Lexicon of the Ten Orators, Letter yHarpocrationLetter aLetter bLetter cLetter dLetter eLetter fLetter gLetter hLetter iLetter kLetter lLetter mLetter nLetter oLetter pLetter qLetter rLetter sLetter tLetter uLetter yLetter zὄνομα δίκης ἐστὶν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ ὡς καταψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος ἐν τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ, ὡς ἀδίκως ἐγγραφέντες ὀφείλειν τῷ δημοσίῳ. Λυκοῦργος ἐν τῷ κατ’Ἀριστογείτονος καὶ Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα μνημονεύουσι τοῦ ὀνόματος. ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ ἐγγεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ, ἐπειδὰν αἰτιῶνταί τινας ψευδῶς κατεσκευάσθαι κλητῆρας καθ’ἑαυτῶν πρὸς τὴν δίκην ἀφ’ἧς ὦφλον. ἔστι δὲ παράτε ἄλλοις ῥήτορσι καὶ Ἰσαίῳ ἐν τῷ πρὸς Νικοκλέα περὶ χωρίου. Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἦν τις Ἀθήνησιν Ἑρμῆς οὕτω καλούμενος. ἐτιμᾶτο δ’Ἀθήνησι καὶ ψίθυρος Ἀφροδίτη καὶ Ἔρως ψίθυρος.