Lexicon of the Ten Orators, Letter s
Harpocration
- Letter a
- Letter b
- Letter c
- Letter d
- Letter e
- Letter f
- Letter g
- Letter h
- Letter i
- Letter k
- Letter l
- Letter m
- Letter n
- Letter o
- Letter p
- Letter q
- Letter r
- Letter s
- Letter t
- Letter u
- Letter y
- Letter z
Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν ἄλλοιτε καὶ Νύμφις β περὶ Ἡρακλείας. οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Παταρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον. Λυκοῦργος περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σείρινα. οὕτω καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας. Σέρρειον τεῖχος καὶ Σίριον · ὀνόματα χωρίων. ἀντὶ τοῦ ἐσφραγισμένῳ Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος, Ὑπερείδης ἐν τῷ κατ’Ἀντίου ὀρφανικῷ. Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. ἔστι δὲ εἷς τῶν ἐν Θρᾴκῃ βασιλέων. ἐπιγράφεταί τις λόγος Λυσίου ἐν τῇ τῆς εὐσεβείας περὶ τοῦ σηκοῦ ἀπολογίᾳ, ἐν ᾧ δῆλόν ἐστιν ὡς περὶ ἐλαίας ἐκκοπείσης ὁ λόγος ἐστί. γράφει δὲ καὶ ταυτὶ ὁ ῥήτωρ “ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών”. μήποτε οὖν τὰς μὲν ἰδιωτικὰς ἐλαίας καλοῦσι, τὰς δὲ δημοσίας μορίας · σηκὸν δὲ, ὡς ἔοικε, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν. Λυσίας ἐν τῷ κατ’Ἀνδροτίωνος. χωρίον τι τοῦ Πειραιῶς οὕτως ἐκαλεῖτο. μνημονεύει δ’αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Γεωργοῖς. οὕτω λέγουσι τὰς σφραγῖδας. Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. Λυσίας ἐν τῷ πρὸς Διογένην. καὶ ἐν ταῖς Διδασκαλίαις εὑρίσκεται ὁ Σθένελος τραγῳδίας ποιητής. ἐκωμῴδει δὲ αὐτὸν ὁ τοὺς Πλάτωνος Λάκωνας γράψας ὡς τα- τἀλλότρια ἔπη σφετεριζόμενον. Δημοσθένης Φιλιππικοῖς. πόλις ἐστὶ τῆς Τρῳάδος, οὐκ ἄποθεν τοῦ Ἰλίου. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς τῶν Ἀλευαδῶν οὗτός ἐστι τῶν δοκούντων συμπρᾶξαι τῷ Μακεδόνι. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησιν “ἀλλὰ μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκριταῖς Σιμύλῳ καὶ Σωκράτει”. ὄνομα κύριον. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἡρόδικος ἐν ς Κωμῳδουμένων φησὶν ὅτι Σινώπη ἡ ἑταίρα Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. Λυσίας ἐν τῷ περὶ ἡμικληρίου τῶν Μακαρτάτου χρημάτων. σιτηρὸν ἀγγεῖόν ἐστιν ἡ σιπύα, ἔστι δὲ πολλάκις παρὰ τοῖς ἀρχαίοις κωμικοῖς · Εὔπολις Χρυσῷ γένει, Ἀριστοφάνης Τελμησεῦσιν. τὸ διδόμενόν τισιν εἰς τροφήν · Δημοσθένης ἐν τῷ περὶ τριηραρχήματος. Δημοσθένης ἐν τῷ κατ’Ἀφόβου α. σῖτος καλεῖται ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἐξ ἄλλων μαθεῖν ἔστι καὶ ἐκ τοῦ Σόλωνος α ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον, ἀγνοεῖ δὲ ὅτι ἓν ἀνθ’ἑνὸς οὐδέποτε παρ’αὐτοῖς ὁ τόκος σῖτος καλεῖται. Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ἀρχή τις ἦν Ἀθήνησιν ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ι, ε μὲν ἐν ἄστει, ε δ’ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. Δείναρχος ἐν τῷ κατὰ Ἀγασικλέους φησὶν “οἳ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται, οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ τούτου ἀργυρίῳ,” ἀντὶ τοῦ μέτοικοι · οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθήνησι. Δημήτριος γοῦν ἐν γ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδια. διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν ι Νόμων. Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ τὸ σκαφίον εἶδος κουρᾶς καὶ Ἀριστοφάνης Γήρᾳ. Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον. Ἰσοκράτης Τραπεζιτικῷ “Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον”. ἔοικεν ἐπώνυμον εἶναι. μήποτε δὲ ὡς ἀγοραῖον καλούμενον, ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. ἔοικε δὲ σκεῦός τι εἶναι, ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναί φασιν, οἱ δὲ σκιάδιον. Δημοσθένης κατ’Ἀριστοκράτους. πόλις ἐστὶν ἐν Τροίᾳ, ἧς μνημονεύουσιν ἄλλοιτε καὶ Ἔφορος ἐν ιε. Δημοσθένης Φιλιππικοῖς. νῆσός ἐστι πλησίον Εὐβοίας. Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν περίπλῳ Ἀσίας φησὶν “ὑπὲρ δὲ τούτων Σκιάποδες, οἳ τούςτε πόδας οἵους οἱ χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν θέρμη ᾖ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς ποσίν”. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Σκίρα ἑορτὴ παρ’Ἀθηναίοις, ἀφ’ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες περίτε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ’ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥτε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου · κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν β Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν β Μεγαρικῶν ἀπὸ Σκίρωνος. Δείναρχος ἐν τῷ κατὰ Προξένου. σκιράφια ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῇ ν ὑποσημαίνει. Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. εἶδός τι ὑποδήματός εἰσιν αἱ Σκυθικαί. καὶ Ἀλκαῖος ἐν η καὶ Σκυθικὰς ὑποδησάμενος. Δημοσθένης ἐν τῷ κατ’Ἀριστοκράτους. ὄνομα κύριον. Ἰσοκράτης Εὐαγόρᾳ. Σόλοι ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοιτε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῇ ε. Ἀντιφῶν ἐν τῷ ἐπιγραφομένῳ “ἐπιτροπικὸς Τιμοκράτει”. πόλις ἐστὶ τῆς Βοττικῆς ἡ Σπάρτωλος. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. λέγεταί τι μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος, ὠνομασμένον, ὡς ἔοικεν, ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν, οὗ μνημονεύει Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν σπερμολόγος. Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως “περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὡς στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός”. ἔοικε νῦν ὁ ῥήτωρ ἰδίως ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῷ ὀνόματι · ἐν γοῦν τοῖς ἑξῆς φησιν ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι κολάσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν. Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. ἔστι δὲ τὸ καλούμενον πατητήριον, ὡς Ἀνδροτίων ἢ Φίλιππος ἐν τῷ Γεωργικῷ. Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. Στεφανηφόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ’ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων, οὗ μνημονεύει Ἑλλάνικος ἐν ι Φορωνίδος · ἢ μήποτε τοῦ Ἀττικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, οὗ πάλιν ὁ αὐτὸς Ἑλλάνικος ἐν β Ἀτθίδος μέμνηται. Δημοσθένης ἐν τῷ κατ’Αἰσχίνου ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν “ἀλλὰ μὴν καὶ Καλλισθένην ρ μναῖς ἐστεφανώσατε”. καὶ παρ’ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παράτε Θεοπόμπῳ ἐν νζ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι. Ὑπερείδης κατ’Ἀρχεστρατίδου. δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στειριά. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ λέγων “εἰσὶ γὰρ ἐπώνυμοι ι μὲν οἱ τῶν φυλῶν, β δὲ καὶ μ οἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅτε ἄρχων ἐφ’οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιητηκώς · νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται”. καὶ μετ’ὀλίγα “χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι”. διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δ τῆς Ἀτθίδος. Δημοσθένης Φιλιππικοῖς. οἱ καθ’ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ι ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκτε τῶν Ὑπερείδου κατ’Αὐτοκλέους καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους. ὄνομα κύριον. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. πόλις ἐστὶ τῆς Θρᾴκης, ὡς Ἑλλάνικος ἐν β Περσικῶν ὑποσημαίνει. οἱ δὲ πολῖται τῆς Στρέψης καλοῦνται Στρεψαῖοι. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πλακοῦντος εἶδός ἐστιν οἱ στρεπτοὶ, ὡς καὶ παρ’ἑτέροις. Λυσίας ἐν τῷ ὑπὲρ Δεξιοῦ ἀποστασίου. ὄνομα κύριον. Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. σατράπης τις βασιλέως ἦν. Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι μεταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. Ἡρακλείδης ἢ Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησὶν “ἀποικίαι δέ εἰσι Θασίων ἐπὶ τῆς Θρᾴκης Γαληψὸς καὶ Στρύμη ἡ νῆσος”. ἔστι δὲ ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν ε, Ἀρχίλοχον ἐπαγόμενος μάρτυρα. Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. στύραξ καλεῖται τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασιν, ὡς Θουκυδίδης πού φησι “στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν”. Λυκοῦργος κατ’Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος. ἔστι το- τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους. Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τῆς τριηραρχίας. κα- κἀν τῷ πρὸς τὴν Λακρίτου παραγραφήν “ἐξελόμενος ὁπόταν μὴ σῦλαι ὦσιν Ἀθηναίοις”. ἐν δὲ τοῖς ἑξῆς ὥσπερ ἐξηγούμενος αὐτό φησιν “σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατ’Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τῷ τοιούτῳ ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια”; ἀντὶ τοῦ τὰς συλήσεις σύλας ἔλεγον. ὄνομα ἀρχῆς. Ἰσαῖος ἐν τῷ μετοικικῷ σαφέστατα δηλοῖ. τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια. πολλάκις ἐν τῷ ζ Φιλιππικῶν Δημοσθένης, καὶ Ἰσαῖος ἐν τῷ κατ’Ἐλπαγόρου. Δημοσθένης κατ’Ἀφόβου α. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ’ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησι, περὶ τῶν χιλίων καὶ διακοσίων ἀνδρῶν λέγων τῶν πλουσιωτάτων, “ἐκ τούτων τοίνυν οἶμαι δεῖν ποιῆσαι συμμορίας κ, ὥσπερ νῦν εἰσὶ, σώματα ξ ἑκάστην ἔχουσαν”. Ὑπερείδης δ’ἐν τῷ πρὸς Πολύευκτόν φησιν “εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιε ἄνδρες”. οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης φησὶν ξ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερείδης ιε · ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί “ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σύμπεντε καὶ σύνεξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι · ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοσθένης νόμους ἔθηκε τοὺς τ τριηραρχεῖν καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει”. ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας δεδήλωκεν ὁ Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπερείδης δείκνυσι. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῇ ε Ἀτθίδος. Ἰσοκράτης Ἀρεοπαγιτικῷ. εἰθισμένον ἦν παρ’Ἀθηναίοις, ὁπότε δέοι, πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσφέρον γνώμας εἰς τὸν δῆμον. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν υ ἐγένετο, καθὰ Θουκυδίδης ἐν τῇ η φησίν “ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο, καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ι ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται”. ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λ οἱ τότε αἱρεθέντες, καθά φησιν Ἀνδροτίωντε καὶ Φιλόχορος, ἑκάτερος ἐν τῇ Ἀτθίδι · ὁ δὲ Θουκυδίδης τῶν ι ἐμνημόνευσε μόνων τῶν προβούλων. Ἰσαῖος ἐν τῷ κατ’Ἐλπαγόρου καὶ Δημοφάνους φησὶν “οἳ μετὰ τὰ ἐκ Πειραιῶς, ὡς ἐγὼ ἀκούω, σύνδικοι ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο”. καὶ Λυσίας ἐν τῷ κατὰ Δεξίππου, εἰ γνήσιος, “καὶ ποῦ ἑτέρωθι ἀνδρεῖός ἐστιν οὗτος; πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς ἀπογράφων”. μήποτ’οὖν ἀρχή τις ἦν καθεσταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον. Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἐοίκασι παρ’Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν. τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους καὶ κατὰ μῆνα ἐγίνοντο · εἰ δέ τι ἐξαίφνης κατεπείξειεν ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία · Δημοσθένης ἐν τῷ κατ’Αἰσχίνου. ἀντὶ τοῦ συντεταγμένη διοίκησις · Δημοσθένης Φιλιππικοῖς “καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦτε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα”. ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ί Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ “σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν”. οἱ συνδαπανῶντες καὶ συνεισφέροντες · τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται, ὡς ἔστιν εὑρεῖν ἐν τῷ Ἀντιφῶντος περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Ἰσαῖος ἐν τῷ πρὸς δημότας περὶ χωρίου. Σφηττὸς δῆμος τῆς Ἀκαμαντίδος. Ἰσαῖος ἐν τῷ κατὰ Μεγαρέων, εἰ γνήσιος. στρατηγὸς Λακεδαιμονίων ὁ Σφοδρίας. φησὶ δ’αὐτὸν ὁ Καλλισθένης ἐν β Ἑλληνικῶν εὐήθητε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας.