς ἔγημεν (ἵν’οὕτως ὀνομάσω) ἑτέραν, δοὺς “εἰς τὰς χεῖρας” τῆς προτέρας τὸ τοῦ ἀποστασίου βιβλίον · διὸ μηκέτι δύνανται πράσσειν τὰ κατὰ τὸν νόμον αὐτοῖς προστεταγμένα διὰ τὸ βιβλίον τοῦ ἀποστασίου. καὶ σημεῖον τοῦ εἰληφέναι αὐτὴν βιβλίον ἀποστασίου τὸ Ἱερουσαλὴμ μὲν καθῃρῆσθαι μετὰ τοῦ κληθέντος ὑπ’ἐκείνων ἁγιάσματος καὶ τῶν ἐν αὐτῷ πεπιστευμένων γεγονέναι σεμνῶν καὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ πάσης τῆς παρ’αὐτῷ λατρείας. σημεῖον δὲ τοῦ βιβλίου τῆς ἀποστασίας καὶ τὸ μήτε ἑορτάζειν αὐτοὺς δύνασθαι κα- κἂν κατὰ τὸ γράμμα, τοῦ βουλήματος τοῦ νόμου προστάξαντος “ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεὸς” ἑορτάζειν αὐτούς. ἀλλὰ καὶ τὸ πᾶσαν τὴν συναγωγὴν λιθοβολεῖν τοὺς τάδε ἢ τάδε ἡμαρτηκότας γενέσθαι μὴ δυνάμενον καὶ ἄλλα δὲ μυρία τῶν προστεταγμένων, σημεῖόν ἐστι τοῦ βιβλίου τῆς ἀποστασίας, καὶ ὅτι “οὐκ ἔστιν ἔτι προφήτης”, καὶ ὅτι λέγουσι · “σημεῖα οὐκ εἴδομεν” ἔτι · ἀφεῖλε γὰρ (φησὶ) κύριος “ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ (κατὰ τὸν τοῦ Ἡσαΐου λόγον) ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα” καὶ τὰ λοιπὰ μέχρι συνετοῦ ἀκροατοῦ. δύναται δὲ πρῶτον μὲν εἰληφέναι γυναῖκα τὴν συναγωγὴν καὶ συνῳκηκέναι αὐτῇ ὁ Χριστός, ὕστερον δὲ ἐκείνην μὴ εὑρηκέναι “χάριν ἐναντίον αὐτοῦ” · ἡ δὲ αἰτία τοῦ μὴ εὑρηκέναι αὐτὴν “χάριν ἐναντίον αὐτοῦ” τὸ εὑρεθῆναι “ἐν αὐτῇ ἄσχημον πρᾶγμα”. τί γὰρ ἀσχημονέστερον τοῦ (προκειμένου ἀπολῦσαι ἐν τῇ ἑορτῇ ἕνα) ἀπολῦσαι μὲν αὐτοὺς ἠξιωκέναι Βαραβᾶν τὸν λῃστήν, καταδικάσαι δὲ Ἰησοῦν; καὶ τί ἀσχημονέστερον τοῦ πάντας εἰρηκέναι ἐπ’αὐτῷ “σταύρου, σταύρου αὐτόν” καὶ “αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον”; πῶς δὲ οὐκ ἂν ἄσχημον καὶ τὸ “τὸ αἷμα αὐτοῦ ἐφ’ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν”; διὸ ἐκδικουμένου αὐτοῦ ἐκυκλώθη “ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ” καὶ ἐπέστη “ἡ ἐρήμωσις αὐτῆς”, καὶ ἀφείθη αὐτοῖς “ὁ οἶκος” αὐτῶν, καὶ ἐγκατελείφθη “ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορκουμένη”. κατὰ τὸν αὐτὸν δὲ (οἶμαι) καιρὸν τῇ μὲν προτέρᾳ γυναικὶ ἔγραψεν ὁ ἀνὴρ “βιβλίον ἀποστασίου” καὶ ἔδωκεν “εἰς τὰς χεῖρας αὐτῆς” καὶ ἐξαπέστειλεν “αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ”, τῆς δὲ ἀπὸ τῶν ἐθνῶν ἀπαλήλιπται τὸ χειρόγραφον · περὶ οὗ φησιν ὁ ἀπόστολος τὸ “ἐξαλείψας τὸ χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ”. καὶ Παῦλος γὰρ εἰς τὴν ἀπὸ τῶν ἐθνῶν […] προσήλυτοι ἐγένοντο τοῦ Ἰσραήλ. ἐξῆλθε τοίνυν ἡ προτέρα γυνὴ ἡ μὴ “εὑροῦσα χάριν ἐναντίον” τοῦ ἀνδρὸς τῷ εὑρῆσθαι “ἐν αὐτῇ ἄσχημον πρᾶγμα”, ἀπὸ “τῆς οἰκίας” τοῦ ἀνδρός, “καὶ ἀπελθοῦσα” γεγένηται “ἀνδρὶ ἑτέρῳ” ᾧ ἑαυτὴν ὑπέταξεν, εἴτε Βαραβᾶν τὸν λῃστὴν χρὴ λέγειν τὸν ἄνδρα (ὄντα τροπικῶς τὸν διάβολον) εἴτε τινὰ δύναμιν πονηράν. καὶ ἐπὶ τινῶν μὲν τῆς συναγωγῆς ἐκείνης συμβέβηκε τὸ πρότερον ἐν τῷ νόμῳ γεγραμμένον, ἐφ’ἑτέρων δὲ τὸ δεύτερον · ὁ γὰρ ἔσχατος ἀνὴρ ἐμίσησε τὴν γυναῖκα “καὶ γράψει αὐτῇ” ποτε ἐπὶ τέλει τῶν πραγμάτων “βιβλίον ἀποστασίου (τοῦτο οἰκονομοῦντος τοῦ θεοῦ) καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ” · ὡς γὰρ “ἔχθραν” ὁ ἀγαθὸς θεὸς θήσει “ἀνὰ μέσον” τοῦ ὄφεως καὶ “τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματος” αὐτοῦ, “καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς”, οὕτως οἰκονομήσει, ἵνα “μισήσῃ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος”.
εἰσὶ δὲ οἷς συμβέβηκε συνοικεῖν τὸν ἄνδρα μὴ μισήσαντα αὐτοὺς τῷ παραμεῖναι ἐν τῷ οἴκῳ τοῦ ἐσχάτου ἀνδρὸς καὶ λαβόντος αὐτῶν τὴν συναγωγὴν ἑαυτῷ γυναῖκα. ἀλλὰ καὶ ἐπὶ τούτων ἀποθνῄσκει ὁ ἔσχατος ἀνήρ, τάχα ἡνίκα ἂν “ὁ ἔσχατος ἐχθρὸς Χριστοῦ καταργηθῇ θάνατος”. ὁπότερον δὲ τούτων ἂν γένηται εἴτε τὸ πρότερον εἴτε τὸ τελευταῖον τῇ γυναικί, “οὐ δυνήσεται (φησὶν) ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν τοῦ εἶναι ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμα (φησὶν) ἐστὶν ἐναντίον κυρίου τοῦ θεοῦ σου”. ἀλλὰ ταῦτα δόξει μὴ κατάλληλα εἶναι τῷ “ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, πᾶς ὁ Ἰσραὴλ σωθήσεται”. ὅρα δὲ εἰ δύναται καὶ πρὸς τοῦτο λέγεσθαι ὅτι πάντως, εἰ σωθήσεται, τῷ τὸν ἄνδρα αὐτῆς τὸν πρότερον ἐπαναστρέψαντα “λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτὴν” σωθήσεται. ἱερεὺς μὲν οὖν “πόρνην” καὶ “ἐκβεβλημένην” “οὐ λήψεται” ἑαυτῷ γυναῖκα, ἄλλος δέ τις οὐ κωλύεται (ὡς ὑποβεβηκὼς τὸν ἱερέα) ποιῆσαι τὸ τοιοῦτον. ἀλλ’ἐὰν περὶ τῆς τῶν ἐθνῶν κλήσεως τὸ “πόρνην” ζητῇς, χρήσῃ τῷ “λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας” καὶ τοῖς ἑξῆς. ὡς γὰρ “οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦντες ἀναίτιοί εἰσιν”, οὕτως ἐν καιρῷ λαμβάνων γυναῖκα πορνείας ὁ ἐκβάλλων τὴν προτέραν γυναῖκα καὶ ἀναίτιός ἐστι, ποιήσας αὐτὸ κατὰ τὴν πρόσταξιν τοῦ (ὅτ’ἔδει) εἰπόντος (καὶ ἕως ἐχρῆν) τὸ γυναῖκα “πόρνην οὐ λήψεται”, καὶ (ὅτε εὔλογον ἦν) φήσαντος “λάβε σεαυτῷ γυναῖκα πορνείας”. ὡς γὰρ “κύριός ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου” καὶ οὐ δοῦλος τοῦ σαββάτου ὡς ὁ λαός, οὕτως κύριός ἐστιν ὁ τὸν νόμον διδοὺς διδόναι μὲν “ἄχρι καιροῦ διορθώσεως” καὶ ἀλλάσσειν νόμον, ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς διορθώσεως καὶ διδόναι μετὰ τὴν προτέραν ὁδὸν καὶ μετὰ τὴν προτέραν καρδίαν “ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν” “καιρῷ δεκτῷ” “καὶ ἐν ἡμέρᾳ σωτηρίας”. καὶ ταῦτα μὲν κατὰ μίαν διήγησιν λελέχθω εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον.
ζητήσαι δ’ἄν τις, εἰ δύναται ἡ ἀνθρωπίνη ψυχὴ τροπικῶς λέγεσθαι γυνὴ καὶ ὁ προϊστάμενος αὐτῆς ἄγγελος καὶ ἄρχων αὐτῆς (πρὸς ὃν “ἡ ἀναστροφὴ” γίνεται αὐτῆς κατακυριεύοντα αὐτῆς) ἀνήρ, ὡς κατὰ τοῦτο ἕκαστον νομίμως συνοικεῖν τῇ ψυχῇ τῇ ἀξίᾳ προστασίας θείου ἀγγέλου. γένοιτο δ’ἄν ποτε καὶ μετὰ τὴν ἐπὶ πλεῖον διατριβὴν καὶ συνοίκησιν αἰτία ἐν ψυχῇ τοῦ μὴ εὑρίσκειν “χάριν ἐναντίον” τοῦ κυριεύοντος καὶ ἄρχοντος αὐτῆς ἀγγέλου τὸ εὑρίσκεσθαι “ἐν αὐτῇ ἄσχημον πρᾶγμα”, καὶ γράφοιτο ἂν ὡς γράφεται χειρόγραφα, γράφοιτο δὲ “βιβλίον ἀποστασίου”, διδόμενον “εἰς τὰς χεῖρας” τῆς ἐκβαλλομένης, ἵνα μηκέτι οἰκεία ᾖ τοῦ προτέρου προστάτου ἡ ἐξαποστελλομένη “ἐκ τῆς οἰκίας αὐτοῦ”. καὶ γένοιτο δ’ἂν ἡ “ἀπελθοῦσα” ἀπὸ τῆς προτέρας οἰκίας “ἑτέρῳ” ἀνδρὶ καὶ ἀτυχήσαι ἂν παρ’αὐτῷ, οὐ μόνον ὡς ἐπὶ τοῦ προτέρου μὴ εὑρίσκουσα “χάριν” ἐνώπιον αὐτοῦ τῷ εὑρίσκεσθαι “ἐν αὐτῇ ἄσχημον πρᾶγμα”, ἀλλὰ καὶ μισουμένη ὑπ’αὐτοῦ. καὶ γράφοιτο δ’ἂν καὶ ἀπὸ τοῦ δευτέρου αὐτῇ “βιβλίον ἀποστασίου” καὶ διδοῖτο ἂν “εἰς τὰς χεῖρας αὐτῆς” ἀπὸ τοῦ ἐσχάτου ἀνδρὸς ἐξαποστέλλοντος αὐτὴν “ἐκ τῆς οἰκίας αὐτοῦ”. εἰ δὲ δύναται γενέσθαι μετάστασις ζωῆς τῆς σὺν ἀνθρώποις ἀγγέλων, ὡς τοιοῦτον εἶναι καὶ τὸν αὐτῶν (ὅσον πρὸς τὴν καθ’ἡμᾶς σχέσιν) θάνατον, τολμηρῶς μὲν πλὴν ὅμως ζητήσαι τις ἄν. ὅπως δ’ἂν γένηται, ἡ ἅπαξ ἀποπεσοῦσα προτέρου ἀνδρὸς οὐκ ἐπανελεύσεται πρὸς αὐτόν · “οὐ” γὰρ “δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν”. εἰ δὲ χρὴ τολμήσαντα καὶ ἀπό τινος φερομένης μὲν ἐν ταῖς ἐκκλησίαις γραφῆς, οὐ παρὰ πᾶσι δὲ ὁμολογουμένης εἶναι θείας, τὸ τοιοῦτον παραμυθήσασθαι, ληφθείη ἂν τὸ ἀπὸ τοῦ Ποιμένος περί τινων ἅμα μὲν τῷ πιστεύειν ὑπὸ τῷ Μιχαὴλ γινομένων, διὰ δὲ φιληδονίαν ἀποπιπτόντων ἐκείνου καὶ γινομένων ὑπὸ τὸν τῆς τρυφῆς, εἶτα ὑπὸ τὸν τῆς τιμωρίας, μεθ’ὃν ὑπὸ τὸν τῆς μετανοίας. ὁρᾷς γὰρ ὅτι οὐκέτι μὲν ἐπανέρχεται ἐπὶ τὸν πρῶτον ἄρχοντα ἡ ἅπαξ τρυφήσασα γυνὴ ἤτοι ψυχή, ἀλλὰ καὶ μετὰ τιμωρίας ὑπό τινα ὑποδεέστερον γίνεται παρὰ τὸν Μιχαήλ · ὑποδεέστερος γὰρ ἐκείνου ὁ τῆς μετανοίας. προσεκτέον οὖν ἡμῖν μήποτε εὑρεθῇ ἐν ἡμῖν “ἄσχημον πρᾶγμα”, καὶ μὴ εὕρωμεν “χάριν” ἐνώπιον ἀνδρός, τοῦ Χριστοῦ ἢ τοῦ τεταγμένου ἐφ’ἡμῖν ἀγγέλου · ἐὰν γὰρ μὴ προσέχωμεν, τάχα καὶ ἡμεῖς τὸ βιβλίον τοῦ ἀποστασίου ληψόμεθα, καὶ ἢ χηρεύσομεν προστάτου ἢ ἐπὶ ἄνδρα ἕτερον ἐλευσόμεθα ἐγὼ δὲ ἡγοῦμαι ὅτι οὐκ αἴσιον τοῦτο (ἵν’οὕτως ὀνομάσω) ληψόμενοι ἀγγέλους πρὸς τὴν ἡμετέραν ψυχὴν γάμον.
γενόμενος δὲ κατὰ τὸν τόπον εἴποιμ’ἂν ὅτι ζητούμενόν τι κατὰ τὴν τοῦ ἀποστόλου περὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων νομοθεσίαν τάχα ἤδη νοῆσαι καὶ σαφῶς παραστῆσαι (δύσληπτον καὶ δυσθεώρητον τυγχάνον) δυνησόμεθα. οὐδένα γὰρ τῶν ἀπὸ τῆς ἐκκλησίας ὑπεροχήν τινα παρὰ τοὺς πολλοὺς ὡς ἐν συμβόλοις ἀνειληφότα βούλεται ὁ Παῦλος δευτέρου πεπειρᾶσθαι γάμου. περὶ μὲν γὰρ ἐπισκόπων νομοθετῶν ἐν τῇ πρὸς Τιμόθεον προτέρᾳ φησίν · “εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα” καὶ τὰ ἑξῆς. περὶ δὲ διακόνων “διάκονοι” φησὶν “ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων” καὶ τὰ λοιπά. καὶ χήρας δὲ καθιστὰς “χήρα” φησὶν ἔστω “μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή”, καὶ μετὰ ταῦτά φησι τὰ ἐπιφερόμενα ὡς τούτου δεύτερα καὶ τρίτα. ἐν δὲ τῇ πρὸς Τίτον “τούτου” φησὶ “χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστὰ” δηλαδὴ καὶ τὰ ἑξῆς. ἐπηποροῦμεν δή, ὁρῶντες δυνατὸν εἶναι βελτίους πολλῷ τυγχάνειν τινὰς διγάμους μονογάμων, τί δήποτε οὐκ ἐπιτρέπει ὁ Παῦλος διγάμους εἰς τὰς ἐκκλησιαστικὰς καθίστασθαι ἀρχάς · καὶ γὰρ ἐδόκει μοι ζητήσεως ἄξιον εἶναι τὸ τοιοῦτον, τῷ ἐνδέχεσθαι ἀτυχήσαντά τινα περὶ δύο γάμους, ἔτι νέον ὄντα ἀποβαλόντα τὴν δευτέραν, ἐγκρατέστατα καὶ καθαρώτατα βεβιωκέναι παρὰ τὸν λοιπὸν μέχρι γήρως χρόνον. τίς οὖν οὐκ ἂν εὐλόγως ἐπαπορήσαι, τί δήποτε ζητουμένου τοῦ ἄρξοντος τῆς ἐκκλησίας τὸν μὲν τοιόνδε δίγαμον οὐ καθίσταμεν διὰ τὰς περὶ τοῦ γάμου λέξεις, τὸν δὲ μονόγαμον καὶ (εἰ τύχοι) μέχρι γήρως συμβιώσαντα τῇ γυναικὶ κρατοῦμεν ἄρχοντα, ἔσθ’ὅτε μη δὲ γυμνασάμενον εἰς ἁγνείαν καὶ σωφροσύνην; ἐκ δὴ τῶν εἰρημένων εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον ἐφίστημι μή ποτε, ἐπεὶ σύμβολόν ἐστι καὶ ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύτερος καὶ ὁ διάκονος ἀληθινῶν κατὰ τὰ ὀνόματα ταῦτα πραγμάτων, ἐβουλήθη αὐτοὺς συμβολικῶς μονογάμους καταστῆσαι, ἵν’ὁ δυνάμενος ἐπιστῆσαι τοῖς πράγμασιν εὕρῃ ἐκ τοῦ πνευματικοῦ νόμου ἀνάξιον ὄντα ἀρχῆς ἐκκλησιαστικῆς ἐκεῖνον, οὗ ἡ ψυχὴ οὐχ “εὗρε χάριν ἐναντίον” τοῦ ἀνδρὸς αὐτῆς τῷ εὑρῆσθαι “ἐν αὐτῇ ἄσχημον πρᾶγμα” καὶ ἀξίαν αὐτὴν γεγονέναι τοῦ τῆς ἀποστάσεως βιβλίου. δευτέρῳ γὰρ συνοικήσασα ἡ τοιαύτη ψυχὴ καὶ παρὰ τῷ τοιούτῳ μισηθεῖσα οὐκέτι δύναται μετὰ τὸ δεύτερον βιβλίον τοῦ ἀποστασίου ἐπανελθεῖν ἐπὶ τὸν πρότερον ἄνδρα. εἰκὸς μὲν οὖν καὶ ἄλλους παρὰ τοῖς πολλῷ ἡμῶν σοφωτέροις καὶ μᾶλλον βλέπειν τὰ τηλικαῦτα δυναμένοις εὑρεθήσεσθαι λόγους, εἴτε εἰς τὸν περὶ τοῦ τῆς ἀποστασίας βιβλίου νόμον εἴτε εἰς τὰ ἀποστολικὰ κωλύοντα διγάμους ἄρχειν τῆς ἐκκλησίας ἢ προκαθέζεσθαι προτετιμημένους ἐν αὐτῇ. ἡμεῖς δέ, ἕως εὑρεθῇ τὰ κρείττονα καὶ δυνάμενα τῇ τοῦ τῆς γνώσεως φωτὸς πολλῇ ὑπεροχῇ ἀμαυρῶσαι τὰ ὑφ’ἡμῶν εἰρημένα, εἴπομεν τὰ ὑποπεσόντα εἰς τοὺς τόπους ἡμῖν.
εἰ καὶ ἐδόξαμεν δὲ βαθυτέρων ἢ κατὰ δύναμιν ἧφθαι εἰς τοὺς τόπους πραγμάτων, οὐδὲν ἧττον ἔτι διὰ τὴν λέξιν καὶ ταῦτα λεκτέον ὅτι τινὲς τῶν νόμων ἐγράφησαν οὐχ ὡς διαφέροντες, ἀλλ’ὡς συμπεριφερόμενοι τῇ ἀσθενείᾳ τῶν νομοθετουμένων. τοιοῦτον γάρ τι δηλοῦται ἐν τῷ Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν · τὸ δὲ προηγούμενον καὶ διαφέρον νόμου τοῦ διὰ τὴν σκληροκαρδίαν γεγραμμένου δηλοῦται ἐν τῷ ἀπ’ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. καὶ ἐν τῇ καινῇ δὲ διαθήκῃ ἐστί τινα νενομοθετημένα ἀνάλογον τῷ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν. οἱονεὶ γὰρ πρὸς τὴν σκληροκαρδίαν ἡμῶν γέγραπται (διὰ τὴν ἀσθένειαν) τὸ “καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι · διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω” καὶ τὸ “τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί” · ἐπιφέρεται γοῦν αὐτοῖς · “τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ἐπιταγήν”. ἀλλὰ καὶ τὸ “γυνὴ δέδεται ἐφ’ὅσον χρόνον ὁ ἀνὴρ αὐτῆς ζῇ · ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ” πρὸς τὴν σκληροκαρδίαν ἢ ἀσθένειαν ἡμῶν παρὰ Παύλῳ εἴρηται τοῖς μὴ βουλομένοις ζηλοῦν “τὰ χαρίσματα τὰ μείζονα” καὶ μακαριωτέροις γενέσθαι. ἤδη δὲ παρὰ τὰ γεγραμμένα καί τινες τῶν ἡγουμένων τῆς ἐκκλησίας ἐπέτρεψάν τινα ὥστε “ζῶντος τοῦ ἀνδρὸς” γαμεῖσθαι γυναῖκα παρὰ τὸ γεγραμμένον μὲν ποιοῦντες (ἐν ᾧ λέλεκται · “γυνὴ δέδεται ἐφ’ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς” καὶ τὸ “ἄρα οὖν μοιχαλὶς χρηματίσει ἡ γυνὴ γενομένη ἀνδρὶ ἑτέρῳ ζῶντος τοῦ ἀνδρός”), οὐ μὴν πάντη ἀλόγως · εἰκὸς γὰρ τὴν συμπεριφορὰν ταύτην συγκρίσει χειρόνων ἐπιτρέπεσθαι παρὰ τὰ ἀπ’ἀρχῆς νενομοθετημένα καὶ γεγραμμένα.
τάχα δὲ τῶν τολμώντων τις Ἰουδαϊκὸς ἀνὴρ ἐναντιοῦσθαι τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ φήσει ὅτι καὶ ὁ Ἰησοῦς, εἰπών · ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, ἐπέτρεψεν ἀπολῦσαι τὴν γυναῖκα ὁμοίως Μωσεῖ, ὃν εἶπε πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ νενομοθετηκέναι, καὶ τα- ταὐτόν γε φήσει εἶναι τῷ λόγῳ τῆς πορνείας, δι’ὃν εὐλόγως ἂν γυνὴ ἐκβληθείη ἀπὸ ἀνδρός, τὸ “ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα”. ἀλλὰ λεκτέον πρὸς αὐτὸν ὅτι, εἴπερ ἡ κατὰ τὸν νόμον μοιχευομένη λιθοβοληθήσεται, δηλονότι οὐ κατὰ τοῦτο νοεῖται τὸ “ἄσχημον πρᾶγμα” · οὐ γὰρ ἐπὶ μοιχείᾳ δεῖ γράφειν “βιβλίον ἀποστασίου” καὶ διδόναι “εἰς τὰς χεῖρας” τῆς γυναικὸς ἤ τινι τηλικαύτῃ ἀσχημοσύνῃ. ἀλλὰ γὰρ τάχα Μωσῆς πᾶν ἁμάρτημα γυναικὸς ἄσχημον εἶπε πρᾶγμα, ὅπερ ἐὰν εὑρεθῇ ὑπὸ τοῦ ἀνδρὸς ἐν γυναικὶ μὴ εὑρισκούσῃ χάριν ἐνώπιον τοῦ ἀνδρός, γράφεται τὸ τοῦ ἀποστασίου βιβλίον καὶ ἐξαποστέλλεται “ἐκ τῆς οἰκίας” τοῦ ἀνδρὸς ἡ γυνή. ἀπ’ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. μετὰ ταῦτά φησιν ὁ σωτὴρ ἡμῶν, μηδαμῶς ἐπιτρέπων ἐπ’ἄλλῳ ἁμαρτήματι διαλύειν γάμους ἢ μόνῃ πορνείᾳ εὑρισκομένῃ ἐν τῇ γυναικί, τὸ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ζητηθείη δ’ἄν, εἰ διὰ τοῦτο μόνον κελεύει τὴν γυναῖκα ἀπολῦσαι τί ἔσται ἐὰν μὴ ἐπὶ πορνείᾳ μὲν ἁλῷ, φέρε δ’εἰπεῖν ἐπὶ φαρμακείᾳ ἢ ἀναιρέσει (παρὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς) τοῦ γεννηθέντος αὐτοῖς παιδίου ἢ ἐφ’οἱῳδήποτε φόνῳ. εἰ δὲ καὶ ὑφαιρουμένη καὶ διαρρίπτουσα ἢ συλῶσα τὴν οἰκίαν εὑρεθείη τοῦ ἀνδρὸς μὴ πορνεύουσα δέ, ζητήσαι τις ἄν, εἰ εὐλόγως τὴν τοιαύτην ἀποβαλεῖ, ὡς τοῦ σωτῆρος κωλύοντος παρεκτὸς λόγου πορνείας ἀπολῦσαί τινα τὴν ἑαυτοῦ γυναῖκα. ἑκατέρως γὰρ ἐμφαίνεταί τι ἄτοπον, οὐκ οἶδα δὲ εἰ ἀληθῶς ἄτοπον. τηλικούτων γὰρ ἀνέχεσθαι ἁμαρτημάτων, ἃ ἔοικε χείρονα εἶναι μοιχείας καὶ πορνείας, ἄλογον εἶναι δόξει · πάλιντ’ἂν ποιῆσαι παρὰ τὸ βούλημα τῆς διδασκαλίας τοῦ σωτῆρος πᾶς ἂν ὁμολογήσαι ἀσεβὲς τυγχάνειν. ἐφίστημι τοίνυν διὰ τί μὲν οὐκ εἶπε · μηδεὶς ἀπολυέτω τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, φησὶ δέ · ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ποιεῖ μὲν γὰρ ὁμολογουμένως (τὸ ὅσον ἐφ’ἑαυτῷ) μοιχευθῆναι τὴν γυναῖκα ὁ ἀπολύων αὐτὴν μὴ πορνεύσασαν. εἰ γὰρ “ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ”, ἀπολύσας δὲ αὐτὴν πρόφασιν αὐτῇ δίδωσι δευτέρου γάμου, δηλονότι παρὰ τοῦτο ποιεῖ αὐτὴν μοιχευθῆναι. τὴν δ’ἁλοῦσαν φαρμακίδα ἢ φόνον ἤ τι τοιοῦτον δράσασαν […] ἀπολογίαν ἔχειν ἢ μή, καὶ σὺ ζητήσαις ἄν. δύναται γὰρ καὶ παρ’ἄλλας αἰτίας παρὰ τὴν ἀπόλυσιν ποιεῖν ὁ ἀνὴρ μοιχευθῆναι τὴν ἑαυτοῦ γυναῖκα, οἷον πέρα τοῦ δέοντος ἐπιτρέπων πράττειν αὐτὴν ἃ βούλεται καὶ εἰς φιλίαν συγκαταβαίνειν ἀνδράσιν οἷς βούλεται · πολλάκις γὰρ ἐξ ἁπλότητος τῶν ἀνδρῶν τοιαῦτα πταίσματα συμβαίνει ἐν γυναιξίν. ἀλλ’εἰ ἔστιν ἀπολογίας τόπος ἢ μὴ τοῖς τοιούτοις ἀνδράσιν ἐπὶ τοῖς τοιούτοις συμπτώμασιν, ἐπιμελῶς ζητήσας ἀποφανεῖ καὶ εἰς τὰ ἐπηπορημένα ἡμῖν κατὰ τὸν τόπον. καὶ ὁ ἀποστερῶν δὲ ἀπὸ τῆς γυναικὸς ἑαυτὸν ποιεῖ αὐτὴν πολλάκις μοιχευθῆναι, μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις, κα- κἂν φαντασίᾳ πλείονος σεμνότητος καὶ σωφροσύνης τὸ τοιοῦτο ποιῇ · καὶ τάχα μᾶλλον οὗτος ἐπίληπτος ὁ (τὸ ὅσον ἐφ’ἑαυτῷ) ποιῶν αὐτὴν μοιχευθῆναι μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις ἢ ὁ ἀπολύσας αὐτὴν παρεκτὸς λόγου μὲν πορνείας, ἐπὶ φαρμακείᾳ δὲ ἢ φόνῳ ἤ τινι τῶν βαρυτάτων ἁμαρτημάτων. ὥσπερ δὲ μοιχαλίς ἐστι γυνή, κα- κἂν δοκῇ γαμεῖσθαι ἀνδρί, ἔτι ζῶντος τοῦ προτέρου, οὕτως καὶ ἀνὴρ γαμεῖν δοκῶν ἀπολελυμένην οὐ γαμεῖ (κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν) ὅσον μοιχεύει.
μετὰ δὲ ταῦτα κατανοήσαντες οἱ τοῦ Χριστοῦ μαθηταί, ὅσα δύναται γενέσθαι συμπτώματα ἐν γάμοις, ὧν ἀνέχεσθαι δεῖ τὸν ἄνδρα, καὶ κατὰ τοῦτο ἀνεχόμενον ἀπαλλάσσειν σκληρότατα ἢ μὴ ἀνεχόμενον παρανομεῖν εἰς τοὺς Χριστοῦ λόγους, φασὶν αὐτῷ, ὡς ἐπὶ εὐχερέστερον τὴν ἀγαμίαν καταφεύγοντες καὶ μᾶλλον συμφέρον ἢ ὡς δοκεῖ συμφέρειν γάμος · εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. πρὸς τοῦτο δὲ εἶπεν αὐτοῖς ὁ σωτήρ, διδάσκων ἡμᾶς δῶρον εἶναι τὸ διδόμενον ἀπὸ θεοῦ τὴν παντελῆ καθάρευσιν, καὶ οὐ μόνον ἀσκήσει παραγινόμενον ἀλλὰ μετ’εὐχῶν πολλῶν ὑπὸ θεοῦ διδόμενον, τὸ οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ’οἷς δέδοται. εἶτ’ἐπεί τινες συκοφαντοῦσι τὸ οἷς δέδοται, ὡς ἐχόντων ἀπολογίαν τῶν βουληθέντων μὲν καθαρεῦσαι ἐν ἀγαμίᾳ, νικηθέντων δὲ ὑπὸ τῶν ὀρέξεων, λεκτέον, ὅτι εἴπερ πιστεύομεν τοῖς γεγραμμένοις, τί δήποτε ἐπιλαμβανόμεθα μὲν τοῦ ἀλλ’οἷς δέδοται, οὐκέτι δὲ προσέχομεν τῷ “αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν” καὶ τῷ ἐπιφερομένῳ αὐτῷ “πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει”; εἰ γὰρ χωροῦσι τὸν περὶ τοῦ παντελῶς καθαρεύειν λόγον οἷς δέδοται, ὁ βουλόμενος αἰτείτω, πειθόμενος καὶ πιστεύων τῷ λέγοντι · “αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν”, καὶ λήψεται μὴ ἀμφιβάλλων περὶ τοῦ “πᾶς ὁ αἰτῶν λαμβάνει”. ἔνθα δὴ γενόμενος ζητήσεις, τίς ὁ αἰτῶν. οὐδεὶς γὰρ τῶν μὴ λαμβανόντων, εἰ καὶ ἔδοξεν ᾐτηκέναι, ᾔτησεν · ἐπεὶ οὐ θεμιτὸν φάσκειν ψεῦδος εἶναι τὸ “πᾶς ὁ αἰτῶν λαμβάνει”. τίς οὖν ὁ αἰτῶν ἢ ὁ πεισθεὶς τῷ Ἰησοῦ λέγοντι · “ἐὰν στήκητε προσευχόμενοι”, “πιστεύετε ὅτι λαμβάνετε, καὶ λήψεσθε”; χρὴ δὲ τὸν αἰτοῦντα ποιεῖν πάντα τὰ παρ’αὐτῷ, ἵνα προσεύχηται “πνεύματι”, προσεύχηται “δὲ καὶ τῷ νοΐ”, καὶ τοῦ “ἀδιαλείπτως προσεύχεσθε” μεμνημένον καὶ τοῦ “ἔλεγε δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν, λέγων · κριτής τις ἦν ἔν τινι πόλει” καὶ τὰ ἑξῆς. χρήσιμον δὲ εἰς τὸ γινώσκειν, τί τὸ αἰτεῖν καὶ τὸ λαβεῖν ἐστι καὶ τί τὸ “πᾶς ὁ αἰτῶν λαμβάνει”, καὶ τὸ “λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει” · ἐπιφέρει γοῦν · “κα- κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν” καὶ τὰ ἑξῆς. ἔτι προτρεπτικὸν διὰ τὸ οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ’οἷς δέδοται, εἰς τὸ αἰτεῖν ἀξίως τοῦ λαβεῖν καὶ τὸ “τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ”; καὶ τὰ ἑξῆς. δώσει οὖν τὸ ἀγαθὸν δόμα, τὴν παντελῆ καθάρευσιν ἐν ἀγαμίᾳ καὶ ἁγνείᾳ ὁ θεὸς τοῖς “ἐξ ὅλης ψυχῆς” καὶ μετὰ πίστεως καὶ “ἀδιαλείπτως” ἐν προσευχαῖς αἰτοῦσιν αὐτόν.